TLG 1139 008 :: ANONYMI HISTORICI (FGrH) :: De historia diadochorum (epitome Heidelbergensis)

ANONYMI HISTORICI (FGrH)
(Varia)

De historia diadochorum (epitome Heidelbergensis)

Source: FGrH #155. : 2B:835–837.

frr. 1–4

Citation: Volume-Jacoby#-F — fragment — (line)

2b,155,F

1

ὅτι Ἀλεξάνδρου τελευτήσαντος ἐναπελείφθησαν αἱ γυναῖκες αὐτοῦ
καὶ παῖς ἀτελής, ὃν ἐγέννησεν ἐκ τῆς Ῥωξάνης. στασιαζόντων δὲ τῶν περὶ αὐτὸν περὶ τῆς βασιλείας ἐτάχθη βασιλεύειν ὁ ὁμοπάτριος ἀδελφὸς Ἀλε‐ ξάνδρου ὁ Ἀρριδαῖος, ὁ καὶ Φίλιππος ὕστερον ὀνομασθείς, μέχρις οὗ2
5φθάσηι εἰς ἀνήκουσαν ἡλικίαν ὁ Ἀλεξάνδρου παῖς. (2) ἐπεὶ δὲ ἦν νωθρὸς ὁ Ἀρριδαῖος, ἔτι δὲ καὶ ἐπιληπτικός, ἡιρέθη ἐπίτροπος καὶ ἐπι‐ μελητὴς τῶν βασιλικῶν πραγμάτων ὁ Περδίκκας, ὧι δέδωκεν ὁ Ἀλέξαν‐ δρος τελευτῶν τὸν ἑαυτοῦ δακτύλιον ὡς πιστοτέρωι τῶν ἄλλων στρατηγῶν. ὃς συνδιασκεψάμενος δέδωκεν ἑκάστωι στρατηγῶι σατραπείαν διεξάγειν,
10μερίσας ἁπάσας οὔσας πλείους τῶν κδ. (3) ἀπελθόντες δὲ οὕτως εἰς τὰς ὁρισθείσας ἑκάστωι σατραπείας ἤρξαντο ὑπερβάθμιον τείνειν πόδα ὡς ἠδύνατο ἕκαστος. ὅθεν μεγάλας δυνάμεις λαβὼν ὁ Περδίκκας ἀπῆλθεν εἰς Αἴγυπτον πολεμήσων Πτολεμαίωι. ἔνθα καὶ ἐπιβουλευθεὶς ἐφονεύθη ὑπὸ τῶν ἑαυτοῦ οἰκείων. (4) εἶτα διεδέξατο τὴν ἐπιμέλειαν τῶν βασιλέων
15ὁ Ἀντίπατρος, ὃς καὶ αὐτὸς συνδιασκεψάμενος ἐνήλλαξε τὰς δοθείσας παρὰ τοῦ Περδίκκου σατραπείας ἄλλην ἄλλωι δούς, πλὴν Πτολεμαίου καὶ Λυσι‐ μάχου· τούτους γὰρ οὐκ ἠδυνήθη μεταστῆσαι. δέδωκε δὲ ἄλλοις μὲν ἄλλας, Ἀντιγόνωι δὲ τὴν Σουσιανὴν σατραπείαν, Σελεύκωι δὲ τὴν τῆς Βαβυλῶνος· τὸν δὲ ἑαυτοῦ υἱὸν Κάσανδρον ἀπέδειξε χιλίαρχον. (5) εἶτα μετὰ καιρὸν
20τελευτήσαντος καὶ τοῦ Ἀντιπάτρου διεδέξατο τὴν ἐπιτροπὴν καὶ ἐπιμέλειαν τῶν βασιλικῶν πραγμάτων ὁ Πολυσπέρχων, ἐφ’ οὗ ἡ Ὀλυμπιὰς ἐδολοφόνησε τὸν Ἀρριδαῖον καὶ τὴν γυναῖκα αὐτοῦ Εὐρυδίκην. (6) εἶτα ὁ Κάσανδρος μισθωσάμενός τινας τῶν βασιλικῶν διακόνων ἐδολοφόνησε τήν τε Ὀλυμ‐ πιάδα καὶ Ῥωξάνην καὶ τὸν υἱὸν αὐτῆς τὸν Ἀλέξανδρον τὸν υἱὸν Ἀλε‐
25ξάνδρου, ὃς ἔμελλεν εἶναι διάδοχος τῆς ὅλης βασιλείας. ἐγένετο δὲ ταῦτα ἐν Μακεδονίαι τῆς Ὀλυμπιάδος τῆς μητρὸς Ἀλεξάνδρου. (7) ἐντεῦθεν σύγχυσις ἐγένετο τῶν σατραπειῶν, καὶ ἐπεβούλευον ἄλλοι ἄλλοις καὶ προσε‐ τίθουν ταῖς ἑαυτῶν καὶ μείζονας περιεβάλλοντο δυνάμεις οἱ πανουργότεροι καὶ ἐφόνευον τοὺς ἀσθενεστέρους. ἐμεγαλύνθη δὲ ὑπὲρ τοὺς πολλοὺς ὁ
30Ἀντίγονος μετὰ τοῦ αὐτοῦ υἱοῦ τοῦ Πολιορκητοῦ Δημητρίου. διὸ καὶ ὠνόμασεν ἑαυτὸν βασιλέα καὶ ἐφόρεσε διάδημα. ἰδόντες δὲ καὶ οἱ ἕτεροι, ὅσοι οὐκ ἠλαττοῦντο αὐτοῦ, ἐφόρεσαν κἀκεῖνοι διάδημα καὶ ὠνό‐ μασαν ἑαυτοὺς βασιλεῖς, ὅ τε Πτολεμαῖος ἐν Αἰγύπτωι καὶ Συρίαι καὶ ὁ Λυσίμαχος ἐν Θράικηι καὶ ὁ Σέλευκος ἐν Βαβυλῶνι, ὃς ἀποθανόντος Ἀντι‐
35γόνου ἦρξε πάσης Ἀσίας· καὶ κατὰ διαδοχὴν οἱ αὐτοῦ υἱοί.

2b,155,F

2

ὅτι τὸ σῶμα τοῦ Ἀλεξάνδρου μετὰ θάνατον κατήγαγον οἱ Μακε‐ δόνες εἰς Ἀλεξάνδρειαν ἐκ Βαβυλῶνος, κοσμήσαντες αὐτὸ πάνυ πολυτελῶς καὶ πλείστου χρυσοῦ καὶ ἀργύρου περιθέντες ἀναλώματα καὶ καλλωπισμόν· κατήγαγον δὲ μετὰ πολλῆς καὶ πεπληθυσμένης δοφυφορίας. (2) εἶτα835
5ἐκεῖθεν διεβίβασαν εἰς Μακεδονίαν τὴν Ῥωξάνην μετὰ τοῦ σὺν Ἀλεξάνδρωι γενομένου αὐτῆι παιδὸς ὀνομαζομένου Ἀλεξάνδρου καὶ αὐτοῦ. διεβίβασαν δὲ καὶ Φίλιππον τὸν Ἀρριδαῖον, ὃς βασιλεύσας ὑπὸ ἐπιτρόποις ἔτη ϛ καὶ μῆνας δ ἐφονεύθη μετὰ τῆς γυναικὸς αὐτοῦ Εὐρυδίκης ἀπηνῶς παρὰ τῆς Κλεοπάτρασ μητρυιᾶς αὐτοῦ τῆς Ὀλυμπιάδος. (3) ὕστερον δὲ μετὰ καιρὸν
10ὀλίγον ἐφονεύθη καὶ αὐτὴ ἡ Ὀλυμπιὰς σὺν τῆι νύμφηι Ῥωξάνηι καὶ τῶι ἐγγόνωι Ἀλεξάνδρωι ἀπηνῶς παρὰ τοῦ υἱοῦ τοῦ Ἀντιπάτρου τοῦ Κασάνδρου. (4) ὃς Κάσανδρος μετὰ τοὺς τοιούτους φόνους ἔγημε τὴν Θεσσαλονίκην τὴν ὁμο‐ πάτριον ἀδελφὴν τοῦ μεγάλου Ἀλεξάνδρου. ἥτις Θεσσαλονίκη ἔκτισεν ὕστερον τὴν Θεσσαλονίκην· ὁ δὲ ἀνὴρ αὐτῆς ὁ Κάσανδρος ἔκτισεν τὴν Κασάνδρειαν.

2b,155,F

3

ὅτι ὁ Εὐμένης σοφὸς ὢν ἐκ τῶν στρατηγῶν καὶ διαδόχων Ἀλε‐ ξάνδρου ἐτήρησε στοργὴν ἀδολωτάτην πρὸς τὸν Ἀλέξανδρον καὶ τεθνεῶτα, καὶ ἐπολέμησεν πολλάκις πρὸς τοὺς ἐπεμβαίνοντας τοῖς βασιλικοῖς πρά‐ γμασι, καὶ ἐνίκησε μεγάλους πολέμους καὶ στρατηγοὺς μεγάλους ἐκ τῶν
5Μακεδόνων. (2) εἶτα ἐπεὶ ὁ Ἀντίγονος πλεονεκτῶν καὶ αὐξανόμενος ἐβού‐ λετο νοσφίζεσθαι καὶ τὸ τῆς βασιλείας ὄνομα, ἐδεήθησαν οἱ βασιλεῖς τοῦ Εὐμένους εἰς βοήθειαν ἥ τε Ὀλυμπιὰς καὶ ὁ Ἀρριδαῖος ὁ Φίλιππος καὶ ἡ Ῥωξάνη διὰ γραμμάτων βασιλικῶν. ὃς καὶ ἐπικαμφθεὶς ταῖς ἐκείνων δεήσεσιν ἀνῆλθεν εἰς τὰς ἐπέκεινα τῆς Βαβυλωνίας σατραπείας, καὶ συνα‐
10γαγὼν μεγάλας ἐκεῖθεν δυνάμεις ἐπολέμησε τῶι Ἀντιγόνωι. καὶ δὶς καὶ τρὶς καὶ νενίκηκε, τάχα δ’ ἂν καὶ ἐς τὸ παντελὲς ἠφάνιζεν, εἰ μή τινες τῶν περὶ αὐτὸν φίλων ἐπιβουλεύσαντες συνέλαβον καὶ δεδώκασι τῶι Ἀντιγόνωι. τούτου δὲ γενομένου ηὐξήθη ἐς μέγιστον ὁ Ἀντίγονος καὶ ἦν τοῖς ὅλοις ἀπρόσμαχος.

2b,155,F

4

ὅτι νικήσας, ὡς εἴρηται, ὁ Πτολεμαῖος ἐν Αἰγύπτωι τὸν Περδίκκαν ἔλαβε τὰ αὐτοῦ στρατεύματα ὅσα ἤθελεν, ἔλαβε δὲ καὶ τὴν αὐτοῦ γυναῖκα Κλεοπάτραν τὴν ὁμοπάτριον ἀδελφὴν τοῦ μεγάλου Ἀλεξάνδρου καὶ εἶχεν αὐτὴν εἰς γάμου κοινωνίαν σὺν ταῖς ἄλλαις αὐτοῦ γυναιξίν. ἦν δὲ ἡ Κλεο‐
5πάτρα αὕτη θυγάτηρ μὲν τοῦ Φιλίππου, ἀλλ’ ἐξ ἄλλης γυναικός, Κλεοπάτρας
κἀκείνης λεγομένης.836