TLG 1186 001 :: ARISTOBULUS Judaeus :: Fragmenta

ARISTOBULUS Judaeus Phil.
(Alexandrinus: 2 B.C.)

Fragmenta

Source: Denis, A.–M. (ed.), Fragmenta pseudepigraphorum quae supersunt Graeca [Pseudepigrapha veteris testamenti Graece 3] Leiden: Brill, 1970: 217–228.

Citation: Page — (line)

1

ὁ δὲ Ἀριστόβουλος καὶ τῆς κατ’ Ἀριστοτέλην φιλοσοφίας πρὸς τῇ πατρίῳ μετειληχώς, ὁποῖα περὶ τῶν ἐν ταῖς ἱεραῖς
5βίβλοις φερομένων ὡς περὶ θεοῦ μελῶν διῆλθεν ἐπακοῦσαι καιρός· οὗτος δ’ (αὐτὸς ἐκεῖνος, οὗ καὶ ἡ δευτέρα τῶν Μακκαβαίων ἐν ἀρχῇ τῆς βίβλου μνημονεύει) ἐν
10τῷ πρὸς Πτολεμαῖον τὸν βασιλέα συγγράμματι τοῦτον καὶ αὐτὸς διασαφεῖ τὸν τρόπον· «Πλὴν ἱκανῶς εἰρημένων πρὸς τὰ προκείμενα ζητήματα ἐπεφώνη‐
15σας καὶ σύ, βασιλεῦ, διότι σημαίνε‐ ται διὰ τοῦ νόμου τοῦ παρ’ ἡμῖν καὶ χεῖρες καὶ βραχίων καὶ πρόσω‐ πον καὶ πόδες καὶ περίπατος ἐπὶ τῆς θείας δυνάμεως· ἃ τεύξεται
20λόγου καθήκοντος καὶ οὐκ ἀντι‐ δοξήσει τοῖς προειρημένοις ὑφ’ ἡμῶν οὐδέν. παρακαλέσαι δέ σε βούλομαι πρὸς τὸ φυσικῶς λαμβά‐ νειν τὰς ἐκδοχὰς καὶ τὴν ἁρμόζου‐
25σαν ἔννοιαν περὶ θεοῦ κρατεῖν, καὶ μὴ ἐκπίπτειν εἰς τὸ μυθῶδες καὶ ἀνθρώπινον κατάστημα. πολλαχῶς γὰρ ὃ βούλεται λέγειν ὁ νομοθέτης ἡμῶν Μωσῆς ἐφ’ ἑτέρων πραγ‐
30μάτων λόγους ποιούμενος (λέγω
δὲ τῶν κατὰ τὴν ἐπιφάνειαν), φυσικὰς διαθέσεις ἀπαγγέλλει καὶ μεγάλων πραγμάτων κατασκευάς. οἷς μὲν οὖν πάρεστι τὸ καλῶς217
35νοεῖν, θαυμάζουσι τὴν περὶ αὐτὸν σοφίαν καὶ τὸ θεῖον πνεῦμα, καθ’ ὃ καὶ προφήτης ἀνακεκήρυκται· ὧν εἰσιν οἱ προειρημένοι φιλόσοφοι καὶ πλείονες ἕτεροι καὶ ποιηταὶ
40παρ’ αὐτοῦ μεγάλας ἀφορμὰς εἰλη‐ φότες, καθὸ καὶ θαυμάζονται. τοῖς δὲ μὴ μετέχουσι δυνάμεως καὶ συνέσεως, ἀλλὰ τῷ γραπτῷ μόνον προσκειμένοις οὐ φαίνεται μεγα‐
45λεῖόν τι διασαφῶν. ἄρξομαι δὲ λαμβάνειν καθ’ ἕκαστον σημαινό‐ μενον, καθ’ ὅσον ἂν ὦ δυνατός. εἰ δὲ μὴ τεύξομαι τοῦ πράγματος μηδὲ πείσω, μὴ τῷ νομοθέτῃ προσάψῃς

1

(50)

τὴν ἀλογίαν, ἀλλ’ ἐμοὶ τῷ μὴ δυναμένῳ διαιρεῖσθαι τὰ ἐκείνῳ νενοημένα. χεῖρες μὲν οὖν νοοῦνται προδήλως καὶ ἐφ’ ἡμῶν κοινότε‐ ρον. ὅταν γὰρ δυνάμεις ἐξαποστέλ‐
55λῃς σὺ βασιλεὺς ὤν, βουλόμενός τι κατεργάσασθαι, λέγομεν· μεγάλην χεῖρα ἔχει ὁ βασιλεύς, φερομένων τῶν ἀκουόντων ἐπὶ τὴν δύναμιν ἣν ἔχεις. ἐπισημαίνεται δὲ τοῦτο
60καὶ διὰ τῆς νομοθεσίας ἡμῶν λέγων ὁ Μωσῆς οὕτως· ‘Ἐν χειρὶ κρα‐ ταιᾷ ἐξήγαγεν ὁ θεός σε ἐξ Αἰγύ‐ πτου.‘ καὶ πάλιν εἰρηκέναι αὐτῷ φησι τὸν θεόν· ‘Ἀποστελῶ τὴν
65χεῖρά μου καὶ πατάξω τοὺς Αἰγυ‐ πτίους.‘ καὶ ἐπὶ τοῦ γεγονότος θα‐
νάτου τῶν κτηνῶν καὶ τῶν ἄλλων φησὶ τῷ βασιλεῖ τῶν Αἰγυπτίων λέγων· ‘Ἰδοὺ χεὶρ κυρίου ἐπέσ‐218
70ται ἐν τοῖς κτήνεσί σου καὶ ἐν πᾶσι τοῖς ἐν τοῖς πεδίοις θάνατος μέγας,‘ ὥστε δηλοῦσθαι τὰς χεῖρας ἐπὶ δυνάμεως εἶναι θεοῦ· καὶ γὰρ ἔστι μεταφέροντας νοῆσαι τὴν πᾶσαν
75ἰσχὺν τῶν ἀνθρώπων καὶ τὰς ἐνερ‐ γείας ἐν ταῖς χερσὶν εἶναι. διόπερ καλῶς ὁ νομοθέτης ἐπὶ τὸ μεγα‐ λεῖον μετενήνοχε, λέγων τὰς συν‐ τελείας χεῖρας εἶναι θεοῦ. στάσις
80δὲ θεία καλῶς ἂν λέγοιτο κατὰ τὸ μεγαλεῖον ἡ τοῦ κόσμου κατα‐ σκευή. καὶ γὰρ ἐπὶ πάντων ὁ θεός, καὶ πάνθ’ ὑποτέτακται καὶ στάσιν εἴληφεν· ὥστε τοὺς ἀνθρώπους
85καταλαμβάνειν ἀκίνητα εἶναι ταῦτα. λέγω δὲ τὸ τοιοῦτον, ὡς οὐδέποτε γέγονεν οὐρανὸς γῆ, γῆ δ’ οὐρανός, οὐδ’ ἥλιος σελήνη λάμπουσα, οὐδὲ σελήνη πάλιν
90ἥλιος, οὐδὲ ποταμοὶ θάλασσα, οὐδὲ θάλασσα ποταμοί. καὶ πάλιν ἐπὶ τῶν ζῴων ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ ἄνθρωπος ἔσται θηρίον οὐδὲ θηρίον ἄνθρωπος. καὶ ἐπὶ τῶν λοιπῶν δὲ
95ταὐτὸν ὑπάρχει φυτῶν τε καὶ ἐπὶ τῶν ἄλλων· ἀμετάβλητα μέν ἐστι, τὰς αὐτὰς δ’ ἐν αὑτοῖς τροπὰς λαμ‐ βάνει καὶ φθοράς. ἡ στάσις οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο, πάν‐

1

(100)

των ὑποκειμένων τῷ θεῷ. λέγεται δὲ καὶ κατάβασις ἐπὶ τὸ ὄρος θεία γεγονέναι διὰ τῆς γραφῆς τοῦ νόμου, καθ’ ὃν ἐνομοθέτει καιρόν, ἵνα πάντες θεωρήσωσι τὴν ἐνέρ‐
105γειαν τοῦ θεοῦ. κατάβασις γὰρ αὕτη σαφής ἐστι· καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο, βου‐ λόμενος συντηρεῖν τὸν περὶ θεοῦ λό‐ γον. δηλοῦται γὰρ ὡς ‘τὸ ὄρος ἐκαί‐
110ετο πυρί‘, καθώς φησιν ἡ νομοθε‐ σία, διὰ τὸ τὸν θεὸν καταβεβηκέναι σαλπίγγων τε φωνὰς καὶ τὸ πῦρ φλεγόμενον ἀνυποστάτως εἶναι. τοῦ γὰρ παντὸς πλήθους μυριάδων
115οὐκ ἔλαττον ἑκατόν, χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζομένων κυ‐ κλόθεν τοῦ ὄρους, οὐκ ἔλασσον ἡμερῶν πέντε οὔσης τῆς περιόδου περὶ αὐτό, κατὰ πάντα τόπον τῆς
120ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἦσαν παρεμβεβληκότες, τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο· ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πάντη γὰρ ὁ θεός ἐστιν. ἀλλὰ τὴν τοῦ
125πυρὸς δύναμιν, παρὰ πάντα θαυ‐ μάσιον ὑπάρχουσαν διὰ τὸ πάντ’ ἀναλίσκειν, ἔδειξε φλεγομένην ἀνυποστάτως, μηδὲν δ’ ἐξαναλί‐ σκουσαν, εἰ μὴ τὸ παρὰ τοῦ θεοῦ
130δυναμικὸν αὐτῇ προσείη. τῶν γὰρ φυομένων κατὰ τὸ ὄρος, τόπων φλεγομένων σφοδρῶς, οὐδὲν ἐξα‐ νάλωσεν, ἀλλ’ ἔμεινε τῶν ἁπάντων ἡ χλόη πυρὸς ἄθικτος, σαλπίγγων
135τε φωναὶ σφοδρότερον συνηκούον‐ το σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ προκειμένων ὀργά‐ νων τοιούτων μηδὲ τοῦ φωνή‐ σοντος, ἀλλὰ θείᾳ κατασκευῇ γινο‐
140μένων ἁπάντων· ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν τὴν θείαν γεγονέναι, διὰ τὸ τοὺς συνορῶντας ἐκφαντικῶς ἕκαστα καταλαμβά‐ νειν, μήτε τὸ πῦρ κεκαυκός, ὡς
145προείρηται, μηδὲν μήτε τὰς τῶν σαλπίγγων φωνὰς δι’ ἀνθρωπίνης ἐνεργείας ἢ κατασκευῆς ὀργάνων γίνεσθαι, τὸν δὲ θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων

1

(150)

μεγαλειότητα.» Ταῦτα καὶ ὁ Ἀριστόβουλος.

1a

Πῶς δὲ ἔτι ἀπιστήσουσιν Ἕλλη‐ νες τῇ θείᾳ ἐπιφανείᾳ περὶ τὸ ὄρος
τὸ Σινᾶ, ὁπηνίκα πῦρ μὲν ἐφλέγετο, μηδὲν καταναλίσκον τῶν φυομένων219
5κατὰ τὸ ὄρος, σαλπίγγων τε ἦχος ἐφέρετο ἄνευ ὀργάνων ἐμπνεόμενος; ἐκείνη γὰρ ἡ λεγομένη κατάβασις ἐπὶ τὸ ὄρος θεοῦ ἐπίφασίς ἐστι θείας δυνάμεως ἐπὶ πάντα τὸν κόσμον διη‐
10κούσης καὶ κηρυττούσης τὸ φῶς τὸ ἀπρόσιτον. τοιαύτη γὰρ ἡ κατὰ τὴν γραφὴν ἀλληγορία. πλὴν «ἑωράθη τὸ πῦρ», ὥς φησιν Ἀριστόβουλος, «παντὸς τοῦ πλήθους μυριάδων οὐκ
15ἔλασσον ἑκατόν, χωρὶς τῶν ἀφηλί‐ κων, ἐκκλησιαζόντων κύκλῳ τοῦ ὄρους, οὐχ ἧττον ἡμέρων πέντε τῆς περιόδου τυγχανούσης περὶ τὸ ὄρος. κατὰ πάντα τοίνυν τόπον τῆς ὁρά‐
20σεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἂν παρεμβεβληκόσι, τὸ πῦρ φλεγόμενον ἐθεωρεῖτο, ὥστε τὴν κατάβασιν μὴ τοπικὴν γεγονέναι· πάντῃ γὰρ ὁ θεός
ἐστιν.»220

2

παραθήσω δὲ πρώτου Ἀριστο‐ βούλου, τοῦ ἐξ Ἑβραίων φιλο‐ σόφου, τὰς οὕτως ἐχούσας φωνάς· «Φανερὸν ὅτι κατηκολούθησεν
5ὁ Πλάτων τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ
καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ. διηρμήνευται γὰρ πρὸ Δημητρίου τοῦ Φαληρέως δι’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου221
10καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξαγωγὴν τὴν ἐξ Αἰγύ‐ πτου τῶν Ἑβραίων, ἡμετέρων δὲ πολιτῶν, καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ
15κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις, ὡς εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πο‐ λυμαθής, καθὼς καὶ Πυθαγόρας
20πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν κα‐ τεχώρισεν. ἡ δ’ ὅλη ἑρμηνεία τῶν διὰ τοῦ νόμου πάντων ἐπὶ τοῦ προσαγο‐
25ρευθέντος Φιλαδέλφου βασιλέως, σοῦ δὲ προγόνου, προσενεγκαμένου μείζονα φιλοτιμίαν, Δημητρίου τοῦ Φαληρέως πραγματευσαμένου τὰ περὶ τούτων.»
30 Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέ‐ ρει λέγων· «Δεῖ γὰρ λαμβάνειν τὴν θείαν φωνὴν οὐ ῥητὸν λόγον, ἀλλ’ ἔργων κατασκευάς, καθὼς καὶ διὰ
35τῆς νομοθεσίας ἡμῖν ὅλην τὴν γένεσιν τοῦ κόσμου θεοῦ λόγους εἴρηκεν ὁ Μωσῆς. συνεχῶς γάρ φησιν ἐφ’ ἑκάστου· ‘καὶ εἶπεν ὁ θεὸς, καὶ ἐγένετο.‘ δοκοῦσι δέ μοι
40περιειργασμένοι πάντα κατηκολου‐ θηκέναι τούτῳ Πυθαγόρας τε καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατα‐ σκευὴν τῶν ὅλων συνθεωροῦντες
45ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως. ἔτι δὲ καὶ Ὀρφεὺς ἐν ποιήμασι τῶν κατὰ τὸν Ἱερὸν Λόγον αὐτῷ λεγομέ‐ νων οὕτως ἐκτίθεται περὶ τοῦ δια‐

2

(50)

κρατεῖσθαι θείᾳ δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν καὶ ἐπὶ πάν‐ των εἶναι τὸν θεόν. λέγει δ’ οὕτως· καὶ Ἄρατος δὲ περὶ τῶν αὐτῶν φησιν οὕτως·
Ἐκ θεοῦ ἀρχώμεσθα, τὸν οὐδέποτ’ ἄνδρες ἐῶσιν
55ἄρρητον· μεσταὶ δὲ θεοῦ πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντη δὲ θεοῦ κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ’ ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει, λαοὺς δ’ ἐπὶ ἔργον ἐγείρει
60
μιμνήσκων βιότοιο· λέγει δ’ ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δ’ ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. σαφῶς οἴομαι δεδεῖχθαι διότι διὰ πάντων ἐστὶν ἡ δύναμις τοῦ θεοῦ. καθὼς δὲ δεῖ, σεσημάγκαμεν περιαιροῦντες τὸν διὰ τῶν ποιημάτων Δία καὶ Ζῆνα· τὸ
65γὰρ τῆς διανοίας αὐτῶν ἐπὶ θεὸν ἀναπέμπεται, διόπερ οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς ἐπεζητημένοις προενηνέγμεθα ταῦτα. πᾶσι γὰρ τοῖς φιλοσόφοις ὁμολογεῖται διότι δεῖ περὶ θεοῦ διαλήψεις ὁσίας ἔχειν, ὃ μάλιστα παρακελεύεται καλῶς ἡ καθ’ ἡμᾶς αἵρεσις. ἡ δὲ τοῦ νόμου κατασκευὴ πᾶσα τοῦ καθ’ ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ
70τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ ἀλήθειαν.» Τούτοις ἑξῆς μεθ’ ἕτερα ἐπι‐ λέγει· «Ἐχομένως δ’ ἐστὶν ὡς ὁ θεός, 〈ὃσ〉 τὸν ὅλον κόσμον κατεσκεύα‐222
75κε, καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν, διὰ τὸ κακόπαθον εἶναι πᾶσι τὴν βιοτήν, ἑβδόμην ἡμέραν, ἣ δὴ καὶ πρώτη φυσικῶς ἂν λέγοιτο φωτὸς γένεσις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖ‐
80ται. μεταφέροιτο δ’ ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστιν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέσεως ὄντες 〈τῆσ〉 ἐκ τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν
85ἔχειν τάξιν· ἀκολουθοῦντες γὰρ αὐτῇ συνεχῶς ἀτάραχοι καταστή‐ σονται δι’ ὅλου τοῦ βίου. σαφέστε‐ ρον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶπε Σολομῶν αὐτὴν
90πρὸ οὐρανοῦ καὶ γῆς ὑπάρχειν· τὸ δὴ σύμφωνόν ἐστι τῷ προειρη‐ μένῳ. τὸ δὲ διασαφούμενον διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν θεὸν ἐν αὐτῇ, τοῦτο οὐχ, ὥς τινες
95ὑπολαμβάνουσι, μηκέτι ποιεῖν τι τὸν θεὸν καθέστηκεν, ἀλλ’ ἐπὶ τῷ καταπεπαυκέναι τὴν τάξιν αὐτῶν οὕτως εἰς πάντα τὸν χρόνον τετα‐ χέναι. σημαίνει γὰρ ὡς ἐν ἓξ ἡμέ‐

2

(100)

ραις ἐποίησε τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα τοὺς χρόνους δηλώσῃ καὶ τὴν τάξιν προείπῃ τί τίνος προτερεῖ. τάξας γάρ, οὕτως αὐτὰ συνέχει καὶ
105μεταποιεῖ. διασεσάφηκε δ’ ἡμῖν αὐτὴν ἔννομον ἕνεκεν σημείου τοῦ περὶ ἡμᾶς ἑβδόμου λόγου κα‐ θεστῶτος, ἐν ᾧ γνῶσιν ἔχομεν ἀν‐ θρωπίνων καὶ θείων πραγμάτων.
110 δι’ ἑβδομάδων δὲ καὶ πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονου‐ μένων καὶ τῶν φυομένων ἁπάν‐ των· τῷ δὲ σάββατον αὐτὴν προσαγο‐
115ρεύεσθαι διερμηνεύεται ἀνάπαυσις οὖσα. διασαφεῖ δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες ἐκ τῶν ἡμετέρων βιβλίων ἱερὰν εἶναι. Ἡσίοδος μὲν οὕτως·
120πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ (Hes., Op. di., 770). καὶ πάλιν λέγει·
ἑβδομάτη δ’ αὖτις λαμπρὸν φάος ἠελίοιο. (Cl.: αὖθις) Ὅμηρος δὲ οὕτω λέγει·
ἑβδομάτη δἤπειτα κατήλυθεν. ἱερὸν ἦμαρ.
125καὶ πάλιν·
ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα (Odyss., 5, 262). καί·
ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς
130κατὰ ψυχὴν λήθης καὶ κακίας ἐν τῷ κατὰ ἀλήθειαν ἑβδόμῳ λόγῳ καταλιμπάνεται τὰ προειρημένα καὶ γνῶσιν ἀληθείας λαμβάνομεν, καθὼς προείρηται. Λίνος δέ φησιν
135οὕτως· ἑβδομάτῃ δ’ ἠοῖ τετελεσμένα
πάντα τέτυκται· καὶ πάλιν·
ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη.
140καί·
ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη (Cl. πρώτοισιν). καί· ἑπτὰ δὲ πάντα τέτυκται ἐν οὐρανῷ
ἀστερόεντι,
145ἐν κύκλοισι φανέντ’ ἐπιτελλο‐
μένοις ἐνιαυτοῖς.» Τὰ μὲν οὖν Ἀριστοβούλου τοιαῦ‐ τα. ὁποῖα δὲ καὶ Κλήμεντι περὶ τῆς αὐτῆς εἴρηται ὑποθέσεως, γνοίης

2

(150)

ἂν διὰ τούτων

2a

ἑρμηνευθῆναι δὲ τὰς γραφὰς τάς τε τοῦ νόμου καὶ τὰς προφητικὰς ἐκ τῆς τῶν Ἑβραίων διαλέκτου εἰς τὴν Ἑλλάδα γλῶττάν φασιν ἐπὶ βασι‐
5λέως Πτολεμαίου τοῦ Λάγου ἢ ὥς τινες ἐπὶ τοῦ Φιλαδέλφου ἐπικληθέν‐ τος, τὴν μεγίστην φιλοτιμίαν εἰς τοῦτο προσενεγκαμένου, Δημητρίου τοῦ Φα‐ ληρέως [καὶ] τὰ περὶ τὴν ἑρμηνείαν
10ἀκριβῶς πραγματευσαμένου.223

2b

καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων, λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ
5θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι γὰρ τοῦ Μωυ‐ σέως λέγοντος «εἶπεν, καὶ ἐγένετο», τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγρά‐ φοντος.

2c

τρίτος δέ ἐστι λόγος ὁ μηνύων γεγονέναι πρὸς τοῦ θεοῦ τὸν κόσμον καὶ δεδωκέναι ἀνάπαυσιν ἡμῖν ἑβδό‐ μην ἡμέραν διὰ τὴν κατὰ τὸν βίον
5κακοπάθειαν· θεὸς γὰρ ἄκμητός τε καὶ ἀπαθὴς καὶ ἀπροσδεής, ἀνα‐ παύλης δὲ ἡμεῖς οἱ σαρκοφοροῦντες δεόμεθα. ἡ ἑβδόμη τοίνυν ἡμέρα ἀνάπαυσις κηρύσσεται, ἀποχῇ κακῶν
10ἑτοιμάζουσα τὴν ἀρχέγονον ἡμέραν τὴν τῷ ὄντι ἀνάπαυσιν ἡμῶν, ἣ δὴ καὶ πρώτη τῷ ὄντι φωτὸς γένε‐ σις, ἐν ᾧ τὰ πάντα συνθεωρεῖται καὶ πάντα κληρονομεῖται. ἐκ ταύτης τῆς
15ἡμέρας πρώτη σοφία καὶ ἡ γνῶσις ἡμῖν ἐλλάμπεται· τὸ γὰρ φῶς τῆς ἀληθείας φῶς ἀληθές, ἄσκιον, ἀμερῶς μεριζόμενον πνεῦμα κυρίου εἰς τοὺς διὰ πίστεως ἡγιασμένους, λαμπτῆρος
20ἐπέχον τάξιν εἰς τὴν τῶν ὄντων ἐπίγνωσιν. ἀκολουθοῦντες οὖν αὐτῷ δι’ ὅλου τοῦ βίου ἀπαθεῖς καθιστάμεθα, τὸ δέ ἐστιν ἀναπαύσασθαι. διὸ καὶ Σολομὼν πρὸ οὐρανοῦ καὶ γῆς καὶ
25πάντων τῶν ὄντων τῷ παντοκράτορι γεγονέναι τὴν σοφίαν λέγει, ἧς ἡ μέθεξις (ἡ κατὰ δύναμιν, οὐ κατ’ οὐσίαν λέγω) θείων καὶ ἀνθρωπίνων καταληπτικῶς ἐπιστήμονα εἶναι δι‐
30δάσκει.224

2d

Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνες ἴσασι, καθ’ ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζωογονου‐
5μένων καὶ φυομένων ἁπάντων.

2e

Ἡσίοδος μὲν 〈οὗν〉 οὕτως περὶ αὐτῆς λέγει; πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ (Hes., Op. di., 770)
καὶ πάλιν;225
5ἑβδομάτη δ’ αὖτις λαμπρὸν φάος ἠελίοιο (Cl. : αὖθις) Ὅμηρος δέ; ἑβδομάτη δἤπειτα κατήλυθεν. ἱερὸν ἦμαρ. καί· ἑβδόμη ἦν ἱερή.
10καὶ πάλιν; ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα (Odyss., 5, 262). καὶ αὖθις; ἑβδομάτῃ δ’ ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς
15γράφει· ἑβδομάτῃ δ’ ἠοῖ οἱ τετύκοντο ἅπαντα. καὶ πάλιν; ἑβδομάτῃ εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη.
20καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φάνεντα ἐπιτελλομένοις ἐνιαυτοῖς.
25ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα
τὴν ἑβδομάδα ἐκθειάζουσιν.226

3

Μαθεῖν δ’ ἔστιν ἐκ τῶν ὑπὸ Φίλωνος Ἰωσήπου Μουσαίου λε‐ γομένων, καὶ οὐ μόνων τούτων, ἀλλὰ καὶ τῶν ἔτι παλαιοτέρων
5ἀμφοτέρων Ἀγαθοβούλων, τῶν ἐπίκλην διδασκάλων Ἀριστοβού‐ λου τοῦ πάνυ, ὃς ἐν τοῖς οʹ κατει‐ λεγμένος τοῖς τὰς ἱερὰς καὶ θείας Ἑβραίων ἑρμηνεύσασι γραφὰς
10Πτολεμαίῳ τῷ Φιλαδέλφῳ καὶ τῷ τούτου πατρί, καὶ βίβλους ἐξηγη‐ τικὰς τοῦ Μωυσέως νόμου τοῖς αὐτοῖς προσεφώνησεν βασιλεῦσιν. οὗτοι τὰ ζητούμενα κατὰ τὴν
15Ἔξοδον ἐπιλύοντες, φασὶ δεῖν τὰ διαβατήρια θύειν ἐπ’ ἴσης ἅπαντας μετὰ ἰσημερίαν ἐαρινήν, μεσοῦντος τοῦ πρώτου μηνός· τοῦτο δὲ εὑρίσκεσθαι, τὸ πρῶτον
20τμῆμα τοῦ ἡλιακοῦ, ἢ ὥς τινες αὐτῶν ὠνόμασαν, ζῳοφόρου κύ‐ κλου διεξιόντος ἡλίου. ὁ δὲ Ἀριστό‐ βουλος προστίθησιν ὡς εἴη ἐξ ἀνάγκης τῇ τῶν διαβατηρίων ἑορτῇ
25μὴ μόνον τὸν ἥλιον ἰσημερινὸν δια‐ πορεύεσθαι τμῆμα, καὶ τὴν σελήνην δέ. τῶν γὰρ ἰσημερινῶν τμημάτων ὄντων δύο, τοῦ μὲν ἐαρινοῦ, τοῦ δὲ μετοπωρινοῦ, καὶ διαμετρούντων
30ἄλληλα δοθείσης τε τῆς τῶν δια‐
βατηρίων ἡμέρας τῇ τεσσαρεσκαι‐ δεκάτῃ τοῦ μηνὸς μεθ’ ἑσπέραν, ἐνστήξεται μὲν ἡ σελήνη τὴν ἐναν‐ τίαν καὶ διάμετρον τῷ ἡλίῳ στάσιν,227
35ὥσπερ οὖν ἔξεστιν ἐν ταῖς πανσε‐ λήνοις ὁρᾶν, ἔσονται δὲ ὃ μὲν κατὰ τὸ ἐαρινὸν ἰσημερινόν, ὁ ἥλιος, τμῆμα, ἣ δὲ ἐξ ἀνάγκης κατὰ τὸ φθινοπωρινὸν ἰσημερινόν, ἡ σελή‐
40νη.228