TLG 1139 013 :: ANONYMI HISTORICI (FGrH) :: De bello Parthico

ANONYMI HISTORICI (FGrH)
(Varia)

De bello Parthico

Source: FGrH #203. : 2B:934–938.

frr. 1–9

Citation: Volume-Jacoby#-T+F — fragment — (line)

2b,203,T

1

LUKIAN. Quom. hist. conscr. 2: ἀφ’ οὗ δὴ τὰ ἐν ποσὶ ταῦτα κεκίνηται, ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν Ἀρμενίαι τραῦμα καὶ αἱ συνεχεῖς νῖκαι, οὐδεὶς ὅστις οὐχ ἱστορίαν συγγράφει, μᾶλλον δὲ Θουκυδίδαι καὶ Ἡρόδοτοι καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες, καὶ ὡς ἔοικεν
5ἀληθὲς ἄρ’ ἦν ἐκεῖνο τὸ ‘πόλεμος ἁπάντων πατήρ‘, εἴ γε καὶ συγγραφέας τοσούτους ἀνέφυσεν ὑπὸ μιᾶι τῆι ὁρμῆι.

2b,203,T

2

——14: ἐγὼ δ’ οὖν καὶ διηγήσομαι ὁπόσα μέμνημαι ἔναγχος
ἐν Ἰωνίαι συγγραφέων τινῶν, καὶ νὴ Δία ἐν Ἀχαίαι πρώιην ἀκούσας τὸν αὐτὸν τοῦτον πόλεμον διηγουμένων, καὶ πρὸς Χαρίτων, μηδεὶς ἀπιστήσηι τοῖς λεχθησομένοις· ὅτι γὰρ ἀληθῆ ἐστι κἂν ἐπωμοσάμην, εἰ ἀστεῖον ἦν2
5ὅρκον ἐντιθέναι συγγράμματι.

2b,203,F

1

LUKIAN. Quom. hist. conscr. 18:

2b,203,F

1a

καὶ μὴν οὐδ’ ἐκείνου ὅσιον ἀμνημονῆσαι, ὃς τοιάνδε ἀρχὴν ἤρξατο «ἔρχομαι ἐρέων περὶ Ῥωμαίων καὶ Περσέων».

2b,203,F

1b

καὶ μικρὸν ὕστερον «ἔδεε γὰρ Πέρσηισι γενέσθαι κακῶς».

2b,203,F

1c

καὶ πάλιν «ἦν Ὀσρόης, τὸν οἱ Ἕλληνες Ὀξυρόην ὀνυμέουσι»· καὶ ἄλλα πολλὰ τοιαῦτα. ὁρᾶις; ὅμοιος οὗτος ἐκείνωι, παρ’ ὅσον ὁ μὲν Θουκυδίδηι, οὗτος δὲ Ἡρο‐ δότωι εὖ μάλα ἐώικει.

2b,203,F

2

——19—21:

2b,203,F

2a

ἄλλος τις ἀοίδιμος ἐπὶ λόγων δυνάμει Θουκυδίδηι καὶ αὐτὸς ὅμοιος ἢ ὀλίγωι ἀμείνων αὐτοῦ, πάσας πόλεις καὶ πάντα ὄρη καὶ πεδία καὶ ποταμοὺς ἑρμηνεύσας πρὸς τὸ σαφέστατον καὶ ἰσχυρότατον, ὡς ὤιετο. τὸ δὲ ἐς ἐχθρῶν κεφαλὰς ὁ Ἀλεξίκακος τρέψειε·
5τοσαύτη ψυχρότης ἐνῆν ὑπὲρ τὴν Κασπίαν χιόνα καὶ τὸν κρύσταλλον τὸν Κελτικόν. ἡ γοῦν ἀσπὶς ἡ τοῦ αὐτοκράτορος ὅλωι βιβλίωι μόγις ἐξηρμηνεύθη αὐτῶι, καὶ Γοργὼν ἐπὶ τοῦ ὀμφαλοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ἐκ κυανοῦ καὶ λευκοῦ καὶ μέλανος, καὶ ζώνη ἰριοειδὴς καὶ δράκοντες ἑλικηδὸν καὶ βοστρυ‐ χηδόν.

2b,203,F

2b

ἡ μὲν γὰρ Οὐολογέσου ἀναξυρὶς ἢ ὁ χαλινὸς τοῦ ἵππου, Ἡρά‐ κλεις, ὅσαι μυριάδες ἐπῶν ἕκαστον τούτων.

2b,203,F

2c

καὶ οἵα ἦν ἡ Ὀσρόου κόμη διανέοντος τὸν Τίγρητα, καὶ ἐς οἷον ἄντρον κατέφυγε, κιττοῦ καὶ μυρρίνης καὶ δάφνης ἐς ταὐτὸ συμπεφυκότων καὶ σύσκιον ἀκριβῶς ποιούν‐ των αὐτό. ........

2b,203,F

2d

οὗτος δ’ οὖν ... καὶ τραύματα συνέγραψε πάνυ ἀπίθανα καὶ θανάτους ἀλλοκότους, ὡς εἰς δάκτυλον τοῦ ποδὸς τὸν μέγαν τρωθείς τις αὐτίκα ἐτελεύτησε καὶ ὡς ἐμβοήσαντος μόνον Πρίσκου τοῦ στρατηγοῦ ἑπτὰ καὶ εἴκοσι τῶν πολεμίων ἐξέθανον.

2b,203,F

2e

ἔτι δὲ καὶ ἐν τῶι τῶν νεκρῶν ἀριθμῶι, τοῦτο μὲν καὶ παρὰ τὰ γεγραμμένα ἐν ταῖς τῶν ἀρχόντων ἐπιστολαῖς ἐψεύσατο· ἐπὶ γὰρ Εὐρώπωι τῶν μὲν πολεμίων ἀπο‐ θανεῖν μυριάδας ἑπτὰ καὶ τριάκοντα καὶ ἓξ πρὸς τοῖς διακοσίοις, Ῥωμαίων
5δὲ μόνους δύο, καὶ τραυματίας γενέσθαι ἐννέα. .....

2b,203,F

2f

καὶ μὴν κἀκεῖνο λεκτέον ... ὑπὸ γὰρ τοῦ κομιδῆι Ἀττικὸς εἶναι καὶ ἀποκεκαθάρθαι τὴν φωνὴν ἐς τὸ ἀκριβέστατον ἠξίωσεν οὗτος καὶ τὰ ὀνόματα μεταποιῆσαι τὰ Ῥωμαίων καὶ μετεγγράψαι ἐς τὸ Ἑλληνικόν, ὡς Κρόνιον μὲν 〈τὸν〉 Σατουρ‐
5νῖνον λέγειν, Φρόντιν δὲ τὸν Φρόντωνα, Τιτάνιον δὲ τὸν Τιτιανόν, καὶ ἄλλα πολλῶι γελοιότερα.934

2b,203,F

2g

ἔτι ὁ αὐτὸς οὗτος περὶ τῆς Σεουηριανοῦ τελευτῆς ἔγραψεν, ὡς οἱ μὲν ἄλλοι ἅπαντες ἐξηπάτηνται οἰόμενοι ξίφει τεθνάναι αὐτόν, ἀποθάνοι δὲ ὁ ἀνὴρ σιτίων ἀποσχόμενος· τοῦτον γὰρ αὐτῶι ἀλυπό‐ τατον δόξαι τὸν θάνατον—οὐκ εἰδὼς ὅτι τὸ μὲν πάθος ἐκεῖνο πᾶν τριῶν̣
5οἶμαι ἡμερῶν ἐγένετο, ἀπόσιτοι δὲ καὶ ἐς ἑβδόμην διαρκοῦσιν οἱ πολλοί· ἐκτὸς εἰ μὴ τοῦθ’ ὑπολάβοι τις, ὡς Ὀσρόης [τις] εἱστήκει περιμένων, ἔστ’ ἂν Σεουηριανὸς λιμῶι ἀπόληται, καὶ διὰ τοῦτο οὐκ ἐπῆγε διὰ τῆς ἑβδόμης.

2b,203,F

3

LUKIAN. Quom. hist. conscr. 22: τοὺς δὲ καὶ ποιητικοῖς ὀνόμασιν ... ἐν ἱστορίαι χρωμένους ποῦ ἄν τις θείη, τοὺς λέγοντας

2b,203,F

3a

«ἐλέλιξε μὲν ἡ μηχαν, τὸ τεῖχος δὲ πεσὸν μεγάλως ἐδούπησε.»

2b,203,F

3b

καὶ πάλιν ἐν ἑτέρωι μέρει τῆς καλῆς ἱστορίας· «Ἔδεσσα μὲν δὴ οὕτω τοῖς ὅπλοις περιεσμαραγεῖτο, καὶ ὄτοβος ἦν καὶ κόναβος ἅπαντα ἐκεῖνα.»

2b,203,F

3c

καὶ «ὁ στρατηγὸς ἐμερμήριζεν ὧι τρόπωι μάλιστα προσαγάγοι πρὸς τὸ τεῖχος.»

2b,203,F

3d

εἶτα μεταξὺ οὕτως εὐτελῆ ὀνόματα καὶ δημοτικὰ καὶ πτωχικὰ πολλὰ παρενεβέβυστο, τὸ «ἐπέστειλεν ὁ στρατοπεδάρχης τῶι κυρίωι·»

2b,203,F

3e

καὶ «οἱ στρατιῶται ἠγόραζον τὰ ἐγ‐ χρήιζοντα.»

2b,203,F

3f

καὶ «ἤδη λελουμένοι περὶ αὐτοὺς ἐγί‐ γνοντο,» καὶ τὰ τοιαῦτα. .........

2b,203,F

4

——23:

2b,203,F

4a

καὶ μὴν καὶ ἄλλους ἴδοις ἂν τὰ μὲν προοίμια λαμπρὰ καὶ τραγικὰ καὶ εἰς ὑπερβολὴν μακρὰ συγγράφοντας ........, τὸ σῶμα δὲ αὐτὸ τὸ τῆς ἱστορίας μικρόν τε καὶ ἀγεννὲς ἐπαγαγόντας .... ἴδοις γὰρ ἂν ἀφθόνους τοιούτους συγγραφέας, τοῦ Ῥοδίου κολοσσοῦ τὴν
5κεφαλὴν ναννώδει σώματι ἐπιτιθέντας.

2b,203,F

4b

ἄλλους αὖ ἔμπαλιν ἀκέ‐ φαλα τὰ σώματα εἰσάγοντας .... οἳ καὶ προσεταιρίζονται τὸν Ξενοφῶντα οὕτως ἀρξάμενον ‘Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο‘, καὶ ἄλλους τῶν παλαιῶν, οὐκ εἰδότες, ὡς δυνάμει τινὰ προοίμιά ἐστι λεληθότα
5τοὺς πολλούς.

2b,203,F

5

——24—26: καίτοι ταῦτα πάντα φορητὰ ἔτι, ὅσα ἢ ἑρμηνείας ἢ τῆς ἄλλης διατάξεως ἁμαρτήματά ἐστι· τὸ δὲ καὶ περὶ τοὺς τόπους αὐτοὺς ψεύδεσθαι, οὐ παρασάγγας μόνον ἀλλὰ καὶ σταθμοὺς ὅλους, τίνι τῶν καλῶν ἔοικεν;

2b,203,F

5a

εἷς γοῦν οὕτω ῥαιθύμως συνήγαγε τὰ πρά‐ γματα ... ὥστε περὶ Εὐρώπου λέγων οὕτως ἔφη· «ἡ δὲ Εὔρωπος κεῖται μὲν ἐν τῆι Μεσοποταμίαι σταθμοὺς δύο τοῦ Εὐφράτου ἀπέχουσα, ἀπώικισαν δὲ αὐτὴν Ἐδεσσαῖοι.»

2b,203,F

5b

καὶ οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῶι, ἀλλὰ καὶ τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα ὁ αὐτὸς ἐν τῶι αὐτῶι βιβλίωι ἀράμενος ὁ γενναῖος αὐτῆι ἀκροπόλει καὶ τείχεσι μετέθηκεν ἐς τὴν Μεσοποταμίαν, ὡς περιρρεῖσθαι αὐτὴν ὑπ’ ἀμφοτέρων
935
5τῶν ποταμῶν, ἑκατέρωθεν ἐν χρῶι παραμειβομένων καὶ μονονουχὶ τοῦ τείχους ψαυόντων ....

2b,203,F

5c

νὴ Δία κἀκεῖνο κομιδῆι πιθανὸν περὶ τοῦ Σεουηριανοῦ ὁ αὐτὸς οὗτος εἶπεν, ἐπομοσάμενος ἦ μὴν ἀκοῦσαί τινος τῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαφυγόντων· οὔτε γὰρ ξίφει ἐθελῆσαι αὐτὸν ἀποθανεῖν οὔτε φαρμάκου πιεῖν οὔτε βρόχου ἅψασθαι, ἀλλά τινα θάνατον ἐπινοῆσαι
5τραγικὸν καὶ τῆι τόλμηι ξενίζοντα. τυχεῖν μὲν γὰρ αὐτὸν ἔχοντα παμμε‐ γέθη ἐκπώματα ὑάλινα τῆς καλλίστης ὑάλου· ἐπεὶ δὲ πάντως ἀποθανεῖν ἔγνωστο, κατάξαντα τὸν μέγιστον τῶν σκύφων ἑνὶ τῶν θραυμάτων χρήσα‐ σθαι εἰς τὴν σφαγήν, ἐντεμόντα τῆι ὑάλωι τὸν λαιμόν. οὕτως οὐ ξιφίδιον, οὐ λογχάριον εὗρεν, ὡς ἀνδρεῖός γε αὐτῶι καὶ ἡρωικὸς ὁ θάνατος γένοιτο.

2b,203,F

5d

εἶτ’ ἐπειδὴ Θουκυδίδης ἐπιτάφιόν τινα εἶπε τοῖς πρώτοις τοῦ πολέ‐ μου ἐκείνου νεκροῖς, καὶ αὐτὸς ἡγήσατο χρῆναι ἐπειπεῖν τῶι Σεουηριανῶι· ἅπασι γὰρ αὐτοῖς πρὸς τὸν οὐδὲν αἴτιον τῶν ἐν Ἀρμενίαι κακῶν τὸν Θουκυδίδην ἡ ἅμιλλα. θάψας οὖν τὸν Σεουηριανὸν μεγαλοπρεπῶς ἀνα‐
5βιβάζεται ἐπὶ τὸν τάφον Ἀφράνιόν τινα Σίλωνα ἑκατόνταρχον ..., ὃς τοι‐ αῦτα καὶ τοσαῦτα ἐπερρητόρευσεν αὐτῶι, ὥστε με νὴ τὰς Χάριτας πολλὰ πάνυ δακρῦσαι ὑπὸ τοῦ γέλωτος· καὶ μάλιστα ὁπότε ὁ ῥήτωρ ὁ Ἀφράνιος ἐπὶ τέλει τοῦ λόγου δακρύων ἅμα σὺν οἰμωγῆι περιπαθεῖ ἐμέμνητο τῶν πολυτελῶν ἐκείνων δείπνων καὶ προπόσεων, εἶτα ἐπέθηκεν Αἰάντειόν τινα
10τὴν κορωνίδα. σπασάμενος γὰρ τὸ ξίφος, εὐγενῶς πάνυ καὶ ὡς Ἀφράνιον εἰκὸς ἦν, πάντων ὁρώντων ἀπέσφαξεν ἑαυτὸν ἐπὶ τῶι τάφωι ... καὶ τοῦτο ἔφη ἰδόντας τοὺς παρόντας ἅπαντας θαυμάσαι καὶ ὑπερεπαινέσαι τὸν Ἀφράνιον.

2b,203,F

6

LUKIAN. Quom. hist. conscr. 28: ἐγὼ γοῦν ἤκουσά τινος τὴν μὲν ἐπ’ Εὐρώπωι μάχην ἐν οὐδ’ ὅλοις ἑπτὰ ἔπεσι παραδραμόντος, εἴκοσι δὲ μέτρα ἢ ἔτι πλείω ὕδατος ἀναλωκότος ἐς ψυχρὰν καὶ οὐδὲν ἡμῖν προσήκουσαν διήγησιν, ὡς Μαῦρός τις ἱππεὺς Μαυσάκας τοὔνομα ὑπὸ δίψους
5πλανώμενος ἀνὰ τὰ ὄρη καταλάβοι Σύρους τινὰς τῶν ἀγροίκων ἄριστον παρατιθεμένους· καὶ ὅτι τὰ μὲν πρῶτα ἐκεῖνοι φοβηθεῖεν αὐτόν, εἶτα μέντοι μαθόντες ὡς τῶν φίλων εἴη κατεδέξαντο καὶ εἱστίασαν· καὶ γάρ τινα τυχεῖν αὐτῶν ἀποδεδημηκότα καὶ αὐτὸν ἐς τὴν τῶν Μαύρων, ἀδελφοῦ αὐτῶι ἐν τῆι γῆι στρατευομένου. μῦθοι τὸ μετὰ τοῦτο μακροὶ καὶ διηγήσεις,
10ὡς θηράσειεν αὐτὸς ἐν τῆι Μαυρουσίαι καὶ ὡς ἴδοι τοὺς ἐλέφαντας πολλοὺς ἐν τῶι αὐτῶι συννεμομένους καὶ ὡς ὑπὸ λέοντος ὀλίγου δεῖν καταβρωθείη, καὶ ἡλίκους ἰχθῦς ἐπρίατο ἐν Καισαρείαι. καὶ ὁ θαυμαστὸς συγγραφεὺς ἀφεὶς τὰς ἐν Εὐρώπωι γιγνομένας σφαγὰς τοσαύτας καὶ ἐπελάσεις καὶ σπονδὰς ἀναγκαίας καὶ φυλακὰς καὶ ἀντιφυλακὰς ἄχρι βαθείας ἑσπέρας936
15ἐφειστήκει ὁρῶν Μαλχίωνα τὸν Σύρον ἐν Καισαρείαι σκάρους παμμεγέθεις ἀξίους ὠνούμενον· εἰ δὲ μὴ νὺξ κατέλαβε, τάχ’ ἂν καὶ συνεδείπνει μετ’ αὐτοῦ ἤδη τῶν σκάρων ἐσκευασμένων. .... καίτοι πόσα ἄλλα μακρῶι ἀνα‐ γκαιότερα ἑκὼν ἐγὼ νῦν παρίημι· ὡς καὶ αὐλητρὶς ἧκεν ἐκ τῆς πλησίον κώμης αὐτοῖς καὶ ὡς δῶρα ἀλλήλοις ἀντέδοσαν, ὁ Μαῦρος μὲν τῶι Μαλχίωνι
20λόγχην, ὁ δὲ τῶι Μαυσάκαι πόρπην, καὶ ἄλλα πολλὰ τοιαῦτα τῆς ἐπ’ Εὐρώπωι μάχης αὐτὰ δὴ τὰ κεφάλαια.

2b,203,F

7

LUKIAN. Quom. hist. conscr. 31:

2b,203,F

7a

ἤδη δ’ ἐγώ τινος καὶ τὰ μέλλοντα συγγεγραφότος ἤκουσα, καὶ τὴν λῆψιν τὴν Οὐολογέσου καὶ τὴν Ὀσρόου σφαγήν, ὡς παραβληθήσεται τῶι λέοντι, καὶ ἐπὶ πᾶσι τὸν τριπό‐ θητον ἡμῖν θρίαμβον. οὕτω μαντικῶς ἅμα ἔχων ἔσπευδεν ἤδη πρὸς τὸ
5τέλος τῆς γραφῆς. ἀλλὰ καὶ πόλιν ἤδη ἐν τῆι Μεσοποταμίαι ὤικισε μεγέθει τε μεγίστην καὶ κάλλει καλλίστην· εἶτα μέντοι ἐπισκοπεῖ καὶ διαβουλεύεται εἴτε Νίκαιαν αὐτὴν ἀπὸ τῆς νίκης χρὴ ὀνομάζεσθαι εἴτε Ὁμόνοιαν εἴτε Εἰρηνίαν. καὶ τοῦτο μὲν ἔτι ἄκριτον, καὶ ἀνώνυμος ἡμῖν ἡ καλὴ πόλις ἐκείνη, λήρου πολλοῦ καὶ κορύζης συγγραφικῆς γέμουσα.

2b,203,F

7b

τὰ δ’ ἐν Ἰνδοῖς πραχθησόμενα ὑπέσχετο ἤδη συγγράψειν καὶ τὸν περίπλουν τῆς ἔξω θαλάσσης. καὶ οὐχ ὑπόσχεσις ταῦτα μόνον, ἀλλὰ καὶ τὸ προοίμιον τῆς Ἰνδικῆς ἤδη συντέτακται, καὶ τὸ τρίτον τάγμα καὶ οἱ Κελτοὶ καὶ
5Μαύρων μοῖρα ὀλίγη σὺν Κασσίωι πάντες οὗτοι ἐπεραιώθησαν τὸν Ἰνδὸν ποταμόν· ὅ τι δὲ καὶ πράξουσιν ἢ πῶς δέξονται τὴν τῶν ἐλεφάντων ἐπέ‐ λασιν, οὐκ εἰς μακρὰν ἡμῖν ὁ θαυμαστὸς συγγραφεὺς ἀπὸ Μουζίριδος ἢ ἀπ’ Ὀξυδρακῶν ἐπιστελεῖ.

2b,203,F

7c

——32: καὶ γὰρ αὖ καὶ αὗται (sc. αἱ ἐπιγραφαί) παγγέ‐ λοιοι· «τοῦ δεῖνος Παρθικῶν νικῶν τοσάδε.»

2b,203,F

8

——32: καὶ αὖ· «Παρθίδος πρῶτον, δεύτερον.»937