TLG 1201 001 :: ASSUMPTIO MOSIS :: Fragmenta ASSUMPTIO MOSIS Pseudepigr.
Hagiogr., vel Testamentum Mosis Fragmenta Citation: Page — (line) | ||
frag a | τὰ ἐκ τῆς γραφῆς λέξωμεν. μέλλων ὁ προφήτης Μωσῆς ἐξιέναι τὸν βίον, ὡς γέγραπται ἐν βίβλῳ ἀναλήψεως Μωσέως, προσκαλεσά‐ | |
5 | μενος Ἰησοῦν υἱὸν Ναυῆ καὶ δια‐ λεγόμενος πρὸς αὐτὸν ἔφη· »καὶ προεθεάσατό με ὁ θεὸς πρὸ κατα‐ βολῆς κόσμου εἶναί με τῆς διαθή‐ | |
---|---|---|
10 | κης αὐτοῦ μεσίτην.» | 63 |
frag b | ἐν βίβλῳ δὲ ἀναλήψεως Μωσέως Μιχαὴλ ὁ ἀρχάγγελος διαλεγόμενος τῷ διαβόλῳ λέγει «ἀπὸ γὰρ πνεύματος ἁγίου αὐτοῦ πάντες ἐκτίσθημεν» καὶ πάλιν λέγει «ἀπὸ προσώπου τοῦ θεοῦ ἐξῆλθε τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ κόσμος ἐγένετο»· ἴσον ἐστὶ τοῦτο τοῦ «πάντα δι’ αὐτοῦ ἐγένετο». | |
frag c | τῷ παιδίῳ οἱ γονεῖς ἔθεντο ὄνομά τι, ἐκαλεῖτο δὲ Ἰωακείμ. ἔσχεν δὲ καὶ τρίτον ὄνομα ἐν οὐρανῷ μετὰ τὴν ἀνάληψιν, ὥς φασιν οἱ μύσται, Μελχί. | |
frag d | φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον. | 64 |
frag e | καὶ ἐν βίβλῳ λόγων μυστικῶν Μωσέως αὐτὸς Μωσῆς προεῖπε περὶ τοῦ Δαυὶδ καὶ Σολομῶντος. περὶ οὗ Σολομῶντος οὕτω προεῖπε «καὶ διαδοχεύ‐ σει 〈ἐπ’〉 αὐτὸν ὁ θεὸς σοφίαν καὶ δικαιοσύνην καὶ ἐπιστήμην πλήρη, αὐτὸς οἰκοδομήσει τὸν οἶκον τοῦ θεοῦ» καὶ τὰ ἑξῆς. | |
frag f | εἰκότως ἄρα καὶ τὸν Μωυσέα ἀναλαμβανόμενον διττὸν εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὸν μὲν μετ’ ἀγγέλων, τὸν δὲ ἐπὶ τὰ ὄρη περὶ τὰς φάραγγας κηδείας ἀξιούμενον. εἶδεν δὲ Ἰησοῦς τὴν θέαν ταύτην κάτω πνεύματι ἐπαρθεὶς σὺν καὶ τῷ Χαλέβ, ἀλλ’ οὐχ ὁμοίως ἄμφω θεῶνται, ἀλλ’ ὃ μὲν καὶ θᾶττον κατῆλθεν, | |
5 | πολὺ τὸ βρῖθον ἐπαγόμενος, ὃ δὲ ἐπικατελθὼν ὕστερον τὴν δόξαν διηγεῖτο ἣν ἐθεᾶτο, διαθρῆσαι δυνηθεὶς μᾶλλον θατέρου, ἅτε καὶ καθαρώτερος γενόμενος, δηλούσης, οἶμαι, τῆς ἱστορίας μὴ πάντων εἶναι τὴν γνῶσιν, ἐπεὶ οἳ μὲν τὸ σῶμα τῶν γραφῶν, τὰς λέξεις καὶ τὰ ὀνόματα, καθάπερ τὸ σῶμα τὸ Μωυ‐ σέως, προσβλέπουσιν, οἳ δὲ τὰς διανοίας καὶ τὰ ὑπὸ τῶν ὀνομάτων δηλούμενα | |
10 | διορῶσι, τὸν μετὰ ἀγγέλων Μωυσέα πολυπραγμονοῦντες. | 65 |
frag g | ἐνεταφίασαν οἱ ἄγγελοι ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωυσέως τοῦ ἁγίου καὶ οὐκ ἐλούσαντο ἀλλ’ οὔτε ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος. | |
frag h | Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλὰ εἶπεν· | |
ἐπιτιμήσαι σοι κύριος. | 66 | |
frag i | Τελευτήσαντος ἐν τῷ ὄρει Μωϋσέως, ὁ Μιχαὴλ ἀποστέλλεται μεταθήσων τὸ σῶμα, εἶτα τοῦ διαβόλου κατὰ τοῦ Μωϋσέως βλασφημοῦντος, καὶ φονέα ἀναγορεύοντος διὰ τὸ πατάξαι τὸν Αἰγύπτιον, οὐκ ἐνεγκὼν τὴν κατ’ αὐτοῦ βλασφημίαν ὁ Ἄγγελος, «ἐπιτιμήσαι σοι ὁ θεός» πρὸς τὸν διάβολον ἔφη. | |
frag j | Λέγεται τὸν Μιχαὴλ τὸν ἀρχάγγελον τῇ τοῦ Μωϋσέως ταφῇ δεδιηκονηκέναι. τοῦ γὰρ διαβόλου τοῦτο μὴ καταδεχομένου, ἀλλ’ ἐπιφέροντος ἔγκλημα διὰ τὸν τοῦ Αἰγυπτίου φόνον, ὡς αὐτοῦ ὄντος τοῦ Μωϋσέως, καὶ διὰ τοῦτο μὴ συγχω‐ | |
ρεῖσθαι αὐτῷ τυχεῖν τῆς ἐντίμου ταφῆς. | 67 |