TLG 1161 001 :: APOCRYPHON EZECHIEL :: Fragmenta APOCRYPHON EZECHIEL Pseudepigr.
Hagiogr. Fragmenta Citation: Page — (line) | ||
frag a | «Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις» φησὶν ὁ προφήτης. ἵνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ τοῦ προφήτου ἐν τῷ ἰδίῳ ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρασιωπήσω, καὶ αὐτὰ ἐνταῦθα παραθήσομαι. αἰνιγματωδῶς γὰρ διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως | |
5 | ᾗ κοινωνεῖ ψυχὴ καὶ σῶμα, ὅτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν ἐστρατευμένους, παγανὸν δὲ οὐκ εἶχεν ἀλλ’ ἢ μόνον δύο, ἕνα χωλὸν καὶ ἕνα τυφλόν, καὶ ἕκαστος 〈αὐτῶν〉 κατ’ ἰδίαν ἐκαθέζετο καὶ κατ’ ἰδίαν ᾤκει. γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ | |
---|---|---|
10 | τοῦ τυφλοῦ· οἱ δὲ ἠγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβουλὴν ἐργάσασθαι τῷ βασιλεῖ ἐπενόουν. παράδεισον δὲ εἶχεν ὁ βασιλεύς, καὶ ἀπὸ μήκοθεν ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων «πόσον ἦν ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν.» ὁ δὲ ἕτερος ἠρώτα «ποίῳ τρόπῳ;» | |
15 | ὁ δὲ εἶπεν «ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ παραδείσου.» ὁ δὲ εἶπεν «καὶ πῶς δύναμαι, χωλὸς ὢν καὶ μὴ δυνάμενος ἐπισαί‐ νειν;» ὁ δὲ τυφλὸς ἔφη «αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχο‐ μαι; ἀλλὰ τεχνασώμεθα.» τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν «κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με.» | |
20 | ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὅτε ἔφθασε λέγει «δεῦρό μοι γενοῦ πόδες καὶ βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί, ἄνωθεν ὁδηγῶν σε δεξιὰ καὶ εὐώνυμα.» τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν εἴτε καὶ οὐκ ἠδίκησαν, ὅμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ. καταλύσαντες δὲ ἐκ τῶν γάμων οἱ εὐφρανθέντες καταβάντες εἰς τὸν παράδεισον ἐξεπλάγησαν | |
25 | τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν τῷ βασιλεῖ, λέγοντες «ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοί‐ νυν ἴχνη παγανῶν ἐν τῷ παραδείσῳ;» ὁ δὲ ἐθαύμασε, [καὶ] ὡς μὲν ἡ παραβολὴ δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ἄνθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ τὸν τυφλὸν | |
30 | καὶ ἠρώτησε τὸν τυφλόν «μὴ σὺ κατῆλθες εἰς τὸν παράδεισον;» ὁ δὲ ἔφη «οἴμοι, κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὅτι 〈οὐχ〉 ὁρῶ ποῦ βαδίζω.» εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα «σὺ κατῆλθες εἰς τὸν παράδεισόν μου;» ὁ δὲ ἀποκριθεὶς εἶπεν «ὦ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς ἀδυναμίας βούλει.» καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὖν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος; | 121 |
35 | ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνήσασθαι. ἑκάτεροι ἀλλή‐ λους ἐλέγχουσιν, ὁ μὲν χωλὸς λέγων τῷ τυφλῷ «οὐ σύ με ἐβάστασας καὶ ἀπήνεγκας;» καὶ ὁ τυφλὸς τῷ χωλῷ «οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας;» οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς | |
40 | ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός τε καὶ ψυχῆς, * τῶν ἔργων [τῶν] γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων. | |
frag b | καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «καὶ τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ | |
τέτοκεν.» | 122 | |
frag c | προστιθεὶς καὶ γνώμην ἀγαθήν· Μετανοήσατε, οἶκος Ἰσραήλ, ἀπὸ τῆς ἀνομίας ὑμῶν· εἶπον τοῖς υἱοῖς τοῦ λαοῦ μου· Ἐὰν ὦσιν αἱ | |
5 | ἁμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ καὶ ἐὰν ὦσιν πυρρότεραι κόκκου καὶ μελανώτεραι σάκκου, καὶ ἐπιστραφῆτε πρός με ἐξ ὅλης τῆς καρδίας καὶ εἴπητε· Πάτερ· | |
10 | ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἁγίου. | |
frag d | ἐφ’ οἷς γὰρ ἂν εὕρω ὑμᾶς, φησίν, ἐπὶ τούτοις καὶ κρινῶ. | 123 |
frag e(frag1r 1) | [...]ε̣γυπτ[ιω]ν αγαλ̣[λιασομαι δε ε] | |
frag1r 2 | [γω εν] αυτοις εαν̣ ερουσ̣[ιν πατερ ακου] | |
frag1r 3 | [σθη]σεται και εσοντ[αι μετα εμου] | |
frag1r 4 | [επι γ]η̣ς ζωης ω ιημ ε̣[ιπον προς] τον κν | |
frag1r 5 | [κε μ]η με ελλεγ'ξης τ̣[ω θυμω] σου μη | |
frag1r 6 | [δε π]εδευσης με εν τη[οργη σου δοκι] | |
frag1r 7 | [μαζο]μαι εως των νεφ[ρων μου δια] | |
frag1r 8 | [λελ]υμαι εως της κοιλ̣[ιας μου δος] | |
frag1r 9 | [μοι το] ελεος σου εις εφημ[ερον ως ηλεη] | |
frag1r 10 | [σας α]β̣ρααμ’ τον πατερα ημ̣[ων και ι] | |
frag1r 11 | [σακ’ κα]ι ιακωβ’ αλλα σε τον κν̣ [τον] | |
frag1r 12 | [θν η]μ̣ων εγνωκαμεν και .[] | |
frag1r 13 | []ε̣νεσι και εγεννηθη[] | |
frag1r 14 | [απο]καθημενης μεμ[] | |
frag1r 15 | [ ]ς εβδελοιχθημε[ν] | |
frag1r 16 | [ ]τ̣ο ονομα απ[] | |
frag1r 17 | [ ]μενω .[] | |
frag1r 18 | [ ]π̣λατεια .[] | |
frag1v 1 | [το πλανωμενο]ν̣ ου̣κ̣ επ̣[εσ]τρε[ψατε και] | |
frag1v 2 | [το ενοχλουμενο]ν ουκ εθ̣[ε]ρα[πευσατε] | 125 |
frag1v 3 | [και ποιειτε τον] λαον μου πλαν[ασθαι α] | |
frag1v 4 | [πο νομης της] κ̣αλης και πορευ[εσθαι εις] | |
frag1v 5 | [τριβολους κ]αι ακανθας αντι χ̣[ορτου] | |
frag1v 6 | [και ουκ ετηρη]σατε την εμην εν̣[τολην] | |
frag1v 7 | [αλλα πας πυμη]ν εξ υμων ανεω[ξετο στο] | |
frag1v 8 | [μα και πολλ]ο̣ι εις καταβρωμα α̣[υτοις ε] | |
frag1v 9 | [γενοντο αλ]λ̣α ειδου εγω διακριν[ω κριον] | |
frag1v 10 | [προς κριον] και μοσχον προς μοσχ[ον και] | |
frag1v 11 | [το χωλο]ν̣ κατε̣δησω και το ενο[χλουμε] | |
frag1v 12 | [νον ια]σ̣ομαι και το πλανομε̣[νον] επι | |
frag1v 13 | [στρεψω κ]αι βοσκησω αυτου̣[ς εγω και ανα] | |
frag1v 14 | [παυσω ε]πι το ορος το αγιον [μου και ε] | |
frag1v 15 | [σομαι αυ]τοις πυμην κ[αι εσομαι εγγυς] | |
frag1v 16 | [αυτων ως ο χ]ιτων του χρ̣[ωτος αυτων και] | |
frag1v 17 | [επικαλεσ]ονται με̣ [και ερω ιδου παρει] | |
frag1v 18 | [μι εαν διαβαι]ν̣ω̣σιν ο̣[υκ ολισθησου] | |
frag1v 19 | [σιν λεγει κς] εκ̣ο[] | 126 |
frag2r 1 | [ ]α̣νις.[] | |
frag2r 2 | [ ]πυρος β.[....].[.].[] | |
frag2r 3 | [ ]ε̣ι εκ'μειαινοντ[ες] | |
frag2r 4 | [ ]ε̣τι προσεβαινον τη̣[] | |
frag2r 5 | [πρεσ]βυτας αδυναμουν[τας] | |
frag2r 6 | [ ε]πι τα ϋψηλα και π..[.] | |
frag2r 7 | [ ]δια το οδαγους μη ε[χειν] | |
frag2r 8 | [ ]ε̣ο̣ς̣ εισιν οι της φων[ης] | |
frag2r 9 | [ ]..[.] ἀνεβλεψα δε κ[] | |
frag2r 10 | [ ].ου κρεμαμενου.[] | |
frag2r 11 | [ ]ανου καθιπταμ̣[] | |
frag2r 12 | [ ]υ̣τον και ειπ̣[α] | |
frag2v 1 | [ ]...[] | |
frag2v 2 | [ ].ε.[....].[.]ως ο κ[] | |
frag2v 3 | [ ]ιν π.[.]..ληθην[] | |
frag2v 4 | [ ε]στιν τω δεδουλευ[μενω] | |
frag2v 5 | [ ].καρδια καθαρα κα̣[ι] | |
frag2v 6 | [ ].ται επι κν τον θν[] | |
frag2v 7 | [ ]αι τα συντετριμ'με[να] | |
frag2v 8 | [ ]οι ϋμας και στησε[ται] | |
frag2v 9 | [ ]μετα παντος του.[] | |
frag2v 10 | [ε]ρ̣ημωμενην ϋπο[] | |
frag2v 11 | [].ησθησεται αυτ[] | |
frag2v 12 | [ ].λις και...[] | |
frag2v 13 | [ ]ον.[] | |
frag3r 1 | [ ]ι νυν υμ.[] | |
frag3r 2 | [ ]ται απο του ν̣[] | |
frag3r 3 | [μο]χ̣θηρων και̣[] | |
frag3v 1 | [ ].χωρας.[] | |
frag3v 2 | [ ]η̣ς καλυπ[] | |
frag3v 3 | [ ]γεινεται ε[] | 127 |