TLG 1139 011 :: ANONYMI HISTORICI (FGrH) :: De Hannibale

ANONYMI HISTORICI (FGrH)
(Varia)

De Hannibale

Source: FGrH #180. : 2B:907–909.

frr. 1–5

Citation: Volume-Jacoby#-F — fragment — (line)

2b,180,F

1

POLYB. III 6, 1: ἔνιοι δὲ τῶν συγγεγραφότων τὰς κατ’ Ἀννίβαν πράξεις, βουλόμενοι τὰς αἰτίας ἡμῖν ὑποδεικνύναι δι’ ἃς Ῥωμαίοις καὶ Καρχηδονίοις ὁ προειρημένος ἐνέστη πόλεμος, πρώτην μὲν ἀποφαίνουσι τὴν Ζακάνθης πολιορκίαν ὑπὸ Καρχηδονίων, (2) δευτέραν δὲ τὴν διάβασιν
5αὐτῶν παρὰ τὰς συνθήκας τοῦ προσαγορευομένου παρὰ τοῖς ἐγχωρίοις Ἴβηρος ποταμοῦ. (3) ἐγὼ δὲ ταύτας ἀρχὰς μὲν εἶναι τοῦ πολέμου φήσαιμ’ ἄν, αἰτίας γε μὴν οὐδαμῶς ἂν συγχωρήσαιμι. ...... (30, 3) διόπερ εἰ μέν τις τὴν Ζακάνθης ἀπώλειαν αἰτίαν τίθησι τοῦ πολέμου, συγχωρητέον ἀδίκως ἐξενηνοχέναι τὸν πόλεμον Καρχηδονίους κατά τε τὰς ἐπὶ τοῦ Λυτατίου συνθήκας, καθ’ ἃς ἔδει
10τοῖς ἑκατέρων συμμάχοις τὴν ὑφ’ ἑκατέρων ὑπάρχειν ἀσφάλειαν, κατά τε τὰς ἐπ’ Ἀσδρούβου, καθ’ ἃς οὐκ ἔδει διαβαίνειν τὸν Ἴβηρα ποταμὸν ἐπὶ πολέμωι Καρχη‐ δονίους. (4) εἰ δὲ τὴν Σαρδόνος ἀφαίρεσιν καὶ τὰ σὺν ταύτηι χρήματα, πάντως ὁμολογητέον εὐλόγως πεπολεμηκέναι τὸν κατ’ Ἀννίβαν πόλεμον τοὺς Καρχηδονίους· καιρῶι γὰρ πιεσθέντες ἠμύνοντο σὺν καιρῶι τοὺς βλάψαντας.

2b,180,F

2

—III 47, 6: ἔνιοι δὲ τῶν γεγραφότων περὶ τῆς ὑπερβολῆς ταύτης βουλόμενοι τοὺς ἀναγινώσκοντας ἐκπλήττειν τῆι περὶ τῶν προ‐ ειρημένων τόπων παραδοξολογίαι, λανθάνουσιν ἐμπίπτοντες εἰς δύο τὰ πάσης ἱστορίας ἀλλοτριώτατα· καὶ γὰρ ψευδολογεῖν καὶ μαχόμενα γράφειν αὑτοῖς ἀναγκάζονται.
5(7) ἅμα μὲν γὰρ τὸν Ἀννίβαν ἀμίμητόν τινα παρεισάγοντες στρατηγὸν καὶ τόλμηι καὶ προνοίαι, τοῦτον ὁμολογουμένως ἀποδεικνύουσιν ἡμῖν ἀλογιστότατον· (8) ἅμα δὲ καταστροφὴν οὐ δυνάμενοι λαμβάνειν οὐδ’ ἔξοδον τοῦ ψεύδους, θεοὺς καὶ θεῶν παῖδας εἰς πραγματικὴν ἱστορίαν παρεισάγουσιν. (9) ὑποθέμενοι γὰρ τὰς ἐρυμνότητας καὶ τραχύτητας τῶν Ἀλπεινῶν ὀρῶν τοιαύτας ὥστε μὴ οἷον ἵππους καὶ στρατό‐
10πεδα, σὺν δὲ τούτοις ἐλέφαντας, ἀλλὰ μηδὲ πεζοὺς εὐζώνους εὐχερῶς ἂν διελθεῖν, ὁμοίως δὲ καὶ τὴν ἔρημον τοιαύτην τινὰ περὶ τοὺς τόπους ὑπογράψαντες ἡμῖν ὥστ’, εἰ μὴ θεὸς ἤ τις ἥρως ἀπαντήσας τοῖς περὶ τὸν Ἀννίβαν ὑπέδειξε τὰς ὁδούς, ἐξαπορήσαντας ἂν καταφθαρῆναι πάντας, ὁμολογουμένως ἐκ τούτων εἰς ἑκάτερον τῶν προειρημένων ἁμαρτημάτων ἐμπίπτουσι. (48) πρῶτον μὲν γὰρ ἂν τίς φανείη
15στρατηγὸς ἀλογιστότερος Ἀννίβου καὶ σκαιότερος ἡγεμών, (2) ὃς τοσούτων ἡγούμενος δυνάμεων καὶ τὰς μεγίστας ἐλπίδας ἔχων ἐν τούτοις τοῦ κατορθώσειν τοῖς ὅλοις, οὔτε τὰς ὁδοὺς οὔτε τόπους, ὡς οὗτοί φασιν, οὔτε ποῦ πορεύεται τὸ παράπαν οὔτε πρὸς τίνας ἐγίνωσκε, (3) τὸ δὲ πέρας, οὐδ’ εἰ καθόλου [τοὐναντίον] δυνατοῖς ἐπιβάλλεται πράγμασιν; (4) ἀλλ’ ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα
20τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστ’ εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ
δυνάμεως, τοῦτο περιτιθέασιν οἱ συγγραφεῖς Ἀννίβαι τῶι τὰς μεγίστας ἐλπίδας ἀκεραίους ἔχοντι περὶ τῶν καθ’ αὑτὸν πραγμάτων. (5) ὁμοίως δὲ καὶ τὰ περὶ τῆς ἐρημίας, ἔτι δ’ ἐρυμνότητος καὶ δυσχωρίας τῶν τόπων ἔκδηλον ποιεῖ τὸ ψεῦδος αὐτῶν· (6) οὐχ ἱστορήσαντες γὰρ ὅτι συμβαίνει τοὺς Κελτοὺς τοὺς παρὰ τὸν Ῥοδανὸν2
25ποταμὸν οἰκοῦντας οὐχ ἅπαξ οὐδὲ δὶς πρὸ τῆς Ἀννίβου παρουσίας, οὐδὲ μὴν πάλαι προσφάτως δέ, μεγάλοις στρατοπέδοις ὑπερβάντας τὰς Ἄλπεις παρατετάχθαι μὲν Ῥωμαίοις συνηγωνίσθαι δὲ Κελτοῖς τοῖς τὰ περὶ τὸν Πάδον πεδία κατοικοῦσι .... (7) πρὸς δὲ τούτοις οὐκ εἰδότες ὅτι πλεῖστον ἀνθρώπων φῦλον κατ’ αὐτὰς οἰκεῖν συμβαίνει τὰς Ἄλπεις ... ἥρω τινά φασιν ἐπιφανέντα συνυποδεῖξαι τὰς ὁδοὺς αὐτοῖς.
30(8) ἐξ ὧν εἰκότως ἐμπίπτουσιν εἰς τὸ παραπλήσιον τοῖς τραγωιδιογράφοις ........

2b,180,F

3

POLYB. VII 7: ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ πολλήν τινα διατέθεινται τερατείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς ἀρχῆς αὐτοῖς γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακοσίων, (2) τραγωι‐
5δοῦντες δὲ τὴν ὠμότητα τῶν τρόπων καὶ τὴν ἀσέβειαν τῶν πράξεων, ἐπὶ δὲ πᾶσι τὸ παράλογον καὶ τὸ δεινὸν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμβάντων, ὥστε μήτε Φάλαριν μήτ’ Ἀπολλόδωρον μήτ’ ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότερον. (3) καί〈τοι〉 παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆνας οὐ πλείω τριῶν καὶ δέκα βιώσας μετήλλαξεν τὸν βίον. (4) κατὰ
10δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακοσίων ἀπεκτάνθαι δυνατόν, ὑπερβολὴν δὲ γεγονέναι παρα‐ νομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός. (5) καὶ τῶι μὲν τρόπωι διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημένων τυράννων. (6) ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους
15γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μηδὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους.

2b,180,F

4

—IX 24, 8: τούτου δὲ τἀνδρὸς (sc. Ἀννίβα τοῦ Μονομάχου ἐπικαλουμένου) εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων.

2b,180,F

5

—X 2: ὅτι μέλλοντες ἱστορεῖν τὰ πραχθέντα Ποπλίωι κατὰ τὴν Ἰβηρίαν, συλλήβδην δὲ πάσας τὰς κατὰ τὸν βίον ἐπιτελεσθείσας αὐτῶι πράξεις, ἀναγκαῖον ἡγούμεθα τὸ προεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αἵρεσιν καὶ φύσιν τἀνδρός. ..... (5) οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ
5πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτωι κατορθοῦντα τὰς ἐπιβολὰς παρεισ‐ άγουσι, (6) νομίζοντες ὡς ἂν εἰ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων ...... (8) ἐμοὶ δὲ δοκεῖ Πόπλιος Λυκούργωι ..... παραπλησίαν ἐσχηκέναι φύσιν καὶ προαίρεσιν. (9) οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ πάντα προσέχοντα
10τῆι Πυθίαι συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων ὁρμώμενον καὶ κληδόνων τηλικαύτην περιποιῆσαι τῆι πατρίδι δυναστείαν· ἀλλ’ .....
(12) ἐνεργαζόμενος αἰεὶ δόξαν τοῖς πολλοῖς ὡς μετά τινος θείας ἐπιπνοίας ποιού‐ μενος τὰς ἐπιβολάς, εὐθαρσεστέρους καὶ προθυμοτέρους κατεσκεύαζε τοὺς ὑποτατ‐ τομένους πρὸς τὰ δεινὰ τῶν ἔργων. ..............907
15τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολο‐ γοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδ’ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα, καὶ ταῦτα χωρὶς τῶν εἰκότων καὶ τῆς τῶν συμβεβιωκότων μαρτυρίας καὶ διὰ τῆς ἐπιστολῆς τῆς πρὸς Φίλιππον
20αὐτοῦ τοῦ Ποπλίου σαφῶς ἐκτεθεικότος (232) ὅτι τούτοις τοῖς ἐκλογισμοῖς χρη‐ σάμενος .... καθόλου τε τοῖς ἐν Ἰβηρίαι πράγμασιν ἐπιβάλοιτο καὶ κατὰ μέρος τῆι τῆς Καρχηδόνος πολιορκίαι. ........ (11, 4) ὁ δὲ περίβολος τῆς πόλεως οὐ πλείω εἴκοσι σταδίων ὑπῆρχε τὸ πρότερον· καίτοι γ’ οὐκ ἀγνοῶ διότι πολλοῖς
εἴρηται τετταράκοντα· τὸ δ’ ἐστὶ ψεῦδος ....908