TLG 1157 002 :: APOCALYPSIS ESDRAE :: Apocalypsis Esdrae quarta

APOCALYPSIS ESDRAE Pseudepigr. Hagiogr.
(2 B.C./A.D. 2)

Apocalypsis Esdrae quarta

Source: Denis, A.–M. (ed.), Fragmenta pseudepigraphorum quae supersunt Graeca [Pseudepigrapha veteris testamenti Graece 3] Leiden: Brill, 1970: 130–132.

Citation: Page — (line)

t

APOCALYPSIS ESDRAE QUARTA

130

«διὰ τί γὰρ οὐκ ἐγένετο ἡ μήτρα τῆς μητρός μου τάφος, ἵνα μὴ ἴδω τὸν μόχθον τοῦ Ἰακὼβ καὶ τὸν κόπον τοῦ γένους Ἰσραήλ;» Ἔσ‐
5δρας ὁ προφήτης λέγει.130

131

εἰ δὲ καὶ «πατέρες ὑπὲρ παί‐ δων οὐ τιμωροῦνται οὔτε υἱοὶ ὑπὲρ πατέρων», δῆλον ὡς οὔτε γυναῖκες ὑπὲρ ἀνδρῶν, οὔτε οἰκέ‐
5ται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ’ ἕκαστος ὑπὲρ τοῦ οἰκείου ἔργου τὸν λόγον ἀπαιτηθήσεται.
10 οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους καὶ ἡ ἀπειλὴ τήκει ὄρη καὶ «ἡ ἀλή‐
θεια μένει εἰς τὸν αἰῶνα».131

132

οὐ δὴ ξένον ἐπιπνοίᾳ θεοῦ τοῦ τὴν προφητείαν δεδωκότος καὶ τὴν ἑρμηνείαν οἱονεὶ Ἑλληνικὴν προφητείαν ἐνεργεῖσθαι, ἐπεὶ κἀν
5τῇ 〈ἐπὶ〉 Ναβουχοδονόσορ αἰχμα‐ λωσίᾳ διαφθαρεισῶν τῶν γραφῶν κατὰ τοὺς Ἀρταξέρξου τοῦ Περ‐ σῶν βασιλέως χρόνους ἐπίπνους Ἔσδρας ὁ Λευίτης ὁ ἱερεὺς γενό‐
10μενος πάσας τὰς παλαιὰς αὖθις ἀνα‐
νεούμενος προεφήτευσε γραφάς.132