TLG 1188 001 :: ARISTOCLES :: Fragmenta ARISTOCLES Phil. Fragmenta Source: Heiland, H. (ed.), Aristoclis Messenii reliquiae. Giessen: Meyer, 1925: 23–42, 45–89. *fragmenta 1–8; vestigia 1–6 Citation: Fragment or vestigium — (line) | ||
v1(2n) | Johannis Philoponi in Nicomachi isagogen Arithm. | |
3n | Scholia (ed. R. Hoche [Gymnasialprogramm Wesel 1864] | |
---|---|---|
4n | p. 1) α. | |
5 | Πλατωνικὸς ὢν ὁ πατὴρ τοῦ βιβλίου κατὰ τὸν Πλατωνικὸν σκοπὸν ζητεῖ τὸ τέλος τῆς ὄντως φιλοσοφίας καὶ τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ ταύτην· ὅτι μὲν οὖν, ὡς καὶ Νικόμαχος [Arithm. Isag. I 1, Hoche] ὁρίζεται, φιλοσοφία ἐστὶ φιλία σοφίας, παντὶ προῦπτον· ζητητέον δὲ, τί ἐστι σοφία καὶ πόθεν ἔσχε τὸ ὄνομα; | |
10 | Σοφία μὲν οὖν ἐκλήθη οἱονεὶ σάφειά τις οὖσα, ὡς σαφηνίζουσα πάντα· τοῦτο δὲ τὸ σαφὲς εἴρηται οἱονεὶ φαές τι ὄν, παρὰ τὸ φάος καὶ φῶς, διὰ τὸ εἰς φῶς ἄγειν τὰ κεκρυμμένα. Ἐπεὶ τοίνυν τὰ νοητὰ καὶ θεῖα, ὡς Ἀριστοτέλης φησίν (Eth. Nic. X c 7, 1177 a 15, b 30; De an. I c 4, 408 b 29; Gen. an. II 3, 737 a 9), | |
15 | εἰ καὶ φανότατά ἐστι κατὰ τὴν ἑαυτῶν οὐσίαν, ἡμῖν διὰ τὴν ἐπικειμένην τοῦ σώματος ἀχλὺν σκοτεινὰ δοκεῖ καὶ ἀμυδρὰ, τὴν ταῦτα ἡμῖν εἰς φῶς ἄγουσαν ἐπιστήμην σοφίαν εἰκότως ὠνόμασαν. Ἐπειδὴ δὲ ὅλως σοφίαν καὶ σοφὸν ὀνομάζομεν, ἰστέον, ὅτι ὁμώνυμόν ἐστι τὸ τῆς σοφίας ὄνομα καὶ τὸ τοῦ σοφοῦ· εἴληπται | |
20 | γὰρ τοῖς παλαιοῖς κατὰ εʹ τρόπους, οὕς φησι καὶ Ἀριστοκλῆς ἐν τοῖς περὶ φιλοσοφίας δέκα βιβλίοις. Χρὴ γὰρ εἰδέναι, ὅτι φθεί‐ ρονται μὲν ἄνθρωποι διαφόρως· καὶ γὰρ ὑπὸ λοιμῶν καὶ λιμῶν καὶ σεισμῶν καὶ πολέμων καὶ νόσων ποικίλων καὶ ὑφ’ ἑτέρων αἰτιῶν, μάλιστα δὲ ὑπὸ κατακλυσμῶν ἀθροώτερον· οἷος εἶναι λέγεται | |
25 | ὁ ἐπὶ Δευκαλίωνος, μέγας μὲν, οὐ πάντων δὲ κατακρατήσας· οἱ | |
μὲν γὰρ νομεῖς καὶ ὅσοι ἐν τοῖς ὄρεσι τὰς διατριβὰς ἔχουσιν ἢ ταῖς ὑπωρείαις, διασῴζονται, τὰ δὲ πεδία καὶ οἱ ἐν τούτοις οἰ‐ κοῦντες κατακλύζονται· οὕτω γοῦν καὶ Δάρδανον τῷ κατακλυσμῷ φασιν ἐκ Σαμοθρᾴκης εἰς τὴν ὕστερον Τροίαν κληθεῖσαν διανηξά‐ | 23 | |
30 | μενον σωθῆναι. Δέει δὲ τοὺς ἐκ τοῦ ὕδατος σωθέντας τὰς ὑπωρείας οἰκεῖν· ὡς δηλοῖ καὶ ὁ ποιητὴς, λέγων οὕτως [Υ 215—218]. Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς· κτίσσε δὲ Δαρδανίην· ἐπεὶ οὔπω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων, | |
35 | ἄλλ’ ἔθ’ ὑπωρείας ᾤκεον πολυπιδάκου Ἴδης. Τὸ γὰρ ἔτι δηλοῖ τὸ μήπω αὐτοὺς καταθαρρεῖν ἐν ταῖς πεδιάσι τὰς διατριβὰς ἔχειν. Οὖτοι οὖν οἱ περιλειπόμενοι, μὴ ἔχοντες ὅθεν τραφῶσιν, ἐπενόουν ὑπ’ ἀνάγκης τὰ πρὸς τὴν χρείαν, ἢ τὸ ἀλήθειν μύλαις σῖτον ἢ τὸ σπείρειν ἤ τι τοιοῦτον ἄλλο, καὶ ἐκά‐ | |
40 | λεσαν τὴν τοιαύτην ἐπίνοιαν σοφίαν, τὴν εἰς τὰ ἀναγκαῖα τοῦ βίου τὸ λυσιτελὲς ἐξευρίσκουσαν, καὶ σοφὸν τὸν ἐπινενοηκότα. Πάλιν ἐπενόησαν τέχνας, ὥς φησιν ὁ ποιητὴς ὑποθημοσύνῃσιν Ἀθήνης [Ο 412], οὐ μέχρι μόνης τῆς εἰς τὸν βίον ἀνάγκης ἱστα‐ μένας, ἀλλὰ καὶ μέχρις τοῦ καλοῦ καὶ ἀστείου προϊούσας· καὶ | |
45 | τοῦτο πάλιν σοφίαν κεκλήκασι καὶ τὸν εὑρόντα σοφὸν, ὡς τὸ σοφὸς ἤραρε τέκτων [Ψ 712] εὖ εἰδὼς σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης. [Ο 412] Διὰ γὰρ τὴν ὑπερβολὴν τῶν εὑρημάτων εἰς θεὸν τὰς τούτων ἐπινοίας ἀνέφερον. Πάλιν ἀπέβλεψαν περὶ τὰ πολιτικὰ πράγματα | |
v1(50) | καὶ ἐξεῦρον νόμους καὶ πάντα τὰ συνιστῶντα τὰς πόλεις. Καὶ ταύτην πάλιν τὴν ἐπίνοιαν σοφίαν ἐκάλεσαν· τοιοῦτοι γὰρ ἦσαν οἱ ἑπτὰ σοφοὶ, πολιτικάς τινας ἀρετὰς εὑρόντες. Εἶτα λοιπὸν ὁδῷ προϊόντες καὶ ἐπ’ αὐτὰ τὰ σώματα καὶ τὴν δημιουργὸν αὐτῶν προῆλθον φύσιν, καὶ ταύτην ἰδικώτερον φυσικὴν ἐκάλεσαν θεωρίαν, | |
55 | καὶ σοφοὺς τὰ περὶ τὴν φύσιν τοὺς τοιούτους φαμέν. Πέμπτον ἐπ’ αὐτὰ λοιπὸν ἔφρασαν τὰ θεῖα καὶ ὑπερκόσμια καὶ ἀμετάβλητα παντελῶς, καὶ τὴν τούτων γνῶσιν κυριωτάτην σοφίαν ὠνόμασαν. Οἱ μὲν οὖν πρὸ Πυθαγόρου συγκεχυμένως κατὰ πάντων τῶν | |
ῥημάτων τὸ τῆς σοφίας ἔφερον ὄνομα· πρῶτος δὲ Πυθαγόρας | 24 | |
60 | αὐτὸ συνέστειλεν, ἐπὶ μόνης τῆς τῶν ἀϊδίων ἐπιστήμης τὸ τῆς σοφίας θεὶς ὄνομα, καὶ φιλοσοφίαν τὴν τῆς σοφίας ταύτης φιλίαν ὠνόμασε. Τοῦτο γάρ ἐστι τῆς σοφίας τὸ τέλος, ἡ τῶν θείων πραγμάτων γνῶσις. Τὰ δὲ ἐπὶ ταύτην ἄγοντα τὴν σοφίαν, ὡς Πλάτωνι καὶ Πλωτίνῳ δοκεῖ (ταὐτὸν νοῦς καὶ νοητόν), ἡ τῶν μα‐ | |
65 | θημάτων ἐστὶν ἐπιστήμη. Παραδοτέον γὰρ τοῖς νέοις τὰ μαθήματα, φησὶν ὁ Πλωτῖνος, πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως. Ἐπει‐ δὴ γὰρ ὑλικοῖς συμπεπλέγμεθα σώμασι καὶ τούτων ἐκτὸς εἰθίσ‐ μεθα νοεῖν οὐδὲν, ἀδύνατον ἦν ἀμέσως ἐξ αὐτῶν ἐπὶ τὰ νοητὰ καὶ κεχωρισμένα παντελῶς σωμάτων ἐλθεῖν. Ἔμελλον γὰρ πάσχειν, | |
70 | ὃ πάσχουσιν οἱ ἐκ σκοτεινοῦ οἴκου ἐπὶ φωτεινότατον ἀμέσως ἐρχό‐ μενοι καὶ τῷ ἀθρόῳ φωτὶ τὰς ὄψεις ἀποτυφλούμενοι. Δεῖ γὰρ ἐκ τῶν ἐναντίων κατὰ βραχὺ διὰ τῶν μέσων προϊόντας βαδίζειν ἐπὶ τὰ ἐναντία. Ἐπειδὴ οὖν τῶν ἀχωρίστων παντελῶς εἰδῶν τῆς ὕλης, οἷον σαρκὸς, ὀστοῦ, φλεβὸς καὶ τῶν φυσικῶν εἰδῶν ἁπάν‐ | |
75 | των (τούτων γὰρ οὐδὲν οὐδὲ ὑποστῆναι οὐδὲ νοηθῆναι χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης δυνατόν) καὶ τῶν πάντῃ χωριστῶν καὶ ἀσχέτων, οἷά εἰσι τὰ ὑπερκόσμια, τὰ μαθήματα μέσα ἐστὶ, τῇ μὲν οὐσίᾳ σωμάτων ἀχώριστα, τῇ δ’ ἐπινοίᾳ χωριστά (κύκλον γὰρ καὶ τρίγωνον καὶ πᾶν σχῆμα καὶ νοῆσαι καὶ ὁρίσασθαι χωρὶς | |
80 | πάσης ὕλης δυνατόν), μελέτῃ τε καὶ μαθήσει τούτων ἔστι δι’ αὐτῶν ἀΰλως τὰ χωριστὰ εἴδη νοεῖν καὶ τὴν ἐκείνων ὡς ἔστι συλλογίζεσθαι οὐσίαν. Εἰ γὰρ ἔστιν εἴδη τὰ πάντα τῆς ὕλης ἀχώριστα, ἔστι δὲ καὶ τὰ πῇ μὲν χωριστὰ, πῇ δὲ ἀχώριστα, ἀνάγκη που καὶ τὴν τρίτην τῶν εἰδῶν εἶναι μοῖραν τῶν παντάπασιν | |
85 | χωριστῶν καὶ τῇ οὐσίᾳ καὶ τῇ ἐπινοίᾳ. Πάντα μὲν οὖν τὰ μαθή‐ ματα ὁδός ἐστι πρὸς τὰ νοητά· μάλιστα δὲ τούτων ἡ ἀριθμητικὴ, ἀρχὴ πάντων οὖσα. Καὶ γὰρ μουσικῆς, εἴπερ αὐτὴ μὲν περὶ τὸ ἐν σχέσει ποσὸν καταγίνεται, τὸν ἡμιόλιον φέρε ἀριθμὸν ἢ ἐπίτριτον ἢ διπλασίονα ἢ ὁντιναοῦν, ἡ δ’ ἀριθμητικὴ περὶ τὸ | |
90 | ἄσχετον. Πρότερα δὲ τῶν ἐν σχέσει τὰ ἄσχετα. Ἀλλὰ δὴ καὶ γεωμετρίας προτέρα. Πολλὰ γὰρ τῶν γεωμετρικῶν ἀποδείξεων διὰ τῆς ἀριθμητικῆς προΐασι· καὶ ὅλως, ἐπειδὴ τὰ σχήματα ἢ ἐκ μιᾶς γραμμῆς, ὡς ὁ κύκλος, ἢ ἐκ πλειόνων συνέστηκε (τοῦτο δὲ ἀριθμοῦ, τὸ ἓν καὶ τὸ πλῆθος)· καὶ ὅτι παντὸς μεγέθους ἀρχή | |
95 | ἐστιν ἡ μονάς. Καὶ γὰρ τὸ σημεῖον οἷον μονάς τις ὑπάρχει, ἀμερὲς γάρ. Καὶ ὅτι ἡ μονὰς ἀδιαίρετος, ἥτις ἐστὶν ἀρχὴ ἀριθμοῦ· τοιοῦτον δὲ καὶ τὸ σημεῖον, οὗ μέρος οὐδέν. Εἰ δὲ γεωμετρίας ἡ ἀριθμητικὴ προτέρα, καὶ ἀστρονομίας ἐξ ἀνάγκης ἐστὶ προτέρα· εἴπερ ἡ γεωμετρία μὲν περὶ μεγέθη ἁπλῶς | 25 |
v1(100) | ἀκίνητα ἔχει, τὰ τούτων μόνον περιεργαζομένη εἴδη, ἀστρονομία δὲ περὶ τὰ κινούμενα καὶ τὰς τούτων κινήσεις καὶ πρὸς ἄλληλα σχέσεις αὐτῶν ζητοῦσα. Ἐπεὶ οὖν εἴρηται ἡμῖν καὶ τί ἐστι φιλο‐ σοφία καὶ τί τὸ ταύτης τέλος καὶ τίς ἡ ἐπὶ τὸ τέλος ἄγουσα ὁδὸς καὶ ὅτι σκοπὸς τῷ προκειμένῳ συγγράμματι τὴν ἐπὶ φιλο‐ | |
105 | σοφίαν ἄγουσαν ἡμᾶς ὁδὸν παραδοῦναι, φέρε δὴ καὶ τὴν λέξιν | |
αὐτὴν ἐξετάσωμεν. | 26 | |
v1a(2n) | Johannis Philoponi in Nicomachi isagogen Arithm. | |
3n | Scholia (ed. R. Hoche [Gymnasialprogramm Wesel 1864] | |
4n | p. 5) ιεʹ. | |
5 | Ἤδη εἰρήκαμεν τοῦ βιβλίου τούτου τὸν σκοπὸν καὶ ὅτι φιλο‐ σοφία ἐστὶ φιλία σοφίας, ὡς δηλοῖ καὶ τὸ ὄνομα, καὶ ὅτι τὸ σοφὸς, ὡς καὶ Ἀριστοκλῆς ἐν τοῖς περὶ φιλοσοφίας δέκα βιβλίοις φησὶ, πενταχῶς λέγεται, καὶ ὅτι κυρίως φιλοσοφία ἐστὶν ἡ φιλο‐ σοφοῦσα τὰ ἀεὶ καὶ ὡσαύτως ὄντα. | |
f1(14n) | Euseb. praep. en. XI c. 3 (p. 510 b): | |
15 | Ἐπιμαρτυρεῖ δὲ τοῖς αὐτοῖς καὶ ὁ Περιπατητικὸς Ἀριστοκλῆς ἐν ἑβδόμῳ συγγράμματι ὧν περὶ φιλοσοφίας συνέταξεν ὧδε λέγων πρὸς ῥῆμα· Ἐφιλοσόφησε δὲ Πλάτων εἰ καί τις ἄλλος τῶν πώποτε γνησίως καὶ τελείως. Οἱ μὲν γὰρ ἀπὸ Θαλοῦ φυσιολογοῦντες διετέλεσαν· οἱ δὲ περὶ Πυθαγόραν ἀπεκρύψαντο πάντα. Ξενοφάνης | |
20 | δὲ καὶ οἱ ἀπ’ ἐκείνου τοὺς ἐριστικοὺς κινήσαντες λόγους πολὺν μὲν ἐνέβαλον ἴλιγγον τοῖς φιλοσόφοις, οὐ μὴν ἐπόρισαν γέ τινα βοήθειαν. Οὐχ ἥκιστα δὲ καὶ Σωκράτης αὐτὸ δὴ τὸ λεγό‐ μενον ἐγένετο πῦρ ἐπὶ πυρὶ καθάπερ αὐτὸς ἔφη Πλάτων. Εὐφυέ‐ στατος γὰρ ὢν καὶ δεινὸς ἀπορῆσαι περὶ παντὸς ὁτουοῦν, ἐπεισ‐ | 27 |
25 | ήνεγκε τάς τε ἠθικὰς καὶ πολιτικὰς σκέψεις, ἔτι δὲ τὴν περὶ τῶν ἰδεῶν πρῶτος ἐπιχειρήσας ὁρίζεσθαι· πάντα δὲ ἐγείρων λόγον καὶ περὶ πάντων ζητῶν ἔφθη τελευτήσας. Ἄλλοι δ’ ἀπο‐ τεμόμενοι μέρη τινὰ περὶ ταῦτα διέτριψαν, οἱ μὲν ἰατρικήν, οἱ δὲ τὰς μαθηματικὰς ἐπιστήμας, ἔνιοι δὲ περὶ τοὺς ποιητὰς καὶ τὴν | |
30 | μουσικήν. Οἱ μέντοι πολλοὶ τὰς τῶν λόγων δυνάμεις ἐθαύμασαν, ὧν οἱ μὲν ῥήτορας, οἱ δὲ διαλεκτικοὺς προσεῖπον ἑαυτούς. Οἱ | |
μέντοι Σωκράτην διαδεξάμενοι καὶ πάνυ τινὲς ἐγένοντο παντοῖοι καὶ ὑπεναντίοι τὰς γνώμας. Οἱ μὲν γὰρ κυνισμοὺς καὶ ἀτυφίας καὶ ἀπαθείας ὕμνουν, ἄλλοι δ’ αὖ πάλιν ἡδονάς. Καὶ οἱ μὲν | 28 | |
35 | εἰδέναι πάντα ἐκόμπαζον, οἱ δὲ ἁπλῶς μηθέν. Ἔτι δ’ οἱ μὲν ἐν μέσῳ καὶ ἐν ὅψει πάντων ἐκαλινδοῦντο τοῖς πολλοῖς ἐξο‐ | |
μιλοῦντες· ἄλλοι δ’ αὖ τοὐναντίον ἀπρόσιτοι καὶ ἀπροσαύδητοι διετέλουν ὄντες. Πλάτων μέντοι κατανοήσας ὡς εἴη μία τις ἡ τῶν θείων καὶ ἀνθρωπίνων ἐπιστήμη, πρῶτος διεῖλε καὶ | 29 | |
40 | ἔφη τὴν μέν τινα περὶ τῆς 〈τοῦ〉 παντὸς φύσεως εἶναι πραγματείαν, τὴν δὲ περὶ τῶν ἀνθρωπίνων, τρίτην δὲ τὴν περὶ τοὺς λόγους. | |
Ἠξίου δὲ μὴ δύνασθαι τὰ ἀνθρώπινα κατιδεῖν ἡμᾶς, εἰ μὴ τὰ θεῖα πρότερον ὀφθείη· καθάπερ γὰρ οἱ ἰατροὶ μέρη τινὰ θερα‐ πεύοντες ἐπιμελοῦνται τῶν ὅλων σωμάτων πρῶτον, οὕτω χρῆναι | 30 | |
45 | καὶ τὸν μέλλοντα τἀνθάδε κατόψεσθαι τὴν τῶν ὅλων φύσιν εἰδέναι πρότερον μέρος τε εἶναι τῶν ὄντων τὸν ἄνθρωπον· καὶ τἀγαθὸν διττὸν, τὸ μὲν ἡμέτερον, τὸ δὲ τοῦ παντὸς, κυριώτερον δὲ τὸ τοῦ παντός· διὰ γὰρ ἐκείνου καὶ τοῦτο γίγνεσθαι. Φησὶ | 31 |
δ’ Ἀριστόξενος ὁ μουσικὸς Ἰνδῶν εἶναι τὸν λόγον τοῦτον. Ἀθήνησι | 32 | |
f1(50) | γὰρ ἐντυχεῖν Σωκράτει τῶν ἀνδρῶν ἐκείνων ἕνα τινὰ, κἄπειτα αὐτοῦ πυνθάνεσθαι, τί ποιῶν φιλοσοφῴη· τοῦ δὲ εἰπόντος, ὅτι ζητῶν περὶ τοῦ ἀνθρωπίνου βίου, καταγελάσαι τὸν Ἰνδὸν λέγοντα μὴ δύνασθαί τινα τὰ ἀνθρώπινα κατιδεῖν ἀγνοοῦντά γε τὰ θεῖα. | |
Τοῦτο μὲν οὖν εἰ ἀληθές ἐστιν, οὐκ ἂν δύναιτό τις | 33 | |
55 | διατεινόμενος εἰπεῖν. Διεῖλε δ’ οὖν ὁ Πλάτων τήν τε περὶ τῶν ὅλων φιλοσοφίαν καὶ τὴν πολιτικὴν, ἔτι δὲ τὴν λογικήν. | |
f2(2n) | Mullach fr. 7 p. 219. Euseb. praep. ev. p. 785 βʹ: | |
3n | Περὶ τῆς κατ’ Ἀριστοτέλην φιλοσοφίας, καὶ τῶν περὶ τοῦ ἀνδρὸς | |
4n | ἱστορουμένων. Ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ Dind. | |
5n | I p. XLIV. | |
6 | Euseb. praep. ev. XV c. 1, 13 (p. 791 b) Ἄρξομαι δὲ ἀπὸ τῶν Ἀριστοτέλους ἄλλοι μὲν οὖν τὸν βίον τἀνδρὸς διαβεβλήκασι, φιλόσοφοι δὲ καὶ ἄλλως οὐκ ἀφανεῖς τινες ἦσαν καὶ οὗτοι. ἐμοὶ δ’ οὐ φίλον τὸν ἄνδρα οὐδ’ αὐταῖς ἀκοαῖς ἀνέχεσθαι κακῶς πρὸς τῶν οἰκείων | |
10 | ἀγορευόμενον. διόπερ τὰς ὑπὲρ αὐτοῦ μᾶλλον ἐκθήσομαι ἀπολογίας ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ, ὃς ἐν τῷ ἑβδόμῳ περὶ φιλοσοφίας τάδε περὶ αὐτοῦ λέγει· Πῶς γὰρ οἷόν τε, καθάπερ φησὶν Ἐπίκουρος ἐν τῇ περὶ τῶν | |
ἐπιτηδευμάτων ἐπιστολῇ, νέον μὲν ὄντα καταφαγεῖν αὐτὸν τὴν | 34 | |
15 | πατρῴαν οὐσίαν, ἔπειτα δὲ ἐπὶ τὸ στρατεύεσθαι συνεῶσθαι, κακῶς δὲ πράττοντα ἐν τούτοις ἐπὶ τὸ φαρμακοπωλεῖν ἐλθεῖν, ἔπειτα ἀναπεπταμένου τοῦ Πλάτωνος περιπάτου πᾶσι παραβαλεῖν αὑτόν; | |
Ἢ πῶς ἄν τις ἀποδέξαιτο Τιμαίου τοῦ Ταυρομενίτου λέγοντος ἐν ταῖς Ἱστορίαις [F H G I 210, 74] ἀδόξου θύρας αὐτὸν ἰατρείου | 35 | |
20 | καὶ τὰς τυχούσας ὀψὲ τῆς ἡλικίας κλεῖσαι; Τίς δ’ ἂν πεισ‐ θείη τοῖς ὑπ’. Ἀριστοξένου τοῦ μουσικοῦ λεγομένοις ἐν τῷ βίῳ τῷ Πλάτωνος; [F H G II 282, 33, 35] Ἐν γὰρ τῇ πλάνῃ καὶ τῇ ἀποδημίᾳ φησὶν ἐπανίστασθαι καὶ ἀντοικοδομεῖν αὐτῷ τινας Περίπατον ξένους ὄντας. Οἴονται οὖν ἔνιοι ταῦτα περὶ | |
25 | Ἀριστοτέλους λέγειν αὐτὸν Ἀριστοξένου διὰ παντὸς εὐφημοῦντος Ἀριστοτέλην. Καταγέλαστα δ’ εἰκότως εἶναι φαίη τις ἂν καὶ τὰ ἀπομνημονεύματα τὰ Ἀλεξίνου τοῦ Ἐριστικοῦ. Ποιεῖ γὰρ Ἀλέξανδρον παῖδα διαλεγόμενον τῷ πατρὶ Φιλίππῳ καὶ διαπτύ‐ | |
οντα μὲν τοὺς τοῦ Ἀριστοτέλους λόγους, ἀποδεχόμενον δὲ | 36 | |
30 | Νικαγόραν, τὸν Ἑρμῆν ἐπικληθέντα. Καὶ Εὐβουλίδης δὲ προδήλως ἐν τῷ κατ’ αὐτοῦ βιβλίῳ ψεύδεται, πρῶτον μὲν ποιήματα ψυχρὰ προφερόμενος ὡς γεγραφότων ἄλλων περὶ τοῦ γάμου καὶ τῆς πρὸς Ἑρμείαν οἰκειότητος αὐτῷ γεγονυίας, ἔπειτα Φιλίππῳ φάσκων αὐτὸν προσκόψαι καὶ τελευτῶντι Πλάτωνι μὴ παραγενέσθαι, τά τε | |
35 | βιβλία αὐτοῦ διαφθεῖραι. Τὴν μὲν γὰρ Δημοχάρους κατηγορίαν κατὰ τῶν φιλοσόφων τί χρὴ λέγειν; Οὐ γὰρ Ἀριστοτέλην μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους κακῶς εἴρηκεν. Ἔτι γε μὴν αὐτὰς τὰς διαβολὰς σκοπῶν ἄν τις ληρεῖν αὐτὸν φαίη. Λέγει γὰρ ἐπιστολὰς | |
Ἀριστοτέλους ἁλῶναι κατὰ τῆς πόλεως τῆς Ἀθηναίων, καὶ | 37 | |
40 | Στάγειρα τὴν πατρίδα προδοῦναι Μακεδόσιν αὐτόν· ἔτι δὲ κατα‐ σκαφείσης Ὀλύνθου μηνύειν ἐπὶ τοῦ λαφυροπωλείου Φιλίππῳ τοὺς πλουσιωτάτους τῶν Ὀλυνθίων. Ἠλίθια δὲ διαβέβληκεν αὐτὸν καὶ Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς τρυφερὸν καὶ τένθην καὶ ἄλλα τὰ τοιαῦτα λέγων αὐτὸν εἶναι. Πάντα δ’ ὑπερπαίει μωρίᾳ | |
45 | τὰ ὑπὸ Λύκωνος εἰρημένα τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. Φησὶ γὰρ θύειν Ἀριστοτέλην θυσίαν τετελευτηκυΐᾳ τῇ γυναικὶ τοιαύτην, ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι, καὶ ἐν ἐλαίῳ θερμῷ λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας εὑρεῖν ἐν τῷ πλοίῳ λοπάδια χαλκᾶ πέντε καὶ | |
f2(50) | ἑβδομήκοντα. Καὶ σχεδὸν οἱ μὲν πρῶτοι διαβαλόντες Ἀριστο‐ | |
τέλην τοσοῦτοι γεγόνασιν· ὧν οἱ μὲν κατὰ τοὺς αὐτοὺς ἦσαν χρόνους, οἱ δὲ μικρὸν ὕστερον ἐγένοντο, πάντες δὲ σοφισταὶ καὶ ἐριστικοὶ καὶ ῥήτορες, ὧν καὶ τὰ ὀνόματα καὶ τὰ βιβλία τέθνηκε τῶν σωμάτων μᾶλλον. Τοὺς μὲν γὰρ μετὰ ταῦτα γεγονότας εἶτα δὲ τὰ ὑπ’ | 38 | |
55 | ἐκείνων εἰρημένα λέγοντας παντάπασιν ἐᾶν δεῖ χαίρειν, καὶ μάλιστα τοὺς μηδ’ ἐντετυχηκότας τοῖς βιβλίοις αὐτῶν ἀλλ’ αὐτοσχεδιάζοντας, ὁποῖοί εἰσι καὶ οἱ λέγοντες τριακοσίας ἔχειν λοπάδας αὐτόν. Οὐδεὶς γὰρ ἂν εὑρεθείη περὶ αὐτοῦ τοιοῦτον οὐθὲν εἰρηκῶς τῶν τότε ὄντων ὅτι μὴ Λύκων. Οὗτος μέντοι, καθάπερ ἔφην, εἴρηκεν εὑρῆσθαι | |
60 | λοπάδια πέντε καὶ ἑβδομήκοντα. Οὐ μόνον δὲ καὶ ἐκ τῶν χρόνων καὶ ἐκ τῶν διαβεβληκότων τεκμήραιτό τις ἂν ὅτι ψευδῆ πάντα τὰ εἰρημένα ἐστὶν, ἀλλὰ κἀκ τοῦ μὴ πάντας τὰ αὐτὰ διαβάλλειν, ἀλλ’ ἕκαστον ἴδιά τινα λέγειν, ὧν εἴπερ ἦν ἒν ὁτιοῦν ἀληθὲς, ἐχρῆν δήπου μυριάκις, ἀλλ’ οὐχ ἅπαξ αὐτὸν ὑπὸ τῶν τότε ἀπολωλέναι. | |
65 | Φανερὸν οὖν, ὅτι καθάπερ πολλοῖς καὶ ἄλλοις οὕτω καὶ Ἀριστοτέλει συνέβη διά τε τὰς πρὸς τοὺς βασιλεῖς φιλίας καὶ διὰ τὴν ἐν τοῖς λόγοις ὑπεροχὴν ὑπὸ τῶν τότε σοφιστῶν φθονεῖσθει. Δεῖ δὲ τοὺς εὖ φρονοῦντας μὴ εἰς τοὺς διαβάλλοντας ἀποβλέπειν μόνον ἀλλὰ καὶ εἰς τοὺς ἐπαινοῦντας καὶ ζηλοῦντας αὐτόν· μακρῷ γὰρ | |
70 | πλείους καὶ βελτίους εὑρεθεῖεν ἂν οὗτοί γε. Τὰ μὲν οὖν | |
ἄλλα προδήλως πέπλασται· δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι’ ἃ ψέγουσί τινες αὐτόν· ἓν μὲν, ὅτι τὴν Ἑρμείου γήμειε φύσει μὲν ἀδελφὴν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν· Θεόκριτος γοῦν ὁ Χῖος ἐποίησεν ἐπίγραμμα τοιοῦτον· [Bergk | 39 | |
75 | poet. lyr. II4 674.] Ἑρμίου εὐνούχου τε καὶ Εὐβούλου τόδε δούλου μνῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης· ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς. | |
80 | ἕτερον δὲ, ὅτι ἠχαρίστησε Πλάτωνι. Περὶ μὲν οὖν Ἑρμείου καὶ τῆς Ἀριστοτέλους πρὸς αὐτὸν φιλίας ἄλλοι τε πολλοὶ συγγεγράφασι καὶ δὴ καὶ Ἀπελλικῶν, οὗ τοῖς βιβλίοις ὁ ἐντυχὼν πεπαύσεται βλασφημῶν αὐτούς. Περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον | |
85 | ἐπιστολαῖς ἀπολελόγηται. Τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν, ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς. | |
Εἶθ’ ἑξῆς φησι· | 40 | |
90 | Μετὰ δὲ τὴν Πυθιάδος τῆς Ἑρμείου τελευτὴν Ἀριστοτέλης | |
90 | ἔγημεν Ἑρπυλλίδα Σταγειρῖτιν, ἐξ ἧς υἱὸς αὐτῷ Νικόμαχος ἐγένετο. Τοῦτον δέ φασιν ὀρφανὸν τραφέντα παρὰ Θεοφράστῳ | |
καὶ δὴ μειρακίσκον ὄντα ἀποθανεῖν ἐν πολέμῳ. | 41 | |
v2(2n) | Olympiod. in Plat. Gorg. comm. ed. Alb. Jahn in Archiv | |
3n | für Phil. u. Paed. XIV (1848) 395. Rose fr. Aristot. ed. min. | |
4n | 673. Bergk Poet. Lyr. Gr. II4 336; cf. Menag. ad Diog. | |
5n | Laert. V 27 (Hübn. I 602) et Cousin in Journal des sav. 1832 | |
6n | p. 743. | |
7 | Ὅτι δὲ καὶ Ἀριστοτέλης σέβει αὐτὸν (scil. Platonem) ὡς διδάσκαλον, δῆλός ἐστι γράψας ὅλον λόγον ἐγκωμιαστικόν. Ἐκτίθεται γὰρ τὸν βίον αὐτοῦ καὶ ὑπερεπαινεῖ. Οὐ μόνον δὲ ἐγκώμιον ποιήσας αὐτοῦ ἐπαινεῖ αὐτόν, ἀλλὰ καὶ | |
10 | ἐν τοῖς ἐλεγείοις τοῖς πρὸς Εὔδημον αὐτὸν ἐπαινῶν Πλάτωνα ἐγκωμιάζει, γρά‐ φων οὕτως· Ἐλθὼν δ’ ἐς κλεινὸν Κεκροπίης δάπεδον εὐσεβέως σεμνῆς φιλίης ἱδρύσατο βωμὸν ἀνδρὸς, ὃν οὐδ’ αἰνεῖν τοῖσι κακοῖσι θέμις· | |
15 | ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς, οἰκείῳ τε βίῳ καὶ μεθόδοισι λόγων, ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίνεται ἀνήρ· | |
οὐ νῦν δ’ ἔστι λαβεῖν οὐδενὶ ταῦτά ποτε. | 42 | |
f3(3n) | Euseb. praep. ev. p. 786 ιδʹ· Περὶ τῆς τῶν Στωϊκῶν φιλο‐ | |
4n | σοφίας, ὅπως τε ὁ Ζήνων τὸν περὶ ἀρχῶν ἀπεδίδου λόγον. Ἀπὸ | |
5n | τοῦ ζʹ περὶ φιλοσοφίας Ἀριστοκλέους. Dind. I p. XLV. | |
6n | Euseb. praep. ev. XV c. 14 (p. 816 d.) | |
7 | Τά γέ τοι τῆς κατ’ αὐτοὺς (i. e. Ζήνωνα, Κλεάνθην, Χρύσιππον) φιλοσοφίας δόγματα ὧδέ πως ἔχει· Στοιχεῖον εἶναί φασι τῶν ὄντων τὸ πῦρ, καθάπερ Ἡράκλειτος | |
10 | [Diels I2 66 fr. 30,31], τούτου δ’ ἀρχὰς ὕλην καὶ θεὸν, ὡς Πλάτων. Ἀλλ’ οὗτος ἄμφω σώματά φησιν εἶναι, καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον, ἐκείνου τὸ πρῶτον ποιοῦν αἴτιον ἀσώματον εἶναι | |
λέγοντος. Ἔπειτα δὲ καὶ κατά τινας εἱμαρμένους χρόνους ἐκπυροῦσθαι τὸν σύμπαντα κόσμον, εἶτ’ αὖθις πάλιν διακοσμεῖσθαι. | 45 | |
15 | Τὸ μέντοι πρῶτον πῦρ εἶναι, καθάπερεί τι σπέρμα, τῶν ἁπάντων ἔχον τοὺς λόγους καὶ τὰς αἰτίας τῶν γεγονότων καὶ τῶν γιγνομένων καὶ τῶν ἐσομένων· τὴν δὲ τούτων ἐπιπλοκὴν καὶ ἀκολουθίαν εἱμαρ‐ μένην καὶ ἐπιστήμην καὶ ἀλήθειαν καὶ νόμον εἶναι τῶν ὄντων ἀδιάδραστόν τινα καὶ ἄφυκτον. Ταύτῃ δὲ πάντα διοικεῖσθαι τὰ κατὰ | |
20 | τὸν κόσμον ὑπέρευ, καθάπερ ἐν εὐνομωτάτῃ τινὶ πολιτείᾳ. | 46 |
f4(2n) | Mullach fr. 5 p. 216. Eus. praep. ev. 716 κʹ Πρὸς τοὺς | |
3n | περὶ Μητρόδωρον καὶ Πρωταγόραν, μόναις δεῖν πιστεύειν ταῖς | |
4n | αἰσθήσεσι λέγοντας. Ἀπὸ τοῦ αὐτοῦ (i. e. Ἀριστοκλέους). Dind. | |
5n | tom. I p. XLIV. | |
6n | Euseb. praep. ev. XIV c. 19 (p. 766b): | |
7 | Ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιρρήσεις θεασώμεθα. Γεγόνασι δέ τινες οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντα‐ | |
10 | σίαις μόναις δεῖν πιστεύειν. Ἔνιοι μέντοι φασὶ [Diels I2 452,35] καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο πάντων ἀποφαίνοντα [Ξ 201,302] τὸν Ὠκεανὸν ἀρχὴν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων· ὧν δ’ ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν, οὐ μὴν ἀλλ’ ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης. | |
15 | Οὗτος γὰρ [Diels I2 525,24; 536,7,11,17] ἔφη μέτρον εἶναι πάν‐ των χρημάτων τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἐστι, τῶν δ’ οὐκ | |
ὄντων ὡς οὐκ ἔστιν· ὁποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι· περὶ δὲ τῶν ἄλλων μηδὲν ἡμᾶς δύνασθαι διισ‐ χυρίσασθαι. Πρὸς δὲ τούτους εἴποι τις ἂν, ἃ καὶ Πλάτων ἐν Θεαι‐ | 47 | |
20 | τήτῳ· πρῶτον μὲν, τί δήποτε τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἄνθρωπον, ἀλλ’ οὐ σῦν ἢ κυνοκέφαλον; Ἔπειτα δὲ, πῶς ἔλεγον εἶναι σοφοὺς ἑαυτοὺς, εἰ δὴ πᾶς τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας; Ἢ πῶς ἐλέγχουσι τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν; Ἀγνοοῦμέν τέ | |
25 | τινα καίτοι πολλάκις αἰσθανόμενοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων ἀκούωμεν. Ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε μὲν, αἰσθάνεται δ’ οὐκέτι. Καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι, θατέρῳ δ’ ὁρῴη, δῆλον ὅτι ταὐτὸ καὶ εἴσεται καὶ οὐκ εἴσεται. Πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, | |
30 | ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ’ ἐκείνων λεγόμενα ἀληθῆ, καὶ τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη. Καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι καὶ οἱ ἔμπει‐ ροι τῶν ἀπείρων, καὶ διὰ τοῦτο μᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι | 48 |
35 | κυβερνήτης καὶ ἰατρὸς καὶ στρατηγός. Ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ἐξ ἀνάγκης καὶ τὸ ἐνδε‐ χόμενον καὶ τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν. Οὕτω δ’ ἂν εἴη ταὐτὸ καὶ ὂν καὶ οὐκ ὄν. Οὐδὲν γὰρ κωλύει ταὐτὸ τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον· | |
40 | ἔσθ’ ὅτε γὰρ φαίνεται ταὐτὸ τῷδε μὲν ἄνθρωπος, τῷδε δὲ ξύλον. Ἅπας τε λόγος ἀληθὴς ἂν εἴη, διὰ τοῦτο δὲ καὶ ψευδής· καὶ οἱ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. Καὶ τὸ δεινότατον, ἔσονται γὰρ οἱ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι | |
45 | λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς μὴ οἰομέ‐ νους ἔχειν νοῦν καὶ λόγον· (Εἶθ’ ἑξῆς ἐπιλέγει) Ἐπεὶ δ’ ἔτι νῦν εἰσί τινες οἱ πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαν‐ τασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. Ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι, μήποτε, εἰ ψευδεῖς εἴποιεν αἰσ‐ | |
f4(50) | θήσεις εἶναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον οὐδ’ ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν φθάνοιεν οὕτω γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν | |
τὰς μὲν ἀληθεῖς εἶναι, τὰς δὲ ψευδεῖς. Ἔπειτα δὲ σκοπῶν | 49 | |
55 | ἴδοι τις ἂν οὐδὲν τῶν ἄλλων κριτηρίων ἀεὶ καὶ διὰ παντὸς ἀψευδὲς οὐδὲν, οἷον λέγω ζυγὸν, ἢ τόρνον, ἤ τι τῶν τοιούτων· ἀλλ’ ἕκαστον αὐτῶν ὡδὶ μὲν ἔχον ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθηρόν. Καὶ τουτονὶ μὲν χρώμενον τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται. Καὶ μὴν εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτον διαφέρειν αὐτάς. | |
60 | Ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόρρωθεν καὶ νοσούντων καὶ ἐρρω‐ μένων καὶ τεχνιτῶν καὶ ἀτέχνων καὶ φρονίμων καὶ ἀφρόνων. Τὰς δὲ δὴ τῶν μεμηνότων παντάπασιν ἄτοπον ἂν εἴη λέγειν ἀληθεῖς εἶναι καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων. Εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ οὐχ ὁρᾷ· φαίη γὰρ ἄν | |
65 | τις, ὅτι ὁρᾷ μὲν, ἀλλ’ οὐκ ὀρθῶς. Ὁπόταν μέντοι φῶσιν ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν οὐδ’ ἀφαιρεῖ, φαίνονται τἀμποδὼν οὐχ ὁρῶντες· ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων, ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. Διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, | |
70 | ἀλλὰ τὴν φαντασίαν. Ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτὸν ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι. Τὴν γὰρ ἡμετέραν δι’ ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφαίνει. Συμβαίνει τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῆ καὶ ψευδῆ λέγειν εἶναι. | |
Καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ | 50 | |
75 | πράγματα, τοιαῦτα καὶ εἶναι· τοὐναντίον γὰρ, ὁποῖα πέφυκε, τοι‐ αῦτα φαίνεται, καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ’ ὑπ’ ἐκείνων αὐτοὶ διατιθέμεθά πως. Ἐπεὶ καὶ γελοῖον εἴη, εἰ διανοηθείημεν ἡμεῖς ὥσπερ ζωγράφοι καὶ πλάσται σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα καὶ διὰ τοῦτο φαντάζεσθαι | |
80 | καθάπερ ...... εὐτρεπῆ παρεστῶτα. | |
f5(2n) | Mullach fr. 2 p. 207; Eus. praep. ev. p. 716 ιζʹ: Πρὸς | |
3n | τοὺς περὶ Ξενοφάνην καὶ Παρμενίδην τὰς αἰσθήσεις ἀναιροῦντας. | |
4n | Ἀπὸ τοῦ ηʹ τῶν περὶ φιλοσοφίας Ἀριστοκλέους (Dind. tom. I p. | |
5n | XLIV). | |
6n | Euseb. praep. ev. XIV c. 17 (p. 756 b.): | |
7 | Ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθή‐ σεις, οἱ δ’ αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἱ περὶ τὸν Ξενοφάνην τὸν Κολοφώνιον καὶ Παρμενίδην τὸν Ἐλεάτην, οἳ δὴ τὰς αἰσθήσεις ἀνῄρουν μηδὲν εἶναι φά‐ | |
10 | σκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ | |
πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα. Ἄλλοι δ’ ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. Οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. Τοιαῦτα γάρ τινα πρότερον μὲν | 51 | |
15 | Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ’ οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. Ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι καὶ τὸ ἕτερον μὴ εἶναι μηδὲ γεννᾶσθαί τι μηδὲ φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν. Τὸν μὲν οὖν | |
πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες· νυνὶ μέντοι | 52 | |
20 | τοσοῦτον λεκτέον. Εἴποιμεν γὰρ ἂν, ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. Ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε, δῆλον· οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις. | |
25 | Ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. Ὥστε πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον· οἷον τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον· ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. Ταύτῃ δὲ βούλεται | |
30 | πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. Εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. Οὐδείς γέ τοι μὴ μεμη‐ νὼς ἕλοιτ’ ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα τὰ ἄλλα ἀγαθὰ γένοιτο. Τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν | |
35 | πεπεισμένους γε διότι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάν‐ | |
δαρος λέγει παρὰ τῷ Ὁμήρῳ (Ε 214) περὶ τῶν ἑαυτοῦ τόξων, Αὐτίκ’ ἔπειτ’ ἀπ’ ἐμεῖο κάρη τάμοι ἀλλότριος φὼς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην χερσὶ διακλάσσας· ἀνεμώλια γάρ μοι ὀπηδεῖ, | 53 | |
40 | τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας αἰσθήσεις ἑαυτῶν· οὕτω γὰρ ἄν τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν, ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο. Νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστι· ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώ‐ μενοι διατελοῦσιν αὐταῖς. [Diels I2 142,32] Ὅ γέ τοι Μέ‐ | |
45 | λισσος ἐθέλων ἐπιδεικνύναι, διότι τῶν φαινομένων καὶ ἐν ὄψει τού‐ των οὐδὲν εἴη, τῷ ὄντι διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν· φησὶ γοῦν· [Diels I2 142,32 147,9—148,2] „Εἰ γὰρ ἔστι γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσός, καὶ τὸ μὲν ζῷον, τὸ δὲ τεθνηκός, καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν | |
f5(50) | οἱ ἄνθρωποι εἶναι ἀληθῆ, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν ἕκαστον τοιοῦτον οἷόν περ τὸ πρῶτον ἔδοξεν ἡμῖν εἶναι καὶ μὴ μεταπίπτειν μηδὲ γίνεσθαι ἑτεροῖον, ἀλλ’ ἀεὶ εἶναι ὅμοιον οἷόν περ ἐστὶν ἕκαστον. Νῦν δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν | |
καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι, καὶ | 54 | |
55 | τὸ ψυχρὸν θερμόν, καὶ τὸ σκληρὸν μαλακόν, καὶ τὸ μαλακὸν σκληρόν“. Ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα εἰκότως ἐπύθετό τις ἄν· ἆρ’ οὖν ὅτι ὃ νῦν θερμόν ἐστι κἄπειτα τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; Ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. Ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ’ ἢ τὰς αἰσ‐ | |
60 | θήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν αὐταῖς. Ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας· ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παρά‐ παν. Ἤδη μέντοι θαρροῦντες λέγωμεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγ‐ | |
65 | μάτων παραλαμβάνοντας. | |
f6(2n) | Mullach fr. 3 p. 208. Eus. praep. ev. p. 716 ιηʹ: Πρὸς | |
3n | τοὺς κατὰ Πύρρωνα Σκεπτικοὺς ἢ καὶ Ἐφεκτικοὺς ἐπικληθέντας | |
4n | μηδὲν καταληπτὸν εἶναι ἀποφηναμένους. Ἀπὸ τοῦ Ἀριστοκλέ‐ | |
5n | ους (Dind. tom. I p. XLIV) Diels F. Ph. G. p. 175 sqq. (1901). | |
6n | Euseb. praep. ev. XIV c. 18 (p. 758 c): | |
7 | Πύρρων, ἀφ’ οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ’ ἐν αἰσθήσει μήτ’ ἐν λόγῳ καταλη‐ πτὸν ὁριζομένους, ἐπέχοντας δ’ ἐν πᾶσιν, ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες μαθεῖν | |
10 | πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος ὧδέ πῃ πρὸς λέξιν ἔχοντος· Ἀναγκαίως δ’ ἔχει πρὸ παντὸς διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως· εἰ γὰρ αὐτοὶ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν. Ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι τινὲς οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν Ἀρι‐ | 55 |
15 | στοτέλης [Metaph. IV 5 p. 1007 b 20; X 1 p. 1053 a 35; XI 6 init.]. Ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πύρρων ὁ Ἠλεῖος. Ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν. Ὁ δέ γε μαθη‐ | |
τὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μὲν ὁποῖα πέφυκε τὰ πράγματα, δεύτερον | 56 | |
20 | δὲ τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακεῖσθαι, τελευταῖον δὲ τί περιέσται τοῖς οὕτως ἔχουσι. Τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπ’ ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα· διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. Διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ | |
25 | ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας, ὅτι οὐ μᾶλλον ἔστιν ἢ οὐκ ἔστιν, ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν, | |
ἢ οὔτε ἔστιν, οὔτ’ οὐκ ἔστιν. Τοῖς μέντοι γε διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα | 57 | |
δ’ ἀταραξίαν, Αἰνησίδημος δὲ ἡδονήν. Τὰ μὲν οὖν κεφάλαια | 58 | |
30 | τῶν λεγομένων ἐστὶ ταῦτα· σκεψώμεθα δ’ εἰ ὀρθῶς λέγουσιν. Ἐπεὶ τοίνυν ἐπ’ ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι καὶ διὰ τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι μηδὲ δοξάζειν, εἰκότως ἂν οἶμαι πύθοιτό τις αὐτῶν, ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; Πάντως γὰρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. | |
35 | Ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. Εἰ δ’ οὐχ ἁμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί μαθόντες ἐπιπλήττουσιν ἡμῖν; Αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά. Καὶ μὴν | |
40 | εἰ καὶ δῴημεν αὐτοῖς ἐπ’ ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ’ αὐτοὶ τῶν πολλῶν. Τίς οὖν εἴη ἂν αὐτῶν ἡ σοφία; Καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ’ ὑμνεῖ μόνον; Ἔτι γε μὴν εἰ πάντα ἐπ’ ἴσης ἐστὶν ἀδιάφορα καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· | |
45 | λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. Τί γὰρ μᾶλλον τοιαῦτά ἐστιν ἢ οὐκ ἔστιν; Ἢ ὥς φησι Τίμων, διὰ τί ναὶ καὶ διὰ τί οὒ, καὶ διὰ τί αὐτὸ τὸ διὰ τί; Φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. Ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευό‐ | |
f6(50) | μενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν καὶ | |
λέγοντες ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινό‐ μενοι. Καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δὲ αὐτοῖς τοῖς κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας ἐλέγ‐ χουσιν ὡς εὖ εἰδότες. Ἀνάγκη τε τοὺς φάσκοντας ὡς ἄδηλα | 59 | |
55 | πάντα εἴη δυεῖν θάτερον, ἢ σιωπᾶν ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. Εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐ‐ δεὶς ἂν εἴη λόγος· εἰ δ’ ἀποφαίνοιντο πάντῃ τε καὶ πάντως εἶναί τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσιν, † ὡς δ’ οὐδέν. Τοῦτο τοίνυν ὁ | |
60 | ἀξιῶν ἤτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. Ἀλλ’ εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. Εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἂν ἢ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ’ οὕτως ἂν εἴη λόγος πρὸς αὐτόν· ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων | |
65 | δὲ ὄντων τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. Πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; Εἰ δὲ φαίη ταὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δ’ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν | |
70 | ἑαυτῷ φησὶ δεῖν. Ἄξιον δὲ ζητῆσαι πόθεν καὶ μαθόν‐ | |
τες ἄδηλα πάντα φασὶν εἶναι. Δεῖ γὰρ εἰδέναι πρότερον αὐτοὺς, τί δὴ ποτέ ἐστι τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. Πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. Εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ | 60 | |
75 | ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον. Ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους (κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται) πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα; Φησὶ γὰρ, ὅτι τὰ ζῷα διαφέρει καὶ ἡμεῖς αὐτοὶ καὶ αἱ πόλεις καὶ οἱ βίοι καὶ τὰ ἔθη | |
80 | καὶ οἱ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυ‐ τέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσ‐ | |
85 | θαι. Πάντα γὰρ εἶναι συγκεχυμένα καὶ πρός τι λεγόμενα. Ταῦτα δέ φημι καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἡδέως ἄν τις | |
ἔροιτο, πότερον εὖ εἰδὼς λέγει, διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πι‐ | 61 | |
90 | στεύοιμεν; Εἰ δ’ ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. Καὶ μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἄλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι δεικνύντες, ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα· τὸ δὲ τοιοῦτον ἔστι καὶ λέγεται πίστις. Εἰ μὲν οὖν αὐτῇ | |
95 | συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν. Ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διηγεῖται [Diels F. Ph. G. p. 205 fr. 77] μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύρρωνι βαδίζοντι Πυθοῖδε παρὰ τὸ ἱερὸν τὸ τοῦ Ἀμφιαράου καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. | |
f6(100) | Ἆρ’ οὖν οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι· ‘Τί, ὧ πονηρὲ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων καὶ ἃ μὴ οἶσθα διηγούμενος; Τί γὰρ μᾶλλον ἐνέτυχες ἢ οὐκ ἐνέτυχες αὐτῷ | |
καὶ διελέχθης ἢ οὐ διελέχθης;‘ Αὐτός τε ἐκεῖνος ὁ θαυμα‐ στὸς Πύρρων ἆρά γε ᾔδει τότε, διότι βαδίζοι Πύθια θεασόμενος, | 62 | |
105 | ἢ καθάπερ οἱ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν; Ἡνίκα δ’ ἤρ‐ ξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀνοίας αὐτῶν, φῶμεν αὐτὸν ἀληθῆ λέγειν ἢ μὴ, καὶ τὸν Τίμωνα παθεῖν τι καὶ συγκατα‐ θέσθαι τοῖς λόγοις ἢ μὴ προσέχειν; Εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο καὶ τὸν Πύρρωνα διετέλεσε | |
110 | θαυμάζων; Εἰ δὲ συγκατέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων. Ἁπλῶς δὲ θαυμάσαι τις ἂν, οἱ Τίμωνος σίλλοι καὶ αἱ κατὰ πάντων ἀνθρώπων βλασφημίαι καὶ αἱ μακραὶ στοιχειώσεις Αἰνησιδήμου καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλεται αὐτοῖς. Εἰ μὲν | |
115 | γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι, καὶ διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν, ὅπως παυσώμεθα φλυα‐ | |
ροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμᾶς εἰδέναι καὶ ὑπολαβεῖν, ὅτι τοιαῦτα εἴη τὰ πράγματα καθάπερ ἀξιοῖ Πύρρων. Ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, | 63 | |
120 | κρίναντες τὰ συμφερώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι. Πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα καὶ ἀνεπίκριτα δύναιτ’ ἂν εἶναι; Καὶ πῶς ἀσυγκατάθετοι καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; Εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί μὴν ἐνοχλοῦσιν; Ἢ διὰ τί Τίμων φησὶν [Diels Fr. Ph. G. p. 186 fr. 8; Wachsmuth fr. 35]. | |
125 | Οὐκ ἂν δὴ Πύρρωνι γ’ ἐρίσειεν βροτὸς ἄλλος; Οὐ γὰρ μᾶλλον Πύρρωνα θαυμάσαι τις ἂν ἢ τὸν Κόροιβον ἐκεῖνον ἢ τὸν Μελητίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν. Ἐνθυ‐ μεῖσθαι μέντοι χρὴ καὶ ταῦτα. Ποῖος γὰρ ἂν γένοιτο πολίτης ἢ δικαστὴς ἢ σύμβουλος ἢ φίλος ἢ ἁπλῶς εἰπεῖν ἄνθρωπος ὅ | |
130 | γε τοιοῦτος; Ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀληθῶς οἰόμενος εἶναι κακὸν ἢ αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον; Οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἂν, ὅτι τοὺς νόμους δεδοίκασι καὶ τὰς τιμωρίας οἱ τοιοῦτοι· πῶς γὰρ οἵ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθά‐ περ αὐτοί φασιν, ὄντες; Ὅ γέ τοι Τίμων ταῦτα καὶ λέγει περὶ | |
135 | τοῦ Πύρρωνος [Diels F. Ph. G. p. 186 fr. 9; Wachsmuth Sill. Graec. p. 141], | |
Ἀλλ’ οἷον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ’ ἀδάμαστον πᾶσιν, ὅσοις δάμνανται ὁμῶς ἀφατοί τε φατοί τε λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν’ ἔνθα καὶ ἔνθα | 64 | |
140 | ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης. Ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, διότι δέοι κατακολου‐ θοῦντα τῇ φύσει ζῆν καὶ τοῖς ἔθεσι, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. Εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δεῖ συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. Τί δὲ μᾶλλον | |
145 | τῇ φύσει δεῖ κατακολουθεῖν καὶ τοῖς ἔθεσιν ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηθὲν, μηδὲ ἔχοντάς τι ὅτῳ κρινοῦμεν; Ἐκεῖνο μὲν γὰρ καὶ παντάπασίν ἐστιν ἠλίθιον, ἐπειδὰν λέγωσιν, ὅτι καθάπερ τὰ καθαρτικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτὰ, τὸν αὐτὸν τρόπον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα μετὰ τῶν ἄλλων | |
f6(150) | ἀναιρεῖ καὶ ἑαυτόν. Εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἱ χρώ‐ μενοι τοιούτῳ. Βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα διαίρειν. Ἀλλὰ μὴν οὐδ’ ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρ‐ | |
μακον καὶ ὁ τούτων λόγος. Τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται κἀν τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρ‐ | 65 | |
155 | χειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον ἀεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν ἀσυγκαταθέτους. Ὅτι δ’ οὐχ οἷόν τε τὸν ἄνθρωπον ἀδόξαστον εἶναι καὶ ὡδὶ καταμάθοι τις ἄν. Ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. Τὸ δ’ αἰσθάνεσθαι γνωρίζειν τι ἦν. Διότι δὲ καὶ πιστεύει τῇ αἰσθήσει πᾶσι φανερόν· ἀκριβέστερον γὰρ | |
160 | θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμὼ καὶ προσῆλθεν ἐγγύτερον καὶ ἐπηλυγάσατο. Καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν· οὐ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. Τὰς δὲ δὴ μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι; Περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄν‐ | |
165 | θρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; Οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ πεφύκειμεν ὑπολαμβάνειν. Ἀλλ’ ἔγωγε ἐῶ τἆλλα. Τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πι‐ στεύωμεν ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντῃ τε καὶ πάντως. Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν τὸν τρόπον | |
170 | τοῦτον φανερόν· ὅτι δὲ καὶ παρὰ φύσιν καὶ παρὰ τοὺς νόμους, ὡδὶ κατίδοιμεν ἄν. Εἰ γὰρ δὴ τῷ ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ’ ἢ καθάπερ ἐν ὕπνῳ ζῆν ἡμᾶς εἰκῇ καὶ ἐμπλήκτως; Ὥστε φλυαροῖεν ἂν οἱ νομοθέται καὶ στρατηγοὶ καὶ οἱ παιδεύοντες. Ἀλλ’ ἔμοιγε δοκοῦσιν οἱ μὲν ἄλλοι πάντες ἄνθρωποι ζῆν κατὰ | |
175 | φύσιν, μόνοι μέντοι τετυφῶσθαι, μᾶλλον δὲ μεμηνέναι μανίαν ἐρρωμένην οἱ ταῦτα ληροῦντες. Οὐχ ἥκιστα μέντοι τοῦτο | |
καταμάθοι τις ἂν κἀκεῖθεν. Ἀντίγονος γοῦν ὁ Καρύστιος κατὰ τοὺς αὐτοὺς γενόμενος χρόνους καὶ ἀναγράψας αὐτῶν τὸν βίον φησὶ τὸν Πύρρωνα διωκόμενον ὑπὸ κυνὸς ἀναφυγεῖν ἐπί τι δένδρον, | 66 | |
180 | σκωπτόμενον δ’ ὑπὸ τῶν παρόντων εἰπεῖν ὡς χαλεπὸν εἴη τὸν ἄν‐ θρωπον ἐκδῦναι. Φιλίστας δὲ τῆς ἀδελφῆς αὐτοῦ θυούσης, ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν καὶ μὴ παρα‐ σχομένου, τοῦ μέντοι Πύρρωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος ἔλεγεν, ὡς οὐ ποιοῖ σύμφωνα τοῖς λόγοις οὐδ’ | |
185 | ἄξια τῆς ἀπαθείας, εἰπεῖν αὐτόν· ‘ἐν γοῦν γυναικὶ δεῖ τὴν ἀπόδειξιν αὐτῆς ποιεῖσθαι;‘ Καίτοι δικαίως ἂν εἶπεν ὅτι, ὦ μάταιε, καὶ ἐν γυναικὶ καὶ κυνὶ καὶ πᾶσιν, εἴ τι δή σοι τῶν λόγων τούτων ἐστὶν ὄφελος. Ὀρθῶς δ’ ἔχει μαθεῖν καὶ τίνες οἱ ζηλώσαντες αὐτὸν ἐγένοντο καὶ τίνας ἐζήλωσεν αὐτός. Ὁ μὲν οὖν Πύρρων | |
190 | Ἀναξάρχου τινὸς ἐγένετο μαθητὴς, ὃς τὸ μὲν πρῶτον ἦν ζωγρά‐ φος, οὐδ’ οὗτος εὐτυχὴς, ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυ‐ | |
χὼν χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν οὔτε συνεγράψατο, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ’ ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος καὶ καλῶν ἄτυφον αὑτὸν οὐδὲν ἐν | 67 | |
195 | γραφῇ κατέλιπεν. Ἐγένετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις, ἔπειτα δ’ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας καὶ βωμολόχους, ἐν αἷς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. Οὗτος γὰρ ἦν ὁ τοὺς σίλλους γράψας καὶ λέγων· | |
f6(200) | Σχέτλιοι ἄνθρωποι, κάκ’ ἐλέγχεα, γαστέρες οἶον, ποίων ἐκ τ’ ἐρίδων, ἔκ τε στοναχῶν πέπλασθε. | |
[Diels F. Ph. Gr. p. 186 fr. 10. Wachsmuth fr. 33, p. 142.] Καί· [Diels fr. 11. Wachsmuth. fr. 34.] ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί. | 68 | |
205 | Μηδενὸς δ’ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ ἐγένοντο τὸ | |
205 | παράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ κατ’ Αἴγυπτον | |
Αἰνησίδημός τις ἀναζωπυρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. Καὶ σχεδὸν οἱ μὲν κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν ὁδὸν βεβαδικότων ταύτην εἰσὶν οὗτοι. Διότι μὲν οὖν τὴν τοιαύτην εἴτε αἵρεσιν | 69 | |
210 | εἴτε ἀγωγὴν λόγων εἴτε ὅπῃ καὶ ὅπως ἐθέλει τις καλεῖν αὐτὴν οὐδεὶς ἂν εὖ φρονῶν ὀρθὴν εἶναι φαίη δῆλον. Ἐγὼ μὲν γὰρ οὐδὲ φιλοσοφίαν οἴομαι δεῖν ὀνομάζειν αὐτὴν ἀναιροῦσάν γε δὴ τὰς τοῦ φιλοσοφεῖν ἀρχάς. | |
v3(2n) | Euseb. praep. ev. XIV 18,31—32 (763d—764b): | |
3 | Ταῦτα μὲν οὖν πρὸς τοὺς κατὰ Πύρρωνα φιλοσοφεῖν νομι‐ ζομένους. Συγγενῆ δ’ αὐτοῖς εἴη ἂν καὶ τὰ ἀντιλεγόμενα πρὸς τοὺς | |
5 | κατὰ Ἀρίστιππον τὸν Κυρηναῖον, μόνα λέγοντας εἶναι τὰ πάθη καταληπτά· Σωκράτους δ’ ἑταῖρος ὁ Ἀρίστιππος ἦν ὁ τὴν καλου‐ μένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ’ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους ἔκθεσιν εἴληφεν. Ἦν δ’ ὁ Ἀρί‐ στιππος ὑγρὸς καὶ πάνυ ... τὸν βίον καὶ φιλήδονος· ἀλλ’ οὐδὲν | 70 |
10 | μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο, δυνάμει δὲ τῆς εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. Ἀεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος εἰς ὑποψίαν ἦγε τοὺς προσι‐ όντας αὐτῷ τοῦ λέγειν τέλος εἶναι τὸ ἡδέως ζῆν. Τούτου γέγονεν ἀκουστὴς σὺν ἄλλοις καὶ ἡ θυγάτηρ αὐτοῦ Ἀρήτη· ἥτις | |
15 | γεννήσασα παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς εἰσαχθεὶς ὑπ’ αὐτῆς εἰς λόγους φιλοσοφίας μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο | |
τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. Τρεῖς γὰρ ἔφη καταστάσεις εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν μὲν καθ’ ἣν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· | 71 | |
20 | ἑτέραν δὲ, καθ’ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιουμένην· εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονὴν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ· τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ’ ἣν οὔτε ἀλγοῦμεν, οὔτε ἡδόμεθα, γαλήνῃ παραπλησίαν οὖσαν. Τούτων δ’ οὖν καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν. Πρὸς οὓς ἀντιλέλε‐ | |
25 | κται ταῦτα. | |
f7(2n) | Mullach fr. 4 p. 214. Eus. praep. ev. p. 716 ιθʹ· Πρὸς | |
3n | τοὺς κατ’ Ἀρίστιππον φιλοσόφους μόνα λέγοντας τὰ πάθη εἶναι | |
4n | καταληπτὰ, τὰ δὲ λοιπὰ ἀκατάληπτα. Ἀπὸ τοῦ αὐτοῦ (i. e. Ἀρι‐ | |
5n | στοκλέους) Dind. tom. I p. XLIV. | |
6n | Euseb. praep. ev. XIV c. 19 (p. 764 c.): | |
7 | Τούτων δ’ οὖν καὶ ἔφασκε (Aristippus) τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσ‐ | |
θησιν ἔχειν, πρὸς οὓς ἀντιλέλεκται ταῦτα· Ἑξῆς δ’ ἂν εἶεν οἱ λέγοντες μόνα τὰ πάθη καταληπτά· τοῦτο | 72 | |
10 | δ’ εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης. Οὗτοι δ’ ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινος οὐδὲν εἰδέναι τὸ παράπαν, εἰ μή τις παρα‐ στὰς αὐτοὺς παίοι καὶ κεντῴη· καιόμενοι γὰρ ἔλεγον ἢ τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ καῖον εἴη πῦρ, ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν. Τοὺς δὲ ταῦτα λέγοντας εὐθὺς | |
15 | ἔροιτό τις ἂν, εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοὶ, διότι πασχουσί τι καὶ αἰσθάνονται. Μὴ εἰδότες μὲν γὰρ οὐδ’ εἰπεῖν δυνηθεῖεν ἂν, ὅτι μόνον ἴσασι τὸ πάθος· εἰ δ’ αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. Τὸ γὰρ ἐγὼ καίομαι, λόγος ἦν καὶ οὐ πάθος. Ἀλλὰ μὴν ἀνάγκη γε τρία ταῦτα συνυφίστασθαι, τό | |
20 | τε πάθος αὐτὸ, καὶ τὸ ποιοῦν, καὶ τὸ πάσχον. Ὁ τοίνυν ἀντι‐ λαμβανόμενος τοῦ πάθους πάντως αἰσθάνοιτ’ ἂν καὶ τοῦ πάσχοντος. | |
Οὐ γὰρ δὴ διότι μὲν, εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ’ αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει, καὶ νῦν ἢ πέρυσι, καὶ Ἀθήνησιν ἢ ἐν Αἰ‐ γύπτῳ, καὶ ζῶν ἢ τεθνεὼς, ἔτι δὲ ἄνθρωπος ὢν ἢ λίθος. Οὐκ‐ | 73 | |
25 | οῦν εἴσεται καὶ ὑφ’ οὗ πάσχει· καὶ γὰρ ἀλλήλους γνωρίζουσι καὶ ὁδοὺς καὶ πόλεις καὶ τὴν τροφήν· οἱ δ’ αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι, καὶ οἱ ἰατροὶ καὶ [οἱ] ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα, καὶ τῶν θηρίων οἱ κύνες εὑρίσκουσι τοὺς στίβους. Ἔτι γε μὴν ὁ πάσχων τι πάντως ἢ ὡς οἰκείου τινὸς ἢ ὡς ἀλλοτρίου | |
30 | πάθους ἀντιλαμβάνεται. Πόθεν οὖν ἕξει λέγειν, ὅτι τοῦτο μέν ἐστιν ἡδονὴ, τοῦτο δὲ πόνος; Ἢ ὅτι γευόμενος, ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι; Καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ’ ὄμμασιν ὁρῶν, τοῖς δ’ ὠσὶν ἀκούων; Ἢ πῶς ἴσασιν ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρὴ, τοδὶ δὲ φεύγειν; Εἰ δὲ μηδὲν τούτων γνοῖεν, οὐχ ἕξουσιν ὁρμὴν | |
35 | οὐδ’ ὄρεξιν· οὕτω δ’ οὐδ’ ἂν ζῷα εἶεν. Γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν ὅτι ταῦτα μὲν αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε, πῶς καὶ τίνα τρόπον. Οὗτοι γὰρ οὐδ’ εἰ ἄνθρωποι πεφύκασιν, οὐδ’ εἰ ζῶσιν, ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ’ εἰ λέγουσί τι καὶ ἀποφαίνονται. Πρὸς δὴ τοὺς τοιούτους τίς ἂν εἴη λόγος; Θαυμάσαι μέντοι | |
40 | τίς ἂν, εἰ ἀγνοοῦσι πότερον ἐπὶ τῆς γῆς εἰσιν, ἢ ἐν τῷ οὐρανῷ; Πολλῷ δὲ θαυμασιώτερον εἰ οὐκ οἴδασι, καὶ ταῦτα φάσκοντες φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονα ἐστιν ἢ τὰ τρία· καὶ τὸ ἓν καὶ τὰ δύο πόσα ἐστίν. Οὐδὲ γὰρ ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε δύνανται εἰπεῖν, οὐδὲ πότερον ἕκαστος | |
45 | αὐτῶν εἷς ἐστιν ἢ πλείους. Ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδεῖεν ἂν, οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀριστίππειον οἶκον, οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν, οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ’ εἰ γελάσαιεν | |
ἢ δακρύσαιεν, ἕξουσιν εἰπεῖν ὅτι τὸ μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. Δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς, συνίασιν. Οὐδὲν οὖν | 74 | |
f7(50) | οἵ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν, καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν καὶ παρὰ φύσιν. | |
f8(2n) | Mullach fr. 6 p. 218. Euseb. praep. ev. p. 716 καʹ | |
3n | Πρὸς τοὺς κατ’ Ἐπίκουρον ἡδονὴν τέλος ὁριζομένους. Ἀπὸ τοῦ | |
4n | αὐτοῦ (i. e. Ἀριστοκλέους) Dind. I p. XLIV. | |
5n | Euseb. praep. ev. XIV c. 21 (p. 768d): | |
6 | Τίνα δὴ οὖν τὰ καὶ πρὸς αὐτὸν (Ἐπίκουρον) ἀντειρημένα τυγχάνει, θεασώμεθα. Ἐπειδή ἐστι διττὴ γνῶσις, ἡ μὲν τῶν ἔξω πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς | |
10 | ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμᾶς τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι | |
γέ τοι καὶ νῦν τοιαῦτά τινα λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον [Usener Epic. fr. 260 p. 190, 7]· ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι. Τοσούτου τοίνυν ἔγωγε δέω λέγειν ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστ’ | 75 | |
15 | ἔμοιγε δοκεῖ τοῦτο αὐτὸ κριτηρίου δεῖσθαι. Διότι μὲν γάρ ἐστιν, ἑαυτὸ δείκνυσιν, ὁποῖον δ’ ἐστὶν, ἑτέρου δεῖ τοῦ κρίνοντος. Εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον, ἡ αἴσθησις λέγει, πότερον δ’ αἱρετὸν ἢ φευκτὸν, ὁ λόγος. Αὐτοί γέ [Usen. Epic. fr. 442 p. 289, 13] τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέ‐ | |
20 | πεσθαι. Τοῦτο δὲ συμβέβηκε καὶ μάλ’ εἰκότως. Τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι καὶ τὰ κρινόμενα· τὸ μέντοι πάθος ἑαυτὸ μόνον. Ὅτι δ’ οὕτως ἔχει μαρτυροῦσιν αὐτοί. Καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι [Us. Ep. III 129 p. 63, 10] | |
καὶ πᾶσαν ἀλγηδόνα κακὸν [Us. Ep. X p. 73, 19], ὅμως | 76 | |
25 | οὐκ ἀεί φασι δεῖν τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ, καὶ οὐ τῷ ποιῷ. Δῆλον οὖν ὡς τό γε ποσὸν οὐδὲν ἄλλ’ ἢ ὁ λόγος κρίνει· τὸ γὰρ ἄμεινόν ἐστιν ὑπο‐ μεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθῶμεν ἡδονὰς μείζους, καὶ τὸ συμφέρει τῶνδε τινῶν ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ | |
30 | ἀλγῶμεν ἀλγηδόνας χαλεπωτέρας, καὶ πάντα τὰ τοιαῦτα λόγος ὁ κρίνων ἐστίν. Τὸ δ’ ὅλον, αἱ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη καὶ αἱ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν αὐτῶν. Ταύτῃ δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς | |
35 | τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. Τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας· τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι’ ἡμᾶς, καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν. Διὸ ταῦτα ποτὲ μὲν ἡδέα ποτὲ δ’ ἀηδῆ φαίνεται, καὶ ἔσθ’ ὅτε | |
40 | μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. Ὧν οὕτως ἐχόντων, εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθε‐ μένους, ὁπόσοι καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. Ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις· ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ | |
45 | τοῖς στιβεύουσι καὶ μεταθέουσιν. Αὐτῶν μέντοι τούτων ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρὴ τοὺς μήτε ταῖς αἰσθήσεσιν, ὡς ἔτυχε, χρωμένους, μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. Ἢ δεινόν γ’ ἂν εἴη πεφυκότας ἀνθρώπους ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτοὺς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν. | |
f8(50) | Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους. | 77 |
v4(2n) | Alexander Aphrodisiensis de anima II p. 110,4—113 | |
3n | Bruns (144a—145a): | |
4 | Ἤκουσα (Alex.) δὲ περὶ νοῦ τοῦ θύραθεν παρὰ Ἀριστο‐ | |
5 | κλέους, ἃ διεσωσάμην. Τὰ γὰρ κινήσαντα Ἀριστοτέλη εἰσαγαγεῖν τὸν θύραθεν νοῦν ταῦτα ἐλέγετο εἶναι, ἥ τε ἀπὸ τῶν αἰσθητῶν ἀναλογία καὶ ἡ ἐπὶ τῶν γινομένων ἁπάντων· ὥσπερ γὰρ ἐπὶ | 78 |
πάντων τῶν γινομένων ἐστί τι τὸ πάσχον, ἔστι τι καὶ τὸ ποιοῦν καὶ τρίτον ἐκ τούτων τὸ γινόμενον (καὶ ἐπὶ τῶν αἰσθητῶν ὁμοίως· | 79 | |
10 | ἔστι γὰρ πάσχον τὸ αἰσθητήριον, ποιοῦν δὲ τὸ αἰσθητὸν, γινόμενον δὲ ἡ ἀντίληψις ἡ διὰ τοῦ αἰσθητηρίου τοῦ αἰσθητοῦ), τὸν αὐτὸν τρόπον δὴ καὶ ἐπὶ τοῦ νοῦ ὑπελάμβανεν δεῖν εἶναί τινα ποιητικὸν νοῦν, ὅστις τὸν δυνάμει νοῦν καὶ ὑλικὸν εἰς ἐνέργειαν ἄγειν δυνή‐ σεται (ἔστι δὲ ἐνέργεια τὸ αὑτῷ ποιεῖν νοητὰ πάντα τὰ ὄντα). | |
15 | Ὥσπερ γάρ ἐστιν αἰσθητὰ, ἃ κατ’ ἐνέργειαν καὶ ἐνεργείᾳ τὴν αἴ‐ σθησιν ποιεῖ, οὕτω δεῖ εἶναί τινα καὶ τὰ τὸν νοῦν ποιοῦντα ἐνεργείᾳ ὄντα αὐτὰ νοητά. Οὐ γὰρ οἷόν τε ποιητικόν τι εἶναί τινος μὴ ὂν αὐτὸ ἐνεργείᾳ. Ἐνεργείᾳ δὲ νοητὸν τούτων τῶν νο‐ ουμένων ὑφ’ ἡμῶν οὐδέν ἐστιν. Ὁ γὰρ νοῦς ὁ ἡμέτερος νοεῖ τὰ | |
20 | αἰσθητὰ δυνάμει ὄντα νοητά, καὶ ὑπὸ τοῦ νοῦ νοητὰ ταῦτα γίνεται. Αὕτη γὰρ ἐνέργεια τοῦ νοῦ, τὰ ἐνεργείᾳ αἰσθητὰ τῇ αὑτοῦ δυνάμει χωρίσαι καὶ ἀφελεῖν τούτων, σὺν οἷς ὄντα ἐστὶν αἰσθητὰ καὶ ὁρί‐ σασθαι καθ’ αὑτά. Εἰ δὴ αὕτη ἐστὶν ἡ τοῦ νοῦ τοῦ δυνάμει πρό‐ τερον ὄντος ἐνέργεια, δεῖ δὲ τὸ γινόμενον καὶ ἀγόμενον ἐκ τοῦ | 80 |
25 | δυνάμει εἰς ἐνέργειαν ὑπό τινος γίνεσθαι ἐνεργείᾳ ὄντος, δεῖ τινα εἶναι καὶ νοῦν ποιητικὸν ἐνεργείᾳ ὄντα, ὃς ποιήσει τὸν τέως | |
ὄντα δυνάμει ἐνεργεῖν δύνασθαι καὶ νοεῖν· τοιοῦτος δέ ἐστιν ὁ θύραθεν εἰσιών. Ταῦτα μὲν τὰ κινήσαντα ἐκεῖνον. Ἔσται δή τι καὶ ἐνεργείᾳ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν, ὥσπερ αὖ καὶ | 81 | |
30 | αἰσθητὸν οὐχ ὑπὸ τῆς αἰσθήσεως γινόμενον τοιοῦτον. Τοῦτο δέ ἐστι νοῦς, φύσις τις καὶ οὐσία, οὐδενὶ ἄλλῳ γνωστὴ ἢ νῷ. Οὐ γὰρ δὴ αἰσθητός γέ ἐστιν, οὐδὲ πάντα τὰ νοούμενα ὑπὸ τοῦ ἡμε‐ τέρου νοῦ νοητὰ γίνεται οὐκ ὄντα τῇ ἑαυτῶν φύσει νοητά, ἀλλ’ ἔστιν τι καὶ καθ’ αὑτὸ νοητὸν τῇ αὑτοῦ φύσει τοιοῦτον ὄν. Τοῦτο | |
35 | δὴ καὶ αὐτὸ ὁ δυνάμει νοῦς τελειούμενος καὶ αὐξόμενος νοεῖ. Ὥσπερ γὰρ ἡ περιπατητικὴ δύναμις, ἣν ἔχει ὁ ἄνθρωπος εὐθὺς τῷ γενέσθαι, εἰς ἐνέργειαν ἄγεται προϊόντος τοῦ χρόνου τελειου‐ μένου αὐτοῦ οὐ κατὰ πάθος τι, τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς τελειωθεὶς τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ αἰσθητὰ δὲ νοητὰ αὑτῷ | |
40 | ποιεῖ, ἅτε ὢν ποιητικός. Οὐ γὰρ παθητικὸς ὁ νοῦς τῇ αὑτοῦ φύσει, ὡς ἀπὸ ἄλλου γίνεσθαι καὶ πάσχειν, καθάπερ ἡ αἴσθησις. Ὑπεναντίως γὰρ ἔχει. Ἡ μὲν γὰρ αἴσθησις κατὰ πάθος, παθη‐ τικὸν γὰρ, καὶ ἡ ἀντίληψις αὐτῇ διὰ πάθους, ὁ δὲ νοῦς ποιητικόν. | |
Νοητικὸς γὰρ ὢν τῶν πλείστων ἅμα καὶ ποιητὴς, ἵνα αὐτὰ νοήσῃ, | 82 | |
45 | γίνεται, πλὴν εἰ μὴ κατὰ τοῦτό τις καὶ τὸν νοῦν βούλοιτο παθη‐ τικὸν λέγειν, καθὸ ληπτικός ἐστι τῶν εἰδῶν. Πάσχειν γὰρ εἶναι δοκεῖ τὸ λαμβάνειν. Καὶ τοῦτο μὲν κοινὸν πρὸς τὴν αἴσθησίν ἐστιν αὐτῷ, ἀλλ’ ἐπεὶ ἕκαστον αὐτῶν χαρακτηρίζεται καὶ ὁρίζεται οὐκ ἀπὸ τοῦ κοινοῦ τοῦ πρὸς ἄλλο τι, ἄλλ’ ἀπὸ τοῦ ἰδίου, χαρα‐ | |
v4(50) | κτηρίζοιτο, ὥστε εἰ κοινὸν μέν ἐστιν αὐτῷ πρὸς τὴν αἴσθησιν τὸ τῶν εἰδῶν εἶναι ληπτικῷ, εἰ καὶ μὴ ὁμοίως, ἴδιον δὲ τὸ ποιητικῷ εἶναι τούτων τῶν εἰδῶν ἃ λαμβάνει, ἀπὸ τοῦ ποιεῖν ἂν μᾶλλον ὁρίζοιτο. Ὥστε ποιητικὸν ἂν, οὐ παθητικὸν ὁ νοῦς εἴη. Ἔτι καὶ πρότερον αὐτῷ τὸ ποιεῖν καὶ οὐσιῶδες. Πρότερον γὰρ ποιεῖ | |
55 | τῇ ἀφαιρέσει νοητὸν, εἴθ’ οὕτως λαμβάνει τούτων τι ὃ νοεῖ τε καὶ ὁρίζεται, ὅτι τόδε τί ἐστι. Καὶ γὰρ εἰ ἅμα χωρίζεται καὶ λαμ‐ βάνει, ἀλλὰ τὸ χωρίζειν προεπινοεῖται· τοῦτο γάρ ἐστιν αὐτῷ τὸ ληπτικῷ εἶναι τοῦ εἴδους. Ὥσπερ δὲ τὸ πῦρ ποιητικώτατον λέγο‐ μεν, ἐπειδήπερ πάσης ὕλης ἧς ἂν ἐπιλάβηται ταύτην ἀναλίσκει | |
60 | καὶ αὑτῷ τροφὴν παρέχει (καίτοι καθὸ τρέφεται πάσχει), τὸν αὐτὸν τρόπον καὶ τὸν νοῦν τὸν ἐν ἡμῖν ποιητικὸν ἡγητέον. Τὰ γὰρ οὐκ ὄντα ἐνεργείᾳ νοητὰ αὐτὸς νοητὰ ποιεῖ. Οὐδὲν γὰρ ἄλλο νοητόν ἐστιν ἢ ὁ νοῦς ὁ ὢν ἐνεργείᾳ καὶ καθ’ αὑτὸν καὶ τὰ ὑπὸ τοῦ νοοῦντος δὲ γινόμενα νοητὰ καὶ αἱ τούτου ἐνέργειαι νοῦς καὶ αὐτὰ, | |
65 | ὅταν νοῆται. Ὥστε μὴ ὄντος νοῦ, οὐδὲν ἂν εἴη νοητόν. Οὔτε γὰρ ὁ φύσει (αὐτὸς γὰρ ἦν μόνος τοιοῦτος), οὔτε τὸ ὑπὸ τούτου γινόμενον. Οὐκ ὢν γὰρ οὐδ’ ἂν ποιοῖ. Συνεργὸς δ’ ἂν γίνοιτο τῷ ἐν ἡμῖν ὁ φύσει τε νοῦς καὶ θύραθεν, ὅτι οὐδ’ ἂν τὰ ἄλλα νοητὰ ἦν ὄντα δυνάμει μὴ ὄντος τινὸς τῇ ἰδίᾳ φύσει νοητοῦ. Τοῦτο δὴ | |
70 | τῇ αὑτοῦ φύσει νοητὸν ὂν ἐν τῷ νοοῦντι γενόμενον διὰ τοῦ νοηθῆναι | |
νοῦς τέ ἐστι γεγενημένος ἐν τῷ νοοῦντι καὶ θύραθεν νοεῖται καὶ ἀθάνατος καὶ ἐντίθησιν τὴν ἕξιν τῷ ὑλικῷ ὥστε νοεῖν τὰ δυνάμει νοητά. Ὡς γὰρ τὸ φῶς, ποιητικὸν ὂν τῆς κατ’ ἐνέργειαν ὄψεως, καὶ αὐτὸ ὁρᾶται καὶ τὰ σὺν αὐτῷ, καὶ δι’ αὐτοῦ τὸ χρῶμα, οὕτως δὲ | 83 | |
75 | καὶ ὁ θύραθεν νοῦς αἴτιος γίνεται τοῦ νοεῖν ἡμῖν, νοούμενος καὶ αὐτὸς, οὐ ποιῶν αὐτὸν νοῦν, ἀλλὰ τὸν ὄντα νοῦν τῇ αὑτοῦ φύσει τελειῶν καὶ ἄγων ἐπὶ τὰ οἰκεῖα. Ἔστιν οὖν φύσει μὲν νοητὸν ὁ νοῦς, τὰ δὲ ἄλλα τὰ νοητὰ τέχνῃ τούτου καὶ τούτου ποιήματα, ἃ ποιεῖ οὐ παθὼν καὶ γενόμενος ὑπό τινος ὁ δυνάμει (ἦν γὰρ | |
80 | νοῦς καὶ πρὸ τοῦ ἐνεργεῖν), ἀλλὰ αὐξηθεὶς καὶ τελειούμενος, τελειωθεὶς δὲ τά τε φύσει νοητὰ νοεῖ καὶ τὰ κατὰ τὴν οἰκείαν ἐνέργειαν καὶ τέχνην. Ἴδιον γὰρ τοῦ νοῦ τὸ ποιητικὸν, καὶ τὸ νοεῖν αὐτῷ ἐνεργεῖν ἐστιν, οὐ πάσχειν. Βουλόμενος δὲ τὸν νοῦν ἀθάνατον δεικνύναι καὶ φεύγειν τὰς ἀπορίας ἃς ἐπιφέρουσιν τῷ | |
85 | θύραθεν νῷ ἀνάγκην ἔχοντι τόπον ἀλλάττειν, οὐ δυναμένῳ δὲ, εἴ γέ ἐστιν ἀσώματος, οὔτε ἐν τόπῳ εἶναι οὔτε μεταβαίνειν καὶ ἄλλοτε ἐν ἄλλῳ γίνεσθαι, κατ’ ἰδίαν ἐπίνοιαν ἔλεγε τοιαῦτα περὶ τοῦ νοῦ ἐν παντὶ εἶναι τῷ θνητῷ λεγομένου σώματι. Καὶ δὴ ἔφασκεν τὸν νοῦν καὶ ἐν τῇ ὕλῃ ὡς οὐσίαν ἐν οὐσίᾳ καὶ ἐνεργείᾳ εἶναι ἀεὶ | |
90 | ἐνεργοῦντα τὰς αὑτοῦ ἐνεργείας. Ὅταν μὲν οὖν ἐκ τοῦ σώματος τοῦ κραθέντος πῦρ γένηται ἤ τι τοιοῦτον ἐκ τῆς μίξεως, ὡς καὶ ὄργανον δύνασθαι τῷ νῷ τούτῳ παρασχεῖν, ὅς ἐστιν ἐν τῷ μίγματι τούτῳ (διότι ἐστὶν ἐν παντὶ σώματι, σῶμα δὲ καὶ τοῦτο), τοῦτο | |
τὸ ὄργανον δυνάμει νοῦς λέγεται ἐπιτήδειός τις δύναμις ἐπὶ τῇ | 84 | |
95 | τοιᾷδε κράσει τῶν σωμάτων γινομένη πρὸς τὸ δέξασθαι τὸν ἐνεργείᾳ νοῦν. Ὅταν δὴ τούτου τοῦ ὀργάνου λάβηται, τότε καὶ ὡς δι’ ὀργάνου καὶ ὡς περὶ ὕλην καὶ ὡς δι’ ὕλης ἐνήργησεν, καὶ τότε λεγόμεθα νοεῖν ἡμεῖς. Ὁ γὰρ ἡμέτερος νοῦς σύνθετός ἐστιν ἔκ τε τῆς δυνάμεως, ἥτις ὄργανόν ἐστι τοῦ θείου νοῦ, ὃν δυνάμει | |
v4(100) | νοῦν ὁ Ἀριστοτέλης καλεῖ, καὶ τῆς ἐκείνου ἐνεργείας. Ὧν θατέρου μὴ παρόντος ἀδύνατον ἡμᾶς νοεῖν. Εὐθὺ μὲν γὰρ τῇ πρώτῃ κατα‐ βολῇ τοῦ σπέρματός ἐστιν ὁ ἐνεργείᾳ νοῦς διὰ πάντων γε κεχω‐ ρηκὼς καὶ ὢν ἐνεργείᾳ, ὡς καὶ ἐν ἄλλῳ τινὶ σώματι τῶν τυχόντων. Ἐπειδὰν δὲ καὶ διὰ τῆς ἡμετέρας δυνάμεως ἐνεργήσῃ, τότε ἡμέτερος | |
105 | νοῦς οὗτος λέγεται καὶ ἡμεῖς νοοῦμεν, ὥσπερ εἴ τις τεχνίτην ἐννοήσαι τοτὲ μὲν ἄνευ ὀργάνων ἐνεργοῦντα κατὰ τὴν τέχνην, τοτὲ δὲ καὶ μετ’ ὀργάνων, ὅτε καὶ ἡ κατὰ τὴν τέχνην ἐνέργεια αὐτῷ περὶ τὴν ὕλην γίνεται. Τὸν αὐτὸν τρόπον καὶ ὁ θεῖος νοῦς ἀεὶ μὲν ἐνεργεῖ (διὸ καὶ ἔστιν ἐνεργείᾳ), καὶ δι’ ὀργάνου δέ, ὅταν ἐκ τῆς συγκρίσεως | |
110 | τῶν σωμάτων καὶ τῆς εὐκρασίας γένηται ὄργανον τοιοῦτον. Ὑλικὴν γὰρ ἤδη τινὰ τότε ἐνέργειαν ἐνεργεῖ καὶ ἔστιν οὗτος ἡμέτερος νοῦς. Καὶ ἐκκρίνεται δή, ὅνπερ τρόπον καὶ εἰσκρίνεται. Οὐ γὰρ ἀλλαχοῦ ὢν μεταβαίνει, ἀλλὰ τῷ πανταχοῦ εἶναι μένει καὶ ἐν τῷ ἐκ τῆς ἐκκρίσεως διαλυομένῳ σώματι φθειρομένου τοῦ ὀργανικοῦ, ὡς ὁ | |
115 | τεχνίτης ἀποβαλὼν τὰ ὄργανα ἐνεργεῖ μὲν καὶ τότε, οὐ μὴν ὑλικὴν καὶ ὀργανικὴν ἐνέργειαν. Ἔλεγεν δὴ ὅτι εἰ ὅλως ὑπολαμβάνειν χρὴ κατὰ Ἀριστοτέλη θεῖον καὶ ἄφθαρτον εἶναι τὸν νοῦν, οὕτως ἡγεῖσθαι δεῖν, οὐκ ἄλλως. Καὶ τὴν λέξιν δὲ τὴν ἐν τῷ τρίτῳ | |
Περὶ ψυχῆς—τούτοις προσοικειοῦν ἔλεγεν δεῖν καὶ τὴν ἕξιν καὶ | 85 | |
120 | τὸ φῶς ἐπὶ τοῦτον φέρειν τὸν πανταχοῦ ὄντα· Οὗτος δὲ ὁ νοῦς ἤτοι μόνος αὐτὸς τὰ ἐνθάδε διοικεῖ πρὸς τὴν τῶν θείων ἀναφορὰν καὶ συγκρίνει τε καὶ διακρίνει, ὥστε αὐτὸς καὶ τοῦ δυνάμει νοῦ δημιουργός, ἢ μετὰ τῆς τῶν οὐρανίων εὐτάκτου κινήσεως. Ὑπὸ γὰρ ταύτης γίνεται τὰ ἐνθάδε τῇ προσόδῳ καὶ ἀφόδῳ τοῦ ἡλίου | |
125 | μάλιστα ἢ ὑπ’ αὐτοῦ γινόμενα καὶ τοῦ ἐνθάδε νοῦ ἢ ὑπὸ τούτων μὲν καὶ τῆς τούτων κινήσεως ἡ φύσις γίνεται, αὐτὴ δὲ τὰ καθέ‐ καστα μετὰ τοῦ νοῦ διοικεῖ. Ἀντιπίπτειν ἐδόκει μοι τούτοις τό τε τὸν νοῦν καὶ ἐν τοῖς φαυλοτάτοις εἶναι θεῖον ὄντα, ὡς τοῖς ἀπὸ τῆς Στοᾶς ἔδοξεν, | |
130 | καὶ τὸ ὅλως εἶναι καὶ ἐν τοῖς ἐνταῦθα νοῦν καὶ προηγουμένην τινὰ | |
πρόνοιαν (καὶ μὴν κατὰ τὴν ἐπὶ τὰ θεῖα ἀναφορὰν τὴν τῶν ἐνταῦθα γίνεσθαι πρόνοιαν), καὶ τὸ μὴ ἐφ’ ἡμῖν εἶναι τὸ νοεῖν μηδ’ εἶναι τοῦτο ἡμέτερον ἔργον, ἀλλ’ εὐθὺ γινομένοις ἡμῖν ἐνυπάρχειν φύσει τήν τε σύστασιν τοῦ δυνάμει καὶ ὀργανικοῦ καὶ τὴν διὰ | 86 | |
135 | τοῦ θύραθεν ἐνέργειαν. Ἢ οὐκ ἀλλάσσει τόπον τὸ τῷ νοεῖσθαι ἔν τινι γινόμενον. Οὐδὲ γὰρ τὰ τῶν αἰσθητῶν εἴδη, ἐπειδὰν αὐτῶν αἰσθώμεθα, ἐν τοῖς αἰσθητηρίοις ὡς τόποις αὐτῶν γίνεται. | |
Χωριστὸς δὲ λέγεται ὁ θύραθεν νοῦς καὶ χωρίζεται ἡμῶν, οὐχ ὡς μετιών που καὶ ἀμείβων τόπον, ἀλλὰ χωριστὸς μὲν ὡς καθ’ αὑτόν | 87 | |
140 | τε ὢν καὶ μὴ σὺν ὕλῃ, χωριζόμενος δὲ ἡμῶν τῷ μὴ νοεῖσθαι, οὐ τῷ μετέρχεσθαι. Οὕτως γὰρ ἐγίνετο καὶ ἐν ἡμῖν. | |
v5(2n) | Procli Diadochi in Plat. Timaeum Comment. vol. I p. 19,29 | |
3n | (Diehl): | |
4 | Ταῦτα μὲν οὖν οἱ φιλόσοφοι διατάττονται περὶ τούτων· παρα‐ | |
5 | λείπω γὰρ τοὺς πολλὰ πράγματα παρέχοντας ἡμῖν, ἵνα δὴ ἀπο‐ φαίνωσιν, ὅτι οὗτος ὁ τέταρτος ἦν Θεαίτητος, διότι γνώριμος | |
ἐγεγόνει τοῖς ἐκ τοῦ Ἐλεατικοῦ διδασκαλείου, καὶ διότι νοσοῦντα τοῦτον παραδέδωκε· τοῦτον οὖν καὶ νῦν ἀπεῖναι διὰ νόσον· οὕτω γὰρ Ἀριστοκλῆς κατασκευάζει Θεαίτητον εἶναι τὸν ἀπόντα. | 88 | |
v6(5n) | Schol. ad Hermog. VII p. 246 Walz: | |
6 | Οἱ περὶ Ἀριστοκλέα τοίνυν τὸν Περιπατητικὸν ὀρθῶς ὡρίσαντο διαίρεσιν εἶναι τομὴν ἤτοι διάκρισιν ὑποθέσεως εἰς τὰ ἐνόντα | |
ζητήματα. | 89 |