TLG 1143 001 :: ANTIOCHUS :: Fragmenta

ANTIOCHUS Phil.
(Ascalonius: 2–1 B.C.)

Fragmenta

Source: Luck, G. (ed.), Der Akademiker Antiochus. Bern: Haupt, 1953: 73, 75–82, 85–86, 88, 94.

frr. 1, 2, 7, 12, 13, 15, 18, 23, 31–33, 35–38, 54–55, 58, 65–66, 86

Citation: Fragment — (line)

1

(n)

(Strabon 16.2.29, III, p. 1059 Mein.)
1 Ἀπὸ ... Ἰαμνείας εἰς ... Ἀσκάλωνά εἰσιν ὅσον διακόσιοι στάδιοι ... ἐντεῦθεν ἦν Ἀντίοχος ὁ φιλόσοφος, μικρὸν πρὸ ἡμῶν γεγονώς.

2

(n)

(Steph. Byz. s. v. Ἀσκάλων, p. 132 Mein.)
1πολλοὶ δὲ ἐξ αὐτῆς κεχρηματίκασι, φιλόσοφοι μὲν Ἀντίοχος
Κύκνος καὶ Σῶσος καὶ Ἀντίβιος καὶ Εὔβιος Στωϊκοὶ ἐπιφανεῖς.73

7

(n)

(Ind. Ac. Herc. 34.1 ff.; p. 108 f. M.)
1... ὑπῆγ(εν) ἐπιδρα(μὼν?) ... .αρρωι καὶ τ(ὴ)ν σ̣χολ̣(ὴν) αὐτ̣(ο)ῦ̣ .........οσο. Μαίκιος ἐ‐ φ’ ἡμῶν Ἀθ̣ήνη(θ)εν π(αρα)βαλόν‐
5των ἐξ Ἀ(λ)εξανδρείας (κ)α(ὶ) διακα(τ)εῖχεν̣. ἦσαν δ’ αὐτοῦ μ̣αθ̣(η)ταὶ καὶ Ἰολλά(σι‐) (ος) Σαρδιανὸ(ς) κ̣αὶ Με(ν)εκρά‐ της Μιτυληναῖος ὁ (κ)αὶ κα‐
10τὰ Σι(κ)ελίαν .ωσπρι. ιν διατρίβων καὶ Μν(ασέ)ας Τύρι(ος) κα(ὶ Π)ῶ(λ)ο̣ς Ἀκρα‐ (γ)αν(τ)ῖν(ος καὶ Μ)ελάνθιος (κ)αὶ † σλνω ... Λ̣υσίμαχος75
15–ηροτερ. γ....ολο....
.. Ἡράκ(λε)ιτος̣ ? ....ετα....76

12

(n)

(Plut. Cic. 4.1 ff., p. 862c)
1 Ἀφικόμενος [sc. Cicero] δ’ εἰς Ἀθήνας Ἀντιόχου τοῦ Ἀσκαλωνίτου διήκουσε, τῇ μὲν εὐροίᾳ τῶν λόγων αὐτοῦ καὶ τῇ χάριτι κηλούμενος, ἃ δ’ ἐν τοῖς δόγμασιν ἐνεωτέριζεν οὐκ ἐπαινῶν. ἤδη γὰρ ἐξίστατο τῆς νέας λεγομένης Ἀκαδημείας ὁ Ἀντίοχος καὶ τὴν Καρνεάδου στάσιν ἐγκατέ‐
5λειπεν, εἴτε καμπτόμενος ὑπὸ τῆς ἐναργείας καὶ τῶν αἰσθήσεων, εἰθ’ ὥς φασιν ἔνιοι φιλοτιμίᾳ τινὶ καὶ διαφορᾷ πρὸς τοὺς Κλειτομάχου καὶ Φίλωνος συνήθεις τὸν Στωϊκὸν ἐκ μεταβολῆς θεραπεύων λόγον ἐν τοῖς πλείστοις. Ὁ δὲ Κικέρων ἐκεῖν’ ἠγάπα ...

13

(n)

(Plut. Cic. 4.4 f., p. 862d)
1 Ἐπεὶ δ’ αὐτῷ [sc. Ciceroni] Σύλλας τε προσηγγέλθη τεθνηκώς ..., πολλὰ μὲν τῶν ἀπὸ Ῥώμης φίλων γραφόντων καὶ δεομένων, πολλὰ δ’ Ἀντιόχου παρακελευομένου τοῖς κοινοῖς ἐπιβαλεῖν πράγμασιν, αὖθις ὥσπερ ὄργανον ἐξηρτύετο τὸν ῥητορικὸν λόγον καὶ ἀνεκίνει τὴν πολιτι‐
5κὴν δύναμιν ...

15

(n)

(Plut. Luc. 42.3, p. 519f—520a)
1 Φιλοσοφίαν δὲ πᾶσαν μὲν ἠσπάζετο [sc. Lucullus] καὶ πρὸς πᾶσαν εὐμενὴς ἦν καὶ οἰκεῖος, ἴδιον δὲ τῆς Ἀκαδημείας ἐξ ἀρχῆς ἔρωτα καὶ ζῆλον ἔσχεν, οὐ τῆς νέας λεγομένης, καίπερ ἀνθούσης τότε τοῖς Καρ‐ νεάδου λόγοις διὰ Φίλωνος, ἀλλὰ τῆς παλαιᾶς, πιθανὸν ἄνδρα καὶ δεινὸν
5εἰπεῖν τότε προστάτην ἐχούσης τὸν Ἀσκαλωνίτην Ἀντίοχον, ὃν πάσῃ σπουδῇ ποιησάμενος φίλον ὁ Λεύκολλος καὶ συμβιωτὴν ἀντέταττε τοῖς
Φίλωνος ἀκροαταῖς, ὧν καὶ Κικέρων ἦν.77

18

(n)

(Aelian. Var. hist. 12.25, p. 391 H.)
1 ἵνα δὲ καὶ τῶν ἐμοὶ προσηκόντων οὐδὲν ἧττον ἤπερ καὶ οἱ Ἕλληνες προσήκουσι μεμνῶμαι (διαφέρει δέ μοι καὶ τούτων, εἴ γε Ῥωμαῖός εἰμι), καὶ Λεύκολλος Ἀντιόχου τι ὤνητο τοῦ Ἀσκαλωνίτου καὶ Μαικήνας
Ἀρείου καὶ Κικέρων Ἀπολλωνίου καὶ ὁ Σεβαστὸς Ἀθηνοδώρου.78

23

(n)

(Plut. Brut. 2.2 ff., p. 984e)
1 τῶν ... Ἑλληνικῶν φιλοσόφων οὐδενὸς μὲν ὡς ἁπλῶς εἰπεῖν, ἀν‐ ήκοος ἦν [sc. Brutus] οὐδ’ ἀλλότριος, διαφερόντως δ’ ἐσπουδάκει πρὸς τοὺς ἀπὸ Πλάτωνος. καὶ τὴν νέαν καὶ μέσην λεγομένην Ἀκαδήμειαν οὐ πάνυ προσιέμενος, ἐξήρτητο τῆς παλαιᾶς, καὶ διετέλει θαυμάζων μὲν
5Ἀντίοχον τὸν Ἀσκαλωνίτην, φίλον δὲ καὶ συμβιωτὴν τὸν ἀδελφὸν αὐτοῦ πεποιημένος Ἄριστον, ἄνδρα τῇ μὲν ἐν λόγοις ἕξει πολλῶν φιλο‐
σόφων λειπόμενον, εὐταξίᾳ δὲ καὶ πρᾳότητι τοῖς πρώτοις ἐνάμιλλον.79

31

(n)

(Plut. Luc. 28.8, p. 511b)
1 ταύτης τῆς μάχης [sc. apud Tigranocertam] Ἀντίοχος ὁ φιλό‐ σοφος ἐν τῇ περὶ θεῶν γραφῇ μνησθεὶς οὔ φησιν ἄλλην ἐφεωρακέναι τοι‐
αύτην τὸν ἤλιον.80

32

(n)

(Suda s. v. Λούκουλλος p. 2.285 A.)
1 Ἀντίοχος γοῦν ὁ φιλόσοφος ταύτης ἐπιμνησθεὶς τῆς μάχης, οὐκ ἔφη τοιαύτην ἄλλην ἑωρακέναι τὸν ἥλιον.

33

(n)

(Ind. Ac. Philos. 34.36 ff.; p. 109 f. M.)
1α. π̣ρεσβε(ύ)ων ...ν.. θ (.. εἴ)ς τε Ῥώμη(ν κ)αὶ π(ρ)ὸ(ς) το(ὺς ἐ)ν ταῖς ἐ(π)αρχί(αι)ς στρα‐ τη(γοὺ)ς κ(αθ’ ἑκα)τέρας ἐν
5τ̣ῆι (Με)σοποτ(αμ)ίαι Λευκίωι Λευκ(ό)λ̣λωι (πρ)οσκαρ(τ)ε‐ ρῶν (ἐτε)λεύτησεν π̣α‐ ρ̣ε̣(ι)μέ(νος) ὑπὸ (π)ολλῶν κα‐ (μάτων)

35

(n)

(Ind. Ac. Philos. 25.21 ff.)
1...—ΑΡΜΑ𐅵ΑΣ....ΤΙ.... ...ΝΩΝΙΤΗΣ .....—Ω.. ....ΟΣΤΚ𐅵 ΔΥ...... .....ΝΗΓΡΟΙ......
5....ΟΣ ΦΑΙΝ...... ..........Μ......... ..........Α......... .........ΡΤ........

36

(n)

(Sext. Emp. Pyrrh. Hyp. 1.220)
1ἔνιοι δὲ καὶ τετάρτην [sc. Academiam] προστιθέασι τὴν περὶ Φίλωνα
καὶ Χαρμίδαν, τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν περὶ [τὸν] Ἀντίοχον.81

37

(n)

([Galen] de hist. philos. 226 K. = Diels, Doxogr. fr. 3)
1 ... τοῦ δὲ Κράντορος ἀκουστὴς ἦν Ἀρκεσίλαος, ὃς τὴν μέσην Ἀκα‐ δημίαν ἐπινενόηκεν, ἥτις μέχρις Ἡγησίνου ἐπιμεμένηκεν. τούτου δὲ Καρ‐ νεάδης κατέστη διάδοχος, ὃς τῆς νέας Ἀκαδημίας τὰς ἀρχὰς συνεώρακεν· ἧς Κλειτόμαχος μετέσχεν. εἰσὶ δὲ πρὸς ταύταις πάσαις Ἀκαδημίαι δύο
5νεώτεραι, ὧν τῆς μὲν προτέρας προέστη Φίλων, Ἀντίοχος δὲ τῆς ἐφεξῆς.

38

(n)

(Euseb. Pr. ev. 14.4.16, p. 727a)
1τινὲς δὲ καὶ πέμπτην [sc. Academiam] καταλέγουσι τὴν τῶν περὶ
τὸν Ἀντίοχον.82

54

(n)

(Ainesidemos bei Phot. cod. 212, p. 170a 14 ff. Bekker)
1 οἱ δ’ ἀπὸ τῆς Ἀκαδημίας, φησί [sc. Ainesidemos] μάλιστα τῆς νῦν, καὶ Στωϊκαῖς συμφέρονται ἐνίοτε δόξαις. καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, Στωϊκοὶ φαίνονται μαχόμενοι Στωϊκοῖς. δεύτερον περὶ πολλῶν δογμα‐ τίζουσιν. ἀρετήν τε γὰρ καὶ ἀφροσύνην εἰσάγουσι, καὶ ἀγαθὸν καὶ κακὸν
5ὑποτίθενται, καὶ ἀλήθειαν καὶ ψεῦδος, καὶ δὴ καὶ πιθανὸν καὶ ἀπίθανον, καὶ ὂν καὶ μὴ ὄν, ἄλλα τε πολλὰ βεβαίως ὁρίζουσι, διαμφισβητεῖν δέ φασι περὶ μόνης τῆς καταληπτικῆς φαντασίας. διὸ οἱ μὲν ἀπὸ Πύῤῥωνος ἐν τῷ μηδὲν ὁρίζειν ἀνεπίληπτοι τὸ παράπαν διαμένουσιν, οἱ δ’ ἐξ Ἀκα‐ δημίας, φησίν, ὁμοίας τὰς εὐθύνας τοῖς ἄλλοις φιλοσόφοις ὑπέχουσι. τὸ
10δὲ μέγιστον, οἱ μὲν περὶ παντὸς τοῦ προτεθέντος διαποροῦντες τό τε σύστοιχον διατηροῦσιν καὶ ἑαυτοῖς οὐ μάχονται, οἱ δὲ μαχομένοις ἑαυτοῖς οὐ συνίσασι· τὸ γὰρ ἅμα τιθέναι τι καὶ αἴρειν ἀναμφιβόλως, ἅμα τε φάναι κοινῶς ὑπάρχειν καταληπτά, μάχην ὁμολογουμένην εἰσάγει, ἐπεὶ πῶς οἷόν τε γινώσκοντα τόδε μὲν εἶναι ἀληθὲς τόδε δὲ ψεῦδος ἔτι δια‐
15πορεῖν καὶ διστάσαι, καὶ οὐ σαφῶς τὸ μὲν ἑλέσθαι, τὸ δὲ περιστῆναι; εἰ μὲν γὰρ ἀγνοεῖται ὅτι τόδε ἐστὶν ἀγαθὸν ἢ κακόν, ἢ τόδε μὲν ἀληθὲς, τόδε δὲ ψεῦδος, καὶ τόδε μὲν ὄν, τόδε δὲ μὴ ὄν, πάντως ὁμολογητέον ἕκαστον ἀκατάληπτον εἶναι.

55

(n)

(Sext. Emp. Pyrrh. Hyp. 1.235)
1... ὁ Ἀντίοχος τὴν Στοὰν μετήγαγεν εἰς τὴν Ἀκαδημίαν, ὡς καὶ
εἰρῆσθαι ἐπ’ αὐτῷ ὅτι ἐν Ἀκαδημίᾳ φιλοσοφεῖ τὰ Στωικά· ἐπεδείκνυε γὰρ ὅτι παρὰ Πλάτωνι κεῖται τὰ τῶν Στωϊκῶν δόγματα. ὡς πρόδηλον εἶναι τὴν τῆς σκεπτικῆς ἀγωγῆς διαφορὰν πρός τε τὴν τετάρτην καὶ τὴν85
5πέμπτην καλουμένην Ἀκαδημίαν.

58

(n)

(Numen. bei Euseb. Pr. Ev. 14.9.3, p. 739 c/d = F 8 Leem.)
1 Φίλωνος ... γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδη‐ μίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας ἐναντία Φίλωνι τῷ καθ‐
ηγητῇ ἐφρόνησε, μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ.86

65

(n)

(Sext. Emp. adv. math. 7.162)
1 ... φαντασίαν ῥητέον εἶναι πάθος τι περὶ τὸ ζῷον ἑαυτοῦ τε καὶ τοῦ ἑτέρου παραστατικόν. οἷον προσβλέψαντές τινι, φησὶν ὁ Ἀντίοχος, διατιθέμεθά πως τὴν ὄψιν, καὶ οὐχ οὕτως αὐτὴν διακειμένην ἴσχομεν ὡς πρὶν τοῦ βλέψαι διακειμένην εἴχομεν.

66

(n)

(Sext. Emp. adv. Math. 7.201 f.)
1 Οὐκ ἄποθεν δὲ τῆς τούτων [sc. τῶν Κυρηναϊκῶν] δόξης ἐοίκασιν εἶναι καὶ οἱ ἀποφαινόμενοι κριτήριον ὑπάρχειν τῆς ἀληθείας τὰς αἰσθήσεις. ὅτι γὰρ ἐγένοντό τινες τὸ τοιοῦτο ἀξιοῦντες, προῦπτον πεποίηκεν Ἀντί‐ οχος ὁ ἀπὸ τῆς Ἀκαδημίας, ἐν δευτέρῳ τῶν Κανονικῶν ῥητῶς γράψας
5ταῦτα «ἄλλος δέ τις, ἐν ἰατρικῇ μὲν οὐδενὸς δεύτερος, ἁπτόμενος δὲ καὶ φιλοσοφίας, ἐπείθετο τὰς μὲν αἰσθήσεις ὄντως καὶ ἀληθῶς ἀντιλήψεις εἶναι, λόγῳ δὲ μηδὲν ὅλως ἡμᾶς καταλαμβάνειν.» ἔοικε γὰρ διὰ τούτων ὁ Ἀντίοχος τὴν προειρημένην τιθέναι στάσιν καὶ Ἀσκληπιάδην τὸν ἰατρὸν αἰνίττεσθαι, ἀναιροῦντα μὲν τὸ ἡγεμονικόν, κατὰ δὲ τὸν αὐτὸν
10χρόνον αὐτῷ γενόμενον. ἀλλὰ περὶ μὲν τῆς τούτου φορᾶς ποικιλώτερον καὶ κατ’ ἰδίαν ἐν τοῖς ἰατρικοῖς ὑπομνήμασι διεξήλθομεν, ὥστε μὴ ἔχειν
ἀνάγκην παλινῳδεῖν.88

86

(n)

(Themist. or. 15, p. 239.13 Dind.)
1καὶ δεῖ σφῷν τῆς ἄκρας ἐπιστήμης καὶ τλημοσύνης μᾶλλον ἢ Ἀντι‐
όχῳ τε καὶ Ἀρίστωνι.94