TLG 1196 004 :: ARISTOPHANES :: Fragmenta

ARISTOPHANES Hist.
(Boeotus: 4 B.C.)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 337–339.

frr. 1–5

Citation: Fragment — (line)

t1

ΟΡΟΙ ΘΗΒΑΙΩΝ.

1

Stephan. Byz.: Ἀντικονδυλεῖς, οἱ ἐν Βοιωτίᾳ Κο‐ λοίφρυγες, ὡς Ἀριστοφάνης ὁ τοὺς Θηβαίους ὅρους
γεγραφώς.337

t2-5b

ΒΟΙΩΤΙΚΑ. E LIBRO SECUNDO.

2

Stephan. Byz.: Χαιρώνεια πόλις πρὸς τοῖς ὅροις Φωκίδος ... Ἀριστοφάνης ἐν Βοιωτικῶν δευτέρῳ· «Λέ‐ γεται δ’ οἰκιστὴν γενέσθαι τοῦ πολίσματος Χαίρωνα. Τοῦτον δὲ μυθολογοῦσιν Ἀπόλλωνος καὶ Θηροῦς, ὡς
5Ἑλλάνικος ἐν δευτέρῳ Ἱερέων Ἥρας. * Ἀθηναῖοι καὶ οἱ μετ’ αὐτῶν ἐπὶ τοὺς Ὀρχομενίζοντας τῶν Βοιωτῶν ἐπερχόμενοι Χαιρώνειαν πόλιν Ὀρχομενίων εἷλον.»

3

Schol. Hesiod. Theog. 126: Ἀριστοφάνης ἐν τῇ [βʹ] βίβλῳ λέγει· «Ἀμφιτρύων γενναιότερον αὐτοῦ παῖδα γεννᾷ, ὅτε ἐπηυξήθη.»

4

Plutarch. De Herodoti mal. c. 31: Ἀριστοφά‐ νους δὲ τοῦ Βοιωτοῦ γράψαντος, ὅτι χρήματα μὲν αἰ‐ τήσας οὐκ ἔλαβε (sc. Ἡρόδοτος) παρὰ Θηβαίων, ἐπι‐ χειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν, ὑπὸ
5τῶν ἀρχόντων ἐκωλύθη δι’ ἀγροικίαν αὐτῶν καὶ μι‐ σολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον· ὁ δὲ Ἡρό‐ δοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, δι’ ὧν τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ **, τὰ δὲ ὡς μισῶν καὶ διαφερόμε‐ νος τοῖς Θηβαίοις ἐγκέκληκε.

5a

Idem ibid. c. 33: Οὔτε Λεοντιάδης ἐν Θερμοπύλαις ἦν στρατηγὸς, ἀλλ’ Ἀνάξανδρος, ὡς Ἀριστοφάνης ἐκ τῶν κατὰ ἄρ‐ χοντας ὑπομνημάτων ἱστόρησε, καὶ Νίκανδρος ὁ Κολο‐
5φώνιος· οὔτε γιγνώσκει τις ἀνθρώπων πρὸ Ἡροδότου
στιχθέντας ὑπὸ Ξέρξου Θηβαίους.338

5b

Schol. Aristoph. Vesp. 500: Δοκεῖ δὲ ἡ τυραννὶς (τῶν Πεισιστρατιδῶν) καταστῆναι, ὥς φησιν Ἐρατοσθέ‐ νης, ἐπὶ ἔτη νʹ, τοῦ ἀκριβοῦς διαμαρτάνων, Ἀριστο‐ φάνους μὲν τεσσαράκοντα καὶ ἓν φήσαντος, Ἡροδό‐
5του δὲ ἓξ καὶ τριάκοντα.339