TLG 1139 034 :: ANONYMI HISTORICI (FGrH) :: De Lesbo

ANONYMI HISTORICI (FGrH)
(Varia)

De Lesbo

Source: FGrH #479. : 3B:443–444.

frr. 1–2

Citation: Volume-Jacoby#-F — fragment — (line)

3b,479,F

1

PARTHEN. Narr. am. 21: Περὶ Πεισιδίκης. λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῆι ἠπείρωι νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβωι· ἔνθα δὴ καθ’ ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραίζειν. (2) ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα κρα‐ τερῶς ἀντεῖχον, καὶ ἐν πολλῆι ἀμηχανίαι ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην
5τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασ‐ θῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῶι τὴν πόλιν, εἴγε μέλλοι αὐτὴν γυναῖκα ἕξειν. (3) ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς 〈τῆσ〉 πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῶι δρασθέντι προυτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην. (4) μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν
10ποιήσας ἐν τοῖσδε· «ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρου, / ἐκ δ’ Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου / υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων / αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης / †τηλί‐ κον Ὑψίπυλον· θαλερὴ δέ μιν ἄασε Κύπρις. / ἣ γὰρ ἐπ’ Αἰακίδηι κούρηι φρένας ἐκπτοίησεν / Πεισιδίκηι, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν /
15χάρμηι ἀγαλλόμενον θηέσκετο, πολλὰ δ’ ἐς ὑγρὴν / ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος». εἶτα μικρὸν ὑποβάς· «δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιι‐ κὸν ἔνδοθι πάτρης / παρθενικὴ κληῖδας ὑποχλίσσασα πυλάων· / ἔτλη δ’ οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας / χαλκῶι ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν / ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίηις’ Ἀχιλῆος, / ὄφρα
20νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν / πενθεροὶ Αἰακίδαι, Φθίηι δ’ ἐνὶ δώματα ναίοι / ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ (οὐδ’ ὅγ’ ἔμελλεν / τὰ ῥέξειν), ὀλοῶι δ’ ἐπαγάσσετο πατρίδος οἴτωι. / ἔνθ’ ἥγ’ αἰνότατον γάμον εἴσιδε Πηλείδαο / Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον / πανσυδίηι θαμινῆισιν ἀράσσοντες λιθάδεσσιν».

3b,479,F

2

PAUSAN. 10, 19, 3: τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον. ἁλιεῦσιν ἐν Μηθύμνηι τὰ δίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιη‐ μένον· τοῦτο ἰδέαν παρείχετο φέρουσαν μὲν [τοι] ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνι‐ κοῖς οὐ καθεστῶσαν. εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶν3
5ἡ εἰκών, ἡ δὲ αὐτοὺς σέβεσθαι Διονύσου κεφαλὴν Φαλλῆνος ἐκέλευσεν. ἐπὶ τούτωι οἱ Μηθυ‐ μναῖοι ξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι,
χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς.443