TLG 1158 003 :: APOCALYPSIS JOANNIS :: Apocalypsis apocrypha Joannis (versio tertia) APOCALYPSIS JOANNIS Apocryph.
Hagiogr. Apocalypsis apocrypha Joannis (versio tertia) Citation: Page — (line) | ||
317(1t) | Τοῦ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου ἐρώτησις καὶ | |
2t | ἀπόκρισις πρὸς τὸν ἅγιον Ἰωάννην τὸν Θεολόγον. | |
---|---|---|
3t | Δέσποτα εὐλόγησον. | |
4 | Εἰπὲ ἡμῖν, Ἰωάννη Θεολόγε, περὶ τῶν ἐσχάτων ἡμερῶν τῶν ἀν‐ | |
5 | θρώπων· πῶς ἀπέρχεται ἡ ψυχὴ ἐκ τοῦ σώματος καὶ ποῦ μέλλει κατοικεῖν ἕως τῆς δευτέρας παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ὁ δὲ Ἰωάννης λέγει πρὸς αὐτόν· ἄκουσον, Ἰάκωβε. ἐὰν ἔλθῃ κέλευσι(ς) τοῦ ἀοράτου θεοῦ ἡμῶν τοῦ χωρίσαι ψυχὴν ἐκ τοῦ σώματος, ἔρχεται ὁ ἄγγελος ὁ ἐξ ἀρχῆς ἦν μετὰ τὸν ἄνθρω‐ | |
10 | πον καὶ ὁ πρῶτος ἀρχάγγελος Μιχαὴλ μετὰ ξίφων πυρίνων, καὶ μετ’ αὐτῶν τῶν δύο ἄλλοι τέσσαρες, καὶ ἀναλαμβάνουσιν τὴν ψυ‐ χὴν ἐκ τοῦ σώματος καὶ ἀκολουθοῦν τοῦ σώματος ἕως τοῦ μνή‐ ματος μετὰ τῆς ψυχῆς καὶ παραστήκουν ἐν τῷ μνήματι ἕως οὗ σφραγισθῇ τὸ μνημεῖον ἀπὸ τοῦ ἱερέως. Καὶ τότε ἡ ἁμαρτωλὴ | |
15 | ψυχὴ θρηνεῖ σφόδρα καὶ λέγει· οἶμοι, οἶμοι! ὅτι ἀφῆκα φῶς δύ‐ ναντα καὶ ἀπέρχομαι εἰς σκότος τὸ τόποτε ἐκεῖ μὴ γεν‐ νώμενον. οἶμοι! ἀφῆκα τοὺς φίλους μου καὶ ἀπέρχομαι εἰς χώ‐ ραν ἣν οὐχ ἑώρακά ποτε. οἶμοι, οἶμοι! ὅτι ἀφῆκα τὸ σῶμά μου ὅλον χνοῦς ἐστιν. ἀλλὰ χαρὰν πρόσκαιρον μετ’ αὐτὸν εἶχα | |
20 | καὶ (ὑ)πάγω ἐκεῖ ὅπου χαρὰ καὶ δόξα τῶν ἁμαρτωλῶν οὐκ ἔστιν. Καὶ μετὰ ταῦτα παραλαμβάνουσιν αὐτὴν οἱ ἄγγελοι καὶ ἀναβαί‐ νουσιν ἕως τοῦ ἀέρως καὶ ἀπαντῶν αὐτῶν αἱ τάξεις τῶν δαι‐ μόνων ὡσεὶ νέφος καὶ ὡσεὶ κόρακες μελανίζοντες καὶ συνπλέκων τὴν ψυχὴν τὴν ἁμαρτωλὴν καὶ λέγουσιν οὕτως· ἐν τῇ βαπτίσει | |
25 | αὑτῶν ὑπὸ τοῦ ἱερέως ἀπαρνήσατε ἡμᾶς, καὶ πάλιν τὴν σφραγῖ‐ δαν αὐτοῦ ἀρνησάμενος καὶ ἐποίησεν τὰ ἡμῶν θελήματα ἕως τοῦ σώματος αὐτοῦ. Καὶ τότε κραυγὴ γίνεται τοῦ ἀρχαγγέλου Μι‐ χαὴλ καὶ συνάγονται μύριαι μυριάδες ἀγγέλων μετὰ ξίφων φλο‐ | |
γερῶν καὶ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ καὶ ἀπολαύνονται αἱ | 317 | |
318 | τάξεις τῶν δαιμόνων ἕως χάος τοῦ ᾅδου. καὶ τότε ὑπάγουσιν τὴν ἁμαρτωλὴν εἰς τὸν πύρινον ποταμὸν καὶ δέχεται τὴν ψυχὴν ὁ πύρινος ποταμὸς καὶ φλογίζεται ἡ ψυχὴ τὰς δυναστείας τῶν κο‐ λάσεων. καὶ ὅτε περάσει ἡ ψυχὴ τὸν ποταμὸν μελανωμένη λέγει | |
5 | τὸ Ὑπὸ ἁμαρτωλῶν πλανηθέντα καὶ ταύτοις τοῖς βασάνους ὑπο‐ βληθέντα, ἀλλὰ Κύριε, Κύριε! μὴ εἴδω ταύτην τὴν κόλασίν ποτε. Καὶ παραμένει ἐκεῖ ἡμέρας τρεῖς καὶ θεωρεῖ τὸν βρυγμὸν τοῦ ποταμοῦ καὶ τὴν δύναμιν τῶν βασάνων καὶ τότε ἀπέρχεται ἡ ψυ‐ χὴ ὑπὸ τῶν ἀγγέλων καὶ προσκυνεῖ τὸν θρόνον τὸν τετράμορφον | |
10 | καὶ ἀπάγουν αὐτὸν οἱ ἄγγελοι εἰς τὸν σκώληκα τὸν ἀκοίμητον καὶ καταλείπουν τὴν ψυχὴν ὡς μὴ ἔχων ἐξουσίαν καταβιβρώσκειν αὐτὴν ἕως τῆς δευτέρας παρουσίας τοῦ Κυρίου. Καὶ λέγει ἡ ἁμαρτωλὴ ψυχὴ μετὰ δακρύων· οὐαί μοι τῷ ἁμαρ‐ τωλῷ καὶ ἀμετανόητον ὅτι τῶν αὐτοῦ βασάνων ὑπεβλήθην! | |
15 | οὐαί μοι τῷ ἁμαρτωλῷ καὶ ἄφρωνι ὅτι ἤκουον τοῦ Εὐαγγελίου καὶ κατεγέλων τοὺς ἱερεῖς τοὺς ἡμῖν διαμαρτυροῦντας, ἤκουον τῶν προφητῶν καὶ ὡς μὴ ἀκούων αὐτοὺς ἐπολιτευόμην! οὐαί μοι τῷ ἁμαρτωλῷ! ἀλλὰ Κύριε, Κύριε, μὴ εἴδω τοῖς βασάνοις τούτοις πώποτε. καὶ παραμένει ἐκεῖ ἡμέρας θʹ καὶ τότε ἀπέρχεται ὑπὸ τῶν | |
20 | ἀγγέλων καὶ προσκυνεῖ τὸν θρόνον τὸν πυρίμορφον καὶ ἀπάγουν αὐτὸν εἰς τὰς κολάσεις πάσας. καὶ ἀπὸ πάντων καταισχύνεται καὶ βοοῦν αἱ κολάσεις πρὸς αὐτόν· δεῦρο, ἄξιε τῶν ἑτέρων κολάσεων. οὐκ ἠθέλησας τὸ φῶς, δέχου τὸ σκότος. οὐκ ἠθέλησας παραδείσου τὴν χαράν, δέχου τῶν κολάσεων. Καὶ τότε θρηνεῖ ἡ ψυχὴ μετὰ | |
25 | δακρύων καὶ λέγουσα· οὐαί μοι τῷ ἁμαρτωλῷ τῷ πλανηθέντι ἐν ἁμαρτίαις καὶ μὴ μετανοήσαντι! καὶ παραμένει ἐκεῖ ἡ ψυχὴ ἡμέρας μʹ καὶ ἀπάγεται ὑπὸ τῶν ἀγγέλων καὶ προσκυνεῖ τὸν θρόνον τοῦ Κυρίου· τότε ὁρᾷ τὸν Υἱὸν τοῦ θεοῦ καὶ λυπηθήσονται οἱ ἄγγελοι καὶ ἀρχάγγελοι ὅτι ὑπάγῃ ἡ ψυχὴ εἰς κόλασιν αἰώνιον μετὰ πο‐ | |
30 | νηρῶν ἀγγέλων. Καὶ γὰρ οὐκ εἰσὶν οἱ ἄγγελοι πονηροί, μὴ γέ‐ νοιτο, ἀλλὰ διὰ τὰς πράξεις τῶν ἁμαρτωλῶν γενήσονται καὶ οἱ ἄγγελοι πονηροὶ καὶ ἀπάγουνται ἀπέναντι τῶν κολάσεων ὅπου μέλ(λ)ουν κολάζεσθαι εἰς ὅλους τοὺς αἰῶνας, καὶ θεωρεῖ τοὺς | |
βασάνους ὅπου μέλ(λ)ουν κολάζεσθαι καὶ λέγει· Κύριε, Κύριε, ὁ | 318 | |
319 | ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, μὴ ἔλθῃ ἡ δευτέρα παρουσία καὶ ὑποβληθῶ τῶν αὐτοῦ βασάνων. Ἀλλὰ τοῦτο λέγω, Ἰάκωβε φίλε θεοῦ, ἁμαρτωλῶν ἀμετανοή‐ των θεὸς οὐκ εἰσακούει. Ὁ Ἰάκωβος λέγει πρὸς αὐτόν· Θεολόγε | |
5 | Ἰωάννη, ἀνάγγειλόν μοι καὶ περὶ τῶν δικαίω(ν). ὅταν δὲ χωρί‐ ζεται ἡ ψυχὴ ἐκ τοῦ σώματος αὐτοῦ λέγει· εὐχαριστῶ (σοι), θεέ μου, καλὲ βασιλεῦ οὐράνιε, ὅτι ἀπεχωρίσθην πηλίνου σώματος καὶ ἐφάνην ἐγὼ φωτεινὸς καὶ αὐτὸς κατάκειται ἐν γῇ διαλυθείσας ἦν ἄξια· καὶ γὰρ ἀπέρχομαι εἰς φῶς τοῦ παραδείσου ὡς οὐκ | |
10 | ἐπαρέβην ἐντολὴν τῶν ἱερέων οὔτε λόγους τοῦ ἁγίου Εὐαγγελίου. Καὶ τότε ἀπάγουν αὐτὸν ἐν τῷ ἀέρι καὶ θεωροῦντες αὐτὸν οἱ δαί‐ μονες κατακρύπτονται ὡς οὐκ εἰσὶν ἄξιοι προσαπαντῆσαι τῷ δικαίῳ, ἀλλὰ μᾶλλον θεωροῦντες αὐτὸν μακρόθεν θρηνοῦντες ἄμετρα καὶ λέγουν· οὐαὶ ἡμῖν ὅτι οὐκ ἐσμὲν ἄξιοι μόνον ἵνα θεα‐ | |
15 | σώμεθα αὐτόν! καὶ ὑπάγουν αὐτὸν οἱ ἄγγελοι εἰς τὸν πύρινον ποταμὸν καὶ περνᾷ ὡς περιστερὰ πετάζουσα καὶ παραμένει ἐκεῖ ἡ ψυχὴ ἡμέρας τρεῖς καὶ λέγει οὕτως· εὐχαριστῶ σοι, Κύριε, ὅτι ἄσπιλος καὶ ἀκόλαστος τῶν βασάνων τούτων διεπέρασα. καὶ προσ‐ κυνεῖ τὸν θρόνον τὸν τετράμορφον, καὶ συνακολουθοῦσιν αὐτὸν | |
20 | οἱ ἄγγελοι καὶ ἀπάγουν αὐτὸν εἰς τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τότε βοοῦν αἱ κολάσεις· ἄπαγε ἀφ’ ἡμῶν, ψυχὴ φωτεινή, μὴ ἐγγίσῃς ἡμῶν ὅτι οὐκ ἐσμὲν ἄξιοι. Καὶ τότε λέγει ἡ ψυχή· εὐχα‐ ριστῶ σοι, Κύριε, ὅτι αὐτῶν τῶν βασάνων ἀλλότριός εἰμι ἐγώ. καὶ παραμένει ἐκεῖ ἡμέρας θʹ. καὶ τότε ἀπάγεται ὑπὸ τῶν ἀγγέ‐ | |
25 | λων καὶ προσκυνεῖ τὸν θρόνον τὸν τετράμορφον καὶ ἀκολουθοῦσιν αὐτὸν οἱ ἄγγελοι χαίροντες καὶ ἀγάλλοντες ὅτι αὐτῶν τῶν βα‐ σάνων οὐκ ἐστὶν ἄξιος ἵνα μόνον ὁρᾶν αὐτούς· ταῦτα περιμέ‐ νουν τοὺς ἀμετανοήτους καὶ ἁμαρτωλούς. Καὶ παραμένει ἐκεῖ ἡ ψυχὴ ἡμέρας μʹ καὶ τότε ἀπάγεται πάλιν καὶ προσκυνεῖ τὸν θρό‐ | |
30 | νον τὸν τετράμορφον καὶ τότε ὁρᾷ τὸν Υἱὸν τοῦ θεοῦ καὶ τότε χαίρει ὁ Πατὴρ σὺν τῷ Υἱῷ καὶ τὸ ἅγιον Πνεῦμα καὶ πάντες οἱ ἄγγελοι καὶ οἱ ἀρχάγγελοι μετὰ λαμπάδων καὶ δόξης πολλῆς καὶ | |
ἀπάγουν αὐτὸν ἐνώπιον τοῦ παραδείσου καὶ θεωρεῖ τὴν δόξαν | 319 | |
320 | αὐτοῦ ἣν μέλλει λαβέσθαι καὶ λέγει· Κύριε, Κύριε, ἂς ἔλθῃ σύν‐ τομα ἡ δευτέρα παρουσία σου ἵνα λάβω τὴν δόξα(ν) μου. Καὶ ἔστιν μέσα τῶν ἁμαρτωλῶν καὶ τῶν δικαίων χάσμα μέγα καὶ ἐν τὸ χάσμα πῦρ φλέγων τοὺς ἁμαρτωλούς, πρὸς δὲ τοὺς δικαίους | |
5 | δρόσος καὶ δροσίζει αὐτούς. Καὶ λέγει αὐτῷ ὁ Ἰάκωβος· εἰπὲ ἡμῖν, εὐλογημένε δοῦλε τοῦ θεοῦ, Ἰωάννη Θεολόγε· καὶ πῶς μέλ(λ)ει σωθῆναι πᾶσα ψυχή, ὅτι οὐδεὶς ἀναμάρτητος; Καὶ λέγει αὐτῷ Ἰωάννης· ἄκουσον, ὦ Ἰάκωβε, σκληρὸς ὁ λόγος ὃν σὺ ἐρωτᾷς με. μαρτυρεῖ μοι ἅγιον Εὐαγγέλιον ὅτι ἔχων ἑκατὸν πρόβατα καὶ (ἐὰν) πλα‐ | |
10 | νηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐν(ν)έα τῷ ὄρει πο‐ ρευθῇ ζητῶν τὸ ἀπολωλὸς καὶ εὑρὼν αὐτὸν βαστάζῃ τοῦτον ἐπὶ τῶν ὤμων αὐτοῦ καὶ ἔρχεται ἐπὶ τοὺς φίλους καὶ ἀδελφοὺς αὐτοῦ λέγων ὅτι συγχάρητέ μοι ὅτι εὗρον τὸ ἀπολωλὸς πρόβα‐ τόν μου; Οὕτως καὶ ἐὰν πλανηθῇ τις ἐν ἁμαρτίᾳ καὶ πάλιν με‐ | |
15 | ταστρέφεται καὶ ἐξέρχεται ἐν τῷ ἱερεῖ ἐξομολογούμενος τὰς ἁμαρ‐ τίας αὐτοῦ πάσας, τότε ὁ διάβολος αὐτοῦ φεύγει ἐκ τὴν θύραν τῆς ἐκκλησίας ἕως ᾅδου καὶ λέγει· οὐαί μοι ὅτι ἠπώλεσαν (=ἀπ‐ ώλεσα) τὸν ἐμὸν φίλον. Καὶ τότε παραλαμβάνει αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τῆς δεξιᾶς χειρὸς καὶ λέγει τοῖς ἀγγέλοις | |
20 | αὐτοῦ· συγχάρητέ μοι ὅτι πρόβατον ἀπολωλόμενον ηὗρον. καὶ με‐ γάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐπὶ ἁμαρτωλῷ μετανοοῦντι. καὶ ἐὰν μέλ(λ)ῃ αὔριον ἐξομολογήσασθαι καὶ ἀφῶν τὴν ἁμαρτίαν σήμερον κατοικεῖ τὸ ἅγιον πνεῦμα ἐν αὐτῷ. ὅτι ἐὰν ἁμαρτάνῃ ἄνθρωπος ἐκφεύξεται ἐξ αὐτὸν τὸ ἅγιον πνεῦμα | |
25 | καὶ παραστήκει αὐτὸν ὡς (σ)κιὰν (ν)υκτὸς καὶ ἡμέρας καὶ ἐκδέχε‐ ται τὴν ὀδύνην ἵνα κατοικῇ ἐν αὐτὸν καὶ ὁ Κύριος ἡμῶν. Οἰκ‐ τείρει ὁ προφήτης ὅτι· νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ οὐκ οἶδα δίκαιον ἐγκαταλελυμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Καὶ ἐγὼ Ἰωάννης λέγω ὅτι οἰκτειρήσει ὁ Κύριος | |
30 | Ἰησοῦς Χριστὸς ἐν τῇ δευτέρᾳ ἐλεύσει αὐτοῦ, οἰκτειρεῖ καὶ σώζει τὴν ψυχήν. Δείξω σοι ὑπόδειγμαν καὶ μὴ ἀφελπῇς (=ἀπελπίσῃς) ἀπὸ τῆς φιλανθρωπίας τοῦ θεοῦ. ἐάν τις καὶ μὴ ἀνωὰ ἔχῃ ὑπόδειγμα, (ἰδὲ) τὸν Πέτρον, ὅτι τρίτον ἀρνησάμενος τὸν Κύριον | |
ἡμῶν Ἰησοῦν Χριστὸν καὶ πάλιν διὰ θερμῶν δακρύων ἐσυνεχω‐ | 320 | |
321 | ρήθη εὐθὺς καὶ οὐράνιος κλειδοῦχος ἐγίνετον διὰ τῆς θερμῆς με‐ τανοίας. Ἐὰν ᾖ πόρνος, ἰδὲ τὴν Μαρίαν τὴν πόρνην ὅτι ἥμαρτεν εἰς ἄνδρας χιλίους ἑπτακοσίους τρεῖς καὶ οὐκ ἐγίνωσκεν ξένον οὔτε ἴδιον, ἀλλὰ ὀλιγοψύχη διὰ τῶν δακρύων ἐξήλειψεν πάσας | |
5 | τὰς ἁμαρτίας αὐτῆς. ἐὰν ᾖ φονεὺς καὶ μετανοῶν θερμῶς, ἰδὲ τὸν Μανασσὴν ὅτι τὸν υἱὸν αὐτοῦ εἰδώλων θυσίαν ἐποίησεν καὶ μετὰ τεσσαράκοντα πρεσβυτέρους ἐφόνευσε καὶ τὸν Ἡσαΐαν ἐνέπρισε, ἀλλὰ διὰ ἐπιστροφῆς θερμῆς στεναγμῶν καὶ δακρύων μέχρι τῶν τεσ‐ σαράκοντα ἡμερῶν ὁ βυθὸς ἐγεμίσθη καὶ συνεχωρήσθη ἐκ τῶν | |
10 | πολλῶν ἁμαρτιῶν. ἰδὲ καὶ τὸν λῃστὴν ὅπου κλοπαὶ καὶ φόνοι καὶ αὐτὸς ἐνενήκοντα ἐννέα φόνους ἐποίησεν, ἀλλ’ ἐν πίστει θερ‐ μῇ καὶ βοῇ μεγάλῃ ὅτι εἶπεν ἐν τῷ σταυρῷ· μνήσθητί μου, Κύ‐ ριε, ἐν τῇ βασιλείᾳ σου, τὸν παράδεισον ἔλαβεν. Ἐὰν ᾖ μοιχός, ἰδὲ τὸν Δαυὶδ τὸν προφήτην ὅπου ἔλαβεν τὴν τοῦ Οὐρίαν γυ‐ | |
15 | ναῖκαν, τὴν Βηρσαβεέ, καὶ ἔσχεν καὶ ἄλλαις ἐνενήκοντα ἐννέα. ἀλλ’ ἐξωμο(λο)γήσατο ὁλοψύχως τὸν (Ν)άθαν τὸν προφήτην καὶ τὸ πύρινον ξίφος ἀποστράφη ἀπ’ αὐτόν, καὶ καθέζεται θεοπάτωρ. Καὶ πάλιν ἀποδείξω σοι τὸν Ἀνδρέαν Κρήτην ὅτι καὶ αὐτὸς ἐν τῇ μητρὶ αὐτοῦ ἐμοίχευσεν, ἀλλ’ ἐν μετανοίας καθαρᾶς ὑμνῳδὸς | |
20 | καὶ ῥήτωρ τῶν θείων γραφῶν ἐγίνετον καὶ τὸν θρόνον τῆς ἐπι‐ σκοπῆς ἐδέξατο. Ἐὰν μάγος ᾖν (=ᾖ) καὶ φονεύς, ἰδὲ τὸν Κυπριανὸν ὅτι καὶ αὐτὸς ἐκ γένους δαιμόνων ἐγέννατον καὶ χίλια τριάκοντα βρέφη ἀνήλωσεν καὶ ἄλλα ἐστατὸν ἐπὶ τὸ πλάτος ἐποίησεν, ἐξύσεν καὶ πολλοὺς ἐκ τὴν ὁδὸν τοῦ θεοῦ μετέστρεψεν. ἀλλὰ δι’ ἐπι‐ | |
25 | στροφῆς ὀρθῆς (καὶ) ἐξομολογήσεως θερμῆς τὰς δυνάμει(ς) τῶν δαιμόνων ἐνίκησεν καὶ σύνθρονος τοῖς ἐπισκόποις καὶ λει‐ τουργὸς τοῦ θεοῦ ἐγένετον. Τοῦτον λέγω σοι· οὐαὶ τοὺς μὴ με‐ τανοήσαντας ὅτι ἐν ἀνομίαις ἀποθανὼν Χριστοῦ ἀνάστασιν οὐ θεω‐ ρεῖ, ἀλλὰ κολάζεται μετὰ τῶν δαιμόνων εἰς τὸν ᾅδην, ὅτι, κα‐ | |
30 | θώς φησι τὸ Εὐαγγέλιον, πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας καὶ ἡ ἁμαρτία υἱὸς διαβόλου ἐστίν· παραλαμ‐ βάνει τοὺς ἀμετανοήτους ὁ διάβολος καὶ ἀπάγει αὐτοὺς τῷ δια‐ | |
βόλῳ τῷ πατρὶ αὐτοῦ. Ἐὰν δὲ ποιήσῃ θυσίαν ὁ ἁμαρτωλὸς πρὶν | 321 | |
322 | μετανοήσῃ παροξύνει τὸν Κύριον καθώς φησιν ὁ προφήτης ὅτι· θυσία ἁμαρτωλοῦ βδέλυγμα Κυρίῳ καὶ ἡ προσευχὴ αὐτοῦ γενή‐ σεται ἁμαρτάνῃ πεντηκοστὸς δὲ ἀμετανόητος ἐπικατάρατος, ὅτι λευκαίνουν αἱ τρίχας τῆς κεφαλῆς αὐτοῦ. ἐὰν δὲ ἁμαρτάνῃ γέ‐ | |
5 | ρων ἄνευ τε τῆς γυναικὸς αὐτοῦ καλεῖται οὕτως ὅτι εἰς τὴν ἰδίαν θυγατέραν ἐπόρνευσεν ὅτι πατὴρ πάντων καλεῖται. ἥ τε καὶ γυνὴ ἐὰν λευκαίνουν τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ πορνεύῃ καλεῖται οὕτως ὅτι μὲν εἰς τὸ ἴδιον τέκνον αὐτῆς ἐμοίχευσεν. Τοὺς δὲ με‐ τανοοῦντας πάντας εἰσακούσεται Κύριος καὶ λέγει· οὐ θέλω τὸν | |
10 | θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι (αὐτὸν) καὶ ζῆσαι. λέ‐ γει γὰρ τὸ ἅγιον Εὐαγγέλιον ὅτι· ἄφες ἐκκόψαι τὴ(ν) συκὴν ἵνα σκάψαι περιποιοῦμαι ἐπ’ αὐτῷ χρόνους τρεῖς καὶ ἐὰν οὐ καρπο‐ φορῇ ἔκκοψον αὐτὴν ἵνα μᾶλλον καὶ τὴν γῆν καταργῇ. Τὸ δέν‐ δρον ὁ ἁμαρτωλός ἐστιν, τὸ σκάψαι ὁ λόγος τοῦ ἱερέως, ὁ ἀμπε‐ | |
15 | λὼν ὁ κόσμος· ἐὰν οὐ μεταστρέφῃ καὶ φέρῃ καρπὸν καλόν, ἀπά‐ γεται εἰς τὸ πῦρ τὸ αἰώνιον. Οὐαὶ τοὺς ἱερεῖς τοὺς ἁμαρτάνον‐ τας καὶ οὐ μετανοοῦντας! Λέγει αὐτῷ ὁ Ἰάκωβος· εἰπὲ ἡμῖν, Ἰωάννη, περὶ τῶν θησαυ‐ ριζομένων ἐν ἐκκλησίαις καὶ ὄρεσι καὶ πτωχοῖς· τί ἐστιν ἀντάλ‐ | |
20 | λαγμα; Λέγει αὐτῷ Ἰωάννης ὁ ἀπόστολος· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Κύριος. ἐὰν εἴ τι ἂν δώσῃ ἄνθρωπος, ἀπολαμβάνει ἑκα‐ τόν. ἐὰν ἔνι ἀσθενής, τὰ δὲ κουφίζονται καὶ τὰ ἐνενήκοντα ἀπο‐ λάβῃ. καὶ ἐὰν τελευτήσῃ ἄνθρωπος καὶ λέγῃ τῷ ὑπηρέτῃ αὐτοῦ· δὸς τὰ ὑπάρχοντά μου, τὸ μὲν ἕνα ἔχει ὁ ἠπίτροπος (=ἐπ—), ἡ | |
25 | δὲ μία μοῖρα ἔνι τοῦ ἀποθανόντος. Πληροφορήθητε, ἀδελφοὶ οἱ ἀκούοντες· μετὰ τὸ ἀποθανεῖν τὸν ἄνθρωπον μετάνοια οὐκ ἔστιν οὐδὲ συγχώρησις τῶν μετανοούντων. ἀλλὰ πάλιν λέγω ὑμῖν μὴ ἀπελπιστεῖν τοῦ θεοῦ ἡμῶν φιλανθρωπία(ν) ὅτι αὐτὸς εἶπε· τὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. ᾧ ἡ δόξα καὶ τὸ κράτος | |
30 | εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | 322 |