TLG 1191 001 :: 〈ARISTOMBROTUS〉 :: Fragmentum

〈ARISTOMBROTUS〉 Phil.
(4 B.C.?)

Fragmentum

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 53–54.

Citation: Page — (line)

53

(24t)

Περὶ ὄψεως
25 Stob. 1.52.21 p. 490 Wa. Ἀριστομβρότου Περὶ ὄψεως. ὄψις καὶ φῶς καὶ ἀὴρ φυσικὴν ἔχει σύγκρασίν τε καὶ συγγένειαν ποτ’ ἄλλαλα. [λαμπρῶς
ὁρῆ] καὶ 〈γὰρ〉 ἀὴρ πᾶς τῷ λαμπρῷ διορῆται· συμβέβηκε δὲ καὶ τὴν53

54

ὄψιν καὶ τὸν ἀέρα εἶμεν 〈μέλαν〉, ἀλλὰ τὴν μὲν ὄψιν μέλαιναν καὶ ὑγράν, τὸν δὲ ἀέρα μέλανα καὶ ἀραιόν· ἐνυπόκειται δὲ καὶ τῇ ὄψει καὶ τῷ ἀέρι [καὶ] τὸ δυνάμει διαφανές, ἀλλὰ τᾷ μὲν ὄψει τὸ συγγενὲς φῶς, τῷ δὲ ἀέρι τὸ ἀπὸ τῶ ἁλίω. ὅτι δ’ ἁ ὄψις ὑγρὰ ἔασσα φάος ἔχει συγγενές,
5δείξαιτο κά τις ἐκ τῶνδε· πρᾶτον μὲν τῷ διαφανέα καὶ λαμπρὰν εἶμεν· πᾶν γὰρ τὸ διαφανὲς καὶ λαμπρὸν οὐκ ἄνευ τινὸς 〈φάεος· τὸ δὲ〉 φάος
ἐκ τᾶς ὄψιος ἢ διά τινος παραθλίψεως ἢ καὶ παρατρίψεως.54