TLG 1152 004 :: APION :: Fragmenta de glossis Homericis APION Gramm. Fragmenta de glossis Homericis frr. 1–158 Citation: Fragment — (line) | ||
1(n) | ἀάπτους Α 567 ... | |
1 | Ph. 3, 23 Reitz.: ἄαπτον· ... καὶ „χεῖρας ἀάπτουσ“ (Α 567) μεγάλας ἀπροσπελάστους, ὧν οὐχ ἅψαιτό τις. εἰ δὲ ψιλωθείη, τὰς ἀπτοήτους ... καὶ οἱ μὲν δασύνοντες τὸ δεύτερον α ἀκούουσι ἀπροσπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλοῦντες ἀπράκτους. οἱ δὲ τὰς ἀνεκφεύκτους | |
---|---|---|
5 | καὶ χαλεπάς. Ἀπίων δὲ δασύνει· βούλεται γὰρ ἀποδιδόναι 〈ἀπροσ‐ | |
πελάστουσ〉, ὧν οὐκ ἄν τις ἅψαιτο, ἢ τὰς πολλοῖς προσπελαζούσας. | 213 | |
2(n) | ἀβάκησαν δ 249 | |
1 | Ap. S. 2, 16 = 18 Stein.: ἀβάκησαν· ... σημαίνει δὲ τὸ ἠγνόη‐ σαν ... ὁ δὲ Ἀπίων κατὰ στέρησιν τοῦ βάζειν, τὸ δὲ λέγειν καὶ ἱστορεῖν, οἱονεὶ φάζειν, ὅπερ ἐστὶ φράζειν κατὰ παράλειψιν τοῦ ρ | |
3(n) | Ἀβαρβαρέη Ζ 22 | |
1 | Ap. S. 3, 32 = 26 Stein.: Ἀβαρβαρέη· ὁ Ἀπίων παρατίθεται Ναΐδος εἶναι Νύμφης ὄνομα· „Νηὶς Ἀβαρβαρέη τέκ’ ἀμύμονι Βου‐ | |
κολίωνι“ (Ζ 22). | 214 | |
4(n) | Ἀβίων Ν 6 | |
1 | Ap. S. 3, 16 = 25 Stein.: Ἀβίων ... ὁ μὲν Ἀρίσταρχος ὡς ἔθνους οὕτω λεγομένου ἀκούει ... ἢ ὡς δικαίως βιούντων κατὰ στέρησιν τῆς βίας, ἢ τῶν ὡρισμένον βίον οὐκ ἐχόντων ... οἱ δὲ τοὺς μακροβίους. οἱ δὲ κατὰ τῶν ὀνοματικῶς λεγομένων Ἀγαυῶν πάντα ἐπίθετα λέγε‐ | |
5 | σθαι, τοὺς ἱππημολγούς, τοὺς δικαιοτάτους καὶ ἀβίους γλακτοφάγους. ὁ δὲ Ἀπίων ἤτοι κοινῶς καὶ ὁμοίως βιούντων, ἢ τοῖς βίοις ἐλλειπόν‐ των. ἔνιοι δὲ κακοβίων ... ἄλλοι δὲ περισπῶντες, ἀβιῶν, δέχονται | |
τῶν βιοῖς μὴ χρωμένων· οὕτω γὰρ τὰ τόξα βιοὶ λέγονται. | 215 | |
5(n) | ἄβρομοι Ν 41 | |
1 | Ap. S. 3, 6 = 23 Stein.: ἄβρομοι· σὺν βρόμῳ πολλῷ· ... καὶ τὸ αὐίαχοι μετὰ ἰαχῆς μεγάλης ... ὁ δὲ Ἀπίων ἤτοι ἄφωνοι καὶ ἥσυχοι ὡς ἂν παρατάξεως οὐχὶ γιγνομένης. βρόμος δὲ κατὰ μίμησιν ἡ ποιὰ φωνή. βέλτιον δὲ τὸ πρῶτον, ὅ ἐστι πολύβρομοι καὶ πολυίαχοι· | |
5 | ἀεὶ γὰρ αὐτοὺς κεκραγότας εἰσάγει, οἷον „Τρῶες μὲν κλαγγῇ τ’ ἐνοπῇ | |
τ’ ἴσαν ὄρνιθες ὥσ“ (Γ 2), ἐν ταῖς εὐπραγίαις ἐπαιρομένους. | 216 | |
6(n) | ἀγαυός Γ 268 ... | |
1 | Ap. S. 7, 2 = 68 Stein.: ἀγαυόν· καλόν, ἐπιφανές, θαυμάσιον. ὁ δὲ Ἀπίων καλός, σεμνός, ἀπὸ τοῦ πολλαχῶς γαίειν, ὅ ἐστι γαυριᾶν. | |
7(n) | ἄγρωστιν ζ 90 | |
1 | Ap. S. 6, 9 = 59 Stein.: ἄγρωστις· εἶδος βοτάνης ... ὁ δὲ Ἀπίων ἀπὸ τοῦ ἐν ἀγροῖς γ{ε}ίνεσθαι. ἢ ἀγρόεσθις ἡ ἐν ἀγροῖς ἐσθιομένη. | |
8(n) | ἀγύρτης, ἀγυρτάζειν τ 284 | |
1 | Schol. (D) τ 284: χρήματ’ ἀγυρτάζειν· τὰ δῶρα συναθροίζειν, συλλέγειν. Ἀγύρτας, συναθροιστάς, μάντεις, ὡς Ἀπίων. Hsch. α 868: ἀγύρτας· συναθροιστάς. μάντεις. ὡς Ἀπίων. Su. α 388: ἀγύρτης· πτωχός, ὀχλαγωγός ... ἔστι δὲ καὶ βόλος κυ‐ | |
5 | βευτικὸς καὶ Γάλλος καὶ μάντις, ὡς Ἀπίων. | |
9(n) | ἀέσαι ο 40 ... | |
1 | Ba. 35, 15 = B. A. 348, 8: ἀέσαι· ἐπὶ πολὺ κοιμηθῆναι, κατὰ στέρη‐ | |
σιν τοῦ ἕσαι, ὅ ἐστιν ὁρμῆσαι. ἢ ὡς ὁ Ἀπίων, ἐπὶ πολὺ ἡσθῆναι. | 217 | |
10(n) | ἀθύρων Ο 364, ἀθύρματα Ο 363 ... | |
1 | Ap. S. 12, 32 = 124 Stein.: ἀθύρει· παίζει, καὶ ἀθύρματα παίγνια ... ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶν ἀπὸ τοῦ πολλαχῶς θύειν, κατὰ πρόσθεσιν τοῦ ρ, ὃν τρόπον καὶ ἡ ἀιδρίη ἀιδία τις οὖσα. | |
11(n) | αἴητον Σ 410 | |
1 | Ap. S. 17, 14 = 171 Stein.: αἴητον· ... ἤγουν τὸ μέγα μεθ’ ὁρμῆς. ὁ Ἀπίων προθεὶς τὴν λέξιν φησὶν αἰητόν· πνευστόν, πυρῶδες. τάσσεται δ’ ἐπὶ τοῦ Ἡφαίστου ἡ λέξις· τὸ γὰρ φυσώμενον μέγα γίνε‐ | |
ται. οἱ δὲ αἰετηδὸν παρὰ τὸν ἀετόν. | 218 | |
12(n) | ἀικάς Ο 709 | |
1 | Ap. S. 15, 15 = 151 Stein.: ἀικάς· τὰς φορὰς καὶ τὰς ὁρμάς, ἀπὸ τοῦ ἀίσσειν ... ὁ δὲ Ἀπίων λέγει ἀπὸ τοῦ ἄκοντα τὰ βέλη ἰέναι, καθό φησι καὶ ἀκόντιον λέγεσθαι. | |
13(n) | αἱμασιάς ς 359. ω 224 | |
1 | Ap. S. 17, 30 = 177 Stein.: αἱμασιάς· ... ἔστι δὲ τὸ ἐκ τῶν λίθων περιτείχισμα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησιν ἀβασίας, ἐφ’ ἃς οὐκ ἔστιν ἐπιβῆναι. | |
Hsch. α 1942: Ἀπίων ἀβασία, ἐφ’ ἣν οὐκ ἔστιν ἐμβῆναι. | 220 | |
14(n) | αἰσυητῆρι Ω 347 | |
1 | Ap. S. 16, 8 = 157 Stein.: αἰσυντῆρι· νεανίᾳ· ... ὁ δὲ Ἀπίων ἀποδίδωσι βασιλεῖ, καὶ ἐτυμολογῶν φησιν αἰσυητῆρι τῷ τηροῦντι τὰ αἴσια, τουτέστι τὰ δίκαια. μᾶλλον δὲ νεανίας ἐστί· βέλτιον γὰρ ἐπ‐ εξηγεῖται {γὰρ} εἰπὼν „τοῦ περ χαριεστάτη ἥβη“ (Ω 348). | |
5 | Hsch. α 2139: ὁ Ἀπίων τῷ βασιλεῖ τῷ τηροῦντι τὰ αἴσια, ὅ ἐστι τὰ δίκαια. | |
15(n) | αἴσυλα Ε 403 ... | |
1 | Ap. S. 16, 6 = 156 Stein.: αἴσυλα· παράνομα, ἁμαρτωλά. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν ἁμαρτωλά. Schol. (D) Ε 403: ἁμαρτωλά, παράνομα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν | |
5 | τὴν λέξιν φησὶ τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν ἁμαρτωλά. βέλτιον δὲ τὸ μὴ δοκεῖν ἐγκεῖσθαι τὰ σεσυλημένα· οὐκέτι γὰρ ἡ αἶσα φανήσεται ἐγκειμένη. ἔστιν οὖν αἴσυλα ... ἀαίσυλα, ἐστερημένα τῆς αἴσης, τουτέστι | |
τοῦ καθήκοντος. | 221 | |
16(n) | ἅλις Β 90 ... | |
1 | Hsch. α 1147: ἅλις· ὡς Ἀπίων ἀθρόως. {ἢ ἐσχάρα} | |
17(n) | ἀμάρης Φ 259 | |
1 | Ap. S. 25, 23 = 311 Stein.: ἀμάρη· ἡ ὑδρορόη ... ὁ δ’ Ἀπίων | |
ὁμοῦ καὶ ὁμοίως καὶ ἅμα καὶ ὁμαλῶς ῥέουσα. | 222 | |
18(n) | ἀνδραχθέσι κ 121 | |
1 | Ap. S. 33, 24 = 431 Stein.: ἀνδραχθέσι· οὓς καὶ ἀνὴρ βαστάζων βαρυνθείη ἂν ὑπερμεγέθεις ὄντας λίθους ... ὁ Ἡλιόδωρος μέγα βάρος παρεχόμενα τοῖς ἀνδράσιν, ὁ δὲ Ἀπίων τοῖς ἀνδρὸς βάρος ἔχουσιν. ἢ οἷον ἀνδραχέσιν, κατὰ παρένθεσιν τοῦ θ, ἵν’ ᾖ τοῖς ἀνδράσιν ἄχος | |
5 | ποιοῦσιν. | |
19(n) | ἄντυξ Ε 262 ... | |
1 | Ap. S. 31, 1 = 405 Stein.: ἄντυξ· ἐπὶ μὲν τῆς ἀνωτάτω περιφερείας τοῦ ἅρματος ... ἐπὶ δὲ τῆς κάτωθεν περιφερείας τῆς ἀσπίδος ... εἴρηται δὲ ἀπὸ τοῦ ἄνω τοῦ ὅλου τετύχθαι, ὅ ἐστι κατεσκευάσθαι. ὁ δὲ Ἀπίων φησίν, οὕτως ὠνομάσθη ἀπὸ τοῦ ἀντέχεσθαι τῆς ὅλης κατασκευῆς. | |
5 | 〈βέλτιον δὲ〉 ἀπὸ τοῦ ἄνω τετύχθαι. | 223 |
20(n) | ἀρητόν Ρ 37 | |
1 | Ap. S. 43, 23 = 634 Stein.: ἀρητόν· εὐκτόν, ἢ βλαβερόν, ἢ πο‐ λυχρόνιον, ὡς Ἀπίων. βέλτιον δὲ τὸ πρῶτον· θέλει γὰρ εἰπεῖν ὅτι τοῖς δι’ ὑπερβολὴν φιλοστοργίας γονεῦσιν ἀπολέσασι τοὺς γεννηθέντας | |
ἡδὺ καὶ αἱρετὸν κλαίειν καὶ πενθεῖν. | 224 | |
21*(n) | ἄρνυμαι Α 159 ... | |
1 | An. Ox. IV, 408, 16: ἰστέον ὅτι τὸ ἄρνυμαι τρία δηλοῖ κατὰ Ἀπίωνα τὸν διδάσκαλον· τὸ λαμβάνω, τὸ τιμωροῦμαι καὶ τὸ ἀντικαταλλάσσο‐ μαι καὶ δίδωμι. | |
22(n) | ἆσαι Ε 289 ... | |
1 | Ap. S. 44, 30 = 657 Stein.: ἆσε· ἐπὶ μὲν τοῦ ἔβλαψεν ... ἐπὶ δὲ τοῦ πληρῶσαι ... ὁ δὲ Ἀπίων ἀμφότερα ἐτυμολογῶν ἀπὸ τῆς ἄτης, οἷον ἀτῆσαι· πληρωτικὰ γὰρ τὰ κακά. ex Ap. S. EM. 152, 6: ὁ δὲ Ἀπίων ἐκθέμενος ἀμφοτέρας τὰς δυνάμεις | |
5 | (sc. βλάψαι, πληρῶσαι) ἐτυμολογεῖ ἀπὸ τῆς ἄτης, οἷον ἀτῆσαι. πληρω‐ | |
τικὰ γὰρ τὰ κακά. | 225 | |
23*(n) | ἀστράγαλος Ξ 466 ... | |
1 | Eust. 1397, 4: τὸ ἀστράγαλος τρία σημαίνει· τὸν ἐν σφυρῷ. καὶ τὸν σπόνδυλον ἁπλῶς. καὶ τὸν παιστικὸν ἢ πεσσικὸν βόλον. τὸ τοῦ Ἀπίωνος. | |
24(n) | ἄστυ Β 322 ... | |
1 | Ap. S. 45, 9 = 664 Stein.: ἄστυ· πόλις. ὁ δὲ Ἀπίων ἐτυμολογεῖ ἀπὸ τοῦ εἰς ὕψος ἀνεστάλθαι. | |
25(n) | αὐδήεσσα ε 334 ... | |
1 | Ap. S. 48, 12 = 740 Stein.: αὐδήεσσα· ὁ Ἀπίων ὀνομαστὴ καὶ ἔνδοξος, οἷον αὐδωμένη, ἐπὶ Κίρκης καὶ Καλυψοῦς. τινὲς δὲ αὐδηέσσας | |
αὐτὰς λέγουσιν, ὅτι εἰς ὁμιλίας ἦλθον ἀνθρώπῳ τῷ Ὀδυσσεῖ. | 226 | |
26(n) | ἀχαρίστερον υ 392 | |
1 | Ap. S. 50, 3 = 773 Stein.: ἀχαρίστερον· ἀχαριστότερον. ὁ δὲ Ἀπίων λυπηρότερον. | |
27(n) | ἄχος Β 171 ... | |
1 | Et. Gen. (AB, Sym.): ἄχος· ἡ λύπη ... ὁ δ’ Ἀπίων ἄχος τὴν | |
λύπην τὴν σιωπὴν ἐπιφέρουσαν (ex Orione). | 227 | |
28(n) | βαθυπέπλων | |
1 | Ap. S. 50, 26 = 790 Stein.: βαθυπέπλων· ὁ Ἀπίων καλῶν. τὸ αὐτὸ σημαίνει καὶ βαθυζώνων καὶ βαθυκόλπων· φαίνεται γὰρ ἐκ τῶν τοιούτων ἐπιθέτων ἅμα μὲν τὰ μεγέθη τῶν σωμάτων, ἅμα δὲ τὸ σεμνὸν τῆς περιστολῆς ... | |
29(n) | βαμβαίνων Κ 375 | |
1 | Ap. S. 50, 21 = 787 Stein.: βαμβαίνων· διὰ τρόμον οὐκ ἠρεμοῦσαν τὴν βάσιν ποιούμενος. ὁ δὲ Ἀπίων βῆμα πρὸ βήματος βαίνων καὶ | |
πορευόμενος. 〈ἢ〉 ἀπὸ τοῦ γινομένου ψόφου περὶ τὸ στόμα. | 228 | |
30(n) | βέρεθρον Θ 14. μ 94 | |
1 | Ap. S. 51, 4 = 798 Stein.: βέρεθρον· Ἀπίων ὁ πηλώδης τόπος, ἀπὸ τοῦ οἱονεὶ βάραθρον εἶναι καὶ βάρος ποιεῖν τῷ ἄρθρῳ τοῦ ποδός, ἢ τὴν γῆν θραύειν. | |
31(n) | βλήτροισι Ο 678 | |
1 | Ap. S. 51, 25 = 815 Stein.: βλήτροισι· τοῖς κατὰ τὰς συναρμογὰς γόμφοις. ὁ δὲ Ἀπίων 〈***〉 „κολλητὸν βλήτροισι, δυωκαιεικοσίπη‐ | |
χυ“ (Ο 678). | 229 | |
32(n) | βοάγρια Μ 22. π 296 | |
1 | Ap. S. 52, 27 = 836 Stein.: βοάγρια· αἱ ἀσπίδες. ὁ δὲ Ἀπίων τὰ ἐκ | |
βοῆς ἠγρευμένα, τουτέστι τῆς μάχης, {τὰ} λάφυρα. | 230 | |
33(n) | δύη ξ 215 ... | |
1 | Ap. S. 60, 32 = 1020 Stein.: δύη· κακοπάθεια ... ὁ δὲ Ἀπίων κάκωσις, ἀπὸ τοῦ εἰσδύνειν τὰ κακά. | |
34(n) | ἐρέχθων ε 83. 157 | |
1 | Et. Gen. (B, om. A) = EM. 371, 28: ἐρέχθων· ... ὁ δ’ Ἀπίων ἐρέχθων λέγει διακόπτων. | |
35*(n) | εὐνή Α 436 ... | |
1 | Et. Gen. A, B (Reitzenstein, Geschichte p. 103, adn. 1): εὐνή· ἡ κοίτη. παρὰ τὸ εὕδω ... ἢ παρὰ τὸ νῶ τὸ σωρεύω ... τρία δὲ σημαί‐ νει ἡ λέξις παρὰ τῷ Ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ „εὐνῇ ἐν μαλα‐ κῇ“ (χ 196), τὴν ἄγκυραν, ὡς ἐν τῷ „εὐνὰς δ’ ἔβαλον“ (Α 436), καὶ τὴν | |
5 | διατριβήν· „ὅθι φασὶ θεάων ἔμμεναι εὐνάσ“ (Ω 615). | 231 |
36(n) | (ἐπι)ζαφελῶς Ι 516. ζ 330 | |
1 | Ap. S. 80, 33: ζαφελῶς· ὁ μὲν Ἀπίων μεγαλοκότως. ἐπιφέρει δὲ τὸ μενεαίνειν (ζ 330), δι’ οὗ σημαίνει τὸ ἐγκοτεῖν· ὅθεν κρεῖττον νοεῖν ἐκ τοῦ ζα καὶ τοῦ ὀφέλλειν, 〈ὅπερ〉 ἐπὶ τοῦ αὐξαίνειν τίθεται. μεγάλως | |
οὖν καὶ ηὐξημένως μενεαίνει καὶ χολοῦται. | 232 | |
37(n) | ζῶστρα ζ 38 | |
1 | Ap. S. 81, 24: ζῶστρα· Ἀπίων τὰ ἐνδύματα τῶν ἀνδρῶν· „ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα“ (ζ 38). ὁ δὲ Ζηνόδωρος (ρ. 19 Pusch) βέλτιον τὰ ζώματα, τὰς ζώνας. | |
38(n) | ἡμερίς ε 69 | |
1 | Ap. S. 84, 1: ἡμερίς· ἄμπελος ... ὁ δὲ Ἀπίων ἀπὸ τοῦ ἡμεροῦν ἡμᾶς. | |
39(n) | θαλαμηπόλος η 8. ψ 293 | |
1 | Hsch. θ 17: θαλαμηπόλος· ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον διατρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφαγωγός, | |
τοῦ θαλάμου ἐπιμελουμένη. | 233 | |
40(n) | θαλπωρή Ζ 412 ... | |
1 | Ap. S. 86, 4: θαλπωρή· χαρά. ὁ δὲ Ἀπίων ἡδονή. ἐπὶ δὲ τῆς χαρᾶς ὑγιῶς· ἡ γὰρ διάχυσις τῆς ψυχῆς ἀφωμοίωται τοῖς θαλπομένοις, καὶ ὥσπερ τὸ ἰαίνεσθαί ἐστι διαχεῖσθαι καὶ θερμαίνεσθαι, καὶ τὸ κατὰ ψυχὴν δὲ χαίρειν καὶ διαμάχεσθαι ἰαίνεσθαι λέγεται ... | |
41(n) | θέλγειν Μ 255 ... | |
1 | Ap. S. 86, 30: θέλγειν· ὁ μὲν Ἀπίων ἀνιᾶν, ἀμαυροῦν. οὐκ ἔοικε δὲ τοῦτο ἡ λέξις ὑπογράφειν, ἀλλὰ γενικῶς τὸ μεταβολήν τινα ψυχῆς | |
ποιεῖσθαι. καὶ ἔστι τὸ ἔτυμον τοῦ θέλγειν εἰς τὸ θέλειν ἄγειν. | 234 | |
42(n) | θεσπέσιον Α 591 ... | |
1 | Ap. S. 87, 26: θεσπέσιον· ὁ μὲν Ἀπίων συνθέτου τῆς λέξεως οὔσης ἀποδίδωσι θεσπέσιον τὸ ἐκ θεοῦ ἑπόμενον ἢ ἐκ θεοῦ λεγόμενον· δύναται δὲ καὶ παραγώγως θεῖον εἶναι. | |
43(n) | θήρ Γ 449 ... | |
1 | Ap. S. 88, 3: θήρ· κατ’ ἐξοχὴν ὁ λέων, ἀπὸ τοῦ θοῶς ὀρούειν, ὡς | |
Ἀπίων. | 235 | |
44(n) | θρυλίχθη Ψ 396 | |
1 | Ap. S. 88, 21: θρυλίχθη· ὁ μὲν Ἀπίων συνεθραύσθη· „θρυλίχθη δὲ μέτωπον“ (Ψ 396). ἔνιοι δὲ παρεσύρθη, τινὲς δὲ ἐδρύφθη. | |
45(n) | ἰονθάδος ξ 50 | |
1 | Ap. S. 91, 30: ἰονθάδος· ὁ μὲν Ἀπίων τῆς δασείας, οἷον τῆς ἰόνθους ἐχούσης, ἢ τῆς ἰούσης θοῶς. τινὲς δὲ ἀκμαίας· ... διὰ δὲ τοῦ Ἀριστάρ‐ χου ὑπομνήματος ἰονθάδος ἔνιοι ἀποδιδόασι τελείου ... Hsch. ι 746: Ἀπίων τῆς ἰούσης θοῶς ἢ ἰόνθους ἐχούσης, οἷον ἐκφύματα | |
5 | σκληρά. | 236 |
46(n) | ἱπποκορυσταί Β 1 ... | |
1 | Porphyr. Quaest. Hom. I p. 20, 9 Schrader = I p. 83, 16 Sodano: γελοίως ὁ Ἀπίων ἱπποκορυστὰς ἀποδέδωκε τοὺς κόρυθας ἔχοντας ἱππείαις θριξὶ κεκοσμημένας. εἰ γὰρ παρὰ τὴν κόρυν συνέκειτο, κἂν ἱπποκόρυθες ἐλέγοντο. νῦν δὲ σημαίνει τὸν ἐφ’ ἵππων ὁπλίτην· κορυστὴς | |
5 | γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχητής. | 237 |
47(n) | κήξ ο 479 | |
1 | Ap. S. 99, 8: κήξ· ὁ μὲν Ἀπίων φησὶν ὁ λάρος· λέγεται δὲ 〈καὶ〉 καύηξ. ἄδηλον δὲ εἰ καὶ Ὅμηρος ταῦτα σημαίνει· οἶδε γὰρ καὶ τὸν λάρον ἐν οἷς φησι „λάρῳ ὄρνιθι ἐοικώσ“ (ε 51). μήποτ’ οὖν ἄλλο τι θαλάσσιον ὄρνεον· „ἄντλῳ δ’ ἐνδούπησε πεσοῦς’ ὡς εἰναλίη κήξ“ | |
5 | (ο 479). Hsch. κ 2525 (= Hrd. II, 533, 12): ὁ λάρος κατὰ Ἀπίωνα. | |
48(n) | κινυρή Ρ 5 | |
1 | Schol. Ap. Rh. I 292: κινύρετο· ... κυρίως δὲ κινύρεσθαί ἐστιν ἐπὶ βοὸς καὶ εἴρηται παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. καὶ Ἀπίων δὲ εὑρὼν τὴν ἐτυμολογίαν παρὰ Ἀπολλοδώρῳ (FGrHist 244 F 277) ταύτην, ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν, μετέθηκε τὴν | |
5 | εὕρεσιν τῆς ἐτυμολογίας. | 238 |
49(n) | κλίσιον ω 208 | |
1 | Ap. S. 100, 19: κλίσιον· ... ὁ μὲν Ἡλιόδωρος τὰς κύκλῳ καὶ ἔξω καταλύσεις εἴρηκεν, ὁ δὲ Ἀρίσταρχος κυκλόθεν τοῦ οἴκου οἷον ἐκ στι‐ βάδων ᾠκοδομημένον, πρὸς οὗ καὶ οἱ θρόνοι ἔκειντο, ὥστε οὖν καὶ ἐπ’ αὐτῶν καθιζομένους δειπνεῖν καὶ ἐγκοιμᾶσθαι. ὁ δὲ Ἀπίων φησὶν | |
5 | οὕτως· κλίσιον ἡ βάσις, ἐφ’ ἧς κεῖται ὁ θρόνος· „περὶ δὲ κλίσιον θέε πάντῃ“ (ω 208), ὅ ἐστι δι’ ὅλου τοῦ οἴκου. | |
50(n) | κλιτύς Π 390. ε 470 | |
1 | Ap. S. 100, 27: κλιτύς· ὁ μὲν Ἀπίων τὸ καταφερὲς τῶν ὑδάτων· | |
κρεῖσσον δὲ νοεῖν τὰ ἀποκλίματα τῶν ὀρῶν. ex Ap. S. Et. Gen. (AB) s. v. κλιτύς = EM. 519, 46 = Et. Gud. 328, 16: ὁ μὲν Ἀπίων τὸ καταφερὲς τῶν ὑδάτων ... | 239 | |
51(n) | κλυτόπωλος Ε 654 ... | |
1 | Ap. S. 100, 33: κλυτόπωλος· ὁ μὲν Ἀπίων ἵππους ἀγαθοὺς 〈ἔχων〉, ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ „ψυχὴν δ’ Ἄιδι κλυτοπώλῳ“ (Ε 654) ἀκούει κλυτὴν ἐπιπώλησιν, διὰ τὸ τοὺς τελευτῶντας ἐξακούεσθαι διά τε τοὺς | |
θρήνους καὶ τὰς οἰμωγὰς τὰς ἐπ’ αὐτοῖς. | 240 | |
52(n) | κλωμακόεσσαν Β 729 | |
1 | Ap. S. 101, 4: κλωμακόεσσαν· ὁ μὲν Ἀπίων τραχεῖαν καὶ ὀρεινήν. | |
53(n) | κνώδαλον ρ 317 | |
1 | Ap. S. 101, 15: κνώδαλον· ὁ Ἀπίων θηρίον θαλάσσιον, ἀπὸ τοῦ ἐν ἁλὶ κινεῖσθαι· καταχρηστικῶς δὲ λέγουσι καὶ τὰ ἄλλα θηρία κνώδαλα. ὁ μὲν Ὅμηρος ἃ μὲν νοεῖ θαλάσσια θηρία, οἱ Αἰολεῖς λέγουσι κνώδαλα. | |
Ὅμηρος δὲ ἅπαξ πᾶν θηρίον. | 241 | |
54(n) | κολώνη Β 811 | |
1 | Ap. S. 102, 3: κολωνός· πᾶν ἀνάστημα τῆς γῆς ... ὁ δὲ Ἀπίων παρεὶς τὸ σημαινόμενον, προθεὶς δὲ τὸ Κολώνη, πόλις Τρωϊκή. | |
55(n) | κονίη Γ 55 ... | |
1 | Ap. S. 102, 12: κόνις· ἡ πεδιὰς λέγεται καὶ ἡ ἐκ τέφρας σποδός ... οἱονεὶ κίνις, ἀπὸ τῆς κινήσεως. λέγει δὲ τὴν αὐτὴν κονίην ... ὁ δὲ | |
Ἀπίων μάχην εἶναι ἔφη. | 242 | |
56(n) | κορύνη Η 141. 143 | |
1 | Ap. S. 102, 33: κορύνη· ἑτερόρροπον ξύλον. ὁ δὲ Ἀπίων κολλορόβου τι γένος. | |
57(n) | κορώνη ε 66 ... | |
1 | Ap. S. 102, 22: κορώνη· ἐπὶ μὲν τοῦ ζῴου ... εἶναι δέ φησιν ὁ Ἀπίων | |
τὴν αὐτὴν τῷ λάρῳ καὶ τῇ αἰθυίῃ. | 243 | |
58(n) | κορωνίδες Α 170 ... | |
1 | Ap. S. 102, 27: κορωνίδες· αἱ καμπυλόπρυμνοι· λέγει γὰρ οὕτως τὰς ναῦς. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὰς κορωνίδας φησὶ καρανίδας, ἀπὸ τοῦ κάρα αὐταῖς ἐπικεῖσθαι, τουτέστι τὸ τέλος· παρ’ ὃ καὶ ἐν τοῖς βιβλίοις ἐπὶ τέλους κορωνὶς γέγραπται. | |
59(n) | κοτύλη Χ 494 ... | |
1 | Ap. S. 103, 9: κοτύλη· πᾶν τὸ κοῖλον. ὁ δὲ Ἀπίων τὸ κοῖλον τῆς | |
χειρός. | 244 | |
60(n) | κρῖ Ε 196 ... | |
1 | Ap. S. 104, 22: κρῖ· ὁ μὲν Ἀρίσταρχος τὸ αὐτὸ τῷ κριθὴν σημαίνειν, εἰρῆσθαι δὲ οὐ κατ’ ἀποκοπήν, ὡς ἐνόμισαν, ἀλλὰ μετεσχηματίσθαι τὸ θηλυκὸν εἰς οὐδέτερον τὸ κρῖ. ὁ δὲ Ἀπίων γένος τι (sc. κριθῆς), οὐ πάντως κριθή. | |
61(n) | κρόταφος Δ 502 ... | |
1 | Orion in Et. Gen. (AB), al.: κροτάφοις· κυρίως μὲν ἡ λέξις ἐπὶ τῶν ζῴων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα, οἱονεὶ κερατοφόροι τινὲς ὄντες· ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι· ὡς δὲ Ἀπολλόδωρος (F Gr Hist 244 F 256), ὅτι | |
5 | συγκεκρότηνται ἀμφοτέρωφθεν· ὡς δὲ Ἀπίων, ὅτι τῆς κόρσης ἅπτονται | |
τουτέστι τῆς κεφαλῆς. οὕτως Σωρανός. | 245 | |
62(n) | κυνέη Γ 316 ... | |
1 | Ap. S. 105, 18: κυνέη· κυρίως ἡ περικεφαλαία ἡ ἐκ κυνείων δερμάτων, καταχρηστικῶς δὲ ἡ ἐξ ἄλλων ... ὁ δὲ Ἀπίων περικεφαλαίας γένος. ἔστι δὲ αὕτη τοῖς κατὰ μέτωπον καὶ μικρὸν ταῖς ὄψεσι ἐπισκοτοῦσα. | |
63(n) | κύντερον Θ 483 ... | |
1 | Ap. S. 105, 13: κύντερον· κυνότερον, ἀναιδέστερον. ὁ δὲ Ἀπίων | |
ἀγριώτερον. | 246 | |
64(n) | λαβρεύεαι Ψ 474. 478 | |
1 | Ap. S. 106, 15: λαβρεύεαι· ὁ μὲν Ἀπίων προγλωσσεύῃ 〈καὶ μεγα‐ ληγορεῖσ〉· ἔστι γὰρ κυρίως λάβρον μέγα κατὰ τὴν βοράν· τὸ γὰρ λα μέγα δηλοῖ. μεταφορικῶς οὖν κεῖται ἐπὶ τοῦ μεγάλα βουλομένου διὰ τὸν λόγον ἐμφαίνειν. πρὸ καιροῦ πολυλογεῖς καὶ λάλος γίγνῃ καὶ | |
5 | οἷον ἀθρόως λέγεις, ἀμέτρως. {καὶ μεγαληγορεῖς.} | |
65(n) | λαῖτμα Τ 267 ... | |
1 | Ap. S. 106, 27: λαῖτμα· ὁ μὲν Ἀπίων τὸ ὅρμημα τῆς θαλάσσης, | |
κατὰ μίμησιν τοῦ ψόφου· ἔνιοι δὲ παρὰ τὸ λα, ὅ ἐστιν ἐπὶ τοῦ μεγάλου. | 247 | |
66(n) | λαοσσόος Ν 128 ... | |
1 | Ap. S. 107, 3: λαοσσόος· ἡ τοὺς λαοὺς σοοῦσα, ὅ ἐστι σοβοῦσα καὶ ἐπὶ πόλεμον ὁρμῶσα. ὁ δὲ Ἀπίων ἡ τοὺς λαοὺς σῴζουσα. | |
67(n) | λειριόεσσαν Γ 152 | |
1 | Ap. S. 107, 24: λειριόεντα (N 830)· ἁπαλόν. λείριον γὰρ τὸ ἄνθος παρὰ τὴν λειότητα· οἱ δὲ 〈ὄπα λειριόεσσαν〉 (Γ 152) τὴν προσηνῆ, | |
Ἀπίων δὲ τὴν ἡδεῖαν. | 248 | |
68(n) | λήιον Β 147 ... | |
1 | Ap. S. 108, 19: λήιον· τὸ σιτοφόρον χωρίον· ὁ δὲ Ἀπίων ἐτυμολο‐ γῶν φησί· „λεαίνει γὰρ τῇ τροφῇ· ἀγριοῦνται γὰρ οἱ λιμώττοντεσ“. βέλτιον δὲ 〈ε ψιλῷ〉 διὰ τὴν ἐπιφαινομένην κατ’ ἴσον λειότητα τῶν | |
σταχύων. | 249 | |
69(n) | λικριφίς Ξ 463. τ 451 | |
1 | Ap. S. 108, 25: λικριφίς· ἐκ πλαγίων, καὶ λέχριον τὸ πλάγιον. ὁ δὲ Ἀπίων λοξῶς. | |
70(n) | μακών Π 469 ... | |
1 | Ap. S. 109, 32: μακών· ὁ μὲν Ἀπίων βοήσας, ἔστι δὲ ἰδίωμα βοῆς. | 250 |
71(n) | μεσόδμη β 424 ... | |
1 | Ap. S. 111, 26: μεσόδμη· ὁ μὲν Ἀπίων τὸ ξύλον τὸ ἀπὸ τῆς τρόπεως 〈ἕωσ〉 τοῦ ἱστοῦ, ᾧ δέδεται ὁ ἱστός, οἱονεὶ ἡ ἐν τῷ μέσῳ τῆς νεὼς δε‐ δομημένη. | |
72(n) | μεταμώνια Δ 363 ... | |
1 | Ap. S. 112, 3: μεταμώνια· μάταια, ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων ἰέναι, | |
οἷον ἀνεμοφόρητα· οὕτως Ἀπίων. οἱ δὲ τὰ μεταμελείας ἄξια. | 251 | |
73(n) | μηκάδες Λ 383 ... | |
1 | Hsch. μ 1170: μηκάδες· ἢ αἱ μηκώμεναι αἶγες· ἢ κραυγάστριαι. ἔνιοι δὲ τὰς κερατώδεις ... Ἀπίων δὲ τοκάδας. | |
74(n) | μῆνις Α 1 ... | |
1 | Ap. S. 112, 24: μῆνις· ὁ μὲν Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοί πως μαίνονται. Ἀρίσταρχος δὲ κότος πολυχρόνιος, ἀπὸ τοῦ 〈ἐπιμένειν ἤγουν〉 ἐγκεῖσθαι. Hsch. μ 1225: Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοι μαίνονται. | |
75(n) | μόθος Η 117 ... | |
1 | Ap. S. 113, 16: μόθος· ὁ Ἀπίων πόνος, μάχη, φρύαγμα. | 252 |
76(n) | νειαίρῃ Ε 539 ... , νειόθεν Κ 10 | |
1 | Ap. S. 115, 9: νεαίρῃ· ὁ μὲν Ἀπίων ἀποδίδωσι κατωτάτῃ. προσ‐ εχέστερον δὲ τὸ ἐσχάτῃ, κατὰ τὸ ἔσχατον μέρος, ὅτε φησὶ „νειαίρῃ δ’ ἐν γαστρί“ (Ε 539) ... ἐπὶ μέντοι τοῦ „νειόθεν ἐκ κραδίησ“ (Κ 10) κάτωθεν εἴ τις μεταφράζοι, οὐκ ἀτόπως μεταλήψεται, ὡς καὶ Ἀπίων· | |
5 | στενάξαι γάρ φησιν οὐκ ἄνωθεν ἀλλ’ ἐκ τῶν ἐσχάτων μερῶν, καθὸ καὶ ἡ καρδία. | |
77(n) | νέποδες δ 404 | |
1 | Ap. S. 115, 31: νέποδες· Ἀπίων ἄποδες. ἢ νηξίποδες ἢ ἀπόγονοι. τὸ μὲν οὖν ἄποδες ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ φῶκαι· τὸ δὲ ἀπόγονοι | |
παράκουσμα τῶν νεωτέρων ποιητῶν. | 253 | |
78(n) | νηγάτεον Β 43. Ξ 185 | |
1 | Ap. S. 116, 8: νηγάτεον· ὁ Ἀπίων νεωστὶ κατεσκευασμένον ἢ εὖ | |
νενησμένον. βέλτιον δὲ παρὰ τὸ νεωστὶ γεγενῆσθαι, ὡς σύνθετον. | 254 | |
79(n) | νήδυμος Β 2 ... | |
1 | Ep. Hom. (An. Ox. I, 292, 3 = Et. Gud. 407, 23): νήδυμος· ... ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησιν ἄδυμος, ὃν οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ | |
βάθος. | 255 | |
80(n) | νηπύτιοι Ν 292 ... | |
1 | Ap. S. 116, 25: νηπύτιοι· ὁ μὲν Ἀπίων ἄφωνοι, ὡς ἐκ τοῦ νή καὶ τοῦ ἠπύειν, ὅ ἐστι φωνεῖν. οὐκ ἔστι δέ, ἀλλ’ ἐπέκτασίς ἐστι τοῦ 〈νήπιοι〉. | |
81(n) | νιφάδες Γ 222 ... | |
1 | Ap. S. 116, 30: νιφάδεσσι· ὁ μὲν Ἀπίων ψεκάδας, ἔστι δὲ κατὰ τὸ ὑγιὲς αἱ τῆς χιόνος κατ’ ὀλίγον ἀπόρροιαι· οἶδε γὰρ τὰς ψεκάδας | |
δηλῶσαι, ψιάδας λέγων· „αἱματοέσσας δὲ ψιάδασ“ (Π 459). | 256 | |
82(n) | ὀθόνη Γ 141 ... | |
1 | Ap. S. 118, 34: ὀθόναι· τὰ περιβόλαια, παρὰ τὸ ἕσασθαι, ἐσθόναι τινὲς οὖσαι. ὁ δὲ Ἀπίων ὀθόνην τὴν ζώνην ἀποδέδωκεν. | |
83(n) | οἰσύα ε 256: ῥίπεσσι ... οἰσυίνῃσι | |
1 | Ap. S. 119, 19: οἰσυίνῃσι· ταῖς ἐκ τῆς οἰσύας πλεκομέναις. ὁ δὲ | |
Ἀπίων γένος σχοινίου ἢ λύγου. | 257 | |
84(n) | ὀνειρείῃσι πύλῃσιν δ 809 | |
1 | Ap. S. 121, 11: ὀνειρείῃσι πύλῃσιν· ὁ μὲν Ἀπίων τῷ ὕπνῳ· διὰ γὰρ τούτου 〈ὄνειροι〉 ἐκπέμπονται. ἡμῖν δὲ φαίνεται κυρίως κατὰ τὸ μυθικόν. | |
85(n) | ὀξυόεντι Ε 50 ... | |
1 | Ap. S. 121, 20: ὀξυόεντι· ὁ μὲν Ἀπίων ὀξεῖ ἔγχεϊ· ὀξυόεντι δὲ ὀξυίνῳ. | 258 |
86*(n) | ὅπλα Κ 254 ... | |
1 | Et. Gen. (AB) s. v. ὅπλα· ... σημαίνει δὲ ἡ λέξις καὶ τὰ τῆς νεὼς σχοινία καὶ τὰ χαλκευτικὰ ὄργανα, ὥς φησιν Ἀπίων. EM. 628, 20: ὅπλα· ... σημαίνει καὶ τὰ χαλκευτικὰ ὄργανα, ἤγουν | |
ἐργαλεῖα, ὥς φησιν Ἀπίων, Ἰλιάδος Σ ἐκ τοῦ „φύσασ“. | 259 | |
87(n) | ὀπός Ε 902, ὀπώρη Χ 27 ... | |
1 | EM. 628, 39: ὀπός· Ἀπίων τὸ τῶν δένδρων δάκρυον· ὅθεν καὶ ἡ σμύρνα καὶ ὁ λίβανος οὕτω λέγεται. ἀφ’ οὗ καὶ ἡ ὀπώρα, ὅτι ὀπὸς αὐτὴν ὠρεῖ, ὅ ἐστι φυλάσσει. οὐκ ἀπιθάνως· ὀπὸς γάρ ἐστιν ἀπὸ τοῦ ἐπεῖναι κατὰ τὴν ἐπιτομήν. (ex Ap. S.) | |
88(n) | ὀπυίειν Θ 304 ... | |
1 | Ap. S. 122, 9: ὀπύειν· ὁ μὲν Ἀπίων ὁμιλεῖν. οὐκ ἔστι δέ, ἀλλὰ τὸ κατὰ | |
νόμους γυναῖκα συνοικεῖν ἀνδρί. | 260 | |
89(n) | ὀπωπή γ 97 ... | |
1 | Et. Gen. (AB). = EM. 628, 48: ὀπωπή· πρόσοψις· ὁ δ’ Ἀπίων τὴν ἐν τῷ προσώπῳ †ἀποδίδωσι. | |
90(n) | ὀρεσκῴοισι Α 268. ι 155 | |
1 | Ap. S. 122, 17: ὀρεσκῴοισι· οἱ μὲν Κένταυροι ἐπιθετικῶς εἰσιν εἰρημέ‐ νοι. ὁ δὲ Ἀπίων διχῶς φησιν, ὀρεσιοίκων ἢ ὀρεσικοίτων. οἱ γὰρ οἶκοι οὐκ ἔγκεινται. παρὰ δὲ τὸ κεῖαι, ὅ ἐστι κοιμηθῆναι, δύναται εἶναι | |
Ἰακῶς· καὶ γὰρ διὰ τῆς ει εἴρηκεν ὀρεσκείοις. | 261 | |
91(n) | ὀρός ι 222. ρ 225 | |
1 | Ap. S. 123, 5: ὀρόν· ὁ μὲν Ἀπίων, ἓν ἀνθ’ ἑνός, γάλα. οὐκ ἔστι δέ, ἀλλ’ ἡ ὑδατώδης ὑπόστασις τοῦ γάλακτος ... εἴρηται δὲ ἀπὸ τοῦ ἐξορούειν τοῦ γάλακτος ... | |
92(n) | ὀρσοθύρη χ 126. 132. 333 | |
1 | Ap. S. 122, 13: ὀρσοθύρη· Ἀπίων θύρα ὑψηλή, δι’ ἧς ἔστι καταβαί‐ νοντα ὀροῦσαι, ὅ ἐστι πηδῆσαι, ἢ ἀνιόντα πηδῆσαι, διὰ τὸ μὴ ἔχειν | |
βαθμούς. | 262 | |
93(n) | ὄρχος η 127. ω 341 | |
1 | Schol. Theocr. I 48b: ὄρχος· ὀρχάτου διαφέρει· ὄρχος γάρ ἐστιν ὁ βόθρος, εἰς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν, παρὰ τὸ ὀρύσσω, ὀρυχόν τινα ὄντα, ὄρχατον δὲ τὴν ἐπίστιχον φυτείαν, παρὰ τὸ ἔρχε‐ | |
σθαι ... Ἀπίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρνυσθαι τὴν γῆν πρὸς φυτείαν. | 263 | |
94(n) | οὐδενόσωρα Θ 178 | |
1 | Hsch. ο 1564: οὐδενόσωρα· οὐδὲ μιᾶς φροντίδος ἄξια· ὠρεῖν γὰρ τὸ φροντίζειν καὶ φυλάσσειν ... Ἀπίων δὲ οὐδενὸς φυλακτικά. | |
95(n) | οὔθατα ι 440 | |
1 | Ap. S. 124, 7: οὔθατα· ὁ μὲν Ἀπίων μαστοί ...· ἔνιοι δὲ τὰ μέσα τῶν ἔντοσθεν, ἅπερ περιεκτικά ἐστι τῶν μαστῶν. | |
96(n) | οὐλοχύτας Α 449 ... | |
1 | Ap. S. 124, 15: οὐλοχύτας· ὁ μὲν Ἀπίων τὰ μαζοβόλια· ἐν τούτοις | |
γὰρ ἀνακέχυνται αἱ οὐλαί. φαίνεται δὲ νοῶν τὰ ἀγγεῖα, ἐν οἷς αἱ κριθαὶ κέχυνται. ἴσως δὲ ταῦτα σημαίνει. ὅταν δὲ λέγῃ „καὶ οὐλοχύτας ἀνέλοντο“ (Α 449), σαφὲς ὡς αὐτὰς τὰς κριθὰς σημαίνει, οἷον τὰς ὅλας χεομένας | 264 | |
5 | ἐπὶ τῶν σπονδῶν. | |
97(n) | ὄψον Λ 630 ... | |
1 | Ap. S. 126, 1: ὄψον· ὁ μὲν Ἀπίων κακῶς τὸ κρέας· ἀντιμαρτυρεῖ γὰρ ὁ ποιητὴς „καὶ τὸ κρόμυον ποτῷ ὄψον“ (Λ 630). ἔστιν οὖν πᾶν προσ‐ | |
όψημα ὄψον ... | 265 | |
98(n) | παλαιφάτου τ 163 | |
1 | Ap. S. 127, 1: παλαιφάγου· ὁ Ἀπίων πάλαι ἐσθιομένης {ἐστί}· ἐπὶ | |
γὰρ τῆς δρυός φησιν „οὐ γὰρ ἀπὸ δρυός ἐστι παλαιφάγου“. | 266 | |
99(n) | παλάξαι Ε 100 ... | |
1 | Ap. S. 126, 35: παλάξαι· μαλάξαι Ἀπίων καὶ συνθραῦσαι. ἔστι δὲ μᾶλλον βρέξαι, ἀφ’ οὗ καὶ πηλὸς ἡ βεβρεγμένη γῆ. | |
100(n) | Παλλάς Α 200 ... | |
n | Ap. S. 126, 29: Παλλάς· ἐπίθετον ἴδιον Ἀθηνᾶς, ὡς μὲν Ἀπίων ἀπὸ | |
n | τοῦ παίειν τοὺς λαούς, ἢ ἀπὸ τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ πάλλειν | |
n | κατὰ τὴν ἡλικίαν· παρθένος γάρ ἐστιν, ὅθεν καὶ ὁ πάλλαξ ὠνόμασται. | |
n | ἔνιοι δὲ ὅτι Πάλλαντα ἀνεῖλεν ἕνα τῶν Γιγάντων· τοῦτο δὲ οὐκ ἄν τις ἐξ | |
5 | Ὁμήρου παραστήσειε ... | 267 |
101(n) | παλύνειν Κ 7 ... | |
1 | Et. Gen. (AB) (= EM. 650, 1 = Zonar. 1516): παλύνω· ὡς μὲν Ἀπίων, τὸ μολύνειν καὶ βρέχειν. ἄμεινον δὲ τὸ λευκαίνειν. Ἰλιάδος Κ. | |
παρὰ τὴν πάλην ἢ παλίνην ... | 268 | |
102(n) | πείρινθα Ω 190 ... | |
1 | Et. Gen. (AB): πείρινθος· ὃ κυρίως πείρινθα λέγεται. σημαίνει δὲ τὸ τετράγωνον ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθενται τὰ κομιζόμενα. οὕτως Ἀπίων. ὁ δὲ Δίδυμος (fr. 45, p. 76 Schmidt) τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλινθίον, ῥιπέντα οὖν καὶ ὑπερθέσει καὶ πλεονασμῷ τοῦ ι, πείρινθα. | |
5 | ἢ παρὰ τὸ περιθέειν πέρινθος καὶ πλεονασμῷ τοῦ ι πείρινθος. | |
103(n) | πεξαμένη Ξ 176 | |
1 | Ap. S. 129, 30: πεξαμένη· ὁ Ἀπίων κτενισαμένη, καὶ ὁ Ἀπολλόδωρος (F GrHist 244 F 266). ἐπιφέρει δὲ καὶ τὸ τὰ ἔρια ξαίνει | |
κείρειν· ταὐτὸ πέξαι καὶ ὁ πόκος. δηλοῖ δὲ καὶ τὸ καταξάνασα. | 269 | |
104(n) | πεφράδοι Ξ 335 | |
1 | Ap. S. 131, 6: πεφράδοι· διασημάνειεν. ὁ δὲ Ἀπίων {ἂν} εἴποι, τοῦ Ἀριστάρχου σεσημειωμένου ὅτι τὸ φράσαι οὐδέποτε ἐπὶ τοῦ εἰπεῖν τάσσεται. | |
105(n) | πηδῷ η 328. ν 78 | |
1 | Ap. S. 131, 15: πηδῷ· τῷ πλάτει τῆς κώπης, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ παίειν, ὡς δ’ ἔνιοι, ἀπὸ τοῦ ξύλου τοῦ πηδίνου λεγομένου, ὡς δὲ πιθα‐ | |
νώτερον, ἀπὸ τοῦ κατὰ τὴν πῆξιν ὥσπερ πηδᾶν τὴν κώπην. | 270 | |
106(n) | πῖαρ Λ 550. Ρ 659. ι 135 | |
1 | Ap. S. 131, 23. 27: πῖαρ· τὸ λιπαρὸν καὶ πιότατον. ὁ δὲ Ἀπίων 〈πεῖαρ〉 ἀναγράφων καὶ τὸ πῖαρ {ἠγνόησεν}, ὅ ἐστι πέρας, διὰ τοῦ ε | |
καὶ ι θέλει γράφεσθαι, ὅ ἐστι „μέγα πεῖαρ ὀιζύος ἥ μιν ἱκάνει“ (ε 289). | 271 | |
107(n) | πολίον τε σίδηρον Ι 366 ... | |
1 | Ap. S. 132, 33: πολιόν τε σίδηρον· τὸν λευκὸν καὶ λαμπρὸν μεταφο‐ ρικῶς ... ὁ δὲ Ἀπίων φησίν· ὅταν κλασθῇ ὁ σίδηρος, λευκὸς φαίνεται· ἢ τίμιον· ἢ ὅτι διὰ πολλοῦ φαίνεται {καὶ λευκός}· ἡ δὲ δευτέρα καὶ ἀσαφὴς καὶ μακρόθεν· θέλει γὰρ τίμιον, καθὸ καὶ οἱ γέροντες πολιοὶ | |
5 | ὄντες τίμιοί εἰσι· τοῦτο δέ ἐστιν ἀπίθανον καὶ μακρόθεν· διὰ τοῦτο γὰρ οὐδέποτε εἶπε τὸν χρυσὸν πολιόν. καὶ τὸ τρίτον δὲ τῆς ἐτυμολογίας ἀβέβαιον. | |
108(n) | ὢ πόποι Α 254 ... | |
1 | Hsch. s. v. πόποι· παπαῖ. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ | |
φησιν, ὅτι δαίμονές εἰσι πόποι· καὶ ἔστιν ὦ δαίμονες. | 272 | |
109(n) | πόρδαλις, πάρδαλις Ν 103 ... | |
1 | Ap. S. 133, 34: πόρδαλις· τοῦ ποιητοῦ λέγοντός ποτε μὲν διὰ τοῦ ο στοιχείου „πόρδαλις ἠδὲ μέγας σῦσ“ (δ 457), ποτὲ δὲ διὰ τοῦ α „παρδα‐ λέην ὤμοισιν ἔχων“ (Γ 17), Ἀπίων {δὲ} φησὶ διαφέρειν· πόρδαλιν μὲν γὰρ τὸ ἀρσενικόν, πάρδαλιν δὲ τὴν θήλειαν, καὶ τὸν μὲν ἀπὸ τοῦ προ‐ | |
5 | άλλεσθαι, τὴν δὲ ἀπὸ τοῦ παράλλεσθαι. ῥητέον δὲ ὅτι κοινῶς φαίνεται λέγων „θώων πορδαλίων τε λύκων τ’ ἤϊα πέλονται“ (Ν 103), ὥστε | |
ἐπὶ τοῦ ζῴου διὰ τοῦ ο, ἐπὶ δὲ τῆς δορᾶς διὰ τοῦ α. | 273 | |
110(n) | πότνια Α 357 ... | |
1 | Ap. S. 134, 9: πότνια· σεβαστὴ καὶ ἔνδοξος. ὁ δὲ Ἀπίων δέσποινα, τιμία. | |
111(n) | οἴνῳ Πραμνείῳ Λ 639. κ 235 | |
1 | Ap. S. 134, 13: πραμνείῳ· ἤτοι τῷ ἐκ τῆς πραμνείας ἀμπέλου οὕτω λεγομένης. οἱ δὲ τῷ παλαιῷ καὶ παραμεμενηκότι, οἱονεὶ παραμενείῳ τινὶ ὄντι. ὁ δὲ Ἀπίων πραμνείῳ οἷον πραϋντικῷ καὶ πραΰνοντι τὸ μένος | |
τῶν πινόντων διὰ τὸ εὔποτον αὐτὸν εἶναι. | 274 | |
112(n) | προβοῶντε Μ 277 | |
1 | Ap. S. 134, 31: προβοῶντε· ὁ μὲν Ἀπίων προβαίνοντες· καὶ γὰρ „ἤιε μακρὰ βιβάσ“ (Η 213). ἢ φωνοῦντες, οἷον προεγκελευόμενοι μετὰ βοῆς. | |
113(n) | πρόκας ρ 295 | |
1 | Ap. S. 135, 19: πρόκας· οἱ μὲν ἐλάφους, οἱ δὲ ἕτερόν τι ζῴου εἶδος ὅμοιον λαγωῷ, ὃ καλεῖται δορκάς. Ἀπίων δὲ ἀπὸ τοῦ μεγάλα κέρατα | |
ἔχειν ἐτυμολογεῖ, οἷον προκέρας, ἀπὸ τοῦ πρὸ τῆς ἡλικίας κέρας φύειν. | 275 | |
114(n) | προτιβάλλεαι Ε 879 | |
1 | Ap. S. 136, 14: 〈προτιβάλλεαι·〉 ὁ μὲν Ἀπίων προκωλύεις· οἱ γὰρ πυκτεύοντες τῇ προβολῇ κωλύουσι. μήποτε δὲ ὡς οἱ Ἀττικοὶ προβάλ‐ λεσθαι τόνδε ἀντὶ τοῦ μισεῖν καὶ ἀφ’ ἑαυτῶν ῥίπτειν. | |
115(n) | πυκινὸν λέχος Ι 621 ... | |
1 | Ap. S. 137, 23: πυκινὸν λέχος· τὸ ἐπιμελῶς ἠσκημένον. ὁ δὲ Ἀπίων | |
διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι. | 276 | |
116(n) | πυλάρταο Θ 367. Ν 415. λ 277 | |
1 | Ap. S. 137, 25: πυλάρταο κρατεροῖο (Ν 415)· μίαν διάνοιαν αἱρετέον διὰ τῶν δύο λέξεων· βούλεται γὰρ λέγειν τοῦ τὰς πύλας ἐπαρτῶντος ἰσχυρῶς, οἷον ἐφαρμόζοντος ... ὁ δὲ Ἀπίων πυλάρταο τοῦ ταῖς πύλαις προσηρτημένου, ἢ πυλωροῦ ἰσχυροῦ. | |
117(n) | πύρνον ο 312. ρ 12. πύρνα ρ 362 | |
1 | Ap. S. 138, 6: πύρνον· τὴν σιτοδοσίαν, τροφήν, παρὰ τὸν πυρόν. ὁ | |
δὲ Ἀπίων τὰ μὲν πύρνα σιτία, τὸν δὲ πύρνον ψωμόν. | 277 | |
118(n) | ῥήτρην ξ 393 | |
1 | Ap. S. 138, 29: ῥήτρη· ὁ μὲν Ἀπίων ὁμιλία, ῥῆσις, ἀπὸ τοῦ ῥήσκειν, ὅ ἐστι λέγειν, ὅθεν καὶ ῥήτωρ ὠνόμασται βέλτιον δὲ τὴν ἐπὶ ῥητοῖς τισι συνθήκην ποιεῖν. | |
119(n) | σίαλος Ι 208 ... | |
1 | Ap. S. 141, 18: σιάλοιο· λιπαροῦ καὶ εὐτραφοῦς. ὁ δὲ Ἀπίων ἐτυμο‐ λογῶν τὴν λέξιν φησὶ σιάλους τοὺς μεγάλους σῦς, ἀπὸ τοῦ περὶ τοὺς ὀδόντας σιάλου. | |
120(n) | Σίντιες Α 594. θ 294 | |
1 | Ap. S. 141, 25: Σίντιες· φημὶ Ὅμηρος φαίνεται λέγων ἄνδρας τινὰς | |
ἐθνικῶς τὴν Λῆμνον οἰκοῦντας ... οὕτως δὲ καὶ Ἀρίσταρχος ἐδέξατο. ὁ δὲ Ἀπίων ἐπιφέρει· Σίντιες οἱ σινωταί, κακοῦργοι 〈ἀπὸ τοῦ σίνεσθαι〉· ὅθεν καὶ ὁ λέων σίντης λέγεται (Υ 165). τινὲς δὲ τοὺς ἐν Λήμνῳ κατοι‐ | 278 | |
5 | κοῦντας Σίντιας ἀπέδωκαν. φαίη δ’ ἄν τις τὸ μὲν λέων σίντης ἐπιθετικῶς παρὰ τὸ σίνεσθαι ... οἱ δὲ Σίντιες ψιλῶς λέγονται ἐθνικῶς, οὐχὶ πάντως ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἀλλ’ ὡς πολλὰ τῶν βαρβάρων ἐθνῶν, ἃ οὐ πάντως ἐτυμολογοῦμεν, ὡς οὐδὲ τοῦτο. | |
121(n) | σκῶλος πυρίκαυστος Ν 564; Σκῶλον Β 497 | |
1 | Ap. S. 143, 3: σκῶλος· σκόλοψ ... ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτω‐ μένη. ἔστι δὲ καὶ πόλις ἐν Βοιωτίᾳ· „Σχοῖνόν τε Σκῶλόν τε“ (Β 497). ὁ δὲ Ἀρίσταρχος ἀκάνθης τι γένος· ταύτας δ’ εἰώθασι πυρπολεῖν. ex Ap. S. (a) Schol. (*B) Ν 564: Ἀπίων δέ φησι τὸν σκῶλον πεπυρα‐ | |
5 | κτωμένην ῥάβδον, (b) EM. 719, 41: ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτωμένη. | 279 |
122(n) | Σμινθεῦ Α 39 | |
1 | Ap. S. 143, 9: Σμινθεῦ· ἐπίθετον Ἀπόλλωνος, κατὰ τὸν Ἀρίσταρχον ἀπὸ πόλεως Τρωϊκῆς Σμίνθης καλουμένης. ὁ δὲ Ἀπίων ἀπὸ τῶν μυῶν, οἳ σμίνθιοι καλοῦνται. καὶ ἐν Ῥόδῳ Σμίνθεια ἑορτή, ὅτι τῶν μυῶν ποτε λυμαινομένων τὸν καρπὸν τῶν ἀμπελώνων Ἀπόλλων καὶ Διόνυσος | |
5 | διέφθειραν τοῦς μύας. ἀλλ’ Ἀρίσταρχος ἀπρεπὲς ἡγεῖται ἀπὸ χαμαιπε‐ | |
τοῦς ζῴου τὸν θεὸν ἐπιθέτῳ κεκοσμῆσθαι ὑπὸ τοῦ ποιητοῦ. | 280 | |
123(n) | σμῶδιξ Β 267. Ψ 716 | |
1 | Ap. S. 143, 18: σμῶδιξ· μώλωψ· καί φασιν ἐτυμολογοῦντες ἔνιοι σμῶδιξ εἶναι διὰ τὸ τοὺς μώλωπας παρ’ ὅλον τὸ σῶμα διαδήλους εἶναι „πυκναὶ δὲ σμώδιγγεσ“ (Ψ 716). ὁ δὲ Ἀπίων οὕτως μεταφράζει· σμῶδιξ | |
τὸ ἀπὸ τῆς πληγῆς οἴδημα. | 281 | |
124(n) | σόλος Ψ 826. 839. 844 | |
1 | Ap. S. 143, 25: σόλος· Ἀπίων δίσκος σιδηροῦς | 282 |
125(n) | σπιλάδες γ 298. ε 401. 405 | |
1 | Ap. S. 144, 7: σπιλάδες· ὁ μὲν Ἀπίων αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὁ δὲ Ἡλιόδωρος αἱ παραθαλάσσιοι πέτραι καὶ πεπιλημέναι ὑπὸ τῶν κυμάτων. Σb (Ba. 368, 30) = Ph. = Su. ς 943: αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὡς | |
5 | Ἀπίων. Ἡλιόδωρος δὲ κτλ. | |
126(n) | στίβη ε 467. ρ 25 | |
1 | Cyr. (An. Par. IV, 191, 17): στίβη· δηλοῦται ὡς μὲν Ἀπίων ψῦχος, ὡς δὲ Ἡλιόδωρος πάχνη· Ἀπολλόδωρος (F GrHist 244 F 274) τὸ ἐξ | |
αἰθρίας ψῦχος. | 283 | |
127(n) | συμφερτή Ν 237 | |
1 | Ap. S. 146, 16: συμφερτή· ἐπὶ τοῦ στίχου τούτου „συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν“ (Ν 237) ὁ Κομανὸς γενόμενός φησιν „ἤτοι ἡ εἰς ταὐτὸ συνέλευσις· συμφέρεσθαι γὰρ τὸ εἰς ταὐτὸ συνέρχεσθαι λέγεται ... “ἡμεῖς δὲ συμπεριφορητή ... καὶ γὰρ ὁ Ἀρίσταρχος τὴν ὅλην διάνοιαν ἐξηγού‐ | |
5 | μενός φησι „σφόδρα καὶ κακῶν ἀνθρώπων εἰς ταὐτὸ συνελθόντων γίνε‐ ταί τις ἀρετή“. ὁ δὲ Ἀπίων σύμφορος, ἡ ἐκ πολλῶν συνισταμένη. | |
128(n) | συνέρρηκται θ 137 | |
1 | Ap. S. 146, 33: συνέρρηκται· συνέφθαρται, ἀπὸ τοῦ ἔρρειν· οὕτως Ἀπίων. βέλτιον δὲ μεταφορικῶς τὸ ἔρρηκται εἰρῆσθαι, ἐπεὶ πᾶν τὸ | |
ῥησσόμενον βλάπτεται πάντως. | 284 | |
129(n) | σφαραγεῦντο ι 390. 440 | |
1 | Ap. S. 147, 28: σφαραγεῦντο· ὁ μὲν Ἀπίων ἐψόφουν, ὁ δὲ Ἡλιόδω‐ ρος βέλτιον κατεπονοῦντο. | |
130(n) | σφάραγον Χ 328 | |
1 | Σb (Ba. 377, 21) = Ph. = Su. ς 1717: σφάραγον· ὁ Ἀπίων φάρυγ‐ | |
γα, ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου ψόφου. | 285 | |
131(n) | σφεδανόν Λ 165. Π 372. Φ 542 | |
1 | Ap. S. 147, 33: σφεδανόν· ὁ μὲν Ἀπίων σκληρόν. ἔστι δὲ μᾶλλον | |
ἐπιτεταμένον. | 286 | |
132(n) | σχέτλιος Β 112 ... | |
1 | Ap. S. 148, 1: σχέτλιος· ὁ μὲν Ἀπίων τάλας, ἀγνώμων, χαλεπός, ἀπὸ τοῦ σχέδην τλῆναι, ἢ ἀπὸ τοῦ ἐπισχετικὸς ἐν τῷ δηλοῦσθαι ὑπάρχειν. ῥητέον δὲ ὅτι ἐπὶ μὲν τοῦ „σχέτλιός εἰς Ὀδυσεῦ“ (μ 279) δυνατὸν ἀκούειν οὕτως, ὑπομονητικὸν καὶ σχετλιασμοῦ ἄξια πάσχοντα· ἐπὶ δὲ | |
5 | τοῦ Διὸς οὐ δυνατὸν οὕτως ἀκούειν, ἀλλὰ τὸν σχετλιασμοῦ ἄξια πράτ‐ τοντα. | |
133(n) | σῶκος Ψ 72 | |
1 | Ap. S. 148, 15: σῶκος· ἐπίθετον Ἑρμοῦ· καὶ ὁ μὲν Ἀπίων ἀποδίδωσι σῶκος 〈σάοικοσ〉 σωσίοικος, ἔνιοι δὲ σόωκος ὁ ὠκέως σοούμενος. βέλτιον δὲ τὸ πρότερον ... λέγεται καὶ δι’ ἄλλων „κρατὺς ἀργειφόντησ“ (Π 181) | |
διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ ἀπαγγέλλειν. σῶκον οὖν συνωνύμως τῷ κρατύς. | 287 | |
134(n) | τανύγλωσσοι ε 66 | |
1 | Ap. S. 149, 18: τανύγλωσσοι· ἐπὶ μὲν τῶν κορωνῶν φησι „τανύ‐ γλωσσοί τε κορῶναι“ (ε 66). κατὰ μέντοι τὸ προφαινόμενον, τεταμένας εἰς μέγεθος ἔχουσαι τὰς γλώσσας. ὁ δὲ Ἀπίων τεταμένην ἔχουσαι τὴν | |
φωνήν. ὁ δὲ Ἡλιόδωρος τὸ πρότερον. | 288 | |
135(n) | ταναύποδα ι 464 | |
1 | Ap. S. 150, 11: ταναύποδα· ὁ μὲν Ἀπίων ταναόποδα, ὁ δὲ Ἡλιό‐ δωρος προσεχέστερον τανύποδα, τεταμένοις ἐν τῇ πορείᾳ χρώμενα τοῖς ποσίν. | |
136(n) | ταφών Ι 193 ... | |
1 | Ap. S. 149, 32: ταφών· ἐκπλαγείς· ... τοῦτο δὲ ἐτυμολογῶν ὁ Ἀπίων | |
φησὶ ταφὼν θαμβήσας, κατὰ κοινωνίαν τοῦ θ πρὸς τὸ τ. | 289 | |
137(n) | ἐν τρητοῖσι ... λεχέεσσι Γ 448 ... | |
1 | Ap. S. 154, 16: τρητοῖσιν· Ἀπίων κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι. ὁ δὲ Ἡλιόδωρος εἰς ταὐτὸ τείνειν τοῖς εὖ τετρημένοις. | |
138(n) | τρίγληνα Ξ 183. ς 298 | |
1 | Ap. S. 154, 24: τρίγληνα· ὁ μὲν Ἡλιόδωρος τρίκορα εἶπε· γλήνη γὰρ ἡ κόρη τοῦ ὀφθαλμοῦ ... ὁ δὲ Ἀπίων βέλτιον πολύγληνα· γλήνη γὰρ ἡ κόρη, ὥστε εἶναι πολυθέατα, πολλῆς θέας ἄξια. τούτοις ἄν τις προσθείη ὅτι καὶ γλήνεα λέγεται τὰ θέας ἄξια, ὅτε φησὶ „κέδρινον ὑψόροφον, ὃς | |
5 | γλήνεα πολλὰ κεχάνδει“ (Ω 192). ex Ap. S. Σb (Ba. 389, 31) = Ph. = Su. τ 961: ὁ Ἀπίων πολύγληνα, τὰ θέας ἄξια e Σb Et. Gen. (AB) s. v. τρίγληνα· ... ὁ δὲ Ἀπίων πολύγληνα, τὰ θέας | |
ἄξια (Ἀππίων A) | 290 | |
139(n) | τρίποδας Ι 122 | |
1 | Ap. S. 154, 30: τρίποδας· ὁ μὲν Ἀπίων λέβητας ἀναθηματικούς, οὐχ ὑγιῶς δέ· δισσὸν γὰρ εἶδος τῶν τριπόδων, ἕτερον μὲν τῶν ἀναθηματικῶν, οὓς Δελφικοὺς λέγομεν διὰ τὸ πολλοὺς ἐν Δελφοῖς ἀνακεῖσθαι, ἕτερον δὲ τῶν καλουμένων ἐμπυριβητῶν, ἐν οἷς θερμαίνεται τὰ λουτρά. | |
140(n) | τῷ κε Β 373 ... | |
1 | Ap. S. 156, 13: τῷ κε· ἐπὶ τοῦ „τῷ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο“ (Β 373) βούλονται ἀκούειν „οὕτως 〈ἄν〉“. καὶ Ἀπίων παραγγέλλει. καὶ ἐπὶ τοῦ „τῷ κε λάχον κτερέων καί μευ κλέος ἦγον Ἀχαιοί“ (ε 311) ἀντὶ | |
τοῦ „οὕτως ἄν“. | 291 | |
141(n) | ὑπάτῃ Ψ 165. Ω 787 | |
1 | Ap. S. 157, 33: ὑπάτῃ· ὁ μὲν Ἀπίων „ἐν δὲ πυρὶ (lege πυρῇ) ὑπάτῃ“ (Ψ 165) ἀποδίδωσι πλουσίᾳ. ἄμεινον δὲ ἀνωτάτῃ, οἷον πρώτῃ· ὑποτί‐ θεται γὰρ τοὺς ἄλλους τοὺς συγκαιομένους τῷ Πατρόκλῳ περὶ τὰ ἔσχατα μέρη τῆς πυρᾶς καιομένους. | |
142(n) | ὑπεμνήμυκε Χ 491 | |
1 | Ap. S. 159, 3: ὑπεμνήμυκεν· ... ὁ Ἀρίσταρχος ἀποδίδωσιν ὑποκα‐ τανένευκε, ὅθεν Ἀπίων φησὶν ὑπομέμυκε καὶ κλαίει. ἐπιφέρει γὰρ „δεδά‐ κρυντο δὲ παρειαί“ (Χ 491). ἐκ δευτέρου δὲ ἀποδιδούς, ἵνα ᾖ ἀνάμνησιν | |
εἴληφεν. βέλτιον δὲ τὸ πρῶτον. | 292 | |
143(n) | ὑπὸ Νηίῳ α 186 | |
1 | Ap. S. 160, 11: ὑπονηίῳ· ὁ μὲν Ἀπίων ὡς ἐν τῇ Ἰθάκῃ λιμένος οὕτως καλουμένου. ὁ δὲ Ἡλιόδωρος ὡς δύο μέρη λόγου ὄντα μετείληφεν, ἵν’ ᾖ ὑπὸ τῷ νηίῳ· φησὶ γὰρ „νήιος τόπος ἔχων ξύλα ἢ δένδρα, ἐξ ὧν δεσμοῦσι τὰς ναῦς καθορμίζοντεσ“. | |
5 | ex Ap. S. Schol. Dion. Thrax 444, 29 Hilgard: ὁ γὰρ Ἀπίων ὡς τοῦ ἐν Ἰθάκῃ λιμένος ὑπονηίῳ καλουμένου συνθέτως ἀνέγνω· ὁ δὲ Ἡλιό‐ δωρος διαιρεῖ, ἵν’ ᾖ ὑπὸ τῷ νηίῳ. | |
144(n) | ὑποσταχύοιτο υ 212 | |
1 | Ap. S. 159, 27: ὑποσταχύοιτο· τῶν ἅπαξ εἰρημένων. ὁ μὲν οὖν | |
Ἀπίων ἀποδίδωσιν ὑπαύξοιτο, ὁ δὲ Ἡλιόδωρος ὑπογεννῷτο· „ὑπο‐ σταχύοιτο βοῶν γένος εὐρυμετώπων“ (υ 212). ὑγιῶς μὲν οὖν ἑκάτερος· εἴρηται γὰρ ἀπὸ τῶν σταχύων μεταφορικῶς. ὥσπερ οὖν ἐξ ἑνὸς σπέρματος | 293 | |
5 | εἶς πυθμὴν γίνεται, ἀφ’ οὗ πολλοὶ στάχυες, οὕτως ἀπὸ μιᾶς βοὸς πολλοὶ γίνονται. διόπερ ὁ μὲν εἰς τὸ ὑπαύξοιτο μετέφρασεν, ὁ δὲ ὑπογεννῷτο. | |
145(n) | φάλος Γ 362 ... | |
1 | Ap. S. 161, 13: φάλος· τὸ λάμπρυσμα τῆς περικεφαλαίας ... εἴρηται δὲ παρὰ τὸ φάος. ὁ δὲ Ἀπίων „φάλος ὁ λαμπρὸς καὶ λευκὸς τῆς περικε‐ φαλαίας ἧλοσ“. | |
146(n) | φηγός Ε 693 ... | |
1 | Ap. S. 162, 9: φηγός· ἡ δρῦς ... ὁ δὲ Ἀπίων ἐτυμολογῶν παρὰ τὸ φαγεῖν φαίνεται, ἐπεὶ πρὸ τῆς εὑρέσεως τῶν Δημητριακῶν καρπῶν ἐβα‐ | |
λανοφάγουν ... | 294 | |
147(n) | φῆρες Α 268. Β 743 | |
1 | Ap. S. 162, 17: φῆρες· οἱ Κένταυροι, Αἰολικῶς, ἀπὸ τοῦ θηριώδη τὴν φύσιν ἔχειν ἐν ὄρει ὄντες. οἱ δὲ Αἰολεῖς τὰ θηρία φηρία λέγουσιν ... Ἀπίων δὲ ἐτυμολογῶν ἀπὸ τοῦ †ὑφορᾶσθαι† ἐν τοῖς ὄρεσιν, ἢ ἀπὸ τοῦ φάσμα ἔχειν θηρίων. βέλτιον δὲ τὸ τῶν Αἰολέων ... | |
148(n) | φιλομμειδής Γ 424 ... | |
1 | Ap. S. 163, 13: φιλομειδής· ἐπίθετον Ἀφροδίτης, ἡ φιλοῦσα τὰ μειδιά‐ | |
ματα, ἐξ οὗ τὴν ἱλαρὰν σημαίνει. ὁ δὲ Ἀπίων φιλόγελως. | 295 | |
149(n) | (σ)φίν Α 73 | |
1 | Ap. S. 163, 15: φίν· εἰώθασιν ἀντὶ τοῦ σφίν ἀντωνυμικῶς χρῆσθαι τῇ φίν, ἀντὶ τοῦ αὐτοῖς ἢ αὐταῖς. οὐχ εὑρίσκεται δὲ παρ’ Ὁμήρῳ, ὡς Ἀπίων τέταχεν. | |
150(n) | φλοῖσβος Ε 322 ... | |
1 | Ap. S. 164, 4: φλέγμα· τὴν φλόγα. 〈...〉 ὁ δὲ Ἀπίων τὸν φλοῖσμον ταραχὴν λέγει. βέλτιον δὲ τὸ πρῶτον· κατὰ σύνθεσιν γὰρ πολυφλοί‐ | |
σβοιο, κατ’ ἰδίαν δὲ οὔ. | 296 | |
151(n) | φοινήεντα Μ 202 = Μ 220 | |
1 | Hsch. s. v. φοινήεντα· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φοίνιον, ἢ ἐρυθρὸν τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν. | |
152(n) | φυλίης ε 477 | |
1 | Ap. S. 165, 24: φυλίης· ὁ μὲν Ἡλιόδωρος γένος ἐλαίας, ὁ δὲ Ἀπίων ψιλῶς γένος δένδρου. λέγεται γὰρ ὅτι ἡ ἀνήμερος ἐλαία λεγομένη φυλία | |
λέγεται. | 297 | |
153(n) | φωριαμός Ω 228. ο 104 | |
1 | Ap. S. 165, 33: φωριαμοῖς· κιβωτοῖς. ὁ μὲν Ἀπίων ἐτυμολογῶν ἀπὸ τοῦ εἶναι ἐν αὐτοῖς τὰ φορήματα. ἔνιοι δὲ τὰς πρὸς τὴν ἀπὸ τῶν φωρῶν, τουτέστι κλεπτῶν, φυλακὴν κατεσκευασμένας. | |
154(n) | χαμαιευνάδες κ 243. ξ 15 | |
1 | Ap. S. 167, 6: χαμαιευνάδες· ἐπιθετικῶς αἱ σύες, ἀπὸ τοῦ παρακολου‐ θοῦντος, αἱ χαμαὶ εὐναζόμεναι· πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων τὸ πλεῖον ἵσταται. ὁ δὲ Ἀπίων, ὅτι βόθρους ὀρύσσουσιν. τοῦτο δὲ ποιοῦσι μέν, οὐ μὴν ἐκ τῆς λέξεως ἐμφαίνεται. | |
5 | Hsch. S. V. χαμαιευνάδες· ... Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι. | 298 |
155(n) | χαυλιόδοντα | |
1 | Ap. S. 167, 3: χαυλιόδοντα· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας. ὁ δὲ Ἀπίων γελοίως καυλιόδοντα, ἐκκεκαυληκότας ἔχοντα τοὺς ὀδόντας· ὅθεν καὶ αὐλός. | |
156(n) | χρυσάμπυκας Ε 358 ... | |
1 | Ap. S. 169, 4: χρυσάμπυκας· ὁ μὲν Ἀπίων χρυσοχαλίνους· βέλτιον δὲ χρυσοῦς δεσμοὺς ἔχοντας, παρὰ τὴν ἄμπυκα, ἥτις ἐστὶ τῶν τριχῶν | |
εἰς τὸ ἄνω σύλληψις. | 299 | |
157(n) | ὠμησταί Λ 454 ... | |
1 | Ap. S. 171, 1: ὨΜΗΣΤΑΙ· ὁ μὲν Ἀπίων προκέκρικε τὸ συνθέτως ἀκούειν, μεταπέπλακε δὲ οὕτως, ὠμοέσται, ὠμοφάγοι. δύναται δὲ καὶ παραγωγὸν εἶναι καὶ ὀξυτονεῖσθαι, παρὰ τὴν ὠμότητα· καὶ γὰρ ὁ χηρωστὴς παρὰ τὴν χηρείαν. | |
158(n) | ὥς Π 409 | |
1 | Schol. (T) Π 409: ὣς εἷλκ’ ἐκ δίφροιο· ἑτοίμως· οὕτως Ἀπίων. | 300 |