TLG 1158 001 :: APOCALYPSIS JOANNIS :: Apocalypsis apocrypha Joannis APOCALYPSIS JOANNIS Apocryph.
Hagiogr. Apocalypsis apocrypha Joannis Source: Tischendorf, C. (ed.), Apocalypses apocryphae. Leipzig: Mendelssohn, 1866: 70–93. Citation: Section — (line) | ||
t | APOCALYPSIS IOHANNIS. Ἀποκάλυψις τοῦ ἁγίου Ἰωάννου τοῦ θεολόγου. | |
1 | Μετὰ τὴν ἀνάληψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πα‐ ρεγενόμην ἐγὼ Ἰωάννης μόνος ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, ἔνθα καὶ τὴν ἄχραντον αὐτοῦ θεότητα ὑπέδειξεν ἡμῖν, καὶ μὴ δυνηθέντος μου στῆναι ἔπεσα ἐπὶ τὴν γῆν καὶ ηὐξάμην πρὸς κύριον καὶ | |
5 | εἶπον· κύριε ὁ θεός μου, ὁ καταξιώσας με δοῦλόν σου γενέσθαι, ἄκουσον τῆς φωνῆς μου καὶ δίδαξόν με περὶ τῆς ἐλεύσεώς σου· ὅταν μέλλῃς ἔρχεσθαι ἐπὶ τῆς γῆς, τί μέλλει γενέσθαι; ὁ οὐρα‐ νὸς καὶ ἡ γῆ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη τί μέλλουσι γενέσθαι ἐν τοῖς καιροῖς ἐκείνοις; ἀποκάλυψόν μοι πάντα. θαρρῶ γὰρ ὅτι | 70 |
---|---|---|
10 | ὑπακούεις τῷ δούλῳ σου. | |
2 | Καὶ ἐποίησα ἡμέρας ἑπτὰ προσευχόμενος, καὶ μετὰ ταῦτα νεφέλη φωτεινὴ ἥρπασέν με ἀπὸ τοῦ ὄρους καὶ ἔστησέ με πρὸ προσώπου τοῦ οὐρανοῦ, καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἀνά‐ βλεψον, δοῦλε τοῦ θεοῦ Ἰωάννη, καὶ γνῶθι. καὶ ἀναβλέψας | |
5 | εἶδον ἀνεῳγότα τὸν οὐρανόν, καὶ ἐξήρχετο ἀπὸ τῶν ἔνδοθεν τοῦ | |
οὐρανοῦ ὀσμὴ ἀρωμάτων εὐωδίας πολλῆς, καὶ εἶδον φωτοχυσίαν πολλὴν σφόδρα παρὰ τὸν ἥλιον φωτεινοτέραν. | 71 | |
3 | καὶ πάλιν ἤκουσα φωνῆς λεγούσης μοι· θεώρησον, δίκαιε Ἰωάννη. καὶ ἀνέτεινα τὸ ὄμμα, καὶ εἶδον βιβλίον κείμενον, ὡς νομίζειν με, ἑπτὰ ὀρέων τὸ πάχος αὐτοῦ· τὸ δὲ μῆκος αὐτοῦ νοῦς ἀνθρώπων οὐ δύναται | |
5 | καταλαβεῖν, ἔχοντα σφραγῖδας ἑπτά. καὶ εἶπον· κύριε ὁ θεός μου, ἀποκάλυψόν μοι τί ἐστιν γεγραμμένον ἐν τῷ βιβλίῳ τούτῳ. | |
4 | καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τοῦτο τὸ βιβλίον ὃ ἑώρακας, γεγραμμένα εἰσὶν τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ἐν τῇ ἀβύσσῳ, καὶ πάσης φύσεως ἀν‐ θρωπίνης κρίματα καὶ δικαιοσύνη. | |
5 | καὶ εἶπον· κύριε, πότε μέλ‐ λουσιν ταῦτα γενέσθαι, καὶ τί διαφέρουσιν οἱ καιροὶ ἐκεῖνοι; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· μέλλει τῷ καιρῷ ἐκείνῳ γενέσθαι πλησμονὴ σίτου καὶ οἴνου, οἵα οὐ γέ‐ | 72 |
5 | γονεν ἐπὶ τῆς γῆς οὐδ’ οὐ μὴ γένηται ἕως οὗ ἔλθωσιν οἱ καιροὶ ἐκεῖνοι. τότε ὁ στάχυς τοῦ σίτου ἐκφυεῖ ἡμιχοίνικον, καὶ ὁ ἀγκὼν τοῦ κλήματος ἐκφυεῖ χιλίους βότρυας, καὶ ὁ βότρυς ἐκφυεῖ ἡμίσταμνον οἴνου· καὶ τοῦ ἐπερχομένου ἔτους οὐ μὴ εὑρεθῇ ἐπὶ προσώπου πάσης τῆς γῆς ἡμιχοίνικον σίτου οὐδὲ ἡμίσταμνος | |
10 | οἴνου. | |
6 | Καὶ πάλιν εἶπον· κύριε, ἀπὸ τότε τί μέλλεις ποιεῖν; καὶ | |
ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε φανήσεται ὁ ἀρνητὴς καὶ ἐξορισμένος ἐν τῇ σκοτίᾳ, ὁ λεγόμενος ἀντίχριστος. καὶ πάλιν εἶπον· κύριε, ἀποκάλυψόν μοι ποταπός | 73 | |
5 | ἐστιν. | |
7 | καὶ ἤκουσα φωνῆς λεγούσης μοι· τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ζοφῶδες, αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ὀξεῖαι ὡς βέλη, οἱ ὄφρυες αὐτοῦ ὡσεὶ ἀγροῦ, ὁ ὀφθαλμὸς αὐτοῦ ὁ δεξιὸς ὡς ὁ ἀστὴρ ὁ πρωῒ ἀνατέλλων, καὶ ὁ ἕτερος ὡς λέοντος, τὸ στόμα | |
5 | αὐτοῦ ὡς πῆχυν μίαν, οἱ ὀδόντες αὐτοῦ σπιθαμιαῖοι, οἱ δάκτυ‐ λοι αὐτοῦ ὡς δρέπανα, τὸ ἴχνος τῶν ποδῶν αὐτοῦ σπιθαμῶν δύο, καὶ εἰς τὸ μέτωπον αὐτοῦ γραφὴ ἀντίχριστος· ἕως τοῦ οὐρανοῦ ὑψωθήσεται καὶ ἕως τοῦ ᾅδου καταβήσεται, ποιῶν ψευδοφαντα‐ σίας. καὶ τότε ποιήσω τὸν οὐρανὸν χαλκοῦν, ἵνα μὴ δώσει ἐπὶ | 74 |
10 | τὴν γῆν δρόσον· καὶ κρύψω τὰς νεφέλας ἐν ἀποκρύφοις τόποις, ἵνα μὴ ἐπάγωσι δρόσον ἐπὶ τὴν γῆν· καὶ καταστείλω τοῖς κέρα‐ σιν τῶν ἀνέμων, ἵνα μὴ πνεύσει ὁ ἄνεμος ἐπὶ τῆς γῆς. | |
8 | Καὶ πάλιν εἶπον· κύριε, καὶ πόσα ἔτη μέλλει ποιεῖν οὗτος | |
ἐπὶ τῆς γῆς; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τρία ἔτη ἔσονται οἱ καιροὶ ἐκεῖνοι, καὶ ποιήσω τὰ τρία ἔτη ὡς τρεῖς μῆνας, καὶ τοὺς τρεῖς μῆνας ὡς τρεῖς ἑβδομάδας, | 75 | |
5 | καὶ τὰς τρεῖς ἑβδομάδας ὡς τρεῖς ἡμέρας, καὶ τὰς τρεῖς ἡμέρας ὡς τρεῖς ὥρας, καὶ τὰς τρεῖς ὥρας ὡς τρεῖς στιγμάς, καθὼς εἶπεν ὁ προφήτης Δαυίδ· τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρ‐ ραξας, ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτῷ αἰσχύνην. καὶ τότε ἀποστελῶ Ἐνὼχ καὶ Ἡλίαν πρὸς | |
10 | ἔλεγχον αὐτοῦ, καὶ ἀποδείξωσιν αὐτὸν ψεύστην καὶ πλάνον, καὶ ἀνελεῖ αὐτοὺς ἐπὶ τὸ θυσιαστήριον, καθὼς εἶπεν ὁ προφήτης· τότε ἀνοίσωσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. | |
9 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπὸ τότε τί μέλλει γενέσθαι; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε τελευτήσει πᾶσα φύσις ἀνθρωπίνη, καὶ οὐκ ἔστιν ἄνθρωπος ζῶν | |
ἐπὶ πᾶσαν τὴν γῆν. καὶ πάλιν εἶπον· κύριε, ἀπὸ τότε τί μέλ‐ | 76 | |
5 | λεις ποιεῖν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε ἀποστελῶ ἀγγέλους μου, καὶ ἀροῦσιν τὰ κέρη τοῦ κριοῦ τὰ κείμενα ἐπὶ τὴν νεφέλην, καὶ ἐξέλθωσιν ἔξω τοῦ οὐρανοῦ καὶ σαλπίσουσιν Μιχαὴλ καὶ Γαβριὴλ μετὰ τῶν κεράτων ἐκείνων, καθὼς προεῖπεν ὁ προφήτης Δαυίδ, ἐν φωνῇ σάλπιγγος | |
10 | κερατίνης· καὶ ἀκουτισθήσεται ἡ φωνὴ τῆς σάλπιγγος ἀπὸ πε‐ ράτων ἕως περάτων τῆς οἰκουμένης· καὶ ἀπὸ τῆς φωνῆς ἐκείνης τῆς σάλπιγγος σαλευθήσεται πᾶσα ἡ γῆ, καθὼς προεῖπεν ὁ προ‐ φήτης, καὶ ὑπὸ τὴν φωνὴν τοῦ στρουθίου ἀναστήσεται πᾶσα βοτάνη, τουτέστιν ὑπὸ τὴν φωνὴν ἀρχαγγέλου ἀναστήσεται πᾶσα | |
15 | φύσις ἀνθρωπίνη. | 77 |
10 | Καὶ πάλιν εἶπον· κύριε, οἱ ἀποθανόντες ἀπὸ τοῦ Ἀδὰμ μέχρι τὴν σήμερον, καὶ οἱ κατοικοῦντες ἐν τῷ ᾅδῃ ἀπὸ τοῦ αἰῶ‐ νος καὶ οἱ ἀποθανόντες ἐπ’ ἐσχάτων τῶν αἰώνων ποταποὶ ἀναστή‐ σονται; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε | |
5 | Ἰωάννη· πᾶσα φύσις ἀνθρωπίνη τριακονταετὴς ἀναστήσεται. | |
11 | Καὶ πάλιν εἶπον· κύριε, ἄρσεν καὶ θῆλυ τελευτῶσιν, καὶ ἄλλοι γηραλέοι, καὶ ἄλλοι νεώτεροι, καὶ ἄλλοι βρέφη· ἐν τῇ ἀναστάσει ποταποὶ ἀναστήσονται; καὶ ἤκουσα φωνῆς λεγού‐ σης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· ὥσπερ γάρ εἰσιν αἱ μέλισσαι | |
5 | καὶ οὐ διαφέρουσι μία τῆς μιᾶς, ἀλλ’ εἰσὶ πᾶσαι μιᾶς εἰδέας καὶ μιᾶς ἡλικίας, οὕτως καὶ ἐν τῇ ἀναστάσει ἔσονται πᾶς ἄν‐ θρωπος· οὐκ ἔστιν οὔτε ξανθὸς οὔτε πύρρος οὔτε μέλας, ἀλλ’ οὔτε αἰθίοψ ἢ διάφορα πρόσωπα· ἀλλὰ πάντες ἀναστήσονται | |
μιᾶς εἰδέας καὶ μιᾶς ἡλικίας· πᾶσα φύσις ἀνθρωπίνη ἀσώματοι | 78 | |
10 | ἀναστήσονται, καθὼς εἶπον ὑμῖν ὅτι ἐν τῇ ἀναστάσει οὔτε γα‐ μοῦσιν οὔτε ἐγγαμίζονται, ἀλλ’ ἢ εἰσὶν ὡς ἄγγελοι τοῦ θεοῦ. | |
12 | Καὶ πάλιν εἶπον· κύριε, ἔστιν ἐν τῷ κόσμῳ ἐκείνῳ γνω‐ ρίσαι ἀλλήλους, ἀδελφὸς ἀδελφόν, ἢ φίλος τὸν φίλον, ἢ πατὴρ τὰ ἴδια τέκνα, ἢ τὰ τέκνα τοὺς ἰδίους γονεῖς; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον Ἰωάννη· τοῖς μὲν δικαίοις γνω‐ | |
5 | ρισμὸς γίνεται, τοῖς δὲ ἁμαρτωλοῖς οὐδαμῶς, οὔτε ἐν τῇ ἀνα‐ στάσει δύνανται γνωρίσαι ἀλλήλους. καὶ πάλιν εἶπον ἐγὼ Ἰωάν‐ νης· κύριε, ἔστιν ἐκεῖ ἐνθύμησις τῶν ὧδε ἢ ἀγρῶν ἢ ἀμπε‐ λώνων ἢ ἄλλων τῶν ἐνθάδε; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· | |
ἄκουσον, δίκαιε Ἰωάννη· ὁ προφήτης Δαυὶδ φάσκει λέγων· ἐμνή‐ | 79 | |
10 | σθην ὅτι χοῦς ἐσμέν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ· ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει, ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ. καὶ πάλιν ὁ αὐτὸς εἶπεν· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπι‐ στρέφει εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάν‐ | |
15 | τες οἱ διαλογισμοὶ αὐτοῦ. | |
13 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπὸ τότε τί μέλλεις ποιεῖν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε ἀποστελῶ τοὺς ἀγγέλους μου ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ ἀροῦσιν ἀπὸ τῆς γῆς πᾶν ἔνδοξον καὶ πᾶν τίμιον, καὶ τὰς σε‐ | |
5 | πτὰς καὶ ἁγίας εἰκόνας, καὶ τοὺς ἐνδόξους καὶ τιμίους σταυ‐ ρούς, καὶ τὰ ἱερὰ τῶν ἐκκλησιῶν, καὶ τὰς θείας καὶ ἱερὰς βί‐ βλους· καὶ τὰ τίμια καὶ ἅγια πάντα ἀρθήσονται ὑπὸ νεφελῶν ἐν τῷ ἀέρι. καὶ τότε κελεύσω ἀρθῆναι τὸ μέγα καὶ σεβάσμιον | |
σκῆπτρον, ἐν ᾧ τὰς χεῖράς μου ἥπλωσα ἐν αὐτῷ, καὶ προσκυ‐ | 80 | |
10 | νήσουσιν αὐτῷ πάντα τὰ τάγματα τῶν ἀγγέλων μου. καὶ τότε ἀρθήσεται πᾶσα φύσις ἀνθρώπων ἐπὶ νεφελῶν, καθὼς προεῖπεν ὁ ἀπόστολος Παῦλος· ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα. καὶ τότε ἐξέλθῃ πᾶν πνεῦμα πονηρόν, τὰ ἐν τῇ γῇ, τὰ ἐν τῇ ἀβύσσῳ, ὅπου ἐάν εἰσιν ἐπὶ | |
15 | προσώπου πάσης τῆς γῆς ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ κολληθήσονται πρὸς τὸν ὑπηρετούμενον παρὰ τοῦ διαβόλου ἤτοι τὸν ἀντίχριστον, καὶ ἀρθήσονται ἐπὶ τῶν νεφελῶν. | |
14 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπὸ τότε τί μέλλεις ποιεῖν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε ἀποστελῶ τοὺς ἀγγέλους μου ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ κατακαύσουσιν τὴν γῆν πήχας ὀκτακισχιλίας πεντακοσίας, | |
5 | καὶ κατακαήσονται τὰ ὄρη τὰ μεγάλα, καὶ αἱ πέτραι πᾶσαι χωνευθήσονται καὶ γενήσονται ὡσεὶ κονιορτός, καὶ κατακαήσον‐ | |
ται πᾶν δένδρον καὶ πᾶν κτῆνος καὶ πᾶν ἑρπετὸν ἕρπον ἐπὶ τῆς γῆς καὶ πᾶν συρόμενον ἐπὶ προσώπου τῆς γῆς, καὶ πᾶν πετεινὸν πετόμενον ἐπὶ τὸν ἀέρα, καὶ οὐκέτι ἔσται ἐπὶ προσώπου πάσης | 81 | |
10 | τῆς γῆς σαλευόμενόν τι, καὶ ἔσται ἡ γῆ ἀκίνητος. | |
15 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπὸ τότε τί μέλλεις ποιεῖν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε ἀποσκεπάσω τὰ τέσσαρα μέρη τῆς ἀνατολῆς, καὶ ἐξέλθω‐ σιν τέσσαρες ἄνεμοι μεγάλοι καὶ ἐκλικμήσουσιν πᾶν τὸ πρόσω‐ | |
5 | πον τῆς γῆς ἀπὸ περάτων ἕως περάτων τῆς γῆς· καὶ ἐκλικμήσει κύριος τὴν ἁμαρτίαν ἀπὸ τῆς γῆς, καὶ λευκανθήσεται ἡ γῆ ὥσπερ χιών, καὶ γενήσεται ὡς χαρτίον, μὴ ἔχουσα σπήλαιον ἢ ὄρος ἢ βουνὸν ἢ πέτραν, ἀλλ’ ἔσται τὸ πρόσωπον τῆς γῆς ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν ὡς ἡ τράπεζα καὶ λευκὸν ὡσεὶ χιών· καὶ | |
10 | πυρωθήσονται οἱ νεφροὶ τῆς γῆς, καὶ βοήσει πρός με λέγουσα· παρθένος εἰμὶ ἐνώπιόν σου, κύριε, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ ἁμαρτία. καθὼς προεῖπεν ὁ προφήτης Δαυίδ· ῥαντιεῖς με ὑσσώπῳ καὶ κα‐ | |
θαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. καὶ πάλιν εἶπεν· πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ | 82 | |
15 | βουνὸς ταπεινωθήσεται, καὶ ἔσονται τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. | |
16 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπὸ τότε τί μέλλεις ποιεῖν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε καθαρισθήσεται ἡ γῆ ἀπὸ τῆς ἁμαρτίας, καὶ πληρωθήσεται πᾶσα ἡ γ’ εὐωδίας διὰ τὸ μέλλειν με κατέρχεσθαι ἐπὶ τὴν γῆν· | |
5 | καὶ τότε ἐξέλθῃ τὸ μέγα καὶ σεβάσμιον σκῆπτρον μετὰ χιλιάδων ἀγγέλων θρησκεύοντες αὐτό, καθὼς προεῖπον· καὶ τότε φανή‐ σεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἀπὸ τοῦ οὐρανοῦ μετὰ | |
δυνάμεως καὶ δόξης πολλῆς. καὶ τότε θεωρήσει αὐτὸ ὁ τῆς ἀδι‐ κίας ἐργάτης μετὰ τῶν ὑπηρετῶν αὐτοῦ καὶ βρύξει μεγάλα, καὶ | 83 | |
10 | πάντα τὰ ἀκάθαρτα πνεύματα εἰς φυγὴν τραπήσονται. καὶ τότε ἀοράτῳ δυνάμει κρατούμενοι, μὴ ἔχοντες πόθεν φυγεῖν, βρύ‐ ξουσιν κατ’ αὐτοῦ τοὺς ὀδόντας αὐτῶν λέγοντες αὐτῷ· ποῦ ἔστιν ἡ δύναμίς σου; πῶς ἡμᾶς ἐπλάνησας; καὶ ἐξεφύγομεν καὶ ἐξε‐ πέσαμεν ἐκ τῆς δόξης ἧς εἴχομεν παρὰ τοῦ ἐρχομένου κρῖναι ἡμᾶς | |
15 | καὶ πᾶσαν φύσιν ἀνθρωπίνην. οὐαὶ ἡμῖν, ὅτι ἐν τῷ σκότει τῷ ἐξωτέρῳ ἐξορίζει ἡμᾶς. | |
17 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπὸ τότε τί μέλλεις ποιεῖν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· τότε ἀποστελῶ ἄγγελον ἐξ οὐρανοῦ, καὶ κράξει φωνῇ μεγάλῃ λέγων· ἄκουσον γῆ καὶ ἐνι‐ σχύου, λέγει κύριος· πρὸς σὲ γὰρ κατέρχομαι. καὶ ἀκουσθή‐ | |
5 | σεται ἡ φωνὴ τοῦ ἀγγέλου ἀπὸ περάτων ἕως περάτων τῆς οἰκου‐ μένης καὶ ἕως ἐσχάτου τῆς ἀβύσσου. καὶ τότε σαλευθήσεται πᾶσα ἡ δύναμις τῶν ἀγγέλων καὶ τῶν πολυομμάτων, καὶ γενή‐ | |
σεται κρότος μέγας ἐν τοῖς οὐρανοῖς, καὶ σαλευθήσονται τὰ ἐννέα πέταλα τοῦ οὐρανοῦ, καὶ γενήσεται φόβος καὶ ἔκστασις ἐπὶ | 84 | |
10 | πάντας τοὺς ἀγγέλους. καὶ τότε σχισθήσονται οἱ οὐρανοὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ κατέλθωσιν ἐπὶ τὴν γῆν πλήθη ἀγγέλων ἀναριθμήτων, καὶ τότε ἀνοιχθήσονται οἱ θησαυ‐ ροὶ τῶν οὐρανῶν, καὶ κατενέγκωσιν πᾶν τίμιον καὶ τῶν θυμια‐ μάτων τὴν εὐωδίαν, καὶ τὴν Ἱερουσαλὴμ ὥσπερ νύμφην ἐστο‐ | |
15 | λισμένην κατενέγκωσιν ἐπὶ τὴν γῆν. καὶ τότε ἔμπροσθέν μου πορεύσονται μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, βαστάζοντες τὸν θρόνον μου, κράζοντες· ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου. καὶ τότε ἐξελεύσο‐ μαι ἐγὼ μετὰ δυνάμεως καὶ δόξης πολλῆς, καὶ πᾶς ὀφθαλμὸς | |
20 | ἐπὶ τῶν νεφελῶν ὄψεταί με, καὶ τότε κάμψει πᾶν γόνυ ἐπου‐ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ τότε μείνῃ ὁ οὐρανὸς κενὸς καὶ κατέλθω ἐπὶ τῆς γῆς, καὶ κατενεχθήσονται πάντα τὰ ἐν τῷ ἀέρι ἐπὶ τὴν γῆν, καὶ πᾶσα φύσις ἀνθρωπίνη καὶ πᾶν πνεῦμα πονηρὸν μετὰ τοῦ ἀντιχρίστου, καὶ σταθήσονται ἐνώπιόν | |
25 | μου πάντες γυμνοὶ καὶ τετραχηλισμένοι. | |
18 | Καὶ πάλιν εἶπον· κύριε, πῶς μέλλουσιν γενέσθαι οἱ οὐρα‐ νοὶ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη σὺν τοῖς ἄστροις; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· θεώρησον, δίκαιε Ἰωάννη. καὶ ἀτενίσας εἶδον ἀρνίον ἑπτὰ ὀφθαλμοὺς ἔχοντα καὶ ἑπτὰ κέρη. καὶ ἤκουσα | 85 |
5 | πάλιν φωνῆς λεγούσης μοι· κελεύσω ἐλθεῖν τὸ ἀρνίον ἔμπροσθέν μου καὶ ἐρῶ· τίς ἀνοίξει τὸ βιβλίον τοῦτο; καὶ ἀποκριθήσονται πάντα τὰ πλήθη τῶν ἀγγέλων· δοθήτω τὸ βιβλίον τοῦτο τῷ ἀρνίῳ τοῦ ἀνοῖξαι αὐτό. καὶ κελεύσω τότε ἀνοιχθῆναι τὸ βιβλίον. | |
19 | Καὶ ὅταν ἀνοίξῃ τὴν πρώτην σφραγῖδα, πεσοῦνται οἱ ἀστέρες τοῦ οὐρανοῦ ἀπ’ ἄκρων ἕως ἄκρων. καὶ ὅταν ἀνοίξῃ τὴν δευ‐ τέραν σφραγῖδα, κρυβήσεται ἡ σελήνη καὶ οὐκ ἔσται ἐν αὐτῇ φῶς. καὶ ὅταν ἀνοίξῃ τὴν τρίτην σφραγῖδα, κατασταλήσεται | |
5 | τοῦ ἡλίου τὸ φῶς, καὶ οὐκ ἔσται φῶς ἐπὶ τὴν γῆν. καὶ ὅταν ἀνοίξῃ τὴν τετάρτην σφραγῖδα, λυθήσονται οἱ οὐρανοὶ καὶ ἔσται ὁ ἀὴρ ἀκατασκεύαστος, καθώς φησιν ὁ προφήτης· καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ δια‐ μένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται. καὶ ὅταν ἀνοίξῃ | 86 |
10 | τὴν πέμπτην σφραγῖδα, σχισθήσεται ἡ γῆ καὶ ἀποκαλυφθή‐ σονται πάντα τὰ κριτήρια ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ ὅταν ἀνοίξῃ τὴν ἕκτην σφραγῖδα, ἐκλείψει τὸ δίμοιρον τῆς θα‐ λάσσης. καὶ ὅταν ἀνοίξῃ τὴν ἑβδόμην σφραγῖδα, ἀποσκεπα‐ σθήσεται ὁ ᾅδης. | |
20 | Καὶ εἶπον· κύριε, τίνες μέλλουσιν ἐρωτᾶσθαι πρῶτον καὶ ἀπολαβεῖν τὴν κρίσιν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· τὰ πνεύματα τὰ ἀκάθαρτα μετὰ τοῦ ἀντικειμένου· κελεύω αὐ‐ τοὺς πορευθῆναι εἰς τὸ σκότος τὸ ἐξώτερον, ἔνθα εἰσὶν τὰ ὑπο‐ | |
5 | βρύχια. καὶ εἶπον· κύριε, καὶ εἰς ποῖον τόπον κεῖται; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· ὅσον | |
δύναται ἀνὴρ τριακονταέτης κυλίσαι λίθον καὶ ἀπολῦσαι κάτω εἰς τὸν βυθόν, καὶ ὀλισθεὶς εἴκοσι ἔτη οὐ μὴ φθάσει εἰς τὸν πυθμένα τοῦ ᾅδου· καθὼς προεῖπεν ὁ προφήτης Δαυίδ· καὶ | 87 | |
10 | ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. | |
21 | Καὶ εἶπον· κύριε, καὶ ἀπ’ ἐκείνων ποία γλῶσσα μέλλει ἐρωτᾶσθαι; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· ἐρωτηθήσονται ἀπὸ τοῦ Ἀδὰμ αἱ γλῶσσαι ἐκεῖναι καὶ ὁ ἑλληνισμός, καὶ οἵτινες ἐπίστευον εἰς τὰ εἴδωλα καὶ εἰς τὸν | |
5 | ἥλιον καὶ εἰς τοὺς ἀστέρας, καὶ οἵτινες ἐν αἱρέσει τὴν πίστιν ἐμίαναν, καὶ οἱ μὴ πιστεύσαντες τὴν ἁγίαν ἀνάστασιν, καὶ οἵτινες οὐχ ὁμολόγησαν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦ‐ μα· τότε ἀποπέμψω αὐτοὺς ἐν τῷ ᾅδῃ, καθὼς προεῖπεν ὁ προ‐ φήτης Δαυίδ· ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, | |
10 | πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ. καὶ πάλιν ὁ αὐτὸς εἶπεν· ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο, θάνατος ποιμανεῖ αὐτούς. | |
22 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπ’ ἐκείνων ποίους μέλλεις κρίνειν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· τότε ἐρωτηθήσεται τὸ γένος τῶν Ἑβραίων, οἵτινες ὡς κακοῦργον τῷ ξύλῳ με προσήλωσαν. καὶ εἶπον· καὶ οὗτοι ποίας | 88 |
5 | κολάσεως μέλλουσιν τυχεῖν καὶ ποίου τόπου, ὅτι τοιαῦτά σοι ἐποίησαν; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· αὐτοὶ ἀπελεύσονται ἐν τῷ ταρτάρῳ, καθὼς προεῖπεν ὁ προφήτης Δαυίδ· ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων, πρὸς κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτούς. καὶ πάλιν εἶπεν ὁ ἀπόστολος Παῦλος· ὅσοι ἀνόμως ἥμαρτον ἀνό‐ | |
10 | μως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κρι‐ θήσονται. | |
23 | Καὶ πάλιν εἶπον· κύριε, καὶ οἱ τὸ βάπτισμα λαβόντες τί; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· τότε ἐρωτηθήσεται τὸ γένος τῶν Χριστιανῶν, οἱ τὸ βάπτισμα λαβόντες, καὶ τότε οἱ δίκαιοι ὑπὸ νεύματός μου ἔλθωσιν, καὶ πορευθήσονται οἱ ἄγγελοι | |
5 | καὶ ἐπισωρεύσουσιν αὐτοὺς ἀπὸ τῶν ἁμαρτωλῶν, καθὼς προεῖ‐ | |
πεν ὁ προφήτης Δαυὶδ ὅτι οὐκ ἀφήσει κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, καὶ σταθήσονται πάν‐ τες οἱ δίκαιοι ἐκ δεξιῶν μου καὶ λάμψουσιν ὡς ὁ ἥλιος. καθὼς ὁρᾷς, Ἰωάννη, τοὺς ἀστέρας τοῦ οὐρανοῦ, ὅτι ὅλοι ὁμοῦ ἐγέ‐ | 89 | |
10 | νοντο, εἰς δὲ τὸ φῶς διαφέρουσιν, οὕτως ἔσται ἐπὶ τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν· οἱ γὰρ δίκαιοι λάμψουσιν ὡς φωστῆρες καὶ ὡς ὁ ἥλιος, οἱ δὲ ἁμαρτωλοὶ ἔστωσαν ζοφώδεις. | |
24 | Καὶ πάλιν εἶπον· κύριε, καὶ πάντες οἱ Χριστιανοὶ εἰς μίαν κόλασιν ἀπέρχονται; βασιλεῖς, ἀρχιερεῖς, ἱερεῖς, πατριάρχαι, πλού‐ σιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι; καὶ ἤκουσα φωνῆς λεγού‐ σης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· καθὼς προεῖπεν ὁ προφήτης | |
5 | Δαυίδ, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τέλος. περὶ δὲ βασιλέων, ἐλασθήσονται ὡς ἀνδράποδα καὶ κλαύσουσιν ὡς νήπια· περὶ δὲ πατριαρχῶν καὶ ἱερέων καὶ λευϊτῶν τῶν ἁμαρτησάντων, διασκορπισθήσονται ἐν ταῖς κολάσεσιν κατὰ τὴν ἀναλογίαν ἑκά‐ στου τοῦ ἰδίου πταίσματος, οἱ μὲν ἐν τῷ πυρίνῳ ποταμῷ, οἱ δὲ | |
10 | εἰς τὸν σκώληκαν τὸν ἀκοίμητον, ἄλλοι δὲ ἐν τῷ ἑπταστόμῳ φρέατι τῆς κολάσεως· ἐν ταύταις ταῖς κολάσεσιν διαμερισθή‐ | |
σονται οἱ ἁμαρτωλοί. | 90 | |
25 | Καὶ πάλιν εἶπον· κύριε, καὶ οἱ δίκαιοι ποῦ μέλλουσιν αὐλίζεσθαι; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· τότε ἀποσκεπα‐ σθήσεται ὁ παράδεισος, καὶ γενήσεται ὁ κόσμος ὅλος καὶ ὁ πα‐ ράδεισος ἕν, καὶ ἔσονται οἱ δίκαιοι ἐπὶ προσώπου πάσης τῆς | |
5 | γῆς μετὰ τῶν ἀγγέλων μου, καθὼς προεῖπεν τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Δαυίδ· δίκαιοι δὲ κληρονομήσουσιν γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ’ αὐτῆς. | |
26 | Καὶ πάλιν εἶπον· κύριε, πόσον ἐστὶν τὸ πλῆθος τῶν ἀγγέλων; καὶ ποῖόν ἐστιν πλέον, τῶν ἀγγέλων ἢ τῶν ἀνθρώπων; καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ὅσον ἐστὶν τὸ πλῆθος τῶν ἀγγέλων, τόσον ἐστὶν τὸ γένος τῶν ἀνθρώπων, καθὼς εἶπεν ὁ | |
5 | προφήτης· ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. | |
27 | Καὶ πάλιν εἶπον· κύριε, καὶ ἀπὸ τότε τί μέλλεις ποιεῖν; καὶ πῶς μέλλει εἶναι ὁ κόσμος; ἀποκάλυψόν μοι πάντα. καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἄκουσον, δίκαιε Ἰωάννη· ἀπὸ | |
τότε οὐκ ἔστιν πόνος, οὐκ ἔστιν λύπη, οὐκ ἔστιν στεναγμός, | 91 | |
5 | οὐκ ἔστιν μνησικακία, οὐκ ἔστιν δάκρυα, οὐκ ἔστιν φθόνος, οὐκ ἔστιν μισαδελφία, οὐκ ἔστιν ἀδικία, οὐκ ἔστιν ὑπερηφανία, οὐκ ἔστιν καταλαλιά, οὐκ ἔστιν πικρία, οὐκ ἔστιν μέριμνα βίου, οὐκ ἔστιν πόνος γονέων ἢ τέκνων, οὐκ ἔστιν πόνος χρυσίου, οὐκ εἰσὶν πονηροὶ λογισμοί, οὐκ ἔστιν διάβολος, οὐκ ἔστιν θάνατος, | |
10 | οὐκ ἔστιν νὺξ ἀλλὰ πάντα ἡμέρα. καθὼς προείρηκα· καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, τουτέστιν τοὺς ἀνθρώπους τοὺς ὁμοιουμένους τῶν ἀγγέλων διὰ τῆς ἐναρέ‐ του αὐτῶν πολιτείας, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσωσιν, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν. | |
28 | Καὶ πάλιν ἤκουσα φωνῆς λεγούσης μοι· ἰδοὺ ταῦτα πάντα ἤκουσας, δίκαιε Ἰωάννη· ταῦτα παράθου πιστοῖς ἀν‐ θρώποις, ἵνα καὶ ἑτέρους διδάξωσιν καὶ μὴ καταφρονήσωσιν, μηδὲ τοὺς μαργαρίτας ἡμῶν ῥίψωσιν ἔμπροσθεν τῶν χοίρων, μή | |
5 | ποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν. | |
Καὶ ἔτι μου ἀκούοντος τῆς φωνῆς ταύτης, κατήνεγκέ με ἡ νεφέλη καὶ ἀπέθετό με ἐν τῷ ὄρει Θαβώρ. καὶ ἦλθεν φωνὴ πρός με λέγουσα· μακάριοι οἱ φυλάττοντες κρίσιν καὶ ποιοῦν‐ τες δικαιοσύνην ἐν παντὶ καιρῷ. καὶ μακάριός ἐστιν ὁ οἶκος | 92 | |
10 | ὅπου κεῖται ἡ διάθεσις αὕτη, καθὼς εἶπεν ὁ κύριος ὅτι ὁ ἀγα‐ πῶν με τοὺς λόγους μου τηρεῖ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· | |
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν. | 93 |