TLG 1139 015 :: ANONYMI HISTORICI (FGrH) :: Anonymus Milesius ANONYMI HISTORICI (FGrH) Anonymus Milesius fr. 1 Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
2b,205,F1 | LUKIAN. Quom. hist. conscr. 14: εἷς μέν τις αὐτῶν ἀπὸ Μουσῶν εὐθὺς ἤρξατο παρακαλῶν τὰς θεὰς συνεφάψασθαι τοῦ συγγράμ‐ ματος .... εἶτα μικρὸν ὑποβὰς Ἀχιλλεῖ μὲν τὸν ἡμέτερον ἄρχοντα εἴκαζε, Θερσίτηι δὲ τὸν τῶν Περσῶν βασιλέα .... εἶτ’ ἐπῆγεν ὑπὲρ αὑτοῦ τι ἐγ‐ | |
5 | κώμιον καὶ ὡς ἄξιος εἴη συγγράψαι τὰς πράξεις οὕτω λαμπρὰς οὔσας. ἤδη δὲ κατιὼν ἐπήινει καὶ τὴν πατρίδα τὴν Μίλητον, προστιθεὶς ὡς ἄμεινον ποιεῖ τοῦτο τοῦ Ὁμήρου μηδὲν μνησθέντος τῆς πατρίδος. εἶτ’ ἐπὶ τέλει τοῦ φροιμίου ὑπισχνεῖτο διαρρήδην καὶ σαφῶς ἐπὶ μεῖζον μὲν αἴρειν τὰ ἡμέτερα, τοὺς βαρβάρους δὲ καταπολεμήσειν καὶ αὐτός, ὡς ἂν δύνηται· | |
---|---|---|
10 | καὶ ἤρξατό γε τῆς ἱστορίας οὕτως, αἴτια ἅμα τῆς τοῦ πολέμου ἀρχῆς διεξιών· «ὁ γὰρ μιαρώτατος καὶ κάκιστα ἀπολούμενος Οὐο‐ | |
λόγεσος ἤρξατο πολεμεῖν δι’ αἰτίαν τοιάνδε.» | 2 |