TLG 1193 001 :: ARISTON :: Testimonia et fragmenta

ARISTON Phil., Stoicus
(Chius: 3 B.C.)

Testimonia et fragmenta

Source: von Arnim, J. (ed.), Stoicorum veterum fragmenta, vol. 1. Leipzig: Teubner, 1905 (repr. Stuttgart, 1968): 75–90.

  • frr. 333–403
  • Dup. partim 1193 002 (frr. 204–205)

Citation: Fragment — (line)

333

Diogenes Laërt. VII 160. Ἀρίστων ὁ Χῖος ὁ Φάλανθος, ἐπικαλούμενος Σειρήν (secuntur placita). οὕτως δὲ φιλοσοφῶν καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκοῦσαι. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ
5ὄχλῳ πεποιημένος· ὅθεν ὁ Τίμων φησὶ περὶ αὐτοῦ· (fr. 61 W.) καί τις Ἀρίστωνος γενεὴν ἄπο αἱμύλου ἕλκων. παραβαλὼν δὲ Πολέμωνι, φησὶ Διοκλῆς ὁ Μάγνης, μετέθετο, Ζήνω‐ νος ἀῤῥωστίᾳ μακρᾷ περιπεσόντος· Βιβλία δὲ
10αὐτοῦ φέρεται τάδε· Προτρεπτικῶν βʹ. περὶ τῶν Ζήνωνος δογμάτων· διάλογοι· σχολῶν ϛʹ·
15περὶ σοφίας διατριβῶν ζʹ· ἐρωτικαὶ διατριβαί· ὑπομνήματα ὑπὲρ κενοδοξίας· ὑπομνημάτων κεʹ· ἀπομνημονευμάτων γʹ·
20χρειῶν ιαʹ· πρὸς τοὺς ῥήτορας· πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς· πρὸς τοὺς διαλεκτικούς γʹ· πρὸς Κλεάνθην· ἐπιστολῶν δʹ.
25Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δὲ ἄλλα τοῦ Περιπατητικοῦ Ἀρίστωνος. τοῦτον λόγος φαλακρὸν ὄντα
ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι.75

334

Themistius or. 21 p. 255 Hard. ἐκφανέντος δὲ ἐν φιλοσοφίᾳ καὶ ἐκλάμψαντος τοῦ ἀληθοῦς, ἀναιμωτὶ πάντες ἀπολαύουσιν οἱ συλ‐ λαβόμενοι τοῦ ἔργου. διὰ τοῦτο ἠσπάζετο Ἀρίστων Κλεάνθην καὶ τῶν ὁμιλητῶν ἐκοινώνει.

335

Ind. Stoic. Herc. col. XXXIII 4. (πε)ρί γε μὴν | Ἀρίστω‐ ν(ος το)ῦ Χίου | παραμ... etc. col. XXXIV. τῆς τραγῳδ(ίας ἡ) μ(ὲν ἀν)|δρωνῖτις τῆς γρα(φῆς)·| τῷ νῷ δὲ ἁρμοσ(τὸ)ν | ἓν μόν(ο)ν κα(ὶ) το(ι)οῦ|τό τι λε(χθ)ὲν οὐ
5μ(όνο)ν | ἴσω(ς) ὑφ’ (ἡ)μῶν δ ... etc.

336

Ind. Stoic. Herc. col. XXXV. συνενέπνει μετ(ὰ) | τῶν λόγων μένος | τι κα(ὶ θυ)μόν, ὥσπερ | φησὶν ὁ (π)οιητὴς τὴ(ν) Ἀθηνᾶν, ὥσθ’ ἕκας|τον καθ(ά)περ ... (ἐν) | μέθαις..........| μετεπι... etc.

337

Aelianus Var. Hist. III 33. Σάτυρος ὁ αὐλητὴς Ἀρίστω‐ νος τοῦ φιλοσόφου πολλάκις ἠκροᾶτο καὶ κηλούμενος ἐκ τῶν λεγο‐ μένων ἐπέλεγεν· (E 215) εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην,
5τοὺς αὐλοὺς αἰνιττόμενος καὶ τρόπον τινὰ τὴν τέχνην ἐκφαυλίζων παραβολῇ τῇ πρὸς φιλοσοφίαν.

338

Strabo I p. 15 (de Eratosthene). „ἐγένοντο γάρ, φησιν, ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφ’ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ’ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι.“—— ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ’ αὑτὸν ἀνθησάντων κορυ‐
5φαίους τίθησιν.——ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης, ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δ’ ἐκείνῳ διενεχθέντας καὶ ὧν διαδοχὴ οὐδεμία σώζε‐ ται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον.76

339

Diogenes Laërt. VII 182. οὗτος (scil. Chrysippus) ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· „εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα.“

340

Diogenes Laërt. VII 18. Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως „ἀδύ‐ νατον, εἰπεῖν (τὸν Ζήνωνα), εἰ μή σε ὁ πατὴρ μεθύων ἐγέννησεν.“ ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν.

341

Athenaeus VII 281c. καὶ τῶν Στωϊκῶν δέ τινες συνεφή‐ ψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἦν εἷς τῶν ἀπὸ τῆς Στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστε‐
5ρον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε· „ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀνα‐ φαινόμενον παρὰ τῇ ἡδονῇ.“

342

Athenaeus VI 251b. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων (fr. 64 W.) Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος· Ἀντιγόνου τοῦ βασιλέως.

343

Diogenes Laërt. IV 33. καὶ τῆς διαλεκτικῆς εἴχετο (ὁ Ἀρκε‐ σίλαος) καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων· ὅθεν καὶ ἐλέγετο ἐπ’ αὐ‐ τοῦ ὑπ’ Ἀρίστωνος· πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος.

344

Sextus hypotyp. I 234. ἔνθεν καὶ τὸν Ἀρίστωνα εἰπεῖν περὶ αὐτοῦ· πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος, διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον, εἶναι δὲ
5ἄντικρυς Πλατωνικόν.

345

Diogenes Laërt. IV 40. (ὁ Ἀρκεσίλαος) φιλομειράκιός τε ἦν καὶ καταφερής· ὅθεν οἱ περὶ Ἀρίστωνα τὸν Χῖον Στωϊκοὶ ἐπεκάλουν αὐτῷ, φθορέα τῶν νέων καὶ κιναιδολόγον καὶ θρασὺν ἀποκαλοῦντες. καὶ γὰρ καὶ Δημητρίου τοῦ πλεύσαντος εἰς Κυρήνην ἐπὶ πλέον ἐρα‐
5σθῆναι λέγεται καὶ Κλεοχάρους τοῦ Μυρλεανοῦ· ἐφ’ ᾧ καὶ πρὸς τοὺς κωμάσαντας εἶπεν, αὐτὸς μὲν θέλειν ἀνοῖξαι, ἐκεῖνον δὲ διακωλύειν. τούτου δὲ ἤρων καὶ Δημοχάρης ὁ Λάχητος καὶ Πυθοκλῆς ὁ τοῦ Βου‐ γέλου· οὓς καταλαβὼν ὑπ’ ἀνεξικακίας παραχωρεῖν ἔφη. διὰ ταῦτα δὴ οὖν ἔδακνόν τε αὐτὸν οἱ προειρημένοι καὶ ἐπέσκωπτον ὡς φί‐77
10λοχλον καὶ φιλόδοξον. μάλιστα δὲ ἐπετίθεντο αὐτῷ παρὰ Ἱερωνύμῳ τῷ Περιπατητικῷ, ὁπότε συνάγοι τοὺς φίλους ἐς τὴν Ἁλκυονέως τοῦ Ἀντιγόνου υἱοῦ ἡμέραν, εἰς ἣν ἱκανὰ χρήματα ἀπέστειλεν ὁ Ἀντίγο‐ νος πρὸς ἀπόλαυσιν. ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλι‐ κείους ἐξηγήσεις πρὸς Ἀρίδηλον προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα
15εἰς αὐτὸ λέγειν εἶπεν· „ἀλλ’ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ καιρὸν ἑκάστων ἐπίστασθαι.“

346

Diogenes Laërt. VII 162. ἀπετείνετο δὲ (ὁ Ἀρίστων) πρὸς Ἀρκεσίλαον, ὅτε θεασάμενος ταῦρον τερατώδη μήτραν ἔχοντα „οἴμοι, ἔφη, δέδοται Ἀρκεσιλάῳ ἐπιχείρημα κατὰ τῆς ἐναργείας.“ πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν „ἆρ’
5οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς;“ εἶπεν· ἀρνησαμένου δὲ· „τίς ς’ ἐκτύφλωσεν, ἔφη, τίς ἀφείλετο λαμπάδος αὐγάς;“

347

Diogenes Laërt. VII 162. μάλιστα δὲ προσεῖχε (scil. Aristo) Στωικῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς ὃ Περσαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακατα‐ θήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπορούμενον
5διήλεγξεν.

348

Cicero de nat. deor. III 77. si verum est, quod Aristo Chius dicere solebat, nocere audientibus philosophos iis, qui bene dicta male interpretarentur; posse enim asotos ex Aristippi, acerbos e Zenonis schola exire.

349

Diogenes Laërt. II 79. (ὁ Ἀρίστιππος) τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι——τὸ δ’ ὅμοιον καὶ Ἀρίστων· τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχη‐
5κέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι.

350

Stobaeus Florilegium 4, 109 Vol. I p. 246 Hense (4, 110 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ἀρίστων ὁ Χῖος τοὺς περὶ τὰ ἐγκύκλια μαθήματα πονουμένους, ἀμελοῦντας δὲ φιλοσοφίας, ἔλεγεν ὁμοίους εἶναι τοῖς μνηστῆρσι τῆς Πηνελόπης, οἳ ἀποτυγχά‐
5νοντες ἐκείνης περὶ τὰς θεραπαίνας ἐγίνοντο. idem 4,110. ὁ αὐτὸς τοὺς πολλοὺς εἴκαζε τῷ Λαέρτῃ, ὅστις τῶν κατὰ τὸν ἀγρὸν ἐπιμελούμενος πάντων, ὀλιγώρως εἶχεν ἑαυτοῦ· καὶ γὰρ τούτους τῶν κτημάτων πλείστην ἐπιμέλειαν ποιουμένους περιορᾶν τὴν ψυχὴν ἑαυτῶν πλήρη παθῶν ἀγρίων οὖσαν. (Od. ω 249).78

351

Diogenes Laërt. VII 160. Ἀρίστων ὁ Χῖος—τέλος ἔφησεν εἶναι τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρὸς τὰ μεταξὺ ἀρετῆς καὶ κακίας, μηδὲ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλ’ ἐπίσης ἐπὶ πάντων ἔχοντα· εἶναι γὰρ ὅμοιον τὸν σοφὸν τῷ ἀγαθῷ ὑποκριτῇ, ὃς
5ἄν τε Θερσίτου ἄν τε Ἀγαμέμνονος πρόσωπον ἀναλάβῃ, ἑκάτερον ὑποκρίνεται προσηκόντως. τόν τε φυσικὸν τόπον καὶ τὸν λογικὸν ἀνῄρει, λέγων τὸν μὲν εἶναι ὑπὲρ ἡμᾶς, τὸν δ’ οὐδὲν πρὸς ἡμᾶς, μό‐ νον δὲ τὸν ἠθικὸν εἶναι πρὸς ἡμᾶς. ἐοικέναι δὲ τοὺς διαλεκτικοὺς λόγους τοῖς ἀραχνίοις, ἃ καίτοι δοκοῦντα τεχνικόν τι ἐμφαίνειν, ἄχρηστά
10ἐστιν. ἀρετάς τε οὔτε πολλὰς εἰσῆγεν, ὡς ὁ Ζήνων, οὔτε μίαν πολ‐ λοῖς ὀνόμασι καλουμένην, ὡς οἱ Μεγαρικοί, ἀλλὰ κατὰ τὸ πρός τί πως ἔχειν.

352

Stobaeus ecl. II 8, 13 W. Ἀρίστωνος· Ἀρίστων ἔφη τῶν ζητουμένων παρὰ τοῖς φιλοσόφοις τὰ μὲν εἶναι πρὸς ἡμᾶς, τὰ δὲ μη‐ δὲν πρὸς ἡμᾶς, τὰ δ’ ὑπὲρ ἡμᾶς. πρὸς ἡμᾶς μὲν τὰ ἠθικά, μὴ πρὸς ἡμᾶς δὲ τὰ διαλεκτικά (μὴ γὰρ συμβάλλεσθαι πρὸς ἐπανόρθωσιν βίου)·
5ὑπὲρ ἡμᾶς δὲ τὰ φυσικά· ἀδύνατα γὰρ ἐγνῶσθαι καὶ οὐδὲ παρέχειν χρείαν.

353

Eusebius praep. evang. XV 62, 7 (p. 854c). ταῦτα μὲν οὖν ὁ Σωκράτης· μετὰ δὲ αὐτὸν οἱ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον, ἔπειθ’ ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέ‐
5λιμα· τοὺς μέντοι περὶ τῆς φύσεως λόγους πᾶν τοὐναντίον μήτε κατα‐ ληπτοὺς εἶναι μήτ’, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι. μηδὲν γὰρ ἡμῖν ἔσεσθαι πλέον, ἀλλ’ οὐδ’ εἰ μετεωρότεροι τοῦ Περσέως ἀρθέντες (frg. trag. adesp. 131 N) ὑπέρ τε πόντου χεῦμ’ ὑπέρ τε πλειάδα
10αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον καὶ τὴν τῶν ὄντων φύσιν ἥτις δήποτέ ἐστιν. οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρους ἢ σωφρονεστέρους ἡμᾶς ἔσεσθαι, καὶ
μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους, ὧν χωρὶς οὐχ οἷόν τε εὐ‐ δαιμονεῖν. ὅθεν ὀρθῶς εἶπε Σωκράτης ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ79
15ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμᾶς. εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμᾶς, μόνα δὲ πρὸς ἡμᾶς τὰ ἀνθρώπινα. ταύτῃ δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν ὅττι οἱ ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.
20Καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ χαλεποὺς οὐδὲ ἀδυνά‐ τους μόνον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους. τοὺς μὲν γὰρ ἀξιοῦν μηδ’ εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον ἢ τὸ ὂν ἢ τὸ ἕν, καὶ πάντα μᾶλλον ἢ τοὺς νομιζομένους· τήν τ’ αὖ διαφω‐ νίαν παμπόλλην οὖσαν· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν,
25τοὺς δὲ πεπερασμένον, καὶ τοὺς μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν.

354

Diogenes Laërt. VI 103. ἀρέσκει οὖν αὐτοῖς (scil. τοῖς Κυ‐ νικοῖς) τὸν λογικὸν καὶ τὸν φυσικὸν τόπον περιαιρεῖν, ἐμφερῶς Ἀρί‐ στωνι τῷ Χίῳ, μόνῳ δὲ προσέχειν τῷ ἠθικῷ.

355

Cicero Acad. Pr. II 123. Liber igitur a tali irrisione So‐ crates, liber Aristo Chius, qui nihil istorum (scil. physicorum) sciri putat posse.

356

Sextus adv. math. VII 12. καὶ Ἀρίστων δὲ ὁ Χῖος οὐ μόνον, ὥς φασι, παρῃτεῖτο τήν τε φυσικὴν καὶ λογικὴν θεωρίαν διὰ τὸ ἀνωφελὲς καὶ πρὸς κακοῦ τοῖς φιλοσοφοῦσιν ὑπάρχειν, ἀλλὰ καὶ τοῦ ἠθικοῦ τόπους τινὰς συμπεριέγραφεν, καθάπερ τόν τε παραινετι‐
5κὸν καὶ τὸν ὑποθετικὸν τόπον· τούτους γὰρ εἰς τίτθας ἂν καὶ παι‐ δαγωγοὺς πίπτειν, ἀρκεῖν δὲ πρὸς τὸ μακαρίως βιῶναι τὸν οἰκειοῦντα μὲν πρὸς ἀρετὴν λόγον, ἀπαλλοτριοῦντα δὲ κακίας, κατατρέχοντα δὲ τῶν μεταξὺ τούτων, περὶ ἃ οἱ πολλοὶ πτοηθέντες κακοδαιμονοῦσιν.

357

Seneca epist. 89, 13. Ariston Chius non tantum superva‐ cuas esse dixit naturalem et rationalem (scil. partem philosophiae) sed etiam contrarias. moralem quoque, quam solam reliquerat, circumcidit. nam eum locum, qui monitiones continet, sustulit et paedagogi esse dixit,
5non philosophi, tamquam quicquam aliud sit sapiens quam generis hu‐ mani paedagogus.

357a

Lactant. div. instit. VII 7. Ad virtutem capessendam nasci homines, Ariston disseruit.

358

Seneca epist. 94,1. Eam partem philosophiae, quae dat propria cuique personae praecepta nec in universum componit hominem, sed ma‐ rito suadet, quomodo se gerat adversus uxorem, patri quomodo educet
liberos, domino quomodo servos regat, quidam solam receperunt.——80
5Sed Ariston Stoicus 〈e〉 contrario hanc partem levem existimat et quae non descendat in pectus usque. ad illam habentem praecepta plu‐ rimum ait proficere ipsa decreta philosophiae constitutionemque summi boni, quam qui bene intellexit ac didicit, quid in quaque re faciendum sit, sibi ipse praecepit.

359

Seneca epist. 94, 5. Qui hanc partem (scil. eam quae dat propria cuique personae praecepta) videri volunt supervacuam, hoc aiunt: Si quid oculis oppositum moratur aciem, removendum est. illo quidem obiecto operam perdidit, qui praecipit: „sic ambulabis, illo manum por‐
5riges.“ Eodem modo ubi aliqua res qecaecat animum et ad officiorum dispiciendum ordinem impedit, nihil agit, qui praecipit: „sic vives cum patre, sic cum uxore.“ nihil enim proficient praecepta, quamdiu menti error obfusus est; si ille discutitur, adparebit, quid cuique debeatur officio; alioquin doces illum, quid sano faciendum sit, non efficis sanum.
10Pauperi ut agat divitem monstras: hoc quomodo manente paupertate fieri potest: ostendis esurienti, quid tamquam satur faciat: fixam potius medullis famem detrahe. Idem tibi de omnibus vitiis dico: ipsa remo‐ venda sunt, non praecipiendum, quod fieri illis manentibus non potest. nisi opiniones falsas, quibus laboramus, expuleris, nec avarus, quomodo
15pecunia utendum sit, exaudiet, nec timidus, quomodo periculosa con‐ temnat. efficias oportet, ut sciat pecuniam nec bonum nec malum esse; ostendas illi miserrimos divites; efficias ut, quicquid publice expavimus, sciat non esse tam timendum quam fama circumfert, nec dolere [quem‐ quam] nec mori. saepe in morte, quam pati lex est, magnum esse so‐
20latium, quod ad neminem redit; in dolore pro remedio futuram obsti‐ nationem animi, qui levius sibi facit, quicquid contumaciter passus est. optimam doloris esse naturam, quod non potest nec qui extenditur magnus esse nec qui est magnus extendi. omnia fortiter excipienda, quae nobis mundi necessitas imperat. His decretis cum illum in conspectum suae
25condicionis adduxeris et cognoverit beatam esse vitam non quae secun‐ dum voluptatem est, sed secundum naturam, cum virtutem unicum bonum hominis adamaverit, turpitudinem solum malum fugerit, reliqua omnia, divitias, honores, bonam valetudinem, vires, imperia scierit esse mediam partem, nec bonis adnumerandam nec malis: monitorem non desiderabit
30ad singula, qui dicat: „sic incede, sic coena. hoc viro, hoc feminae, hoc marito, hoc caelibi convenit.“ ista enim qui diligentissime monent, ipsi facere non possunt. haec paedagogus puero, haec avia nepoti prae‐ cipit, et irascendum non esse magister iracundissimus disputat. si lu‐ dum litterarium intraveris, scies ista, quae ingenti supercilio philosophi
35iactant in puerili esse praescripto. Utrum deinde manifesta an dubia praecipies? non desiderant manifesta monitorem. praecipienti dubia non creditur. supervacuum est ergo praecipere. id adeo sic disce: si id mones, quod obscurum est et ambiguum, probationibus adiuvandum erit. si probatarus es, illa per quae81
40probas, plus valent satisque per se sunt. „Sic amico utere, sic cive, sic socio.“ Quare? „quia iustum est.“ Omnia ista mihi de iustitia locus tradit. illic invenio aequitatem per se expetendam; nec metu nos ad illam cogi nec mercede conduci; non esse iustum, cui quicquam in hac virtute placet praeter ipsam. hoc cum persuasi mihi et perbibi, quid
45ista praecepta proficiunt, quae eruditum docent? praecepta dare scienti supervacuum est, nescienti parum. audire enim debet non tantum, quid sibi praecipiatur, sed etiam quare. Utrum, inquam, veras opiniones ha‐ benti de bonis malisque sunt necessaria an non habenti? qui non habet, nihil a te adiuvabitur. aures eius contraria monitionibus tuis fama

359

(50)

possedit. qui habet exactum iudicium de fugiendis petendisque, scit, quid sibi faciendum sit, etiam te tacente. tota ergo pars ista philosophiae submoveri potest. Duo sunt, propter quae delinquimus: aut inest animo pravis opinio‐ nibus malitia contracta, aut etiamsi non est falsis occupatus, ad falsa
55proclivis est et cito specie quo non oportet trahente corrumpitur. itaque debemus aut percurare mentem aegram et vitiis liberare, aut vacantem quidem, sed ad peiora pronam praeoccupare. utrumque decreta philo‐ sophiae faciunt. ergo tale praecipiendi genus nil agit. Praeterea si praecepta singulis damus, incomprehensibile opus est.
60alia enim dare debemus feneranti, alia colenti agrum, alia negotianti, alia regum amicitias sequenti, alia pares, alia inferiores amaturo. In matrimonio praecipias, quomodo vivat cum uxore aliquis, quam virginem duxit, quomodo cum ea, quae alicuius ante matrimonium experta est, quemadmodum cum locuplete, quemadmodum cum indotata. an non
65putas aliquid esse discriminis inter sterilem et fecundam, inter provec‐ tiorem et puellam, inter matrem et novercam? Omnes species complecti non possumus; atqui singulae propria exigunt. leges autem philosophiae breves sunt et omnia adligant. Adice nunc, quod sapientiae praecepta finita debent esse et certa; si qua finiri non possunt, extra sapientiam
70sunt. sapientia rerum terminos novit. ergo ista praeceptiva pars sub‐ movenda est, quia quod paucis promittit, praestare omnibus non potest, sapientia autem omnes tenet. Inter insaniam publicam et hanc, quae medicis traditur, nihil interest, nisi quod haec morbo laborat, illa opinionibus falsis; altera
75causas furoris traxit ex valitudine, altera animi mala valitudo est. si
quis furioso praecepta det, quomodo loqui debeat, quomodo procedere, quomodo in publico se gerere, quomodo in privato, erit ipso, quem mo‐ nebit, insanior; bilis nigra curanda est et ipsa furoris causa removenda. idem in hoc alio animi furore faciendum est. ipse discuti debet; alio‐82
80quin abibunt in vanum monentium verba. Haec ab Aristone di‐ cuntur.

360

Clemens Alex. Stromat. II p. 179 Sylb., Vol. I p. 497 Pott. τί δή σοι Ἀρίστωνα καταλέγοιμι; τέλος οὗτος εἶναι τὴν ἀδιαφορίαν ἔφη· τὸ δὲ ἀδιάφορον ἁπλῶς ἀδιάφορον ἀπολείπει.

361

Sextus adv. math. XI 63. μὴ εἶναι δὲ προηγμένον ἀδιάφο‐ ρον τὴν ὑγείαν καὶ πᾶν τὸ κατ’ αὐτὴν παραπλήσιον ἔφησεν Ἀρίστων ὁ Χῖος. ἴσον γάρ ἐστι τὸ προηγμένον αὐτὴν λέγειν ἀδιάφορον τῷ ἀγαθὸν ἀξιοῦν, καὶ σχεδὸν ὀνόματι μόνον διαφέρον. καθόλου γὰρ
5τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα μὴ ἔχειν μηδεμίαν παραλλα‐ γήν, μηδὲ τινὰ μὲν εἶναι φύσει προηγμένα, τινὰ δὲ ἀποπροηγμένα, ἀλλὰ παρὰ τὰς διαφόρους τῶν καιρῶν περιστάσεις μήτε τὰ λεγόμενα προῆχθαι πάντως γίνεσθαι προηγμένα, μήτε τὰ λεγόμενα ἀποπροῆχθαι κατ’ ἀνάγκην ὑπάρχειν ἀποπροηγμένα. ἐὰν γοῦν δέῃ τοὺς μὲν ὑγιαί‐
10νοντας ὑπηρετεῖν τῷ τυράννῳ καὶ διὰ τοῦτο ἀναιρεῖσθαι, τοὺς δὲ νοσοῦντας ἀπολυομένους τῆς ὑπηρεσίας συναπολύεσθαι καὶ τῆς ἀναι‐ ρέσεως, ἕλοιτ’ ἂν μᾶλλον ὁ σοφὸς τὸ νοσεῖν κατὰ τοῦτον τὸν καιρὸν ἢ [ὅτι] τὸ ὑγιαίνειν. καὶ ταύτῃ οὔτε ἡ ὑγεία προηγμένον ἐστὶ πάν‐ τως οὔτε ἡ νόσος ἀποπροηγμένον. ὥσπερ οὖν ἐν ταῖς ὀνοματογρα‐
15φίαις ἄλλοτ’ ἄλλα προτάττομεν στοιχεῖα, πρὸς τὰς διαφόρους περιστά‐ σεις ἀρτιζόμενοι, καὶ τὸ μὲν δέλτα ὅτε τὸ τοῦ Δίωνος ὄνομα γράφομεν, τὸ δὲ ἰῶτα ὅτε τὸ τοῦ Ἴωνος, τὸ δὲ ὦ ὅτε τὸ τοῦ Ὠρίωνος, οὐ τῇ φύσει ἑτέρων παρὰ τὰ ἕτερα γράμματα προκρινομένων, τῶν δὲ και‐ ρῶν τοῦτο ποιεῖν ἀναγκαζόντων, οὕτω κἀν τοῖς μεταξὺ ἀρετῆς καὶ
20κακίας πράγμασιν οὐ φυσική τις γίνεται ἑτέρων παρ’ ἕτερα πρόκρισις, κατὰ περίστασιν δὲ μᾶλλον.

362

Cicero Acad. Pr. II 130. Aristonem, qui cum Zenonis fuisset auditor, re probavit ea, quae ille verbis, nihil esse bonum nisi virtutem, nec malum nisi quod virtuti esset contrarium; in mediis ea momenta, quae Zeno voluit, nulla esse censuit. huic summum bonum est, in his
5rebus neutram in partem moveri, quae ἀδιαφορία ab ipso dicitur. Tusc. disp. V 27. Aristo Chius—qui nisi quod turpe esset, nihil malum diceret.

363

Cicero de finibus II 35. Nam Pyrrho, Aristo, Erillus iam diu abiecti.
ibid. V 23. Iam explosae eiectaeque sententiae Pyrrhonis, Aristo‐ nis, Erilli, quod in hunc orbem, quem circumscripsimus, incidere non83
5possunt, adhibendae omnino non fuerunt. Cicero Tuscul. disput. V 85. Hae sunt sententiae, quae stabilitatis aliquid habeant; nam Aristonis, Pyrrhonis, Erilli nonnullorumque aliorum evanuerunt. Cicero de officiis I 6. quoniam Aristonis, Pyrrhonis, Erilli iam
10pridem explosa sententia est; qui tamen haberent ius suum disputandi de officio, si rerum aliquem dilectum reliquissent, ut ad officii inven‐ tionem aditus esset.

364

Cicero de fin. II 43. Quae (scil. prima naturae) quod Ari‐ stoni et Pyrrhoni omnino visa sunt pro nihilo, ut inter optime valere et gravissime aegrotare nihil prorsus dicerent interesse, recte iam pridem contra eos desitum est disputari. Dum enim in una virtute sic omnia
5esse voluerunt, ut eam rerum selectione exspoliarent nec ei quicquam aut unde oreretur darent, aut ubi niteretur, virtutem ipsam, quam amplexa‐ bantur, sustulerunt. IV 47. ut Aristonis esset explosa sententia dicentis nihil differre aliud ab alio, nec esse res ullas praeter virtutes et vitia, inter quas
10quicquam omnino interesset. V 23. ii—qui in rebus iis, in quibus nihil aut honestum aut turpe sit, negant esse ullam causam, cur aliud alii anteponatur, nec inter eas res quicquam omnino putant interesse.

365

Cicero de finibus III 15, 50. Deinceps explicatur differentia rerum: quam si non ullam esse diceremus, confunderetur omnis vita, ut ab Aristone, neque ullum sapientiae munus aut opus inveniretur, cum inter res eas, quae ad vitam degendam pertinerent, nihil omnino inter‐
5esset neque ullum delectum adhiberi oporteret.

366

Cicero de finibus V 73. Multa dicta sunt ab antiquis de contemnendis ac despiciendis rebus humanis; hoc unum Aristo tenuit: praeter vitia atque virtutes negavit rem esse ullam aut fugiendam aut expetendam.

367

Cicero de legibus I 38. sive etiam Aristonis difficilem at‐ que arduam, sed iam tamen fractam et convictam sectam secuti sunt, ut virtutibus exceptis atque vitiis cetera in summa aequalitate ponerent. —55. si, ut Chius Aristo dixit solum bonum esse, quod honestum
5esset, malumque, quod turpe, ceteras res omnis plane paris ac ne mini‐
mum quidem, utrum adessent an abessent, interesse etc.84

368

Cicero de finibus IV 79. Roges enim Aristonem, bonane ei videantur haec: vacuitas doloris, divitiae, valetudo; neget. Quid? contraria sunt his, malane? Nihilo magis.—Admirantes quaeramus —quonam modo vitam agere possimus, si nihil interesse nostra pute‐
5mus, valeamus aegrine simus, vacemus an cruciemur dolore, frigus, famem propulsare possimus necne possimus. „Vives, inquit Aristo, magnifice atque praeclare, quod erit cumque visum, ages, numquam an‐ gere, numquam cupies, numquam timebis.“

369

Cicero de finibus IV 43. Itaque mihi videntur omnes quidem illi errasse, qui finem bonorum esse dixerunt honeste vivere, sed alius alio magis, Pyrrho scilicet maxime—deinde Aristo, qui nihil relin‐ quere (scil. quod praeter virtutem appetendum esset) non est ausus, intro‐
5duxit autem, quibus commotus sapiens appeteret aliquid, quodcumque in mentem incideret et quodcumque tamquam occurreret. Is hoc melior quam Pyrrho, quod aliquod genus appetendi dedit, deterior quam ceteri, quod penitus a natura recessit.

370

Clemens Alex. Stromat. II 20 p. 195 Sylb., Vol. I p. 486 Pott. ὅθεν, ὡς ἔλεγεν Ἀρίστων, πρὸς ὅλον τὸ τετράχορδον, ἡδονὴν λύπην φόβον ἐπιθυμίαν, πολλῆς δεῖ τῆς ἀσκήσεως καὶ μάχης.

371

Plutarchus de exilio 5 p. 600e. οἷόν ἐστιν ἡ νῦν σοι παρ‐ οῦσα μετάστασις ἐκ τῆς νομιζομένης πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδ’ οἶκος οὐδ’ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδ’ ἰατρεῖον· ἀλλὰ γίγνεται, μᾶλλον δ’ ὀνομάζεται καὶ καλεῖ‐
5ται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον.

372

Seneca epist. 115, 8. Tunc intellegere nobis licebit,—quam con‐ temnenda miremur, simillimi pueris, quibus omne ludicrum in pretio est; parentibus quippe nec minus fratribus praeferunt parvo aere empta mo‐ nilia. quid ergo inter nos et illos interest, ut Ariston ait, nisi quod
5nos circa tabulas et statuas insanimus, carius inepti? illos reperti in litore calculi leves et aliquid habentes varietatis delectant, nos ingentium maculae columnarum etc.

373

Plutarchus de Stoic. repugn. 8 p. 1034d. Χρύσιππος Ἀρί‐ στωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι.

374

Galenus de Hipp. et Plat. decr. VII 2 (208. 591 M.). νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστή‐
5μην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθά, μὴ πράτ‐ τειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δὲ ὅταν τὰ μὲν θαῤῥῇ, τὰ δὲ φεύγῃ. ὅταν δὲ τὸ κατὰ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην. ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τέ ἐστι καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς85
10κατὰ τὸν βίον ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν.

375

Plutarchus de virtute morali 2 p. 44of. Ἀρίστων δ’ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ
5μελανθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπι‐ σκοποῦσα καὶ μὴ ποιητέα κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοι‐ νωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μέν ἐστιν, ἄλλοτε δ’ ἄλλο διαιρεῖ, καὶ τὸ
10πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον.

376

Clemens Al. Strom. I p. 376 Pott. Εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή· ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν· ἐν τούτοις δὲ σωφροσύ‐ νην· ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην.——τοῦτον φαμὲν τὸν
5τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγε‐ σθαι ναῦλον· τῷ δὲ τελώνῃ τέλος· καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ· μισθὸν δὲ τῷ διδασκάλῳ· καὶ τῷ πιπράσκοντι ἀῤῥαβῶνα. Ἑκάστη δὲ —ἀρετὴ—συνωνύμως καλουμένη μόνον τοῦ καθ’ ἑαυτὴν ἀποτελέσμα‐ τός ἐστιν αἰτία· κατὰ σύγχρησιν δὲ τούτων γίγνεται τὸ εὐδαιμόνως
10ζῆν· μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα, ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως.

377

Porphyrius de animae facultatibus apud Stobaeum ecl. I p. 347, 21 W. τὰς τῆς ψυχῆς δυνάμεις ὑπογράψαι πρόκειται· καὶ πρό‐ τερόν γε ἐπεξελθὼν τῇ ἱστορίᾳ τῇ τε παρὰ τοῖς παλαιοῖς καὶ τῇ ὕστε‐ ρον ἐπικριθείσῃ παρὰ τοῖς διδασκάλοις, Ἀρίστων ἀντιληπτικὴν δύ‐
5ναμιν τῆς ψυχῆς θέμενος ταύτην διαιρεῖ εἰς δύο, τὸ μέν τι μέρος φάσκων μετά τινος τῶν αἰσθητηρίων ὡς τὰ πολλὰ κινεῖσθαι, ὃ αἰσθη‐ τικὸν καλεῖ, ἀρχὴν καὶ πηγὴν ὑπάρχον τῶν κατὰ μέρος αἰσθήσεων, τὸ δὲ ἀεὶ καθ’ ἑαυτὸ καὶ χωρὶς ὀργάνων, ὃ ἐπὶ μὲν τῶν ἀλόγων οὐκ
ὠνομάσθαι (ἢ γὰρ ὅλως οὐκ εἶναι ἐν αὐτοῖς ἢ τελέως ἀσθενὲς καὶ86
10ἀμυδρὸν ἄγαν), ἐν δὲ τοῖς λογικοῖς, ἐν οἷς δὴ μάλιστα 〈ἢ〉 μόνοις φαίνεται, νοῦν προσαγορεύεσθαι.

378

Cicero de nat. deor. I 37. cuius (scil. Zenonis) discipuli Aristonis non minus magno in errore sententiast, qui neque formam dei intellegi posse censeat neque in deis sensum esse dicat dubitetque omnino, deus animans necne sit.

379

Jamblichus de anima apud Stobaeum ecl. II 382, 18 W. περὶ τῆς κοινωνίας τῆς πρὸς τοὺς θεοὺς τῶν ψυχῶν γέγονέ τις διαμφισβή‐ τησις, τῶν μὲν λεγόντων ἀδύνατον μίγνυσθαι θεοὺς ταῖς κατεχομέναις ψυχαῖς ἐν τῷ σώματι, τῶν δὲ διατεινομένων μίαν εἶναι κοινὴν
5πολιτείαν τῶν καθαρῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ εἰ ὅτι μάλιστα ἐν τοῖς σώμασι διατρίβουσιν· οἳ δὲ μόνοις δαίμοσιν ἢ καὶ ἥρωσιν ὑποτιθέασιν αὐτὴν εἰς κοινὴν συνουσίαν· 〈ὧν〉 ἄλλοι μὲν οἱ βελτίονες, κρινόμενοι κατὰ Πλάτωνα καθάρσει καὶ ἀναγωγῇ καὶ τελειώσει τῆς ψυχῆς, ἄλλοι δὲ οἱ χείρονες, τοῖς ἐναντίοις τούτων δια‐
10στελλόμενοι· κατὰ δὲ τοὺς Στωϊκοὺς τῇ κοινωνίᾳ καὶ τῷ καλῷ τῷ τῆς φύσεως ἐξηρτημένῳ· κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι· κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ· κατὰ δὲ τοὺς ἄλλους
15μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθ’ Ἱερώνυμον· ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφ’ ὧν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι etc.

380

Plutarchus vita Demosthenis 30. τὸ δὲ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου λαβεῖν φησιν αὐτόν, ὡς εἴρηται.

381

Plutarchus vita Demosthenis 10. Ἀρίστων δ’ ὁ Χῖος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων. ἐρωτηθέντα γάρ, ὁποῖός τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν· „ἄξιος τῆς πόλεως, “ ὁποῖος δὲ Δημάδης· „ὑπὲρ τὴν πόλιν.“ Ὁ δ’ αὐτὸς φιλόσο‐
5φος Πολύευκτον ἱστορεῖ τὸν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι, μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν.

382

Plutarchus ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλόσοφον δια‐
λέγεσθαι 1 p. 776c. καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι δια‐ λέγεσθαι τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων· „ὤφελεν, εἶπε, καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν.“87

383

Stobaeus Florileg. 13, 40 Vol. I p. 462 Hense (13, 22 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ὅμοιον ἀψινθίου τὸ δριμὺ καὶ λόγου παῤῥησίαν ἐκκόψαι.

384

Stobaeus Florileg. 13, 57 Vol. I p. 465 Hense (13, 39 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Φήσαντός τινος „λίαν μοι ἐπι‐ σκώπτεισ“ ἔφη „καὶ γὰρ τοῖς σπληνικοῖς τὰ μὲν δριμέα καὶ πικρὰ ὠφέλιμα, τὰ δὲ γλυκέα βλαβερά.“

385

Plutarchus de recta ratione audiendi 8 p. 42b. οὔτε γὰρ βαλανείου, φησὶν ὁ Ἀρίστων, οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.

386

Stobaeus Florileg. 79, 44 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιω‐ μάτων. Οἱ ἄρτι ἐκ φιλοσοφίας, πάντας ἐλέγχοντες καὶ ἀπὸ τῶν γο‐ νέων ἀρχόμενοι, πάσχουσιν ὅπερ καὶ οἱ νεώνητοι κύνες, οἳ οὐ μόνον τοὺς ἄλλους ὑλακτοῦσιν, ἀλλὰ καὶ τοὺς ἔνδον.

387

Stobaeus ecl. II p. 215, 20 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιω‐ μάτων. Τὸ κύμινον, φασί, δεῖ σπείρειν βλασφημοῦντας, οὕτω γὰρ καλὸν φύεσθαι· καὶ τοὺς νέους χρὴ παιδεύειν ἐπισκώπτοντας, οὕτω γὰρ χρήσιμοι ἔσονται.

388

Seneca epist. 36, 3. Ariston aiebat malle se adulescentem tristem quam hilarem et amabilem turbae. vinum enim bonum fieri, quod recens durum et asperum visum est; non pati aetatem, quod in dolio placuit.

389

Plutarchus de tuenda sanitate praecepta 20 p. 133c. ἀλει‐ πτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους, ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει τὴν κεφαλήν, τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ
5τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν.——ἂν δ’ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφ’ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόν‐ των, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, ἀλλ’ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων
10ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους.

390

Plutarchus Amatorius 21 p. 766f. ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν.88

391

Stobaeus ecl. II p. 24, 8 W. Ἀρίστωνος. Ἀρίστων τοὺς λό‐ γους τῶν διαλεκτικῶν εἴκαζεν τοῖς τῶν ἀραχνίων ὑφάσμασιν οὐδὲν μὲν χρησίμοις, λίαν δὲ τεχνικοῖς 〈οὖσι〉.

392

Stobaeus ecl. II p. 22, 22 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιω‐ μάτων· οἱ ἐν διαλεκτικῇ βαθύνοντες ἐοίκασι καρκίνους μασωμένοις, οἳ δι’ ὀλίγον τρόφιμον περὶ πολλὰ ὀστᾶ ἀσχολοῦνται.

393

Stobaeus ecl. II p. 23, 15 W. Ἀρίστωνος. Ἀρίστων ἔλεγεν ἐοικέναι τὴν διαλεκτικὴν τῷ ἐν ταῖς ὁδοῖς πηλῷ· πρὸς οὐδὲν γὰρ οὐδ’ ἐκεῖνον χρήσιμον ὄντα καταβάλλειν τοὺς βαδίζοντας.

394

Stobaeus ecl. II 24, 12 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμά‐ των. ὁ ἑλλέβορος ὁλοσχερέστερος μὲν ληφθεὶς καθαίρει, εἰς δὲ πάνυ σμικρὰ τριφθεὶς πνίγει· οὕτω καὶ ἡ κατὰ φιλοσοφίαν λεπτολογία.

395

Stobaeus Florileg. 20, 69 (Vol. I p, 554 Hense). Ἀρίστω‐ νος· τὴν κακολογίαν ἡ ὀργὴ φαίνεται ἀπογεννῶσα· ὥστε ἡ μήτηρ οὐκ ἀστεία.

396

Stobaeus ecl. II p. 218, 7 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιω‐ μάτων. Κυβερνήτης μὲν οὔτε ἐν μεγάλῳ πλοίῳ οὔτε ἐν μικρῷ ναυ‐ τιάσει, οἱ δὲ ἄπειροι ἐν ἀμφοῖν· οὕτως ὁ μὲν πεπαιδευμένος καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ οὐ ταράττεται, ὁ δ’ ἀπαίδευτος ἐν ἀμφοῖν.

397

Stobaeus Florileg. 94, 15 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιω‐ μάτων. ὡς τὸν αὐτὸν οἶνον πίνοντες οἱ μὲν παροινοῦσιν, οἱ δὲ πραΰ‐ νονται, οὕτω καὶ πλοῦτον .....

398

Plutarchus vita Catonis 18. πλούτου γὰρ ἀφαίρεσιν οἱ πολ‐ λοὶ νομίζουσι τὴν κώλυσιν αὐτοῦ τῆς ἐπιδείξεως, ἐπιδείκνυσθαι δὲ τοῖς περιττοῖς, οὐ τοῖς ἀναγκαίοις. ὃ δὴ καὶ μάλιστά φασι τὸν φιλό‐ σοφον Ἀρίστωνα θαυμάζειν, ὅτι τοὺς τὰ περιττὰ κεκτημένους μᾶλ‐
5λον ἡγοῦνται μακαρίους ἢ τοὺς τῶν ἀναγκαίων καὶ χρησίμων εὐπο‐ ροῦντας.

399

Stobaeus Florileg. 119, 18 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιω‐ μάτων. πολλοὶ σοφοὶ γηραιοὶ φιλοζωοῦσι. καὶ γὰρ οἱ ὀψὲ γήμαντες φιλοζωοῦσιν, ἵν’ ἐκθρέψωσι τὰ τέκνα, καὶ οὗτοι ὀψὲ ἀρετῆς ἐπήβολοι γενόμενοι ἐφίενται αὐτὴν ἐκθρέψαι.

400

Stobaeus Florileg. 67, 16 (Mein.). Ἐκ τῶν Ἀρίστωνος· Σπαρτιατῶν νόμος τάττει ζημίας τὴν μὲν πρώτην ἀγαμίου, τὴν δευ‐ τέραν ὀψιγαμίου, τὴν τρίτην καὶ μεγίστην κακογαμίου.

401

Plutarchus de curiositate 4 p. 516f. καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν, ὡς Ἀρίστων φησίν, ὅσοι τὰς περιβολὰς ἀνα‐ στέλλουσιν ἡμῶν. ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάν‐89
5νυσι etc.

402

Plutarchus πολιτικὰ παραγγέλματα 10 p. 804e. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθαι.

403

Plutarchus aqua an ignis utilior 12 p. 958d. καὶ μὴν ὀλί‐ γου χρόνου καὶ βίου τοῖς ἀνθρώποις δεδομένου ὁ μὲν Ἀρίστων φησὶν
ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἥμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δ’ etc.90