TLG 1139 023 :: ANONYMI HISTORICI (FGrH) :: De sacris Atheniensibus

ANONYMI HISTORICI (FGrH)
(Varia)

De sacris Atheniensibus

Source: FGrH #368. : 3B:229–230.

frr. 1–8

Citation: Volume-Jacoby#-F — fragment — (line)

3b,368,F

1

EUSTATH. HOM. Il. Ζ 378: Αἴλιος μέντοι Διονύσιος (F 100 p. 134, 12 Schw) Δαῖραν γράφων δισυλλάβως τὴν Δάειράν φησιν, ὅτι οἱ περὶ τελετὰς καὶ μυστήρια τὴν ὑγρὰν οὐσίαν δαῖραν ὀνομάζουσιν.

3b,368,F

2

HARPOKR. s.v. Ἀπατούρια· Δημοσθένης ἐν τῶι Πρὸς Βοιωτόν (39, 4). ἑορτή ἐστι παρ’ Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ’ ἡμέρας δ, ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δὲ ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασιν καὶ Ἔφορος ἐν β (70 F 22), ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι
5Ἀθηναίων πολεμούτων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαῖον μονομαχῶν ἀπατήσας ἀπέκτεινεν.

3b,368,F

3

HARPOKR. s.v. Πυανόψια· .... Ἀπολλώνιος (365 F 2) καὶ σχε‐ δὸν πάντες οἱ περὶ τῶν Ἀθήνησιν ἑορτῶν γεγραφότες Πυανεψιῶνος ἑβδόμηι τὰ Πυανέψια Ἀπόλλωνι ἄγεσθαί φασι.

3b,368,F

4

HARPOKR. s.v. Σκίρον· .... φασὶ δὲ οἱ γράψαντες περί τε ἑορτῶν καὶ μηνῶν 〈τῶν〉 Ἀθήνησιν, ὧν ἐστι καὶ Λυσιμαχίδης (366 F 3) κτλ.

3b,368,F

5

PORPHYR. De abst. 2, 19: οἱ δὲ τὰ περὶ τῶν ἱερουγιῶν γεγραφότες (364 F 1) καὶ θυσιῶν τὴν περὶ τὰ πόπανα ἀκρίβειαν φυλάττειν παραγγέλλου‐ σιν, ὡς ἀρεστὴν τοῖς θεοῖς ταύτην ἢ τὴν διὰ τὴν ζώιων θυσίαν κτλ.

3b,368,F

6a

PROKL. PLAT. Tim. 9 B (I 26, 13 Diehl): ὅτι γὰρ τὰ ἐν Πει‐ ραιεῖ Βενδίδεια τῆι ἐνάτηι ἐπὶ δέκα τοῦ Θαργηλιῶνος, ὁμολογοῦσιν οἱ περὶ ἑορτῶν γράψαντες .... εἰ δέ, ὡς ἑξῆς ῥηθήσεται, καὶ Παναθηναίων ὄντων ὑπόκειται (der Timaios), δῆλον ὅτι τὰ μικρὰ ἦν ταῦτα Παναθήναια· τὰ γὰρ μεγάλα Ἑκατομ‐
5βαιῶνος ἐγίνετο τρίτηι ἀπιόντος ....

3b,368,F

6b

SCHOL. PLAT. Resp. 327 A: ἑορτὴν ἐνταῦθα τὴν τῶν μικρῶν Παναθηναίων φησίν. ἦν γὰρ καὶ μεγάλα, καὶ ταῦτα μὲν ἦγον εἰς ἄστυ Ἑκατομβαιῶνος μηνὸς τρίτηι ἀπιόντος· ἐν οἷς πέπλος τις ἀνήγετο τῆι Ἀθηνᾶι, καθ’ ὃν ἐδείκνυτο ἡ κατὰ τῶν Γιγάντων ταύτης τε καὶ τῶν Ὀλυμπίων νίκη θεῶν. τὰ δὲ μικρὰ Πανα‐
3
5θήναια κατὰ τὸν Πειραιᾶ ἐτέλουν, ἐν οἷς καὶ πέπλος ἄλλος ἀνεῖτο τῆι θεῶι, καθ’ ὃν ἦν ἰδεῖν τοὺς Ἀθηναίους, τροφίμους ὄντας αὐτῆς, νικῶντας τὸν πρὸς Ἀτλαντίνους πόλεμον· ἃ δὴ τοῖς Βενδιδείοις καλουμένοις εἵπετο. (τούτων δὲ καὶ Θρᾶικες ἐκοινώνουν, ἐπεὶ καὶ Βένδις παρ’ αὐτοῖς ἡ Ἄρτεμις καλεῖται, καὶ αὕτη τιμωμένη κοινὴ παρ’ ἀμφοῖν). ταῦτα δὲ ἐτελεῖτο Θαργηλιῶνος ἐνάτηι ἐπὶ δέκα.

3b,368,F

7

SERV. VERGIL. A. 6, 136: latet arbore opaca aureus] licet de hoc ramo hi qui De sacris Proserpinae scripsisse dicuntur quiddam esse mysticum adfirment, publica tamen opinio hoc habet. et ad sacra Proserpinae accedere nisi sublato ramo non
5poterat. inferos autem subire hoc dicit: sacra celebrare Proserpinae.

3b,368,F

8

VARRO L. L. 5, 97: porcus .... nisi si a Graecis, quod Athenis
in libris sacrorum scriptum est «†porcae porco».229