TLG 1139 030 :: ANONYMI HISTORICI (FGrH) :: Apophthegmata Romana ANONYMI HISTORICI (FGrH) Apophthegmata Romana Source: FGrH #839. : 3C:905–908.
Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3c,839,F1 | COD. VAT. (SYNESII) GR. 435 (s. XIV) fol. 220: Πλουτάρ〈χου | |
ἢ〉 Κεκιλίου Ἀποφθέγματα Ῥωμαικά. (1) οὐκ ἐβούλοντο οἱ παλαιοὶ Ῥω‐ μαίων, ὦ † σίβοσσε ἀνδρῶν ἄριστε, σοφοὶ εἶναι δοκεῖν, ὅθεν οὐδὲ ἐθήρων τὴν δόξαν δεινότητι λόγων ἢ περιττοῖς καὶ πιθανοῖς ἀποφθέγμασιν, οἷς ἐχρή‐ | 3 | |
5 | σαντο Ἑλλήνων τινές, ἃ διαβεβόηται χρησμῶν εἶναι δοκοῦντα ἤδη πιστότερα· ‘μηδὲν ἄγαν‘ καὶ ‘ἕπου θεῶι‘ καὶ ‘χρόνων φείδου‘ καὶ ‘γνῶθι σαυτόν‘ καὶ ‘ἐγγύα, πάρα δ’ ἄτα‘ καὶ ἄλλα τούτοις ἐοικότα, ἴσως μὲν καὶ ὠφέλιμα τοῖς πειθομένοις, ἔχοντα δέ τι ἐν τῶι βραχεῖ τῆς ἀποδόσεως ἡδὺ καὶ προσκλητικόν. Δικαιάρχωι (IV = F 31 Wehrli) δὲ οὐδὲ ταῦτα σοφῶν εἶναι ἀνδρῶν δοκεῖ· | |
---|---|---|
10 | μὴ γὰρ δή γε τοὺς πάλαι λόγωι φιλοσοφεῖν, ἀλλ’ εἶναι τὴν σοφίαν τότε γοῦν ἐπιτήδευσιν ἔργων καλῶν, χρόνωι δὲ λόγων ὀχλικῶν γενέσθαι τέχνην· καὶ νῦν μὲν τὸν πιθανῶς διαλεχθέντα μέγαν εἶναι δοκεῖν φιλόσοφον, ἐν δὲ τοῖς πάλαι χρόνοις ὁ ἀγαθὸς μόνος ἦν φιλόσοφος, εἰ καὶ μὴ περιβλέπτους καὶ ὀχλικοὺς ἀσκοῖτο λόγους. οὐ γὰρ ἐζήτουν ἐκεῖ〈νοί〉 γε εἰ πολιτευτέον οὐδὲ πῶς, ἀλλ’ | |
15 | ἐπολιτεύοντο αὐτοὶ καλῶς· οὐδὲ εἰ χρὴ γαμεῖν, ἀλλὰ γήμαντες ὃν δεῖ τρόπον γαμεῖν, ταῖς γυναιξὶ συνεβίουν. ταῦτα ἦν, φησίν, ἔργα ἀνδρῶν καὶ ἐπιτηδεύματα σοφῶν, αἱ δὲ ἀποφθέγξεις αὗται πρᾶγμα φορτικόν. τοιούτους πείθομαι καὶ τοὺς ὑμετέρους γενέσθαι πατέρας· εἶναι γὰρ ἀγαθοὶ ἐβούλοντο, καὶ τούτου τοῖς ἔργοις ἐφικνοῦντο, στρογγύλας δ’ ἀποφθέγξεις καὶ καλλιρήμονας ὥστε περιττὰς | |
20 | εἶναι δοκεῖν οὔτ’ ἐπετήδευον οὔτε ἐγίνωσκον. οἵοις μέντοι λογισμοῖς ἕκαστα ἔπραττον, τοιούτοις καὶ λόγοις περὶ αὐτῶν ἐχρῶντο, οὐκ εἰς βραχὺ συνηγμένοις ἀλλὰ καλοῖς, εἰ τὸν νοῦν σκέπτοιτό τις, μὴ ἐπιδεικτικῶς ἐξετάζων ἀλλ’ ἐπὶ τὴν χρείαν ἕκαστα ἀνάγων. (2) οἷόν τι περὶ Ἀππίου τοῦ ἀναπήρου πεπύσμεθα. ἦν μὲν γὰρ ἤδη γηραιός, | |
25 | πρὸς Πύρρον δὲ Ῥωμαίοις πόλεμος ἦν, καὶ ὁ βασιλεὺς τῆι πρώτηι μάχηι νικήσας διαπρεσβεύεται, συμβῆναι ἐπὶ τοῖσδε ἀξιῶν· τὸ μὲν Ἑλληνικὸν τὸ ἐν Ἰταλίαι πᾶν ἐλεύθερον εἶναι καὶ αὐτόνομον, χρῆσθαι δὲ καὶ Σαυνίτας καὶ Λευκανοὺς καὶ πάντας Βρεττίους τοῖς αὑτῶν νόμοις, Πύρρου ὄντας συμμάχους, Ῥωμαίους δὲ Λατίνων ἄρχειν μόνων. πρὸς ταῦτα οἱ μὲν ἀντέλεγον, αἰσχρὰ πρὸς | |
30 | δὲ καὶ βλαβερὰ εἶναι φάμενοι τῆι πόλει, τοῖς δ’ οὐκ ἐδόκει ἀντιτείνειν, τὸν περὶ τῶν ὅλων κίνδυνον δεδιόσι. καί τις τῶν ἐκ μέσου ἀνὴρ ἐπαινούμενος ‘ἄμει‐ νον ἄν‘ ἔφη ‘βουλευσαίμεθα, εἰ καὶ Ἄππιον σύμβουλον λάβοιμεν‘· ὁ γὰρ ἀνὴρ σὺν τῶι φρονίμωι καὶ φιλόπολις ἐδόκει. καλεῖ〈ται〉 οὖν· καὶ ὡς ἧκε, λέγουσιν αὐτῶι ἐφ’ οἷς ἠξίου συμβαίνειν ὁ βασιλεύς. τὸν δὲ ἐπὶ πολὺν χρόνον σιωπή‐ | |
35 | σαντα εἰπεῖν μόλις ‘πάλαι μέν, ὦ βουλή, ὑπερηχθόμην ἀνάπηρος ὤν, νῦν δὲ πολλὴν τῆι συμφορᾶι ταύτηι χάριν ἔχω, μὴ ὁρᾶν ὑμᾶς τοὺς τοιαῦτα βουλευο‐ μένους· εἴθε δέ με καὶ κωφὸν γεγονέναι, ἵνα μηδὲ ἀκούοιμι αἰσχρῶν λόγων‘. κἀντεῦθεν ἐπεδείκνυε τό τε ἐπικίνδυνον καὶ ἄδοξον τῆς συμβάσεως. (3) ὅμοιον δὲ καὶ τὸ Καίσωνος. ὁ γὰρ δὴ Καίσων τῶι παρὰ Καρχηδονίων | 905 |
40 | πρεσβευτῆι ταχθεὶς ἐλθεῖν εἰς λόγους (ὁ δὲ τάξας ἦν Ἄππιος 〈ὁ〉 ἐπὶ Σικελίας πρῶτος στρατηλατῶν), ἐπεὶ παριὼν ὁ Φοῖνιξ εἶπε καὶ ἐμεγαληγόρει περὶ τῆς Καρχηδόνος, Ῥωμαίοις δὲ ἐπετίμα διότι ἐπιχειροῦσι περὶ νήσου πρὸς αὐτοὺς πολεμεῖν οὔτε ναυτικὸν ἔχοντες οὔτε ἔμπειροι ἀγώνων ὄντες θαλαττίων, τῆς Καρχηδόνος τοσούτους χρόνους ἐνδυναστευούσης τῆι θαλάττηι, καὶ νε‐ | |
45 | ωστὶ Πύρρον ἰδόντες ὑπ’ αὐτῶν κατανεναυμαχημένον τηλικοῦτον βασιλέα— ταῦτα τοῦ Καρχηδονίου λέγοντος, ‘ἡμεῖσ‘ εἶπεν ‘οὕτως πεφύκαμεν (ἐρῶ δέ σοι ἔργα ἀναμφισβήτητα, ἵνα ἔχηις ἀπαγγέλλειν τῆι πόλει)· τοῖς πολεμοῦσιν εἰς τὰ ἐκείνων ἔργα συγκαταβαίνομεν, κἀν τοῖς ἀλλοτρίοις ἐπιτηδεύμασι περίεσμεν τῶν ἐκ πολλοῦ αὐτὰ ἠσκηκότων. Τυρρηνοὶ γὰρ ἡμῖν ἐπολέμουν χαλκάσπιδες καὶ | |
3c,839,F1(50) | φαλαγγηδόν, οὐ κατὰ σπείρας μαχόμενοι· καὶ ἡμεῖς μεθοπλισθέντες καὶ τὸν ἐκείνων ὁπλισμὸν μεταλαβόντες παρεταττόμεθα αὐτοῖς, καὶ τοὺς ἐκ πλείστου ἐθάδας τῶν ἐν φάλαγγι ἀγώνων οὕτως ἀγωνιζόμενοι ἐνικῶμεν. οὐκ ἦν ὁ Σαυ‐ νιτικὸς ἡμῖν θυρεὸς πάτριος, οὐδ’ ὑσσοὺς εἴχομεν, ἀλλ’ ἀσπίσιν ἐμαχόμεθα καὶ δόρασιν· ἀλλ’ οὐδ’ ἱππεύειν ἰσχύομεν, τὸ δὲ πᾶν ἢ τὸ πλεῖστον τῆς Ῥωμαικῆς | |
55 | δυνάμεως πεζὸν ἦν. ἀλλὰ Σαυνίταις καταστάντες εἰς πόλεμον, καὶ τοῖς ἐκείνων θυρεοῖς καὶ ὑσσοῖς ὁπλισθέντες ἱππεύειν τε αὑτοὺς ἀναγκάσαντες, ἀλλοτρίοις ὅπλοις καὶ ζηλώμασιν ἐδουλωσάμεθα τοὺς μέγα ἐφ’ ἑαυτοῖς πεφρονηκότας. οὐδὲ πολιορκεῖν, ὦ Καρχηδόνιοι, ἐγινώσκομεν· ἀλλὰ παρὰ τῶν Ἑλλήνων μαθόντες, ἀνδρῶν τοῦ ἔργου πεπειραμένων, κἀκείνων τῶν ἐπιστημόνων καὶ | |
60 | πάντων ἀνθρώπων ἐν πολιορκίαι δεδυνήμεθα πλέον. μὴ δὴ Ῥωμαίους ἀναγ‐ κάσητε ἅψασθαι τῶν θαλαττίων· εἰ γὰρ ἡμῖν δεήσει ναυτικοῦ, πλείους μὲν καὶ ἀμείνους ὑμῶν ἐν ὀλίγωι χρόνωι κατασκευασόμεθα ναῦς, κρεῖττον δὲ ναυμαχή‐ σομεν τῶν ἐκ πλείστου ναυτικῶν‘. καὶ οὐκ ἐψεύσατο ὁ Καίσων· βιασθέντες γὰρ ὑπὸ Καρχηδονίων ναυμαχῆσαι, εὐθὺς τῆι πρώτηι περιεγένοντο ναυμαχίαι, | |
65 | Δουιλίου στρατηγοῦντος. (4) Μάνιος δὲ Βαλέριος, 〈ὁ〉 τὰς πρὸς Ἱέρωνα συνθήκας ποιησάμενος, δοκεῖ καὶ βραχέως καὶ ἀληθῶς εἰπὼν προτρέψαι τὴν βουλὴν ἔχεσθαι τῶν ναυτικῶν ὅτι ‘περὶ νήσου καὶ ἐν νήσωι μαχομένους οὐκ ἔστι τῶι παντὶ νικᾶν μὴ ναυκρατοῦντασ‘. καὶ οὐδ’ οὗτος ἐψεύσατο· τῶι γὰρ τρίτωι καὶ εἰκοστῶι τῶν | |
70 | ἐτῶν ναυμαχίαι κρατήσαντες Καρχηδονίων Σικελίαν τε ἔσχον, περὶ ἧς ὁ ἀγών, καὶ φόρου τοὺς Φοίνικας ἐποιήσαντο ὑποτελεῖς. μαντικὰ ταῦτα ἐκ λογισμοῦ ἔμφρονος, ἐπιμεμαρτυρημένα ἔργων ἐκβάσει. (5) μὴ ἄρα καὶ τὸ Ῥέμου τοιοῦτον ἦν. ὅτε γὰρ δὴ τὴν Ἀλβανῶν βασιλείαν οἱ περὶ τὸν Ῥωμύλον Νεμέτορι ἀποδόντες τῶι πάππωι κτίζειν ἔγνωσαν ἰδίαν | 906 |
75 | αὑτῶν πόλιν, περὶ τοῦ τόπου ἐν ὧι κτιστέον διεφέροντο· καὶ Ῥωμύλου τὸ Παλάτιον προκρίνοντος, ἐν ὧι καὶ ἐγεννήθησαν καὶ ἐτράφησαν, ὁ Ῥέμος ἕτερον προηιρεῖτο χωρίον καὶ αὐτὸ παρὰ τὸν Τίβεριν ὄν, καὶ μέχρι τοῦ νῦν ὁ τόπος καλεῖται Ῥεμορία. ἀπαραχωρήτως δ’ ἄμφω διὰ φιλοτιμίαν ἔχοντες, συντίθενται θεοῖς ἐπιτρέψαι τὸ πρᾶγμα, καὶ ἐν ἡμέραι τινὶ ῥητῆι ἅμα ἀνίσχοντι ἡλίωι | |
80 | ὀρνιθεύεσθαι ἐν τῶι αὑτοῦ χωρίωι ἑκάτερον· ὁποτέρωι *** | 907 |