TLG 1139 028 :: ANONYMI HISTORICI (FGrH) :: Anagraphe Sicyonia ANONYMI HISTORICI (FGrH) Anagraphe Sicyonia frr. 1–2 Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
3b,550,F1 | PLUTARCH. De mus. 3 p. 1131 F—1132 A: Ἡρακλείδης δ’ ἐν τῆι Συναγωγῆι τῶν ἐν μουσικῆι (IV) τὴν κιθαρωιδίαν καὶ τὴν κιθαρωιδικὴν ποίησιν πρῶτόν φησιν Ἀμφίονα ἐπινοῆσαι τὸν Διὸς καὶ Ἀντιόπης, τοῦ πατρὸς δηλο‐ νότι διδάξαντος αὐτόν. πιστοῦται δὲ τοῦτο ἐκ τῆς ἀναγραφῆς τῆς | |
5 | ἐν Σικυῶνι ἀποκειμένης, δι’ ἧς τάς τε ἱερείας τὰς ἐν Ἄργει καὶ τοὺς ποιητὰς καὶ τοὺς μουσικοὺς ὀνομάζει. | |
---|---|---|
3b,550,F2 | PLUTARCH. De mus. 8 p. 1134 AB: τόνων γοῦν τριῶν ὄντων κατὰ Πολύμνηστον καὶ Σακάδαν, τοῦ τε Δωρίου καὶ Φρυγίου καὶ Λυδίου, ἐν ἑκάστωι τῶν εἰρημένων τόνων στροφὴν ποιήσαντά φασι τὸν Σακάδαν διδάξαι ἄιδειν τὸν χορόν, Δωριστὶ μὲν τὴν πρώτην, Φρυγιστὶ δὲ τὴν δευτέραν, Λυδιστὶ δὲ τὴν | |
5 | τρίτην· καλεῖσθαι δὲ τριμελῆ τὸν νόμον τοῦτον διὰ τὴν μεταβολήν. ἐν δὲ τῆι ἐν Σικυῶνι ἀναγραφῆι τῆι περὶ τῶν ποιητῶν Κλονᾶς εὑρετὴς | |
ἀναγέγραπται τοῦ τριμελοῦς νόμου. | 3 |