|
TLG 1203 001 :: PAEANES (CA) :: Paean Erythraeus in Aesculapium Paean Erythraeus in Aesculapium Citation: (Line) | ||
| [Παιᾶνα κλυτό]μητιν ἀείσατε [κοῦροι Λατοΐδαν Ἕκ]ατον, ἰὲ Παιάν, ὃς μέγα χάρ[μα βροτοῖσ]ιν ἐγείνατο | ||
| 5 | μιχθεὶς ἐμ φι[λότητι Κορ]ωνίδι ἐν γᾶι τᾶι Φλεγυείαι, ἰὴ Παιάν, Ἀσκληπιὸν δαίμονα κλεινό[τατ]ον, ἰὲ Παιάν, | |
|---|---|---|
| 10 | [Το]ῦ δὲ καὶ ἐξεγένοντο Μαχάων καὶ Πο[δα]λείριος ἠδ’ Ἰασώ, ἰὲ Παιάν, Αἴγλ[α τ’] ἐοῶπις Πανάκειά τε Ἠπιόνας παῖδες σὺν ἀγακλυτῶι | |
| 15 | ἐοαγεῖ Ὑγιείαι— ἰὴ Παιάν, Ἀσκληπιὸν δαίμονα κλεινότατον, ἰὲ Παιάν, Χαῖρέ μοι, ἵλαος δ’ ἐπινίσεο | |
| 20 | τὰν ἐμὰν πόλιν εὐρύχορον, ἰὲ Παιάν, δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν φάος ἀελίου δοκίμους σὺν ἀγακλυτῶι ἐοαγεῖ Ὑγιείαι— | |
| 25 | ἰὴ Παιάν, Ἀσκληπιὸν δαίμονα κλεινότατον, | |
| ἰὲ Παιάν. | 136 | |