TLG 1175 001 :: ARCHESTRATUS :: Fragmenta ARCHESTRATUS Parodius Fragmenta
Citation: Fragment — (line) | ||
1 | Ἱστορίης ἐπίδειγμα ποιούμενος Ἑλλάδι πάσῃ ............................. | |
2 | γῆν πᾶσαν περιῆλθον ἐγὼ πᾶσάν τε θάλασσαν 〈Εὐρώπην τ’ Ἀσίην τε περιπλέων νηὶ μελαίνῃ.〉 〈καὶ νῦν〉 ἀτρεκέως ἐθέλω 〈μάλα〉 πάντ’ 〈ἀγορεῦσαι〉 .............. ὅπου ’στὶν ἕκαστον | |
5 | κάλλιστον βρωτόν τε 〈ποτόν θ’〉 ........ | 140 |
---|---|---|
3 | τίς δ’ ἰχθὺς καὶ ποῖος ἐὼν ἥδιστον 〈ἔδεσμα〉, ἢ τίς ἀκμαιότατος, τίς δ’ αὖ βρωτός γε μάλιστα ἠὲ μετ’ Ἀρκτοῦρον καὶ Πλειάδας ἢ Κυνὸς ἄστρον. | |
4 | πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο | |
Δήμητρος, φίλε Μόσχε· σὺ δ’ ἐν φρεσὶ βάλλεο σῇσιν. ἔστι γὰρ αὐτὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων, εὐκάρπου κριθῆς καθαρῶς ἠσκημένα παστά, | 141 | |
5 | ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ, λευκότερ’ αἰθερίης χιόνος· θεοὶ εἴπερ ἔδουσιν ἄλφιτ’, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει. ἔστι δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ κἀν Θάσῳ ἔν τ’ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα | |
10 | φαίνονται πρὸς ἐκεῖνα· σαφεῖ τάδ’ ἐπίστασο δόξῃ. στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι κεῖνοι κριμνίτην, οἱ δ’ ἄλλοι χόνδρινον ἄρτον. εἶτα τὸν ἐκ Τεγέης σεμιδάλεος υἱὸν ἐπαινῶ | |
15 | ἐγκρυφίην. τὸν δ’ εἰς ἀγορὴν πωλεύμενον ἄρτον αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι. ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν | |
λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον. | 142 | |
5 | ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ, ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ’ ἦμαρ παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς. | |
6 | βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι. | |
7 | ῥυσαὶ 〈καὶ〉 δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι. | |
8 | ἔγχελυν αἰνῶ μὲν πᾶσαν, πολὺ δ’ ἐστὶ κρατίστη | |
Ῥηγίου ἀντιπέρας πορθμῷ ληφθεῖσα θαλάσσης. ἔνθα σὺ τῶν ἄλλων πάντων, Μεσσήνιε, θνητῶν βρῶμα τιθεὶς τοιόνδε διὰ στόματος πλεονεκτεῖς. | 143 | |
5 | οὐ μὴν ἀλλὰ κλέος γ’ ἀρετῆς μέγα κάρτα φέρουσι Κωπαῖαι καὶ Στρυμόνιαι, μεγάλαι τε γάρ εἰσι καὶ τὸ πάχος θαυμασταί. ὅλως δ’ οἶμαι βασιλεύει πάντων τῶν περὶ δαῖτα καὶ ἡδονῇ ἡγεμονεύει ἔγχελυς, ἣ φύσει ἐστὶν ἀπήρινος μόνος ἰχθύς. | |
9 | τὴν δ’ ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις, τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ἴωνες. καὶ λαβὲ πρόσφατον αὐτὸν ἐν εὐκόλποιο Φαλήρου ἀγκῶσιν ληφθένθ’ ἱεροῖς. κἀν τῇ περικλύστῳ | |
5 | ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ. ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας· εἰς ταὐτὸν μίξας δ’ αὐτὰς ἐπὶ τηγάνου ὄπτα, | |
εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ. | 144 | |
10 | .................... ἐπὶ θερμὸν τήγανον ἐμβληθεῖσαν ἄφαρ σίζουσαν ἀφαίρει. 〈εὐθὺς γὰρ κείνη〉 καθάπερ τοὔλαιον ἅμ’ ἧπται καὶ σίζει. | |
11 | τὸν δ’ ἔλοπ’ ἔσθε μάλιστα Συρακούσαις ἐνὶ κλειναῖς, τόν γε κρατιστεύονθ’ οὗτος γὰρ αὖ ἐστιν ἐκεῖθεν τὴν ἀρχὴν γεγονώς, ὥσθ’ ἡνίκ’ ἂν ἢ περὶ νήσους ἢ περὶ τὴν Ἀσίην που ἁλῷ γῆν ἢ περὶ Κρήτην, | |
5 | λεπτὸς καὶ στερεὸς καὶ κυματοπλὴξ ἀφικνεῖται. | |
12 | χρύσοφρυν ἐξ Ἐφέσου τὸν πίονα μὴ παράλειπε, | |
ὃν κεῖνοι καλέουσιν ἰωνίσκον· λαβὲ δ’ αὐτὸν θρέμμα Σελινοῦντος σεμνοῦ. πλῦνον δέ νιν ὀρθῶς, εἶθ’ ὅλον ὀπτήσας παράθες, κἂν ᾖ δεκάπηχυς. | 145 | |
13 | καὶ σπάρον ἐν παράλῳ Καλχηδόνι τὸν μέγαν ὄπτα, πλύνας εὖ· χρηστὸν δὲ καὶ ἐν Βυζαντίῳ ὄψει κεὐμεγέθη, κυκλίῃ 〈δ’〉 ἴσον ἀσπίδι σῶμα φοροῦντα. τοῦτον ὅλον θεράπευε τρόπον τοιόνδε· λαβών νιν, | |
5 | ἡνίκ’ ἂν εὖ τυρῷ καὶ ἐλαίῳ πάντα πυκασθῇ, κρίβανον ἐς θερμὸν κρέμασον κἄπειτα κατόπτα· πάσσειν δ’ ἁλσὶ κυμινοτρίβοις καὶ γλαυκῷ ἐλαίῳ ἐκ χειρὸς κατακρουνίζων θεοδέγμονα πηγήν. | |
14 | τὸν δ’ ὄνον Ἀνθηδών, τὸν καλλαρίην καλέουσιν, ἐκτρέφει εὐμεγέθη, σομφὴν δ’ ἄρ’ ἔχει τινὰ σάρκα, κἄλλως οὐχ ἡδεῖαν ἔμοιγ’, ἄλλοι δὲ 〈λίην νιν〉 | |
αἰνοῦσιν· χαίρει γὰρ ὁ μὲν τούτοις, ὁ δ’ ἐκείνοις. | 146 | |
15 | αὐτὰρ ἐς Ἀμβρακίην ἐλθὼν εὐδαίμονα χώρην κάπρον ἐὰν ἐσίδῃς ὠνοῦ καὶ μὴ παράλειπε, κἂν ἰσόχρυσος ἔῃ, μή σοι νέμεσις καταπνεύσῃ δεινὴ ἀπ’ ἀθανάτων· τὸ γάρ ἐστιν νέκταρος ἄνθος. | |
5 | τούτου δ’ 〈οὐ〉 θέμις ἐστὶ φαγεῖν θνητοῖσιν ἅπασιν οὐδ’ ἐσιδεῖν ὄσσοισιν, ὅσοι μὴ πλεκτὸν ὕφασμα σχοίνου ἑλειοτρόφου κοῖλον χείρεσσιν ἔχοντες εἰώθασι δονεῖν ψήφους ὀρθῷ τε λογισμῷ | |
ἄρθρων μηλείων ἐπ’ ἄγρην δωρήματα βάλλειν. | 147 | |
16 | ............................. Ἰταλίης τε μεταξὺ κατὰ στενοκύμονα πορθμὸν ἡ πλωτὴ μύραινα καλουμένη ἄν ποτε ληφθῇ, ὠνοῦ· τοῦτο γάρ ἐστιν ἐκεῖ θαυμαστὸν ἔδεσμα. | |
17 | αὐτὰρ τὸν σινόδοντα μέσον ζήτει παχὺν εἶναι· ἐκ πορθμοῦ δὲ λαβεῖν πειρῶ καὶ τοῦτον, ἑταῖρε. ταὐτὰ δὲ ταῦτα κυρῶ φράζων καὶ πρὸς σέ, Κλέαινε. | |
18 | γόγγρου μὲν γὰρ ἔχεις κεφαλήν, φίλος, ἐν Σικυῶνι πίονος, ἰσχυροῦ, μεγάλου καὶ πάντα τὰ κοῖλα· εἶτα χρόνον πολὺν ἕψε χλόῃ περίπαστον ἐν ἅλμῃ. ............................. | |
19 | καὶ γόγγρος σπουδαῖος ἁλίσκεται ὅστε τοσοῦτον τῶν ἄλλων πάντων γόγγρων κρατεῖ αὐτός, ὅσον περ θύννος ὁ πιότατος τῶν φαυλοτάτων κορακίνων. | 148 |
20 | ἀλλά μοι ὀψώνει γλαύκου κεφαλὴν ἐν Ὀλύνθῳ καὶ Μεγάροις· σεμνὸς γὰρ ἁλίσκεται ἐκτεναγιστῆς· | |
21 | ἐν δὲ Ῥόδῳ γαλεὸν τὸν ἀλώπεκα· κἂν ἀποθνῄσκειν μέλλῃς, ἂν μή σοι πωλεῖν θέλῃ, ἅρπασον αὐτόν, ὃν καλέουσι Συρακόσιοι κύνα πίονα· κᾆτα | |
ὕστερον ἤδη πάσχ’ ὅ τι σοι πεπρωμένον ἐστίν. | 149 | |
22 | ἐν δ’ Αἴνῳ. καὶ τῷ Πόντῳ τὴν ὗν ἀγόραζε, ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν. ταύτης τὴν κεφαλὴν ἕψειν μηδὲν προσενεγκὼν ἥδυσμ’, ἀλλ’ ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν | |
5 | ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς, δριμὺ διεὶς ὄξος· κᾆτ’ ἔμβαπτ’ εὖ καὶ ἐπείγου οὕτως, ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων. τὴν λοφιὴν δ’ ὀπτᾶν αὐτῆς καὶ τἆλλα τὰ πλεῖστα. | |
23 | ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν. | |
εἶτα κυμίνῳ πάντα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα. ἄλλο δ’ ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς, | 150 | |
5 | εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ’ ὀπτὰ γένηται, ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνο μετ’ αὐτοῦ. ὅσσα δ’ ἂν ἐν λοπάδος κοίλοις πλευρώμασιν ἕψῃς, μήθ’ ὕδατος πηγὴν 〈ἱερὴν〉 μήτ’ οἴνινον ὄξος συμμίξῃς, ἀλλ’ αὐτὸ μόνον κατάχευον ἔλαιον | |
10 | αὐχμηρόν τε κύμινον, ὁμοῦ δ’ εὐώδεα φύλλα. ἕψε δ’ ἐπ’ ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν καὶ κίνει πυκινῶς, μὴ προσκαυθέντα λάθῃ σε. ἀλλ’ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα οὐδ’ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη | |
15 | ψυχὴν κέκτηνται θνητῶν εἰσίν τ’ ἀπόπληκτοι ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ· ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας | |
20 | τὸν σοφὸν ἐγκρατέως μετ’ ἐκείνου πυθαγορίζειν. | 151 |
24 | ἀλλὰ παρεὶς 〈μώρων〉 λῆρον πολὺν ἀστακὸν ὠνοῦ, τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας, τοὺς δὲ πόδας μικρούς, βραδέως δ’ ἐπὶ γαῖαν ὀρούει. εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι | |
5 | ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει. | |
25 | ἢν δέ ποτ’ εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι, καρῖδ’ εὐμεγέθη λήψει, σπανίαν δὲ πρίασθαι· ἐν δὲ Μακηδονίῃ τε καὶ Ἀμβρακίῃ μάλα πολλαί. | |
26 | Σειρίου ἀντέλλοντος 〈ἔδειν〉 φάγρον, 〈ἔστι δὲ κεδνὸς] | |
Δήλῳ τ’ Εἰρετρίῃ τε κατ’ εὐλιμένους ἁλὸς οἴκους. τὴν κεφαλὴν δ’ αὐτοῦ μόνον ὠνοῦ καὶ μετ’ ἐκείνης οὐραῖον, τὰ δὲ λοιπὰ δόμον, 〈φίλε,〉 μηδ’ ἐσενέγκῃς. | 152 | |
27 | καὶ λεβίην λαβέ, Μόσχε, τὸν ἥπατον, ἐν περικλύστῳ Δήλῳ καὶ Τήνῳ. | |
28-29 | σάλπην δὲ κακὸν μὲν ἔγωγε ἰχθὺν εἰς αἰεὶ κρίνω· βρωτὴ δὲ μάλιστα ἐστὶ θεριζομένου σίτου. λαβὲ δ’ ἐν Μυτιλήνῃ αὐτήν. ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, ἐὰν ᾖ | |
5 | μὴ μείζων πυγόνος· μεγάλου δ’ ἀπὸ χεῖρας ἴαλλε. | 153 |
30 | τὸν χρόμιν ἐν Πέλλῃ λήψει μέγαν (ἔστι δὲ πίων, ἂν θέρος ᾖ) καὶ ἐν Ἀμβρακίῃ· | |
31 | κίθαρον δὲ κελεύω, ἂν μὲν λευκὸς ἔῃ στερεός τε 〈μέγας τε〉 πεφύκῃ, ἕψειν εἰς ἅλμην καθαρὴν κατὰ φύλλα καθέντα· ἂν δ’ ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίην μέγας, ὀπτᾶν | |
5 | ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρῃ. καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε· χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἔστιν δ’ ἀκόλαστος. | |
32 | εἶτα λαβεῖν ψῆτταν μεγάλην λαὶ τὴν ὑπότρηχυν | |
βούγλωσσον, ταύτην δὲ θέρευς, περὶ Χαλκίδα κεδνήν. | 154 | |
33 | καὶ νεαροῦ μεγάλου τ’ αὐλωπία ἐν θέρει ὠνοῦ κρανί’ ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ· καὶ παράθες θερμὸν ταχέως καὶ τρῖμμα μετ’ αὐτοῦ. ὄπτα δ’ ἀμφ’ ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ. | |
34 | ἀμφὶ δὲ τὴν ἱερήν τε καὶ εὐρύχορον Σάμον ὄψει θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν ὄρκυν, ἄλλοτε δ’ αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς ... | |
5 | ἔστι δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ· ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή. | |
ἂν δέ ποτ’ Ἰταλίης ἱερῆς Ἱππώνιον ἔλθῃς, Περσεφόνης ἕδος εὐστεφάνου, πολὺ δή, πολὺ πάντων | 155 | |
10 | ἐνταῦθ’ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης. οἱ δ’ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν πολλὰ περήσαντες πελάγη βρυχίου διὰ πόντου· ὥστ’ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους. | |
35 | τὴν δ’ ἀμίην φθινοπώρου, ὅταν Πλειὰς καταδύνῃ, πάντα τρόπον σκεύαζε· τί σοι τάδε μυθολογεύω; οὐ γὰρ μὴ σὺ διαφθείρῃς γ’, οὐδ’ ἂν ἐπιθυμῇς. εἰ δ’ ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε, | |
5 | ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα· ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ. | |
μὴ τυρόν, μὴ ’λαιον· ἁπλῶς δ’ οὕτως θεραπεύσας ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν. εἶθ’ ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν | 156 | |
10 | γιγνώσκων ὁπότ’ ἔστ’ ὀπτή, καὶ μὴ κατακαύσῃς. ἔστω δ’ αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ, εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις· κἂν ἐγγὺς ἁλῷ που τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης Ἑλλησποντιάδος χείρω· κἂν κλεινὸν ἀμείψῃ | |
15 | Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκέθ’ ὁμοίη γίγνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον. | |
36 | ἡνίκα δ’ ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ, | |
τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον, εὐμεγέθη, θερμὸν, δριμεῖ δεδαϊγμένον ὄξει. | 157 | |
5 | σκληρὸς γὰρ φύσει ἐστίν· ἅπαντα δέ μοι θεράπευε τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν. τὸν δ’ ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας· πληθώρην γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ. | |
37 | καὶ θύννης οὐραῖον ἔχειν, τὴν θυννίδα φωνῶ τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν. εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας | |
5 | θερμά τ’ ἔδειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην. καὶ ξήρ’ ἂν ἐθέλῃς ἔσθειν, γενναῖα πέλονται ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια. | |
ἂν δ’ ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη. | 158 | |
38 | καὶ Σικελοῦ θύννου τέμαχος, 〈φίλε Μόσχε, φαγεῖν χρὴ〉 τμηθέν, ὅτ’ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν. σαπέρδῃ δ’ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ, καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν | |
5 | ἀνθρώπων, ὅ τι φαῦλον ἔφυ καὶ κεδνὸν ἔδεσμα. ἀλλὰ τριταῖον ἔχειν σκόμβρον πρὶν ἐς ἁλμυρὸν ὕδωρ ἐλθεῖν ἀμφορέως ἐντὸς νέου ἡμιτάριχον. ἂν δ’ ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν, ὡραίου φάγε μοι τέμαχος πάλιν· ἔστι γὰρ ἐσθλὸν | |
10 | καὶ μαλακόν. | 159 |
39 | ............................... Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ’, ἀλλὰ προσέστω μηδὲν ἐκεῖ στερεῆς σαρκὸς Μαιώτιδι λίμνῃ ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν. | |
40 | ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθών, οὐραίου γ’ αὐτὸν τὸν σφόνδυλον. ἐστὶ δὲ κεδνὸς κἀν πορθμῷ πρὸς ἄκραισι Πελωριάδος προβολαῖσι. | |
41 | 〈τὸν〉 σκάρον ἐξ Ἐφέσου ζητεῖ, χειμῶνι δὲ τρίγλην ἔσθι’ ἐνὶ ψαφαρῇ ληφθεῖσαν Τειχιοέσσῃ | |
Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων. | 160 | |
42 | κἀν Θάσῳ ὀψώνει τρίγλην, κοὐ χείρονα λήψει ταύτην· ἐν δὲ Τέῳ χείρω, κεδνὴ δὲ καὶ αὐτή· ἐν δ’ Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις. | |
43 | κεστρέα δ’ Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε, ἀνδράσι τ’ ἀστείοισιν ὁμιλήσεις ...... .............................. | |
44 | κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται. | 161 |
45 | λάμβανε δ’ ἐκ Γαίσωνος, ὅταν Μίλητον ἵκηαι, κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα. εἰσὶ γὰρ ἐνθάδ’ ἄριστοι, ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος. πιότεροι δ’ ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ | |
5 | Ἀμβρακίῃ τ’ ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ’ ἐνὶ λίμνῃ· ἀλλ’ οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν οὐδ’ οὕτω δριμεῖαν. ἐκεῖνοι δ’ εἰσίν, ἑταῖρε, τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ’ αὐτοὺς ἀλεπίστους ὀπτήσας μαλακῶς γλίσχρης προσένεγκε δίχ’ ἅλμης. | |
10 | μηδὲ προσέλθῃ σοι περὶ τοὖψον τοῦτο πονοῦντι μήτε Συρακόσιος μηδεὶς μήτ’ Ἰταλιώτης· οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευαζέμεν ἰχθῦς, ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ. | |
15 | τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται | |
ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων. | 162 | |
46 | καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα ἐκτρέφει· ἀλλὰ τί χρὴ ῥίνης λόγον ἢ πλατυνώτου λειοβάτου ποιεῖσθαι; ὁμῶς κροκόδειλον ἂν ὀπτὸν δασσαίμην ἀπ’ ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων. | |
47 | βάτραχον ἔνθ’ ἂν ἴδῃς ............. ....... ὀψώνει καὶ γαστρίον αὐτοῦ σκεύασον | |
48 | καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ. | |
49 | καὶ βατίδ’ ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ. καὶ ταύτῃ τυρὸν καὶ σίλφιον· ἅττα τε σάρκα μὴ πίειραν ἔχει πόντου τέκνα, τῷδε τρόπῳ χρὴ | |
σκευάζειν. ἤδη σοι ἐγὼ τάδε δεύτερον αὐδῶ. | 163 | |
50 | ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος. ἄλλως τ’ εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος. | |
51 | τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλίῃ πολυδένδρῳ ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα. | |
52 | μόρμυρος αἰγιαλεὺς κακὸς ἰχθὺς οὐδέ ποτ’ ἐσθλός. | |
53 | πούλυποι ἔν τε Θάσῳ καὶ Καρίῃ εἰσὶν ἄριστοι· καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ πλῆθος. | |
54 | τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα | |
Βαφύρα· καὶ ἐν Ἀμβρακίῃ παμπληθέας ὄψει. | 164 | |
55 | σηπίαι Ἀβδήροις τε Μαρωνείῃ τ’ ἐνὶ μέσσῃ. | |
56 | τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ’ Ἄβυδος, τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη· πλείστους δ’ Ἀμβρακίη παρέχει καὶ ἄπλατα μετ’ αὐτῶν ... Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας. | |
5 | κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔτι πονηράς. τήθεα Καλχηδών· τοὺς κήρυκας δ’ ἐπιτρίψαι ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους, πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δέ μοί ἐστιν ἑταῖρος | |
Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται. | 165 | |
57 | τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέσεις 〈μὲν〉 σκευασίης εἰσίν· κεῖνος δ’ οὖν ἐστιν ἄριστος, ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ, θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου | |
5 | μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ ς’ ὁρῶντα ἰχῶρα στάζοντα κρεῶν, ἀλλ’ ἔσθιε λάβρως. αἱ δ’ ἄλλαι περίεργοι ἔμοιγ’ εἰσὶν διὰ παντὸς σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα καὶ κατέλαια λίην, ὥσπερ γαλεοψοποιούντων. | |
58 | καὶ σιτευτὸν χηνὸς ὁμῶς σκεύαζε νεοττόν, | |
ὀπτὸν ἁπλῶς καὶ τόνδε | 166 | |
59 | εἶθ’ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε, ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα οἶνον, ὑγρὴν χαίτην λευκῷ πεπυκασμένον ἄνθει πίνειν ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα. | |
5 | τόν τ’ ἀπὸ Φοινίκης ἱερῆς τὸν Βύβλινον αἰνῶ, οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν· ἐὰν γὰρ ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς, εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι μᾶλλον, ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον· | |
10 | πινόμενος δ’ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίῃ δέ. εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι, ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος, οὐ προσέχω τὸν νοῦν αὐτοῖς, 〈χαίρειν δὲ κελεύω.〉 | |
60 | ἔστι δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ | |
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις. οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ’ ὀνομῆναι· | 167 | |
5 | ἀλλ’ οὐδὲν τἄλλ’ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον, ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ’ αὑτοῖς. | |
61 | πρὸς δὲ μιῇ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ. ἔστωσαν δ’ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν. | |
62 | αἰεὶ δὲ στεφάνοισι κάρη παρὰ δαῖτα πυκάζου παντοδαποῖς, οἷς ἂν γαίης πέδον ὄλβιον ἀνθῇ, καὶ στακτοῖσι μύροις ἀγανοῖς χαίτην θεράπευε, | |
καὶ σμύρνην λίβανόν τε πυρὸς μαλακὴν ἐπὶ τέφρην | 168 | |
5 | βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν. ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα, γαστέρα καὶ μήτρην ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ ἔν τ’ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν ὀρνίθων τ’ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ | |
10 | ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον, οἳ πίνουσι μόνον βατράχων τρόπον, οὐδὲν ἔδοντες. ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ’ ἐγὼ λέγω ἔσθε βρωτά· τὰ δ’ ἄλλα γ’ ἐκεῖνα τραγήματα πάντα πέφυκε | |
πτωχείης παράδειγμα κακῆς, ἑφθοί τ’ ἐρέβινθοι | 169 | |
15 | καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα αἰνῶ Ἀθήνησιν γεγενημένον· εἰ δὲ μὴ ἄν που αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν Ἀττικόν, ὡς τοῦτ’ ἔστιν ὃ ποιεῖ κεῖνον ὑβριστήν. οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς | |
20 | καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον | |
ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους. | 170 |