TLG 1189 003 :: ARISTOCRATES :: Fragmenta ARISTOCRATES Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 332–333. Frr. 1–7 Citation: Fragment — (line) | ||
t1-7 | ΛΑΚΩΝΙΚΑ. | |
1(t) | E LIBRO QUARTO. | |
1 | Athenaeus III: «Ἐπιμηλὶς δὲ καλεῖται (φησὶ Πάμφιλος) τῶν ἀπίων τι γένος.» Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν τῷ τε‐ τάρτῳ Δείπνων. Καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι | |
---|---|---|
5 | τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δ’ Ἑσπερίδων μῆλα. Ἀριστοκρά‐ της γοῦν ἐν τετάρτῳ Λακωνικῶν· «Ἔτι δὲ μῆλα καὶ τὰς λεγομένας Ἑσπερίδας.» | |
2 | Plutarch. Lyc. c. 4: Ὅτι δὲ καὶ Λιβύην καὶ Ἰβη‐ ρίαν ἐπῆλθεν ὁ Λυκοῦργος, καὶ περὶ τὴν Ἰνδικὴν πλα‐ νηθεὶς τοῖς γυμνοσοφισταῖς ὡμίλησεν, οὐδένα πλὴν Ἀριστοκράτη τὸν Ἱππάρχου Σπαρτιάτην εἰρηκότα | |
5 | γινώσκομεν. | 332 |
3 | Idem ib. c. 31: Ἀριστοκράτης δ’ ὁ Ἱππάρχου φησὶ τοὺς ξένους τοῦ Λυκούργου τελευτήσαντος ἐν Κρήτῃ καῦσαι τὸ σῶμα καὶ διασπεῖραι τὴν τέφραν εἰς τὴν θάλασσαν, αὐτοῦ δεηθέντος καὶ φυλαξαμένου, μή | |
5 | ποτε ἄρα τῶν λειψάνων εἰς Λακεδαίμονα κομισθέντων, ὡς ἐπανήκοντος αὐτοῦ καὶ τῶν ὅρκων λελυμένων, με‐ ταβάλωσι τὴν πολιτείαν. | |
4 | Idem Philopoem. c. 16 Χρόνῳ δ’ ὕστερον ἐγκαλέ‐ σας τι τοῖς Λακεδαιμονίοις στρατηγῶν ὁ Φιλοποίμην τοὺς μὲν φυγάδας κατήγαγεν εἰς τὴν πόλιν, ὀγδοήκοντα | |
5 | δὲ Σπαρτιάτας ἀπέκτεινεν, ὡς Πολύβιός φησιν, ὡς δ’ Ἀριστοκράτης, πεντήκοντα καὶ τριακοσίους, τὰ δὲ τείχη καθεῖλε, χώραν δὲ πολλὴν ἀποτεμόμενος προσέ‐ νειμε τοῖς Μεγαλοπολίταις κτλ. | |
5 | Stephan. Byz.: Ἀβαντὶς, ἡ Εὔβοια, ... ἐκλήθη δὲ ἀπὸ Ἄβαντος τοῦ Ἀργείου ἢ τοῦ υἱοῦ Ποσειδῶνος καὶ Ἀρεθούσης, ὡς Ἀριστοκράτης. | |
6 | Schol. Sophocl. Trach. 266: Κρεώφυλος δὲ βʹ, Ἀριστοκράτης δὲ γʹ, Τοξέα, Κλύτιον, Δηίονα. | |
7* | Schol. Aristophan. Nub. 971: ἐκαινούργησε κλάσας τὴν ᾠδὴν παρὰ τὸ ἀρχαῖον ἔθος, ὡς Ἀριστοφάνης φησὶ καὶ Ἀρι‐ | |
στοκράτης. | 333 |