TLG 1147 003 :: ANTIPHON :: Fragmenta ANTIPHON Soph., fiq Antiphon Orat. Fragmenta
Citation: Fragment — (line) | |||
tit,1-44 | ΑΝΤΙΦΩΝΤΟΣ ΑΛΗΘΕΙΑΣ ΑΒ | ||
1 | GAL. in Hipp. de med. off. XVIII B 656 K. | ||
ὥσπερ καὶ ὁ Ἀ. ἐν τῶι προτέρωι τῆς Ἀληθείας οὕτω λέγων· ταῦτα δὲ γνοὺς εἴσηι ἕν τι οὐδὲν 〈ὂν〉 αὐτῶι οὔτε ὧν ὄψει ὁρᾶι 〈ὁ ὁρῶν〉 μακρότατα οὔτε ὧν γνώμηι γιγνώ‐ | 337 | ||
5 | σκει ὁ μακρότατα γιγνώσκων‘. HIPPOCR. de arte 2 [p. 36, 18 Gomp.2 = C M G. I, 1 p. 10, 1]. δοκεῖ δή μοι τὸ μὲν σύμπαν τέχνη εἶναι οὐδεμία οὐκ ἐοῦσα· καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν· ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἄν τις οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν; εἰ γὰρ δὴ ἔστι γ’ ἰδεῖν τὰ | ||
---|---|---|---|
10 | μὴ ἐόντα ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ’, ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμηι νοῆσαι ὡς ἔστιν. ἀλλ’ ὅπως μὴ οὐκ ἦι τοῦτο τοιοῦτον· ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶ‐ ταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται. γινώσκεται τοίνυν, δεδιδαγμένων ἤδη 〈τῶν εἰδέων, ἑκάστη〉 τῶν | ||
15 | τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται. οἶμαι δ’ ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν· ἄλογον γὰρ ἀπὸ τῶν ὀνομάτων ἡγεῖσθαι τὰ εἴδεα βλαστάνειν καὶ ἀδύνατον· τὰ μὲν γὰρ ὀνόματα [φύσεως] νομοθετήματά ἐστιν, τὰ δὲ εἴδεα οὐ νο‐ μοθετήματα, ἀλλὰ βλαστήματα. | 338 | |
2 | GAL. in Hipp. de med. off. a. O. καί· ‘πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγίειαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.‘ | ||
3 | POLLUX VI 143 ‘ἀπαρασκεύωι γνώ‐ μηι‘ ἐν τοῖς Περὶ ἀληθείας Ἀ. εἶπεν, ἀπαρασκεύαστον δὲ ἐν ταῖς ῥητορικαῖς Τέχναις (δοκοῦσι δ’ οὐ γνήσιαι). | ||
4 | HARPOCR. ἄοπτα: ἀντὶ τοῦ ἀόρατα καὶ οὐκ ὀφθέντα, ἀλλὰ δόξαντα ὁρᾶσθαι Ἀ. Ἀληθείας α. | ||
5 | —ἀπαθῆ· ἀντὶ τοῦ τὰ μὴ ὡς ἀληθῶς γεγο‐ νότα πάθη Ἀ. Ἀληθείας α. | ||
6 | POLL. II 58 διοπτεύειν Κριτίας [88 B 53] καὶ Ἀ., Ἀ. δὲ καὶ εἴσοπτοι. | ||
7 | — —57 Ἀ. δὲ καὶ τὸ ὀψόμενον εἶπε καὶ τῆι ὄψει [B 1] οἷον τοῖς ὀφθαλμοῖς καὶ ὀπτὴρ [d. Rhamn., d. caed. Her. 27] καὶ ἄοπτα [B 4]. | ||
8 | — —76 ἡ γὰρ ὀδμὴ καὶ εὐοδμία δοκεῖ μὲν τοῖς πολλοῖς εἶναι καλὰ τὰ ὀνόματα, ἔστι δὲ ποιητικά, ἐν δὲ τοῖς καταλογάδην ἰωνικὰ καὶ αἰολικά· παρὰ μόνωι δ’ Ἀντιφῶντι ὀδμὰς καὶ εὐοδμίαν εὕροι τις ἄν. | ||
9 | AËT. I 22, 6 (D. 318) Ἀ. καὶ Κριτόλαος νόημα ἢ | ||
μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν. | 339 | ||
10 | SUID. ἀδέητος: ὁ μηδενὸς δεόμενος καὶ πάντα ἔχων. Ἀ. ἐν α Ἀληθείας· ‘διὰ τοῦτο οὐδενὸς δεῖται οὐδὲ προσδέχεται οὐδενός τι, ἀλλ’ ἄπειρος καὶ ἀδέητοσ‘. Vgl. HARPOCR. s. v. | ||
11 | HARPOCR. δεήσεις: ἀντὶ τοῦ ἐνδείας Ἀ. Ἀληθείας α. | ||
12 | ORIG. c. Cels. IV 25 κἂν Δημοσθένης τις οὖν ὁ ῥήτωρ ἦι μετὰ τῆς παραπλησίας ἐκείνωι κακίας καὶ τῶν ἀπὸ κακίας αὐτῶι πεπραγμένων, κἂν Ἀ. ἄλλος ῥήτωρ νομιζόμενος εἶναι καὶ τὴν πρόνοιαν ἀναιρῶν ἐν τοῖς ἐπιγεγραμμένοις Περὶ ἀληθείας παρα‐ | ||
5 | πλησίως τῆι Κέλσου ἐπιγραφῆι, οὐδὲν ἧττόν εἰσιν οὗτοι σκώληκες ἐν βορβόρου γωνίαι τοῦ τῆς ἀμαθίας καὶ ἀγνοίας καλινδούμενοι. | ||
13 | ARISTOT. Phys. Α 2. 185a 14 ἅμα δ’ οὐδὲ λύειν ἅπαντα προσήκει, ἀλλ’ ἢ ὅσα ἐκ τῶν ἀρχῶν τις ἐπιδεικνὺς ψεύδεται, ὅσα δὲ μή, οὔ· οἷον τὸν τετραγωνισμὸν τὸν μὲν διὰ τῶν τμημάτων γεωμετρικοῦ διαλῦσαι, τὸν δ’ Ἀντιφῶντος οὐ γεωμετρικοῦ. | ||
5 | SIMPL. Phys. 54, 12 τὸν γὰρ τετραγω‐ νισμὸν τοῦ κύκλου πολλῶν ζητούντων (τοῦτο δὲ ἦν τὸ κύκλωι ἴσον τετράγωνον θέσθαι) καὶ Ἀ. ἐνόμισεν εὑρίσκειν καὶ Ἱπποκράτης ὁ Χῖος [c. 42, 3] ψευσθέντες. ἀλλὰ τὸ μὲν Ἀντιφῶντος ψεῦδος διὰ τὸ μὴ ἀπὸ γεωμετρικῶν ἀρχῶν ὡρμῆσθαι, ὡς μαθησόμεθα, οὐκ ἔστι γεωμετρικοῦ | ||
10 | λύειν ... ὁ δὲ Ἀ. γράψας κύκλον ἐνέγραψέ τι χωρίον εἰς αὐτὸν πολύγωνον τῶν ἐγγράφεσθαι δυναμένων. ἔστω δὲ εἰ τύχοι τετράγωνον τὸ ἐγγεγραμμένον. ἔπειτα ἑκάστην τῶν τοῦ τετραγώνου πλευρῶν δίχα τέμνων ἀπὸ | 340 | |
15 | τῆς τομῆς ἐπὶ τὰς περιφερείας πρὸς ὀρθὰς ἦγε γραμμάς, αἳ δηλονότι δίχα ἔτεμνον ἑκάστη τὸ καθ’ αὑτὴν τμῆμα τοῦ κύκλου. ἔπειτα ἀπὸ τῆς τομῆς ἐπεζεύγνυεν ἐπὶ τὰ πέρατα τῶν γραμμῶν τοῦ τετραγώνου | ||
20 | εὐθείας, ὡς γίνεσθαι τέτταρα τρίγωνα τὰ ἀπὸ τῶν εὐθειῶν, τὸ δὲ ὅλον σχῆμα τὸ ἐγγεγραμμένον ὀκτάγωνον. καὶ οὕτως πάλιν κατὰ τὴν αὐτὴν μέθοδον, ἑκάστην τῶν τοῦ ὀκταγώνου πλευρῶν δίχα τέμνων ἀπὸ τῆς τομῆς ἐπὶ τὴν περιφέρειαν πρὸς ὀρθὰς ἄγων | ||
25 | καὶ ἐπιζευγνὺς ἀπὸ τῶν σημείων, καθ’ ἃ αἱ πρὸς ὀρθὰς ἀχθεῖσαι ἐφήπτοντο τῶν περιφερειῶν, εὐθείας ἐπὶ τὰ πέρατα τῶν διηιρημένων εὐθειῶν, ἑκκαιδεκάγωνον ἐποίει τὸ ἐγγραφόμενον. καὶ κατὰ τὸν αὐτὸν πάλιν λόγον τέμνων τὰς πλευρὰς τοῦ ἑκκαιδεκαγώνου τοῦ ἐγγεγραμμένου καὶ ἐπιζευγνὺς εὐθείας καὶ διπλασιάζων τὸ ἐγγραφό‐ | ||
30 | μενον πολύγωνον καὶ τοῦτο ἀεὶ ποιῶν ὤιετό ποτε δαπανωμένου τοῦ ἐπιπέδου ἐγγραφήσεσθαί τι πολύγωνον τούτωι τῶι τρόπωι ἐν τῶι κύκλωι, οὗ αἱ πλευραὶ διὰ σμικρότητα ἐφαρμόσουσι τῆι τοῦ κύκλου περιφερείαι. παντὶ δὲ πολυγώνωι ἴσον τετράγωνον δυνά‐ μενοι θέσθαι, ὡς ἐν τοῖς Στοιχείοις [Eucl. II 14] παρελάβομεν, διὰ | ||
35 | τὸ ἴσον ὑποκεῖσθαι τὸ πολύγωνον τῶι κύκλωι ἐφαρμόζον αὐτῶι, ἐσόμεθα καὶ κύ‐ κλωι ἴσον τιθέντες τετράγωνον. THEMIST. Phys. 4, 2 πρὸς Ἀντιφῶντα δὲ οὐκέτ’ ἂν ἔχοι λέγειν ὁ γεωμέτρης, ὃς ἐγγράφων | ||
40 | τρίγωνον ἰσόπλευρον εἰς τὸν κύκλον καὶ ἐφ’ ἑκάστης τῶν πλευρῶν ἕτερον ἰσοσκε‐ λὲς συνιστὰς πρὸς τῆι περιφερείαι τοῦ κύκλου καὶ τοῦτο ἐφεξῆς ποιῶν ὤιετό ποτε ἐφαρμόσειν τοῦ τελευταίου τριγώνου τὴν | ||
45 | πλευρὰν εὐθεῖαν οὖσαν τῆι περιφερείαι. τοῦτο δὲ ἦν 〈τοῦ〉 τὴν ἐπ’ | ||
ἄπειρον τομὴν ἀναιροῦντος, ἣν ὑπόθεσιν ὁ γεωμέτρης λαμβάνει. | 341 | ||
14 | HARPOCR. διάθεσις: ... καὶ γὰρ τὸ ῥῆμα δια‐ θέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι. Ἀ. Ἀληθείας α· γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. | ||
15 | —ἔμβιος: Ἀ. Ἀληθείας α· ‘καὶ ἡ σηπε‐ δὼν ... ἔμβιος γένοιτο‘ ἀντὶ τοῦ ‘ἐν τῶι ζῆν‘, τουτέστι ‘ζήσειε καὶ μὴ ξηρανθείη μηδ’ ἀποθάνοι‘. ARISTOT. Phys. B 1. 193a 9 δοκεῖ δ’ ἡ φύσις καὶ ἡ οὐσία τῶν φύσει ὄντων ἐνίοις εἶναι τὸ πρῶτον ἐνυ‐ | ||
5 | πάρχον ἑκάστωι ἀρρύθμιστον καθ’ ἑαυτό, οἷον κλίνης φύσις τὸ ξύλον, ἀνδριάντος δ’ ὁ χαλκός. σημεῖον δέ φησιν Ἀ. ὅτι εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστε ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην ἀλλὰ ξύλον, ὡς τὸ μὲν κατὰ συμβεβηκὸς ὑπάρ‐ χον, τὴν κατὰ νόμον διάθεσιν καὶ τὴν τέχνην, τὴν δ’ οὐσίαν οὖσαν | ||
10 | ἐκείνην ἣ καὶ διαμένει ταῦτα πάσχουσα συνεχῶς. εἴ τις κατορύξειε κλίνην καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο, οὐκ ἂν γένοιτο κλίνη, ἀλλὰ ξύλον. | ||
16 | AN. BEKK. Lex. VI p. 470, 25 ἀφήκοντος: Ἀ. ἀντὶ τοῦ διήκοντος. | ||
17 | — —p. 472, 14 Ἀφροδίτης: ἀντὶ τοῦ ἀφροδισίων. οὕτως Ἀ. ἐν Ἀληθείας πρώτωι. | ||
18 | HARPOCR. ἀναποδιζόμενα: ἀντὶ τοῦ 〈πάλιν〉 ἐξεταζόμενα ἢ ἀντὶ τοῦ ἄνωθεν τὰ αὐτὰ πολλάκις λεγόμενα ἢ πραττό‐ μενα Ἀ. Ἀληθείας α. | ||
19 | HARPOCR. ἀνήκει: παρ’ Ἀ—τι Ἀληθείας α ἀντὶ τοῦ ἁπλοῦ ἥκει ἢ οἷον ἀνεβιβάσθη καὶ προελήλυθεν. AN. | ||
BEKK. VI 403, 5 Ἀ. μὲν ἀντὶ τοῦ καθήκει. | 342 | ||
20 | —ἐπαλλάξεις: ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις Ἀ. Ἀληθείας α. | ||
21 | —ὀριγνηθῆναι: ἀντὶ τοῦ ἐπιθυμῆσαι Ἀ. Ἀληθείας α. | ||
22 | HARPOCR. [vgl. PHOT. A Reitzenst. 37, 18] ἀειεστώ· Ἀ. ἐν Ἀληθείας δευτέρωι τὴν ἀιδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται. | ||
23 | —διάστασις· Ἀ. Ἀληθείας β. ‘περὶ τῆς νῦν κρατούσης διαστάσεωσ‘ ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων. | ||
24 | —ἀδιάστατον: τὸ μήπω διεστηκὸς μηδὲ διακεκριμένον Ἀ. εἶπεν. PHOT. A p. 31, 17 Reitz. ἀδιάστατον: ὡς Ἀντιφῶν (?) ‘καὶ τὸ οἰκοδόμημα ἀδιάστατον‘. | ||
24a | SUID. διάθεσις: ... Ἀ. δὲ τῆι διαθέσει [vgl. B 63] ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας· ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῶι β τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται καὶ ἐπὶ τῆς διακοσμήσεως. | ||
25 | HARPOCR. δίνωι: ἀντὶ τοῦ δινήσει Ἀ. Ἀλη‐ θείας β. | ||
26 | AËT. II 20, 15 (D. 351) (περὶ οὐσίας ἡλίου) Ἀ. πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον τῶι τὸν μὲν ἐπικαιόμενον ἀεὶ προλείπειν, τοῦ δ’ ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι. | ||
27 | —II 28, 4 (D. 358) Ἀ. ἰδιοφεγγῆ μὲν | ||
τὴν σελήνην, τὸ δὲ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθε‐ νέστερον ἀμαυροῦν· ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα. | 343 | ||
28 | AËT. II 29, 3 (D. 359) (περὶ ἐκλείψεως σελήνης) Ἀλκμαίων [24 A 4], Ἡράκλειτος [22 A 12], Ἀ. κατὰ τὴν τοῦ σκαφοει‐ δοῦς στροφὴν καὶ τὰς περικλίσεις. | ||
29 | GAL. in Epid. III 32 [XVII A 681 K.] οὕτω δὲ καὶ παρ’ Ἀντιφῶντι κατὰ τὸ δεύτερον τῆς Ἀληθείας ἔστιν εὑρεῖν γεγραμμένην τὴν προσηγορίαν [εἰλούμενον] ἐν τῆιδε τῆι ῥήσει· ‘ὅταν οὖν γένωνται ἐν | ||
5 | τῶι ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλά· ὅ τι δ’ ἂν τῶν ξυμπιπτόντων κρατηθῆι, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίασ‘. καὶ γὰρ καὶ οὗτος τὸ κατακλειόμενον ἢ συνειλού‐ | ||
10 | μενον εἰς ἑαυτὸ φαίνεται δηλῶν διὰ τῆς εἰλούμενον φωνῆς. | ||
30 | HARPOCR. γρυπάνιον: Ἀ. Ἀληθείας β· ‘καῖον γὰρ τὴν γῆν καὶ συντῆκον γρυπάνιον ποιεῖ‘. | ||
31 | ETYM. GEN. γρυπανίζειν: σείεσθαι τὴν γῆν παλλομένην καὶ ὥσπερ ῥυσοῦσθαι ἀπὸ σεισμοῦ· οὕτως Ἀ. | ||
32 | AËT. III 16, 4 (D. 381 περὶ θαλάσσης πῶς συνέστη καὶ πῶς ἐστι πικρά) Ἀ. ἱδρῶτα τοῦ 〈πρώτου ὑγροῦ ἐξατμισθέντος ὑπὸ τοῦ〉 θερμοῦ, ἐξ οὗ τὸ περιλειφθὲν ὑγρὸν | ||
ἀπεκρίθη 〈καὶ θάλασσα ἐπωνομάσθη〉 τῶι καθεψηθῆναι παραλυ‐ | 344 | ||
5 | κίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει. | ||
33 | HARPOCR. πεφοριῶσθαι: ... ὅτι γὰρ καὶ ἐπ’ ἀνθρώπων τάσσουσι τὴν φορίνην, δῆλον ποιεῖ Ἀ. ἐν β Ἀλη‐ θείας. | ||
34 | POLL. II 41 κεφαλαλγία καὶ καρηβαρία ... καὶ καρηβαρικὸν ποτὸν ἢ βρῶμα. τὸ δὲ τοῦτο ποιεῖν καροῦν Ἀ. φησίν. | ||
35 | —II 215 ἔναιμον, καὶ ἐναιμῶδες παρὰ Ἀντιφῶντι. | ||
36 | —II 223 καὶ Ἀ. δ’ εἴρηκεν· ‘ἐν ὧι τὸ ἔμβρυον αὐξάνεταί τε καὶ τρέφεται, καλεῖται χόριον‘. | ||
37 | —II 224 ἐπίπλους ὀνομάζεται· Ἀ. δ’ αὐτὸν καὶ ἀρρενικῶς καὶ οὐδετέρως καλεῖ. | ||
38 | —II 7 καὶ ἄμβλωσις ὡς Λυσίας [fr. 24 S.] καὶ ἄμβλωμα ὡς Ἀ. | ||
39 | —II 61 Ἀ. δ’ ἐν τοῖς Περὶ ἀληθείας καὶ ἀνάπηρα εἴρηκεν. | ||
40 | POLL. VII 169 Ἀ. βάψιν χαλκοῦ καὶ σιδήρου. | ||
41 | —VII 189 ἀμήχανοι, ἀμηχανία, βιομή‐ χανοι ὡς Ἀ. | ||
42 | —IX 53 ἡ μὲν γὰρ Ἀ—τος ταλάντωσις τὸ βάρος δηλοῖ. | ||
43 | HARPOCR. ἄβιος: τὸν ἄβιον Ἀ. ἐπὶ τοῦ πολὺν βίον κεκτημένου ἔταξεν, ὡς Ὅμηρος (Λ 155) ἄξυλον ὕλην λέγει | ||
τὴν πολύξυλον. HES. ἄβιος: πλούσιος ὡς Ἀ. ἐν Ἀληθείαι. | 345 | ||
44,A,col1(1n) | OXYRH. PAP. XI n. 1364. | ||
1 | .........〉θ̣ου .........〉η .........〉με .........〉ν̣ευ | ||
5 | .........〉μι ...〉 δ̣ικαιοσύνη οὖ〉ν τὰ τῆς πό‐ λεω〉ς νόμιμα, ἐν〉 ἧι ἂν πολι‐ | ||
10 | τεύηταί τις, μὴ ⸏παρ〉αβαίνειν. χρῶιτ’ ἂν οὖν ἄνθρωπος μά‐ λιστα [θ̣] ἑαυτῶι | ||
15 | ξυμφερόντως δικαιοσύνηι, εἰ μετὰ μὲν μαρ‐ τύρων τοὺς νό‐ μους μεγά〈λο〉υς | ||
20 | ἄγοι, μονούμε‐ νος δὲ μαρτύ‐ ρων τὰ τῆς φύ‐ ⸏σεως· τὰ μὲν γὰρ | ||
τῶν νόμων | 346 | ||
25 | ἐπίθ〉ετα, τὰ δὲ τῆσ〉 φύσεως ἀ‐ ναγ〉καῖα· καὶ τὰ μὲν〉 τῶν νό‐ μω〉ν ὁμολογη‐ | ||
30 | θέντ〉α οὐ φύν‐ τ’ ἐστί〉ν, τὰ δὲ τῆς φύσ〉εως φύν‐ τα οὐχ〉 ὁμολογη‐ | ||
44,A,col2 | θέντα [ο〉υχ 〈ο〉 μολογηθεν ⸏τα]. τὰ οὖν νό‐ μιμα παραβαίνων | ||
5 | εἰὰν λάθηι τοὺς ὁμολογήσαντας καὶ αἰσχύνης καὶ ζημίας ἀ‐ πήλλακται· μὴ | ||
10 | ⸏λαθὼν δ’ οὔ· τῶν δὲ τῆι φύσει ξυμ‐ φύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν | ||
15 | τε πάντας ἀν‐ θρώπους λάθηι, οὐδὲν ἔλαττον τὸ κακόν, ἐάν τε πάντες ἴδωσιν, | ||
20 | ⸏οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ ⸏δι’ ἀλήθειαν. ἔστι δὲ πάν〈τωσ〉 τῶνδε ἕνε‐ | ||
25 | κα τούτων ἡ σκέ‐ ψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νό‐ | ||
μον δικαίων πολεμίως τῆι | 347 | ||
30 | ⸏φύσει κεῖται· νε‐ νο〈μο〉θ〈έ〉τηται γὰρ ἐπί τε τοῖς ὀ‐ φθαλμ[ι]οῖς, ἃ δεῖ | ||
44,A,col3 | αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ δεῖ· καὶ ἐπὶ τοῖς ὠσίν, ἃ δεῖ αὐ‐ τὰ ἀκούειν καὶ | ||
5 | ἃ οὐ δεῖ· καὶ ἐπὶ τῆι γλώττηι, ἅ τε δεῖ αὐτὴν λέγειν καὶ ἃ οὐ δεῖ· καὶ ἐ‐ πὶ ταῖς χερσίν, | ||
10 | ἅ τε δεῖ αὐτὰς δρᾶν ⸏καὶ ἃ οὐ δεῖ· καὶ ἐ̣πὶ τοῖς ποσίν, ἐ‐ φ’ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφ’ ἃ οὐ | ||
15 | δεῖ· καὶ ἐπὶ τῶι νῶι, ὧν τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ⸏ὧν μή. 〈οὐ μὲ〉ν οὖν οὐδὲν τῆι φύσει | ||
20 | φιλιώτερα οὐδ’ οἰ‐ κειότερα, ἀφ’ ὧν οἱ νόμοι ἀποτρέ‐ πουσι τοὺς ἀν〈θ〉ρώπ〈ουσ〉, ἢ ἐφ’ ἃ 〈προ〉τρέ‐ | ||
25 | πουσιν〈.〉 τ̣〈ὸ δ’ αὖ ζῆν ἐστι τῆς φύ‐ σεως καὶ τὸ ἀπο‐ θανεῖν, καὶ τὸ μὲν ζῆν αὐτ〈οῖς | ||
30 | ἐστιν ἀπὸ τῶν ⸏ξυμφερόντων, τὸ δὲ ἀποθανεῖν | ||
ἀπὸ τῶν μὴ ξυμ‐ | 348 | ||
44,A,col4 | φερόντων. τὰ δὲ ξυμφέροντα τὰ μὲν ὑπὸ τῶν νόμων κεί‐ | ||
5 | μενα δεσμὰ τῆς φύσεώς ἐστι, τὰ δ’ ὑπὸ τῆς φύ‐ ⸏σεως ἐλεύθερα. οὔ‐ κουν τὰ ἀλγύ‐ | ||
10 | νο[υ]ντα ὀρθῶι γε λό‐ γωι ὀνίνησιν τὴν φύσιν μᾶλλον ἢ τὰ εὐφραίνον‐ ⸏τα· οὔκουν ἂν οὐ‐ | ||
15 | δὲ ξυμφέρον‐ τ’ εἴη τὰ λυποῦντα μᾶλλον ἢ τὰ ἥ‐ ⸏δοντ〈α·〉 τὰ γὰρ τῶι ἀληθεῖ ξυμφέ‐ | ||
20 | ροντα οὐ βλά‐ πτειν δεῖ, ἀλλ’ ὠ‐ ⸏φελεῖν. τὰ τοίνυν τῆι φύσει ξυμ‐ φέροντα τούτ〈ων | ||
25,26 | fehlen | ||
27 | ......〉ο̣τ̣ι̣α̣〈.. ......〉απ〈... ......〉ανα̣〈.. | ||
30 | ......〉καὶ οι〈.. ......〉ν̣ται· κα〈ὶ οἵτινε〉ς ἂν πα‐ | ||
44,A,col5 | θόντες ἀμύνων‐ ται καὶ μὴ αὐτοὶ ἄρχ〉ωσι τοῦ δρᾶν· καὶ οἵτινες ἂν | ||
5 | τοὺς γειναμέ‐ | ||
νους καὶ κακοὺς ὄντας εἰς αὐτοὺς εὖ ποιῶσιν· καὶ οἱ κατόμνυσθαι | 349 | ||
10 | διδόντες ἑτέ‐ ροις, αὐτοὶ δὲ μὴ κατομνύμε‐ ⸏νοι.〉 καὶ τούτων τῶν εἰρημένων | ||
15 | πόλλ’ ἄν τις εὕ‐ ροι πολέμια τῆι φύσει· ἔνι τ’ ἐν αὐ‐ τοῖς [δ̇] ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν | ||
20 | ἥττω[ι], καὶ ἐλάτ‐ τω ἥδεσθαι, ἐξὸν πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν. | ||
25 | εἰ μὲν οὖν τις τοῖς τοιαῦτα προσ‐ ϊ]εμένοις ἐπικού‐ ρησις ἐγίγνε‐ το παρὰ τῶν νό‐ | ||
30 | μων, τοῖς δὲ μὴ προσϊεμένοις, ἀλ‐ λ’ ἐναντιουμέ‐ νοις ἐλάττωσις, | ||
44,A,col6 | οὐκ ἀν〈όνητον ἂν [ν] ἦν τ〈ὸ τοῖς νό‐ μοις πεῖ〈σμα· νῦν δὲ φαίνε〈ται τοῖς | ||
5 | προσϊεμ〈ένοις τὰ τοιαῦτα τὸ ἐ〈κ νόμου δίκαιον οὐχ ἱκανὸν ἐπι‐ κουρεῖν· ὅ γε πρῶ‐ | ||
10 | τον μὲν ἐπιτρέ‐ πει τῶι πάσχον‐ τι παθεῖν καὶ τῶι δρῶντι δρᾶσαι· ⸏καὶ οὔτε ἐνταῦ‐ | 350 | |
15 | θα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν, οὔτε τὸν δρῶντα δρᾶσαι. εἴς τε τὴν τιμω‐ | ||
20 | ρίαν ἀναφερό‐ μενον οὐδὲν ἰδιώτερον ἐπὶ τῶι πεπονθότι | ||
Δ | ἢ τῶι δεδρακό‐ | ||
25 | τι·〉 πεῖ〈σ〉αι γὰρ δ〈εῖ αὐτὸ〈ν το〉ὺς τ〈ιμω‐ ρ̣〈ήσοντ〉ας, ὡς ἔ‐ παθεν, 〈καὶ〉 δύνα‐ σθαι ἀπ〈αιτ〉ε̣ῖ̣ δί‐ | ||
30 | ⸏κην 〈ἑλεῖ〉ν. ταὐ‐ τὰ δὲ καταλεί‐ πετα〈ι〉 καὶ τῶι δρά‐ σαντ〈ι ἀ〉ρνεῖσθαι | ||
44,A,col7 | 〈ἑλομένωι ....〉 | ||
2-4 | fehlen | ||
5 | 〈 ........... ἐ‐〉 | ||
σ̣τ̣ι̣ν̣ μ̣ᾶ̣λ̣〈λον .. ὅσηπερ τ〈ῶι κα‐ τηγοροῦν〈τι ἡ τῆς κατηγορ〈ίας | 351 | ||
10 | πειθὼ ἀ〈μύνειν τῶι τε πε〈πονθό‐ τι καὶ τῶ〈ι δεδρα‐ κότι 〈.〉 γίγ〈νεται γὰρ ν〈ίκη καὶ ῥή‐ | ||
15 | μασι κ〈αὶ ..... καὶ κ〈....... δυνα〈 δεσα οὐδ | ||
20 | μα〈....... ἐν‐ τεῦθεν ὡς ε〈 τῶι ⸏εδ | ||
44,B,col1(1-4) | nur Endbuchstaben | ||
5 | .. ἀνθ〉ρώποις .......〉ματα .......〉ητης .......〉ηλου· ε .......〉ωσενε | ||
10 | .... τε〉κμαίρε‐ σθαι δὲ〉 παρέχει .........〉τας .... πλ〉είστων .......〉ρ̇ω̇ν̇] | ||
15 | .......〉τα ε .......〉αν .......〉κ〈.. | ||
18-30 | leer | ||
31-34 | nur Endbuchstaben | ||
35 | 〈τοὺς ἐκ καλῶν πατέ‐〉 | ||
44,B,col2 | ρων ἐπ̣〈αιδού‐ μεθά τε κ〈αὶ σεβόμεθα, τοὺς δὲ 〈ἐκ μὴ κα‐ λοῦ οἴκ〈ου ὄντας | ||
5 | οὔτε ἐπ〈αιδούμε‐ ⸏θα οὔτε σεβόμ〈εθα. ἐν τούτω〈ι δὲ | ||
πρὸς ἀλλή〈λους βεβαρβαρώ〈με‐ | 352 | ||
10 | θα, ἐπεὶ φύσει πάντα πάντ〈ες ὁμοίως πεφύκ〈α‐ μεν καὶ βάρβα‐ ροι καὶ Ἕλλην〈ες | ||
15 | ⸏εἶναι. σκοπεῖν δὲ παρέχει τὰ τῶν φύσει 〈ὄντων ἀναγκαί〈ων πᾶσιν ἀν〈θρώ‐ | ||
20 | ποις· π〈ορίσαι τε κατ〈ὰ ταὐτὰ δυνα〈τὰ πᾶσι, καὶ ἐν 〈πᾶσι τού‐ τοις οὔτε β〈άρβα‐ | ||
25 | ρος ἀφώρισ〈ται [δ̇] ἡμῶν ο̣〈ὐδεὶς οὔτε Ἕλλην〈·〉 ἀ‐ ναπνέομεν τε γὰρ εἰς τὸν ἀ‐ | ||
30 | έρ〈α〉 ἅπαντες κατὰ τὸ στόμ〈α κ〉αὶ κατ〈α〉 τὰς ῥῖ‐ νας κ〈αὶ ἐσθίο‐ με〉ν χ〈ερσὶν ἅ‐ | ||
35 | 〈παντες? ....〉 | ||
44,C,col1 | ......〉 τοῦ δικαίου σπουδ〉α̣ί̣ου δοκοῦν‐ τος τὸ〉 μαρτυρεῖν | ||
ἐν ἀλ〉λήλοις τἀληθῆ | 353 | ||
5 | δίκαιο〉ν νομίζεται εἶναι〉 καὶ χρήσιμον οὐδὲν〉 ἧττον εἰς τὰ τῶν〉 ἀνθρώπων ἐπιτ〉ηδεύματα. | ||
10 | τοῦτο〉 τοίνυν οὐ δί‐ καιοσ〉 ἔσται ὁ ποιῶν, ἐπείπε〉ρ τὸ μὴ ἀδικεῖν μηδ〉ένα μὴ ἀδι‐ κού〉μενον αὐτὸν | ||
15 | δίκ〉αιόν ἐστιν· ἀνάγ‐ κη〉 γὰρ τὸν μαρτυ‐ ροῦ〉ντα, κἂν ἀλη‐ θῆ μ〉αρτυρῆι, ὅμως ἄλλον〉 πως ἀδικεῖν | ||
20 | καὶ ἅμα〉 αὐτὸν ἂ〈ν ἀ‐ δι〉κ̣ε̣ῖ̣σθαι 〈ὕστερον, ὧ〉ν ἕνε〈κα εἶπεν, ἐ〉ν ὧι διὰ τ〈ὰ ὑπ’ αὐ‐ τ〉οῦ μαρτ〈υρηθέν‐ | ||
25 | τα ἁλίσκ〈ε〉ται ὁ κα‐ ταμαρτυρούμενος καὶ ἀπόλλυσιν ἢ χρήματα ἢ αὑτὸν δ〉ιὰ τοῦτον ὃν οὐδὲν | ||
30 | ἀ〉δικεῖ· ἐν μὲν οὖν τούτωι τὸν κατα‐ μ〉αρτυρούμενον ἀ〉δικεῖ, ὅτι οὐκ ἀδι‐ κο〉ῦντα ἑαυτὸν ἀ‐ | ||
35 | δι〉κεῖ, αὐτὸς δ’ ἀδικεῖ‐ ται ὑ〉πὸ τοῦ καταμαρ‐ τυρηθ〉έντος, ὅτι μι‐ | ||
σεῖται〉 ὑπ’ αὐτοῦ τ̣ὰ̣ 〈ἀ‐ | 354 | ||
44,C,col2 | ληθῆ μαρτυρ〈ή‐ σας· καὶ οὐ μόν〈ον τῶι μίσει, ἀλλὰ 〈καὶ ὅτι δεῖ αὐτὸν τὸ〈ν | ||
5 | αἰῶνα πάντα φυ‐ λάττεσθαι τοῦτο〈ν οὗ κατεμαρτύρ〈η‐ σεν· ὡς ὑπάρχε〈ι γ’ αὐτῶι ἐχθρὸς τοιο〈ῦ‐ | ||
10 | τος, οἷος καὶ λέγειν καὶ δρᾶν εἴ τι δύν〈αι‐ ⸏το κακὸν αὐτόν. κα〈ί‐ τοι ταῦτα φαίνεται οὐ σμικρὰ ὄντα τἀ‐ | ||
15 | δικήματα, οὔτε ἃ αὐτὸς ἀδικεῖται οὔτε ἃ ἀδικεῖ· οὐ γὰρ ⸓οἷόν τε ταῦτά τε δί‐ καια εἶναι καὶ τὸ μη‐ | ||
20 | δ〉ὲν ἀδικεῖν μη‐ δὲ〉 αὐτὸν ἀδικεῖσθαι (?). ἀλ〉λ’ ἀνάγκη ἐστὶν ἢ〉 τὰ ἕτερα αὐτῶν δ〉ίκαια εἶναι ἢ ἀμ‐ | ||
25 | ⸏φότερα ἄδικα. φαί‐ νεται δὲ καὶ τὸ δικά‐ ζειν καὶ τὸ κρίνειν καὶ τὸ δια〈ι〉τᾶν ὅπως ἂν περαίνηται οὐ | ||
30 | δίκαια ὄντα· τὸ γὰρ ἄ〉λλους ὠφελοῦν ἄλ‐ λο〉υς βλάπτει· ἐν δὲ τού〉τωι οἱ μὲν ὠφελού‐ μενο〉ι οὐκ ἀδικοῦ〈ν‐ | ||
35 | ται, οἱ〉 δὲ βλαπτόμε〈νοι ἀδικο〉ῦντα〈ι ...... .....〉 μην〈........ | ||
...〉.ινον 〈... | 355 | ||
tit,44a-71 | ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ | ||
44a | PHILOSTR. V. Soph. I 15, 4 λόγοι δ’ αὐτοῦ δικανικοὶ μὲν πλείους, ἐν οἷς ἡ δεινότης καὶ πᾶν τὸ ἐκ τέχνης ἔγκειται, σοφιστικοὶ δὲ καὶ ἕτεροι μέν, σοφιστικώτατος δὲ ὁ Ὑπὲρ τῆς ὁμονοίας, ἐν ὧι γνωμολογίαι τε λαμπραὶ καὶ φιλόσοφοι σεμνή τε ἀπαγγελία καὶ | ||
5 | ἐπηνθισμένη ποιητικοῖς ὀνόμασι καὶ τὰ ἀποτάδην ἑρμηνευόμενα παρα‐ πλήσια τῶν πεδίων τοῖς λείοις. vgl. XENOPH. Mem. IV 4, 16 ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς | ||
10 | πολίταις ὁμονοεῖν, καὶ πανταχοῦ ἐν τῆι Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦτον· οἶμαι δ’ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδ’ ὅπως τοὺς αὐτοὺς αὐλητὰς ἐπαινῶσιν, οὐδ’ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδ’ ἵνα τοῖς αὐτοῖς ἥδων‐ | ||
15 | ται, ἀλλ’ ἵνα τοῖς νόμοις πείθωνται. τούτοις γὰρ τῶν πολιτῶν ἐμμε‐ νόντων αἱ πόλεις ἰσχυρόταταί τε καὶ εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτ’ ἂν πόλις εὖ πολιτευθείη οὔτ’ οἶκος καλῶς οἰκη‐ θείη. IAMBL. Ep. Περὶ ὁμονοίας [Stob. II 33, 15] ἡ ὁμόνοια, καθάπερ αὐτὸ τὸ ὄνομα βούλεται ἐνδείκνυσθαι, συναγωγὴν ὁμοίου τοῦ νοῦ | ||
20 | κοινωνίαν τε καὶ ἕνωσιν ἐν ἑαυτῆι συνείληφεν· ἀφορμηθεῖσα δὴ οὖν ἐντεῦθεν ἐπὶ πόλεις καὶ οἴκους κοινούς τε συλλόγους πάντας καὶ ἰδίους [οἴκους], φύσεις τε καὶ συγγενείας πάσας ἐπιπορεύεται κοινάς τε καὶ ἰδίας ὡσαύτως· ἔτι δὲ περιέχει καὶ τὴν ἑνὸς ἑκάστου πρὸς ἑαυτὸν ὁμογνωμοσύνην· ὑφ’ ἑνὸς μὲν γάρ τις νοήματος καὶ μιᾶς γνώμης | ||
25 | κυβερνώμενος ὁμονοεῖ πρὸς ἑαυτόν, διχογνωμονῶν δὲ πρὸς ἑαυτὸν καὶ ἀνόμοια λογιζόμενος διαστασιάζει· καὶ ὁ μὲν ἐπὶ τῆς ἀεὶ αὐτῆς ἐπιμένων διανοήσεως ὁμοφροσύνης ἐστὶ πλήρης· ὁ δὲ ἄστατος τοῖς λογισμοῖς καὶ ἄλλοτε ὑπ’ ἄλλης δόξης φερόμενος ἀστάθμητός ἐστι | ||
καὶ πολέμιος πρὸς ἑαυτόν. | 356 | ||
45 | HARPOCRAT. Σκιάποδες: Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. ἔθνος ἐστὶ Λιβυκόν. | ||
46 | —Μακροκέφαλοι· Ἀ. ἐν τῶι Περὶ ὁμο‐ νοίας. ἔθνος ἐστὶν οὕτω καλούμενον. | ||
47 | —ὑπὸ γῆν οἰκοῦντες (λέγοι ἂν τοὺς ὑπὸ Σκύλακος ἐν τῶι Περίπλωι [fr. 2 Issberner p. 5] λεγομένους Τρω‐ γλοδύτας καὶ τοὺς ὑπὸ Ἡσιόδου ἐν γ Καταλόγου [fr. 60 Rz.2] Κα‐ τουδαίους ὀνομαζομένους): Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. | ||
48 | PHOT. θεειδέστατον: θεοῦ ἰδέαν ἔχον. εἶπε δὲ Ἀ. ἐν τῶι Περὶ ὁμονοίας οὕτως· ‘ἄνθρωπος, ὅς φησι μὲν πάντων θηρίων θεειδέστατον γενέσθαι ... | ||
49 | STOB. IV 22, II, 66 [vgl. III 6, 45] Η. Ἀντι‐ φῶντος. φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ γυναικὸς ἐπιθυμησάτω. αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος ἄρχει, καινοῦ πότμου. μέγας γὰρ | ||
5 | ἀγὼν γάμος ἀνθρώπωι. εἰ γὰρ τύχοι μὴ ἐπιτηδεία γενο‐ μένη, τί χρὴ τῆι συμφορᾶι χρῆσθαι; χαλεπαὶ μὲν ἐκπομ‐ παί, τοὺς φίλους ἐχθροὺς ποιῆσαι, ἴσα φρονοῦντας ἴσα πνέοντας, ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ καὶ ἐκτῆσθαι κτῆμα τοιοῦτον, δοκοῦντα ἡδονὰς κτᾶσθαι | 357 | |
10 | λύπας ἄγεσθαι. φέρε δή, μὴ τὰ παλίγκοτα λέγωμεν, λεγέσθω τὰ πάντων ἐπιτηδειότατα. τί γὰρ ἥδιον ἀν‐ θρώπωι γυναικὸς καταθυμίας; τί δὲ γλυκύτερον ἄλλως τε καὶ νέωι; ἐν τῶι αὐτῶι δέ γε τούτωι, ἔνθα τὸ ἡδύ, ἔνεστι πλησίον που καὶ τὸ λυπηρόν· αἱ γὰρ ἡδοναὶ οὐκ | ||
15 | ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλ’ ἀκολουθοῦσιν αὐ‐ ταῖς λῦπαι καὶ πόνοι. ἐπεὶ καὶ ὀλυμπιονῖκαι καὶ πυθιο‐ νῖκαι καὶ οἱ τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι | ||
ἡδοναὶ ἐκ μεγάλων λυπημάτων ἐθέλουσι παραγίνεσθαι· τιμαὶ γάρ, ἆθλα, δελέατα, ἃ ὁ θεὸς ἔδωκεν ἀνθρώποις, | 358 | ||
20 | μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. ἐγὼ γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον 〈ἐπιμελὲς ὂν〉 οἷον ἐγὼ ἐμαυτῶι, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῶι πολλὰ πράγματα παρέχων ὑπέρ τε τῆς ὑγιείας τοῦ σώ‐ ματος ὑπέρ τε τοῦ καθ’ ἡμέραν βίου ἐς τὴν ξυλλογὴν | ||
25 | ὑπέρ τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ ἀκούειν· τί οὖν, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον, ὅ γέ μοι οὕτως ἐπιμελὲς εἴη; οὐκ οὖν δῆλον, ὅτι γυνὴ ἀνδρί, ἐὰν ἦι καταθυμία, οὐδὲν ἐλάττους τὰς φιλότητας παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῶι ὑπέρ τε τῆς | ||
30 | ὑγιείας δισσῶν σωμάτων ὑπέρ τε τοῦ βίου τῆς συλλο‐ | ||
γῆς [καὶ] ὑπέρ τε τῆς σωφροσύνης καὶ τῆς εὐκλείας; φέρε δὴ καὶ παῖδες γενέσθωσαν· φροντίδων ἤδη πάντα πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον σκίρτημα ἐκ τῆς γνώμης καὶ 〈τὸ〉 πρόσωπον οὐκέτι τὸ αὐτό. | 359 | ||
50 | STOB. IV 34, 63 Ἀ—τος. τὸ ζῆν ἔοικε φρουρᾶι ἐφημέρωι τό τε μῆκος τοῦ βίου ἡμέραι μιᾶι, ὡς ἔπος εἰπεῖν, ἧι ἀναβλέψαντες πρὸς τὸ φῶς παρεγγυ‐ ῶμεν τοῖς ἐπιγιγνομένοις ἑτέροις. | ||
51 | — —34, 56 Ἀ—τος. εὐκατηγόρη‐ τος πᾶς ὁ βίος θαυμαστῶς, ὦ μακάριε, [καὶ] οὐδὲν ἔχων περιττὸν οὐδὲ μέγα καὶ σεμνόν, ἀλλὰ πάντα σμικρὰ καὶ ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμειγμένα λύπαις με‐ | ||
5 | γάλαις. | 360 | |
52 | HARPOCR. ἀναθέσθαι: Ἀ. Περὶ ὁμονοίας· ‘ἀναθέσθαι δὲ ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν‘ ἀντὶ τοῦ ἄνωθεν βιῶναι μετανοήσαντας ἐπὶ τῶι προτέρωι βίωι. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων. | ||
53 | STOB. III 10, 39 Ἀ—τος. οἱ δὲ ἐργαζόμενοι μὲν καὶ φειδόμενοι καὶ ταλαιπωροῦντες καὶ προστιθέντες ἥδονται οἷα δή τις ἂν εἰκάσειεν ἥδεσθαι. ἀφαιροῦντες δὲ καὶ χρώμενοι ἀλγοῦσιν ὥσπερ ἀπὸ τῶν σαρκῶν ἀφαι‐ | ||
5 | ρούμενοι. | ||
53a | — —16, 20 Ἀ—τος. εἰσί τινες οἳ τὸν πα‐ ρόντα μὲν βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται πολλῆι σπουδῆι ὡς ἕτερόν τινα βίον βιωσόμενοι, οὐ τὸν παρόν‐ τα· καὶ ἐν τούτωι παραλειπόμενος ὁ χρόνος οἴχεται. | ||
54 | — —16, 30 [vgl. IV 40, 19] Ἀ—τος. ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον ἀργύριον ἀναιρούμενον πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκωι· ὁ δ’ οὐκ ἠθέλησεν, ἀλλ’ ἦν οἷος ἀπιστεῖν τε καὶ μὴ ὠφελεῖν μη‐ | ||
5 | δένα, φέρων δ’ ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν τοῦτο ποιοῦντα ὑφείλετο· ὑστέρωι δὲ χρόνωι ἐλθὼν οὐχ εὕ‐ ρισκε τὰ χρήματα ὁ καταθέμενος. περιαλγῶν οὖν τῆι συμφορᾶι τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῶι δεομένωι, ὃ ἂϽν αὐτῶι καὶ σῶιον ἦν καὶ ἕτερον προσέφερεν, ἀπαν‐ | 361 | |
10 | τήσας δὲ τῶι ἀνδρὶ τῶι τότε δανειζομένωι ἀπωλοφύρετο τὴν συμφοράν, ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ μεταμέλει οὐ χαρισαμένωι, ἀλλ’ ἀχαριστήσαντι, ὡς πάντως οἱ ἀπο‐ λόμενον τὸ ἀργύριον. ὁ δ’ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ νομίζειν αὑτῶι εἶναι καὶ μὴ ἀπολωλέναι, κατα‐ | ||
15 | θέμενον λίθον εἰς τὸ αὐτὸ χωρίον. ‘πάντως γὰρ οὐδ’ ὅτε ἦν σοι, ἐχρῶ αὐτῶι, ὅθεν μηδὲ νῦν νόμιζε στέρεσθαι μηδενός.‘ ὅτωι γάρ τις μὴ ἐχρήσατο μηδὲ χρήσεται, ὄντος ἢ μὴ ὄντος αὐτῶι οὐδὲν οὔτε πλέον οὔτε ἔλασσον βλάπτεται. ὅτωι γὰρ ὁ θεὸς μὴ παντελῶς βούλεται | ||
20 | ἀγαθὰ διδόναι ἀνδρί, χρημάτων πλοῦτον παρασχών, τοῦ καλῶς φρονεῖν 〈δὲ〉 πένητα ποιήσας, τὸ ἕτερον ἀφε‐ λόμενος ἀμφοτέρων ἀπεστέρησεν. | 362 | |
55 | PHOT. ἵνα· ὅπου. Ἀ. ἐν τῶι Περὶ τῆς ὁμονοίας· ‘ὀκνεῖν ἵνα οὐδὲν ἔργον ὀκνεῖν.‘ | ||
56 | SUID. ὀκνῶ: ... καὶ οἱ ῥήτορες οὐκ ἐπὶ δει‐ λίας καὶ ῥαιθυμίας ἐχρήσαντο τῶι ὀνόματι, ἀλλ’ ἐπὶ τοῦ φόβου καὶ τοῦ φοβεῖσθαι. Ἀ.· ‘κακὸς δ’ ἂν 〈εἴη〉, εἰ 〈ἐπ’〉 ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῆι γλώττηι θρασύνεται καὶ τῶι | ||
5 | θέλειν ἐπείγει, τὸ δ’ ἔργον ἂν παρῆι, ὀκνεῖ.‘ | ||
57 | STOB. III 8, 18 Ἀντιφῶντος. ‘νόσος δειλοῖσιν ἑορτή‘. οὐ γὰρ ἐκπορεύονται ἐπὶ πρᾶξιν. | ||
58 | — —20, 66 Ἀ—τος. ὅστις δὲ ἰὼν ἐπὶ τὸν πλησίον κακῶς ποιήσων δειμαίνει, μὴ ἃ θέλει ποιῆσαι ἁμαρτὼν τούτων ἃ μὴ θέλει ἀπενέγκηται, σωφρονέστε‐ ρος. ἐν ὧι γὰρ δειμαίνει, μέλλει· ἐν ὧι δὲ μέλλει, πολλά‐ | ||
5 | κις ὁ διὰ μέσου χρόνος ἀπέστρεψε τὸν νοῦν τῶν θελη‐ | ||
μάτων· καὶ ἐν μὲν τῶι γεγενῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῶι μέλλειν ἐνδέχεται 〈καὶ τὸ μὴ〉 γενέσθαι. ὅστις δὲ δράσειν μὲν οἴεται τοὺς πέλας κακῶς, πείσεσθαι δ’ οὔ, οὐ σωφρο‐ νεῖ. ἐλπίδες δ’ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς γὰρ τοιαῦ‐ | 363 | ||
10 | ται ἐλπίδες κατέβαλον εἰς ἀνηκέστους συμφοράς, ἃ δ’ ἐδό‐ κουν τοῖς πέλας ποιήσειν, παθόντες ταῦτα ἀνεφάνησαν αὐτοί. σωφροσύνην δὲ ἀνδρὸς οὐκ ἂν ἄλλου ὀρθότερόν τις κρίνειεν, ἢ ὅστις τοῦ θυμοῦ ταῖς παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν κρατεῖν τε καὶ νικᾶν ἠδυνήθη | ||
15 | αὐτὸς ἑαυτόν. ὃς δὲ θέλει χαρίσασθαι τῶι θυμῶι παρα‐ χρῆμα, θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων. | ||
59 | STOB. III 5, 57 Ἀ—τος. ὅστις δὲ τῶν αἰσ‐ χρῶν ἢ τῶν κακῶν μήτε ἐπεθύμησε μήτε ἥψατο, οὐκ ἔστι σώφρων· οὐ γὰρ ἔσθ’ ὅτου κρατήσας αὐτὸς ἑαυτὸν | ||
κόσμιον παρέχεται. | 364 | ||
60 | —II 31, 39 p. 208, 13 W. Ἀ—τος. πρῶ‐ τον, οἶμαι, τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν γάρ τις πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς ποιήσηται, εἰκὸς καὶ τὴν τελευτὴν ὀρθῶς γίγνεσθαι· καὶ γὰρ τῆι | ||
5 | γῆι οἷον ἄν τις τὸ σπέρμα ἐναρόσηι, τοιαῦτα καὶ τὰ ἔκφορα δεῖ προσδοκᾶν· καὶ ἐν νέωι σώματι ὅταν τις τὴν παίδευσιν γενναίαν ἐναρόσηι, ζῆι τοῦτο καὶ θάλλει διὰ παντὸς τοῦ βίου, καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται. | ||
61 | — —31, 40 τοῦ αὐτοῦ. ἀναρχίας δ’ οὐδὲν κάκιον ἀνθρώποις· ταῦτα γινώσκοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς με‐ | ||
5 | γάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο. | ||
62 | — —31, 41 οἵωι τις ἂν τὸ πλεῖστον τῆς ἡμέ‐ ρας συνῆι, τοιοῦτον ἀνάγκη γενέσθαι καὶ αὐτὸν τοὺς | ||
τρόπους. | 365 | ||
63 | HARPOCR. διάθεσις: ... ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῶι Περὶ ὁμονοίας· ‘ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν.‘ | ||
64 | EXC. VINDOB. 44 [Stob. IV 293, 17 Meineke; vgl. H. Schenk] Floril. duo n. 62 (Wien 1888 S. 11] Ἀντιφῶν· αἱ νέαι φιλίαι ἀναγκαῖαι μέν, αἱ δὲ παλαιαὶ ἀναγκαιότεραι. | ||
65 | SUID. θωπεία· Ἀ. ἐν τῶι Περὶ ὁμονοίας· ‘πολλοὶ δ’ ἔχοντες φίλους οὐ γινώσκουσιν, ἀλλ’ ἑταίρους ποιοῦνται θῶπας πλούτου καὶ τύχης κόλακας.‘ | ||
66 | CLEM. Strom. VI 19 [II 438, 9 St.] Ἀ. ὁ ῥήτωρ λέγει· ‘γηροτροφία γὰρ προσέοικε παιδοτροφίαι‘. | ||
67 | HARPOCR. ἀθεώρητος: ἀντὶ τοῦ ἀθέατος παρ’ Ἀ—τι ἐν τῶι Περὶ ὁμονοίας. | ||
67a | —ἀνδρεία: ἡ τῶν ἀνδρῶν ἡλικία. Ἀ. ἐν τῶι Περὶ ὁμονοίας. | ||
68 | —αὐλιζόμενοι: ἀντὶ τοῦ κοιμώμενοι Α. Περὶ ὁμονοίας. | ||
69 | —βαλβίς· Ἀ. Περὶ ὁμονοίας· ἡ ἀρχή. ETYM. GEN. βαλβίς: ... καὶ βαλβῖσιν ἀντὶ τοῦ ταῖς ἀρχαῖς. | ||
70 | —εὐηνιώτατα· Ἀ. ἐν τῶι Περὶ ὁμο‐ νοίας. εὐήνιος ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης. ἡ μετα‐ φορὰ ἀπὸ τῶν ἵππων. | ||
71 | —φηλώματα: Ἀ. ἐν τῶι Περὶ ὁμο‐ νοίας ἐξαπάτας· φηλοῦν γὰρ τὸ ἐξαπατᾶν. | ||
tit,72-77 | ΠΟΛΙΤΙΚΟΣ | ||
72 | ANTIATT. Bekk. An. 78, 20 ἀπειθαρχία: | ||
Ἀ. Πολιτικῶι. | 366 | ||
73 | ATHEN. X 423 A καταριστᾶν δὲ εἴρηκεν ἐν τῶι Πολιτικῶι Ἀ. οὕτως· ‘ὅτε δή τις πράγματα τὰ ἑαυτοῦ ἢ τὰ τῶν φίλων κατηρίστηκεν.‘ | ||
74 | HARPOCR. εὐσύμβολος: ἀντὶ τοῦ ῥαιδίως καὶ εὖ συμβάλλων, τουτέστιν ἀγαθὸς συμβάλλειν. Ἀ. Πολιτικῶι. | ||
75 | —ἡμιολιασμός: Ἀ. Πολιτικῶι ‘διπλασι‐ ασμοῦ καὶ ἡμιολιασμοῦ‘ ἀντὶ τοῦ τὸ ἡμιόλιον 〈δοῦναι〉 ἐν τοῖς λογισμοῖς. | ||
76 | PRISC. 18, 230 illi καταμελεῖν τούτων καὶ ταῦτα. Antiphon ἐν τῶι Πολιτικῶι: μήτε φιλοπό‐ την κληθῆναι καὶ δοκεῖν τὰ πράγματα καταμελεῖν ὑπὸ οἴνου ἡσσώμενον. | ||
77 | PLUT. Anton. 28 ἀναλίσκειν καὶ καθηδυπα‐ θεῖν τὸ πολυτελέστατον, ὡς Ἀ. εἶπεν, ἀνάλωμα, τὸν χρόνον. Vgl. B 53a. | ||
tit,78-81a | ΠΕΡΙ ΚΡΙΣΕΩΣ ΟΝΕΙΡΩΝ. | ||
78 | ARTEMID. I 14 p. 109, 10 H. σηπία. αὕτη δὲ μόνη καὶ τοὺς ἀποδρᾶναι πειρωμένους ὠφελεῖ διὰ τὸν θολόν, ὧι χρωμένη πολλάκις φεύγει. μέμνηται δὲ | ||
τούτου τοῦ ὀνείρου καὶ Ἀ. ὁ Ἀθηναῖος. | 367 | ||
79 | CIC. de div. I 20, 39 somnia, de quibus disputans Chrysippus multis et minutis somniis colligendis facit idem, quod Antipater, ea conquirens quae Antiphontis interpretatione explicata declarant illa quidem acumen interpretis, sed exemplis grandioribus | ||
5 | decuit uti. 51, 116 hic magna quaedam exoritur neque ea naturalis, sed artificiosa somniorum Antiphonis interpretatio eodemque modo et oraclorum et vaticinationum. sunt enim explanatores, ut grammatici poetarum. | ||
80 | — —II 70, 144 ipsorum interpretum coniecturae nonne magis ingenia declarant eorum quam vim consensumque na‐ turae? cursor ad Olympia proficisci cogitans visus est in somnis curru quadrigarum vehi. mane ad coniectorem, at ille: ‘vinces, inquit; | ||
5 | id enim celeritas significat et vis equorum.‘ post idem ad Antiphon‐ tem, is autem ‘vincare, inquit, necesse est: an non intellegis quattuor ante te cucurrisse?‘ ecce alius cursor (atque horum somniorum et talium 〈interpretationum〉 plenus est Chrysippi liber, plenus Anti‐ patri), sed ad cursorem redeo: ad interpretem detulit aquilam se in | ||
10 | somnis visum esse factum; at ille: ‘vicisti; ista enim avi volat nulla vehementius.‘ huic aeque idem Antipho: ‘baro, inquit, victum te esse non vides? ista enim avis insectans alias avis et agitans semper ipsa postrema est.‘ | ||
81 | SENEC. Controv. II, 1, 33 Otho Iunius ... edidit quidem quattuor libros Colorum, quos belle Gallio noster ‘Antiphontis libros‘ vocabat: tantum in illis somniorum est. | ||
81a | MELAMPUS Περὶ παλμῶν 18. 19 [Diels Beitr. z. Zuckungsl. I, Abh. d. Berl. Ak. 1907] (18) ὀφθαλμὸς δεξιὸς ἐὰν ἅλληται, κατὰ Φημονόην καὶ Αἰγυπτίους καὶ Ἀντιφῶντα ἐχθροὺς ὑποχειρίους ἕξει· ἄγει δὲ καὶ ἀποδήμους. (19) ὀφθαλμοῦ δεξιοῦ | ||
5 | τὸ ἄνω βλέφαρον ἐὰν ἅλληται, ἐπίκτησιν πάντως δηλοῖ, κατὰ δὲ | ||
Ἀντιφῶντα πρᾶξιν καὶ ὑγείαν, δούλωι ἐπιβουλήν, χήραι ἀποδημίαν. | 368 | ||
82 | ANECD. BEKK. Antiattic. 114, 28 τελεσθῆναι: τὸ ἀναλωθῆναι. Ἀ. | ||
83 | —Lex. VI p. 345, 26 ἀδυναμία ἐρεῖς ὡς Δημοσθένης καὶ ἀδυνασία ὡς Ἀ. καὶ Θουκυδίδης [VII 8, 2. VIII 8, 4]. | ||
84 | —p. 367, 31 ἀκόλουθα Ἀ. τὰ ἑπόμενα καὶ σύμφωνα. | ||
85 | —p. 418, 6 ἀπάλαμνον: ἀμήχανον. οὕτως Ἀ. | ||
86 | —p. 419, 18 ἀπεγένετο: ἀντὶ τοῦ ἀπέθανεν. οὕτως Ἀ. καὶ Θουκυδίδης [II 34, 2 u ö.]. | ||
87 | HARPOCR. ἀκαρῆ: ἀντὶ τοῦ μικρὸν ἢ οὐδὲν παρ’ Ἀντιφῶντι. | ||
88 | —βάσανος: Ἀ., λίθος οὕτω καλεῖται, ἧι τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται. | ||
89 | —δυσάνιος: Ἀ. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κἂν μικρὸν καὶ εὐκαταφρόνητον ἦι. | ||
90 | —εἰσφρήσειν: εἰσάξειν, εἰσδέξεσθαι. Ἀ. | ||
91 | —ἐμ βραχεῖ ἀντὶ τοῦ ἁπλῶς καὶ ἐν κεφαλαίωι Ἀ. | ||
92 | MOERIS 203, 2 Bekk. λιθουργοὺς Θουκυδίδης [IV 69, 2 u. ö.], λιθοκόπους Ἀ. | ||
93 | PHILOD. de poëm. c. 187, 3 [V. H.2 VI; Th. Gomperz Wien. Sitz. Ber. 123, VI, 49] ἐπειδήπερ ἐκ τῶν προαναλογισθέντων συνεθεωρεῖτο καὶ οὐκ ἐξητασμένον οὕτως 〈ἦν〉, ὥσπερ εἰ μηθὲν ἐτύχομεμ πρὸς ἑτέρους εὑρίσκοντες 〈περὶ τοῦ〉 ὑπὸ γραμμάτων ἁπλῶν καὶ συνθέτων οἰκειοῦσθαι τὴν ἀκοήν, εὔδηλος ἡ | ||
5 | τῶν ἄλλων φληναφία φαίνεται τῶν ἢ ταὐτὰ τέρπειν καὶ ὀχλεῖν ἢ διάφορα κατηξιωκότων ὡς καί τινος τῶν ἀρχαίων Ἀντιφῶντος, εἴτ’ οὖν ῥητορικὸς εἴτε καὶ φιλόσοφος ἠβούλετ’ εἶναι. | ||
93a | PHOT. A p. 66, 4 Reitz. ἀκοινώνητος Πλάτων ἐν Νόμων ϛ [768 B] καὶ ἀκοινώνητα. καὶ Ἀ. δὲ καὶ Εὐριπίδης [Andr. 470]. | ||
93b | —p. 87, 25 R. ἀμαρτυρήτως: ἀμαρτύρως· οὕτως Ἀ. SUID. ἀμαρτυρήτους: ἀντὶ τοῦ ἀμαρτύρους· οὕτως Ἀντιφάνης (sic). | ||
94 | PHOT. τίμιον: ἀντὶ τοῦ ἔντιμον. οὕτως Ἀ. | ||
95 | POLL. I 34 μεθέορτοι ἡμέραι κατὰ Ἀ—τα. | ||
96 | —I 98 καλείσθω δὲ κυβερνήτης ... καὶ κατ’ Ἀ—τα | ||
ὁ ποδοχῶν ἢ μᾶλλον κατ’ ἐμὲ ὁ ποδηγῶν. | 369 | ||
97 | POLL. II 109 ἀγλωττίαν δὲ Ἀ. εἴρηκεν. | ||
98 | —II 120 Ἀ. δὲ ἀντιλογούμενοι. | ||
99 | — —Ἀ. δὲ ἀπαρτιλογία ὥσπερ καὶ Ἡρόδοτος [VII 29]. Dagegen HARPOCR. ἀπαρτιλογία Λυσίας ἐν τῶι πρὸς Ἀρέσανδρον [fr. 23 O. A. II 177] καὶ Ἡρόδοτος ἀντὶ τοῦ ἀπηρτισμένος καὶ πλήρης ἀριθμός. | ||
100 | —II 123 κακολόγος, κακήγορος καὶ ὡς Ἀ. ἡδυ‐ λόγος καὶ μετριολόγος. | ||
101 | —II 228 Ἀ. ἐπινόημα. | ||
102 | —II 230 ἀθυμοῦσιν ὡς Ἀ. | ||
103 | —III 113 χρηματίζειν καὶ ὡς Ἀ. φιλοχρηματεῖν. | ||
104 | —IV 9 ἀνεπιστημοσύνη, ἄγνοια, ἀγνωσία. Ἀ. δ’ ἐπὶ τούτου καὶ ἀγνωμοσύνην λέγει. | ||
105 | — —δοκησίσοφος, ὡς Ἀ. ἔφη. | ||
106 | —IV 167 συμμετρίας Ἀ. ... καὶ δυσμέτρητον Α. | ||
106a | —V 145 ἀγνοῶν. Ἀ. δὲ καὶ ἀγνώμων λέγει. Vgl. B 104. | ||
107 | —V 441 καὶ τὸ πρᾶγμα ἀναισθησία, ἀχαριστία, ἀδικία, ἀγνωμοσύνη καὶ ὡς Ἀ. ἀποστέρησις. | ||
108 | —VI 163 Ἀ. δὲ καὶ ἐξαλᾶσθαι πανοικεσίαι ἔφη. | ||
109 | —VI 169 κακόνους ὡς Ἀ. | ||
110 | —VI 183 Ἀ. δὲ ἐπιθύμημα. | ||
111 | —VIII 68 ἐπὶ δὲ τοῦ ἀπολογουμένου ἀπελογήσατο, ἀπελύθη ὡς Ἀ. | ||
112 | —VIII 103 καὶ ἐν ταῖς σιτοδοσίαις ἐγίνοντο σίτου ἐπιγραφεῖς, ὡς Ἀ. | ||
113 | —IX 26 πολιτοκοπεῖν παρ’ Ἀ—τι. | ||
114 | LESBON. p. 180 Valck. Κλαζομένιον σχῆμα] ὡς τὸ πορεύομαι σὺν ἀγῶνι ἀντὶ τοῦ εἰς ἀγῶνα ... ὡς τὸ σὺν πατρίδι ἔβη ἀντὶ τοῦ εἰς τὴν πατρίδα· οὕτως Ἀ. | ||
115 | SUID. ἀπόκριναι: ... καὶ ἀπόκρισις ἡ ἀπολογία. οὕτως Λυσίας [fr. 305 O. A. II 214a 23] καὶ Ἀ. | ||
116 | —ἀπολαχεῖν: ... Ἀ.· ὁπότ’ ἄνθρωποι βού‐ λοιντο χρήματα διαλαγχάνειν. | ||
117 | —Χρημάτων: ... κεῖται δὲ ἡ λέξις καὶ ἐπὶ πρά‐ γματος ἢ προσώπου ἢ λόγου ὡς Ἀ. | ||
118 | ATHEN. XIV 650 E Ἀντιφῶν [?] ἐν τῶι Περὶ γεωργικῶν. | 370 |