TLG 1184 003 :: ARISTIDES :: Fragmenta

ARISTIDES Apol.
(Atheniensis: A.D. 2)

Fragmenta

Source: Vona, C. (ed.), L’apologia di Aristide. Rome: Facultas Theologica Pontificii Athenaei Lateranensis, 1950: 117–126.

Citation: Chapter — section — (line)

1

.

1

Ἐγώ, βασιλεῦ, προνοίᾳ θεοῦ ἦλθον εἰς 〈τόνδε〉 τὸν κόσμον· καὶ θεωρήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασα τὴν διακόσμησιν τούτων.

1

.

2

ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, ὅτι κατὰ ἀνάγκην κινεῖται, συνῆκα τὸν κινοῦντα καὶ διακρατοῦντα εἶναι θεόν. πᾶν γὰρ τὸ κινοῦν ἰσχυρότερον τοῦ κινουμένου καὶ τὸ διακρατοῦν ἰσχυρότερον τοῦ διακρατουμένου ἐστίν.

1

.

3

αὐτὸν οὖν λέγω εἶναι θεὸν τὸν συστησάμενον τὰ πάντα καὶ δια‐ κρατοῦντα, ἄναρχον καὶ ἀΐδιον, ἀθάνατον καὶ ἀπροσδεῆ, ἀνώτερον πάν‐ των τῶν παθῶν καὶ ἐλαττωμάτων, ὀργῆς τε καὶ λήθης καὶ ἀγνοίας καὶ τῶν λοιπῶν.

1

.

4

δι’ αὐτοῦ δὲ τὰ πάντα συνέστηκεν. οὐ χρῄζει θυσίας καὶ σπονδῆς οὐδέ τινος πάντων τῶν φαινομένων, πάντες δὲ αὐτοῦ χρῄζουσιν.

2

.

1

Τούτων οὕτως εἰρημένων περὶ θεοῦ, καθὼς ἐμὲ ἐχώρησε περὶ αὐτοῦ λέγειν, ἔλθωμεν καὶ ἐπὶ τὸ ἀνθρώπινον γένος, ὅπως ἴδωμεν, τίνες
αὐτῶν μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης.117

2

.

2

φανερὸν γάρ ἐστιν ἡμῖν, ὦ βασιλεῦ, ὅτι τρία γένη εἰσὶν ἀνθρώ‐ πων ἐν τῷδε τῷ κόσμῳ. ὧν εἰσὶν οἱ τῶν παρ’ ὑμῖν λεγομένων θεῶν προσκυ‐ νηταὶ καὶ Ἰουδαῖοι καὶ Χριστιανοί· αὐτοὶ δὲ πάλιν οἱ τοὺς πολλοὺς σεβό‐ μενοι θεοὺς εἰς τρία διαιροῦνται γένη, Χαλδαίους τε καὶ Ἕλληνας καὶ
5Αἰγυπτίους· οὗτοι γὰρ γεγόνασιν ἀρχηγοὶ καὶ διδάσκαλοι τοῖς λοιποῖς ἔθνεσι τῆς τῶν πολυωνύμων θεῶν λατρείας καὶ προσκυνήσεως.

3

.

1

Ἴδωμεν οὖν, τίνες τούτων μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης.

3

.

2

οἱ μὲν γὰρ Χαλδαῖοι, οἱ μὴ εἰδότες θεόν, ἐπλανήθησαν ὀπίσω τῶν στοιχείων καὶ ἤρξαντο σέβεσθαι τὴν κτίσιν παρὰ τὸν κτίσαντα αὐτούς· ὧν καὶ μορφώματά τινα ποιήσαντες ὠνόμασαν ἐκτύπωμα τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ τῆς θαλάσσης, ἡλίου τι καὶ σελήνης, καὶ τῶν λοιπῶν στοιχείων
5ἢ φωστήρων, καὶ συγκλείσαντες ναοῖς προσκυνοῦσι θεοὺς καλοῦντες, οὓς καὶ τηροῦσιν ἀσφαλῶς, ἵνα μὴ κλαπῶσιν ὑπὸ λῃστῶν, καὶ οὐ συνῆκαν ὅτι πᾶν τὸ τηροῦν μεῖζον τοῦ τηρουμένου ἐστὶ καὶ ὁ ποιῶν μείζων ἐστὶ τοῦ ποιου‐ μένου. εἰ γὰρ ἀδυνατοῦσιν οἱ θεοὶ αὐτῶν περὶ τῆς ἰδίας σωτηρίας, πῶς ἄλλοις σωτηρίαν χαρίσονται; πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλ‐
10δαῖοι, σεβόμενοι ἀγάλματα νεκρὰ καὶ ἀνωφελῆ.

3

.

3

καὶ θαυμάζειν μοι ἐπέρχεται, ὦ βασιλεῦ, πῶς οἱ λεγόμενοι φιλό‐ σοφοι αὐτῶν οὐδ’ ὅλως συνῆκαν ὅτι καὶ αὐτὰ τὰ στοιχεῖα φθαρτά ἐστιν. εἰ δὲ τὰ στοιχεῖα φθαρτά ἐστι καὶ ὑποτασσόμενα κατὰ ἀνάγκην, πὼς εἰσὶ θεοί; εἰ δὲ τὰ στοιχεῖα οὐκ εἰσὶ θεοί, πῶς τὰ ἀγάλματα, ἃ γέγονεν
5εἰς τιμὴν αὐτῶν, θεοὶ ὑπάρχουσιν;

4

.

1

Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, ἐπ’ αὐτὰ τὰ στοιχεῖα, ὅπως ἀπο‐ δείξωμεν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί, ἀλλὰ φθαρτὰ καὶ ἀλλοιούμενα, ἐκ τοῦ μὴ ὄντος παραχθέντα προστάγματι τοῦ ὄντως θεοῦ, ὅς ἐστιν ἄφθαρτός τε καὶ ἀναλλοίωτος καὶ ἀόρατος· αὐτὸς δὲ πάντα ὁρᾷ καὶ καθὼς βούλεται
5ἀλλοιοῖ καὶ μεταβάλλει. τί οὖν λέγω περὶ τῶν στοιχείων;

4

.

2

οἱ δὲ νομίζοντες τὸν οὐρανὸν εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν τρεπόμενον καὶ κατὰ ἀνάγκην κινούμενον καὶ ἐκ πολλῶν συνεστῶ‐ τα· διὸ καὶ κόσμος καλεῖται. κόσμος δὲ κατασκευή ἐστί τινος τεχνίτου· τὸ κατασκευασθὲν δὲ ἀρχὴν καὶ τέλος ἔχει. κινεῖται δὲ ὁ οὐρανὸς κατὰ ἀνάγκην
5σὺν τοῖς αὐτοῦ φωστῆρσι· τὰ γὰρ ἄστρα τάξει καὶ διαστήματι φερόμενα ἀπὸ σημείου εἰς σημεῖον, οἱ μὲν δύνουσιν, οἱ δὲ ἀνατέλλουσι, καὶ κατὰ καιροὺς πορείαν ποιοῦνται τοῦ ἀποτελεῖν θέρη καὶ χειμῶνας, καθὰ ἐπιτέ‐
τακται αὐτοῖς παρὰ τοῦ θεοῦ, καὶ οὐ παραβαίνουσι τοὺς ἰδίους ὅρους κατὰ ἀπαραίτητον φύσεως ἀνάγκην σὺν τῷ οὐρανίῳ κόσμῳ. ὅθεν φανερόν ἐστι118
10μὴ εἶναι τὸν οὐρανὸν θεὸν ἀλλ’ ἔργον θεοῦ.

4

.

3

οἱ δὲ νομίζοντες τὴν γῆν εἶναι θεὰν ἐπλανήθησαν. ὁρῶμεν γὰρ αὐτὴν ὑπὸ τῶν ἀνθρώπων ὑβριζομένην καὶ κατακυριευομένην καὶ σκαπτο‐ μένην καὶ φυρομένην καὶ ἄχρηστον γινομένην. ἐὰν γὰρ ὀπτηθῇ, γίνεται νεκρά· ἐκ γὰρ τοῦ ὀστράκου φύεται οὐδέν. ἔτι δὲ καὶ ἐὰν ἐπὶ πλέον
5βραχῇ, φθείρεται καὶ αὐτὴ καὶ οἱ καρποὶ αὐτῆς. καταπατεῖται δὲ ὑπό τε ἀνθρώπων καὶ τῶν λοιπῶν ζῴων, αἵμασι φονευομένων μιαίνεται, διορύσσεται, γεμίζεται νεκρῶν θήκη γίνεται σωμάτων.

4

.

4

τούτων οὕτως ὄντων, οὐκ ἐνδέχεται τὴν γῆν εἶναι θεάν, ἀλλ’ ἔρ‐ γον θεοῦ εἰς χρῆσιν ἀνθρώπων.

5

.

1

Οἱ δὲ νομίζοντες τὸ ὕδωρ εἶναι θεὸν ἐπλανήθησαν. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν τῶν ἀνθρώπων γέγονε καὶ κατακυριεύεται ὑπ’ αὐτῶν, μιαίνεται καὶ φθείρεται καὶ ἀλλοιοῦται ἑψούμενον καὶ ἀλλασσόμενον χρώ‐ μασι καὶ ἀπὸ τοῦ κρύους πηγνύμενον καὶ αἵμασι μολυνόμενον.

5

.

2

καὶ εἰς πάντων τῶν ἀκαθάρτων πλύσιν ἀγόμενον. διὸ ἀδύνατον τὸ ὕδωρ εἶναι θεὸν ἀλλ’ ἔργον θεοῦ.

5

.

3

οἱ δὲ νομίζοντες τὸ πῦρ εἶναι θεὸν πλανῶνται. καὶ αὐτὸ γὰρ εἰς χρῆσιν ἐγένετο ἀνθρώπων καὶ κατακυριεύεται ὑπ’ αὐτῶν περιφερόμενον ἐκ τόπου εἰς τόπον εἰς ἕψησιν καὶ ὄπτησιν παντοδαπῶν κρεῶν, ἔτι δὲ καὶ νε‐ κρῶν σωμάτων. φθείρεται δὲ καὶ κατὰ πολλοὺς τρόπους ὑπὸ τῶν ἀνθρώ‐
5πων σβεννύμενον. διὸ οὐκ ἐνδέχεται τὸ πῦρ εἶναι θεὸν ἀλλ’ ἔργον θεοῦ.

5

.

4

οἱ δὲ νομίζοντες τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν πλανῶνται. φανερὸν γάρ ἐστι ὅτι δουλεύει ἑτέρῳ καὶ χάριν τῶν ἀνθρώπων κατεσκεύα‐ σται ὑπὸ τοῦ θεοῦ πρὸς μεταγωγὴν πλοίων καὶ συγκομιδὰς τῶν σιτίων καὶ εἰς λοιπὰς αὐτῶν χρείας. αὔξει τε καὶ λήγει κατ’ ἐπιταγὴν θεοῦ.

5

.

5

διὸ οὐ νενόμισται τὴν τῶν ἀνέμων πνοὴν εἶναι θεὰν ἀλλ’ ἔργον θεοῦ.

6

.

1

Οἱ δὲ νομίζοντες τὸν ἥλιον εἶναι θεὸν πλανῶνται. ὁρῶμεν γὰρ αὐτὸν κινούμενον κατὰ ἀνάγκην καὶ τρεπόμενον καὶ μεταβαίνοντα ἀπὸ σημείου εἰς σημεῖον, δύνοντα καὶ ἀνατέλλοντα τοῦ θερμαίνειν τὰ φυτὰ καὶ βλαστὰ εἰς χρῆσιν τῶν ἀνθρώπων, ἔτι δὲ καὶ μερισμοὺς ἔχοντα μετὰ
5τῶν λοιπῶν ἀστέρων.

6

.

2

καὶ ἐλάττονα ὄντα τοῦ οὐρανοῦ πολύ, καὶ ἐκλείποντα τοῦ φωτός, καὶ μηδεμίαν αὐτοκράτειαν ἔχοντα. διὸ οὐ νενόμισται τὸν ἥλιον εἶναι
θεὸν ἀλλ’ ἔργον θεοῦ.119

6

.

3

οἱ δὲ νομίζοντες τὴν σελήνην εἶναι θεὰν πλανῶνται. ὁρῶμεν γὰρ αὐ‐ τὴν κινουμένην κατὰ ἀνάγκην καὶ τρεπομένην καὶ μεταβαίνουσαν ἀπὸ ση‐ μείου εἰς σημεῖον, δύνουσάν τε καὶ ἀνατέλλουσαν εἰς χρῆσιν τῶν ἀνθρώ‐ πων καὶ ἐλάττονα οὖσαν τοῦ ἡλίου, αὐξομένην τε καὶ μειουμένην καὶ ἐκλεί‐
5ψεις ἔχουσαν. διὸ οὐ νενόμισται τὴν σελήνην εἶναι θεὰν ἀλλ’ ἔργον θεοῦ.

7

.

1

Οἱ δὲ νομίζοντες τὸν ἄνθρωπον εἶναι θεὸν πλανῶνται. ὁρῶ‐ μεν γὰρ αὐτὸν κινούμενον [κυούμενον] κατὰ ἀνάγκην, καὶ τρεφόμενον καὶ γηράσκοντα, καὶ μὴ θέλοντος αὐτοῦ.

7

.

2

καὶ ποτὲ μὲν χαίρει, ποτὲ δὲ λυπεῖται, δεόμενος βρωμάτων καὶ ποτοῦ καὶ ἐσθῆτος.

7

.

3

εἶναι δὲ αὐτὸν ὀργίλον καὶ ζηλωτήν, καὶ ἐπιθυμητήν, καὶ μετα‐ μελόμενον καὶ πολλὰ ἐλαττώματα ἔχοντα. φθείρεται δὲ κατὰ πολλοὺς τρόπους ὑπὸ στοιχείων καὶ ζῴων. καὶ τοῦ ἐπικειμένου αὐτῷ θανάτου. οὐκ ἐνδέχεται οὖν εἶναι τὸν ἄνθρωπον θεὸν ἀλλ’ ἔργον θεοῦ.

7

.

4

πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἱ Χαλδαῖοι ὀπίσων τῶν ἐπι‐ θυμημάτων αὐτῶν. σέβονται γὰρ φθαρτὰ στοιχεῖα καὶ τὰ νεκρὰ ἀγάλμα‐ τα καὶ οὐκ αἰσθάνονται ταῦτα θεοποιούμενοι.

8

.

1

Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας ἵνα ἴδωμεν εἴ τι φρονοῦ‐ σι περὶ θεοῦ.

8

.

2

οἱ οὖν Ἕλληνες σοφοὶ λέγοντες εἶναι ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντες πολλοὺς θεοὺς γεγενῆσθαι τοὺς μὲν ἄρρενας τοὺς δὲ θηλείας παντοίων 〈δούλουσ〉 παθῶν καὶ παντοδαπῶν δημιουρ‐ γοὺς ἀνομημάτων.—οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς,
5ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικοὺς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας χωλοὺς καὶ κυλλοὺς καὶ φαρμακοὺς καὶ μαινομένους καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους καὶ κοπτο‐ μένους καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις καὶ φυγάδας γενομέ‐ νους καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν—

8

.

3

ὅθεν γελοῖα καὶ μωρὰ καὶ ἀσεβῆ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, ῥήματα, τοὺς 〈τοιούτουσ〉 μὴ ὄντας προσαγορεύοντες θεοὺς κατὰ τὰς ἐπιθυμίας αὐτῶν τὰς πονηράς, ἵνα τούτους συνηγόρους ἔχοντες
τῆς κακίας μοιχεύωσιν, ἁρπάζωσι, φονεύωσι καὶ τὰ δεινὰ πάντα ποιῶσιν.120

8

.

4

εἰ γὰρ οἱ θεοὶ αὐτῶν τοιαῦτα ἐποίησαν, πῶς καὶ αὐτοὶ 〈οἱ προ‐ σέχοντες αὐτοῖς ἄνθρωποι〉 οὐ τοιαῦτα πράξουσιν;

8

.

5

ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τῆς πλάνης συνέβη τοῖς ἀνθρώ‐ ποις πολέμους ἔχειν συχνοὺς καὶ σφαγὰς καὶ αἰχμαλωσίας πικράς.

9

.

1

Ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐπε‐ ξελθεῖν τῷ λόγῳ, πολλὴν ὄψει ἀτοπίαν.

9

.

2

οὕτως παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς ὁ λεγόμενος Κρόνος καὶ τούτῳ θύουσι τὰ ἴδια τέκνα.

9

.

3

ὃς ἔσχε παῖδας πολλοὺς ἐκ τῆς Ῥέας καὶ μανεὶς ἤσθιε τὰ ἴδια τέκνα.

9

.

4

φασὶ δὲ τὸν Δία κόψαι αὐτοῦ τὰ ἀναγκαῖα καὶ βαλεῖν εἰς τὴν θάλασσαν, ὅθεν Ἀφροδίτη μυθεύεται γεννηθῆναι. δήσας οὖν τὸν ἴδιον πατέρα ὁ Ζεὺς ἔβαλεν εἰς τὸν Τάρταρον.

9

.

5

ὁρᾷς τὴν πλάνην καὶ ἀσέλγειαν, ἣν παρεισάγουσι κατὰ τοῦ θεοῦ αὐτῶν· ἐνδέχεται οὖν θεὸν εἶναι δέσμιον καὶ ἀπόκοπον; ὢ τῆς ἀνοίας· τίς τῶν νοῦν ἐχόντων ταῦτα φήσειεν;

9

.

6

δεύτερος παρεισάγεται ὁ Ζεύς, ὅν φασι βασιλεῦσαι τῶν θεῶν αὐ‐ τῶν καὶ μεταμορφοῦσθαι εἰς ζῷα, ὅπως μοιχεύσῃ θνητὰς γυναῖκας.

9

.

7

παρεισάγουσι γὰρ τοῦτον μεταμορφούμενον εἰς ταῦρον πρὸς Εὐρώ‐ πην, καὶ εἰς χρυσὸν πρὸς Δανάην, καὶ εἰς κύκνον πρὸς Λήδαν, καὶ εἰς σάτυρον πρὸς Ἀντιόπην, καὶ εἰς κεραυνὸν πρὸς Σεμέλην· εἶτα γενέσθαι ἐκ τούτων τέκνα πολλά, Διόνυσον, καὶ Ζῆθον καὶ Ἀμφίονα, καὶ Ἡρα‐
5κλῆν, καὶ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ Περσέα, Κάστορά τε καὶ Ἑλένην καὶ Πολυδεύκην, καὶ Μίνωα, καὶ Ῥαδάμανθυν, καὶ Σαρπηδόνα, καὶ τὰς ἐννέα θυγατέρας ἃς προσηγόρευσαν Μούσας. εἶθ’ οὕτως παρεισάγουσι τὰ κατὰ τὸν Γανυμήδην.

9

.

8

συνέβη οὖν, βασιλεῦ, τοῖς ἀνθρώποις μιμεῖσθαι ταῦτα πάντα, καὶ γίνεσθαι μοιχοὺς καὶ ἀρρενομανεῖς, καὶ ἄλλων δεινῶν ἔργων ἐργάτας, κατὰ μίμησιν τοῦ θεοῦ αὐτῶν.

9

.

9

πῶς οὖν ἐνδέχεται θεὸν εἶναι μοιχὸν ἢ ἀνδροβάτην ἢ πατροκτόνον;

10

.

1

Σὺν τούτῳ δὲ καὶ Ἥφαιστόν τινα παρεισάγουσι θεὸν εἶναι καὶ τοῦτον χωλὸν καὶ κρατοῦντα σφῦραν καὶ πυρολάβον καὶ χαλκεύοντα χά‐
ριν τροφῆς.121

10

.

2

ἆρα ἐπενδεής ἐστιν; ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι χωλὸν καὶ προσδεόμενον ἀνθρώπων.

10

.

3

εἶτα τὸν Ἡρμῆν παρεισάγουσι θεὸν εἶναι ἐπιθυμητὴν καὶ πλεο‐ νέκτην καὶ μάγον καὶ κυλλὸν καὶ λόγων ἑρμηνευτήν.

10

.

4

ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι τοιοῦτον.

10

.

5

Τὸν δὲ Ἀσκληπιὸν παρεισάγουσι θεὸν εἶναι, ἰατρὸν ὄντα καὶ κα‐ τασκευάζοντα φάρμακα καὶ σύνθεσιν ἐμπλάστρων χάριν τροφῆς. ἐπενδεὴς γὰρ ἦν· ὕστερον δὲ κεραυνοῦσθαι αὐτὸν ὑπὸ τοῦ Διὸς διὰ Τυνδάρεων Λα‐ κεδαίμονος υἱὸν καὶ ἀποθανεῖν.

10

.

6

εἰ δὲ Ἀσκληπιὸς θεὸς ὢν καὶ κεραυνωθεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι πῶς ἄλλοις βοηθήσει;

10

.

7

Ἄρης δὲ παρεισάγεται θεὸς εἶναι πολεμιστὴς καὶ ἐπιθυμητὴς θρεμμάτων καὶ ἑτέρων τινῶν· ὕστερον δὲ αὐτὸν μοιχεύοντα τὴν Ἀφροδί‐ την δεθῆναι αὐτὸν ὑπὸ τοῦ νηπίου Ἔρωτος καὶ ὑπὸ Ἡφαίστου. πῶς οὖν θεός ἐστιν ὁ ἐπιθυμητὴς καὶ πολεμιστὴς καὶ δέσμιος καὶ μοιχός;

10

.

8

Τὸν δὲ Διόνυσον παρεισάγουσι θεὸν εἶναι, νυκτερινὰς ἄγοντα ἑορ‐ τὰς καὶ διδάσκαλον μέθης καὶ ἀποσπῶντα τὰς τῶν πλησίον γυναῖκας καὶ μαινόμενον καὶ φεύγοντα· ὕστερον δὲ αὐτὸν σφαγῆναι ὑπὸ τῶν Τιτάνων. εἰ οὖν Διόνυσος σφαγεὶς οὐκ ἠδυνήθη ἑαυτῷ βοηθῆσαι, ἀλλὰ καὶ μαινό‐
5μενος ἦν καὶ δραπέτης, πῶς ἂν εἴη θεός;

10

.

9

Τὸν δὲ Ἡρακλῆν παρεισάγουσι μεθυσθῆναι καὶ μανῆναι καὶ τὰ ἴδια τέκνα σφάξαι, εἶτα πυρὶ ἀναλωθῆναι καὶ οὕτως ἀποθανεῖν. πῶς δ’ ἂν εἴη θεὸς μέθυσος καὶ τεκνοκτόνος καὶ κατακαιόμενος; ἢ πῶς ἄλλοις βοη‐ θῆσαι, ἑαυτῷ βοηθῆσαι μὴ δυνηθείς;

11

.

1

Τὸν δὲ Ἀπόλλωνα παρεισάγουσι θεὸν εἶναι ζηλωτήν, ἔτι δὲ καὶ τόξον καὶ φαρέτραν κρατοῦντα, ποτὲ δὲ καὶ κιθάραν καὶ ἐπαυθίδα καὶ μαντευόμενον τοῖς ἀνθρώποις χάριν μισθοῦ. ἆρα ἐπενδεής ἐστιν; ὅπερ οὐκ ἐνδέχεται θεὸν εἶναι ἐνδεῆ καὶ ζηλωτὴν καὶ κιθαρῳδόν.

11

.

2

Ἄρτεμιν δὲ παρεισάγουσιν ἀδελφὴν αὐτοῦ εἶναι, κυνηγὸν οὖσαν, καὶ τόξον ἔχειν μετὰ φαρέτρας, καὶ ταύτην ῥέμβεσθαι κατὰ τῶν ὀρέων μόνην μετὰ τῶν κυνῶν, ὅπως θηρεύσῃ ἔλαφον ἢ κάπρον. πῶς οὖν ἔσται θεὸς ἡ τοιαύτη γυνὴ καὶ κυνηγὸς καὶ ῥεμβομένη μετὰ τῶν κυνῶν;

11

.

3

Ἀφροδίτην δὲ λέγουσι καὶ αὐτὴν θεὰν εἶναι, μοιχαλίδα οὖσαν. ποτὲ γὰρ ἔσχε μοιχὸν τὸν Ἄρην, ποτὲ δὲ Ἀγχίσην, ποτὲ δὲ Ἄδωνιν,
οὗτινος καὶ τὸν θάνατον κλαίει ζητοῦσα τὸν ἐραστὴν αὐτῆς· ἣν λέγουσιν καὶ εἰς Ἅιδου καταβαίνειν, ὅπως ἐξαγοράσῃ τὸν Ἄδωνιν ἀπὸ τῆς Περσε‐122
5φόνης. εἶδες, ὦ βασιλεῦ, μείζονα ταύτης ἀφροσύνην; θεὰν παρεισάγειν τὴν μοιχεύουσαν καὶ θρηνοῦσαν καὶ κλαίουσαν;

11

.

4

Ἄδωνιν δὲ παρεισάγουσι θεὸν εἶναι, κυνηγὸν ὄντα καὶ τοῦτον βιαίως ἀποθανεῖν πληγέντα ὑπὸ τοῦ ὑὸς ἀγρίου καὶ μὴ δυνηθέντα βοη‐ θῆσαι τῇ ταλαιπωρίᾳ αὐτοῦ. πῶς οὖν τῶν ἀνθρώπων φροντίδα ποιήσεται ὁ μοιχὸς καὶ κυνηγὸς καὶ βιαιοθάνατος;

11

.

5

ταῦτα πάντα καὶ πολλὰ τοιαῦτα καὶ πολλῷ πλέον αἰσχρότερα καὶ πονηρότερα παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, 〈πλάσαντεσ〉 περὶ τῶν θεῶν αὐτῶν, ἃ οὔτε λέγειν θέμις οὐτ’ ἐπὶ μνήμης ὅλως φέρειν. ὅθεν λαμ‐ βάνοντες οἱ ἄνθρωποι ἀφορμὴν ἀπὸ τῶν θεῶν αὐτῶν ἔπραττον πᾶσαν
5ἀνομίαν καὶ ἀσέλγειαν καὶ ἀσέβειαν καταμιαίνοντες γῆν τε καὶ ἀέρα ταῖς δειναῖς αὐτῶν πράξεσιν.

12

.

1

Αἰγύπτιοι δὲ ἀβελτερώτεροι καὶ ἀφρονέστεροι τούτων ὄντες χεῖρον πάντων τῶν ἐθνῶν ἐπλανήθησαν· οὐ γὰρ ἠρκέσθησαν τοῖς τῶν Χαλδαίων καὶ Ἑλλήνων σεβάσμασιν, ἀλλ’ ἔτι καὶ ἄλογα ζῷα παρεισήγα‐ γον θεοὺς εἶναι χερσαῖά τε καὶ ἔνυδρα καὶ τὰ φυτὰ καὶ βλαστὰ καὶ
5ἐμιάνθησαν ἐν πάσῃ μανίᾳ καὶ ἀσελγείᾳ χεῖρον πάντων τῶν ἐθνῶν τῶν ἐπὶ τῆς γῆς.

12

.

2

ἀρχῆθεν γὰρ ἐσέβοντο τὴν Ἶσιν, ἔχουσαν ἀδελφὸν καὶ ἄνδρα τὸν Ὄσιριν, τὸν σφαγέντα ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Τύφωνος. καὶ διὰ τοῦτο φεύγει ἡ Ἶσις μετὰ Ὥρου τοῦ υἱοῦ αὐτῆς εἰς Βύβλον τῆς Συρίας ζητοῦσα τὸν Ὄσιριν, πικρῶς θρηνοῦσα, ἕως ηὔξησεν ὁ Ὧρος καὶ ἀπέκτεινε τὸν
5Τύφωνα.

12

3_5

οὔτε οὖν ἡ Ἶσις ἴσχυσε βοηθῆσαι τῷ ἰδίῳ ἀδελφῷ καὶ ἀνδρί· οὔτε ὁ Ὄσιρις σφαζόμενος ὑπὸ τοῦ Τύφωνος ἠδυνήθη ἀντιλαβέσθαι ἑαυ‐ τοῦ· οὔτε Τύφων ὁ ἀδελφοκτόνος, ἀπολλύμενος ὑπὸ τοῦ Ὥρου καὶ τῆς Ἴσιδος, εὐπόρησε ῥύσασθαι ἑαυτὸν τοῦ θανάτου.

12

.

6

καὶ ἐπὶ τοιούτοις ἀτυχήμασι γνωρισθέντες αὐτοὶ θεοὶ ὑπὸ τῶν ἀσυνέτων Αἰγυπτίων ἐνομίσθησαν. οἵτινες, μηδ’ ἐν τοιούτοις ἀρκεσθέντες ἢ τοῖς λοιποῖς σεβάσμασι τῶν ἐθνῶν, καὶ τὰ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι.

12

.

7

τινὲς γὰρ αὐτῶν ἐσεβάσθησαν πρόβατον, τινὲς δὲ τράγον, ἕτεροι
δὲ μόσχον καὶ τὸν χοῖρον, ἄλλοι δὲ τὸν κόρακα καὶ τὸν ἱέρακα καὶ τὸν γῦπα καὶ τὸν ἀετόν, καὶ ἄλλοι τὸν κροκόδειλον, τινὲς δὲ τὸν αἴλουρον καὶ τὸν κύνα καὶ τὸν λύκον καὶ τὸν πίθηκον καὶ τὸν δράκοντα καὶ τὴν ἀσπί‐123
5δα, καὶ ἄλλοι τὸ κρόμυον καὶ τὸ σκόροδον καὶ ἀκάνθας, καὶ τὰ λοιπὰ κτίσματα.

12

.

8

καὶ οὐκ αἰσθάνονται οἱ ταλαίπωροι περὶ πάντων τούτων ὅτι οὐδὲν ἰσχύουσιν. ὁρῶντες γὰρ τοὺς θεοὺς αὐτῶν βιβρωσκομένους ὑπὸ ἑτέρων ἀν‐ θρώπων καὶ καιομένους καὶ σφαττομένους καὶ σηπομένους, οὐ συνῆκαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί.

12,9-13

1

Πλάνην οὖν μεγάλην ἐπλανήθησαν οἵ τε Αἰγύπτιοι καὶ οἱ Χαλδαῖοι καὶ οἱ Ἕλληνες τοιούτους παρεισάγοντες θεοὺς καὶ ἀγά‐ λματα αὐτῶν ποιοῦντες καὶ θεοποιούμενοι τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα.

12,9-13

2

καὶ θαυμάζω, πῶς ὁρῶντες τοὺς θεοὺς αὐτῶν ὑπὸ τῶν δημιουργῶν πριζομένους καὶ πελεκουμένους καὶ κολοβουμένους παλαιουμένους τε ὑπὸ τοῦ χρόνου καὶ ἀναλυομένους καὶ χωνευομένους οὐκ ἐφρόνησαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. οἵτε γὰρ περὶ τῆς ἰδίας σωτηρίας οὐδὲν ἰσχύουσι, πῶς
5τῶν ἀνθρώπων πρόνοιαν ποιήσονται;

12,9-13

3

ἀλλ’ οἱ ποιηταὶ αὐτῶν καὶ φιλόσοφοι, τῶν τε Χαλδαίων καὶ Ἑλ‐ λήνων καὶ Αἰγυπτίων, θελήσαντες τοῖς ποιήμασιν αὐτῶν καὶ συγγραφαῖς σεμνῦναι τοὺς παρ’ αὐτοῖς θεούς, μειζόνως τὴν αἰσχύνην αὐτῶν ἐξεκάλυ‐ ψαν καὶ γυμνὴν πᾶσι προύθηκαν. εἰ γὰρ τὸ σῶμα τοῦ ἀνθρώπου πολυ‐
5μερὲς ὂν οὐκ ἀποβάλλεταί τι τῶν ἰδίων μελῶν, ἀλλὰ πρὸς πάντα τὰ μέλη ἀδιάρρηκτον ἕνωσιν ἔχον, ἑαυτῷ ἐστι σύμφωνον, πῶς ἐν φύσει θεοῦ μάχη καὶ διαφωνία ἔσται τοσαύτη; εἰ γὰρ μία φύσις τῶν θεῶν ὑπῆρχεν, οὐκ ὤφειλεν θεὸς θεὸν διώκειν οὔτε σφάζειν οὔτε κακοποιεῖν.

12,9-13

4

εἰ δὲ οἱ θεοὶ ὑπὸ θεῶν ἐδιώχθησαν καὶ ἐσφάγησαν καὶ ἡρπάγη‐ σαν καὶ ἐκεραυνώθησαν, οὐκ ἔτι μία φύσις ἐστίν, ἀλλὰ γνῶμαι διῃρημέ‐ ναι, πᾶσαι κακοποιοί. ὥστε οὐδεὶς ἐξ αὐτῶν ἐστι θεός. φανερὸν οὖν ἐστιν, ὦ βασιλεῦ, πλάνην εἶναι πᾶσαν τὴν περὶ τῶν θεῶν φυσιολογίαν.

12,9-13

5

πῶς δὲ οὐ συνῆκαν οἱ σοφοὶ καὶ λόγιοι τῶν Ἑλλήνων, ὅτι νόμους θέμενοι κατακρίνονται ὑπὸ τῶν ἰδίων νόμων; εἰ γὰρ οἱ νόμοι δίκαιοί εἰσιν, ἄδικοι πάντως οἱ θεοὶ αὐτῶν εἰσὶ παράνομα ποιήσαντες, ἀλληλοκτονίας καὶ φαρμακείας καὶ μοιχείας καὶ κλοπὰς καὶ ἀρσενοκοιτίας· εἰ δὲ καλῶς
5ἔπραξαν ταῦτα, οἱ νόμοι ἄρα ἄδικοί εἰσι κατὰ τῶν θεῶν συντεθέντες· νυνὶ δὲ οἱ νόμοι καλοί εἰσι καὶ δίκαιοι, τὰ καλὰ ἐπαινοῦντες καὶ τὰ κακὰ ἀπα‐ γορεύοντες· τὰ δὲ ἔργα τῶν θεῶν αὐτῶν παράνομα· παράνομοι ἄρα οἱ θεοὶ αὐτῶν καὶ ἔνοχοι πάντες θανάτου καὶ ἀσεβεῖς οἱ τοιούτους θεοὺς παρεισά‐
γοντες, εἰ μὲν γὰρ μυθικαὶ αἱ περὶ αὐτῶν ἱστορίαι, οὐδέν εἰσιν εἰ μὴ μόνον124
10λόγοι· εἰ δὲ φυσικαί, οὐκέτι θεοί εἰσιν οἱ ταῦτα ποιήσαντες καὶ παθόντες· εἰ δὲ ἀλληγορικαί, μῦθοί εἰσι καὶ οὐκ ἄλλο τι.

12,9-13

6

ἀποδέδεικται τοίνυν, ὦ βασιλεῦ, ταῦτα τὰ πολύθεα σεβάσματα πλάνης ἔργα καὶ ἀπωλείας ὑπάρχειν. οὐ χρὴ γὰρ θεοὺς ὀνομάζειν ὁρα‐ τοὺς καὶ μὴ ὁρῶντας· ἀλλὰ τὸν ἀόρατον καὶ πάντα δημιουργήσαντα δεῖ θεὸν σέβεσθαι.

14

.

1

Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, καὶ ἐπὶ τοὺς Ἰουδαίους, ὅπως ἴδωμεν, τί φρονοῦσι καὶ αὐτοὶ περὶ θεοῦ. οὗτοι γὰρ, τοῦ Ἀβραὰμ ὄντες ἀπόγονοι καὶ Ἰσαάκ τε καὶ Ἰακώβ, παρῴκησαν εἰς Αἴγυπτον. ἐκεῖθεν δὲ ἐξήγαγεν αὐτοὺς ὁ θεός ...

14

.

2

σέβονται γὰρ καὶ νῦν θεὸν τὸν μόνον παντοκράτορα, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν· τὸν γὰρ Χριστὸν ἀρνοῦνται τὸν υἱὸν τοῦ θεοῦ, καὶ εἰσὶ παρό‐ μοιοι τοῖς ἔθνεσι, κἂν ἐγγίζειν πως τῇ ἀληθείᾳ δοκῶσιν, ἧς ἑαυτοὺς ἐμάκρυναν.
5ταῦτα περὶ τῶν Ἰουδαίων.

15

.

1

Οἱ δὲ Χριστιανοὶ γενεαλογοῦνται ἀπὸ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. οὗτος δὲ ὁ υἱὸς τοῦ θεοῦ τοῦ ὑψίστου ὁμολογεῖται ἐν πνεύματι ἁγίῳ ἀπ’ οὐρανοῦ καταβὰς διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων καὶ ἐκ παρ‐ θένου ἁγίας γεννηθεὶς ἀσπόρως τε καὶ ἀφθόρως, σάρκα ἀνέλαβε καὶ ἀνε‐
5φάνη ἐν ἀνθρώποις, ὅπως ἐκ τῆς πολυθέου πλάνης αὐτοὺς ἀνακαλέσηται.

15

.

2

καὶ τελέσας τὴν θαυμαστὴν αὐτοῦ οἰκονομίαν, διὰ σταυροῦ θανά‐ του ἐγεύσατο ἑκουσίᾳ βουλῇ κατ’ οἰκονομίαν μεγάλην· μετὰ δὲ τρεῖς ἡμέρας ἀνεβίω καὶ εἰς οὐρανοὺς ἀνῆλθεν. οὗ τὸ κλέος τῆς παρουσίας ἐκ τῆς παρ’ αὐτοῖς καλουμένης εὐαγγελικῆς ἁγίας γραφῆς ἔξεστί σοι γνῶναι,
5βασιλεῦ, ἐὰν ἐντύχῃς. οὗτος δώδεκα ἔσχε μαθητὰς οἱ μετὰ τὴν ἐν οὐρα‐ νοῖς ἄνοδον αὐτοῦ ἐξῆλθον εἰς τὰς ἐπαρχίας τῆς οἰκουμένης καὶ ἐδίδαξαν τὴν ἑκείνου μεγαλωσύνην· καθάπερ εἷς ἐξ αὐτῶν τὰς καθ’ ἡμᾶς περιῆλθε χώρας τὸ δόγμα κηρύττων τῆς ἀληθείας. ὅθεν οἱ εἰσέτι διακονοῦντες τῇ δικαιοσύνῃ τοῦ κηρύγματος αὐτῶν καλοῦνται Χριστιανοί.

15

.

3

καὶ οὗτοί εἰσιν οἱ ὑπὲρ πάντα τὰ ἔθνη τῆς γῆς εὑρόντες τὴν ἀλήθειαν· γινώσκουσι γὰρ τὸν θεὸν κτίστην καὶ δημιουργὸν τῶν ἁπάντων ἐν υἱῷ μονογενεῖ καὶ πνεύματι ἁγίῳ καὶ ἄλλον θεὸν πλὴν τούτου οὐ σέ‐ βονται. ἔχουσι τὰς ἐντολὰς αὐτοῦ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐν ταῖς
5καρδίαις κεχαραγμένας, καὶ ταύτας φυλάττουσι, προσδοκῶντες ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος.

15

.

4

οὐ μοιχεύουσιν, οὐ πορνεύουσιν, οὐ ψευδομαρτυροῦσιν, οὐκ ἐπιθυ‐ μοῦσι τὰ ἀλλότρια, τιμῶσι πατέρα καὶ μητέρα, καὶ τοὺς πλησίον φιλοῦσι,
δίκαια κρίνουσιν.125

15

.

5

ὅσα οὐ θέλουσιν αὐτοῖς γίνεσθαι ἑτέρῳ οὐ ποιοῦσι, τοὺς ἀδι‐ κοῦντας αὐτοὺς παρακαλοῦσι καὶ προσφιλεῖς αὐτοὺς ἑαυτοῖς ποιοῦσι, τοὺς ἐχθροὺς εὐεργετεῖν σπουδάζουσι, πραεῖς εἰσι καὶ ἐπιεικεῖς.

15

.

6

ἀπὸ πάσης συνουσίας ἀνόμου καὶ ἀπὸ πάσης ἀκαθαρσίας ἐγκρα‐ τεύονται,

15

.

7

χήραν οὐχ ὑπερορῶσιν, ὀρφανὸν οὐ λυποῦσιν· ὁ ἔχων τῷ μὴ ἔχοντι ἀφθόνως ἐπιχορηγεῖ· ξένον ἐὰν ἴδωσιν ὑπὸ στέγην εἰσάγουσι καὶ χαίρουσιν ἐπ’ αὐτῷ ὡς ἐπὶ ἀδελφῷ ἀληθινῷ· οὐ γὰρ κατὰ σάρκα ἀδελ‐ φοὺς ἑαυτοὺς καλοῦσιν ἀλλὰ κατὰ πνεῦμα.

15

.

8

ἕτοιμοί εἰσιν ὑπὲρ Χριστοῦ τὰς ψυχὰς αὐτῶν προέσθαι· τὰ γὰρ προστάγματα αὐτοῦ ἀσφαλῶς φυλάττουσιν, ὁσίως καὶ δικαίως ζῶντες, καθὼς κύριος ὁ θεὸς αὐτοῖς προσέταξεν, εὐχαριστοῦντες αὐτῷ κατὰ πᾶσαν ὥραν ἐν παντὶ βρώματι καὶ ποτῷ καὶ τοῖς λοιποῖς ἀγαθοῖς.

16-17

1

Ὄντως οὖν αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ἀληθείας, ἥτις τοὺς ὁδεύοντας αὐτὴν εἰς τὴν αἰώνιον χειραγωγεῖ βασιλείαν τὴν ἐπηγγελ‐ μένην παρὰ Χριστοῦ ἐν τῇ μελλούσῃ ζωῇ. καὶ ἵνα γνῷς, βασιλεῦ, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ ταῦτα λέγω, ταῖς γρα‐
5φαῖς ἐγκύψας τῶν Χριστιανῶν εὐρήσεις οὐδὲν ἔξω τῆς ἀληθείας με λέ‐ γειν. καλῶς οὖν συνῆκεν ὁ υἱός σου καὶ δικαίως ἐδιδάχθη λατρεύειν ζῶντι θεῷ καὶ σωθῆναι εἰς τὸν μέλλοντα ἐπέρχεσθαι αἰῶνα. μεγάλα γὰρ καὶ θαυμαστὰ τὰ ὑπὸ τῶν Χριστιανῶν λεγόμενα καὶ πραττόμενα; οὐ γὰρ ἀνθρώπων ῥήματα λαλοῦσιν, ἀλλὰ τὰ τοῦ θεοῦ.
10 τὰ δὲ λοιπὰ ἔθνη πλανῶνται καὶ πλανῶσιν ἑαυτούς· ὁδεύοντες γὰρ ἐν σκότει προσρήσσονται ἑαυτοῖς ὡς μεθύοντες. ἕως ὧδε ὁ πρὸς σέ μου λόγος, βασιλεῦ, ὁ ὑπὸ τῆς ἀληθείας ἐν τῷ νοΐ μου ὑπαγορευθείς. διὸ παυσάσθωσαν οἱ ἀνόητοί σου σοφοὶ ματαιολογοῦντες κατὰ τοῦ
15Κυρίου. συμφέρει γὰρ ὑμῖν θεὸν κτίστην σέβεσθαι καὶ τὰ ἀνωλέθρου
δειχθείητε κληρονόμοι.126