TLG 1177 001 :: Pseudo–ARCHYTAS :: Fragmenta Pseudo–ARCHYTAS Phil. Fragmenta
Citation: Page — (line) | ||
3(9t) | Καθολικοὶ λόγοι δέκα | |
10 | Nolle fr. 35 a, p. 34—39 (Mullach 1 p. 570) Ἐν πράτοις ἐνὶ πάσᾳ τέχνᾳ ταῦτα ἕπονται τὰ πέντε, ὕλη, ὄργανον, μέρος, λόγος ὁριστικὸς καὶ τέλος. καὶ ὁ μὲν πρᾶτος λόγος, ἡ οὐσία, πρᾶγμα αὐθύπαρκτον καὶ ὑφεστός, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, κἂν γενέσει ὑπόκειται καθὸ γέγονε· μόνον γὰρ τὸ θεῖον ἀγέννατον καὶ | |
---|---|---|
15 | κυρίως αὐθύπαρκτον. οἱ δὲ λοιποὶ λόγοι θεωροῦνται περὶ τὰν οὐσίαν, ποτὶ οὓς ἀντιδιαστελλομένα λέγεται πρᾶγμα αὐθύπαρκτον, ἐπεὶ οὐχ ὡς πρὸς τὸ θεῖον· οἱ γὰρ ἐννέα λόγοι γίνονται καὶ ἀπογίνονται χωρὶς τᾶς τοῦ ὑποκειμένου φθορᾶς, ὅπερ [ἐστὶ] τὸ συμβεβακὸς λεγόμενόν ἐντι ὡς τὸ καθόλου συμβεβακός· τὸ γὰρ αὐτὸ μέγα καὶ | |
20 | μικκὸν γενόμενον κατὰ τὰν ποσότητα τᾶς φύσιος οὐκ ἐξίσταται· ἁ μὲν γὰρ εἰς ἄκρον εὐεξία ἔειδεν ἐμποιεῖν αὔξασιν καὶ τῷ σάματι ὄγκωσιν, ἡ δὲ ἐγκράτεια καὶ τὸ ὀλιγοσιτῆν [καὶ] ὑποσπασμόν τινα. τὸ δὲ αὐτὸ μένει καὶ ὑποκείμενον, οἷον οἱ ἄνθρωποι ὡσαύτως παῖδες ὄντες εἰς ἀνδρὸς ἁλικίαν ἐλάσαντες οἱ αὐτοὶ κατ’ οὐσίαν μένομες | |
25 | τᾷ ποσότατι διαφέροντες· καὶ νῦν μὲν λευκόν, νῦν δὲ μέλαν τὸ αὐτὸ ὁρᾶται διαλλάττον τᾷ ποιότατι, τὰν δὲ οὐσίαν οὐκ ἀμείβει· καὶ νῦν μὲν φίλος ὁ αὐτός, νῦν δὲ ἐχθρὸς διαφέρων τᾷ σχέσει καὶ τῷ πρός τι | |
λεγομένῳ καὶ κατὰ τὴν οὐσίαν οὐ διαφέρει· καὶ νῦν μὲν ἐν ταῖς Θήβαις, | 3 | |
4 | νῦν δὲ ἐν Ἀθήναις, ὅπερ τὸ τοῦ λόγου ὂν ἑτερούσιον οὐκ ἐργάζεται. καὶ κατὰ τὴν οὐσίαν καὶ πέρυσι καὶ νῦν ὁ αὐτὸς διαμένει μὴ ἀλλοιούμενος, ἔστι τε τοῦ πότε λόγου· καὶ ἀνάκειται καὶ κάθηται ὁ αὐτός, πάλιν δὲ τοῦ κεῖσθαι· καὶ ὁπλεῖται καὶ ἄνοπλος ὁ αὐτός, ἔντι δὲ τοῦ ἔχειν· | |
5 | καὶ τύπτων τις καὶ τέμνων ὁ αὐτὸς μένει τῆς οὐσίας μὴ ἐξιστάμενος, ἔστι δὲ τοῦ ποεῖν· καὶ τέμνεταί τις καὶ τύπτεται, ὅπερ ἐστὶ τοῦ πάσχειν, τὸν τοῦ εἶναι λόγον διασῴζων ἀναλλοίωτον. Αἱ μὲν οὖν τῶν ἄλλων λόγων διαφοραὶ ἐκδηλότεραί εἰσιν, ἁ δὲ ποότης καὶ τὸ ἔχειν καὶ τὸ πάσχειν δυσθεωρητέρας ἔχουσι διαφοράς· | |
10 | τὸ γὰρ πυρέττειν ἢ ῥιγᾶν ἢ ἀγάλλεσθαι ἀμφιβολίαν [ἂν] τινὰ ἔχει, πότερον τᾶς ποότητός εἰσιν ἢ τοῦ ἔχειν ἢ πάσχειν λόγου. διακρίνεται δὲ οὕτως· εἰ μὲν γὰρ πυρετός ἐστιν εἴπομεν ἢ ῥῖγος ἢ ἀγαλλίασις τὰν ποότητα ἐσαμάναμεν· ἂν δὲ πυρέττειν ἢ ῥιγᾶν ἢ ἀγάλλεσθαι τὸ ἔχειν. διαφέρει δὲ πάλιν τὸ ἔχειν τοῦ πάσχειν, ὅτι τὸ μὲν ἔχειν αὐτὸ | |
15 | καθ’ ἑαυτὸ θεωρεῖται ἄνευ τοῦ ἐνεργοῦντος, τὸ δὲ πάσχειν ποτὶ τὸν ἐνεργοῦντα διαστέλλεται καὶ ἀπὸ τοῦ ποοῦντος καταλαμβάνεται· εἰ μὲν εἴπομες τέμνεται ἢ πλήττεται τὸν πάσχοντα ἐδαλώσαμες, εἰ ὁδυνᾶται ἢ ἀλγεῖ τὸ ἔχειν ἐσαμανάμεσθα. Δέκα οὖν 〈οὐ〉 πλείους λόγους ἔμμεναι λέγομες, ὡς ἐκ τᾶσδε τᾶς | |
20 | διαιρέσεως ἐντὶ μαθεῖν. τὸ ὂν ἢ ἐν ὑποκειμένῳ ἐντὶ ἢ οὐκ ἐν ὑποκειμένῳ· καὶ τὸ μὲν οὐκ ἐν ὑποκειμένῳ ποεῖ τὰν οὐσίαν, τὸ δὲ ἐν ὑποκειμένῳ ἢ καθ’ ἑαυτὸ θεωρεῖται ἢ οὐ καθ’ ἑαυτό. καὶ τὸ μὲν οὐ καθ’ ἑαυτὸ ποεῖ τὰ πρός τι· σχέσ[ε]ις γάρ ἐστι τὰ πρός τι μὴ καθ’ ἑαυτὸ θεω‐ ρούμενα, ἀλλὰ συνεισάγοντα ἕτερον· τὸ γὰρ υἱὸς ὄνομα συνεισάγει | |
25 | πατέρα, τὸ δὲ δοῦλος δεσπόταν καὶ ἁπλῶς πάντα τὰ πρός τι ἐν σχέσει εἰσὶ καὶ οὐ καθ’ ἑαυτὰ θεωρούμενα. τὸ δὲ καθ’ ἑαυτὸ ἢ μεριστόν ἐστι καὶ ποεῖ τὰν ποσότατα ἢ ἀμέριστον καὶ ποιεῖ τὰν ποότητα. οἱ δὲ λοιποὶ λόγοι ἓξ ἀπὸ τῆς τούτων μίξεως γίγνονται. ἁ γὰρ οὐσία τῇ ποσότητι μιγνυμένα ἢ ἐν τόπῳ ὁράεται καὶ τὸν τοῦ ποῦ λόγον ποεῖ ἢ ἐν χρόνῳ | |
30 | καὶ τὸν τοῦ πότε ἀποτελεῖ λόγον· τῇ δὲ ποότητι μιγνυμένη ἢ ἐνέργειαν ἔχει καὶ ἔστι τὸ ποεῖν ἢ πάθος καὶ ποεῖ τὸ πάσχειν· τοῖς δὲ πρός τι συντρέχουσα ἢ ἐν ἄλλῳ τίθεται καὶ τὸ κεῖσθαι λέγεται ἢ περιτίθεται ἑτέρῳ καὶ τὸ ἔχειν ἐστί. | |
Τέτακται 〈δὲ〉 μετὰ τὴν οὐσίαν ἡ ποσότης καὶ πρὸ τῆς ποότητος, ὅτι | 4 | |
5 | κατὰ φύσιν πο〈σ〉οῦται τὸ ὁτιοῦν πρᾶγμα καὶ ὄγκον λαμβάνει καὶ οὕτω περὶ αὐτὸ ἡ ποότης καθορᾶται καὶ λέγεται. ἡ δὲ ποότης πάλιν προηγέ‐ εται τοῖς πρός τι, ὅτι τὸ μὲν καθ’ ἑαυτό, τὸ δὲ πρός τι ἐν σχέσει. πρῶτον δὲ καθορᾶται καὶ λέγεται καθ’ ἑαυτὸ ἕκαστον καὶ οὕτως ἐν | |
5 | σχέσει. ἀκολούθως δὲ τούτοις καὶ τὰ λοιπὰ τέτακται· τὸ μὲν γὰρ ποεῖν προηγέεται τοῦ πάσχειν, ὅτι τὸ μὲν ἐνεργεῖν τοῦ πάσχειν ἐστὶ δυνατώτερον. τοῦ δὲ κεῖσθαι λόγος πάλιν προηγέεται τοῦ ἔχειν, ὅτι τὸ τίθεσθαι τῶ περιτίθεσθαι ἁπλούστερον. τὸ μὲν γὰρ τίθεσθαί ἐντι καὶ τῶ περιτίθεσθαι δίχα καὶ περιτίθεσθαι ἄνευ τοῦ τίθεσθαι οὐκ | |
10 | ἔστιν εὑρεῖν· ὁ γὰρ περιτιθέμενος καὶ αὐτὸς πάντως κεῖταί που κατὰ μίαν τινὰ τοῦ κεῖσθαι θέσιν, στάσιν καὶ καθέδραν καὶ ἀνάκλισιν. Τᾶς μὲν οὖν οὐσίας ἴδιον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ μᾶλλον ζῷον ὁ ἄνθρωπος τοῦ ἵππου ὑπάρχει ταῖς οὐσίαις· καὶ τὸ τῶν ἐναντίων ἀνεπίδεκτον εἶναι. τῆς δὲ ποότητος τό γε μᾶλλον καὶ τὸ | |
15 | ἧττον ἐπιδέχεσθαι· λευκὸν γὰρ μᾶλλον καὶ ἧττον λέγεται καὶ μέλαν. τῆς δὲ ποσότητος ἴδιον τὸ ἴσον καὶ ἄνισον· ἡ γὰρ σπιθαμὴ τῇ ὀργυιᾷ ἄνισος καὶ τρεῖς παλαισταὶ τῇ σπιθαμῇ ἴσαι καὶ τὰ πέντε τοῖς δέκα ἄνισα, τὰ δὲ δὶς πέντε ἴσα τοῖς δέκα. τοῦ πρός τι δὲ ἴδιον τὸ συνάγειν τὰ ἀντικείμενα· πατρὸς γὰρ ὄντος ἔστι καὶ υἱὸς καὶ δεσπότου ὄντος | |
20 | ἔστι καὶ δοῦλος. καὶ λέγεται τοῦ δὲ ποῦ περιοχά, τοῦ δὲ πότε τὸ μὴ διαμένειν, τοῦ δὲ ποεῖν ἁ ἐνέργεια, τοῦ δὲ πάσχειν τὸ πάθος, τοῦ δὲ κεῖσθαι ἁ ἐπίθεσις, τοῦ ἔχειν δὲ ἁ περίθεσις. Προτερεύει τὰ ἐκ τῆς οὐσίας καὶ τῆς ποσότητος τῶν ἐκ τᾶς οὐσίας καὶ τᾶς ποότητος, τὰ δὲ ἐκ τᾶς οὐσίας πάλιν καὶ τᾶς ποότητος τῶν | |
25 | ἐκ τᾶς οὐσίας καὶ τῶν πρός τι. πάλιν τὸ ποῦ προτερεύει τοῦ πότε, ὅτι τὸ μὲν ποῦ τοπικόν ἐστιν, ὁ δὲ τόπος διαμονὴν ἔχει, τὸ δὲ πότε χρονικόν ἐστιν, ὁ δὲ χρόνος οὐκ ἔχει διαμονὴν ἀεικίνατος ὤν. τὸ δὲ ἀρεμέειν προτερεύει τᾶς κινάσεως· τὸ δὲ ποεῖν πάλιν τοῦ πάσχειν προτέτακται, ὅτι τὸ ἐνεργεῖν τοῦ πάσχειν ἐστὶ προηγούμενον. τὸ δὲ | |
30 | κεῖσθαι προηγέεται τοῦ ἔχειν. 〈Τῆς οὐσίας λόγος α.〉 διαιρεῖται ἁ οὐσία εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον εἰς αἰσθητὸν καὶ ἀναίσθητον, τὸ αἰσθητὸν εἰς ζῷον καὶ ζῳόφυτον οὐκ ἀντιδιαιρούμενον μέν, διαιρέεται δὲ [οὖν] ὅμως τὸ ζῷον εἰς λογικὸν | |
35 | καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς τὰ ὑπ’ αὐτῷ τῷ εἴδει, ἄνθρωπον, βοῦν καὶ ἵππον καὶ τὰ λοιπά, τὰ δὲ | |
εἴδη εἰς τὰ καθ’ ἕκαστα οὐτιδανά. ἕκαστον δὲ πάλιν τῶν ἄνωθεν | 5 | |
6 | ἀντιδιαιρουμένων ἰδίως ἔχει διαιρέσεις παραπλησίως μέχρι τῶν ἀτόμων καὶ οὐτιδανῶν καὶ καθ’ ἕκαστα προιούσας. Τῆς ποσότητος λόγος β. τὸ δὲ ποσὸν εἰς ἑπτὰ διαιρεῖται, εἰς γραμμάν, ἐπιφάνειαν, σῶμα, τόπον, χρόνον, ἀριθμὸν καὶ λόγον. καὶ | |
5 | τὸ μέν ἐντι αὐτῆς τῆς ποσότητος συνεχές, τὸ δὲ διωρισμένον. καὶ συνεχοῦς τὰ πέντε, τοῦ δὲ διωρισμένου τὰ δύο, ὁ ἀριθμὸς καὶ ὁ λόγος. ἔτι τῆς ποσότητος τὸ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλλαλα τῶν ἑαυτοῖς μορίων συνέστακεν, οἷον ἁ γραμμά, ἁ ἐπιφάνεια, τὸ σᾶμα καὶ ὁ τόπος, τὸ δὲ ἐξ οὐκ ἐχόντων θέσιν, ὡς ὁ ἀριθμὸς καὶ ὁ λόγος καὶ ὁ χρόνος. | |
10 | εἰ γὰρ καὶ τοῦ συνεχοῦς ἐντι ὁ χρόνος, ὅμως θέσιν οὐκ ἔχει, ὅτι μὴ διαμένον. τὸ δὲ οὐ διαμένον πῶς ἂν ἔχοι θέσιν; ἀπὸ δὲ τοῦ ποσοῦ καὶ αἱ τέσσαρες τῶν ἐπισταμῶν ἐξευρέθησαν· τὸ γὰρ συνεχὲς ποσὸν ἢ ἀκίνατον καὶ ποεῖ τὰν γεωμετρίαν ἢ κινατὸν καὶ ποεῖ τὰν ἀστρονομίαν· τὸ δὲ διωρισμένον ἢ ἀκίνατόν ἐντι καὶ ποιεῖ τὰν ἀριθμητικὰν ἢ κινατὸν | |
15 | καὶ ποεῖ τὰν μουσικάν. Λόγος ποότητος τρίτος. ἁ δὲ ποότης διαιρεῖται εἰς ταῦτα, ἕξιν καὶ διάθεσιν, παθητικὰν ποότητα καὶ πάθος, δύναμιν καὶ ἀδυναμίαν, σχῆμα καὶ μορφάν. ἔστι δὲ ἁ μὲν ἕξις ἐπίτασις διαθέσεως καὶ μονιμότας καὶ ἵδρυσις ἐκ τῆς συνεχοῦς καὶ ἐνεργουμένας διαθέσεως | |
20 | οἷον εἰς φύσιν μετενεχθεῖσα καὶ δευτέρα τις χρηματίσασα φύσις. λέγεται δὲ ἕξις καὶ τὰ κατὰ φύσιν ἄμμιν προσόντα καὶ μὴ ἐκ διαθέσεως καὶ προκοπᾶς ἐγγινόμενα, ὡς ἡ ὄψις καὶ αἱ λοιπαὶ τῶν αἰσθήσεων· καὶ ἁ παθητικὰ ποότης ὁμοίως τοῦ πάθους ἐστὶν αὔξησις καὶ ἐπίτασις καὶ μείωσις. τὸ δὲ πάθος καὶ τὰν παθητικὰν ποότητα ἐπὶ ὀργῆς καὶ μίσους | |
25 | καὶ ἀκολασίας καὶ τῶν λοιπέων τᾶς κακίας παθῶν καὶ τῶν ἐκ νόσου παθημάτων, θερμότητος καὶ ψυχρότητος, νῦν μὲν ἐπὶ τῆς ἕξεως καὶ διαθέσεως τίθησιν, νῦν δὲ ἐπὶ τᾶς παθητικᾶς ποότητος 〈καὶ〉 τοῦ πάθους καὶ ἔντιν εἰπεῖν 〈ὅτι〉 καθὸ μὲν μεθεκτὸν ἕξιν προσηγόρευσαν, καθὸ δὲ πάθος ἐμποιεῖ, παθητικὰν ποότητα ταῦτα ὠνόμασαν, ὃ ἔστιν | |
30 | εἰς ἵδρυσιν καὶ μονιμότητα εἰπεῖν. ἡ γὰρ μετρία ἀλλοίωσις πάθος ὠνόμασται, ὥστε ἀπὸ τοῦ μὲν μετέχοντος ἕξις ἂν γένοιτο ἡ θερμότης, ἀπὸ δὲ τοῦ ἀλλοιοῦντος παθητικὰ ποότης ἢ πάθους δύναμις λέγεται, οἷον ἐπὶ τοῦ βρέφους, ὅταν λέγῃ 〈τισ〉 δυνάμει δρομικόν ἐστι, δυνάμει φιλόσοφον καὶ ἁπλῶς ὅταν ἄρτι μὲν οὐκ ἔχῃ τὸ δύνασθαι ἐνεργεῖν, | |
35 | περιόδοις 〈δὲ〉 χρονικαῖς ἐνδεχόμενον ἐγγενέσθαι τὸ δύνασθαι. ἀδυναμία | |
δέ, ὅταν ἀνεπίδεκτος ἁ φύσις ἁ ἐπὶ τῷ τινά ποτε ἐνέργειαν παραδέξασθαι, | 6 | |
7 | οἷον ἀνθρώπῳ τὸ ἀναπτᾶναι ἀδύνατον καὶ ἵππῳ τὸ ὁμιλέειν καὶ ἀετῷ βιοτεύειν ἐν ὕδατι ἢ ὅσα κατὰ φύσιν ἀδύνατα. σχῆμα δὲ λέγεται ἡ τοιάδε διατύπωσις καὶ διάπλασις· μορφὰ δὲ ἡ ἔξωθεν ἐπιφαινομένη ποιότης ἐκ χρώματος καὶ διαμόρφωσις ἢ ἡ ἐπιπολάζουσα εὔχροια ἢ | |
5 | καὶ ἡ τοὐναντίον δύσχροια καὶ ἁπλῶς ἡ τοιάδε τις ἐπιβάλλουσα τῇ ὄψει τῆς ἐπιφανείας μορφά. οἱ δὲ τὸ μὲν σχᾶμα ἐπὶ τῶν ἀψύχων διέλαβον, τὰν δὲ μορφὰν ἐπὶ τῶν ἐμψύχων. οἱ δὲ εἶπον σχᾶμα μὲν τὸ ἐγχωροῦν διὰ βάθους, μορφὰν δὲ τὴν ἐξ ἐπιπολῆς ἐπιφάνειαν, περὶ ὧν μεμαθήκατε. Λόγος τέταρτος 〈τοῦ πρός τι〉. τῶν πρός τι γενικώ‐ | |
10 | τερον διαίρεσις τετραχῶς διαιρέεται, φύσει, τέχνᾳ, τύχᾳ καὶ προαιρέσει· φύσει μὲν ὡς πατὴρ πρὸς τὸν υἱόν, τέχνᾳ δὲ ὡς μαθητὴς πρὸς διδάσκαλον, τύχᾳ δὲ ὡς δῶλος πρὸς δεσπόταν καὶ προαιρέσει ὡς φίλος πρὸς φίλον καὶ ἐχθρὸς πρὸς ἐχθρόν, εἰ καὶ ἁπλῶς πάντα φύσει. Λόγος πέμπτος 〈τοῦ ποῦ〉. τὸ ποῦ διαιρεῖται κατὰ τὸ | |
15 | ἁπλούστερον ἑξαχῶς, ἄνω, κάτω, ἔμπροσθεν, ὄπισθεν, δεξιὰ καὶ ἀριστερά. ποικίλλεται δὲ ἕκαστον τούτων· τοῦ γὰρ ἄνω πολλαὶ διαφοραὶ ἐν αἰθέρι, ἐν ἄστροις μέχρι τοῦ πόλου, ὑπὲρ τὸν πόλον, καὶ τὰ κάτω ὡσαύτως καὶ [τὰ] ἀπειράκις ἀπείρως τοῖς μερικωτέροις τόποις ποικίλλε‐ ται. ἡ δὲ τούτων ἡ μεγίστη ἀμφιβολία λεχθήσεται. | |
20 | Λόγος τοῦ πότε ἕκτος. τὸ δὲ πότε εἰς τὸν ἐνεστῶτα, παρῳχαμένον καὶ μέλλοντα διαιρεῖται. ὁ ἐνεστὼς ἀδιαίρετος, ὁ παρῳχαμένος εἰς ἐννέα, ὁ μέλλων εἰς πέντε. ἐν δὲ τοῖς ὑπερτάτοις περὶ τούτων ἐλέχθη. Λόγος ἕβδομος τοῦ ποεῖν. τὸ δὲ ποεῖν διαιρεῖται εἰς | |
25 | πρᾶξιν καὶ λόγον καὶ διανόημα. ἁ πρᾶξις εἰς τὰν διὰ χειρῶν ἐργασίαν, εἰς τὰν δι’ ὀβελῶν καὶ ὀργάνων ἐργασίαν καὶ εἰς τὰν διὰ ποδῶν. καὶ τούτων ἕκαστον εἰς ἰδικὰς ἐργασίας τὰς κατὰ μέρος διαιρουμένας. ὁ δὲ λόγος εἰς τὰν Ἑλλάδα γλῶτταν, εἰς βάρβαρον· καὶ τούτων ἑκάστη εἰς διαλέξεις ποικίλλεται [καὶ] διαφόρως, τὸ δὲ διανόαμα εἰς μυρία τῶν νοα‐ | |
30 | μάτων ἐγκοσμίων τε καὶ ὑπερκοσμίων. ὑπὲρ τοῦ ποέειν καὶ ὁ λόγος καὶ τὸ διανόαμα ἐνεργεῖαί ἐντι τοῦ λογικοῦ· φαμὲν γὰρ «τί ποέει ὁ δεῖνα;» ἀποκρινόμεθα «ὁμιλέει, διαλέγεται, διανοέεται, λογίζεται» καὶ τὰ ἑξῆς. Λόγος ὄγδοος τοῦ πάσχειν. τὸ πάσχειν διαιρεῖται εἰς ψυχὴν καὶ σᾶμα καὶ τούτων ἕκαστον εἰς τὰ ἐξ ἐνεργείας ἑτέρου πάθη. | |
35 | ἐξ ἐνεργείας δέ ἐστιν, ὅταν τύπτεταί τις. τὰ δὲ δίχα τοῦ ἐνεργοῦντος, | |
ἃ πάλιν εἰς τὰ μυρία τῶν παθέων εἴδη τὰν διαίρεσιν δέχεται. | 7 | |
8 | Λόγος ἔννατος τοῦ κέεσθαι. τὸ δὲ κέεσθαι εἰς τρία διαιρεῖται στάσιν, καθέδραν, ἀνάκλισιν, ὧν ἕκαστον πάλιν τρόποις διαφόροις ποικίλλεται· ἅ τε γὰρ στάσις διάφορος ἢ ἐφ’ ὅλου τοῦ πέλματος ἢ ἐπ’ ἄκρων δακτύλων ἢ ἐπ’ ὀρθῶν τῶν ἰγνύων ἢ ὀκλαζόντων ἐπὶ | |
5 | βημάτων ἴσων ἢ ἀνίσων, ἐπ’ ἀμφοτέροις τοῖς ποσὶν ἢ ἐφ’ ἑνὶ ποριζόμενον, ἥ τε καθέδρα ὁμοίως ὄρθωσις πρηνής, ὕπτιος ἐπ’ ὀρθογωνίῳ τῷ τῶν γονάτων σχήματι καὶ ἀμβλυγωνίῳ ἢ ὀξυγωνίῳ καὶ ἐναλλὰξ τῶν ποδῶν ἢ ἄλλως διακείμενος, ἥ τε ἀνάκλισις ὡσαύτως ἢ ὕπτιος ἀνάκειται ἢ πρηνὴς καὶ πλάγιος ἐκτάδην ἢ ἡπλωμένως ἢ ἐν καμπύλῳ ἢ σκολιῷ | |
10 | τῷ σχήματι. καὶ ἁπλῶς ποικίλος καὶ οὐ μονοειδὴς ἡ διαίρεσις. ἔτι διαιρέεται τὸ κέεσθαι καὶ εἰς χύσιν ὡς ἐπὶ τοῦ σίτου, ψάμμου, ἐλαίου καὶ ὕδατος καὶ τῶν λοιπῶν ὅσα τοῦ κέεσθαί ἐστι ξηρὰ ὄντα καὶ εἴ τι ὑγρᾶς γνωρίζομεν φύσεως· καὶ μέντοι καὶ τὸ ἡπλῶσθαι τοῦ κεῖσθαί ἐστιν, ὡς ἐπὶ λίνου καὶ τῶν ἐπιπλόων. | |
15 | Λόγος δέκατος τοῦ ἔχειν. τὸ δὲ ἔχειν εἰς περίθεσιν διαιρέεται, ὡς τὸ ὑποδεδέσθαι, ὡπλίσθαι, ἐσκεπάσθαι· εἴς τε ἔνθεσιν ὡς ἐπὶ μεδίμνου καὶ κεραμίου καὶ τῶν λοιπῶν ἀγγείων· λέγομεν γὰρ πυροὺς ἔχειν τὸν μέδιμνον ἢ οἶνον τὸν κέραμον· καὶ εἰς πλοῦτον καὶ κτῆσιν, οἷον πλοῦτον ἔχον, ἀγρόν, ζεῦγος καὶ τὰ τούτοις παραπλήσια. | |
20t | Ὀψαρτυτικά | |
26t | Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος | |
27 | Stob. 3.1.107 p. 57 He. (Mullach 1 p. 553, Nolle fr. 41 p. 44) Τοῦ αὐτοῦ Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. Πρῶτον μὲν ὦν χρὴ τοῦτο γινώσκειν, ὅτι ὁ μὲν ἀγαθὸς ἀνὴρ οὐκ | |
30 | εὐθέως εὐδαίμων ἐξ ἀνάγκας ἐστίν, ὁ δὲ εὐδαίμων καὶ ἀγαθὸς ἀνήρ ἐστιν. ὁ μὲν γὰρ εὐδαίμων ἐξ ἐπαινετῶ καὶ μακαριστῶ γίνεται, ὁ δὲ ἀγαθὸς ἀνὴρ ἐξ ἐπαινετῶ μόνον. γίνεται δὲ ὁ μὲν ἔπαινος ἐπ’ ἀρετᾷ, ὁ | |
δὲ μακαρισμὸς ἐπ’ εὐτυχίᾳ. καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἐπὶ τοῖς παρ’ ἀρετᾶς | 8 | |
9 | ἀγαθοῖς γίνεται τοιοῦτος, ὁ δ’ εὐδαίμων καὶ ἐπὶ τοῖς διὰ τύχαν. καὶ ὁ μὲν ἀγαθὸς ἀνὴρ ἀναφαίρετον ἔχει τὰν ἀρετάν, ὁ δ’ εὐδαίμων ἔστιν ὅκα ἀφαιρέεται τὰν εὐδαιμοσύναν. τᾶς μὲν γὰρ ἀρετᾶς ἀνυπεύθυνος ἁ δύναμις, τᾶς δ’ εὐδαιμοσύνας εὐθυνομένα. νόσοι τε γὰρ μακραὶ σώματος | |
5 | καὶ πηρώσιες αἰσθαταρίων ἀπομαραίνοντι τὰν εὐθάλειαν τᾶς εὐδαιμοσύνας. Stob. 3.1.108 p. 58 He. (Mullach 1 p. 553, Nolle fr. 42 p. 45) Ἐν ταὐτῷ. Διαφέρει δὲ θεὸς ἀνθρώπω ἀγαθῶ, ὅτι θεὸς μὲν οὐ μόνον εἰλικρινῆ καὶ διυλισμέναν ἔχει τὰν ἀρετὰν ἀπὸ παντὸς τῶ θνατῶ | |
10 | πάθεος, ἀλλὰ καὶ τὰν δύναμιν αὐτᾶς ἄτρυτον πέπαται καὶ ἀνυπεύθυνον, ὡς πρὸς αἰωνίων ἔργων σεμνότητά τε καὶ μεγαλοπρέπειαν. ἄνθρωπος δ’ οὐ μόνον τῶ θνατῶ τῆς φύσεως καταστάματι μείονα ταύταν πέπαται, ἔστι δ’ ὅκκα καὶ δι’ ἀγαθῶν ἀμετρίαν καὶ διὰ συνήθειαν ἰσχυρὰν καὶ διὰ φύσιν μοχθηρὰν καὶ δι’ ἄλλας αἰτίας πολλὰς ἀδυνατεῖ κατ’ ἄκρας | |
15 | γεναθῆμεν παναλαθέως ἀγαθός. Stob. 3.1.109 p. 58 He. (Mullach 1 p. 553, Nolle fr. 43 p. 45) Ἐν ταὐτῷ. Φαμὶ δὴ τὸν ἀγαθὸν ἄνδρα τοῦτον εἶμεν, τὸν πράγμασι μεγάλοις καὶ καιροῖς καλῶς χρεόμενον. οὗτος δέ κ’ εἴη ὁ εὐτυχίαν τε δυνάμενος καλῶς φέρεν καὶ πάλιν ἀτυχίαν, καὶ ὁ ἔν τε τοῖς καλοῖς καὶ | |
20 | τιμίοις ἄξιος γενόμενος τῶν ὑποκειμένων καὶ μεταβαλοίσας τᾶς τύχας εὖ τὸ παρὸν ἐκδεχόμενος. εἰ δὲ συντόμως τε καὶ κεφαλαιωδῶς δεῖ φράσαι, ὁ ἐν πάντεσσι τοῖς καιροῖς καλῶς ἀγωνιζόμενος ἐκ τῶν ἐνδεχομένων, καὶ μὴ μόνον αὔταυτον οὕτως διατιθείς, ἀλλὰ καὶ τοὺς ἐμπιστεύσαντας αὐτῷ καὶ συναγωνισαμένους. | |
25 | Stob. 3.1.110 p. 59 He. (Mullach 1 p. 553, Nolle fr. 44 p. 45) Ἐν ταὐτῷ. Ἐπεὶ ὦν τῶν ἀγαθῶν ἃ μὲν αὐτά ἐντι δι’ αὔταυτα αἱρετά, οὐ μὰν δι’ ἕτερον· ἃ δὲ δι’ ἕτερον, οὐ μὰν δι’ αὔταυτα· εἴη ὦν κα τρίτον τι εἶδος ἅτερον ἀγαθῶν, ὃ καὶ δι’ αὔταυτον αἱρετόν ἐντι καὶ δι’ ἕτερον. τίν’ ὦν [οὖν] ἐντὶ τὰ τοιαῦτα τῶν ἀγαθῶν, ἅπερ αὐτὰ δι’ αὔταυτα | |
30 | αἱρετὰ πέφυκεν ἦμεν, οὐ μὰν δι’ ἕτερον; φανερὸν ὅτι ἁ εὐδαιμοσύνα. | 9 |
10 | ταύτας γὰρ ἕνεκα τὰ ἄλλα αἱρεόμεθα, αὐτὰν δὲ ταύταν οὐδενὸς ἀτέρω. τίνα δὲ πάλιν ἐντί, ἃ δι’ ἅτερον μὲν αἱρεόμεθα [αὐτὰν δὲ ταύταν αἱ‐ ρεόμεθα] οὐ μὰν δι’ αὔταυτά γε; δᾶλον ὅτι τὰ ὠφέλιμα καὶ τὰ προαιρετικὰ τῶν ἀγαθῶν, ἅπερ αἴτια γίνεται τῶν ἁτέρων, οἷον πόνοι | |
5 | μὲν σώματος καὶ γυμνάσια καὶ τρίψιες εὐεκτίας, ἀναγνώσιες δὲ καὶ μελέται καὶ ἐπιτηδεύσιες καλῶν καὶ ἀρετᾶς. τίνα δὲ καὶ δι’ αὔταυτα αἱρετὰ καὶ [τὰ] δι’ ἕτερον; οἷον αἵ τε ἀρεταὶ καὶ αἱ ἕξιες αὐτῶν, καὶ αἱ προαιρέσιες, καὶ αἱ πράξιες, καὶ πᾶν τὸ ἐχόμενον τᾶς τῶ καλῶ οὐσίας. τὸ μὲν ὦν δι’ αὔταυτο αἱρετόν, οὐ μὰν δι’ ἕτερον, μονῆρες ἀγαθόν | |
10 | ἐντι καὶ ἕν· τὸ δὲ καὶ δι’ αὔ〈ταυ〉το καὶ δι’ ἅτερον τριχᾷ δέδασται. τὸ μὲν γάρ τι αὐτῶ περὶ ψυχάν ἐστι, τὸ δὲ περὶ σῶμα, τὸ δέ τι ἐκτός· περὶ ψυχὰν μὲν αἱ τᾶς ψυχᾶς ἀρεταί, περὶ σῶμα δὲ αἱ τῶ σώματος, ἐκτὸς δὲ φίλοι δόξα τιμὰ πλοῦτος. παραπλησίως δὲ καὶ τὸ δι’ ἅτερον αἱρετόν· τὸ μὲν γάρ τι αὐτῶ τὰ ποιητικὰ τῶν τᾶς ψυχᾶς ἀγαθῶν, | |
15 | περὶ σῶμα δὲ τὰ τῶ σώματος, ἐκτὸς δὲ τὰ αἴτια πλούτω καὶ δόξας καὶ τιμᾶς καὶ φιλίας. ὅτι δὲ τὰν ἀρετὰν ἦμεν συμβέβακεν αὐτὰν δι’ αὐταύταν αἱρετάν, δᾶλον καὶ ἐκ τῶνδε. εἰ γὰρ τὰ καταδεέστερα τᾷ φύσει, λέγω δὴ τὰ σώματος ἀγαθά, αὐτὰ δι’ αὔταυτα αἱρεόμεθα, κρέσσον δὲ ψυχὰ σώματος, φανερὸν ὅτι καὶ τὰ τᾶς ψυχᾶς ἀγαθὰ αὐτὰ | |
20 | δι’ αὔταυτα ἀγαπέομες, ἀλλ’ οὐ διὰ τὰ ἀποβαίνοντα ἀπ’ αὐτῶν. Stob. 3.1.111 p. 61 He. (Mullach 1 p. 555, Nolle fr. 45 p. 46) Ἐν ταὐτῷ. Ὅτι ὁ ἀγαθὸς ἀνὴρ οὕτω διάκειται ποτ’ εὐτυχίαν, ὥσπερ καὶ ὁ τῷ σώματι καλῶς ἔχων καὶ ῥωμαλέως. καὶ γὰρ ἐκεῖνος οἷός τε καὶ θάλπος καὶ ψῦχος ὑπομένεν καὶ βάρος ἆραι μέγα καὶ πολλὰς ἁτέρας | |
25 | εὐχερῶς ὑπομένεν κακοπαθείας. Stob. 3.1.112 p. 61 He. (Mullach 1 p. 554, Nolle fr. 46 p. 46) Ἐν ταὐτῷ. Τῶ δ’ ἀνθρωπίνω βίω καιροὶ τρεῖς, ὁ μὲν ἐν εὐτυχίᾳ ὁ δ’ ἐν ἀτυχίᾳ, ὁ δὲ μεταξὺ τούτων. ἐπεὶ ὦν ἀγαθὸς ἀνὴρ ὁ ἔχων ἀρετὰν καὶ ὁ χρεόμενος ἀρετᾷ, χρᾶται δὲ αὐτᾷ κατὰ τὼς τρεῖς καιρώς· ἢ γὰρ | |
30 | ἐν ἀτυχίᾳ ἢ ἐν εὐτυχίᾳ ἢ ἐν τοῖς μεταξὺ τούτων· καὶ ἐν ἀτυχίᾳ μέν | 10 |
11 | ἐντι κακοδαίμων, ἐν δ’ εὐτυχίᾳ εὐδαίμων, ἐν δὲ τᾷ μέσᾳ καταστάσει οὐκ εὐδαίμων· φανερὸν οὖν ὅτι οὐδὲν ἅτερόν ἐστιν εὐδαιμοσύνα ἀλλ’ ἢ χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ. λέγομες δὲ νῦν εἰδαιμοσύναν τὰν τῶ ἀνθρώπω. ὁ δ’ ἄνθρωπος οὐχ ἁ ψυχὰ μόνον, ἀλλὰ καὶ τὸ σῶμα· τὸ γὰρ | |
5 | ἐξ ἀμφοτέρων ζῷον καὶ τὸ ἐκ τοιούτων ἄνθρωπος. καὶ γὰρ εἰ τᾶς ψυχᾶς ὄργανον τὸ σῶμα πέφυκεν, ἀλλὰ καὶ τῶ ἀνθρώπω μέρος καὶ τοῦτο καὶ ἁ ψυχά. διὸ καὶ τῶν ἀγαθῶν ἃ μὲν ἔντι τῶ ἀνθρώπω, ἃ δὲ τῶν μερέων. καὶ ἀνθρώπω μὲν ἀγαθὸν εὐδαιμοσύνα· τῶν δὲ μερέων τῶ ἀνθρώπω ψυχᾶς μὲν φρόνασις ἀνδρεία δικαιοσύνα σωφροσύνα, σώματος | |
10 | δὲ κάλλος ὑγίεια εὐεκτία εὐαισθησία. τὰ δ’ ἐκτὸς πλοῦτος καὶ δόξα καὶ τιμὰ καὶ εὐγένεια πέφυκεν ἐπιγεννάματα ἦμεν τῶ ἀνθρώπω καὶ ἀκόλουθα 〈τοῖσ〉 φύσει προϋφεστακόσιν ἀγαθοῖς· δορυφορεῖται τὰ μῄονα τῶν ἀγαθῶν τὰ μέζονα· φιλία μὲν καὶ δόξα καὶ πλοῦτος σῶμα καὶ ψυχάν, ὑγίεια δὲ καὶ ἰσχὺς καὶ εὐαισθησία ψυχάν, φρόνασις δὲ καὶ | |
15 | ἀνδρεία καὶ σωφροσύνα καὶ δικαιοσύνα τὸν νόον τᾶς ψυχᾶς, ὁ δὲ νόος τὸν θεόν· οὗτος γὰρ ὁ κράτιστός ἐστι καὶ ὁ ἁγεμονεύων. καὶ τούτω ἕνεκα καὶ τὰ ἄλλα τῶν ἀγαθῶν δεῖ παρῆμεν. στρατεύματος μὲν γὰρ ἁγεῖται στρατηγός, πλωτήρων δὲ κυβερνάτας, τῶ δὲ κόσμω θεός, τᾶς δὲ ψυχᾶς νόος, τᾶς δὲ περὶ τὸν βίον εὐδαιμοσύνας φρόνασις· οὐθὲν γὰρ | |
20 | ἅτερόν ἐστι φρόνασις, εἰ μὴ ἐπιστάμα τᾶς περὶ τὸν βίον εὐδαιμοσύνας, ἢ ἐπιστάμα τῶν κατὰ φύσιν ἀνθρώπω ἀγαθῶν. Stob. 3.1.113 p. 63 He. (Mullach 1 p. 555, Nolle fr. 47 p. 47) Ἐν ταὐτῷ. Καὶ θεῶ μὲν εὐδαιμοσύνα καὶ βίος ἄριστος, τῶ δ’ ἀνθρώπω ἐξ ἐπιστάμας καὶ ἀρετᾶς καὶ τρίτω εὐτυχίας σωματουμένα παραγίνεται. | |
25 | λέγω δὲ ἐπιστάμαν σοφίαν μὲν τῶν θείων καὶ δαιμονίων, φρόνασιν δὲ τῶν ἀνθρωπίνων καὶ 〈τῶν〉 περὶ τὸν βίον· τὰς γὰρ λόγοις καὶ ἀποδειξίεσι ποτιχρωμένας ἀρετὰς δέον ἐπιστάμας ποταγορεύεν· ἀρετὰν δὲ τὰν ἠθικὰν καὶ βελτίσταν ἕξιν τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς, καθ’ ἃν καὶ ποιοί τινες ἦμεν λεγόμεθα κατὰ τὸ ἦθος, οἷον ἐλευθέριοι δίκαιοι | |
30 | καὶ σώφρονες· εὐτυχίαν δὲ τὰν παρὰ τὸν λόγον τῶν ἀγαθῶν παρουσίαν καὶ μὴ δι’ αὐτὸν γινομέναν. ἐπεὶ ὦν ἁ μὲν ἀρετὰ καὶ ἐπιστάμα ἐφ’ | |
ἁμῖν, ἁ δ’ εὐτυχία οὐκ ἐφ’ ἁμῖν· ἐν δὲ θεωρίαις καὶ πράξεσι τῶν καλῶν | 11 | |
12 | τὸ εὐδαιμονέν· αἱ δὲ θεωρίαι καὶ αἱ πράξιες ποτάντεις μὲν οὖσαι λει‐ τουργίαν καὶ ἀνάγκαν ἐπιφέροντι, εὐοδοῦσαι δὲ διαγωγὰν καὶ εὐδαιμοσύναν· γίνεται δὲ ταῦτα ἐν εὐτυχίᾳ· φανερὸν ὅτι οὐδὲν ἅτερόν ἐστιν εὐδαιμοσύνα, εἰ μὴ χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ. | |
5 | Stob. 3.1.114 p. 64 He. (Mullach 1 p. 555, Nolle fr. 48 p. 48) Ἐν ταὐτῷ. Ἐπεὶ ὦν εὐδαιμοσύνα χρᾶσις ἀρετᾶς ἐν εὐτυχίᾳ, περὶ ἀρετᾶς καὶ εὐτυχίας λέγωμες, καὶ πρῶτον περὶ εὐτυχίας. τῶν γὰρ ἀγαθῶν ἃ μὲν οὐκ ἐπιδέχεται ὑπερβολάν, οἷον ἀρετά· οὐ γάρ ἐστιν ὑπερβάλλουσά τις ἀρετὰ καὶ ὑπερβαλλόντως τις ἀγαθός· ἁ γὰρ ἀρετὰ | |
10 | στάθμαν ἔχει τὸ δέον, καὶ ἔστι τῶ δέοντος ἕξις ἐν τοῖς πρακτοῖς. ἁ δ’ εὐτυχία καὶ τὰν ὑπερβολὰν ἐπιδέχεται καὶ τὰν μῄωσιν. ὑπερβάλλοισα δὲ γεννᾷ τινας κακίας καὶ ἐξίστησι τὸν ἄνθρωπον ἐκ τᾶς κατὰ φύσιν ἕξιος, ὥστε πολλάκις ἀντιβαίνεν καὶ τᾷ συστάσει τᾶς ἀρετᾶς. καὶ οὐ μόνον ἁ εὐτυχία, ἀλλὰ καὶ ἅτεραι αἰτίαι πλείονες. οὐδέποκα γὰρ δεῖ | |
15 | θαυμαίνεν περὶ μὲν αὐλητικὰν ἦμέν τινας ἀλαζόνας, οἳ τὰ ποτ’ ἀλάθειαν ἐάσαντες φαντασίᾳ τινὶ ψευδεῖ τὼς ἀμώσως αἱρέοντι, περὶ δὲ τὰν ἀρετὰν μὴ ἦμεν τὸ τοιοῦτον γένος, ἀλλ’ ὅσῳ περ σαμνότερόν ἐστι, τοσούτῳ καὶ τὸ ποτιποιούμενον περὶ αὐτὰν πλέον ἦμεν γένος. πολλὰ γάρ ἐστι τὰ διαστρέφοντα τὰς περὶ τὰν ἀρετὰν ἐπιφανείας, ὧν ἓν μέν | |
20 | ἐστι τὸ τῶν ἐπιβουλευόντων καὶ ποτιποιουμένων γένος· ἅτερα δὲ φυσικὰ πάθεα παρακολουθέοντα ἐνίοκα ποιέοντι ἐναντίαν ἐπιπρέπειαν τᾶς ἀληθινᾶς διαθέσιος· τινὰ δὲ καὶ δι’ ἔθος συνεκτεθραμμένα ἐκ παλαιῶν χρόνων· οὐκ ὀλίγα δὲ καὶ δι’ ἁλικίας ἁβατικάς τε καὶ γεροντικάς, καὶ δι’ εὐτυχίας ἢ καὶ ἀτυχίας, καὶ δι’ ἁτέρως παμπλαθέας τρόπως. | |
25 | ὥστε οὐδέποκα δεῖ θαυμαίνεν, εἰ πάντ’ ἀντεστραμμένως ἐνίοκα κρίνεται, τᾶς ἀληθινᾶς διαθέσιος μεταπιπτοίσας. ὥσπερ καὶ τέκτονα τὸν ἄριστον εἶμεν δοκέοντα πολλὰ ἐν τοῖς ὑποκειμένοις ἔργοις ὁρέομες ἁμαρτάνοντα, καὶ στραταγὸν καὶ κυβερνάταν καὶ γραφέα καὶ πάντας ἁπλῶς, καὶ ὅμως οὐκ ἀποστεροῦμες τᾶς ὑπαρχοίσας ἕξιος· οὕτως οὐδὲ τὸν ἀκο‐ | |
30 | λασταίνοντα ἔν τισι καιροῖς οὐδὲ τὸν ἀδικήσαντα οὐδὲ τὸν | 12 |
13 | ἀποδειλιάσαντα εἰς τὼς κακὼς τακτέον ἄνδρας, οὐδὲ μὰν τὼς τούτων τι κατορθώσαντας εἰς τὼς ἀγαθώς· ἀλλὰ τοῖς τε φαύλοις τὸ τυχὲν ποτὲ δοτέον τοῖς τε ἀγαθοῖς τὸ διαμαρτάνεν· τὰν δὲ ἀλαθινὰν κρίσιν 〈κριτέον〉 οὐ ποθ’ ἕνα καιρὸν ἐπιβλέποντας οὐδ’ ἐπὶ χρόνου τι πλᾶ‐ | |
5 | θος, ἀλλ’ ἐπὶ πάντα τὸν βίον. ὥσπερ δὲ τὸ σῶμα βλάπτει μὲν καὶ τὸ τᾶς ἐνδείας καὶ τὸ τᾶς ὑπερβολᾶς εἶδος, οὐ μὰν ἀλλὰ νόσως γε μέζονας ἐμποιεῖν πέφυκεν ἁ ὑπερβολὰ καὶ τὰ καλεόμενα περισσώματα· οὕτω καὶ 〈τὰν〉 ψυχὰν βλάπτει μὲν καὶ τὸ τᾶς εὐτυχίας ἢ ἀτυχίας εἶδος ἀκαίρως παραγενόμενον, οὐ μὰν ἀλλὰ νόσως γε μέζονας ποὲν πέφυκεν | |
10 | ἁ λεγομένα παρὰ πάντεσσιν εὐτυχία, ὥσπερ οἶνος καταμεθύσκουσα τοῖς ἀγαθοῖς τὰν διάνοιαν. Stob. 3.1.195 p. 148 He. (Mullach 1 p. 556, Nolle fr. 49 p. 49) Ἀρχύτα Πυθαγορείου Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. Ὅθεν οὐκ ἀτυχίαν ἐνεγκὲν ἐμμελῶς χαλεπώτερόν ἐστιν, ἀλλ’ εὐτυχίαν. πάντες | |
15 | [μὲν] γὰρ ἐν ἀτυχίᾳ μὲν ὄντες ὡς ἐπὶ πολὺ μέτριοι καὶ κόσμιοι τὸ ἦθος εἶμεν φαίνονται, ἐν δ’ εὐπραγίαις ἀνδρεῖοι, μεγαλόφρονες, μεγαλόψυχοι. δεινὰ γὰρ 〈ἁ〉 ἀτυχία συναγαγὲν καὶ καταρτίσαι τὰν ψυχάν, ἁ δ’ εὐπραγία τοὐναντίον ἐπᾶραι καὶ κενῶσαι. διὸ ποθεκτικοὶ μὲν ἅπαντες καὶ συνετοὶ τὸν τρόπον ἀτυχέοντες, ἐπιθετικοὶ δὲ καὶ | |
20 | θαρσαλέοι τὸν τρόπον εὐτυχίοντες. Stob. 3.1.196 p. 149 He. (Mullach 1 p. 556, Nolle fr. 50 p. 49) Ἐν ταὐτῷ. Ὅρος δέ ἐστιν εὐτυχίας, ἃν προέλοιτο ὁ ἀγαθὸς ἀνὴρ συνεργὸν αὐτῷ γινομέναν ποττὰς ἰδίας πράξιας· ὥσπερ καὶ μέγεθος ναὸς καὶ μέγεθος παδαλίω, ᾧ καθικνεῖσθαι δύναται ὁ ἀγαθὸς κυβερνάτας | |
25 | μεγάλα πελάγεα διαπεραιούμενος καὶ μεγάλαν ναυκλαρίαν στελλόμενος. ἁ δ’ ὑπερβολὰ τᾶς εὐτυχίας τοῖς ἀγαθοῖς οὐ κρατεῖσθαι πέφυκεν ὑπὸ τᾶς ψυχᾶς, ἀλλὰ κρατὲν αὐτᾶς. ὥσπερ γὰρ τὸ λαμπρὸν φάος μαραυγίαν περιτίθησι τοῖς ὀφθαλμοῖς, οὕτω καὶ ἁ ὑπερβάλλουσα εὐτυχία τῷ νόῳ τᾶς ψυχᾶς. καὶ περὶ μὲν οὖν εὐτυχίας ἅλις εἰρήσθω. | |
30 | Stob. 3.3.65 p. 217 He. (Mullach 1 p. 556, Nolle fr. 51 p. 49) | |
Ἀρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. Φρόνιμος | 13 | |
14 | δὲ ἀνὴρ οὕτως ἂν μάλιστα γένοιτο· φύσιος πρᾶτον εὐστόχω τε καὶ μναμονικᾶς καὶ φιλοπόνω τυχών, ἐν λογισμοῖς τε καὶ μαθημάτεσσι καὶ ταῖς ποτ’ ἀκρίβειαν θεωρίαις εὐθὺς ἐκ νέω γυμνάσαιτο τὰν διάνοιαν, φιλοσοφίας ἁπτόμενος ὀρθᾶς, μετὰ δὲ ταῦτα ἐθέων τε καὶ νόμων καὶ | |
5 | βίων ἀνθρωπίνων ἐμπειρίαν λάβοι. δύο γάρ ἐντι ἐξ ὧν τῶ φρονίμω διάθεσις παραγίνεται, ὧν τὸ μέν ἐστιν ἕξιν μαθηματικήν τε καὶ γνωστικὴν λαβεῖν, τὸ δὲ θεωρήματα καὶ πράγματα πολλὰ ἐπελθέν, τὰ μὲν καὶ αὐτὸν ἰδόντα, τὰ δὲ καὶ δι’ ἑτέρω τινὸς τρόπω κατανοήσαντα. οὔτε γὰρ ὁ ἐν λογισμοῖς καὶ μαθημάτεσσι καὶ ταῖς ποτ’ ἀκρίβειαν θεωρίαις | |
10 | εὐθὺς ἐκ νέω γυμνάσας τὰν διάνοιαν ἱκανός ἐστι ποτὶ φρόνασιν· οὔθ’ ὁ τούτων μὲν ἀπολειφθείς, ἐν 〈δ’〉 ἀκροαμάτεσσι πολλοῖς καὶ πραγμά‐ τεσσιν ἀναστρεφθείς. ἀλλ’ ὁ μὲν ἐν τῷ καθ’ ἕκαστα κρίνεν τυφλὸς ἐγένετο τὰν διάνοιαν· ὁ δ’ ἐν τῷ καθόλω θεωρὲν ἀεί. καθάπερ 〈γὰρ ἔνι〉 ἐπὶ τῶν λογισμῶν τὰ μέρεα συντιθέντας τὸ ὅλον ἐξ αὐτῶν λογίζεσθαι, | |
15 | οὕτω καὶ ἐπὶ τῶν πραγμάτων δύναται ὁ μὲν λόγος τὰν καθόλω θεωρίαν ὑπογράφεν, ἁ δ’ ἐμπειρία καθ’ ἕκαστα κρίνεν. Stob. 4.50.28 p. 1031 He. (Mullach 1 p. 557, Nolle fr. 52 p. 50) Ἀρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ ἀνδρὸς ἀγαθοῦ καὶ εὐδαίμονος. Παρα‐ πλησίως δὲ καὶ γῆρας ἔχει ποτὶ νεότατα, καὶ ποεῖ ἁ μὲν νεότας | |
20 | ἐγχειρητικώς, τὸ δὲ γῆρας ποτινοατικώς ... καὶ μηδέποκα ἀφύλακτον αὐτὸ ἀφίεμεν διανοίας, ἀλλὰ καὶ τί πράσσει καὶ τί πέπραγεν ἐπισκοπεῖ, ἵνα τὰ μὲν μέλλοντα τοῖς παρεόντεσσι σταθμευόμενος, τὰ δ’ ἐνεστακότα τοῖς παρῳχημένοις αὐτὸς αὐταυτὸν διορθοῦν δύνηται, ποτὶ μὲν τὸν παροιχόμενον 〈χρόνον〉 τὰν μνάμαν ἐφαρμόζων, ποτὶ δὲ τὸν παρεόντα | |
25 | τὰν αἴσθασιν, ποτὶ δὲ τὸν μέλλοντα τὰν πρόνοιαν. ἔστι γὰρ ἀεὶ μνάμα | |
μὲν ἁμὶν τῶ παρεληλυθότος χρόνω, πρόνοια δὲ τῶ μέλλοντος, αἴσθασις | 14 | |
15 | δὲ τῶ παρεόντος. διὸ δὴ δεῖ τὸν ὀρθῶς καὶ καλῶς βιοτεύεν μέλλοντα μὴ μόνον αἰσθατικὸν καὶ μναμονικὸν ἀλλὰ καὶ προνοατικὸν ἦμεν. | |
3t | Περὶ ἀντικειμένων | |
8 | Simpl. CAG 8 p. 407.15 K. (Schulte p. 75, Nolle p. 39) Συμπληρωθέντος δὲ τοῦ παρὰ Ἀριστοτέλει περὶ τῆς τῶν ἀντικειμένων διαφορᾶς | |
10 | λόγου καλῶς ἂν ἔχοι καὶ τὰ Ἀρχύτου περὶ αὐτῶν ἐν τῷ Περὶ ἀντικειμένων βιβλίῳ ἀρχέτυπα τῶν εἰρημένων ὄντα παραγεγράφθαι, καὶ μάλιστα, ὅτι οὐδὲ ὁ θεῖος Ἰάμβλιχος ἀπὸ τούτου τοῦ βιβλίου τι τοῖς ὑπομνήμασιν ἐνέταξεν, καὶ ἴσως οὐκ ἦλθεν εἰς αὐτόν· οὐ γὰρ ἂν αὐτὸ παρῆκεν ὁ τὸ τοῦ Ἀριστοτέλους Περὶ ἀντικειμένων βιβλίον ἐπισκεψάμενος. ἔχει δὲ οὕτως· καὶ κατὰ νόμον | |
15 | καὶ κατὰ φύσιν ἀντικεῖσθαι ἀλλήλοις λέγεται τὰ μὲν ὡς ἐναντία, οἷον ἀγαθὸν κακῷ καὶ ὑγιὲς κάμνοντι καὶ ἀληθὲς ψευδεῖ· τὰ δὲ ὡς ἕξις στερήσει, οἷον ζωὰ θανάτῳ καὶ ὅρασις τυφλότατι καὶ ἐπιστάμα λάθᾳ· τὰ δὲ ὡς πρός τί πως ἔχοντα, οἷον διπλάσιον ἡμίσει, ἄρχον ἀρχομένῳ καὶ δεσπόζον δεσποζομένῳ· τὰ δὲ ὡς κατάφασις ἀποφάσει, οἷον τὸ | |
20 | ἄνθρωπον ἦμεν τῷ μὴ ἦμεν καὶ τὸ σπουδαῖον ἦμεν τῷ μὴ ἦμεν. | |
22 | Simpl. CAG 8 p. 407.26 K. Ἐκθέμενος οὕτως τὰς τέσσαρας ἀντιθέσεις ἐπάγει ταῦτα περὶ τῆς διαφορᾶς αὐτῶν· διαφέροντι δὲ ταῦτα ἀλλάλων, ὅτι τὰ μὲν ἐναντία οὐκ ἀναγκαῖα ἅμα γίνεσθαι οὐδ’ ἅμα | |
25 | φθείρεσθαι. ὑγίεια γὰρ νόσῳ ἐναντίον καὶ ἀρεμία κινήσει, ἀλλ’ οὔτε ὑγεία νόσῳ συνυπάρχει οὔτε ἀρεμία κινήσει, οὐδὲ μὰν ἅμα γίνεται οὐδὲ μὰν ἅμα φθείρεται ἑκάτερον αὐτῶν. ἕξις δὲ [γενέσιος] καὶ στέρησις διαφέροντι τούτων, ὅτι τὰ μὲν ἐναντία μεταβάλλειν πέφυκεν εἰς ἄλλαλα, οἷον τὸ ὑγιὲς ἐς τὸ κάμνον καὶ τὸ κάμνον ἐς τὸ ὑγιὲς καὶ τὸ ὀξὺ ἐς | |
30 | τὸ βαρὺ καὶ τὸ βαρὺ ἐς τὸ ὀξύ, ἕξις δὲ καὶ στέρησις οὐκέτι, ἀλλ’ ἕξις | |
μὲν ἔρχεται εἰς τὰν στέρασιν, στέρησις δὲ οὐκ ἔρχεται εἰς τὴν ἕξιν· | 15 | |
16 | τὸ μὲν γὰρ ζῷον θνᾴσκει, τὸ δέ γε θνᾷσκον οὐδέποκα ζήσει. ὅλως δὲ ἕξις μέν ἐντι συνοχὰ τῶ κατὰ φύσιν, στέρησις δὲ ἔκλειψις τῶ κατὰ φύσιν. τὰ δὲ πρός τι ἅμα ἀναγκαῖα καὶ γίνεσθαι καὶ φθείρεσθαι· ἀδύνατον γὰρ διπλάσιον μὲν ἦμεν, ἡμίσεον δὲ μή, ἢ ἡμίσεον μὲν ἦμεν, διπλάσιον δὲ | |
5 | μή, καὶ αἴκα τι γένηται διπλάσιον, ἅμα καὶ ἡμίσεον γίνεται, καὶ αἴκα τι φθείρεται διπλάσιον, ἅμα καὶ ἡμίσεον φθείρεται. κατάφασις δὲ καὶ ἀπόφασις [καὶ] λόγου εἴδεά [καὶ μᾶλλον] ἐντι καὶ ἀλαθέος καὶ ψευδέος, μᾶλλόν ἐντι σημαντικά. τὸ γὰρ ἦμεν ἄνθρωπον ἀληθές ἐστιν, ὅκκα ὑπάρχῃ, ψευδὲς δέ, ὅκκα μὴ ὑπάρχῃ. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τᾶς | |
10 | ἀποφάσιος· καὶ γὰρ αὐτὰ ἀλαθὴς ἢ ψευδὴς παρὰ τὸ πρᾶγμα τὸ σημαινό‐ μενον· ἀληθὴς μέν, ὅκκα ὑπάρχῃ, ψευδὴς δέ, ὅκκα μὴ ὑπάρχῃ. ἔτι ἀγαθῶ μὲν καὶ κακῶ μέσον τι, τὸ μήτε ἀγαθὸν μήτε κακόν, καὶ πολλῶ καὶ ὀλίγω τὸ μέτριον, καὶ βραδέος καὶ ταχέος τὸ ἰσοταχές, ἕξιος δὲ καὶ στερήσιος οὐδέν ἐντι μέσον· ζωᾶς τε γὰρ καὶ θανάτω μεταξὺ οὐδὲν | |
15 | καὶ ὁράσιος καὶ τυφλότητος, εἰ μή τις λέγοι τὸ μήπω γενόμενον ζῷον, ἀλλὰ γινόμενον, μεταξὺ ἦμεν ζωῆς καὶ θανάτω καὶ τὸ μήπω βλέπον κυνίδιον μεταξὺ ἦμεν τῶ τετυφλῶσθαι καὶ ὁρῆν. οὕτω δὲ λέγων κατὰ συμβεβηκὸς ἀποδώσει τὰν μεσότατα, οὐ κατὰ τὸν οἰκεῖον ὅρον τῶν ἐναντιοτάτων. τὰ δὲ πρός τι ἐπιδέχεται μεσότατας· μεταξὺ γὰρ τῶ | |
20 | δεσπόζοντος καὶ δούλω τὸ ἐλευθέριον καὶ μεταξὺ τοῦ μείζονος καὶ μείονος τὸ ἴσον καὶ μεταξὺ τοῦ πλατέος καὶ στενῶ τὸ ἐφαρμόζον. καὶ τῶν ἄλλων ἐναντίων εὑρεθήσεταί τι μέσον, ἢ καὶ ὠνυμασμένον ἢ καὶ ἀνώνυμον. καταφάσιος δὲ 〈καὶ ἀποφάσιοσ〉 μεταξὺ οὐδέν ἐντι, οἷον τῶ τε ἦμεν ἄνθρωπον καὶ τῶ μὴ ἦμεν ἄνθρωπον καὶ τῶ ἦμεν μουσικὸν | |
25 | καὶ τῶ μὴ μουσικόν. καὶ ἄλλως δὲ ἀνάγκα καταφῆσαι ἢ ἀποφῆσαι λέγοντα περί τινος· καταφῆσαι μέν, ὅκκα τι εἶναι δηλοῖ, οἷον ἄνθρωπον, ἵππον, καὶ συνυπάρχεν τι τούτῳ οἷον ἀνθρώπῳ μὲν τὸ μουσικῷ ἦμεν, ἵππῳ δὲ τὸ πολεμιστᾷ· ἀποφῆσαι δέ, ὅκκα μὴ ἦμέν τι δαλοῖτο, οἷον μὴ ἦμεν ἄνθρωπον ἢ μὴ ἦμεν ἵππον, ἢ μὴ συνυπάρχεν τι τούτῳ, οἷον | |
30 | μὴ ἦμεν τὸν ἄνθρωπον μουσικὸν ἢ μὴ ἦμεν τὸν ἵππον πολεμιστάν· | |
μεταξὺ δέ γε τᾶς καταφάσιος αὐτᾶς καὶ ἀποφάσιος οὐδέν. | 16 | |
17 | Simpl. CAG 8 p. 391.1 K. (Schulte p. 79, Nolle p. 41) Καλὸν δὲ ἂν εἴη λοιπὸν καὶ τὰ Ἀρχύτου παραθέσθαι περὶ τῆς τῶν ἐναντίων διαφορᾶς ἔχοντα οὕτως· διαιρεῖται δὲ καὶ τὰ τῶν ἀντιθέσεων τούτων εἰς τὰ ποτεχέα εἴδεα ἀλλάλοις· τῶν γὰρ ἐναντίων ἃ μὲν ἄμεσά ἐντι, ἃ δὲ | |
5 | ἔχει μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδέν ἐντι μέσον οὐδὲ ἀρεμίας καὶ κινάσιος οὐδὲ ἐγραγορότος καὶ ὑπνόωντος οὐδὲ εὐθέος καὶ καμπύλω οὐδὲ τᾶν ἀλλᾶν ἐναντιοτάτων, πολλῶ δὲ καὶ ὀλίγω μεταξὺ τὸ μέτριον, καὶ ὀξέος δὲ καὶ βαρέος τὸ ὁμόφωνον καὶ ταχέος καὶ βραδέος τὸ ἰσοταχὲς καὶ μέζονος καὶ μείονος τὸ ἴσον. τὸ καθόλω ὦν, ὧν μὲν ἐναντιοτάτων | |
10 | ἀναγκαῖον μίαν ἦμεν περὶ τὸ ἐπιδεκτικὸν αὐτᾶν, αὗται δὲ οὐκ ἐπιδέχονται μέσον· μεταξὺ γὰρ ὑγείας καὶ νόσω οὐδέν ἐντι μέσον, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ νοσὲν ἢ ὑγιαίνεν, οὐδὲ ἐγραγόρσιος καὶ ὕπνω, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἐγρηγορὲν ἢ εὕδεν, οὐδὲ ἠρεμίας καὶ κινάσιος, καὶ ἀναγκαῖον πᾶν ζῷον ἢ ἠρεμὲν ἢ κινέεσθαι. ὧν δὲ ἐναντιοτάτων οὐκ ἀναγκαῖον | |
15 | οὔτε ἀμφοτέραν οὔτε τὰν ἑτέραν αὐτῶν ἦμεν περὶ τὸ ὑποδεκτικὸν αὐτᾶν, αὗται ἐπιδέχονται μεσότητα· μεταξὺ γὰρ λευκῶ καὶ μέλανος τὸ φαιόν, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ λευκὸν ἢ μέλαν ἦμεν, καὶ μεγάλω καὶ μικρῶ τὸ ἴσον καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον ἢ μέγα ἢ μικρὸν ἦμεν, καὶ σκληρῶ καὶ μαλακῶ τὸ εὐαφές, καὶ οὐκ ἀναγκαῖον πᾶν ζῷον | |
20 | ἢ σκλαρὸν ἢ μαλακὸν ἦμεν. ἔτι τῶν ἐναντίων διαφοραὶ τρεῖς· τὸ μὲν ὡς ἀγαθὸν κακῷ ἀντίκειται, οἷον ὑγεία νόσῳ, τὸ δὲ ὡς κακὸν κακῷ, οἷον ἀνελευθερία ἀσωτίᾳ, τὸ δὲ ὡς οὐδέτερον ἑτέρῳ, οἷον λευκὸν μέλανι, βαρὺ κούφῳ. ἔτι τῶν ἐναντίων ἃ μὲν ἐν γένεσι γενῶν ἐγγίνεται· ἀγαθὸν γὰρ κακῷ ἐναντίον καὶ γένος τὸ μὲν ἀγαθὸν τῶν ἀρετῶν, τὸ δὲ κακὸν | |
25 | τῶν κακιῶν· ἃ δὲ ἐν γένεσιν εἰδῶν· ἀρετὰ γὰρ κακίᾳ ἐναντίον, καὶ γένος ἁ μὲν ἀρετὰ φρονάσιος καὶ σωφροσύνας, ἁ δὲ κακία τᾶς ἀφροσύνας καὶ ἀκολασίας· ἃ δὲ ἐν εἴδεσιν· ἐναντία γὰρ ἀνδρεία δειλίᾳ καὶ δικαιοσύνα ἀδικίᾳ, καὶ ἔντι εἴδεα δικαιοσύνα μὲν καὶ ἀνδρεία τᾶς ἀρετᾶς, ἀδικία δὲ καὶ ἀκολασία τᾶς κακίας. τὰ μὲν οὖν πρᾶτα γένη, ἃ καὶ γένη γενῶν | |
30 | ὀνυμάζομεν, ἐπιδέχεται μὲν τομάν, τὰ δ’ ἔσχατα εἴδεα καὶ ποτὶ τὰν | |
αἴσθασιν οὐκ ἂν γένη γε μόνον ἐντί, ἀλλὰ καὶ εἴδεα. τὸ γὰρ τρίγωνον τοῦ | 17 | |
18 | μὲν ὀρθογωνίω καὶ ἰσοπλεύρω καὶ σκαληνέος γένος, τῶ δὲ ἀγαθῶ εἶδος. | |
6 | Simpl. CAG 8 p. 417.12 K. (Schulte p. 83, Nolle p. 42) Διττῆς οὖν οὔσης (sc. τῆς στερήσεως) οἱ ἄνδρες οὗτοι (sc. Ἀριστοτέλης καὶ Ἀρχύτας) τὴν ἐν τῷ ἐστερῆσθαι μόνην στέρησιν καλοῦσιν διὰ τὸ παντελῶς ἀδύναμον, τὰ δὲ ἐν τῷ στερίσκεσθαι ὡς ἐναντία τίθενται διὰ τὸ ἐνεῖναί τινα | |
10 | δύναμιν αὐτοῖς ἔτι ἀπὸ τοῦ παραμεμῖχθαί τι τῆς ἕξεως, καίτοι τοῦ Ἀρχύτου ταύτην εἰδότος τὴν διαφορὰν ἐν τῷ Περὶ τῶν ἀντικειμένων βιβλίῳ, καὶ οὐ μόνον ταύτην, ἀλλὰ καὶ τρίτην ἄλλην προστιθέντος· λέγει δὲ οὕτως· ἁ δὲ στέρη‐ σις καὶ τὸ ἐστερῆσθαι λέγεται τριχῶς· ἢ γὰρ τῷ μὴ ἔχεν παντάπασιν, οἷον ὡς τὸ τυφλὸν ὅρασιν καὶ τὸ νωδὸν φωνὰν καὶ τὸ ἀμαθὲς ἐπιστάμαν· | |
15 | ἢ ἐν τῷ μῇον ἔχεν, ὡς τὸ δύσκωφον ἀκοὰν καὶ τὸ πτιλῶσσον ὅρασιν· ἢ ἐν τῷ μὴ οἷον δεῖ ἔχεν, ὡς τὸ σκαμβόπουν πόδας καὶ τὸ κακόφωνον φωνάν. Simpl. CAG 8 p. 383.20 K. (Schulte p. 84, Nolle p. 43) Τὴν δὲ αἰτίαν τούτου (sc. τὰ μὲν τῶν πρός τί ἐστι τῶν πρὸς ἃ λέγεται, τὰ δὲ οὔ) | |
20 | γέγραφεν Ἀρχύτας ἐν οἷς τὰς διαφορὰς τῶν κατὰ τὰ πρός τι ἀντικειμένων παραδίδωσιν, καὶ κάλλιον ὅλην ἐκείνην παραγράψαι τὴν λέξιν· τῶν δὲ πρός τι τὰ μὲν ἀντιστρέφει ἀλλάλοις ἐξ ἑκατέρων, ὡς τὸ μέζον καὶ τὸ μεῖον καὶ τὸ ἀδελφὸν καὶ τὸ ὅμοιον. τὰ δὲ ἔχει μὲν ἀντιστροφάν, οὐ μὰν ἐξ ἀμφοτέρων γε τῶν μερῶν· ἁ μὲν γὰρ ἐπιστάμα λέγεται τῶ ἐπιστατῶ | |
25 | καὶ ἁ αἴσθασις τῶ αἰσθατῶ, οὐ μὰν ἀνάπαλιν τὸ ἐπιστατὸν τᾶς ἐπιστάμας καὶ τὸ αἰσθατὸν τᾶς αἰσθάσιος. τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν κρινόμενον ἄνευ τοῦ κρίνοντος δυνατὸν ἦμεν, οἷον τὸ αἰσθατὸν ἄνευ αἰσθάσιος καὶ τὸ ἐπιστατὸν ἄνευ ἐπιστάμας, τὸ δὲ κρῖνον ἄνευ τῶ κρινομένω ἀδύνατον ἦμεν, οἷον τὰν αἴσθασιν ἄνευ τῶ αἰσθατῶ καὶ τὰν ἐπιστάμαν ἄνευ τῶ | |
30 | ἐπιστατῶ. τῶν δὲ ἐξ ἀμφοτέρων ἐχόντων τῶν μερῶν τὰν ἀντιστροφὰν τὰ μὲν ἀδιαφόρως ἀντιστρέφει ἀλλάλοις, ὡς τὸ ὅμοιον καὶ τὸ ἴσον καὶ τὸ ἀδελφόν· τοῦτο γὰρ τούτῳ ὅμοιον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἴσον καὶ τοῦτο τούτῳ πάλιν, καὶ τοῦτο τούτῳ ἀδελφὸν | |
καὶ τοῦτο τούτῳ πάλιν. ἃ δὲ ἀντιστρέφει μὲν ἀλλάλοις ἐξ ἀμφοτέρων | 18 | |
19 | τῶν μερῶν, οὐ μὰν ἀδιαφόρως· τοῦτο μὲν τούτω μέζον, τοῦτο δὲ τούτω μεῖον, καὶ οὗτος μὲν τούτω πατήρ, οὗτος δὲ τούτω υἱός. | |
3t | Περὶ ἀρχῶν | |
4 | Stob. 1.41.2 p. 278 Wa. (Mullach 1 p. 567, Nolle fr. 1 p. 1) | |
5 | Ἐκ τοῦ Ἀρχύτου Περὶ ἀρχῶν. Ἀνάγκα [καὶ] δύο ἀρχὰς εἶμεν τῶν ὄντων, μίαν μὲν τὰν συστοιχίαν ἔχουσαν τῶν τεταγμένων καὶ ὁριστῶν, ἑτέραν δὲ τὰν συστοιχίαν ἔχοισαν τῶν ἀτάκτων καὶ ἀορίστων. καὶ τὰν μὲν ῥητὰν καὶ λόγον ἔχουσαν καὶ τὰ ἐόντα ὁμοίως συνέχειν καὶ τὰ μὴ ἐόντα ὁρίζειν καὶ συντάσσειν (πλατιάζουσαν γὰρ ἀεὶ τοῖς γινομένοις | |
10 | εὐλόγως καὶ εὐρύθμως ἀνάγειν ταῦτα καὶ τὸ καθόλω οὐσίας τε καὶ εἴδεος μεταδιδόμεν)· τὰν δ’ ἄλογον καὶ ἄρρητον καὶ τὰ συντεταγμένα λυμαίνεσθαι καὶ τὰ ἐς γένεσίν τε καὶ ὠσίαν παραγινόμενα διαλύειν (πλατιάζουσαν γὰρ ἀεὶ τοῖς πράγμασιν ἐξομοιοῦν αὑτᾷ ταῦτα). Ἀλλ’ ἐπείπερ ἀρχαὶ δύο κατὰ γένος ἀντιδιαιρούμεναι τὰ πράγματα | |
15 | τυγχάνοντι τῷ τὰν μὲν εἶναι ἀγαθοποιόν, τὰν δ’ εἶμεν κακοποιόν, ἀνάγκα καὶ δύο λόγως εἶμεν, τὸν μὲν ἕνα τᾶς ἀγαθοποιῶ φύσιος, τὸν δ’ ἕνα τᾶς κακοποιῶ. διὰ τοῦτο καὶ τὰ τέχνᾳ καὶ τὰ φύσει γινόμενα δύο τούτων πράτων μετείληφε, τᾶς τε μορφῶς καὶ τᾶς οὐσίας. καὶ ἁ μὲν μορφώ ἐστιν αἰτία τοῦ τόδε τι εἶμεν· ἁ δὲ ὠσία τὸ ὑποκείμενον, | |
20 | παραδεχόμενον τὰν μορφώ. Οὔτε δὲ τᾷ ὠσίᾳ οἷόν τέ ἐστι μορφᾶς μετεῖμεν αὐτᾷ ἐξ αὑτᾶς, οὔτε μὰν τὰν μορφὼ γενέσθαι περὶ τὰν ὠσίαν, ἀλλ’ ἀνάγκα ἁτέραν τινὰ εἶμεν αἰτίαν, τὰν κινάσοισαν τὰν ἐστὼ τῶν πραγμάτων ἐπὶ τὰν μορφώ· ταύταν δὲ τὰν πράταν τᾷ δυνάμει καὶ καθυπερτάταν εἶμεν τᾶν | |
25 | ἀλλᾶν· ὀνομάζεσθαι δ’ αὐτὰν ποθήκει θεόν· ὥστε τρεῖς ἀρχὰς εἶμεν ἤδη, τόν τε θεὸν καὶ τὰν ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφώ. καὶ | |
τὸν μὲν θεὸν 〈τὸν〉 τεχνίταν καὶ τὸν κινέοντα, τὰν δ’ ἐστὼ τὰν ὕλαν καὶ | 19 | |
20 | τὸ κινούμενον, τὰν δὲ μορφὼ τὰν τέχναν καὶ ποθ’ ἃν κινέεται ὑπὸ τῶ κινέοντος ἁ ἐστώ. Ἀλλ’ ἐπεὶ τὸ κινεόμενον ἐναντίας ἑαυτῷ δυνάμεις ἴσχει τὰς τῶν ἁπλῶν σωμάτων, τὰ δ’ ἐναντία συναρμογᾶς τινος δεῖται καὶ ἑνώσιος, | |
5 | ἀνάγκη ἀριθμῶν δυνάμιας καὶ ἀναλογίας καὶ τὰ ἐν ἀριθμοῖς καὶ γεωμετρικοῖς δεικνύμενα παραλαμβάνειν, ἃ καὶ συναρμόσαι καὶ ἑνῶσαι τὰν ἐναντιότατα δυνασεῖται ἐν τᾷ ἐστοῖ τῶν πραγμάτων ποττὰν μορφώ. καθ’ αὑτὰν μὲν γὰρ ἔσσα ἁ ἐστὼ ἄμορφός ἐστι, κιναθεῖσα δὲ ποτὶ τὰν μορφὼ ἔνμορφος γίνεται καὶ λόγον ἔχουσα τὸν τᾶς συντάξιος. | |
10 | ὁμοίως δὲ καὶ τὸ δι’ ὃ κινέεται τὸ κινεόμενόν ἐστι τὸ πράτως κινέον. ὥτ’ ἀνάγκα τρεῖς εἶμεν τὰς ἀρχάς, τάν τε ἐστὼ τῶν πραγμάτων καὶ τὰν μορφὼ καὶ τὸ ἐξ αὑτῶ κινατικὸν καὶ πρᾶτον τᾷ δυνάμει. τὸ δὲ τοιοῦτον οὐ νόον μόνον εἶμεν δεῖ, ἀλλὰ καὶ νόω τι κρέσσον· νόω δὲ κρέσσον ἐστὶν ὅπερ ὀνομάζομεν θεόν, φανερόν. | |
15 | Ὁ μὲν τῶ ἴσω λόγος περὶ τὰν ῥητὰν καὶ λόγον ἔχοισαν φύσιν ἐστίν· ὁ δὲ τῶ ἀνίσω περὶ τὰν ἄλογον καὶ ἄρρητον· αὕτα δ’ ἐντὶ ἁ ἐστώ· καὶ διὰ τοῦτο γένεσις καὶ φθορὰ γίνεται περὶ ταύταν καὶ οὐκ ἄνευ ταύτας. | |
18t | Περὶ αὐλῶν | |
23t | Περὶ γεωργίας | 20 |
21(1t) | Περὶ τῆς δεκάδος | |
6t | Περὶ τῶν καθόλου λόγων | 21 |
22(6) | Nolle fr. 35 p. 27—34 Ἀρχύτου Ταραντίνου Περὶ τοῦ καθόλου λόγου ἤτοι τῶν κατηγοριῶν. Περὶ τοῦ παντὸς λόγου πειράσομαι γράφειν, οἷς χρώμενος ὁ ἄνθρωπος ἑρμηνεύς τε γίνεται τῶν πραγμάτων καὶ γνωρίζει τὰ ὄντα | |
10 | ἀκριβῶς. φημὶ δὲ ἐγὼ λόγον μὲν εἶναι τὸν συγκείμενον ἐκ διανοίας καὶ λέξεως· καὶ διάνοιαν μὲν εἶναι τὴν σημαινομένην, λέξιν δὲ τὴν σημαίνουσαν. εἶναι δὲ καὶ τὰ σημαινόμενα καθόλου δέκα καὶ τὰ σημαίνοντα ἴσα τὸν ἀριθμὸν τούτοις. λέγω δὲ τὰ μὲν σημαινόμενα οὐσίαν, ποιότητα, ποσότητα, πρός τί πως ἔχον· ἔτι δὲ ποιεῖν, πάσχειν, | |
15 | ἔχειν, κεῖσθαι, ποῦ, πότε. οὐσία μὲν οὖν ἐστιν οἷον ἄνθρωπος, ἵππος, πῦρ, ὕδωρ καὶ ἁπλῶς πάντα ὅσα καθ’ ἑαυτὰ ὑφέστηκεν· ποιότης δὲ λευκόν, μέλαν, σπουδαῖον, φαῦλον καὶ ὅσα ἁπλῶς συνυπάρχει τινί· ποσότης δὲ μνᾶ, τάλαντον, δίπηχυ, τρίπηχυ καὶ ἁπλῶς ὅσα περὶ ἀριθμὸν καὶ μέτρον τι σημαίνει· πρός τι δέ πως ἔχειν οἷον διπλάσιον, | |
20 | ἥμισυ, μεῖζον, μεῖον ἢ ἔλαττον καὶ ἁπλῶς ὅσα πρὸς ἄλληλα λέγεται καὶ οὐκ ἄνευ ἀλλ〈ήλ〉ων πέφυκεν ὀνομάζεσθαι· ποιεῖν δὲ λέγειν, τέμνειν, ἁρμόζεσθαι, τεκταίνειν καὶ ἁπλῶς ὅσα ἐνέργειάν τινα περί τι γινομένην σημείωσιν· πάσχειν δὲ οἷον λέγεσθαι, τέμνεσθαι, ῥυθ‐ μίζεσθαι, μαλάττεσθαι καὶ ἁπλῶς ὅσα ὑπό τινος ἑτέρου πέφυκεν μετα‐ | |
25 | βάλλεσθαι· ἔχειν δὲ οἷον ὡπλίσθαι, ὑποδεδέσθαι, περιβεβλῆσθαι καὶ ἁπλῶς ὅσα μὴ συνυπάρχει μήτε συμπεφυκότα, ἐπίκτητα 〈δὲ〉 τῆς οὐσίας ἐστίν· κεῖσθαι δὲ οἷον ἑστάναι, κατακεῖσθαι, καθῆσθαι, συγ‐ κεκαῦσθαι καὶ ἁπλῶς ὅσα σώματός πως ἔχοντος [κατὰ] πᾶσαν θέσιν δηλοῦται· ποῦ δὲ οἷον ἐν Τάραντι, ἐν Λακεδαίμονι, ἐν τῇ οἰκίᾳ, ἐν | |
30 | ἀγορᾷ καὶ ἁπλῶς ὅσα τόπον σημαίνει· πότε δὲ οἷον νῦν, πρότερον καὶ | |
ἁπλῶς ὅσα χρόνον τινὰ σημαίνει. ‖ πᾶσα ὦν ὠσία φυσικά τε καὶ αἰσθητὰ | 22 | |
23 | ἤτοι ἐν τούτοις ἢ διὰ τούτων ἢ οὐκ ἄνευ τούτων πέφυκεν τᾷ διανοίᾳ τῶν ἀνθρώπων ὑποπίπτειν· ‖ καὶ ἐφ’ ἑνὸς δὲ τοῦ προτεθέντος ἐφαρμόσαι πάντα δυνατόν· ὅτε μὲν εἴπω τὸ ὑποκείμενον ἄνθρωπον εἶναι, ἅμα τῷ τί ἐστι οὐσίαν ὀνομάζω· ὅτε δὲ εἴπω τὸ ὑποκείμενον ἄνθρωπον εἶναι | |
5 | λευκόν, ἅμα ὀνομάζω οὐσίαν τε καὶ ποιότητα αὐτῆς ὁμοῦ δηλῶ· ὅτε δὲ εἴπω τὸ ὑποκείμενον ἄνθρωπον εἶναι 〈εʹ〉 ποδῶν, ἅμα τε οὐσίαν ὀνομάζω καὶ τὴν ποσότητα αὐτῆς δηλῶ· ὅτε δὲ εἴπω τὸ ὑποκείμενον ἄνθρωπον εἶναι δεσπότην τοῦδε, ἅμα οὐσίαν τε ὀνομάζω καὶ τὴν πρὸς ἕτερον σχέσιν αὐτῆς τοιάνδε σημαίνω· ὅτε δὲ εἴπω τὸ ὑποκείμενον ἄνθρωπον | |
10 | εἶναι τέμνοντα, ἅμα τε οὐσίαν ὀνομάζω καὶ τὴν ἐνέργειαν αὐτῆς δηλῶ· ὅτε δὲ εἴπω τὸ ὑποκείμενον ἄνθρωπον εἶναι τεμνόμενον, ἅμα τε οὐσίαν ὀνομάζω καὶ τὴν διάθεσιν αὐτῆς τὴν ὑφ’ ἑτέρου ποιάν τινα γινομένην σημαίνω· ὅτε δὲ εἴπω τὸ ὑποκείμενον ἄνθρωπον εἶναι νῦν ἢ πρότερον γενόμενον, ἅμα οὐσίαν τε ὀνομάζω καὶ χρόνον αὐτῆς σημαίνω· ὅτε δὲ | |
15 | εἴπω τὸ ὑποκείμενον ἄνθρωπον εἶναι ἐν παλαίστρᾳ, ἅμα τε οὐσίαν ὀνομάζω καὶ τόπον αὐτῆς ὅπου ἐστὶ σημαίνω. ‖ Ἁ δὲ τάξις αὐτῶν ὧδε [οὕτως] ἔχει. [περὶ οὐσίας.] πράτα μὲν γὰρ τέτακται ἁ ὠσία διὰ τὸ μόναν ταύταν ὑποκεῖσθαι τοῖς ἄλλοις καὶ αὐτὰν καθ’ ἑαυτὰν δύνασθαι νοεῖσθαι, τὰς δὲ ἄλλας μὴ ἄνευ ταύτας· | |
20 | ἤτοι γὰρ κατ’ αὐτᾶς ἢ ἐν αὐτᾷ ὑποκειμένᾳ κατηγορεῦνται. [περὶ ποιότητος.] δευτέρα δὲ ἁ ποιότας· ἄνευ γὰρ τῶ τί ἐστιν ἦμεν ἀδύνατον [μὴ] ποιόν τι ἦμεν [αὐτήν]. [περὶ ποσότητος.] τρίτα δὲ ἁ ποσότας. ‖ | |
ἐπειδὴ γὰρ ἡ οὐσία φυσική, οὐκ ἄνευ σώματος· τὸ δὲ σῶμα οὐκ ἄνευ | 23 | |
24 | μεγέθους ἐστίν· τὸ δέ γε ποσόν τι συνεχές (πηλίκον γάρ ἐστιν)· τὸ δέ γε πηλίκον ποσότη[το]ς ἐστὶ μεγέθους· εἰκότως δὴ τρίτη ποσότης. ἑξῆς δὲ ταύτης ἡ πρὸς ἕτερόν πως ἔχουσα σχέσις· ‖ δεῖ γὰρ πρώταν τὰν οὐσίαν εἶναι καὶ τὰ συνυπάρχοντα αὐτᾷ· καὶ οὕτως ποτ’ ἄλλο τί | |
5 | πως ἔχεν αὐτάν· μετὰ δὲ ταῦτα τὰν τῶν ἐπικτάτων σχέσιν· φανερὸν δὲ ὅτι καὶ ἁ κράτησις ὁποίων ἄν τινων ᾖ ἐπικτάτων ἀπὸ ταὐτομάτου ὑπὸ ταύταν ἐντί [ἀληθῶς]. ‖ ἐπειδὴ πᾶν τὸ κινεόμενον ἐν τόπῳ τινὶ κινεῖται, τὸ δέ γε ποιὲν καὶ τὸ πάσχειν κινάσιές τινες κατ’ ἐνέργειαν, φανερὸν ὅτι τόπον ὑπῆμεν δεῖ πρᾶτον, ἐν ᾧπερ ἐσσεῖται τὸ ποιέον ἢ | |
10 | τὸ πάσχον· ἴσως δὲ τᾷ καὶ πρᾶτον τοῦτο ἁπάντων, ἐπειδήπερ τὰ ὄντα πάντα ἤτοι ἐν τόπῳ ἐντὶ ἢ οὐκ ἄνευ τόπω. ‖ ἐπειδὴ πρῶτον τὸ ποιοῦν τῇ δυνάμει τοῦ πάσχοντος, δῆλον ὡς ἑξῆς ἂν εἴη τὸ κινούμενον καὶ τὸ πάσχον τοῦ κινοῦντος καὶ ποιοῦντος. ἐπ[ε]ὶ δέ γε πᾶσι τούτοις ὁ χρόνος· τό τε γὰρ κινοῦν καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον καὶ κινούμενον | |
15 | ἐν χρόνῳ καὶ κινεῖ καὶ κινεῖται· καὶ ‖ ἔστιν ὁ χρόνος κινάσιός τινος ἀριθμὸς ἢ καὶ καθόλω διάσταμα τᾶς τοῦ παντὸς φύσιος. Ἕκαστον τῶν εἰρημένων τούτων ἔχει τινὰς διαιρέσεις οἰκείας· ‖ τᾶς [τε] γὰρ ὠσίας ἐντὶ διαφοραὶ τρεῖς· ἁ μὲν γάρ ἐντι ὕλα, ἁ δὲ μορφά, ἁ δὲ τὸ συναμφότερον ἐκ τούτων. ‖ καὶ τῆς ποιότητος διαφοραὶ τέσσαρες· | |
20 | τὸ μὲν γὰρ αὐτῆς ἐστιν ἐν πάθει, τὸ δὲ ἐν [τῇ] ἕξει, τὸ δὲ ἐν δυνάμει, | 24 |
25 | τὸ δὲ ἐν σχηματισμῷ. καὶ ‖ τᾶς ποσότητος διαφοραὶ τρεῖς· τὸ μὲν γὰρ αὐτᾶς ἐστιν ἐν ῥοπᾷ ὡς τὸ τάλαντον, τὸ δὲ ἐν μεγέθει ὡς τὸ δίπαχυ, τὸ δὲ ἐν πλάθει ὡς τὸ δέκα. ‖ καὶ τοῦ πρός τί πως ἔχοντος ὁμοίως εἰσὶν τρεῖς· ‖ τὸ μὲν γάρ τι αὐτῶ οὐκ ἔστιν ἀντίστροφον, οἷον ἐπιστάμα | |
5 | καὶ αἴσθασις· ἐπιστάμα μὲν γὰρ λέγεται τῶ ἐπιστατῶ καὶ αἴσθασις τῶ αἰσθατῶ, τὸ δὲ ἐπιστατὸν οὐκέτι λέγεται τᾶς ἐπιστήμας οὐδὲ τὸ αἰσθατὸν τᾶς αἰσθήσιος· τὸ δὲ αἴτιον, ὅτι τὸ μὲν ἐπιστατὸν καὶ αἰσθατὸν καὶ ἄνευ τᾶς αἰσθάσιος καὶ ἐπιστάμας δύναται ἦμεν, ἁ δὲ ἐπιστάμα καὶ αἴσθασις οὐ δύναται ἦμεν ἄνευ τῶ ἐπιστατῶ καὶ ἄνευ τῶ αἰσθατῶ. ‖ | |
10 | τὸ δέ τι αὐτοῦ ἐστιν ἀντιστροφὴν ἔχον, τοῦ〈το〉 δὲ δισσόν· τὸ μὲν γὰρ ὅμοιόν ἐστιν, 〈τὸ δ’ ἀνόμοιον·〉 ‖ ἐπιδέχεται τὰν ἀντιστροφὰν ὁμοίαν μὲν οἷον ὡς τὸ ἴσον καὶ ἀδελφόν, ἀνομοίαν δὲ ὡς τὸ μεῖζον καὶ μεῖον ‖ καὶ τὸ βαρύτερον καὶ τὸ κουφότερον. ‖ τὸ δὲ ἔχειν διαφορὰς μὲν οὐκ ἐπιδέχεται πλέονας εἰδέων, λέγεται δὲ πολλαχῶς· καὶ γὰρ οἱ | |
15 | ἐπιστάμονες ἔχεν λέγονται τὰν ἐπιστάμαν καὶ τοὶ νοέοντες τὰν νόασιν καὶ τοὶ κεκτημένοι τὰν κτᾶσιν. ‖ ὅμως καὶ τοῦ ἔχειν ἂν ῥηθεῖεν διαφοραί· ‖ τὸ μέν τι αὐτῶ ἐν δυνάμει, τὸ δὲ ἐν κτάσει, καὶ τῶ ἐν δυνάμει τὸ μὲν ἐν τῷ ἐνεργεῖν, τὸ δὲ ἐν τῷ πάσχειν. ‖ τῶ δὲ ποιὲν ἀνωτάτω μὲν ἁ ἐνέργεια, τᾶς δὲ ἐνεργείας διαφοραὶ τρεῖς. τὸ μὲν γάρ τί ἐστιν αὐτᾶς | |
20 | ἐν τῷ θεωρέν, οἷον γεωμετρέν, ἀστρονομέν· τὸ δὲ ἐν τῷ ποιέν, οἷον | |
ὑγιάζεν, τεκταίνεν· τὸ δὲ ἐν τῷ πράσσεν, οἷον στραταγέν, πολιτεύεσθαι. | 25 | |
26 | γίνεται δὲ ἁ ἐνέργεια καὶ ἄνευ διανοίας, οἷον ἐν τοῖς ἀλόγοις [καὶ] ζῴοις, γενικωτάτα δὲ αὕτα. ‖ τὸ δὲ πάθος τοῦ πεπονθότος διαφέρει· πάθος μὲν γὰρ γίνεται μετ’ αἰσθήσεως, οἷον θυμός, ἁδονά, φόβος, πεπονθέναι δὲ δύναταί τι καὶ ἄνευ αἰσθήσεως, οἷον ὁ κηρὸς τακεὶς | |
5 | καὶ ὁ πηλὸς ξηρανθείς. ὁμοίως δὲ καὶ τὸ ποίημα τοῦ πεπονθότος· τὸ μὲν γὰρ ποιηθὲν καὶ πέπονθέ πως, τὸ δὲ πεπονθὸς οὐκ εὐθέως πεποίηται· δύναται γὰρ πεπονθέναι τι καὶ κατ’ ἔνδειαν καὶ κατὰ στέρησιν. ‖ ἔτι ‖ τὸ μέν ἐντι ποιέον [μόνον], τὸ δὲ πάσχον, τὸ δὲ καὶ ποιέον καὶ πάσχον, οἷον ἐν τοῖς φυσικοῖς ποιέον μὲν ὁ θεός, πάσχον δὲ ἁ ὕλα, | |
10 | ποιέον δὲ καὶ πάσχον τὰ στοιχεῖα. ‖ ὁ δὲ τόπος μονοειδής, οὐκ ἐνδεχόμε‐ νος εἰδῶν διαφορὰς πλὴν αὐτὸ τοῦτο, ὅτι ὁ μὲν ὡρισμένος ἐστὶ αὐτοῦ, ὁ δὲ ἀόριστος. τελευταῖον δὲ τὸ πότε τέτακται χρόνου [δὲ] διαφορὰς ἐπιδεχόμενον τρεῖς· ὁ μὲν γὰρ παρεληλυθώς, ὁ δὲ ἐνεστηκώς, ὁ δὲ μέλλων ἐστὶν χρόνος· ἀλλ’ ἴσως οὐ κατὰ ἀλήθειαν, ἀλλὰ κατ’ εὐτρεπισμὸν | |
15 | 〈πρὸσ〉 τὴν ἀνθρωπίνην πρᾶξιν. ‖ Ταῖς δὲ διανοίαις ταύταις καὶ ταῖς κατηγορίαις συνυπάρχει τινὰ μὲν κοινά, τινὰ δὲ ἴδια. λέγω δὲ κοινὰ μὲν τᾶς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον (οὐ γὰρ ἐνδέχεται μᾶλλον καὶ ἧσσον ἦμεν ἄνθρωπον, οὐδὲ μὰν θεὸν καὶ φυτόν) καὶ τὸ μηδὲν ἔχεν ἐναντίον· ἀνθρώπῳ | |
20 | γὰρ ἄνθρωπος οὐκ ἔντι ἐναντίον, οὐδὲ μὰν θεῷ [ᾗ] θεὸς οὐδὲ ταῖς ἄλλαις ὠσίαις. τό τε καθ’ αὑτὸ ἦμεν, ἀλλὰ [τὸ] μὴ ἑτέρῳ τινὶ συνυπάρχειν, ὥσπερ γλαυκότατα καὶ χαροπότατα ὀφθαλμοῖς, οὐσίας οἰκεῖον· πᾶσα | |
γὰρ οὐσία καθ’ αὑτάν ἐντι, τὰ δὲ συνυπάρχοντα καὶ συμβεβηκότα ἢ | 26 | |
27 | ἐν ταύτᾳ [φημί] ἢ οὐκ ἄνευ ταύτας. ‖ καὶ τᾷ ποιότητι δὲ κοινά τινα συνήρτηται, οἷον τό τε ἐναντιότατά τινα ἐπιδέχεσθαι καὶ στέρησιν καὶ τὸ μᾶλλον δὲ καὶ ἧσσον, οἷον ἐν τοῖς πάθεσιν. ‖ μᾶλλον γάρ ἐστι θυμώδη εἶναι καὶ ἧσσον καὶ καταπλῆγά τε καὶ αἰσχυντηλόν. ‖ καὶ τᾷ | |
5 | ποσότητι δὲ παρέπεται πολλὰ καὶ τῶν τᾶς οὐσίας, οἷον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧσσον· ‖ δίπηχυ 〈οὐ δεκτικόν〉, οὐδὲ τὰ δέκα, ἕκτον· ταῦτα γὰρ πάντα κατά τι πέρας ὡρισμένον λέγεται, ποθ’ ᾧ ἐντι μέγεθος. ‖ καὶ τὸ ποτ’ ἄλλο δέ πως ἔχον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· μᾶλλον γάρ ἐστιν ἦμεν μεῖζόν τινος καὶ μεῖον πάλιν τῷ αὐτῷ τούτῳ | |
10 | πλὰν οὐκ ἐπὶ πάντων τῶν ποτ’ ἄλλο πως ἐχόντων· οὐ γὰρ ἔστιν μᾶλλον πατέρα ἦμεν οὐδὲ μεῖον οὐδὲ μὰν ἀδελφὸν ἢ υἱόν. λέγω δὲ ταῦτα ἐπιλογιζόμενος οὐκ ἐπὶ τὰς διαθέσιας ἀμφοτέρων τῶν ἀθέων, πῶς ἔχοντι εὐνοίας ποτ’ ἀλλήλως τοὶ συγγενέες καὶ τοὶ ὁμάδελφοι, ἀλλ’ ἐπ’ αὐτὰν τὰν τᾶς φύσιος ἔννοιαν. ‖ ὁ δὲ αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ τῆς | |
15 | ἄλλης κατηγορίας. ‖ Ὑπάρχει δὲ καὶ ἴδιον ἑκάστας αὐτᾶν· τᾶς μὲν ὠσίας τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὰν ἦμεν. ἐναντίον γὰρ ὕπνῳ μὲν ἐγρήγορσις, ταχυτᾶτι δὲ βραδυτάς, ὑγιείᾳ δὲ νόσος, καὶ ὁ αὐτὸς ἄνθρωπος καὶ εἷς ἀριθμῷ γίνεται δεκτικὸς τούτων· καὶ | |
20 | γὰρ ἐγρήγορεν καὶ εὕδει, καὶ βραδιόνως καὶ ταχιόνως κινέεται, καὶ ὑγιαίνει δὲ καὶ νοσεῖ, καὶ τῶν τούτοις ὁμοίων δεκτικός ἐντι, οὐ κατὰ | |
τὸν αὐτὸν δὲ χρόνον ‖ ἢ καιρὸν τὸ σύνολον. ‖ ποιότατος δὲ ἴδιον τό τε | 27 | |
28 | ὅμοιον καὶ τὸ ἀνόμοιον· καὶ γὰρ χρόᾳ λέγομες ὁμοίους τοὺς ἔχοντας τὸ αὐτὸ χρῶμα καὶ χαρακτῆρι τοὺς ἔχοντας τὰν αὐτὰν ἰδέαν καὶ ἀνομοίους δὲ κατὰ τὸ ἐναντίον. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ‖ φυλάττεται. ποσότη〈το〉ς δὲ τό τε ἴσον καὶ τὸ ἄνισον εἴτε καὶ ἐν ῥοπῇ | |
5 | ᾖ ὁ [τε] λογισμὸς εἴτε καὶ τῷ πλήθει. οὔτε δὲ τῇ οὐσίᾳ οὔτε τῇ ποιότητι τούτων παρέπεταί τι καθ’ αὑτό. ‖ τοῦ δὲ ποτ’ ἕτερόν πως ἔχοντος ἴδιον τό τε συνυπάρχειν ἅμα ἀλλήλοις καὶ ἀλλάλων δὲ αἴτια ἦμεν· ἐὰν γὰρ διπλάσιον ᾖ, ἀνάγκα καὶ ἥμισυ ἦμεν, εἰ δὲ καὶ ἡμίσεον, ἀνάγκα καὶ διπλάσιον, καὶ ἔστιν καὶ τὸ διπλάσιον αἴτιον τῶ ἡμισέω ἦμεν καὶ | |
10 | τὸ ἡμίσεον τῶ διπλασίω ἦμεν ‖ καὶ τὸ μεῖζον δὲ τῷ μείονι τοῦ μεῖον εἶναι καὶ τὸ μεῖον δὲ τῷ μείζονι τοῦ μεῖ〈ζ〉ον εἶναι καὶ ὁ δεσπότης δὲ τῷ δούλῳ τοῦ δοῦλον εἶναι καὶ ὁ δοῦλος δὲ τῷ δεσπότῃ τοῦ δεσπότην εἶναι. ἀναιρεθέντος γοῦν τοῦ μείζονος τὸ μεῖον οὐκ ἔστι καὶ ἀναιρεθέντος τοῦ μείονος τὸ μεῖζον οὐκ ἔστιν καὶ πάλιν ἀναιρεθέντος μὲν πατρὸς υἱὸς | |
15 | οὐκ ἔστιν καὶ υἱοῦ ἀναιρεθέντος πατὴρ οὐκ ἔστιν· ὥστε ἀνάγκη καὶ τὰ πρός τί πως ἔχοντα ἅμα τε συνυπάρχειν ἀλλήλοις καὶ ἀλλήλων αἴτια εἶναι. ‖ τῶ δὲ ποιέοντος ἴδιόν ἐστιν τὸ ἐν αὑτῷ τὰν αἰτίαν ἔχεν τᾶς κινάσιος, τῶ δὲ ποιωμένω καὶ τῶ πάσχοντος τὸ ἐν ἑτέρῳ. ὁ μὲν γὰρ ἀνδριαντοποιὸς ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ποιὲν τὸν ἀνδριάντα, ὁ | |
20 | δὲ χαλκὸς τῶ ποιεῖσθαι ἐν αὑτῷ τε καὶ τῷ ἀνδριαντοποιῷ. καὶ ἐπὶ τῶν παθέων δὲ τᾶς ψυχᾶς ὁ αὐτὸς λόγος· ὁ γὰρ θυμὸς ἐφ’ ἑτέρῳ τινὶ πέφυκεν ἀνεγείρεσθαι καὶ ὑφ’ ἑτέρω τινὸς ἔξωθεν ἐρεθίζεσθαι, οἷον ὀλιγωρίας, | |
ἀτιμίας, ὕβριος, ὁ δὲ ταῦτα δρῶν ἐν ἑαυτῷ τὰν αἰτίαν ἔχει τῶ ταῦτα | 28 | |
29 | δρᾶν. ‖ τῶ δὲ ἔχεν ἴδιόν ἐστιν τὸ ἐπίκτατον καὶ τὸ κεχωρισμένον τᾶς οὐσίας σωματῶδες ὑπάρχον· τὸ γὰρ λώπιον καὶ τὰ ὑποδήματα ἕτερα τῶ ἔχοντός ἐντιν οὔτε συμπεφύκαντι αὐτῷ οὔτε μὰν συμβεβήκαντι ὥσπερ χαρωπότας καὶ μανότας (τούτων γὰρ ἕκαστον ἀσώματον πέφυκεν), | |
5 | ἀλλ’ ὥσπερ τὸ σῶμα καὶ τὸ ἐπίκτατον. ‖ τῶ δὲ τόπω ἴδιόν ἐστιν τὸ τὰ μὲν ἄλλα ἐν αὐτῷ ἦμεν, αὐτὸν δὲ ἐν μηδενί. εἰ γὰρ ἔν τινι τόπῳ, ἔσται καὶ ὁ τόπος πάλιν αὐτὸς ἐν ἑτέρῳ, καὶ τοῦτο μέχρι ἀπείρω συμβασεῖται. ἀνάγκα τοιγαροῦν τὰ μὲν ἄλλα ἐν τόπῳ ἦμεν, τὸν δὲ τόπον ἐν μηδενί, ἀλλ’ οὕτως ἔχεν ποτὶ τὰ ἐόντα ὥσπερ καὶ τὰ πέρατα | |
10 | ποτὶ τὰ περατούμενα. ὁ γὰρ τῶ παντὸς κόσμω τόπος πέρας ἁπάντων τῶν ὄντων ἐστίν. ‖ τὸ δὲ ποκὰ καὶ ὁ χρόνος καθόλου μὲν ἴδιον ἔχει τὸ ἀμερὲς καὶ τὸ ἀνυπόστατον. τὸ γὰρ νῦν, ἀμερὲς ὄν, λεγόμενον ἅμα καὶ νοούμενον παρελήλυθεν καὶ οὐκ ἔστιν παραμένον. γινόμενον γὰρ συνεχῶς τὸ αὐτὸ μὲν οὐδέποκα σῴζεται κατ’ ἀριθμόν, κατὰ μέντοι | |
15 | γε τὸ εἶδος· ὁ γὰρ ἐνεστὼς νῦν χρόνος καὶ ὁ μέλλων οὐκ ἔστιν ὁ αὐτὸς τῷ προγεγονότι· ὁ μὲν γὰρ ἀπογέγονεν καὶ οὐκέτι ἔστιν, ὁ δὲ ἅμα νοούμενος καὶ ἐνεστακὼς παρῴχηκεν. καὶ οὕτως ἀεὶ συνάπτει τὸ νῦν συνεχῶς ἄλλο καὶ ἄλλο γινόμενόν τε καὶ φθειρόμενον, κατὰ μέντοι γε τὸ εἶδος τὸ αὐτό. πᾶν γὰρ τὸ νῦν ἀμερὲς καὶ ἀδιαίρετον καὶ πέρας μέν | |
20 | ἐστι τῶ προγεγονότος, ἀρχὰ δὲ τῶ μέλλοντος, ὥσπερ καὶ γραμμᾶς | |
εὐθείας κλασθείσας τὸ σαμεῖον περὶ ὃ ἁ κλάσις ἀρχὰ μὲν γίνεται τᾶς | 29 | |
30 | ἑτέρας γραμμᾶς, πέρας δὲ τᾶς ἑτέρας. συνεχὴς δὲ ὁ χρόνος καὶ οὐ διωρισμένος ὥσπερ ἀριθμὸς καὶ λόγος καὶ ἁρμονία. τῶ μὲν γὰρ λόγω ταὶ συλλαβαὶ τὰ μόρια, ταῦτα δὲ διωρισμένα, καὶ τᾶς ἁρμονίας τοὶ φθόγγοι καὶ τῶ ἀριθμῶ ταὶ μονάδες. γραμμὰ δὲ καὶ χωρίον καὶ τόπος | |
5 | συνεχές· τὰ γὰρ μόρια τούτων κοινὰ τμάματα ποιέει διαιρεύμενα· τέμνεται γὰρ γραμμὰ μὲν κατὰ στιγμάν, ἐπίπεδον δὲ κατὰ γραμμάν, στερεὸν δὲ κατὰ ἐπίπεδον. ἔστιν ὦν καὶ ὁ χρόνος συνεχής· οὐ γὰρ ἦν πόκα φύσις, ὁπόκα χρόνος οὐκ ἦν, οὐδὲ κίνασις, ὁπόκα τὸ νῦν οὐ παρῆς· ἀλλ’ ἀεὶ ἦν καὶ ἐσσεῖται καὶ οὐδέποκα ἐπιλείψει τὸ νῦν ἄλλο καὶ ἄλλο | |
10 | γινόμενον καὶ ἀριθμῷ μὲν ἅτερον, εἴδει δὲ τωὐτόν. διαφέρει γε μὰν τῶν ἄλλων συνεχέων, ὅτι τᾶς μὲν γραμμᾶς καὶ τῶ χωρίω καὶ τῶ τόπω τὰ μέρεα ὑφέστακεν, τῶ δὲ χρόνω τὰ μὲν γενόμενα ἔφθαρται, τὰ δὲ γινόμενα φθείρεται, τὰ δὲ γενησόμενα φθαρήσεται. διόπερ ὁ χρόνος ἤτοι τὸ παράπαν οὐκ ἔστιν ἢ ἀμυδρῶς καὶ μόλις ἔστιν· οὗ γὰρ | |
15 | τὸ μὲν παρεληλυθὸς οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὐδέπω ἔστιν, τὸ δὲ νῦν ἀμερὲς καὶ ἀδιαίρετον, πῶς ἂν ὑπάρχοι τοῦτο κατ’ ἀλήθειαν; ‖ Ἐπεὶ δὲ τέλος ἔχοντι τὰ σημαίνοντα καὶ τὰ σημανόμενα, οἷς ποτε χρεόμενος ἄνθρωπος ἐκπληροῖ τὸ τέλεον τῶν λόγων σύσταμα, ποτιδιω‐ ρίσθω ποτί γε τοῖς εἰρημένοις, ὅτι τὰν ἐφαρμογὰν τούτων πάντων οὐκ | |
20 | αὐτὸς ὁ ἄνθρωπος, ἀλλὰ ὁ τὶς ἄνθρωπος ἐπιδέχεται. καὶ γὰρ ποιὸν ἀνάγκα καὶ πάλιν ποσὸν καὶ ποτί τί πως ἔχεν τὸν τινὰ ἄνθρωπον, ἔτι δὲ ποιὲν καὶ πάσχεν καὶ κεῖσθαι καὶ ἔχεν καὶ ἐν τόπῳ ἦμεν καὶ | |
ποκά. αὐτὸς δὲ ὁ ἄνθρωπος, ὃς τὰν πράταν ἐπιδέχεται σημασίαν, | 30 | |
31 | λέγω δὲ τὸ τί ἐστιν κατὰ τὰν ἰδέαν, οὔτε ποιός τίς ἐστιν οὔτε παλίκος οὔτε ποθ’ ἕτερόν τί πως ἔχων, οὐδὲ μὰν ποιέων τι ἢ πάσχων τι οὐδὲ κείμενος οὐδὲ ἔχων τι οὐδὲ ἐν τόπῳ καὶ ποκὰ ὑπάρχων· πάντα γὰρ ταῦτα φυσικᾶς οὐσίας καὶ σωματικᾶς συμβάματά ἐντι, ἀλλ’ οὐ νοατᾶς | |
5 | καὶ ἀκινήτω καὶ προσέτι γε ἀμερέος. ‖ Ἐπεὶ δὲ τὰ ὄντα διχῶς λέγεται· τὰ μὲν γάρ ἐστιν ὑποκείμενα, τὰ δὲ ἐνυπάρχοντα ἢ συμβεβηκότα τούτοις· καὶ τῶν συνυπαρχόντων ἢ συμβεβηκότων τούτοις τὸ μέν ἐστι ποιότης, τὸ δὲ πρός τί πως ἔχον καὶ τὰ ἄλλα τούτοις ἑξῆς καὶ ὁμοίως· τῶν δὲ ὄντων τὰ μὲν ἐν καταφάσει, | |
10 | τὰ δὲ ἐν ἀποφάσει, τὰ δὲ ἐν [ὑ]στερήσει λέγεται· δηλονότι καὶ ἡ οὐσία καὶ ἡ ποιότης καὶ ἡ ποσότης καὶ αἱ ἄλλαι διάνοιαί τε καὶ σημασίαι τοσαυταχῶς ῥηθήσονται. εὐθέως γὰρ ἐν καταφάσει μὲν οὐσία ῥηθήσεται, ὅτε κατηγοροῦμεν ἄνθρωπον 〈εἶναι, ἐν ἀποφάσει δέ, ὅτε κατηγοροῦμεν ἄνθρωπον〉 μὴ εἶναι, ἐν στερήσει δέ, ὅταν λέγωμεν ἄνθρωπον τεθνηκέναι. | |
15 | καὶ ἐπὶ τῆς ποιότητος δὲ ὁ αὐτὸς λόγος· ὅτε μὲν γὰρ φῶμεν τόδε ποιὸν εἶναι, ἐν καταφάσει λέγομεν, ὅτε δὲ μὴ εἶναι ποιόν, ἐν ἀποφάσει, ὅτε δὲ ἄποιον, ἐν στερήσει· καὶ ἐπὶ τοῦ μεγέθους ὁμοίως· ὅτε μὲν γὰρ λέγομεν τόδε οὕτως ἔχειν, ἐν καταφάσει λέγομεν, ὅτε δὲ μὴ ἔχειν, ἐν ἀποφάσει, ὅτε δὲ τὸ μέγεθος μὴ εἶναι, ἐν στερήσει· καὶ ἐπὶ τοῦ | |
20 | πρὸς ἕτερόν πως ἔχειν· ὅτε μὲν γὰρ φῶμεν τόνδε πατέρα εἶναι τούτου, ἐν καταφάσει λέγομεν, ὅτε δὲ μὴ εἶναι, ἐν ἀποφάσει, ὅτε δὲ τεθνηκέναι λέγομεν, ἐν στερήσει. φανερὸν καὶ ἐπὶ τοῦ ἑξῆς ὁ αὐτὸς τρόπος. διωρισ‐ μένων δὲ τούτων δεῖ γνωρίζειν ὅτι καὶ τὸ ψεῦδος ἐν τούτοις· ὅτε μὲν ὑπάρχοντος ἀνθρώπου φῶμεν ἄνθρωπον εἶναι, ἀληθὴς γίνεται ἡ | |
25 | κατάφασις, ὅτε δὲ μὴ ὄντος, ψεῦδος. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῆς στερήσεως ὑπάρχει. οὐ μόνον δὲ ἐν τῇ οὐσίᾳ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐμφαίνεται ἐν τῇ καταφάσει καὶ ἀποφάσει λεγόμενον, ἀλλὰ καὶ ἐν ποιότητι καὶ ἐν ποσότητι καὶ ἐν πάσαις ταῖς ἄλλαις διανοίαις· τὴν γὰρ αὐτὴν ἐπιδέχονται πᾶσαι συμπλοκὴν καὶ διαίρεσιν. | |
30 | Τὸ μὲν οὖν σύστημα τοῦ παντὸς λόγου, τὰ συνυπάρχοντα αὐτῷ τίνα τε καὶ ὁπόσα καὶ πῶς ἔχει πρὸς ἄλληλα συμπλεκόμενά τε καὶ διαιρού‐ | |
μενα δεδήλωται. ἐκ δὲ τούτων φανερόν ἐστιν, ὅτι ἄνθρωπος κανών | 31 | |
32 | ἐστι καὶ σταθμὴ τῆς ὄντως ἐπιστήμης καὶ γέγονε πρὸς τὸ κατιδεῖν τὴν τῶν ὄντων ἅπασαν ἀλήθειαν· οὐ γὰρ ἄν ποτε σύμφυτόν τε καὶ συγγενῆ τοῦ λόγου τοῦ παντὸς εἶχε τὴν καταρρύθμισιν, δι’ ἧσπερ καὶ τὰ θεῖα τῶν πραγμάτων καὶ τὰ ἀνθρώπινα καὶ τὰ γεγονότα καὶ | |
5 | τὰ γινόμενα καὶ τὰ γενησόμενα ἑρμηνεύεται καὶ διασημαίνεται· πάντα γὰρ ἢ ἐν τούτοις ἢ διὰ τούτων ἢ οὐκ ἄνευ τούτων ἔχει τὴν θεωρίαν· ἢ γὰρ περὶ οὐσίας ὁ λόγος ἢ περὶ τῶν συνυπαρχόντων αὐτῇ καὶ ἤτοι περὶ σώματος ἢ ἀσωμάτου καὶ τῶν ἀσωμάτων ἤτοι τοῦ ἐν ποιότητι ἢ τοῦ ἐν μεγέθει καὶ τοῖς ἑξῆς. | |
10 | Ἐπιστήμη μὲν οὖν πᾶσα ἐκ πεπερασμένων ἀρχομένη [τῶν ἰδίων στοιχείων] τῶν ἀπείρων γίνεται [ἀρχὴ] γνωστική· οὕτω δὲ τὴν δύναμιν ἔχει, 〈εἰ〉 καὶ δι’ ὀλίγων γνωρίζει. ἡ δὲ τῶν ὄντων ἐπιστήμη καὶ πολὺ μᾶλλον· ἀπείρως γὰρ τά τε ὄντα καὶ τὰ γενόμενα καὶ τὰ γενησόμενα γνωστική· τοῦτο εἰκότως· ὁ μὲν γὰρ ἄνθρωπος πρὸς δύο ταῦτα συνέστη, | |
15 | πρός τε τὸ εἶναι καὶ τὸ καλῶς εἶναι· καὶ πρὸς μὲν τὸ εἶναι τέχνην ἐμνηστεύσατο, ἧς χεῖρες ἀρχιτέκτονες, πρὸς δὲ τὸ καλῶς εἶναι ἐπιστήμην καὶ λόγον προσεκτήσατο· ἔστι δὲ τέχνη καὶ ἐπιστήμη πᾶσα τεταγμένον τι καὶ ὡρισμένον· τὸ δὲ τοιοῦτον ἐν ἀριθμῷ. ὁ δὲ σύμπας ἀριθμὸς ὁ δέκα· εἰκότως καὶ τὰ ἀκρωτήρια τοῦ σώματος ἔχει δέκα καὶ τὰ στοιχεῖα | |
20 | τοῦ παντὸς λόγου δέκα ἐστὶν ἀληθῶς. οἱ μὲν οὖν ἄλλοι ἄνθρωποι κατὰ συμβεβηκὸς ἔχουσι τὸν λόγον (οὐ γὰρ εἰδότες χρῶνται), οἱ δὲ σοφοὶ καθ’ αὑτούς· ἀντιλαμβανόμενοι γὰρ τοῦ ὄντος καὶ θεωροῦντες τὰ ὄντα ἐπιφέρουσι κατ’ αὐτῶν σημασίας ἁρμοζούσας. | |
24t | Περὶ μηχανῆς | 32 |
33(1t) | Περὶ νόμου καὶ δικαιοσύνης | |
2 | Stob. 4.1.135 p. 82 He. (Mullach 1 p. 559, Nolle fr. 56 p. 53) Ἀρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ νόμου καὶ δικαιοσύνης. Νόμος ποτ’ ἀνθρώ‐ που ψυχάν τε καὶ βίον ὅπερ ἁρμονία ποτ’ ἀκοάν τε καὶ φωνάν· ὅ τε γὰρ | |
5 | νόμος παιδεύει μὲν τὰν ψυχάν, συνίστησι δὲ τὸν βίον, ἅ τε ἁρμονία ἐπιστάμονα μὲν ποιεῖ τὰν ἀκοάν, ὁμόλογον δὲ τὰν φωνάν. φαμὶ δὴ ἐγὼ πᾶσαν κοινωνίαν ἐξ ἄρχοντος καὶ ἀρχομένω συνεστάμεν καὶ τρίτον νόμων. νόμων δὲ ὁ μὲν ἔμψυχος βασιλεύς, ὁ δὲ ἄψυχος γράμμα. πρᾶτος ὦν ὁ νόμος· τούτῳ γὰρ ὁ μὲν βασιλεὺς νόμιμος, ὁ δ’ ἄρχων | |
10 | ἀκόλουθος, ὁ δ’ ἀρχόμενος ἐλεύθερος, ἁ δ’ ὅλα κοινωνία εὐδαίμων· καὶ τούτω παραβάσει 〈ὁ〉 μὲν βασιλεὺς τύραννος, ὁ δ’ ἄρχων ἀνα‐ κόλουθος, ὁ δ’ ἀρχόμενος δοῦλος, ὁ δ’ ὅλα κοινωνία κακοδαίμων. συνείρονται μὲν γὰρ ταὶ πράξιες ἐκ τοῦ ἄρχειν καὶ τοῦ ἄρχεσθαι καὶ τρί‐ τον ἐκ τοῦ κρατεῖν. τὸ μὲν οὖν ἄρχεν τῶ κρείσσονος οἰκῇον, τὸ δ’ ἄρχεσ‐ | |
15 | θαι τῶ χερῄονος, τὸ δὲ κρατὲν ἀμφοτέρων· ἄρχει μὲν γὰρ τὸ λόγον ἔχον τᾶς ψυχᾶς, ἄρχεται δὲ τὸ ἄλογον, κρατοῦντι δὲ τῶν παθέων ἀμφότερα. γίνεται γὰρ ἐκ τᾶς ἑκατέρων συναρμογᾶς ἀρετά, αὕτα δὲ καὶ ἀπὸ τᾶν ἁδονᾶν καὶ ἀπὸ τᾶν λυπᾶν εἰς ἀρεμίαν καὶ ἀπάθειαν ἀπάγει τὰν ψυχάν. Stob. 4.1.136 p. 83 He. (Mullach 1 p. 559, Nolle fr. 57 p. 54) | |
20 | Ἐν ταὐτῷ. Δεῖ δὲ τὸν νόμον ἀκόλουθον ἦμεν τῇ φύσει, δυνατὸν τοῖς πράγμασι, συμφέροντα τᾷ πολιτικᾷ κοινωνίᾳ· αἴτε γὰρ ἑνὸς τούτων αἴτε πλειόνων αἴτε πάντων ἀπολείπηται, ἤτοι οὐ νόμος ἢ οὐ τέλειος νόμος ἐσεῖται. ἀκόλουθος μὲν οὖν κα εἴη τᾷ φύσει, μιμεόμενος τὸ τᾶς φύσιος δίκαιον· τοῦτο δέ ἐστιν τὸ ἀνάλογον καὶ τὸ ἐπιβάλλον ἑκάστῳ | |
25 | κατὰ τὰν ἑκάστου ἀξίαν. δυνατὸς δέ, εἰ ποτὶ τοὺς νομοθετουμένους ἔχει τὰν συναρμογάν· πολλοὶ γὰρ τὸ τᾷ φύσει καὶ πρᾶτον ἀγαθὸν 〈οὐχ〉 ἱκανοὶ δέξασθαι, τὸ δὲ ποθ’ αὑτοὺς καὶ τὸ ἐνδεχόμενον· οὕτω γὰρ καὶ τοὶ νοσέοντες καὶ τοὶ κάμνοντες τυγχάνοντι ἐπιμελείας. Stob. 4.1.137 p. 84 He. (Mullach 1 p. 560, Nolle fr. 58 p. 54) | |
30 | Ἐν ταὐτῷ. Συμφέρων δὲ τᾷ πολιτικᾷ κοινωνίᾳ, αἴκα μὴ μόναρχος ᾖ καὶ | |
ἰδιωφελὴς ὁ νόμος, κοινωφελὴς δὲ καὶ διὰ πάντων διατείνων· δεῖ δὲ | 33 | |
34 | καὶ ποτὶ τὰν χώραν καὶ ποτὶ τὼς τόπως ἀποβλέπειν τὸν νόμον· οὔτε γὰρ γᾶ τὼς αὐτὼς καρπὼς οὔτε ψυχὰ ἀνθρώπω τὰν αὐτὰν ἀρετὰν παραδέξασθαι δύναται. διὸ τὸ δίκαιον τοὶ μὲν ἀριστοκρατικὸν τοὶ δὲ δημοκρατικὸν τοὶ δὲ ὀλιγαρχικὸν ποιοῦντι· καὶ τὸ ἀριστοκρατικὸν κατὰ | |
5 | τὰν ὑπεναντίαν μεσότατα· τοῖς μὲν γὰρ μέζοσι μέζονας τὼς [δὲ] λόγως, τοῖς δὲ μείοσι μείονας διανέμει ἁ ἀναλογία αὕτα· τὸ δὲ δαμοκρατικὸν κατὰ τὰν γεωμετρικάν· ἐν γὰρ ταύτᾳ τοὶ λόγοι ἶσοι τῶν μειζόνων καὶ μειόνων μεγεθέων· τὸ δὲ ὀλιγαρχικὸν καὶ τυραννικὸν κατὰ τὰν ἀριθμη‐ τικάν· ἀντιάζει γὰρ αὕτα τᾷ ὑπεναντίᾳ· τοῖς γὰρ μείοσι μέζονας τοὺς | |
10 | λόγως, τοῖς δὲ μείζοσι μείονας. ταὶ μὲν ὦν ἰδέαι τᾶς διανομᾶς τοσαῦται, ταὶ δὲ εἰκόνες ἐν ταῖς πολιτείαις καὶ τοῖς οἴκοις θεωρέονται· τιμαί τε γὰρ καὶ κολάσεις καὶ ἀρχαὶ 〈ἢ〉 ἐξ ἴσω τοῖς μείζοσι καὶ μείοσι διανέμον‐ ται, ἢ ἐξ ἀνίσω ἢ τῷ ἀρετᾷ ὑπερέχεν ἢ τῷ πλούτῳ ἢ καὶ δυνάμει. τὸ μὲν ὦν ἐξ ἴσου δημοκρατικόν, τὸ δὲ ἐξ ἀνίσω ἀριστοκρατικὸν ἢ ὀλιγαρχικόν. | |
15 | Stob. 4.1.138 p. 85 He. (Mullach 1 p. 560, Nolle fr. 59 p. 55) Ἐν ταὐτῷ. Δεῖ δὲ τὸν νόμον τὸν κάρρονα καὶ τὰν πόλιν ἐκ πασᾶν σύνθετον εἶμεν τᾶν ἀλλᾶν πολιτειᾶν καὶ ἔχεν τι δαμοκρατίας, ἔχεν τι ὀλιγαρχίας, ἔχεν τι βασιλῄας καὶ ἀριστοκρατίας, ὥσπερ καὶ ἐν τᾷ Λακεδαίμονι· τοὶ μὲν γὰρ βασιλέες τᾶς μοναρχίας, τοὶ δὲ γέροντες τᾶς ἀριστοκρατίας, | |
20 | τοὶ δὲ ἔφοροι τᾶς ὀλιγαρχίας, ἱππαγρέται δὲ καὶ κόροι τᾶς δημοκρατίας. δεῖ τοίνυν τὸν νόμον μὴ μόνον ἀγαθὸν καὶ καλὸν ἦμεν, ἀλλὰ καὶ ἀντι‐ πεπονθέναι τοῖς αὐτῶ μερέεσσιν· οὗτος γὰρ ἰσχυρὸς καὶ βέβαιος· τὸ δ’ ἀντιπεπονθέναι λέγω αὐτῶ καὶ ἄρχεν καὶ ἄρχεσθαι τὰν αὐτὰν ἀρχάν, ὥσπερ καὶ ἐν τᾷ εὐνομωτάτᾳ Λακεδαίμονι. τοῖς μὲν γὰρ βασιλεῦσιν | |
25 | τοὶ ἔφοροι ἀντικάθηνται, τούτοις δ’ οἱ γέροντες, μέσοι δ’ οἱ κόροι καὶ ἱππαγρέται· ἐφ’ ὃ γὰρ ἂν ῥέψωντι τοὶ πλεονεκτίοντες τῶν ἀρχόντων, οὗτοι τοῖς ἄλλοις ὑποτίθενται. Δεῖ τὸν νόμον τὰ περὶ θεὼς καὶ δαίμονας καὶ γονέας καὶ ὅλως τὰ καλὰ καὶ τίμια πρᾶτα τίθεσθαι, δεύτερον δὲ τὰ συμφέροντα· τὰ γὰρ | |
30 | μῄονα τοῖς μείζοσιν ἀκολουθεῖν ποθάκει· καὶ μὴ ἐν οἰκήμασι καὶ θυρώμασιν ἐνῆμεν, ἀλλ’ ἐν τοῖς ἤθεσι τῶν πολιτευομένων. οὐδὲ γὰρ | |
ἐν Λακεδαίμονι τᾷ εὐνομωτάτᾳ πλάθει γραμμάτων ἁ πόλις διοικῆται, | 34 | |
35 | πολὺ δὲ μᾶλλον [ἐν] τοῖς τρόποις τῶν πολιτευομένων. συμφέροντι δὲ τᾷ πολιτικᾷ κοινωνίᾳ, αἴκα μὴ μόναρχος ᾖ καὶ ἰδιωφελής, κοινωφελὴς δὲ καὶ διὰ πάντων διατείνων ὁ νόμος καὶ τὰν ζαμίαν ἐς τὰν αἰσχύναν καὶ τὰν ἀτιμίαν ἀμφέρῃ, μὴ ἐς τὰν τῶν χρημάτων ἀποβολάν. ἐκ μὲν | |
5 | γὰρ τῶ αἰσχύνᾳ ζαμιοῦσθαι κοσμιότατα καὶ χρηστότατα σπουδάζοντι, ὅπως τὰν ἐν τοῖς νόμοις ζαμίαν ἀκοινώνατον ἔχωντι· ἐκ δὲ τῶ χρήμασι χρήματα περὶ πλείστου ποιησοῦνται, μέγιστον φάρμακον ὑπολαμβάνοντες ἦμεν τῶν ἁμαρτημάτων. ἄριστον μὲν οὖν τὰν ὅλαν πόλιν οὕτως συντε‐ τάχθαι, ὥστε μηδενὸς ποτιδεῖσθαι ἔξωθεν, μήτε κατ’ ἀρετὰν μήτε | |
10 | κατὰ δύναμιν μήτε κατ’ ἄλλαν μηδεμίαν αἰτίαν· οὕτω γὰρ καὶ σῶμα καὶ οἰκία καὶ στράτευμα συντέτακται καλῶς, τὸ ἐν αὐτῷ ἔχον τὰν αἰτίαν τᾶς σωτηρίας, ἀλλὰ μὴ ἔξωθεν· σῶμα μὲν τὸ κάρρον, οἰκία δ’ ἁ συγκειμένα καλῶς, στράτευμα δὲ τὸ μὴ μισθοφόρον μηδ’ ἀγύμναστον· κρέσσονα γὰρ τὰ οὕτως συνταχθέντα γίνεται τῶν ἄλλων· καὶ ἐλεύθερα | |
15 | μὲν καὶ ἀδούλωτα, οὐ πολλῶν ποτιδεόμενα ποτὶ τὰν διαμονάν, ὀλίγων δὲ καὶ εὐπαρακομίστων. οὕτω γὰρ ὦν ὁ μὲν ἰσχυρὸς τῶ βάρεος, ὁ δὲ γυμνάτας τῶ ῥίγεος περιγίνεται· γυμνάζοντι γὰρ ταὶ τύχαι καὶ ταὶ συμφοραὶ τὼς ἀνθρώπως· ἐπεὶ καὶ τῷ σώφρονι καὶ διαποναθέντι καὶ σώματι καὶ ψυχᾷ καὶ τροφὰ ἁδέα φαίνεται πᾶσα καὶ ποτόν, καὶ εὐνὰ | |
20 | δὲ ἁ μετὰ φυλλάδος, τῷ δὲ τρυφᾶν καὶ συβαρίζεν εὐποριουμένῳ καὶ ἁ τῶ μεγάλω βασιλέως παρασκευὰ δυσάρεστος καὶ ἀλλοτρία. τὸν νόμον ὦν ἐν τοῖς ἄθεσι καὶ τοῖς ἐπιτηδεύμασι τῶν πολιτῶν ἐγχρῴζεσθαι δεῖ· τοὺς γὰρ πολίτας αὐταρκέας θήσει καὶ διανεμεῖ τὸ κατ’ ἀξίαν ἑκάστῳ καὶ τὸ ἐπιβάλλον· οὕτω γὰρ καὶ ὁ ἅλιος φερόμενος διὰ τῶ | |
25 | ζῳοφόρω διανέμει τοῖς ἐπὶ γᾶς πᾶσι καὶ γενέσιος καὶ τροφᾶς καὶ βιοτᾶς τὰν ποθάκουσαν μοῖραν, οἷον εὐνομίαν τὰν εὐκρασίαν τᾶν ὡρῶν παρα‐ σκευαξάμενος. διὸ καὶ Νόμιος καὶ Νεμήιος Ζεὺς καλέεται, καὶ νομεὺς ὁ διανέμων τὰς τροφὰς τοῖς ὀίεσσιν· καὶ τὰ τῶν κιθαρῳδᾶν δὲ ἀείσματα νόμοι· συντάσσοντι γὰρ καὶ ταῦτα τὰν ψυχάν, ἁρμονίᾳ καὶ ῥυθμοῖς καὶ | |
30 | μέτροις ἀειδόμενα. | 35 |
36 | Stob. 4.5.61 p. 218 He. (Mullach 1 p. 561, Nolle fr. 60 p. 56) Ἀρχύτα Πυθαγορείου ἐκ τοῦ Περὶ νόμου καὶ δικαιοσύνης. Δεῖ δὲ τὸν ἀληθινὸν ἄρχοντα μὴ μόνον ἐπιστάμονά τε καὶ δυνατὸν ἦμεν περὶ τὸ καλῶς ἄρχεν, ἀλλὰ καὶ φιλάνθρωπον· ἄτοπον γὰρ ἦμεν ποιμένα μισοπρόβατον | |
5 | καὶ τοιοῦτον οἷον καὶ δυσμενῶς ἔχειν τοῖς αὑτοῦ θρεμμάτεσσι. δεῖ δ’ αὐτὸν καὶ νόμιμον ἦμεν· οὕτω γὰρ ἐσσεῖται τὰν τῶ ἄρχοντος ἐπίστασιν ἔχων. διὰ μὲν γὰρ τᾶς ἐπιστάμας κρίνεν ὀρθῶς δυνασεῖται, διὰ δὲ τᾶς δυνάμιος κολάζεν, διὰ δὲ τᾶς χραστότατος τὸ εὐεργετεῖν, διὰ δὲ τῶν νόμων τὸ ποτὶ τὸν λόγον πάντα ταῦτα ποιεῖν. ἄριστος δέ κ’ εἴη ἄρχων | |
10 | ὁ ἀγχοτάτω τῶ νόμω· οὗτος δέ κ’ εἴη ὁ μηθὲν αὑτῶ ἕνεκα ποιέων ἀλλὰ τῶν ὑπ’ αὐτόν, ἐπειδήπερ οὐδὲ νόμος αὑτῶ ἕνεκα, ἀλλὰ τῶν ὑπ’ αὐτόν. | |
12t | Περὶ νοῦ καὶ αἰσθάσιος | |
13 | Stob. 1.41.5 p. 282 Wa. (Mullach 1 p. 568, Nolle fr. 2 p. 2) Ἀρχύτου [ἐκ τοῦ Περὶ ἀρχᾶς]. Ἀρχὰ τᾶς τῶν ἐόντων γνώσιος τὰ αὐτὰ αὐτόθεν | |
15 | φαινόμενα. τῶν δ’ αὐτόθεν φαινομένων τὰ μέν ἐντι νοατά, τὰ δ’ αἰσθατά· νοατὰ μὲν τὰ ἀκίνητα, αἰσθητὰ δὲ τὰ κινεόμενα. κριτήριον δὲ τῶν μὲν νοατῶν ὁ νόος, τῶν δ’ αἰσθατῶν ἁ αἴσθασις. τῶν δὲ μὴ αὐτόθεν φαι‐ νομένων τὰ μέν ἐντι ἐπιστατά, τὰ δὲ δοξαστά· ἐπιστατὰ μὲν τὰ ἀκίνητα, δοξαστὰ δὲ τὰ κινεόμενα. δεῖ δὲ ταῦτα τρία νοᾶσαι, τό τε κρῖνον καὶ | |
20 | τὸ κρινόμενον καὶ ποθ’ ὅπερ κρίνεται. καὶ τὸ μὲν κρῖνον εἶμεν τὸν νόον καὶ τὰν αἴσθησιν, τὸ δὲ κρινόμενον τὸν λόγον· ποθ’ ὅπερ δὲ κρίνεται τὸ αὐτόθεν φαινόμενον· τούτου δὲ τὸ μὲν νοατόν, τὸ δ’ αἰσθατόν. ἐπικρίνει δὲ ὁ νόος τὸν λόγον, ὅκα μὲν ποτὶ τὸ νοατὸν ποτιβάλλων, ὅκα δὲ ποτὶ τὸ αἰσθατόν. ὅκκα μὲν γὰρ περὶ νοατῶν μαστεύηται ὁ λόγος, ποτὶ τὸ | |
25 | νοατὸν ποτιβάλλει, ὅκκα δὲ περὶ αἰσθατῶν, ποτὶ τὸ αἰσθατόν. καὶ | |
δι’ αὐτὸ ψευδογραφίαι ἐν γαμετρίᾳ κατὰ σχήματα καὶ ἀριθμοὺς ἐμφαί‐ | 36 | |
37 | νονται, αἰτιολογίαι δὲ καὶ εἰκοτολογίαι ἐν φυσιολογίᾳ καὶ πολιτικᾷ κατὰ γένεσιν καὶ πράξιας. τὸ μὲν γὰρ ὅτι ἐν διπλόῳ λόγῳ ἁρμονία τυγχάνει, ποτὶ τὸ νοατὸν [λόγον] ποτιβάλλων ὁ λόγος γινώσκει· τὸ δ’ ὅτι συμφωνεῖ ὁ διπλόος λόγος, διὰ τᾶς αἰσθάσιος ἐπιμαρτυρεῖται. καὶ | |
5 | τῶν μαχανικῶν δὲ τοὶ λόγοι ποττὰ νοητὰ ποτιβάλλοντι σχήματα καὶ ἀριθμοὺς καὶ ἀναλογίας, τὰ δὲ ἀποτελέσματα ποτὶ τὰ αἰσθητά· μεθ’ ὕλας γὰρ ταῦτα θεωρεῖται καὶ κινάσιος. καθόλου δὲ ἀμάχανον γνῶμεν τὸ διὰ τί ἐν ἑκάστῳ μὴ προειδότας τὸ τί ἐστιν ἕκαστον. κρίνεται δὲ τὸ μὲν τί ἐντι ἕκαστον 〈τῶν〉 ἐόντων τῷ νόῳ· τὸ δ’ ὅτι ἐστὶν ἢ ὅτι | |
10 | οὕτως ἔχει, λόγῳ καὶ αἰσθάσει· λόγῳ μέν, ὅκκα δεῖξίν τινος σαμάνωμεν διὰ συλλογισμῶ, ὑπάρχοντος ἐξ ἀνάγκας· αἰσθάσει δ’, ὅκκα ἐπιμαρ‐ τυρώμεθα τὸν λόγον διὰ τᾶς αἰσθάσιος. Stob. 1.48.6 p. 315 Wa., expanded with Iambl. De comm. math. sc. p. 35 Festa (Mullach 1 p. 565, Nolle fr. 3 p. 3). Ἀρχύτου ἐκ τοῦ Περὶ | |
15 | νοῦ καὶ αἰσθάσιος. Αἴσθασις μὲν ἐν σώματι γίγνεται, νόος δ’ ἐν ψυχᾷ. τὸ μὲν γὰρ ἀρχὰ τῶν αἰσθατῶν ὑπάρχει, τὸ δὲ τῶν νοατῶν. πλάθεος μὲν γὰρ μέτρον ἀριθμός, μάκεος δὲ ποῦς, ῥοπᾶς δὲ καὶ σταθμοῦ ζυγόν, ὀρθότατος δὲ καὶ εὐθύτατος κανὼν καὶ στάθμα, ὀρθὰ γωνία· οὕτως δὲ καὶ τῶν μὲν αἰσθατῶν αἴσθησις μέτρον, τῶν δὲ νοατῶν νόος ἀρχὰ | |
20 | καὶ μέτρον ἐστί. καὶ ὁ μὲν νόος ἀρχὰ νοατῶν τε 〈καὶ〉 φύσει πρώτων· ἁ δὲ αἴσθασις 〈τῶν παρ’〉 ἁμῖν· ὁ μὲν γάρ ἐστιν ἀρχὰ τᾶς ψυχᾶς, ἁ δὲ τῶ σώματος. καὶ ὁ μὲν νόος τῶν τιμιαιτάτων ἐστὶ κριτάς, ἁ δ’ αἴσθησις τῶν χρησιμωτάτων. ἁ μὲν γὰρ αἴσθασις τῶ σώματος ἕνεκε συνέστακε καὶ τᾶς εἰς τοῦτο λειτουργίας· ὁ δὲ νόος 〈τᾶς ψυχᾶς ἕνεκε〉 | |
25 | καὶ τᾶς ἐς ταύταν πολυφραδμοσύνας. καὶ ὁ μὲν νόος ἐστὶν ἀρχὰ τᾶς ἐπιστήμας, ἁ δ’ αἴσθασις τᾶς δόξας· ἁ μὲν γὰρ ἔχει τὰν ἐκ τῶν αἰσθατῶν ἐνέργειαν, ὁ δὲ τὰν ἐκ τῶν νοατῶν. τυγχάνοντι δὲ τὰ μὲν αἰσθητὰ | |
τῶν πραγμάτων κινάσιος μεταβλάσιός τε κοινανέοντα, τὰ δὲ νοατὰ | 37 | |
38 | στάσιος καὶ ἀιδιότητος. παραπλησίως δὲ καὶ ἁ αἴσθασις καὶ ὁ νόος ἔχοντι· ἁ μὲν γὰρ αἴσθασις τῶ αἰσθατῶ, τὸ δ’ αἰσθατὸν καὶ κινεῖται καὶ μεταβάλλει καὶ οὐδέποτε ἐν ταὐτῷ ἀτρεμεῖ· διὸ καὶ μᾶλλον καὶ ἧττον καὶ βέλτιον καὶ χεῖρον γίνεται ὁρῆν· ὁ δὲ νόος τῶ νοατῶ, τὸ δὲ | |
5 | νοατὸν ἀκίνητον ἐξ οὐσίας· διὸ οὔτε μᾶλλον οὔτε ἧττον οὔτε βέλτιον οὔτε χεῖρον ἔστι νοεῖν τὸ νοατόν. καθάπερ νόος τὸ πρᾶτον βλέπει καὶ τὸ παράδειγμα, οὕτως ἁ αἴσθασις τὰν εἰκόνα καὶ τὸ δεύτερον· ὁ μὲν γὰρ νόος οὐρανὸν ἁπλῶς, ἁ δ’ αἴσθασις [ἁπλῶς] τὰν τῶ ἁλίω σφαῖραν ἢ τὰς χειροτεχνατῶν. ἔτι ὁ μὲν νόος ἀμερὴς καὶ ἀδιαίρετος, καθάπερ | |
10 | μονὰς καὶ στιγμή, παραπλησίως δὲ καὶ τὸ νοατόν (τὸ γὰρ εἶδος οὔτε πέρας σώματός ἐστιν οὔτε ὅρος, ἀλλὰ μόνον τύπωσις τῶ ὄντος, ᾗ ὄν ἐστιν), ἁ δ’ αἴσθησις μεριστὰ καὶ διαιρετά. τῶν γὰρ ὄντων ἐστὶ τὰ μὲν αἰσθητά, τὰ δὲ δοξαστά, τὰ δ’ ἐπιστατά, τὰ δὲ νοατά. καὶ τὰ μὲν σώματα, ὧν ἔστι τις ἀντιτυπία, αἰσθατά· δοξαστὰ δὲ τὰ μετέχοντα | |
15 | τῶν εἰδέων ὡς αἱ εἰκόνες, οἷον ὁ τὶς ἄνθρωπος τῶ ἀνθρώπω καὶ τὸ 〈τὶ〉 τρίγωνον τῶ τριγώνω· ἐπιστατὰ δὲ τὰ τοῖς εἴδεσι συμβεβηκότα ἐξ ἀνάγκας, ὡς ἐν γαμετρίᾳ τὰ τοῖς σχήμασι· νοατὰ δὲ αὐτὰ τὰ εἴδεα καὶ αἱ ἀρχαὶ τῶν ἐπιστατῶν· οἷον αὐτὸς ὁ κύκλος καὶ τρίγωνον καὶ σφαῖρα. ‖ τυγχάνοντι δὲ καὶ ἐν ἁμῖν αὐτοῖς κατὰ ψυχὰν γνώσιες | |
20 | τέτταρες· νόος, ἐπιστάμα, δόξα, αἴσθασις· ὧν αἱ μὲν δύο τῶ λόγω ἀρχαί ἐντι, οἷον νόος καὶ αἴσθασις, τὰ δὲ δύο τέλη, οἷον ἐπιστάμα καὶ δόξα. τὸ δ’ ὅμοιον ἀεὶ τῶ ὁμοίω γνωστικόν. φανερὸν ὦν ὅτι ὁ μὲν νόος ἐν ἁμῖν τῶν νοατῶν γνωστικός, ἁ δὲ ἐπιστάμα τῶν ἐπιστατῶν, ἁ δὲ | |
δόξα τῶν δοξαστῶν, ἁ δὲ αἴσθασις τῶν αἰσθατῶν. ‖ διόπερ ὦν δεῖ | 38 | |
39 | μεταβαίνεν ἀπὸ μὲν τῶν αἰσθατῶν ἐπὶ τὰ δοξαστὰ τὰν διάνοιαν, ἀπὸ δὲ τῶν δοξαστῶν ἐπὶ τὰ ἐπιστατά, καὶ ἀπὸ τούτων ἐπὶ τὰ νοατά. ταῦτα δὲ σύμφωνα ποιεῖ ἁ θεωρουμένα δι’ αὐτῶν ἀλάθεια. διωρισμένων δὲ τούτων τὰ μετὰ ταῦτα δεῖ νοῆσαι. καθάπερ γὰρ γραμμὰν δίχα | |
5 | τετμαμένην καὶ ἴσα πάλιν ἑκατέρων τμήματα τετμαμένα ἀνὰ τὸν αὐτὸν λόγον, καὶ οὕτω διῃρήσθω καὶ τὸ νοατὸν ποττὸ ὁρατόν, καὶ πάλιν ἑκάτερον οὕτως διωρίσθω, καὶ διαφέρεν σαφηνείᾳ τε καὶ ἀσαφείᾳ ποττἄλλα· τὸν αὐτὸν δὴ τρόπον τῶ μὲν δὴ αἰσθατῶ τὸ μὲν ἅτερον τμῆμά ἐστι τά τε εἴδωλα τὰ ἐν τοῖς ὕδασι καὶ ἐν τοῖς κατόπτροις, τὸ | |
10 | δ’ ἕτερον μέρος, ὧν ταῦτα εἰκόνες, φυτὰ καὶ ζῷα· τῶ δὲ νοατῶ τὸ μὲν ἀνάλογον ἔχον ὡς αἱ εἰκόνες τὰ περὶ τὰ μαθήματα γένη ἐντί· οἱ γὰρ περὶ τὰν γαμετρίαν ὑποθέμενοι τό τε περισσὸν καὶ τὸ ἄρτιον καὶ σχάματα καὶ γωνιᾶν τρισσὰ εἴδεα, ἐκ τούτων πραγματεύονται τὰ λοιπά, τὰ δὲ πράγματα ἐῶντι ὡς εἰδότες, λόγον τε οὐκ ἔχοντι διδόμεν. | |
15 | οὐτ’ αὐτοῖς οὔτ’ ἄλλοις· ἀλλὰ τοῖς μὲν αἰσθατοῖς, ὡς εἰκός, χρῶνται, ζατοῦντι δὲ οὐ ταῦτα, οὐδὲ τούτων ἕνεκα ποιεῦνται τὼς λόγως, ἀλλὰ τᾶς διαμέτρω χάριν καὶ αὐτῶ τετραγώνω. τὸ δ’ ἅτερον τμᾶμά ἐντι τῶ νοατῶ, περὶ ὃ διαλεκτικὰ κατασχόληται· αὐτὰ γὰρ τῷ ὄντι τὰς ὑποθέσιας [ἀλλ’] ὑποθέσιας, ἀλλ’ ἀρχάς τε καὶ ἐπιβάσιας ποιεῖται, | |
20 | 〈ἵνα〉 μέχρι τῶ ἀνυποθέτω ἐπὶ παντὸς ἀρχὰν ἔλθῃ, καὶ πάλιν ἐχομένα καταβᾷ ἐπὶ τὰν τελευτὰν οὐδενὶ προσχρωμένα αἰσθατῷ, ἀλλ’ εἰδέσσιν αὐτοῖς δι’ αὑτῶν. ἐπὶ δὲ τέτταρσι τούτοις τμάμασι καλῶς ἔχει διανέμεν καὶ τὰ πάθεα τᾶς ψυχᾶς· καὶ καλέσαι νόασιν μὲν ἐπὶ τῷ ἀκροτάτῳ, διάνοιαν δὲ ἐπὶ τῷ δευτέρῳ, ἐπὶ δὲ τῷ τρίτῳ πίστιν, | |
25 | εἰκασίαν δὲ ἐπὶ τῷ τετάρτῳ. | 39 |
40(1t) | Περὶ τοῦ ὄντος | |
2 | Stob. 2.2.4 p. 17 Wa. (Mullach 1 p. 569, Nolle fr. 40 p. 43) Ἀρχύτου Περὶ τοῦ ὄντος. Παντᾷ μοι δοκοῦντι ἁμαρτάνειν οἱ λέγοντες δύο λόγους περὶ παντὸς λέγεσθαι ἀντίως ἀλλάλοις καὶ ναμαρτέας ἀμφοτέρως. | |
5 | ἐγὼ δὲ πρᾶτον τοῦτ’ ἀδύνατον νομίζω, ἀμφοτέρων πιστῶν ἐόντων ἀντίως εἶμεν ἀλλάλοις, τὸ καλὸν τῷ καλῷ καὶ τὸ λευκὸν τῷ λευκῷ. ἀλλὰ γὰρ οὐχ οὕτως ἔχει· ἀλλὰ ἔστι τὸ καλὸν καὶ 〈τὸ〉 αἰσχρὸν ἀντία, καὶ τὸ λευκὸν καὶ τὸ μέλαν. οὕτω δὲ καὶ τὸ ναμερτὲς τῷ ψεύδει φαμέν, οὐδὲ ναμερτέας 〈ἀντίωσ〉 δύο λόγως λέγεσθαι ἢ δύο ψευδέας, ἀλλὰ | |
10 | τὸν μὲν ἀληθῆ, τὸν δὲ ψεύσταν. ὁ γὰρ τὰν ψυχὰν ἐπαινῶν τῶ ἀνθρώπω καὶ 〈ὁ〉 τὸ σῶμα μεμφόμενος οὐχ ὑπὲρ τὠυτῶ λέγοντι· εἰ μὴ καὶ εἴ τι περὶ τᾶς γᾶς λέγοιεν καὶ τῶ οὐρανῶ, ταὐτόν. ταῦτα γὰρ δύο ἐντί, ἀλλ’ οὐχ ἕν. ὀνομαστὶ δὲ θέλω καὶ τοῦτο δείξαι. ὁ γὰρ λέγων περὶ Ἀθαναίων ὡς ἐντὶ κατὰ λόγον ἄνδρες ἀγαθοί, καὶ ὁ λέγων ὡς ἐντὶ | |
15 | περὶ χάριτας φαῦλοι, οὐκ ἐναντία λέγοντι· τὰ γὰρ ἐναντία περὶ τὠυτῶ πράγματος ἀντικέαται ἀλλάλοις, ταῦτα δὲ δύο ἐντὶ πράγματα. | |
17t | Περὶ παιδεύσεως ἠθικῆς | |
18 | Stob. 3.1.105 p. 55 He. (Mullach 1 p. 557, Nolle fr. 53 p. 50) Ἀρ‐ χύτα Πυθαγορείου ἐκ τοῦ Περὶ παιδεύσεως ἠθικῆς. Φαμὶ τὰν ἀρετὰν ἦμεν ποττὸ | |
20 | μὴ κακοδαιμονεῖν ἱκανάν, τὰν δὲ κακίαν ποττὸ μὴ εὐδαιμονεῖν, αἴκα τὰς ἕξιας αὐτὰς κρίνωμες. αἰεὶ μὲν γὰρ κακοδαιμονεῖν ἀνάγκα τὸν κακόν, αἴτε ἔχῃ ὕλαν (κακῶς τε γὰρ αὐτᾷ χρέεται) αἴτε σπανίζῃ· ὡς καὶ τὸν τυφλόν, αἴτε φῶς ἔχῃ καὶ λαμπρότατα ὁρατάν, αἴτε ἐν σκότει | |
διατελῇ· οὐκ αἰεὶ δὲ εὐδαιμονεῖν τὸν ἀγαθόν. οὐ γὰρ ἁ κτᾶσις τᾶς | 40 | |
41 | ἀρετᾶς εὐδαιμονία ἦς, ἀλλ’ ἁ χρᾶσις. καὶ γὰρ ὁ ἔχων τὴν ὄψιν οὐχ ὁρῇ αἰεί· αἰ γὰρ μὴ ἔχει φῶς, οὐκ ὄψεται. δύο δ’ ὁδοὶ τέμνονται ἐν βίῳ, ἁ μὲν σκυθρωποτέρα, ἃν ὁ τλάμων ἐβάδιζεν Ὀδυσσεύς, ἁ δὲ εὐδιεινοτέρα, τὰν ἐπορεύετο Νέστωρ. τὰν ὦν ἀρετάν φαμι δήλεσθαι | |
5 | μὲν ταύταν, δύνασθαι δὲ καὶ τήναν. ἀλλὰ τὰν εὐδαιμονίαν καρύσσει ἁ φύσις βίον εὐκταῖον καὶ εὐσταθέα διὰ τὸ γνώμας τελεσθῆναι· ὥστε ἃ μὴ δήληταί τις παριόντα, οὐκ εὐδαίμων μέν, οὐ μὰν παντᾷ κακοδαίμων. Stob. 3.1.106 p. 56 He. (Mullach 1 p. 558, Nolle fr. 54 p. 51) Ἐν ταὐτῷ. Μὴ ὦν ἄνοσον καὶ ἀνάλγητον τολμώντων τὸν ἀγαθὸν εἰπεῖν, | |
10 | μηδὲ ἄλυπον θρασυνέσθωσαν λέγεν· ὡς γὰρ σώματι ἀλγεινά τινα ἀπολείπομεν, οὕτω καὶ ψυχᾷ ἐπώδυνα. ἀλλὰ ταὶ μὲν ἀφρόνων λῦπαι ἀλόγιστοι πέλονται· ταὶ δὲ φρονίμων ἐς ὅσον κα λόγος ἐπιτρέποι ὁρίσδων τὰ πράγματα. ἀλλὰ μὰν καὶ τὸ καύχαμα αὐτῶν τᾶς ἀπαθείας ἐκλύει τᾶς ἀρετᾶς τὸ γενναῖον, αἴκα ἀδιαφόροις καὶ μὴ κακοῖς θανάτῳ | |
15 | τε καὶ ἀλγηδόνι καὶ πενίᾳ ἀντιβεβάκῃ. εὐκαταγώνιστα γὰρ τὰ μὴ κακά. ἀσκητέον ὦν ποττὰν μετριοπάθειαν ἴμεν, ὡς τό τε ἀνάλγητον εἰς ἴσον τῷ ἐμπαθεῖ φεύγωμες, μηδὲ μέζον φύσιος τᾶς ἁμετέρας φθεγ‐ γώμεθα. Stob. 2.31.120 p. 229 Wa. (Mullach 2 p. 120, Nolle fr. 55 p. 51) Ἀρ‐ | |
20 | χύτα Πυθαγορείου ἐκ τοῦ Περὶ παιδεύσεως ἠθικῆς. Φιλοσοφίαν φαντὶ ὄρεξιν εἶμεν τῶ ἀναλαμβάνειν ἢ συνέχειν αὔταυτον ἐν ἀρετᾷ πρακτικᾷ καττὰν ἔφεσιν τῆς σοφίας δι’ αὐταύταν· ταύτας δ’ ἀρχὴν μὲν τὴν φύσιν προ‐ ειδέμεν, μέσα δὲ τὰν ἄσκησιν, τέρμα δὲ τὰν εἴδησιν φέρειν. εὐτυχὲς μὲν ὦν εἶμεν φῦναι εὖ, τραφῆναί τε καὶ ἀχθῆμεν καττὸν ὀρθὸν νόμον | |
25 | καθομόλογά τε τᾷ φύσει ἔθεα· δεῖ δ’ ἀσκηθῆμεν ὑπό τε γενέτορας ἢ | |
ἐπιτρόπους, παιδευτάς τε σώφρονας γενέσθαι· καλὸν δὲ τὸ αὐτὸν | 41 | |
42 | αὑτῷ προστάσσεν τὰ ἄριστα, μηδὲ ποτιδέεσθαι ἀνάγκας, εὐπειθέα δ’ εἶμεν τοῖς ὑφαγεομένοις τὰ ἄριστα ποτὶ πρᾶξιν καὶ εἴδησιν· ταὶ γὰρ εὐφυΐαι καὶ ταὶ καλαὶ τροφαὶ πολλάκις φθάνοντι τὰς διδασκαλίας ἐς ὀρθότατα ἄγοισαι, ἀποδέοντι δὲ μόνον λόγω ἁγεμόνος, τὸν ἐντίθητι | |
5 | ἐπιστάμα. δύο μὲν ὦν ἔντι βίοι ἀντίπαλοι, τοὶ τῶν πρατήων ἀντι‐ ποιεύμενοι, πρακτικός τε καὶ φιλόσοφος· πολὺ δὲ κάρρων δοκέει εἶμεν ὁ ἐξ ἀμφοτέρων κεκραμένος ποτὶ καιρὼς τὼς ἁρμόσδοντας συντεταγμένος καθ’ ἑκατέραν διέξοδον. γεγόναμες γὰρ ποτ’ ἐνέργειαν νοεράν, ἃν καλέομες πρᾶξιν· τᾶς δὲ διανοίας ἁ μὲν πρακτικὰ ἐπὶ τὰν πολιτικὰν | |
10 | φέρεται, ἁ δὲ ἐπιστημονικὰ ἐπὶ τὰν θέαν τῶν συμπάντων, αὐτὸς δ’ ὁ καθόλω νόος ταύτας τὰς δύο δυνάμιας ἀμπέχων ἐπὶ τὰν εὐδαιμονίαν, τὰν φαμὲς ἐνέργειαν ἀρετᾶς ἐν εὐτυχίᾳ εἶμεν, οὔτε πρακτικὰν ἔασαν μόνον ὥστε καὶ μὴ τὰν ἐπιστήμαν περιέχεν, οὔτε θεωρητικὰν ὡς ἄπρακτον εἶμεν· ἁ γὰρ τέλῃος διάνοια ποτὶ δύο ἀρχὰς ἐπικρατέας | |
15 | ῥέπει, ποθ’ ἃς καὶ ὁ ἄνθρωπος πέφυκε, τάν τε κοινανικὰν καὶ τὰν εἰδημονικάν· καὶ γὰρ αἰ κατὰ τοίας ἀντιλήψιας δοκέοντι ἀντιθλίβεν ἀλλάλας ταὶ ἀγωγαί (ταὶ μὲν γὰρ πολιτικαὶ ἀφέλκοισαι τᾶς θεωρίας, ταὶ δὲ θεωρητικαὶ ἀπὸ τᾶς πολιτείας μετάγοισαι ἐς ἁσυχίαν), ἀλλ’ ὦν τὰ πέρατα συναψαμένα ἁ φύσις ἀπέδειξεν ἐν τωὐτῷ ἁνωμένα· οὐ γὰρ | |
20 | ἀντιπαθέες ἔντι ταὶ ἀρεταί, ἀλλ’ ἁρμονίας ἁπάσας συμφωνότεραι. αἰ δέ κά τις ἐκ νέω ὁρμαθεὶς αὐτὸς ἁρμόζηται εἰς τὰς ἀρχὰς τᾶν ἀρετᾶν καὶ τὸν θεῖον νόμον τᾶς τῶ κόσμω ἁρμονίας, εὔροον βίον διεξάγει. αἰ δέ κα αὐτὸς καθ’ αὑτὸν πλαζόμενος τύχῃ ἁγεμόνων καρρόνων, ἀπευθύνειν τὸν δρόμον δυνάσεται ποτὶ μακαριότατα, ὥσπερ τοὶ ἀτυχέον‐ | |
25 | τες ἐν πλοίῳ ἀνύοντι τὰν θάλασσαν διὰ τᾶς κυβερνητικᾶς 〈τᾶσ〉 εὐπλοίας ἐφιέμενοι, ὅπερ ἐν βίῳ τᾶς εὐδαιμονίας. αἰ δὲ μήτ’ αὐτὸς νοέοι τὰ ποτίφορα, μήτ’ ἐπιτρόπων τύχοι ἐμφρόνων, οὐδὲν ὄφελος χοραγίας ἀφθόνω· ἀφροσύνα γάρ, αἰ καὶ ἐς τἆλλα εὐτυχεῖ, κακοδαίμων ἐσαεί ἐστιν. ἐπεὶ δ’ ἐν ἅπαντι πρᾶτον ἀνάγκα σκοπᾶν μὲν τὸ τέλος | |
30 | (τοῦτο γὰρ ποιέοντι κυβερνᾶται μὲν λιμένα νεὼς ἐς ὃν καταχθήσονται | 42 |
43 | προτιθέμενοι, ἁνίοχοι δὲ τέρμα δρόμω, τοξόται δὲ καὶ σφενδονᾶται σκοπόν, ποθ’ ὃν παντᾷ ἁρμόσδονται), ἀνάγκα καὶ τᾷ ἀρετᾷ προκέεσθαί τινα ὥσπερ τέχνᾳ τῶ βίω σκοπὸν ἢ πρόθεσιν, ταῦτα γὰρ ὀνυμαίνω καθ’ ἑκατέρων· τοῦτο δὲ φαμὶ εἶμεν τῶν μὲν πρακτικῶν τὸ κράτιστον, | |
5 | τῶ δὲ βίω τὸ τέλειον ἀγαθόν, τὸ λέγοντι 〈τοὶ〉 τἀνθρώπεια σοφοὶ εὐδαιμονίαν. ταύταν δὲ οὔτε καττὰν ἀλήθειαν κρίνεν δύνανται τοὶ κακῶς ἔχοντες, οὔτε ἑλέσθαι ἰσχύοντι τοὶ μὴ ἐκδαλότατα ὁρέοντες αὐτήν· τίνουσι δὲ δίκας ἀφροσύνας τοὶ ἁδονᾷ τὸ ἄριστον διδόντες, κολάζονται τοὶ τὰν ἀναλγησίαν πάντων προτιμῶντες, καθόλω δ’ | |
10 | εἰπέν, ἄγχονται ἐν κακᾷ ζάλᾳ τοὶ ἐν εὐπαθείᾳ σωμάτων ἢ ἐν ψυχᾶς ἀλόγῳ κατασκευᾷ ἀπολιπόντες τὰν εὐδαίμονα ζωάν. οὐδὲ πολλὸν ἀπὸ τούτων εὐτυχέστεροί ἐντι τοὶ ἐξαίροντες μὲν τὸ καλόν, ὡς κατ’ αὐτό τι μὴ λέγεν, ὁμότιμον δὲ αὐτῷ τὰν ἁδονὰν καὶ τὰν ἀναλγησίαν καὶ τὰς εὐπαθείας τὰς πρώτας καὶ φυσικὰς καὶ ἀλόγως ὁρμὰς ἢ σώματος ἢ | |
15 | ψυχᾶς ἀντέχοντες· ἑκάτερα γὰρ ἀδικέοντι, τὰν μὲν ψυχικὰν ἀκρότατα καὶ τὰ ἔργα αὐτᾶς κατάγοντες εἰς ἰσότατα ποττὰν τοῦ σώματος τελεό‐ τατα, τὰν δὲ σωματικὰν εὐεξίαν ἐς ὕψος ἀντικαθιστάντες τᾷ ψυχικᾷ ἡδονᾷ· ἐνεμεσήθη δὲ καὶ ἁ φύσις καὶ τὸ θεῖον τᾷ τούτων διακράσει· οὐ γὰρ φυλάσσοντι τὰν ἀξίαν τῶ κάρρονος πρὸς τὸ χεῖρον. ἀλλ’ ἡμεῖς | |
20 | γε λέγομες σῶμα μὲν εἶμεν ψυχᾶς ὄργανον, νόον δὲ ἁγεμόνα τᾶς τε ἄλλας ψυχᾶς καὶ τῶ σκάνεος αὐτᾶς, τὰν δ’ ἐς τἆλλα εὐτυχίαν φυσικὰν [καὶ] ὀργανικὰν τᾷ νοερᾷ ἐνεργείᾳ εἶμεν, αἴ κα παντελὴς δυνάμει τε καὶ χρόνῳ καὶ χοραγίᾳ ᾖ. | |
24t | Περὶ σοφίας | |
25 | Iambl. Protr. p. 16 Pist. (Mullach 1 p. 558, Nolle fr. 4 p. 7) Ἀρχύτας τοίνυν ἐν τῷ Περὶ σοφίας εὐθὺς ἀρχόμενος προτρέπει οὕτως· τοσοῦτον διαφέρει σοφία ἐν πάντεσσι τοῖς ἀνθρωπίνοις πραγμάτεσσιν, ὅσον ὄψις μὲν αἰσθασίων σώματος, νόος δὲ ψυχᾶς, ἅλιος δὲ ἄστρων. ὄψις τε γὰρ ἑκαβολεστάτα καὶ πολυειδεστάτα τᾶν ἀλλᾶν αἰσθασίων ἐστὶ καὶ νόος | |
30 | ὕπατος λόγω καὶ διανοίας τὸ δέον ἐπικραίνων καὶ ὄψις καὶ δύναμις | |
τῶν τιμιωτάτων ὑπάρχων· ἅλιός γε μὰν ὀφθαλμός ἐντι καὶ ψυχὰ τῶν | 43 | |
44 | φύσιν ἐχόντων· ὁρῆταί τε γὰρ δι’ αὐτῶ πάντα καὶ γεννῆται καὶ νοῆται, ῥιζωθέντα καὶ γενναθέντα δὲ τράφεταί τε καὶ ἀέξεται καὶ ζωπυρῆται μετ’ αἰσθάσιος. Iambl. Protr. p. 18 Pist. (Mullach 1 p. 558, Nolle fr. 4a p. 7) | |
5 | ... διὰ τῶν ἑξῆς ἐπιδείκνυται τῶν οὕτω λεγομένων· ἄνθρωπος πάντων ζῴων ἐπὶ πολλὸν γέγονε σοφώτατος. θεωρῆσαί τε γὰρ δυνατός ἐστι τὰ ἐόντα καὶ ἐπιστάμαν καὶ φρόνασιν λαβὲν αὐτῶν ἁπάντων. παρὸ καὶ ἐνεχάραξε καὶ ἐπεσημήνατο τὸ θεῖον αὐτῷ τὸ τῶ παντὸς λόγω σύσταμα, ἐν ᾧ τά τε εἴδεα πάντα τῶ ἐόντος ἐνδέδασται καὶ ταὶ σαμασίαι ταὶ | |
10 | τῶν ὀνυμάτων καὶ ῥημάτων. τοῖς μὲν γὰρ φθόγγοις τᾶς φωνᾶς τόπος ἀφώρισται φάρυγξ καὶ στόμα καὶ ῥῖνες. ὥσπερ δὲ τῶν φθόγγων, δι’ ὧν τὰ ὀνύματά τε καὶ ῥήματα τυπούμενα σαμαίνεται, γέγονεν ἄνθρωπος ὄργανον, οὕτω δὲ καὶ τῶν νοαμάτων ἐν τοῖς ἐόντεσσιν ὀπτιζομένοις. ἔργον σοφίας τοῦτο δοκεῖ μοι ἦμεν, ποθ’ ὅπερ καὶ γέγονε καὶ συνέστα | |
15 | ὁ ἄνθρωπος καὶ ὄργανα δὲ καὶ δυνάμεις εἴλαφε παρὰ τῶ θεῶ. Iambl. Protr. p. 20 Pist. (Mullach 1 p. 558, Nolle fr. 4b p. 8) ποιεῖται δὲ καὶ ἄλλην σύμμικτον ἔφοδον ἐπὶ τὰ αὐτὰ προτρέπουσαν ὧδέ πως· γέγονε καὶ συνέστα ὁ ἄνθρωπος ποττὸ θεωρῆσαι τὸν λόγον τᾶς τῶ ὅλω φύσιος· καὶ τᾶς σοφίας ὦν ἔργον 〈κτᾶσθαι〉 καὶ θεωρὲν τὰν τῶν | |
20 | ἐόντων φρόνασιν. Iambl. Protr. p. 21 Pist. (Mullach 1 p. 559, Nolle fr. 4c p. 8) ἁ σοφία οὐ περί τι ἀφωρισμένον ἐντὶ τῶν ἐόντων, ἀλλ’ ἁπλῶς περὶ πάντα τὰ ἐόντα, καὶ δεῖ μὴ πρώταν αὐτὰν τὰς ἀρχὰς αὐτὰς ἀνευρέσθαι, ἀλλὰ τὰς κοινὰς | |
25 | τῶν ἐόντων· οὕτω γὰρ ἔχει σοφία περὶ πάντα τὰ ἐόντα ὡς ὄψις περὶ πάντα τὰ ὁρατά. τὰ ὦν καθόλω πᾶσι συμβεβηκότα συνιδὲν καὶ θεωρὲν τᾶς σοφίας οἰκεῖον, καὶ διὰ τοῦτο σοφία τὰς τῶν ἐόντων ἁπάντων ἀρχὰς ἀνευρίσκει. Iambl. Protr. p. 22 Pist. (Mullach 1 p. 559, Nolle fr. 4d p. 8) | |
30 | ἐν τῷ τέλει τοίνυν πρὸς αὐτὸ τὸ ἀκρότατον ἄνεισιν ἡ παράκλησις ὧδέ πως· ὅστις ὦν ἀναλῦσαι οἷός τε ἐστι πάντα τὰ γένεα ὑπὸ μίαν τε καὶ τὰν αὐτὰν ἀρχὰν καὶ πάλιν συνθεῖναί τε καὶ συναριθμήσασθαι, οὗτος δοκεῖ μοι καὶ σοφώτατος ἦμεν καὶ παναληθέστατος, ἔτι δὲ καὶ καλὰν σκοπιὰν εὑρηκέναι, ἀφ’ ἇς δυνατὸς ἐσσεῖται τὸν θεὸν κατοψεῖσθαι | |
35 | καὶ πάντα τὰ ἐν τᾷ συστοιχίᾳ καὶ τάξει τᾷ ἐκείνου κατακεχωρισμένα, | 44 |
45 | καὶ ταύταν ἁρματήλατον ὁδὸν ἐκπορισάμενος τῷ νόῳ κατ’ εὐθεῖαν ὁρμαθῆμεν καὶ τελεοδρομᾶσαι τὰς ἀρχὰς τοῖς πέρασι συνάψαντα καὶ ἐπιγνόντα διότι ὁ θεὸς ἀρχά τε καὶ τέλος καὶ μέσον ἐστὶ πάντων τῶν κατὰ δίκαν τε καὶ τὸν ὀρθὸν λόγον περαινομένων. | |
19t | Letters | |
20 | To Dionysios (Diog. L. 3. 22) Ἀρχύτας Διονυσίῳ ὑγιαίνειν. Ἀπεστάλκαμέν τοι πάντες οἱ Πλάτωνος φίλοι τὼς περὶ Λαμίσκον τε καὶ Φωτίδαν ἀπολαμψούμενοι τὸν ἄνδρα καττὰν παρὰ τὶν γενο‐ μέναν ὁμολογίαν. ὀρθῶς δέ κα ποιοῖς ἀμμιμνᾳσκόμενος τήνας τᾶς σπουδᾶς, ἡνίκα πάντας ἄμμε παρεκάλεις ποττὰν Πλάτωνος ἄφιξιν | |
25 | ἀξιῶν προτρέπεσθαί τε αὐτὸν καὶ ἀναδέχεσθαι τά τε ἄλλα καὶ περὶ τὰν ἀσφάλειαν μένοντί τε καὶ ἀφορμίοντι. μέμνασο δὲ καὶ τῆνο ὅτι περὶ πολλῶ ἐποιήσω τὰν ἄφιξιν αὐτῶ καὶ ἀγάπης ἐκ τήνω τῶ χρόνω ὡς οὐδένα τῶν πὰρ τίν. αἰ δέ τις γέγονε τραχύτας, ἀνθρωπίζειν χρὴ κἀποδιδόμεν ἁμὶν ἀβλαβῆ τὸν ἄνδρα. ταῦτα γὰρ ποιῶν δίκαια πράξεις | |
30 | καὶ ἁμὶν χαρίζῃ. | |
Correspondence with Plato (Diog. L. 8. 80—81) | 45 | |
46 | Ἀρχύτας Πλάτωνι ὑγιαίνειν. καλῶς ποιεῖς ὅτι ἀνπέφευγας ἐκ τᾶς ἀρρωστίας. ταῦτα γὰρ αὐτός τυ ἐπέσταλκας καὶ τοὶ περὶ Λαμίσκον ἀπάγγελον. περὶ δὲ τῶν ὑπομνημάτων ἐπεμελήθημες. καὶ ἀνήλθομες ὡς Λευκανὼς καὶ ἐνετύχομες τοῖς Ὀκκέλω ἐκγόνοις. τὰ μὲν ὦν περὶ | |
5 | νόμω καὶ βασιληίας καὶ ὁσιότατος καὶ τᾶς τῶν πάντων γενέσιος αὐτοί τε ἔχομες καὶ τὶν ἀπεστάλκαμες. τὰ δὲ λοιπὰ οὔτοι νῦν γα δύναται εὑρεθήμειν· αἰ δέ κα εὑρεθῇ, ἥξει τυ. | |
19 | Anonymous (Socrat. epist. 37, Hercher, Epist. Gr. p. 635) | |
20 | ταῦτά ἐστιν ἃ Ἄδραστος παρὰ Κλεινία ἔλαβεν. ἐμὶν δὲ δοκεῖ ταῦτα οὐκ ἄξια εἶμεν ὑφ’ ἁμέων ὅτῳ κα τύχῃ ῥιπτεῖσθαι τοσοῦτον χρόνον φυλαχθέντα οὕτως ἐμῶν ἕνεκα. οὐδὲ τῷ ἀλαζόνι εἴκω· ἀλλ’ ἐμὶν δοκέει ἐν δέοντι τυχόντα μὲν ἀνδρὸς νέω καὶ φυλακτικῶ, ὑπεροφθέντα | |
〈δὲ〉 κακὸν ῥάψαι 〈ἐσ〉 τὸν ὑπεροπτεύσαντα, ὡς διὰ τὴν δύναμιν | 46 | |
47 | μὲν φιλοσοφοῦντα, τῷ πάθει δὲ 〈μή,〉 μηδὲ τῷ ἤθει. καὶ ὅστις ἄγαν φαμᾶν καὶ ὀργανικῶν καὶ ἐνυπνίων τῶν παντᾷ πεπτηκότων ἔνμεστος εἴη, καὶ οὗτος πραγματωδέστερός κα γένοιτο αὐτὸς αὐτῷ. ὅστις δὲ ποτὶ πάντα φέρεται κοσμηθεὶς ὑπὸ τάξιός τινος τῶν τοιούτων, ἐννοώ‐ | |
5 | τερός κα εἴη τῶ θείω. συνοπαδὸς δέ μοι ἐσσὶ κατὰ φιλοσοφίαν, ὡς οὐκ ἄλλο τι οὐδὲν δεῖ λέγειν 〈ἢ〉 ὅτι ἀσπάζομαί τυ. ἀλλ’ ἔρρωσο. | |
7t | Varia: | |
14 | Joh. Lydus De mens.2.9 (Nolle fr. 64 p. 68) ψυχὰ ἀνθρώπου, φησὶν | |
15 | ὁ Πυθαγόρας, ἐστὶ τετράγωνον εὐθυγώνιον. Ἀρχύτας δὲ τῆς ψυχῆς τὸν ὅρον οὐκ ἐν τετραγώνῳ, ἀλλ’ ἐν κύκλῳ ἀποδίδωσι· διὰ τοῦτο ψυχὰ τὸ αὑτὸ κινοῦν, ἀνάγκα δὲ τὸ πρᾶτον κινοῦν, κύκλος δὲ τοῦτο ἢ σφαῖρα. Philostr. V. Apoll. 6.31 (Mullach 1 p. 563, Nolle fr. 55a p. 53) ἐγένετο ὁ Ἀρχύτας ἀνὴρ Ταραντῖνος τὰ Πυθαγόρου σοφός· οὗτος ὑπὲρ παίδων | |
20 | ἀγωγῆς γράφων, ἔστω, φησίν, ὁ πατὴρ παράδειγμα ἀρετῆς τοῖς παισίν, ὡς καὶ τῶν πατέρων ξυντονώτερον βαδιουμένων ἐπὶ τὰς ἀρετάς, ἢν ὁμοιῶνταί σφισιν οἱ παῖδες. Stob. 4.1.132 p. 79 He. (Mullach 1 p. 559, Nolle fr. 61 p. 57) Ἀρ‐ χύτα· 〈ὑπὸ〉 πονηρῶν ἀθέων νόμοι θεῶν ἄγραφοι ἀτιμαζόμενοι πονηρὰν | |
25 | μοῖραν καὶ ζημίαν τῷ μὴ πειθομένῳ δίδοντι· πατέρες 〈γὰρ〉 καὶ ἡγεμόνες τῶν γεγραμμένων νόμων καὶ δογμάτων ἀνθρώποις τεθέντων. Syrian. CAG 6.1 p. 151 Kroll (Mullach 2 p. 117, Nolle fr. 67 p. 58) ὅλως δὲ διαφορᾶς οὔσης παρ’ αὐτοῖς ἑνὸς καὶ μονάδος, περὶ ἧς καὶ τῶν πρεσβυτέρων | |
Πυθαγορείων πολλοὶ διελέχθησαν, ὥσπερ Ἀρχύτας, ὅς φησιν ὅτι τὸ ἓν καὶ ἡ | 47 | |
48 | μονὰς συγγενῆ ἐόντα διαφέρει ἀλλάλων, καὶ τῶν νεωτέρων δὲ Μοδέρατος | |
καὶ Νικόμαχος. | 48 |