TLG 1172 001 :: ARCESILAUS :: Fragmenta ARCESILAUS Phil., vel Arcesilas Cf. et ARCESILAI EPISTULA (0038) Fragmenta
Citation: Fragment — (line) | |||
121(t) | εἰς Ἄτταλον | ||
1 | ⊗ | Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην. εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνητῷ νόον εἰπεῖν, | |
---|---|---|---|
ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη. * | 42 | ||
122(t) | εἰς Μηνόδωρον (epitaphium) | ||
1 | ⊗ | τηλοῦ μὲν Φρυγίη, τηλοῦ δ’ ἱερὴ Θυάτειρα, ὦ Μηνόδωρε, σὴ πατρίς, Καδαυάδη. ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα, ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα. | |
5 | σῆμα δέ τοι τόδ’ ἔρεξεν ἀριφραδὲς Εὔδαμος, ᾧ σὺ | ||
πολλῶν πενεστέων ἦσθα προσφιλέστερος. * | 43 |