TLG 1147 001 :: ANTIPHON :: Fragmenta

ANTIPHON Soph., fiq Antiphon Orat.
(Atheniensis: 5 B.C.)

Cf. et ANTIPHON Orat. (0028)

Fragmenta

Source: Gernet, L. (ed.), Antiphon. Discours. Paris: Les Belles Lettres, 1923 (repr. 1965): 176–183.

  • Περὶ τῆς ἀληθείας (frr. 1–6): pp. 176–179
  • Περὶ ὁμονοίας (frr. 7–9): p. 179
  • Fragmenta incertae sedis (frr. 10–23): pp. 179–183
  • frr. 4–6: P. Oxy. 11.1364, fr. 1
  • Dup. partim 1147 003 (fr. 44), 005

Citation: Fragment — (line)

tit,1-6

ΠΕΡΙ ΤΗΣ ΑΛΗΘΕΙΑΣ

1

Διὰ τοῦτο οὐδενὸς δεῖται, οὐδὲ προσδέχεται οὐδενός τι, ἀλλ’ ἄπειρος καὶ ἀδέητος (Suidas, I, p. 94, cf. Harpocr., s. u. ἀδέητος).

2

Καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο (Harpocr., s. u. ἔμβιος). —...(φησιν Ἀντιφῶν ὅτι) εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστ’ ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην, ἀλλὰ ξύλον (Arist., Phys., II,
5193 a).

3

Πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγιείαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα (Galenus, XVIII, 2).

4

... Δικα[ιο]σύνη πάντα 〈τὰ〉 τῆς πό[λεω]ς νόμιμα ἐν ᾗ ἂν πολι[τεύ]ηταί τις μὴ [παρ]αβαίνειν· χρῷτ’ ἂν οὖν ἄνθρωπος μάλιστα ἑαυτῷ ξυμφ[ε]ρόντως δικαιοσύνῃ εἰ μετὰ μὲν μαρτύρων τ[ο]ὺς νόμους μεγά[λο]υς ἄγοι·
5μονούμενος δὲ μαρτύρων, τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων [ἐπίθ]ετα, τὰ δὲ τῆς φύσεως ἀ[ναγ]καῖα· καὶ τὰ
[μὲν] τῶν νό[μω]ν ὁμολογη[θέντ]α, οὐ φύν[τ’ ἐστί]ν, τὰ δὲ [τῆς φύσ]εως φύν[τα, οὐχ] ὁμολογητά· τὰ οὖν νόμιμα παραβαίνων, ᾖ ἂν λάθῃ τοὺς ὁμολογήσαντας, καὶ αἰσχύνης176
10καὶ ζημίας ἀπήλλακται, μὴ λαθὼν δ’ οὔ· τῶν δὲ τῇ φύσει ξυμφύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν τε πάν‐ τας ἀνθρώπους λάθῃ, οὐδὲν ἔλαττον κακόν, ἐάν τε πάντες ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ δι’ ἀληθείαν.
15 Ἔστι δὲ πάντων ἕνεκα τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νόμον δικαίων πολεμίως τῇ φύσ[ει] κεῖται· νενο[μο]θ[έ]τηται γὰρ [ἐ]πί τε τοῖς ὀφ[θ]αλμοῖς ἃ δεῖ αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ [δ]εῖ, καὶ ἐπὶ τοῖς ὠσὶν ἃ δεῖ αὐτὰ ἀκούειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τῇ γλώττῃ ἅ τ[ε] δεῖ αὐτὴν
20λέγειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ ταῖς χερσὶν ἅ τε δεῖ αὐτὰς δρᾶν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τοῖς ποσὶν ἐφ’ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφ’ ἃ οὐ δεῖ, καὶ ἐπὶ τῷ νῷ ὧν τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ὧν μή. [Ἔστι]ν οὖν οὐδὲν τῇ φύσει φιλιώ‐ τ[ερ]α οὐδ’ οἰκειότε[ρα] ἀφ’ ὧν οἱ νόμο[ι ἀ]ποτρέπουσι
25τ[οὺς] ἀν[θ]ρώπ[ους] ἢ ἐφ’ ἃ προτρέπουσ[ιν]· τ[ὸ γὰρ] ζῆν [ἐ]στι τῆς φύσεως κ[αὶ τ]ὸ ἀποθανεῖν, καὶ τὸ μὲν ζ]ῆν αὐτ[οῖς] ἐστι[ν ἀ]πὸ τῶν ξυμ[φερό]ντων, τὸ δὲ ἀποθανεῖν ἀπὸ τῶν μὴ ξυμφερόντων· τὰ δὲ ξυμφέροντα, τὰ μὲν ὑπὸ τῶν νόμων κε[ί]μενα δεσμ[ὰ] τῆς φύσεως
30ἐ[στί], τὰ δ’ ὑπὸ τῆς φύσεως ἐλεύθερα· οὔκουν τὰ ἀλγύ‐ νοντα ὀρθῷ γε λ[ό]γῳ ὀνίνησιν τὴ[ν] φύσιν μᾶλλον ἢ τὰ εὐφραίνοντα· οὔκουν ἂν οὐδὲ ξυμφέροντ’ εἴη τὰ λυποῦ[ντα] μᾶλλον ἢ τ[ὰ ἥ]δοντ[α]· τὰ γὰρ τῷ ἀληθεῖ ξυμφέρ[ο]ντα οὐ βλάπ[τ]ειν δεῖ, ἀλλ’ ὠφ[ε]λεῖν· τὰ τοίνυν τῇ φύσει
35ξυμφέροντα .τ...
... [Οἵτινε]ς ἂν πα[θόν]τες ἀμύνων[ται κ]αὶ μὴ αὐτοὶ ἄρχωσι τοῦ δρᾶν, [καὶ ο]ἵτινες ἂν [τοὺς] γειναμέ[νου]ς, καὶ κακοὺς ὄντας εἰς αὐτοὺς, εὖ ποιῶσιν, καὶ οἳ κατό‐ μνυσθαι διδόντες ἑτέροις, αὐτοὶ μὴ κατομνύμε[νοι], καὶ
177
40τούτων τῶν εἰρημένων πόλλ’ ἄν τις εὕροι πολέμια τῇ φύσει· ἔνι γε αὐτοῖς ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν ἥττω, καὶ ἐλάττω ἥδεσθαι, ἐξὸν πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν· εἰ μὲν οὖν τις [τ]οῖς τοιαῦτα προ[ϊ]εμένοις ἐπικού[ρ]ησις ἐγίγνε[το] παρὰ τῶν νό[μ]ων, τοῖς δὲ μὴ
45προϊεμένοις, ἀλ[λ’ ἐ]ναντιουμέ[ν]οις, ἐλάττωσις, οὐκ ἀν[ωφελὲς ἂν] ἦν τ[οῖς νό]μοις πεί[θεσθαι· νῦν] δὲ φαίνε[ται] τοῖς προσιεμ[ένοις] τὰ τοιαῦτα τὸ ἐ[κ] νόμου δίκαι[ον] οὐχ ἱκανὸν ἐπικουρεῖν, ὅ γε πρῶτον μὲν ἐπι‐ τρέπει τῷ πάσχοντι παθεῖν καὶ τῷ δρῶντι δρᾶσαι, καὶ

4

(50)

οὔτε ἐνθαῦτα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν οὐδὲ τὸν δρῶντα δρᾶσαι, εἴς τε τὴν τιμωρίαν ἀναφερόμενον οὐδὲν ἰδιώτερον ἐπὶ [τ]ῷ [π]επονθότι ἢ τῷ δεδρακό[τι] ..... ταῦτα δὲ κ[α]ταλείπετα[ι] καὶ τῷ δράσαντ[ι ἀ]ρνεῖσθαι (Oxy. pap., XI, no1364, fr. 1).

5

...ρων ἐπ[αιδούμε]θά τε κ[αὶ σεβόμεθα], τοὺς δὲ [ἐκ φαύ]λου οἴκ[ου ὄντας] οὔτε ἐπ[αιδούμε]θα οὔτε σεβόμεθα· ἐν τ[ο]ύτῳ γὰρ πρὸς ἀλλή[λους] βεβαρβαρώ[με]θα, ἐπεὶ φύσει πάντα πάντ[ες] ὁμοίως πεφύκ[α]μεν καὶ βάρβαροι
5καὶ Ἕλλην[ες] εἶναι· σκοπεῖν δ[ὲ] παρέχει τὰ τῶν φύσει [ὄντων] ἀναγκαί[ων] πᾶσιν ἀν[θρώ]ποις π..... Οὔτε β[άρβα]ρος ἀφώρισται ἡμῶν οὐδεὶς οὔτε Ἕλλην· ἀναπνέομέν τε γὰρ εἰς τὸν ἀέρ[α] ἅπαντες κατὰ τὸ στόμ[α κ]αὶ κατ[ὰ] τὰς ῥῖνας. Κ[αὶ ... (Ib., fr. 2).

6

Ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ πνεύ‐ ματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλὰ· ὅ τι γὰρ ἂν τῶν ξυμπιπτόντων κρατηθῇ, τοῦτ’ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ178
5πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας (Galenus, XVII, 1).

tit,7-9

ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ

7

Ἄνθρωπος, ὅς φησι μὲν πάντων θηρίων θεαιδέστα‐ τον γενέσθαι (Phot., Lex., p. 81, 19; Suidas, I, p. 1120; Et. Mag., p. 444; Eust. ad Il., III, 36).

8

Ἀναθέσθαι δὲ, ὥσπερ πεττὸν, τὸν βίον οὐκ ἔστιν (Harpocr., s. u. ἀναθέσθαι).

9

Πολλοὶ δ’ ἔχοντες φίλους οὐ γιγνώσκουσιν, ἀλλ’ ἑταίρους ποιοῦνται θῶπας πλούτου καὶ τύχης κόλακας (Suidas, I, p. 1199).

tit,10-23

ΑΠΑΡΑΣΗΜΑ

10

Νόσος δειλοῖσιν ἑορτή· οὐ γὰρ ἐκπορεύονται ἐπὶ πρᾶξιν (Stobaei Flor., VIII, 18).

11

Κακὸς δ’ ἀεὶ ἐπ’ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγει, τὸ δ’ ἔργον ἂν παρῇ, ὀκνεῖ (Suidas, II, p. 1074).

12

Οἱ δὲ ἐργαζόμενοι μὲν καὶ φειδόμενοι καὶ ταλαιπω‐ ροῦντες καὶ προστιθέντες ἥδονται, οἷα δή τις ἂν εἰκάσειεν
ἥδεσθαι· ἀφαιροῦντες δὲ καὶ χρώμενοι ἀλγοῦσιν, ὥσπερ ἀπὸ τῶν σαρκῶν ἀφαιρούμενοι (Stobaei Flor., X, 40).179

13

Εἰσί τινες οἳ τὸν παρόντα μὲν βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται πολλῇ σπουδῇ, ὡς ἕτερόν τινα βίον βιωσόμενοι, οὐ τὸν παρόντα, καὶ ἐν τούτῳ παραλειπόμενος ὁ χρόνος οἴχεται (Stobaei Flor., XVI, 19).

14

Ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον ἀργύριον ἀναιρούμενον πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκῳ, ὁ δ’ οὐκ ἠθέλησεν, ἀλλ’ ἦν οἷος ἀπιστεῖν τε καὶ μὴ ὠφελεῖν μηδένα, φέρων δ’ ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν
5τοῦτο ποιοῦντα ὑφείλετο, ὑστέρῳ δὲ χρόνῳ ἐλθὼν οὐχ ηὕρισκε τὰ χρήματα ὁ καταθέμενος. Περιαλγῶν οὖν τῇ συμφορᾷ τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῷ δεομένῳ, ὃ ἂν αὐτῷ καὶ σῶον ἦν καὶ ἕτερον προσέφερεν, ἀπαντήσας δὴ τῷ ἀνδρὶ τῷ τότε δανειζομένῳ ἀπωλοφύρετο τὴν συμφοράν,
10ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ μεταμέλει οὐ χαρισαμένῳ, ἀλλ’ ἀχαριστήσαντι, ὡς πάντως οἱ ἀπολόμενον τὸ ἀργύριον. Ὁ δ’ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ νομίζειν αὑτῷ εἶναι καὶ μὴ ἀπολωλέναι, καταθέμενον λίθον εἰς τὸ αὐτὸ χωρίον· πάντως γὰρ οὐδ’ ὅτε ἦν σοι ἐχρῶ αὐτῷ, ὅθεν μηδὲ
15νῦν νόμιζε στέρεσθαι μηδενός. Ὅτῳ γάρ τις μὴ ἐχρήσατο μηδὲ χρήσεται, ὄντος ἢ μὴ ὄντος αὐτῷ οὐδὲν οὔτε πλέον οὔτε ἔλασσον βλάπτεται. Ὅταν γὰρ ὁ θεὸς μὴ παντελῶς βούληται ἀγαθὰ διδόναι ἀνδρὶ, χρημάτων 〈μὲν〉 πλοῦτον παρασχών, 〈τοῦ δὲ〉 φρονεῖν καλῶς πένητα ποιήσας, τὸ
20ἕτερον ἀφελόμενος ἑκατέρων ἀπεστέρησεν (Stobaei Flor., XVI, 29).

15

Ὅστις δὲ ἰὼν ἐπὶ τὸν πλησίον κακῶς ποιήσων δειμαίνει, μὴ ἃ θέλει ποιῆσαι ἁμαρτὼν τούτων, ἃ μὴ θέλει ἀπενέγκηται, σωφρονέστερος. Ἐν ᾧ γὰρ δειμαίνει,
μέλλει· ἐν ᾧ δὲ μέλλει, πολλάκις ὁ διὰ μέσου χρόνος180
5ἀπέστρεψε τὸν νοῦν τῶν θελημάτων· καὶ ἐν μὲν τῷ γεγε‐ νῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῷ μέλλειν ἐνδέχεται τὸ μὴ γενέσθαι. Ὅστις δὲ δράσειν μὲν οἴεται τοὺς πέλας κακῶς, πείσεσθαι δὲ οὔ, οὐ σωφρονεῖ. Ἐλπίδες δ’ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς γὰρ τοιαῦται ἐλπίδες κατέβαλον εἰς
10ἀνηκέστους συμφοράς, ἃ δ’ ἐδόκουν τοὺς πέλας ποιήσειν, παθόντες ταῦτα ἀνεφάνησαν αὐτοί. Σωφροσύνην δὲ ἀνδρὸς οὐκ ἂν ἄλλο ὀρθότερόν τις κρίνειεν, ἢ ὅστις τοῦ θυμοῦ ταῖς παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν 〈καὶ〉 κρατεῖν τε καὶ νικᾶν ἠδυνήθη αὐτὸς ἑαυτόν· ὃς δὲ θέλει
15χαρίσασθαι τῷ θυμῷ παραχρῆμα, θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων (Stobaei Flor., XX, 66).

16

Ὅστις δὲ τῶν αἰσχρῶν ἢ τῶν κακῶν μήτε ἐπεθύ‐ μησε μήτε ἥψατο, οὔκ ἐστι σώφρων· οὐ γὰρ ἔσθ’ ὅτου κρατήσας αὐτὸς ἑαυτὸν κόσμιον παρέχεται (Stobaei Flor., V, 53).

17

Φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ γυναικὸς ἐπιθυμησάτω. Αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος ἄρχει, καινοῦ πότμου· μέγας γὰρ ἀγὼν γάμος ἀνθρώπῳ. Εἰ γὰρ τύχοι μὴ ἐπιτήδεια γενόμενα, τί
5χρὴ τῇ συμφορᾷ χρῆσθαι; χαλεπαὶ μὲν ἐκπομπαί, τοὺς φίλους ἐχθροὺς ποιῆσαι, ἴσα φρονοῦντας, ἴσα πνέοντας, ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ κεκτῆσθαι κτῆμα τοιοῦτον, δοκοῦντα ἡδονὰς κτᾶσθαι λύπας ἄγεσθαι. Φέρε δή, μὴ τὰ παλίγκοτα λέγωμεν, γενέσθω τὰ πάντων ἐπιτη‐
10δειότατα. Τί γὰρ ἥδιον ἀνθρώπῳ γυναικὸς καταθυμίας; τί
δὲ γλυκύτερον, ἄλλως τε καὶ νέῳ; ἐν τῷ αὐτῷ δέ γε τούτῳ, ἔνθα τὸ ἡδύ, ἔνεστι πλησίον που καὶ τὸ λυπηρόν. αἱ γὰρ ἡδοναὶ οὐκ ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλ’ ἀκολουθοῦσιν αὐταῖς λῦπαι καὶ πόνοι. Ἐπεὶ καὶ ὀλυμπιονῖ‐181
15και καὶ πυθιονῖκαι καὶ οἱ τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι ἡδοναὶ ἐκ μεγάλων λυπημάτων ἐθέλουσι παρα‐ γίγνεσθαι· τιμαὶ γὰρ καὶ ἆθλα, δελέατα ἃ ὁ θεὸς ἔδωκεν ἀνθρώποις, μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. Ἐγὼ γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον
20οἷον ἐγὼ ἐμαυτῷ, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῷ πολλὰ πράγματα παρέχων ὑπέρ τε τῆς ὑγιείας τοῦ σώματος ὑπέρ τε τοῦ καθ’ ἡμέραν βίου ἐς τὴν ξυλλογὴν ὑπέρ τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ ἀκούειν. Τί οὖν, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον, ὅ γε
25μοι οὕτως ἐπιμελὲς εἴη; οὐκοῦν δῆλον ὅτι γυνὴ ἀνδρὶ, ἐὰν ᾖ καταθυμία, οὐδὲν ἐλάσσους τὰς φιλότητας παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῷ ὑπέρ τε τῆς ὑγιείας δισσῶν σωμάτων ὑπέρ τε τοῦ βίου [καὶ] τῆς συλλογῆς ὑπέρ τε τῆς σωφροσύνης καὶ τῆς εὐκλείας. Φέρε δή, καὶ παῖδες
30γενέσθων· φροντίδων ἤδη πάντα πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον σκίρτημα ἐκ τῆς γνώμης καὶ 〈τὸ〉 πρόσωπον οὐκέτι τὸ αὐτό (Stobaei Flor., LXVIII, 37).

18

Εὐκατηγόρητος πᾶς ὁ βίος 〈καὶ ὁ〉 θαυμαστῶς ὡ〈σ〉 μακάριος, καὶ οὐδὲν ἔχων περιττὸν οὐδὲ μέγα καὶ σεμνὸν, ἀλλὰ πάντα σμικρὰ καὶ ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμιγμένα λύπαις μεγάλαις (Stobaei Flor., XCVIII,
556).

19

Τὸ ζῆν ἔοικε φρουρᾷ ἐφημέρῳ, [τό τε μῆκος τοῦ
βίου ἡμέρᾳ μιᾷ, ὡς ἔπος εἰπεῖν], ἣν ἀναβλέψαντες πρὸς τὸ φῶς παρεγγυῶμεν τοῖς ἐπιγιγνομένοις ἑτέροις (Stobaei Flor., XCVIII, 63).182

20

Πρῶτον οἶμαι τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν γάρ τις πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς ποιήσηται, εἰκὸς καὶ τὴν τελευτὴν ὀρθῶς γίγνεσθαι. Καὶ γὰρ τῇ γῇ οἷον ἄν τις τὸ σπέρμα ἐναρόσῃ, τοιαῦτα καὶ τὰ
5ἔκφορα δεῖ προσδοκᾶν, καὶ ἐν νέῳ σώματι ὅταν τις τὴν παίδευσιν γενναίαν ἐναρόσῃ, ζῇ τοῦτο καὶ θάλλει διὰ παντὸς τοῦ βίου καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται (Stobaei Append. Flor., XVI, 36).

21

Ἀναρχίας δ’ οὐδὲν κάκιον ἀνθρώποις· τοῦτο γιγνώσ‐ κοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο
5(Stobaei Append. Flor., XVI, 37).

22

Αἱ νέαι φιλίαι ἀναγκαῖαι μέν, αἱ δὲ παλαιαὶ ἀναγ‐ καιότεραι (Exc. Vind., 44).

23

Οἵῳ τις ἂν τὸ πλεῖστον τῆς ἡμέρας συνῇ, τοιοῦτον ἀνάγκη γενέσθαι καὶ αὐτὸν τοὺς τρόπους (Stobaei App.
Flor., XVI, 37).183