TLG 1152 003 :: APION :: Fragmenta de glossis Homericis APION Gramm. Fragmenta de glossis Homericis Citation: Volume — page — (line) | ||
74.209(1t) | Ἀπίωνος γλῶσσαι Ὁμηρικαί. | |
2 | Τὸ α βραχὺ καὶ ψιλὸν ἐν συνθέσει ηʹ σημαίνει· δηλοῖ γὰρ στέρησιν, ὡς ἐν τῷ ἀλήιος, ἄκικυς, ἀθάνατος. δηλοῖ δὲ καὶ τὸ ὁμοῦ, ὡς ἄκοιτις, ἄλοχος, ἀδελφός· ἶσον | |
---|---|---|
5 | γὰρ τῷ ὁμόκοιτις, ὁμόλεχος, ὁμόδελφος—δελφὺς γὰρ ἡ μή‐ | |
74.210 | τρα—. δηλοῖ δὲ καὶ τὸ πολύ, ὡς ἐν τῷ ἀχανές, ὅ ἐστι τὸ πολὺ κεχηνός, καὶ ἄξυλον, τὸ πολύξυλον (Λ 155). δηλοῖ δὲ καὶ τὸ ἶσον, οἷον „Διὶ μῆτιν ἀτάλαντον“ (Β 169) καὶ „ἀτά‐ λαντον Ἄρηι“ (Ε 576). δηλοῖ δὲ καὶ τὸ συνεχές, οἷον „ἀζη‐ | |
5 | χὲς μεμακυῖαι, ἀκούουσαι ὅπα ἀρνῶν“ (Δ 435). δηλοῖ δὲ καὶ τὸ δυσειδές, ὡς ἐν τῷ ἄκνημος, ἀσκελής. δηλοῖ καὶ τὸ κακόν, ὡς ἄφωνος, ἄστομος, ἀπρόσωπος. δηλοῖ δὲ καὶ ἐπίρρημα σχετλιαστικόν, οἷον „ἆ δειλώ“ (Ρ 443), ἶσον τῷ φεῦ ἄθλιοι. δασυνόμενον δὲ τρία· ἐπίρρημα ὁμοιώ‐ | |
10 | σεως· „ἅτε παρθένοσ“ (Χ 127), ὥσπερ παρθένος. καὶ κτητικὴν ἀντωνυμίαν· „τὰ ἃ δώματα“ (ξ 153), τὰ αὑτοῦ οἰκήματα. καὶ „ἅ τε“ (Λ 779), ἄρθρον ὑποτακτικόν. ἄατον δʹ· τὸ πολυβλαβές (Ξ 271). τὸ ἀβλαβές (χ 5). τὸ | |
βλαβερόν. καὶ τὸ ἀπλήρωτον (Ε 388). | ||
74.211 | ἀβληχρόν βʹ· τὸ ἀβίαστον. καὶ τὸ ἀσθενές (Ε 337). | |
3 | ἀγαθόν βʹ· τὸν σπουδαῖον. καὶ κύριον ὄνομα. ἀγανόν βʹ· τὸ προσηνές (Β 164). καὶ τὸ ἀβίαστον. | |
6 | ἀγαπήνωρ βʹ· ὁ ἀγαπῶν τὴν ἀνδρείαν (Θ 114). καὶ ὄνομα κύριον (Β 609). ἀγάσασθαι γʹ· θαυμάζειν (Γ 181). φθονεῖν (δ 181). μισεῖν (β 67). | |
10 | ἀγαυόν εʹ· τὸ λαμπρόν (Δ 534). καὶ τὸ θαυμαστόν (Γ 268). καὶ τὸ δεινόν (s. o 229). καὶ τὸ μεγαλόφωνον (s. Γ 268). καὶ ἔθνος (Ν 5). ἀγγελίην δʹ· τὴν ἀγγελίαν (Η 416). τὸν ἄγγελον (Δ 384). τὸν πρεσβευτήν (Γ 206). καὶ τὴν ἀπόκρισιν. | |
15 | ἀγέρωχον βʹ· ἔντιμον (Γ 36). καὶ προύνεικον. | |
17 | ἄγη βʹ· κατεάγη (Γ 367). καὶ κατεπλάγη (Π 801). | |
19 | Ἀγήνωρ γʹ· ὄνομα κύριον (Δ 467). καὶ τὸν ἀνδρεῖον | |
20 | (Ι 398). καὶ τὸν αὐθάδη (Β 276). καὶ ὑπερήφανον (β 103). | |
22 | ἀγκλῖναι βʹ· τὸ ἀνακλῖναι (Δ 113). καὶ τὸ ἀνοῖξαι (χ 156). | |
ἀγλαόν γʹ· διαυγές (Β 307). μέγα. λαμπρόν (Β 307). | ||
74.212 | ἀγορεύειν βʹ· τὸ ἐπ’ ἐκκλησίας λέγειν. ἀγορή εʹ· τὸν τόπον τῆς ἐκκλησίας. καὶ τὸ πλῆθος. καὶ τὴν βουλήν (Σ 274). καὶ τὴν δύναμιν. καὶ τὴν δημηγορίαν (Β 370). καὶ τοὺς τόπους τῶν ὠνίων (Λ 807), οἷον τὰς ἀγοράς. | |
6 | ἄγουσα βʹ· τὸ φέρουσα (Η 467). καὶ τὸ σύνηθες (Ζ 87). | |
8 | ἀγχίαλον βʹ· τὸ παράλιον. καὶ κύριον ὄνομα (Ε 609). | |
10 | ἀγχίμολον βʹ· τὸ σύνεγγυς (Ω 352). καὶ τὸ μετ’ ὀλί‐ γον (ρ 336). ἀγών γʹ· τὴν σπουδήν. καὶ τὸν τόπον (Ψ 273). καὶ τὸ ἄθροισμα (Ω 1). ἀδινόν εʹ· τὸ ἀθρόον· „ἠύτε ἔθνεα εἶσι μελισσάων ἀδι‐ | |
15 | νάων“ (Β 87). καὶ τὸ οἰκτρόν· „ἀδινὸν στοναχῆσαι“ (Σ 124). καὶ τὸ ἡδέων· „Σειρήνων ἀδινάων“ (ψ 326). καὶ τὸ πυκνὸν καὶ ἰσχνόν· „ἀμφ’ ἀδινὸν κῆρ“ (Π 481). καὶ τὸ ἠρέμα· „ἀδινῶς ἀνενείκατο φώνησέν τε“ (Τ 314). ἀεθλεύειν βʹ· τὸ ἀγωνίζεσθαι (Δ 389). καὶ τὸ ταλαιπω‐ | |
20 | ρεῖν (Ω 734). ἀεί γʹ· τὸ διὰ παντός (Α 52). καὶ τὸ κατ’ ἐνιαυτόν. καὶ | |
τὸ κατά τινα χρόνον συνεχῶς (Ψ 502). | ||
74.213 | ἀεικέλιον βʹ· εὐτελές (Ξ 84). καὶ σκληρόν. | |
3 | ἀεικές βʹ· τὸ δεινόν (Τ 124). καὶ τὸ εὐτελές. | |
5 | ἀεῖραι δʹ· κουφίσαι (λ 423). μετεωρίσαι. βαστάσαι (Ψ 724). καὶ ἀπελάσαι. ἅζεσθαι δʹ· ἐντρέπεσθαι (Ξ 261). σέβεσθαι (Α 21). τὸ μὴ φροντίζειν. ψιλῶς σημαίνει καὶ τὸ ξηραίνεσθαι (Δ 487). | |
10 | ἀήρ γʹ· τὸ σύνηθες. καὶ τὸ σκότος (Θ 50). καὶ ὀμίχλην. | |
12 | αἵ γʹ· ἄρθρον προτακτικόν. καὶ ὑποτακτικόν. καὶ ἀντωνυ‐ μία. Αἶαν γʹ· ὄνομα πηγῆς (Β 850), καὶ ἥρωος (Η 234). καὶ | |
15 | τὴν γῆν (Θ 1). αἰδεῖσθαι γʹ· ἐντρέπεσθαι (Α 23). καὶ ἐπιδέχεσθαι μετ’ αἰδοῦς. ἀίδηλον γʹ· τὸ ἀδηλοποιόν (Β 455). καὶ τὸ ἄξιον. καὶ | |
τὸ ἄδηλον γενέσθαι. | ||
74.214 | αἰεί s. ἀεί. ἀίειν γʹ· ἀκούειν (Κ 160). αἰσθάνεσθαι (Κ 160). καὶ γινώσκειν. αἴθοπα δʹ· τὸν θερμόν. τὸν λαμπρόν (Δ 495). τὸν πυρ‐ | |
5 | ρόν. καὶ τὸν μέλανα (Α 462). αἷμα βʹ· τὸ γένος (Ζ 211). καὶ τὸ σύνηθες (Ε 289). | |
8 | αἰνεῖν βʹ· ἐπαινεῖν (Γ 461). καὶ συγκατατίθεσθαι (Θ 9). | |
10 | αἶνος δʹ· ἔπαινον (Ψ 652). γνώμην (ξ 508). παροιμίαν. καὶ πόλιν (Δ 520). αἴνυσθαι βʹ· τὸ αἴρεσθαι. καὶ συναθροίζειν. | |
14 | αἰνῶς γʹ· τὸ δεινῶς (δ 597). τὸ ἄκρως. τὸ οἰκτρῶς. | |
16 | αἰόλον γʹ· τὸ ποικίλον (Μ 167). καὶ τὸ πολυκίνητον. καὶ τὸ κύριον (κ 2). αἰπύ γʹ· τὸ ὑψηλόν (Β 603). καὶ τὸ δεινόν. καὶ τὸ δύ‐ σαντες. | |
20 | αἱρήσειν βʹ· λήψεσθαι. ἢ πορθήσειν (Β 37). | |
22 | αἶσαν δʹ· τὴν εἱμαρμένην (θ 511). καὶ τὸ καθῆκον | |
74.215 | (Ρ 716). καὶ τὴν μοῖραν (Α 416). καὶ τὴν γνώμην (s. Ι 608). | |
3 | αἰχμή βʹ· τὴν ἐπιδορατίδα (Η 259). καὶ τὴν μάχην. | |
5 | αἰχμητής βʹ· ὁ γενναῖος. καὶ ὁ μαχητής. αἰών γʹ· ὁ μυελός (Τ 27). ἡ ζωή (Χ 58). καὶ τὸ σύν‐ ηθες. ἀκαχμένον· ἐστομωμένον (Ο 482). καὶ ὀξυνόμενον (Ρ 412). | |
10 | ἀκέων βʹ· ἡσύχως (Α 34). καὶ ἡσυχάζων. οἶμαι ἀκέων καὶ ὁ λυπούμενος. ἀκήριος βʹ· ἀψυχοποιός (Ε 812). ἢ ἄνευ θανατηφόρου μοίρας (s. μ 98). ἀκιδνότερον γʹ· τὸ ἀσθενέστερον (ς 130). τὸ εὐτε‐ | |
15 | λέστερον (ε 217). καὶ τὸ εὐμορφότερον. ἄκμηνος βʹ· τὸ ἀκμαῖος (s. ψ 191). καὶ τὸ ἄγευστος (Τ 163). ἄκμονα βʹ· τὸ σύνηθες (Σ 476). καὶ τὸ βάρος ἁπλῶς (Ο 19). | |
20 | ἀκουάζεσθαι βʹ· τὸ ἀκούειν (Δ 343). καὶ τὸ αἰσ‐ θάνεσθαι (ν 9). ἀκτή βʹ· τὸ κάταγμα τοῦ ἀλφίτου (s. Λ 631). καὶ ὁ αἰγιαλός (Β 395). | |
ἀλαπάξαι βʹ· τὸ ἐκπορθῆσαι, ὡς „Ἰλίου ἐξαλάπαξε | ||
74.216 | πόλιν“ (Ε 642). ἢ ἐκκενῶσαι, ὡς „νέων δ’ ἀλάπαξε φάλαγγασ“ (Λ 503). ἀλέην βʹ· θερμασίαν (ρ 23). καὶ ἔγκλισιν. | |
5 | ἀλεῖψαι βʹ· τό τε χρῖσαι ἐλαίῳ (Σ 350). καὶ τὸ πηλῷ καὶ κηρῷ (s. μ 200). ἅλιος γʹ· τὸ θαλάσσιον (δ 349). καὶ τὸ μάταιον (Κ 324). καὶ τὸ κύριον ὄνομα (Ε 678). ἀλιτεύειν βʹ· πλανᾶσθαι. ἢ ἀπαιτεῖν. | |
10 | ἀλκήν γʹ· δύναμιν (Γ 45). μάχην (Ε 718). βοήθειαν. | |
12 | ἀλοιφή βʹ· τό τε ἐλαίου (ς 179). καὶ πιμελῆς (s. Ι 208). ἢ κηροῦ (s. μ 47). ἁλός βʹ· τὸ τοῦ ἐσθιομένου ὄνομα, ὡς „πάσσε δ’ ἁλὸς | |
15 | θείοιο“ (Ι 214). καὶ τῆς θαλάσσης, ὡς „ἀνέδυ πολιῆς ἁλὸς ἠύτ’ ὀμίχλη“ (Α 359). ἄλσος βʹ· δασυνόμενον μὲν τὸν σύνδενδρον τόπον (Β 506). ψιλούμενον δὲ τὸ ἱερόν (s. ζ 321 f.). ἆλτο βʹ· ἥλατο (Γ 29). καὶ ὥρμησεν. | |
20 | ἀλύων βʹ· ὀδυνώμενος (s. Ω 12). καὶ ὁ γαυριῶν (ς 333). | |
74.217 | ἀλωή γʹ σημαίνει· ἢ τὴν ἅλω, ὡς „ἱερὰς κατ’ ἀλωάσ“ (Ε 499). ἢ τὴν ἀμπελόφυτον καὶ δενδροφόρον γῆν, ὡς „οὐδ’ ἄρα ἕρκεα ἴσχει ἀλωάων“ (Ε 90). ἢ τὸ σιτοφόρον χωρίον, ὡς ἐν τῷ „ὃς κακὰ πόλλ’ ἕρδεσκεν ἔθων Οἰνῆος ἀλωήν“ (Ι 540). | |
6 | ἀμαιμάκετον βʹ· τὸ μέγα. καὶ τὸ ἀκαταγώνιστον (ξ 311). ἀμβροσία σημαίνει εʹ· τὸ θεῖον βρῶμα. καὶ τὸ βρῶμα ἁπλῶς (s. Ε 777). καὶ τὸ ἡδύ. καὶ τὸ εὔοσμον (s. Ξ 170). καὶ | |
10 | τὴν θείαν (Β 57). ἀμέγαρτον βʹ· τὸ εὐτελές (ρ 219). καὶ τὸ ἄφθονον (Β 420). ἀμειβόμενος γʹ σημαίνει· τὸ ἀποκρινόμενος τῷ λόγῳ· „τὸν δ’ ἀπαμειβόμενος προσέφη“ (Α 84). καὶ τὸ κατὰ μέρος τι | |
15 | ποιεῖν· „οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον“ (Ι 471). καὶ τὸ ἐναλ‐ λάσσειν· „ὃς πρὸς Τυδείδην Διομήδεα τεύχε’ ἄμειβε“ (Ζ 235). | |
18 | ἀμήχανος δʹ· τὸ κακομήχανος· „ἦ μάλα δὴ κακότεχνος, ἀμήχανε, σὸς δόλος, Ἥρη“ (Ο 14). καὶ τὸ ἀπροσμήχανος· „σὺ | |
20 | δ’ ἀμήχανος ἔπλευ, Ἀχιλλεῦ“ (Π 29) καὶ „σὺ δ’ ἀμήχανός ἐσσι, | |
74.218 | γεραιέ“ (Κ 167). καὶ τὸ ἄπορος, οἷον „ἤτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι“ (τ 560). καὶ τὸ δεινὸν καὶ χαλεπόν· „ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο“ (Θ 130). ἄμμορον· τὸ κακόμορον (Ζ 408). ἢ τὴν ἄμοιρον (Σ 489). | |
6 | ἀμύνειν βʹ· τὸ βοηθεῖν, ὡς „γαμβρῷ ἀμυνέμεναι“ (Ν 464). καὶ τὸ ἀπείργειν καὶ ἀποτρίβεσθαι, ὡς „αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει“ (Δ 11). ἀμφί εʹ σημαίνει· τὴν περί, ὡς τὸ „ἀμφ’ ἀγαθὸν θερά‐ | |
10 | ποντα“ (Π 165). τίθεται καὶ ἀντὶ τῆς ἐν· „ἀμφὶ πυρὶ στῆσαι τρίποδα“ (Σ 344)· αὐτὸς γὰρ ὁμοίως εἰς τὴν ἐν αὐτὴν μετέβαλεν εἰπὼν „οἱ δὲ λοετροχόον τρίποδ’ ἵστασαν ἐν πυρὶ κηλέῳ“ (Σ 346). τίθεται καὶ ἀντὶ τῆς ἐπί, ὡς ἐν τῷ „Κασάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις ἀμφ’ ἐμοί“ (λ 421). σημαίνει δὲ καὶ | |
15 | δύο, ὡς „ἀμφίθυμον“, „ἀμφίτομον“. τίθεται καὶ ἐκ παραλλήλου, ὡς „ἀμφὶ [περὶ] κρήνην ἱεροὺς κατὰ βωμούσ“ (Β 305). ἀμφίς ςʹ σημαίνει· τὸ χωρίς, ὡς τὸ „οὐ γὰρ ἔτ’ ἀμφὶς Ὀλύμπια δώματ’ ἔχοντεσ“ (Β 13). καὶ τὴν περί, ὡς „ἀμφ’ ἀγα‐ θὸν θεράποντα ποδώκεος Αἰακίδαο“ (Π 165). καὶ τὸ ἐξ ἑκατέ‐ | |
20 | ρου, οἷον „αἱ δ’ οἶαι Διὸς ἀμφίσ“ (Θ 444). καὶ τὸ ἐκτός, ὡς „ἀμφὶς ὁδοῦ δραμέτην“ (Ψ 393). καὶ τὸ ἀμφότεροι, ὡς „ἀμφὶς | |
ἀριζήλω“ (Σ 519). καὶ τὸ διχογνωμονεῖν, ὡς τὸ „τὼ δ’ ἀμφὶς | ||
74.219 | φρονέοντε δύω Κρόνου υἷε κραταιώ“ (Ν 345). ἀμφότερον βʹ σημαίνει· κατὰ διττὸν πρόσωπον, ὡς „ἀμφότερον, βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητήσ“ (Γ 179). καὶ ὄνομα κύριον· „αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφότερον καὶ | |
5 | Ἐπάλτην“ (Π 415). ἀμφοτέρω βʹ σημαίνει· ἀμφότεροι (Θ 115). καὶ ἀμφοτέ‐ ρους (Ε 156). ἄμφω· ἀμφοτέρους, καὶ ἀμφότεροι· „ἄμφω ὁμῶς θυμῷ“ (Α 196), καὶ „ἄμφω δ’ ἑζομένων“ (Γ 211). | |
10 | ἀνά ὀξυνομένη πρόθεσις τοπικὴν ἔχει ἔννοιαν, ὡς ἐν τῷ „τόνδε μάλ’ αἶψα νόησε μάχην ἀνὰ κυδιάνειραν“ (Ρ 116 + Ξ 154 f.). προσερχομένη δὲ τοῖς ῥήμασιν ἢ τὴν ἄνω σχέσιν σημαί‐ νει, ὡς ἐν τῷ „ἀνῆλθεσ“ καὶ „ἀνώρμησεν“, ἢ τὸ ἐξ ὑστέρου, ὡς τὸ „ἀνέλαβεν“, „ἀνοικοδόμησεν“. βαρυνομένη δὲ σημαίνει τὸ | |
15 | ἀνάστηθι, οἷον „ἀλλ’ ἄνα, εἰ μέμονάς γε καὶ ὀψέ περ υἷας Ἀχαιῶν“ (Ι 247), καὶ τὸ ὦ βασιλεῦ. ... ἴσην τῇ ἐπί ἢ τῇ κατά ἢ τῇ σύν ἢ τῇ παρά. οἷον „Ζεῦ ἄνα, δὸς τίσασθαι“ (Γ 351). καὶ ἐν τῷ „χρυσέῳ ἀνὰ σκήπτρῳ“ (Α 15) ἴσην τῇ σύν, ἐν δὲ | |
τῷ (παρ) „νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀν’ αὐτάσ“ (Ν 110) | ||
74.220 | τῇ παρά, ἐν δὲ τῷ „ὤχθησαν δ’ ἀνὰ δῶμα“ (Α 570) τῇ κατά, καὶ τοῖς ὁμοίοις. ἄναξ βʹ σημαίνει· τὸ βασιλεύς, ὡς „ἄναξ ἀνδρῶν Ἀγα‐ μέμνων“ (Α 172). καὶ τὸ δεσπότης, οἷον „αὐτὰρ ἐγὼν οἴκοιο | |
5 | ἄναξ ἔσομαι“ (α 397). ἀναστῆσαι βʹ· τὸ ἀναζῆν ποιῆσαι (s. Ω 551). καὶ τὸ ἀναστῆσαι (Κ 32). ἄνευθεν βʹ· ἢ τὸ πόρρωθεν (Β 64). ἢ τὸ χωρίς (Β 27). —s. ἀπάνευθεν. | |
10 | ἀνήρ σημαίνει εʹ· τὸν ἀνδρεῖον, ὡς „ἄνδρά μοι ἔννεπε, Μοῦσα“ (α 1) καὶ „ἀνέρες ἔστε, φίλοι“ (Θ 174). καὶ τὸν γεγα‐ μηκότα, οἷον „ἀνὴρ ἠδὲ γυνή“ (ζ 184). καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα· „καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χερείω“ (ξ 176). καὶ τὸν ἄνθρωπον κοινῶς· „Αἰθίοπας, τοὶ διχθὰ δεδαία‐ | |
15 | ται, ἔσχατοι ἀνδρῶν“ (α 23). καὶ τὸν ἄρρενα· „ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκεσ“ (Η 139). ἀνίειν εʹ· τὸ ἀναπείθειν. τὸ ἐκ δεσμῶν λύειν. τὸ γυμ‐ νοῦν. τὸ ἐκδέρειν. καὶ τὸ παρορμᾶν. „ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα“ (Ε 422), ἀντὶ τοῦ ἀναπείθουσα. „ὣς εἰπὼν | |
20 | δεσμὸν ἀνίει μένος Ἡφαίστοιο“ (θ 359), ἀντὶ τοῦ ἀπέλυσεν. | |
74.221 | „κόλπον ἀνιεμένη“ (Χ 80), ἀντὶ τοῦ γυμνοῦσα. „αἶγας ἀνιεμένουσ“ (β 300), ἀντὶ τοῦ ἐκδέροντας. „μαργαίνειν ἀνέηκεν“ (Ε 882), ἀντὶ τοῦ παρώρμησε. τινὲς δὲ καὶ ἀντὶ τοῦ ἐπιτρέπειν· „ἀλλ’ ἀνίεις, ἐπεὶ σύγ’ ἐμείναο παῖδ’ ἀίδηλον“ (Ε 880). | |
5 | ἀντί γʹ· κυρίως τὴν πρόθεσιν. καὶ τὸ ἶσον. καὶ τὸ ἐναν‐ τίον. τὴν μὲν πρόθεσιν· „σοὶ [δὲ θεοὶ] τῶνδ’ ἀντὶ χάριν μενο‐ εικέα δοῖεν“ (Ψ 650). τὸ δὲ ἶσον, ὡς „ἀντίθεόν [τ’] Αἴαντα“ (Κ 112). τὸ δὲ ἐναντίον, ὡς „Ἀμαζόνας ἀντιανείρασ“ (Ζ 186), καὶ „ἀντίθεον Πολύφημον“ (α 70)· τὸ γὰρ ἐναντίον τοῖς θεοῖς. | |
11 | ἀντιάζειν βʹ· τὸ μεταλαμβάνειν (Α 67). ἢ τὸ ὑπαντᾶν (Ζ 17). ἀντιβολῆσαι βʹ· ὑπαντῆσαι (Η 114). καὶ εἰς μάχην συνελθεῖν (s. Δ 342). | |
15 | ἀντικρύ εʹ· τὸ κατευθύ. ἢ ἐξ ἐναντίας (Θ 301). ἢ τα‐ χέως. ἢ ὁλοσχερῶς. ἢ τὸ διαμπάξ (Δ 481). ἄντυξ δʹ· τῆς ἀσπίδος ἡ περιφέρεια. ἡ τοῦ ἅρματος περι‐ φερὴς ῥάβδος, ἀφ’ ἧς δέουσι τὰς ἡνίας. καὶ ἡ ὄπισθεν. καὶ τὸ σημεῖον τῆς ἀσπίδος ἔξωθεν περικείμενον, ὃ λέγεται ἴτυς. „ἄντυξ, | |
20 | ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσησ“ (Ζ 118). „ἐξ ἄντυγος | |
74.222 | ἡνία τείνασ“ (Ε 262), δηλονότι ἐκ τῆς ἔμπροσθεν περιφερείας. „δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσιν“ (Ε 728), τὰς ὀπίσω λέγει. | |
4 | ἄξιος βʹ· τὸ σύνηθες (Ξ 472). καὶ ὄνομα ποταμοῦ (Β 849). | |
6 | ἀοιδήν γʹ· ᾠδήν (Β 595). πλατεῖαν. καὶ φήμην. | |
8 | ἀοιδός δʹ σημαίνει· τὸν θρηνῳδόν (Ω 720). τὸν κιθαρῳ‐ δόν. τὸν ποιτήν. τὸν ᾠδόν. | |
10 | ἀπάλαμνος βʹ· ἄπειρος (Ε 597). ἢ ἀμήχανος. | |
12 | ἀπάνευθεν βʹ· ἄπωθεν καὶ χωρίς, ὡς καὶ τὸ ἄνευθεν (w. s.). „ἕζετ’ ἔπειτ’ ἀπάνευθε νεῶν“ (Α 48), ἤγουν ἄπωθεν, [καὶ] „πολλὸν γάρ ῥ’ ἀπάνευθε μάχης εἰρύατο νῆεσ“ (Ξ 30). | |
15 | τὸ δὲ „μὴ ἐμέο ἀπάνευθεν τιθειόμεναι“, χωρίς. | |
17 | ἀπειλῆσαι δʹ· τὸ ὀργίλως ἐπαγγέλλεσθαι (Α 388). τὸ καυχᾶσθαι (Θ 150). τὸ ὑποδέχεσθαι. τὸ δεητικῶς εὔχεσθαι (Ψ 872). | |
20 | ἄρα ὁ σύνδεσμος βʹ· συνήθως, καὶ ἀντὶ τοῦ δή. συνήθως | |
74.223 | μὲν „οὐκ ἄρα σοίγε πατήρ τε φίλοσ“ (Π 33 + Ζ 471). καὶ ἀντὶ τοῦ δή· „ἔνθεν ἄρ’ οἰνίζοντο καρηκομόωντες Ἀχαιοί“ (Η 472). | |
4 | ἀρά δʹ· εὐχήν (Ο 598). κατάραν. βλάβην (Μ 334). δέησιν. | |
6 | ἁραιαί γʹ· ἀσθενεῖς (Σ 411). λεπταί (Π 161). στεναί (κ 90). | |
8 | ἀργαλέον γʹ· τὸ δεινόν (Δ 471). τὸ χαλεπόν (Σ 119). καὶ τὸ δυνατόν. | |
10 | ἀργύρεον δʹ· τὴν ὕλην. καὶ τὸν καλόν. καὶ τὸ λευκόν. καὶ τὸ διαυγὲς καὶ καθαρόν. τὴν μὲν ὕλην· „ἀργύρεον, χρυσέ‐ οισιν ἀορτήρεσσιν ἀρηρόσ“ (Λ 31). τὸν καλόν· „κλῦθί μευ, ἀργυ‐ ρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκασ“ (Α 37). τὸ λευκόν· „ἀργυρόπεζα Θέτις, θυγάτηρ“ (Α 538). τὸ δὲ καθαρὸν καὶ διαυγές· „ποτα‐ | |
15 | μὸς ἀργυροδίνησ“. ἀρετή βʹ· ποτὲ μὲν γενικῶς τὴν ἐπαινετὴν ἕξιν. ποτὲ δὲ ὑπομονὴν τοῦ πολέμου (s. Ν 275. 277). Ἄρης ζʹ· τὸν δαίμονα. τὸν πόλεμον. τὸν σίδηρον. τὴν εἰς τὸν πόλεμον ὁρμήν. τὸ τραῦμα. τὸ ἐν τῇ ψυχῇ πολεμικὸν κατά‐ | |
20 | στημα. καὶ τὸν θάνατον. ἐπὶ μὲν τοῦ δαί‐ | |
μονος· „Ἆρες Ἄρες βροτολοιγέ“ (Ε 31). ἐπὶ δὲ τοῦ πολέμου· | ||
74.224 | „θεράποντες Ἄρηοσ“ (Β 110). ἐπὶ τοῦ σιδήρου· „ἔνθα μάλιστ’ ἀφίει μένος ὄβριμος Ἄρησ“ (Π 613). ἡ εἰς τὸν πόλεμον ὁρμή· „δῦ δέ μιν Ἄρης [δεινὸς Ἐνυάλιος], πλῆσθεν δ’ ἄρα οἱ φρένες ἐντόσ“ (Ρ 210). τὸ τραῦμα· „ἔνθα μάλιστα γίνετ’ Ἄρης ἀλε‐ | |
5 | γεινόσ“ (Ν 568) ... καὶ ἐπὶ τὸν θάνατον· „γνωστὸν ἐνὶ μεγά‐ ροισιν Ἄρεως ἀλκτῆρα γενέσθαι“ (Ξ 485). ἅρμα δʹ· τὸ ὄχημα τῶν ἵππων. καὶ τὸ συναμφότερον, τὸ ὄχημα δηλονότι καὶ τοὺς ἵππους. καὶ πόλιν Βοιωτίας (Β 499). καὶ τόπον ἐν Ἀθήναις. | |
10 | ἄρνυσθαι γʹ· λαβεῖν. τιμωρεῖσθαι. καὶ ἀντικαταλλάσσεσ‐ θαι (Α 159). ἀρτύειν γʹ· τὸ σκευάζειν (Σ 379). τὸ ἐπιβουλεύειν. καὶ τὸ τελειοῦν. ἆσαι σημαίνει βʹ· τὸ βλάψαι· „ἆσέ με δαίμονος αἶσα κακὴ | |
15 | καὶ ἀθέσφατος οἶνοσ“ (λ 61). καὶ τὸ πληρῶσαι· | |
74.225 | „ὄψου [τ’] ἄσαιμι προταμὼν καὶ οἶνον ἐπισχών“ (Ι 489). τινὲς δὲ καὶ τὸ ἅψασθαι, ὡς „λιλαιόμενα χροὸς ἆσαι“ (Λ 574). ἀστερόεις βʹ· ὁ ἀστέρας ἔχων (Δ 44). καὶ ὁ λαμπρός. | |
5 | ἀστράγαλος γʹ· τὸ ἐν τῷ σφυρῷ (s. Ξ 466). καὶ τὸν σφόνδυλον ἁπλῶς (λ 65). καὶ τὸν παιστι‐ κὸν βῶλον (Ψ 88). Ἄτη βʹ· τὴν δαίμονα· „ἡ δ’ Ἄτη σθεναρή τε καὶ ἀρτί‐ ποσ“ (Ι 505). καὶ τὴν βλάβην· „Ζεύς με μέγα Κρονίδης ἄτῃ | |
10 | ἐνέδησε βαρείῃ“ (Β 111). ἀτρεκές γʹ· τὸ μόνον (π 245). τὸ πολύ. καὶ τὸ ἀληθές (Ε 208). αὐλήν γʹ· τὸν σταθμὸν τῶν προβάτων. καὶ τὴν οἰκίαν. καὶ τὸ σπήλαιον. | |
15 | αὖλιν βʹ· ἤτοι κοίτην (χ 470). ἢ ἔπαυλιν. ἀυτή βʹ· τὴν μάχην (Λ 802). καὶ τὴν βοήν (Β 153). | |
18 | αὐτός δʹ· συνήθως τὴν ἐπὶ τοῦ γʹ προσώπου ἀντωνυμίαν .... | |
20 | αὕτως εʹ· τὸ ματαίως (Β 342). καὶ τὸ κενῶς (Σ 584). | |
74.226 | καὶ τὸ ὁμοίως (Γ 339). καὶ τὸ προῖκα καὶ δωρεάν. καὶ τὸ ἄνευ προφάσεως. ἄφαρ γʹ· εὐθέως (Α 594). καὶ ταχέως (Α 349). καὶ ῥᾳδίως (Λ 418). | |
5 | ἀφνειός βʹ· ὁ πλούσιος (Ε 9). καὶ ὁ ἐκ τῆς Ἀφνείτιδος λίμνης (Β 825). Ἀφροδίτη βʹ· τὴν δαίμονα (θ 267). καὶ τὴν συνουσίαν (χ 444). ἄχναι βʹ· τὸ λεπτὸν τοῦ ἀχύρου (Ε 499). καὶ τὸν ἀφρόν | |
10 | (Δ 426). ἀχρεῖον βʹ· τὸ διαστρέψαι τὴν ὄψιν (Β 269). καὶ τὸ μὴ ἑκούσιον (s. ς 163). ἄψ βʹ· εἰς τοὐπίσω (Ζ 467). καὶ πάλιν (Α 60). βάλλειν δʹ· τὸ ἀφεῖναι. καὶ τὸ ἐπιτυχεῖν (Π 618). | |
15 | καὶ κατ’ ἔλλειψιν οἱασοῦν προθέσεως καὶ τὸ καταβαλεῖν (Θ 156), καὶ τὸ παραβαλεῖν. βείομαι· βιώσομαι (Ο 194. Χ 431). ἐπιστρέψομαι. βέλος ζʹ σημαίνει· τὸ ἐκ βολῆς τραῦμα (Θ 513). τὸ πᾶν ἐκ χειρὸς ἀφιέμενον. τὴν ὀδύνην (Λ 269). τὴν ἀκίδα. τὸ τοξικὸν | |
20 | βέλος. τὴν τοῦ ποδὸς χηλήν. καὶ | |
τὴν βολήν. | ||
74.227 | βῆσσαι γʹ· οἱ βάσιμοι τόποι (Γ 34). καὶ οἱ κοῖλοι. καὶ ὄνομα πόλεως (Β 532). βίος γʹ· ζωή. οὐσία. ὕπαρξις. βιός δὲ τὸ τόξον (Α 49). | |
5 | βοάγριον βʹ· ἀσπίδα (π 296) ἐξ ὠμοβύρσου (s. Μ 22). καὶ ποταμόν (Β 533). βοή· φωνή. καὶ ἡ μάχη (Β 567). βολή βʹ· ἄφεσις. καὶ λαμπηδών (s. δ 150). βουληφόρος βʹ· βασιλεύς (Β 24). ἢ ἡγεμών. | |
11 | βράχε βʹ· ἤχησε (Μ 396). καὶ ἐκραύγασε. s. ἔβραχεν. βρότος βʹ· τὸ αἷμα ἐκ πολέμου. καὶ τὸ ἅμα κόνει γινό‐ μενον (s. Η 425). | |
15 | βροτός βʹ· ἄνθρωπος (Α 272). καὶ φθαρτός (Ε 604). | |
17 | βωμός βʹ· τὴν βάσιν ἁπλῶς (Θ 441). καὶ τὸν ἐφ’ ᾧ θυσιάζομεν. γαστήρ βʹ· ὅλον τὸ κύτος. καὶ τὰ ἔντερα. | |
20 | γενεή γʹ· γένος (Ζ 146). ἡλικία (Ξ 112). καὶ εὐγένεια (Λ 786). γέροντες δʹ· ἔντιμοι (Β 404). προβεβηκότες. ἔμπειροι. καὶ δημηγόροι. γέφυρα βʹ· ἡ διάβασις (Ε 88). καὶ τὰ ἔσχατα τοῦ πο‐ | |
25 | λέμου (s. Δ 371). Δ 127. | |
74.228 | γλαφυρή γʹ· βαθεῖα (Β 516) ἢ μέλαινα. καὶ ποικίλη (Β 516). καὶ πόλις Θεσσαλική (Β 712). γλήνη γʹ· κόρη (Θ 164). καὶ ἡ κόρη τοῦ ὀφθαλμοῦ (s. ι 390. Ξ 494). καὶ κόσμου εἶδος (s. Ω 192). | |
6 | γνωτόν· τὸν ἀδελφόν (Γ 174). καὶ τὸν εὔγνωστον (siehe Η 401). γόνος γʹ· ἡ γονή (μ 130). καὶ ἡ ἐπιγονή (μ 130). καὶ ὁ ἀπόγονος (Ν 449). | |
10 | γούνατα γʹ· τὸ μέρος. καὶ ἡ δύναμις. καὶ ἀπὸ μέρους τὸ ὅλον σῶμα. γουνοῦσθαι βʹ· τὸ λιτανεύειν. καὶ τὸν ἁπτόμενον τοῦ γόνατος. γραῖα βʹ· ἡλικία τῆς πρεσβύτιδος (α 438). καὶ πόλις | |
15 | Βοιωτίας (Β 498). γράψας βʹ· τὸ σύνηθες. καὶ τὸ ξύσας (Ρ 599). | |
18 | δαίμων εʹ· παρ’ Ἕλλησι θεός (Α 222). τύχη (Η 291). εἱμαρμένη (Θ 166). θάνατος. καὶ ὁ κακοποιός. | |
20 | δαίς δαῖτα βʹ· ἡ εὐωχία (Α 575). καὶ ἡ τροφή (Α 468). | |
22 | δαιτρός βʹ· ὁ μάγειρος (α 141). καὶ ὁ μεριστής. | |
24 | δαΐφρων γʹ· κυρίως ὁ συνετὸς ἐν πολέμῳ (s. Β 875). | |
74.229 | ποτὲ δὲ καὶ ὁ συνετὸς ἁπλῶς, ἐκ τοῦ δεδαηκέναι. ποτὲ δὲ καὶ ὁ σώφρων (α 48). δαίω βʹ· τὸ καίω (Θ 75). καὶ τὸ μερίζω (Σ 511). | |
5 | δαλός βʹ· κεραυνός. καὶ τὸ σύνηθες (Ν 320). δάμασον γʹ· ὑπόταξον (s. Ω 5). πράϋνον (Ι 496). καὶ φόνευσον (Γ 352). δαφοινός γʹ· ὁ πυρρός (Β 308). ὁ μέλας (Β 308). καὶ ὁ φόνιος (Λ 474). | |
10 | δέ σύνδεσμος· τίθεται κατὰ ἀντιδιδόμενον· „ἄλλα μὲν λέγεις, ἄλλα δὲ φρονεῖσ“. καὶ ἀντὶ τοῦ καί· „εἰ δὲ σὺ καρτερός ἐσσι, θεὰ δέ ς’ ἐγείνατο μήτηρ“ (Α 280). καὶ ἀντὶ τοῦ γάρ· „εὐνῇ δ’ οὔ ποτε μῖκτο, χόλον δ’ ἀλέεινε γυναικόσ“ (α 433). καὶ ἀντὶ τοῦ εἰς· „οἶκον δὲ φίλον“. | |
15 | δεδεγμένος γʹ· δεξάμενος (Λ 124). ἐπιτηρήσας (Ο 745). καὶ προσδεχόμενος (Ψ 273). δεδμῆσθαι δʹ· ᾠκοδομῆσθαι (Ζ 249). καὶ ὑποτετάχθαι (Ε 878) τε καὶ δεδαμάσθαι (Ω 678). καὶ τὸ ἀνῃρῆσθαι (Ξ 482). καὶ τὸ τὴν γυναῖκα ὑπεζεῦχθαι (Σ 432). | |
20 | δέεσθαι γʹ· ἐπιδεῖσθαι (Ν 310). λείπεσ‐ θαι (Ε 202). καὶ χρῄζειν (Α 134). | |
δειδέχαται· δεξιοῦσθαι (η 72) τρόποις καὶ λόγοις. | ||
74.230 | δειλός γʹ· ὁ ἀθαρσής (Ν 278). ὁ δείλαιος (ε 299). καὶ ὁ ἄθλιος (Ρ 670). δεινός γʹ· ὁ χαλεπός (Ο 626). ὁ φοβερός (Γ 172). καὶ ὁ πονηρός. | |
5 | δειρά βʹ· ὁ τράχηλος (Γ 371). καὶ τροπικῶς τὰ ἄκρα τῶν ὀρέων. δεξαμένη βʹ· ταῖς χερσὶν ὑπολαβοῦσα (s. ξ 128). καὶ κύριον (Σ 44). δεσμός βʹ· τὸ σύνηθες (Ε 391). καὶ ἧλος (Σ 379). | |
11 | δεύεσθαι· καὶ τὸ βρέχεσθαι (Ι 570). δεῦρο γʹ· ἐλθέ (Γ 162). ἐνθάδε (γ 61). ἄγε (Ψ 485). | |
14 | δή γʹ· σύνδεσμος παραπληρωματικός. ἀντὶ τοῦ καί. σημαίνει | |
15 | δὲ καὶ μετάβασιν. δηιοτής γʹ· ἡ μάχη (Γ 20). ἡ ἐπιφορά. καὶ ἡ προκηρυχ‐ θεῖσα. δῆμος γʹ· τὸ πολιτικὸν σύστημα (Ν 266), ὁ ὄχλος. καὶ τὸν ἐκ τοῦ πλήθους ἄνδρα (Μ 213). καὶ ὀξυτόνως | |
20 | τόπος Ἰθάκης (θ 555). | |
74.231 | δημός βʹ· τὸν ἐπίπλουν. ἢ λίπος ἁπλῶς (Π 437). | |
3 | δῆσαι βʹ· δεσμῷ περιβαλεῖν (ι 99). καὶ βλάψαι (Σ 100). | |
5 | διά βʹ· ἡ πρόθεσις. λαμβάνεται δὲ καὶ ἀντὶ τῆς ὑπέρ. | |
7 | διαπρύσιον βʹ· τὸ ἀπὸ πέρατος εἰς πέρας διεληλυθός. καὶ τὸ ἐξάκουστον (Θ 227). διατμῆξαι βʹ· διανύσαι. καὶ διαχωρίσαι (γ 291). | |
11 | διέπειν γʹ· τὸ κατορθοῦν. τὸ πράττειν. καὶ τὸ διέρχεσ‐ θαι. διερόν γʹ· ὑγρόν (ι 43). κακοῦργον (ζ 201). καὶ μέγα. | |
15 | δίνας βʹ· συστροφὰς ὑδάτων (Φ 11). καὶ τὰ ἔντερα. | |
17 | δῖος εʹ· ὁ ἀπὸ τοῦ Διὸς ἔχων τὸ γένος (Α 7). καὶ ὁ ἀγαθός (φ 359). καὶ ὁ ἔνδοξος (Υ 386). καὶ ὁ μέγας (Α 141). καὶ ὁ πολίτης. | |
20 | δίφρος βʹ· τὸ ὄχημα (Ε 727). καὶ τὸ ἐφ’ οὗ καθεζόμεθα (Γ 424). δίωκε βʹ· καταζήτει. καὶ ἐκφόβει. | |
διώκειν γʹ· ἐξωθεῖν. ταχύνειν. καὶ μεταδιώκειν. | ||
74.232 | δμώς βʹ· ὑπηρέτης. καὶ ὁ δοῦλος (ω 257). δόλον εʹ· πλάνην ἐπὶ κακῷ (s. Ο 14) καὶ ἐπὶ ἀγαθῷ. καὶ τέχνην. καὶ μηχανήν. καὶ βουλὴν ἰσχνήν. δόρυ βʹ· τὸ ὅπλον (Β 382). καὶ πᾶν ξύλον (Β 135). | |
6 | δουπῆσαι βʹ· ψοφῆσαι, ἤγουν ἐκκτυπεῖν (Δ 504). καὶ τελευτῆσαι (Ν 426). δύσασθαι γʹ· ἐνδύσασθαι (Π 64), κατελθεῖν. καὶ ὑπει‐ σελθεῖν (Ζ 411). | |
10 | δῶρον δʹ· χάριν. δωρεάν (Κ 304). καὶ μέτρον. ἢ παλαιστή (Δ 109). ἕ γʹ· αὐτόν (Ε 625). αὐτήν (Ξ 162). καὶ αὐτό (Α 236). | |
14 | ἔα βʹ· ἄφες. καὶ ὑπῆρχον ἐγώ (ξ 352). | |
15 | ἑά βʹ· τὰ ἑαυτοῦ (γ 387). καὶ ἀγαθά (θ 325). ἔβραχεν βʹ· ἤχησεν (Δ 420). ἐφώνησεν. s. βράχε. ἐγεῖραι γʹ· παρορμῆσαι (Ο 232). ἐξυπνίσαι. καὶ διεγεῖραι (Ζ 105). | |
20 | [ἐγέλασσε·] ἔλαμψε (Τ 362). ἔγχος βʹ· δόρυ (Θ 494). καὶ ξίφος. | |
ἐέργει γʹ· χωρίζει (Ω 544). κατέχει (Ι 404). ἀποσοβεῖ. | ||
74.233 | ἐέρση βʹ· δρόσος (Λ 53). καὶ τὰ νεογενῆ (ι 222). | |
3 | ἔθεεν βʹ· ἔτρεχεν (Α 483). ἢ περιεῖχεν (Ζ 118). | |
5 | ἔθελεν· ἐβούλετο (Β 247). ἐδύνατο (Φ 366). s. θέλειν. ἕθεν· ἑαυτοῦ (Ζ 62). ἔθηκεν· ἐποίησεν (Α 2). ἀνέθηκεν. ἐκάρπωσεν. | |
10 | εἰ· σύνδεσμος συναπτικός. καὶ ἀντὶ τοῦ ὅπως (Κ 19). | |
12 | εἴλει s. ἕλη. εἰμί βʹ· ὀξυνόμενον τὸ ὑπάρχω (Ξ 112). βαρυνόμενον τὸ πορεύομαι (Α 169). s. ἴθι. | |
15 | εἷο γʹ· ἑαυτοῦ (Δ 400). ἑαυτῆς (η 217). καὶ οὐδετέρως. | |
17 | εἶπες βʹ· ἔφησθα. καὶ ἶπες οἱ σκώληκες (φ 395). | |
19 | εἴρετο βʹ· ἠρώτα (Ζ 239). ἢ ἔλεγεν (Α 513). | |
21 | εἰς πρόθεσις ζʹ· „εἰς οἶκον“, „εἰς πόλιν“. καὶ ἀντὶ τῆς πρός· „εἰς Ἀγαμέμνονα δῖον ἄγον“ (Η 312). καὶ ἀντὶ τῆς ἐπί· „εἰς ἐλάτην ἀναβὰς περιμήκετον“ (Ξ 287). καὶ ἀντὶ τῆς ἐν· „εἴσβαινον καὶ ἐπὶ κληῖσι κάθιζον“ (ι 103). καὶ | |
25 | ἀντὶ τοῦ ἕως· „εἰς ὅ κε“ (Γ 409). καὶ ἀντὶ τοῦ ὑπάρχεις· „τίς, | |
74.234 | πόθεν εἰς ἀνδρῶν“ (Φ 150). διὰ δὲ τοῦ ι ἐπὶ δυνάμεως· „ἲς Τηλεμάχοιο“ (β 409). εἴσασθαι ιʹ· ὁμοιωθῆναι (Β 791). φανῆναι (Ω 319). προσποιήσασθαι (θ 283). διελθεῖν (Δ 138). ὁρμῆσαι (Μ 118). | |
5 | γνῶναι (Θ 532). δόξαι (Β 215). ἅψασθαι. γενέσθαι. εἰκασθῆναι, ὡς ὁμοιωθῆναι. εἷσεν βʹ· ἵδρυσεν (ζ 8) ἢ ἥδρασεν. ἐξ οὗ καὶ τὸ ἐκά‐ θισεν (η 169). ἐίσης γʹ· ὁμοίας. ἰσοτοίχου (Α 306). ἰσομοίρου (Α 468). | |
10 | τίθεται καὶ ἐπὶ τῆς πάντοθεν ἴσης. εἴσω βʹ· ἔσω (Η 270). καὶ ἀντὶ τῆς εἰς προθέσεως (Α 71). | |
13 | εἵως βʹ· τὸ ἕως (Γ 291). καὶ τὸ ὅπως (δ 800). | |
15 | ἑκατόν βʹ· τὸν ἀριθμὸν τῆς ἑκατοντάδος (Β 448). καὶ τὰ πολλά. ἐκπάγλως βʹ· ἰσχυρῶς. φοβερῶς (Α 268). Ἕκτωρ βʹ· κυρίως βασιλεύς. καὶ κεκρύφαλος. ἐλάαν γʹ· ἐλαύνειν (Ε 366). κωπηλατεῖν. καὶ πληροῦν. | |
20 | s. ἐλαύνειν. ἔλαιον βʹ· τὸ σύνηθες (Β 754). καὶ τὸ μύρον (β 339). | |
23 | ἐλαύνειν βʹ· εἰς πορείαν κινεῖν ἵππον (Ε 237). τροπικῶς καὶ ἐφ’ ἑτέρων λέγεται. s. ἐλάαν. | |
25 | ἐλαφρός γʹ· κοῦφος. εὐκίνητος (Π 745). καὶ πρᾶος. | |
74.235 | ἐλέγξαι βʹ· ἀτέλεστα ποιῆσαι. ἢ ὀνείδει περιβαλεῖν (φ 424). | |
3 | ἑλεῖν γʹ· λαβεῖν (Θ 319). ἄρξασθαι. καὶ συνυπακουομέ‐ νων τῶν ἄλλων προθέσεων ἀνελεῖν καὶ καθελεῖν. σημαίνει δὲ | |
5 | καὶ τὸ ἐκπορθῆσαι. ἕλη γʹ· ἡ συστροφή. ὁ δρυμός. καὶ εἴλει· συνέκλεισεν (μ 210). ἕλικας· τὰς ἑλισσούσας (Σ 401). καὶ κόσμιόν τι. ἑλίσσετο βʹ· ἐστρέφετο (υ 28). καὶ ἐλιτάνευε (Α 15). | |
11 | Ἑλλάς βʹ· ἡ χώρα τῶν Ἑλλήνων (Ι 395). ἢ ὑπὸ Ἀχιλ‐ λέα (Β 683). ἕλος βʹ· ὁ κάθυγρος τόπος (Ο 631). καὶ πόλις (Β 584. 594). | |
15 | ἔμπεδον· ἀσφαλές (θ 30). βέβαιον (Υ 183). καὶ ἀκίνητον | |
17 | ἔμπης· ὅμως (ε 205). καὶ ὁμοίως (Ξ 174). ἐν· τίθεται καὶ ἀντὶ τῆς παρά. καὶ ἀντὶ τῆς εἰς. ἐναρίζειν γʹ· φονεύειν (Χ 376). σκυλεύειν (ζ 417). καὶ | |
20 | ἀφανίζειν. | |
ἔνθα· ἐπίρρημα τοπικὸν (γ 109 f.) καὶ χρονικόν (Α 22). | ||
74.236 | ἔντεα βʹ· ὅπλα (Κ 75). καὶ ἀγγεῖα (η 232). ἐντέλλεσθαι βʹ· προστάσσειν. καὶ ἀπειλεῖν. | |
4 | ἐξερεείνων βʹ· ζητῶν (μ 259). καὶ ἐρωτῶν (Κ 543). | |
6 | ἔοικε βʹ· καθήκει. (Α 119). ἢ ὁμοιοῦται (Α 47). | |
8 | ἐπάλυνεν βʹ· ἐλεύκανεν (Κ 7). καὶ ἐνέπασσεν (Λ 640). | |
10 | ἐπαυρεῖν βʹ· ἅψασθαι (Λ 573). καὶ ἀπολαύειν (Ο 17). | |
12 | ἐπεί γʹ· τὸ σύνηθες (Α 299). καὶ τὸ ὅτε (Ν 1). καὶ τὸ ἀφ’ οὗ (α 2). s. ἐπί. ἐπηετανόν βʹ· ἀδιάλειπτον (θ 233). μέγα. | |
15 | ἡ ἐπί τίθεται καὶ ἀντὶ τῆς παρά, οἷον „ἐπ’ ἐσχάρῃ ἧστο“ (κζ 52). καὶ ἀντὶ τῆς ἐν, ὡς τὸ „ἐπουράνιοσ“ (ρ 484). τίθεται ἀαὶ ἐκ περισσοῦ, ὡς „Κρήτῃ ἐπίουρον“ (Ν 450). καὶ ἀντὶ τῆς κατά, ὡς τὸ „ἐπίσκοποσ“ (Κ 342) ἀντὶ τοῦ κατάσκοπος. | |
20 | ἐπικάμψαι βʹ· ἐπικλάσαι. καὶ πεῖσαι. | |
74.237 | ἐπίστασθαι βʹ· τὸ κατ’ ἐπιστήμην εἰδέναι (ξ 359). καὶ τὸ εἰδέναι ἁπλῶς (β 117). ἔργον γʹ· τὰ γεώργια (Ε 92), παρὰ τὴν ἔραν. καὶ τῶν γυναικῶν (Ζ 490), παρὰ τὸ ἔριον. καὶ ἡ ἐν πολέμῳ πρᾶξις | |
5 | (Δ 539). ἔρδειν βʹ· θύειν (Β 306). καὶ πράττειν (Δ 37). | |
8 | ἐρέων εʹ· ζητῶν (φ 31). ἐρωτῶν (Η 128). ἀπαγγέλλων (Α 204). λέξων (Α 297). καὶ φέρων. | |
10 | ἐρίζειν βʹ· ἁμιλλᾶσθαι. καὶ ἐξισοῦσθαι (Β 555). | |
12 | ἔρις βʹ· ἡ φιλονεικία (Σ 107). καὶ δαίμων τις (Δ 440). | |
14 | ἕρκος εʹ· τεῖχος (ω 224). φράγμα (Δ 350). στόμα. ἀσφά‐ | |
15 | λεια (Α 284). καὶ δικτύου εἶδος (χ 469). ἕρματα βʹ· ὀχυρώματα (Α 486). καὶ στηρίγματα (Β 154). | |
18 | ἔρρε βʹ· φθείρου (Θ 164). ἢ ἐπὶ κακῷ ἔρχου (s. Θ 239). | |
20 | ἐρύσαι βʹ· ἑλκύσαι (Ρ 419). φυλάξαι. | |
22 | ἔρχεσθαι βʹ· ἀπιέναι (Λ 839). γίνεσθαι. ἐρωή γʹ· ὁρμή (Ο 358). ὑποχώρησις (s. Θ 122). καὶ παῦσις | |
(Π 302). | ||
74.238 | ἔρως βʹ· κοινῶς πᾶσα ὄρεξις. καὶ τῆς συνουσίας. ἐσθίειν βʹ· τρώγειν (β 305). ἢ ἀναλίσκειν. ἐσθλά βʹ· ἀγαθά (Β 272). ἢ ἀκρόδρυα. ἕσπερος βʹ· ἡ ὀψία (α 423). καὶ ὁ ἀστὴρ (Χ 318) τῆς | |
5 | Ἀφροδίτης ἀνατέλλων. ἐσσεύοντο δʹ· ἐδίωκον (Λ 549). ὥρμων (Β 808). ἠκο‐ λούθουν (Β 150). καὶ ἀπεβόων. ἐστέ βʹ· ὑπάρχετε (Β 301). καὶ ἔσται, ἀντὶ τοῦ γενή‐ σεται (Α 136). | |
10 | ἑστίην· οἰκίαν (s. ξ 159). ἐστιχόωντο βʹ· διετάσσοντο (Β 92) εἰς μάχην. ἢ ἐπο‐ ρεύοντο (Β 602). ἐστόρεσε βʹ· ἔστρωσε (ξ 50). καὶ γαλήνην ἐποίησεν (γ 158). | |
15 | ἔται βʹ· οἱ φίλοι (Ι 464). καὶ οἱ πολῖται (Π 674). | |
17 | ἑταῖρος· φίλος (Η 295). συνεργός (ε 141). ἐρέτης (Α 179). ἐτίταινεν γʹ· ἀνεῖλκεν. παρετίθει. ἀνέτεινεν (Χ 209). | |
21 | εὐθύς βʹ· ἐπ’ εὐθείας (Ρ 227). ἢ ἐξ ἐναντίας (β 301). | |
23 | εὐνάς γʹ· κοίτας (χ 196). ἀγκύρας (Α 436). μεταφορικῶς δὲ καὶ ἐπὶ ἄλλων (s. Β 783). | |
25 | εὖρος βʹ· πλάτος (λ 312). ἢ ἄνεμος (Π 765) Ἀπηλιώτης. | |
74.239 | εὖτε βʹ· ἡνίκα (Ε 396). καὶ καθάπερ (Γ 10). εὔχεσθαι δʹ· αἰτεῖσθαί τι δι’ εὐχῆς. καυχᾶσθαι (Ε 106). λέγειν ἁπλῶς (α 180). καὶ καταρᾶσθαι. εὐχωλή βʹ· ἡ δεητικὴ εὐχή (Α 93). καὶ τὸ καύχημα | |
5 | (Δ 450). ἐφέπει γʹ· διοικεῖ. ἐγκλίνει. πλήσσει. ἔφθιτο βʹ· ἀνῃρέθη. ἀνήλωται. Ἐφύρη βʹ· ἡ Κόρινθος (Ζ 152). καὶ πόλις Θεσπρωτίας (α 259). | |
10 | ἔχειν ηʹ· ἐπὶ τοῦ κρατεῖν τῇ χειρί· „ἔγχος ἔχε“ (α 104 παλάμῃ δ’ ἔχε χάλκεον ἔγχος). τάσσεται δὲ καὶ ἐπὶ τοῦ κτᾶσθαι (Γ 412). καὶ ἐπὶ τοῦ ἐλαύνειν (Γ 263). καὶ ἐπὶ τοῦ οἰκεῖν (Α 18). καὶ ἐπὶ τοῦ συμβιοῦν. καὶ ἐπὶ τοῦ ἐπιμελεῖσθαι. καὶ ἐπὶ τοῦ κατέ‐ χειν· „Δία δ’ οὐκ ἔχε νήδυμος ὕπνοσ“ (Β 2). καὶ ἐπὶ τοῦ δύνασ‐ | |
15 | θαι· „οὐκ ἔχει λέγειν, ἐπιαχεῖν“. „ἔσχεθε δ’ οἶον δέρμα“ (Π 340). Ζεύς ςʹ· ὁ πάντων κύριος. ὁ οὐρανός. ὁ Ποσειδῶν (ε 304). ὁ Πλούτων (Ι 457). ὁ Ἥλιος (Ν 837). καὶ ὁ αἰθήρ. ζόφος βʹ· ἡ δύσις (Μ 240). καὶ τὸ σκότος (Ο 191). | |
21 | ζυγός δʹ· τῶν ὑποζυγίων. τὸ ὑποτιθέμενον τοῖς τραχήλοις. τὸ ἐπὶ τῆς νηός (ι 99). καὶ τὸ ἐπὶ τῆς κιθάρας (Ι 187). | |
24 | ζώγρει βʹ· ζῶντα φύλασσε (Ζ 46). καὶ ζωοποίει (Ε 698). | |
26 | ζωή βʹ· τὸ σύνηθες. καὶ ἡ περιουσία (ξ 96). | |
74.240 | ζῶμα βʹ· τὸ περίζωμα (Ψ 683). καὶ ὅλος ὁ θώραξ (Δ 187). | |
3 | ζώνη γʹ· ζωστήρ (Ξ 181). μίτρα. καὶ ὁ τόπος, καθ’ ὃν ζωννύμεθα (Β 479). | |
5 | ζωστήρ γʹ· ὁ ἐπὶ τοῦ θώρακος χαλκός (Δ 215). καὶ ζῶμα. καὶ θώραξ (Δ 215). ἥβη· ἡ ἀκμή (Π 857). καὶ ὄνομα κύριον (Δ 2). ἤια· ἄχυρα (ε 368). ἢ ἐφόδια (ε 266). βρώματα (Ν 103). | |
10 | ἠιόνες· αἰγιαλοί (Ρ 265). καὶ πόλις Ἀχαϊκή (Β 561). | |
12 | ἠλακάτη· ἐριουργικὸν ἐργαλεῖον (δ 135). καὶ τὰ βέλη (s. Υ 70). ἤλασε· τὸ σύνηθες (Λ 488). καὶ ἀπήλασεν. ἔπληξεν (Υ 259). | |
15 | ἐχάλκευσεν (Υ 270). ὤρυξεν (Μ 5). ᾠκοδόμησεν. ἐποίησεν (s. Μ 296). ἐκωπηλάτησεν. ἡνίοχος· ὁ τὰ ἡνία ἔχων (Θ 89). καὶ κυβερνήτης. ἤνοπα· λαμπρόν (Σ 349). καὶ ὄνομα κύριον (Ξ 445). | |
20 | ἤπειρος· ἡ γῆ ἁπλῶς (ε 56). καὶ ἡ χώρα Θεσπρωτίας (η 9 Ἀπείρηθεν). Ἥφαιστος· ὁ δαίμων (Α 608). καὶ τὸ πῦρ (Β 426). Ἠώς· τὴν δαίμονα σημαίνει (Λ 1). καὶ τὸ λυκόφως (β 434) ἀπὸ ἀνατολῆς μέχρι μεσημβρίας (Θ 66). καὶ τὸν ἀνατολικὸν τόπον. | |
25 | καὶ τὸν ὄρθρον. καὶ τὸν μεσημβρινὸν τόπον τοῦ κόσμου. καὶ τὴν ἡμέραν (Θ 1). καὶ τὸ ταύτης φῶς. θάλαμος· ἡ οἰκία ὅλη. καὶ οἶκος εἷς (Ι 588). Θαλία· ἢ Νηρηίδος ὄνομα (Σ 39 Θάλεια). ἢ εὐφροσύνη (s. Η 475 δαῖτα θάλειαν). καὶ τρυφή. | |
30 | θαμίζειν· πυκνάζειν (Σ 386). συνεχές τι ποιεῖν. | |
74.241 | θαυμάζειν· τὸ σύνηθες (Κ 12). καὶ τὸ θεᾶσθαι (Σ 496). | |
3 | θεῖον· ποτὲ μὲν τὸ ὑπερφυές. ποτὲ δὲ τὸ εἶδος. θέλγειν· τέρπειν. ἀπατᾶν (γ 264). καταπονεῖν (κ 291). | |
6 | θέλειν· τὸ βούλεσθαι (Α 116). καὶ τὸ δύνασθαι (Φ 366). s. ἔθελεν. θελκτήριον· ἐν ᾧ τις θέλγεται (s. α 337) καὶ τέρπεται. | |
10 | Θέμις· ἡ δαίμων (Υ 4). καὶ ἡ δικαιοσύνη (Α 238). θέρεσθαι· καίεσθαι (Ζ 331). θερμαίνεσθαι (τ 507). Θῆβαι γʹ· τῆς Βοιωτίας (Ε 804). τῆς Κιλικίας (Α 366). καὶ τῆς Αἰγύπτου (Ι 381). θίς· ὁ σωρός (μ 45). καὶ ὁ αἰγιαλός (π 358). | |
15 | θοόν· τὸ ταχύ (Α 12). ὀξύ. ἀνδρεῖον. μέλαν (Κ 468). θρέψαι· τροφὴν δοῦναι. αὐξῆσαι, ὅθεν καὶ θρόμβος. | |
18 | θρῆνυς· μέρος τῆς νηός (Ο 729), ᾧ ἐπιβαίνουσιν οἱ κυβερ‐ νῆται. καὶ ὑποπόδιον (Ξ 240). | |
20 | θρύον· φυτόν (Φ 351), πόαν. πόλιν (Β 592). θυμός εʹ σημαίνει· ψυχήν (Ε 155). ὀργήν (Β 196). κίνημα. τινὸς ἐπιθυμίαν (ε 126). ἐπιλογισμὸν συνειδός (ι 302). ἰαίνεσθαι· χαίρειν (ψ 47). ἥδεσθαι. ἰάλλειν· ἐκτείνειν (Ι 91). καὶ ἐκπέμπειν (Θ 300). περι‐ | |
25 | τιθέναι. προβάλλειν (Θ 365). ἰαύειν· κοιμᾶσθαι (Ι 470). ἐπαυλίζεσθαι. | |
ἰαχεῖν· βοᾶν (Ε 302). ἠχεῖν (Α 482). | ||
74.242 | ἱέμενος· προθυμούμενος (Β 154). ὀρεγόμενος. ἴθι· πορεύου (Β 8). παραγίνου (Γ 130). s. εἰμί. ἰκρίον· τὸ ξύλον τῆς νηός, ἀφ’ οὗ αἱ σανίδες προσαρμό‐ ζονται (s. Ο 685). ἢ τὸ κέρας. ἢ αὐτὸς ὁ ἱστός. | |
5 | ἵκω· ἱκετεύω (Χ 123). παραγίνομαι (Α 139). ἱμάς· ὁ λῶρος (ι 385). τὸ ἐπίσφαιρον. καὶ τὸ στενὸν κανόνιον (δ 802), δι’ οὗ κλείονται αἱ θύραι. ἴον· τὸ ἄνθος (ε 72). τὸ μέλαν (s. Λ 298). ἶπες s. εἶπες. | |
10 | Ἶρις· ἡ δαίμων (Β 786). καὶ ἡ ἐν ταῖς νεφέλαις (s. Λ 27). | |
12 | ἴς· νεῦρον (λ 219). δύναμις (Λ 668). s. εἰς. ἴσαν· ἐπορεύοντο (Γ 8). ἐγίνωσκον (δ 772). ἴσον· ὅμοιον (Μ 130). ἐξ ἴσου (Α 187). καὶ κατὰ σύγκρι‐ | |
15 | σιν. ἴφθιμος· ἰσχυρόψυχος (s. Ε 695). καὶ δυνατός (Θ 144). | |
18 | ἶφι· ἰσχυρῶς (Α 38). προηγουμένως. ἰωή· φωνή (Κ 139). πνοή (Δ 276). φλόξ (s. Π 127). | |
20 | καθεύδειν· κοιμηθῆναι (Α 611). ἢ κατακλιθῆναι. κακός εʹ σημαίνει· τὸν ἀντικείμενον τῶν ἀγαθῶν. τὸν δει‐ λόν (Ν 279). τὸν ἄφρονα. τὸν ἄμορφον (Κ 316). τὸν κακωτικόν (Δ 82). καμεῖν· κοπιάσαι (Φ 26). κατασκευάσαι (Β 101). θανεῖν | |
25 | (λ 476). κάρηνα· κεφαλάς (Λ 500). ἢ ἀκροπόλεις (Β 117). καρπός· ἡ τροφή. καὶ τὸ ἄκρον (s. Ε 458) τῆς χειρός. | |
29 | κασίγνητος· ἀδελφός (Γ 333). ἀνεψιός (Ο 545). | |
30 | κεῖται· τὸ σύνηθες (Δ 143). καὶ τὸ ἔστι. κεκορυθμένος· ὡπλισμένος (Δ 495). ἐστομωμένος. | |
s. κορύσσεσθαι. | ||
74.243 | κέλαδος· ὁ πόλεμος. καὶ φωνῆς εἶδός τι γινόμενον ἐν ταῖς κυνηγίαις (s. Ι 547). κελαρύζειν· ψοφεῖν. ἢ καταρρεῖν (Φ 261). κέλευθος· ἡ ὁδός (Λ 504). ἡ διὰ θαλάσσης πορεία (Α 312). | |
5 | καὶ ἡ διὰ τοῦ ἀνέμου πνοή. κεράσαι· μῖξαι. προχέαι. κήδειν καὶ κήδεσθαι· λυπεῖν (Α 586). καὶ φροντίζειν (Α 56). καὶ φιλεῖν. καὶ συγγένειαν ποιεῖσθαι. κῆλα· βέλη (Α 383). σημεῖον (Μ 280). | |
10 | κῆρ· ἡ ψυχή (Β 851), περισπωμένως. καὶ κήρ, ἡ θα‐ νατηφόρος μοῖρα (Γ 454), ὀξυτόνως. κῆρυξ· ὁ διακηρυκευόμενος καὶ ὁ συγκαλῶν τὰ πλήθη. καὶ ὁ ὑπηρέτης. κικλήσκειν· μετακαλεῖσθαι. καλεῖν (Β 813). ὀνομάζειν. | |
16 | κιχήσατο· εὗρεν (Ζ 498). ἢ κατέλαβεν (Β 188). κλαγγή· ψόφος. ἢ φωνὴ ἄσημος (Γ 3). κλεῖσαι· ἀσφαλίσαι. κλέος· φήμη. δόξα (Β 325). κληδών. | |
20 | κληῖδα· τὴν ἐν τῷ ὤμῳ (s. Ε 146). καὶ τὴν τῆς θύρας (Μ 456). καὶ τὴν καθέδραν (μ 215) τῶν ἐρετῶν. κλῆρος· ὁ βίος (Ο 498). τὸ λαχεῖν (s. Ψ 861). αἱ ψῆφοι (Η 191). κλῖναι· τὸ εἰς κλίσιν ἀγαγεῖν. καὶ τὸ καλύψαι. | |
25 | κλισίην· σκηνήν (Α 329). δίφρον (τ 55). ἔπαυλιν. κλύειν· ἀκούειν (ζ 185). αἰσθάνεσθαι. κνίσσα σημαίνει τὸν ἀτμόν (Α 317). καὶ τὴν ὀσμήν (s. | |
Α 66). | ||
74.244 | κόλπος· τὶ μέρος τοῦ θώρακος. καὶ τοῦ χιτῶνος (s. Χ 80). καὶ τῆς θαλάσσης (s. Β 560). κομίσαι· θρέψαι. ἐπιμελείας ἀξιῶσαι (Ζ 490). θεραπεῦσαι. ἀνελέσθαι (s. Ν 579). | |
5 | κόνις· ἡ γῆ. ὁ κονιορτός. ἡ σποδός (Σ 23). τὸ λεπτὸν χῶμα. κόπρος· τὸ βουστάσιον (Σ 575). καὶ τὸ κόπριον (Ω 164). | |
9 | κορύσσεσθαι· ὁπλίζεσθαι (Η 206). αὔξεσθαι (s. Δ 424). | |
10 | μετεωρίζεσθαι. s. κεκορυθμένος. κορώνη· τὸ ζῶον (s. ε 66). καὶ τὸ ἄκρον τὸ ἐπικαμπὲς τῆς νηὸς (s. Β 297) καὶ τοῦ τόξου (s. Δ 111). καὶ ὁ κρίκος τοῦ θαλά‐ μου (η 90). κόσμος· ἐπὶ τοῦ ἐν τάξει τῇ πρεπούσῃ· «κατὰ κόσμον | |
15 | ἔειπες». καὶ ἐπὶ τοῦ διακόσμου. καὶ ἐπὶ τῶν κοσμίων. καὶ τὸ σύνηθες (Δ 145). κοτύλη· ὁ τοῦ μηροῦ τόπος (s. Ε 306). καὶ μέτρον τι (s. Χ 494). κούρη· θυγάτηρ (Γ 426). ἀκμαία. νέα. τινὲς παλλακή. | |
21 | Κουρῆτες· ἔθνος (Ι 529). κούρους· τοὺς ἄρρενας παῖδας. τοὺς ἀκμαίους. τοὺς νεανίας | |
(Ε 807). τὰ νήπια (ψ 147). | ||
74.245 | κρείων· ὁ βασιλεύων (Α 130). ἢ ὁ ἀφηγούμενος τῶν οἰκε‐ τῶν. ἢ κυρίως Κρέων (s. Ι 84), πλεονασμῷ [τοῦ ι]. ἢ τὸ κρεο‐ δόχον ἀγγεῖον (Ι 206). κρήδεμνον· τὸ πῶμα τὸ ἐπὶ τῶν πίθων (s. γ 392). ἢ τὸ | |
5 | περίβλημα τῆς κεφαλῆς (Χ 470). κρῖναι· δικάσαι. διατάξασθαι (Β 475). κυάνεον· τὸ χρῶμα. καὶ τὸ μέλαν (Π 66). κύμβαχος· ὁ ἐπὶ τῆς κεφαλῆς κείμενος (Ε 586). καὶ ὁ λόφος τῆς περικεφαλαίας (Ο 536). | |
10 | κύσαι· φιλῆσαι (Ζ 474). προσκυνῆσαι. κῶπαι· αἱ λαβαὶ ξίφους (Α 219) ἢ μαχαίρας ἢ ἄλλου τινός. καὶ αἱ τῶν ἐρετῶν. καὶ πόλις τις (Β 502). κωφόν· ἀδρανές (Λ 390). ἢ τὸ ἀναίσθητον (Ω 54). ἢ τὸ μὴ κινούμενον ὑπὸ ἀνέμου (s. Ω 54). | |
15 | λᾶας· ὁ λίθος. καὶ Ἤλιδος ἐπίνειον (Β 585). | |
17 | λέβης· τὸ μαγειρικὸν ἀγγεῖον. καὶ τὸ χέρνιβον. καὶ τὸ χέρνιπτρον. λέξασθαι· κοιμηθῆναι (δ 413). κατακλιθῆναι. ἐκλέξασ‐ | |
20 | θαι. διανοηθῆναι. διαλέγεσθαι (Ν 292). λεπτή· ἰσχνή. ἀσθενής (Κ 226). βαθεῖα (Ψ 506). στενή (ζ 264). λευγαλέον· δίυγρον (Φ 281). ἐλεεινόν. ὀλέθριον (Ι 119). | |
25 | λευκόν· τὸ κεχρωσμένον. καὶ τὸ διαυγές. καὶ τὸ καθα‐ ρόν. καὶ τὸ σαφές. λεύσσειν· βλέπειν (Γ 110). βουλεύεσθαι. ληίζεσθαι· κακοποιῆσαί τι. ἢ κτήσασθαι (α 398). λιαρόν· χλιαρόν (Λ 830). ἡδύ (Ξ 164). λαμπρόν. | |
30 | λιγύς· ὀξὺς τῇ φωνῇ. ἢ ἀτυχής. | |
74.246 | λίμνη· ἡ θάλασσα (ε 337). ὁ Ὠκεανός (γ 1). καὶ τὸ σύνη‐ θες. λιπαρόν· τὸ εὔσαρκον (s. Β 44). καὶ τὸ δι’ ἐλαίου. καὶ τὸ πολυτελές. καὶ τὸ πλούσιον. | |
5 | λόχος· ἡ ἐνέδρα (Α 227). καὶ τάξις πολεμική. | |
7 | Λυκίαι βʹ· τῆς μὲν γὰρ Σαρπηδών (Β 877), τῆς δὲ Πάν‐ δαρος ὑπῆρχε (Ε 173). λώβη· τὸ ψεῦδος. ἡ αἰσχύνη (Σ 180). καὶ ἡ τιμωρία. καὶ | |
10 | ἡ ὕβρις (Η 97). μαίνεσθαι· ἀφραίνειν. καὶ ὀξέως πολεμεῖν (s. Φ 5). | |
13 | μάλα· λίαν (Α 178). ὄντως. μάργος· ἄφρων. καὶ ἀκόρεστος. | |
15 | μάρπτειν· καταλαμβάνειν (Θ 405). ἐπιβαίνειν (s. Ξ 228). κατέχειν (Θ 419). πλήττειν. βλάπτειν. διαφθείρειν. μάρτυροι· τὸ σύνηθες (Α 338). καὶ ἔφοροι. μάστακα· τὴν τροφὴν (Ι 324) λέγουσι. καὶ τὸ στόμα (δ 287). | |
20 | μάστιξ· τὸ σύνηθες (Ε 748). καὶ ἡ βλάβη. μέγα· τὸ καθ’ ἑαυτὸ μέγα. καὶ τὸ μεγάλως (Η 125). καὶ τὸ κατὰ ἡλικίαν ἐξαίρετον. μέδων· ὁ βασιλεύς (Μ 376). καὶ κύριον (Β 727). μενεαίνειν· λειποψυχεῖν (Π 491). ἢ προθυμεῖσθαι (Φ 543). | |
25 | ἢ χολοῦσθαι (Τ 68). μένος· δύναμιν (Ε 2). ὀργήν. ῥεῦμα. θυμόν (Α 103). μεσόδμη· ἡ μέση στέγη (τ 37). καὶ τὸ μέσον τοῦ πλοίου (β 424). μή· ἀπαγόρευσις (Ζ 264). καὶ ἀντὶ τοῦ οὔ (Ο 41). | |
30 | μήδεα· βουλεύματα (Β 340). ἢ τὰ γεννητικὰ μόρια (ς 87). | |
32 | μῆτις· ἡ βουλή (Κ 226). | |
74.247 | μιᾶναι· βάψαι (Δ 141). μολῦναι (Δ 146). χρᾶναι. μίν· αὐτόν (Ζ 417). αὐτήν (η 67). αὐτό (Α 237). | |
4 | μοῖρα δʹ· ἡ εἱμαρμένη (Ζ 488). τὸ καθῆκον (Α 286). | |
5 | ἡ μερίς (γ 66). καὶ ἡ δαίμων (Τ 87). μολπή· ᾠδή (Α 472). παιδιά (ζ 101). | |
μύρεσθαι· ὀδύρεσθαι (Ζ 373). χεῖσθαι. | ||
75.95 | ναίειν· οἰκεῖν (Ζ 34). πληθύειν. νάσσεσθαι· κατοικεῖν (Ξ 119). καὶ ἀποδιδόναι (δ 174), | |
4 | νεικεῖν· ὀνειδίζειν (Α 579). μέμφεσθαι. ἐπιπλήσσειν. | |
5 | φιλονεικεῖν (Υ 254). νεῖκος· ἡ φιλονεικία (Γ 87). καὶ ἡ νίκησις. νέμειν· βόσκειν (Ο 631). διδόναι (Γ 274). νέμεσθαι· κατοικεῖν (Β 499). βόσκεσθαι (Β 780). | |
10 | νέμεσις· μέμψις (Γ 156). ἢ φόβος. νέφος· ἡ νεφέλη. καὶ ἡ ἀχλύς (Δ 275). νηῆσαι· σωρεῦσαι (Ι 137). ἢ ναῦς πληρῶσαι. νήιον· τὸ ναυπηγικὸν ξύλον (Ο 410). νῆμα· τὸ ἐπιτήδειον νήθεσθαι. καὶ τὸ ἤδη νησθέν. | |
15 | νήπιος· ὁ καθ’ ἡλικίαν ἄφρων (Β 873). ἄπειρος. νόστος· ἡ ἀνακομιδὴ ἁπλῶς (Κ 509). καὶ ἡ εἰς τὸν ἑκάστου οἶκον ὑποστροφή (Β 251). νοσφίζεσθαι· χωρίζεσθαι (Β 81). νύμφη· ἡ νῦν συναπτομένη. καὶ ἡ νέα. καὶ ἡ Ναΐς (Ω 616). | |
20 | καὶ ἡ θεά (Υ 8). | |
νυμφίος· τὸ σύνηθες (Υ 223). καὶ ὁ νέος. | ||
75.96 | νῦν· χρονικόν (Α 59). καὶ ἀντὶ τοῦ δή (Ο 115). νύσσα· σημαίνει τὴν ἀφετηρίαν. καὶ τὸν καμπτῆρα (Ψ 332). | |
4 | ξένος· τὸν ἀλλοδαπῆ. καὶ ἔπηλυν. καὶ τὸν φίλον (Ζ 215 | |
5 | ξεῖνος). καὶ τὸν ξενίζοντα. καὶ τὸν ξενιζόμενον. ξυνέηκε· συνέβαλε (Α 8). συνῆκε (Β 182). ὄαρος· ἡ ὁμιλία (s. Ν 291). καὶ ἡ γυνή (Ι 327). | |
9 | ὁδός· τρίβος. ἢ πλοῦς (s. Ι 43). | |
10 | οἰκῆες· τοὺς κατὰ γένος προσήκοντας. σημαίνει δὲ καὶ τοὺς οἰκέτας (Ε 413). οἴμη· ᾠδή (θ 481), ὅθεν προοίμιον. καὶ ἡ ῥάβδος ἢ κύκλος τῆς ἀσπίδος (s. Λ 24). καὶ ἡ ὁρμή (Π 752). οἴομαι· νομίζω (Ε 644). προσδοκῶ. πέπεισμαι. | |
15 | ὀλοόν· ὀλέθριον (Γ 133). δεινόν. σκληρόν. ὀλοφύρεσθαι· θρηνεῖν (Ψ 75). ἢ θέλειν. ὁμοκλῆσαι· ἀπειλῆσαι (Β 199). ἐπιπλῆξαι. ὁμοῦ· τοπικόν (Λ 127). καὶ χρονικόν. [ὀμφ]αλός βʹ· κυρίως τὸν ἐν ἀνθρώποις καὶ τοὺς ἐν | |
20 | ταῖς ἀσπίσιν ἥλου[ς ...]. ὅταν μὲν [τ]ὸν ἐ[ν] ἀνθρώποις· „γαστέρα γάρ μιν τύψε παρ’ ὀμφαλόν“ (Φ 180). ὅταν δὲ τοὺς ἐν ταῖς ἀσπίσιν ἥλους· „ἐν δέ οἱ ὀμφ[α]λ[ο]ὶ ἦσαν ἐ[ε]ίκοσι κασσιτέροι[ο“ Λ 34]. | |
ὅν· ἄρθρον ὑποτακτικόν (Β 188). καὶ ἀντωνυμία (Ζ 474). | ||
75.97 | ὀνᾶσθαι· μέμψασθαι (Ι 55 ὀνόσσεται). καὶ ἐκφαυλίσα (Ρ 25 ἀπόνηθ’). ὀνείατα· βρώματα (Ι 91). ἢ χρήματα. [Ὄνειρο]ς βʹ· τὸν θεόν, καὶ τὸ δι’ αὐτοῦ θέα[μα. ὅταν] | |
5 | μὲν τὸν θεόν· „βάσκ’ ἴθι, οὖλε Ὄνει[ρε“ Β 8. ὅταν δὲ τ]ὸ δι’ αὐτοῦ θέαμα· „ὥς οἱ ἐναρ[γὲς ὄνειρον ἐπ]έσσυτο“ (δ 841). ὀπάζειν· τὸ περιποιεῖν. τὸ διδόναι (Ζ 157). τὸ ἐξόπισθεν διώκειν (Ε 334). προχειρίζεσθαι (κ 59). καταλαμβάνειν (Δ 321). ἐπείγεσθαι (Λ 493). ὀρέξασθαι. ὁρμῆσαι. ἅψασθαι. | |
10 | ὅπλα· σχοινία. καὶ τὰ πολεμικὰ ἐργαλεῖα. καὶ τὰ τεκ‐ τονικὰ ἢ χαλκευτικά. [ὅπλον] γʹ· τό τε σχοινίον καὶ πᾶ[σαν τὴν κατασ]κευὴν κ[αὶ τὰ π]ολεμιστήρ[ι]α ὅπλα. [ὅταν] μὲν τὸ σ[χοι]νίο[ν]· „ἔνθ’ ἐμὲ μὲν κα[τέδησαν ἐυ]σσ[έλμῳ] ἐνὶ [νηὶ ὅ]πλ[ῳ] ἐυστρε[φέι“ ξ 345. ὅταν δὲ πᾶσαν τὴν κα]τασκ[ε]υήν· | |
15 | [„ἔνθα δὲ νηῶν ὅπλα μελαι]ν[ά]ων“ (ζ 268). ὅταν δὲ [τὰ πολεμι‐ | |
στήρια ὅπλα· „μῆτερ] ἐμή, τὰ [μὲν ὅπλα θεὸς πόρεν“ Τ 21]. | ||
75.98 | ὀροθύνειν· διεγείρειν (Φ 312). ἢ διαταράσσειν (ε 292). | |
3 | ὄσσα· ψιλῶς ἡ κληδών (α 282). καὶ ὄνομα ὄρους Θεσσαλίας (λ 315). δασέως δὲ ὅσα, ἡλίκα. | |
5 | οὐδόν· βατῆρα (χ 127). οὖλον εʹ· τὸ μαλακόν (Π 224). τὸ ὀλέθριον (Ε 461). τὸ ἑλικτόν (ζ 231). τὸ ὑγιές (τ 393). καὶ τὸ ὅλον (ρ 343). | |
9 | ὀφέλλειν· αὔξειν (Α 510). | |
10 | ὀφρύς· κυρίως τὸ ἀκρωτήριον (s. Υ 151). ὀχεύς· ὁ δεσμός. καὶ ὁ βάλανος τῆς κλειδός (φ 47). | |
13 | πάλιν· εἰς τοὐπίσω (Ε 836). καὶ ἐπὶ τὸ ὀλίγον ἀποκλίνειν τὴν ὄψιν (s. Ν 3). καὶ εἰς τὸ ἐναντίον (Ι 56). | |
15 | πάλλειν· κραδαίνειν. κινεῖσθαι (Π 142). παρείπῃ· παραμυθήσεται (Ζ 62). παραλογίσεται (Α 555). | |
18 | παρήιον· τὸν κόσμον τῶν ἵππων, ὃν παρασιαγόνιον (Π 159) καλοῦσι. | |
20 | παρήορος· παρεζευγμένος (Π 474). ἢ μετήορος (s. Θ 26). ὅτε ἐπὶ γῆς εἰς μῆκος ἐκτεταμένος (s. Η 156). παρφάσθαι· παραλογίσασθαι (τ 6). ἢ παραμυθήσασθαι (Ω 771). πάσσε· κατὰ λεπτὸν ἐπέβαλε (Ι 214). καὶ ἐποίκιλε (Γ 126). | |
26 | πέπονες· ἀγαθοί. φίλοι (Ζ 55). περί· τὸ σύνηθες (δ 177). τὸ περισσῶς (ξ 146). καὶ ἀντὶ τῆς ὑπέρ (Α 258). | |
πέφανται· πεφόνευται (Ε 531). καὶ πεφανέρωται (Π 207). | ||
75.99 | πινάκιον· πίναξ. ἡ σανίς. πιφαύσκειν· λέγειν (Κ 502). μηνύειν (Μ 280). καὶ τὸ καίειν. πλάγχθη· ἀπεκρούσθη (Λ 351). ἐπλανήθη (α 2). | |
5 | πλάζειν· πλανᾶν (Β 132). πλήσσειν (s. Φ 269). πελάζειν (Μ 285). πόνος· ἡ πρᾶξις. καὶ ἡ ἀλγηδών (s. η 192). καὶ ἡ κακοπάθεια. πόσις· τὸ πινόμενον (s. Α 469). καὶ ὁ ἀνήρ (Γ 329). | |
11 | ποταμός βʹ· τὸ ὑγρόν. καὶ ὁ τόπος. πρῆσαι· φυσῆσαι (Α 481). ἀναβαλεῖν. φλέξαι (Β 415). | |
14 | προοίμιον s. οἴμη. | |
15 | προπάροιθε· τοπικόν (Ο 260). ἢ χρονικόν (Κ 476). | |
17 | πρόχνυ· ἐπὶ γόνυ (Ι 570). ἢ παντελῶς (ξ 69). πτύχες· αἱ ἀποκλείσεις τῶν οὐρανῶν (s. Θ 411). καὶ τὰ τῆς ἀσπίδος ἑλίγματα (s. Η 247). | |
20 | πυκινόν· ἀσφαλές (Τ 355). συνετόν (Β 55). ἐπιμελές. | |
22 | πύργος· τὸ σύνηθες (Ζ 373). καὶ ἡ τάξις (Δ 347). καὶ τὸ τεῖχος (Γ 154). ῥέξαι· θῦσαι (Α 444). πρᾶξαι (Β 802). διαθεῖναι. ποιῆσαι | |
25 | (Γ 354). | |
75.100 | ῥίγιον· ποτὲ μὲν τὸ φοβερόν (Α 325). ποτὲ δὲ τὸ ψῦχος (ρ 191). ῥινός· τῆς ῥινός (Ν 616). ἢ βύρσα (Δ 447). ῥυτῆρας· τοὺς ἕλκοντας (s. φ 173). ἢ τοὺς φύλακας | |
5 | (ρ 187). ἢ τοὺς τοξότας (ς 262). καὶ τὰ ἡνία (Π 475) λέγουσιν. σῆμα· σημεῖον (Ζ 176). ἢ τάφον (Η 89). σημαίνειν· μηνύειν. προστάσσειν (Α 296). σκηριπτόμενος· σκήπτρῳ ἐπερειδόμενος (s. ρ 196). | |
10 | ἢ ἁπλῶς στηριζόμενος (λ 595). σκοπός· ὁ κατάσκοπος (Κ 324). καὶ ἐφ’ ᾧ τὰ βέλη πέμπεται (s. χ 6). καὶ ὁ τὰ γινόμενα ἐπισκοπούμενος (s. Β 792). | |
14 | σκῶλος· ῥάβδος κεκαυμένη, καὶ ἄκανθα (Ν 564). καὶ | |
15 | πόλις Βοιωτίας (Β 497). σπέρχεσθαι· σπεύδειν (Λ 110). ὀργίζεσθαι. σπουδῇ· τὸ ταχέως. ἢ μόλις (Β 99). σταθμός· ἡ ἐπ’ ἀγροῦ οἴκησις (s. Β 470). καὶ τῆς θύρας ἡ φλιά (Ξ 167). καὶ τὸ ἐν τοῖς ζυγοῖς. καὶ ἡ ἔπαυλις (Μ 304). | |
20 | σταφυλή· ὁ καρπός (ε 69). καὶ τὸ τεκτονικὸν ἐργαλεῖον (s. Β 765 σταφύλῃ). στεῦται· ὁρμᾶται. διορίζεται. ἵσταται. διανοεῖται (Γ 83). | |
25 | στυγεῖ· μισεῖ (Θ 370). εὐλαβεῖται. στυγνάζει (κ 113). καταπλήσσεται (λ 502). | |
σῦν· τὸν χοῖρον (Ι 539). | ||
75.101 | σύριγξ· τὸ μουσικὸν ὄργανον (Κ 13). καὶ ἡ δορατοθήκη (Τ 387). σχεδόθεν· ἐγγύς (Π 800). παραγώγως καὶ τὸ ἐγγύθεν (Π 807). | |
5 | σχέτλιος· ὁ κακοποιός. ἢ ὁ ἀγνώμων (Ι 19). ἢ ὁ ἰσχυρό‐ ψυχος. ἢ ὁ δυστυχής (μ 21). ἢ ὁ ἀμνήμων. τάμνειν· διαχωρίζειν. ἢ τέμνειν (Φ 38). ταρσός· τὸ ἴχνος (s. Λ 377). καὶ ὁ ποιμενικὸς τάλαρος (s. ι 219), ἤγουν ὁ καλαθίσκος τῶν ἐρίων καὶ ἐν ᾦ τὸ γάλα | |
10 | σκευάζεται. Τάφος εʹ· νῆσος τῶν Ἐχινάδων (α 417). ἢ ἔκπληξις (φ 122). τὸ περίδειπνον (γ 309). ὁ ἐπιτάφιος ἀγών. καὶ συνήθως τὸ μνῆμα. τέλος· τάξις (Κ 56). πέρας (Σ 378). πρᾶγμα. | |
15 | τηλύγετος· ὁ μονογενής (Ι 143). καὶ ὁ μετὰ θηλυκῶν μόνος ἄρρην. καὶ ὁ ἤδη προηκούσῃ τῇ ἡλικίᾳ τεκνωθείς (Ε 153). τῖσαι· τιμωρῆσαι (μ 378). τιμῆσαι (Ε 467). τιτύσκεσθαι· τὸ παρασκευάζεσθαι πρός τι. καὶ τὸ | |
20 | διασκέπτεσθαι πρὸς τὸ εὐστοχῆσαι (Ν 159). καὶ τὸ καταστο‐ χάσασθαι (Γ 80). τόφρα· εὐθέως. ἐν τοσούτῳ (Δ 221). ἕως (Α 509). ἡνίκα (Ι 551). καὶ ἀντὶ τοῦ ὄφρα. ὕλη· ὁ σύνδενδρος τόπος (Λ 155). τὰ ξύλα (Ψ 50). καὶ | |
25 | ὄνομα πόλεως (Β 500). ἡ ὑπέρ τίθεται καὶ ἀντὶ τῆς παρά (Δ 176), ὡς τὸ ὑπέρ‐ μορα (Β 155) ἀντὶ τοῦ παραμεμοιραμένον. Ὑπέρεια· ὄνομα κρήνης (Β 734). καὶ χώρα Φαιάκων (ζ 4). | |
30 | ὑπερηνορέοντες· οἱ παρὰ τὸ καθῆκον ἀνδριζόμενοι | |
(s. Δ 176). | ||
75.102 | ὑπέρμορα s. ὑπέρ. ὑπερφιάλους· ἐνδόξους. καὶ μεγάλους. καὶ ἀδίκους (Ο 94). καὶ ὑπερηφάνους (φ 289). Ὕπνος· ὁ σωματοειδὴς θεός (Ξ 242). καὶ ἡ ἐνέργεια. καὶ | |
5 | μεταφορικῶς ὁ θάνατος (Λ 241). ἡ ὑπό τοπικὴν ἔννοιαν σημαίνει· „ὑπὸ τῷ οὐρανῷ“. κεῖται καὶ ἀντὶ τῆς ἀπό· „οἱ δ’ ἵππους [μὲν] λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντασ“ (Θ 543). κεῖται καὶ ἀντὶ τῆς μετά, οἷον „δαΐδων ὕπο λαμπο‐ μενάων“ (Σ 492). τίθεται καὶ παρέλκουσα· „ἀλλ’ οὔ πως ἔτι | |
10 | εἶχεν ὑποτρέσαι“ (Η 217). φάρμακον· ἡ βοτάνη. καὶ τὸ σύνθετον (s. δ 227). καὶ τὸ καθαῖρον. καὶ τὸ κακοῦν τὰς μορφάς. καὶ τὸ δηλητήριον. | |
14 | φίλος· κυρίως ὁ ἐρῶν. καὶ ὁ ἐρώμενος. καὶ ὁ προσφιλής. | |
15 | καὶ ὁ οἰκεῖος. φόβος· τὸ σύνηθες. ἡ φυγή (Β 767). καὶ ὁ Ἄρεως παῖς (Δ 440). φοῖνιξ· τὸ δένδρον (ζ 163). καὶ ὁ καρπός. καὶ ὄνομα κύριον (Ι 607). καὶ τὸ πυρρὸν χρῶμα (Δ 141). | |
20 | φράσασθαι· ἰδεῖν (Κ 339). συμβουλεύσασθαι (Ι 619). | |
22 | φυτεύειν· καὶ ἐπὶ τοῦ συνήθους (Ζ 419). καὶ ἐπὶ τοῦ κατασκευάζειν (Ο 134). χαλεπόν· δεινόν (Ξ 417). ἢ ἀδύνατον (κ 305). | |
25 | Χάρις· ἡ σωματοειδὴς θεά (Ξ 267). καὶ ἡ μετὰ χάριτος ἐπικουρία. καὶ ἡ δωρεά (Ξ 235). χάρμη· χαρά (Γ 51 χάρμα). μάχη (Δ 222). χέρνιβον· τὸ κατὰ χειρῶν ὕδωρ (α 136). καὶ τὸ σκεῦος (Ω 304). | |
30 | χθιζόν· χθεσινόν (Ν 745). ἢ ὑπόγυιον (s. Β 303). | |
75.103 | χορός σημαίνει δʹ· τὸ χορεύειν (Π 180). οἱ χορεύοντες. τὸ ἄθροισμα. τὸν τόπον (θ 264). τὸ συνέδριον (ζ 65). | |
4 | χωρίς· ἰδίᾳ (Η 470). καὶ ἀντὶ τοῦ καί συνδέσμου. | |
5 | ὧδε· ἀντὶ τοῦ ἐνταῦθα (s. Σ 392). καὶ ἀντὶ τοῦ οὕτως | |
(Η 201). |