TLG 1139 036 :: ANONYMI HISTORICI (FGrH) :: Scriptores de Athenis ANONYMI HISTORICI (FGrH) Scriptores de Athenis Source: FGrH #329. : 3B:161–162. frr. 1–8 Citation: Volume-Jacoby#-T+F — fragment — (line) | ||
3b,329,T1 | DIONYS. HAL. A. R. 1, 8, 3: σχῆμα δὲ ἀποδίδωμι τῆι πραγμα‐ τείαι οὔθ’ ὁποῖον οἱ τοὺς πολέμους ἀναγράψαντες ἀποδεδώκασι ταῖς ἱστορίαις οὔθ’ ὁποῖον οἱ τὰς πολιτείας αὐτὰς ἐφ’ ἑαυτῶν διηγησάμενοι οὔτε ταῖς χρονικαῖς παραπλήσιον ἃς ἐξέδωκαν οἱ τὰς Ἀτθίδας πραγματευσάμενοι· μονοειδεῖς γὰρ | |
5 | ἐκεῖναί τε καὶ ταχὺ προσιστάμεναι τοῖς ἀκούουσιν. | |
---|---|---|
3b,329,T2 | IOSEPH. c. Ap. 1, 17: οὐδ’ αὖ περὶ τῶν Ἀττικῶν οἱ τὰς Ἀτθίδας συγγεγραφότες ἢ περὶ τῶν Ἀργολικῶν οἱ τὰ περὶ Ἄργος ἱστοροῦντες ἀλλήλοις κατηκολουθήκασι. | |
3b,329,F1 | STRABON 5, 2, 4 p. 221: καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσι περὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων [τῶν Πελασγῶν]· διὰ δὲ τὸ πλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφ’ οὓς ἔτυχε τόπους Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι. | |
3b,329,F2 | STRABON 9, 1, 6 p. 392: οἵ τε τὴν Ἀτθίδα συγγράψαντες, πολλὰ δια‐ φωνοῦντες, τοῦτό γε ὁμολογοῦσιν, οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεσσάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νίσος τὴν Μεγαρίδα λάχοι | |
5 | καὶ κτίσαι τὴν Νισαίαν. Φιλόχορος (328 F 107) μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων (10 F 14) δὲ μέχρι Ἐλευ‐ σῖνος καὶ τοῦ Θριασίου πεδίου. | |
3b,329,F3 | CLEM. AL. Strom. 1, 104: κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγα‐ μέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῶι πρώτωι ἔτει, Θαργηλιῶνος μηνὸς δευτέραι ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος (308 F 1)· Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῆι τρίτηι (305 F 2) | |
5 | μηνὸς Πανήμου ὀγδόηι φθίνοντος· Ἑλλάνικος (323a F 21b) δὲ δωδεκάτηι Θαργηλιῶνος μηνός· καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόηι φθίνον‐ τος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης— «νὺξ μὲν ἐῆν» φησὶν ὁ τὴν Μικρὰν Ἰλιάδα πεποιηκώς (F 11 Ki) «μεσάτα, | |
λαμπρὰ δὲ ἐπέτελλε σελάνα»—· ἕτεροι 〈δὲ〉 Σκιροφοριῶνος τῆι αὐτῆι ἡμέραι. | 3 | |
3b,329,F4 | SCHOL. ARISTOPH. Lys. 1138: οὐκ ἴσθ’ ὅτ’ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ / ὁ Λάκων Ἀθηναίων ἱκετὴς καθέζετο / ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι / στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε / ὑμῖν ἐπέκειτο χὡ θεὸς σείων ἅμα· / ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις / Κίμων ὅλην ἔσωσε τὴν | |
5 | Λακεδαίμονα] ταῦτα καὶ οἱ συντεταχότες τὰς Ἀτθίδας ἱστοροῦσιν περὶ τῶν Λακεδαιμονίων· ὁ δὲ Φιλόχορος (328 F 117) φησὶ καὶ τὴν ἡγεμονίαν τοὺς Ἀθηναίους λαβεῖν διὰ τὰς κατασχούσας τὴν Λακεδαίμονα συμφοράς. | |
3b,329,F5 | PLUTARCH. Quaest. conv. 8, 4, 3 p. 724 A: Πρωτογένης ὁ γραμματι‐ κὸς ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητήν ‘οὕτω δὴ τούτουσ‘ ἔφη ‘τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας, αὐτοὶ δ’ ἀφ’ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῶι λόγωι συμβάλλεσθαι; καίτοι δοκῶ | |
5 | μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλωι Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος, ἣ καὶ σπάδιξ ὠνο‐ μάσθη.‘ | |
3b,329,F6 | ANON. ARGENT. v. 19 ff.: ὅτι οἱ θεσ[μοθέτ]αι / —— διὰ τὸ δίκας ἐ[πι]‐ δεταγμένα[ς] ——— / —— [εἰσά]γειν αὐτο[ί]. μ[ε]τέβαινον δ[ὲ] ο[..]..[.]ν̣ / —— [εἰς τὸν] Ἄρειον πάγο[ν]. τ̣[οῖ]ς (?) δὲ ξ θεμέ̣[νοις?] / —— προς ὃν αἱ χρ[ο]νογρα‐ φίαι ......[..?] / ——αρχος .. νομοφυλάκων ἀρχ̣. / —— [ἀν]δρῶν ια. | |
3b,329,F7 | PAUSAN. 1, 1, 4: ἐνταῦθα (scil. ἐν Φαληρῶι) ... βωμοὶ ... καὶ Φαληροῦ· τοῦτον γὰρ τὸν Φαληρὸν Ἀθηναῖοι πλεῦσαι μετὰ Ἰάσονός φασιν ἐς Κόλχους. ἔστι δὲ καὶ Ἀνδρόγεω βωμὸς τοῦ Μίνω, καλεῖται δὲ Ἥρωος· Ἀνδρόγεω δὲ ὄντα ἴσασιν οἷς ἐστιν ἐπιμελὲς τὰ ἐγχώρια σαφέστερον ἄλλων ἐπίστασθαι. | |
3b,329,F8 | PAUSAN. 1, 27, 4: πρὸς δὲ τῶι ναῶι τῆς Ἀθηνᾶς (scil. τῆς Πολιάδος) .... ἀγάλ‐ ματα μεγάλα χαλκοῦ διεστῶτες 〈ἄνδρεσ〉 ἐς μάχην, καὶ τὸν μὲν Ἐρεχθέα καλοῦσιν, τὸν δὲ Εὔμολπον· καίτοι λέληθέ γε οὐδὲ Ἀθηναίων ὅσοι τὰ ἀρχαῖα ἴσασιν, Ἰμμάραδον εἶναι παῖδα | |
Εὐμόλπου τοῦτον τὸν ἀποθανόντα ὑπὸ Ἐρεχθέως. | 161 |