TLG 1139 003 :: ANONYMI HISTORICI (FGrH) :: Anonymi ex historiis Polybii ANONYMI HISTORICI (FGrH) Anonymi ex historiis Polybii Source: FGrH #83. : 2A:189–191. test. 1, frr. 1–4 Citation: Volume-Jacoby#-T+F — fragment — (line) | ||
2a,83,T1 | POLYB. V 33: καίτοι γ’ οὐκ ἀγνοῶ διότι καὶ πλείους ἕτεροι τῶν συγγραφέων τὴν αὐτὴν ἐμοὶ προεῖνται φωνήν, φάσκοντες τὰ καθόλου γράφειν καὶ μεγίστην τῶν προγεγονότων ἐπιβεβλῆσθαι πραγματείαν. (2) περὶ ὧν ἐγώ, παραιτησάμενος Ἔφορον τὸν πρῶτον καὶ μόνον ἐπι‐ | |
5 | βεβλημένον τὰ καθόλου γράφειν (70 T 7), τὸ μὲν πλείω λέγειν ἢ μνη‐ μονεύειν τινὸς τῶν ἄλλων ἐπ’ ὀνόματος παρήσω· (3) μέχρι δὲ τούτου μνησθήσομαι, διότι τῶν καθ’ ἡμᾶς τινες γραφόντων ἱστορίαν ἐν τρισὶν ἢ τέτταρσιν ἐξηγησάμενοι σελίσιν ἡμῖν τὸν Ῥωμαίων καὶ Καρχηδονίων πόλεμον φασὶ τὰ καθόλου γράφειν. (4) καίτοι διότι πλεῖσται μὲν καὶ | |
---|---|---|
10 | μέγισται τότε περί τε τὴν Ἰβηρίαν καὶ Λιβύην ἔτι δὲ τὴν Σικελίαν καὶ Ἰταλίαν ἐπετελέσθησαν πράξεις, ἐπιφανέστατος δὲ καὶ πολυχρονιώτατος ὁ κατ’ Ἀννίβαν πόλεμος γέγονεν πλὴν τοῦ περὶ Σικελίαν, πάντες δ’ ἠναγκάσθημεν πρὸς αὐτὸν ἀποβλέπειν διὰ τὸ μέγεθος, δεδιότες τὴν συντέλειαν τῶν ἀποβησομένων, τίς οὕτως ἐστὶν ἀδαὴς ὃς οὐκ οἶδεν; | |
15 | (5) ἀλλ’ ἔνιοι τῶν πραγματευομένων οὐδ’ ἐφ’ ὅσον οἱ τὰ κατὰ καιροὺς ἐν ταῖς χρονογραφίαις ὑπομνηματιζόμενοι πολιτικῶς εἰς τοὺς τοίχους, οὐδ’ ἐπὶ τοσοῦτο μνησθέντες πάσας φασὶ τὰς κατὰ τὴν Ἑλλάδα καὶ βάρ‐ βαρον περιειληφέναι πράξεις. | 2 |
2a,83,F1 | POLYB. XV 34, 1: ἐγὼ δὲ οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ διασκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκουόντων ἔνιοι τῶν γεγρα‐ φότων τὰς πράξεις ταύτας (sc. τὰ περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγα‐ θόκλειαν καὶ τοὺς τούτων συγγενεῖς), πλείω τὸν ἐπιμετροῦντα λόγον δια‐ | |
5 | τιθέμενοι τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου, (2) τινὲς μὲν ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πιθανότητας ὑποτάττειν. | |
2a,83,F2 | POLYB. VIII 10: ὅτι Φίλιππος παραγενόμενος εἰς τὴν Μεσσήνην ἔφθειρε τὴν χώραν δυσμενικῶς ....... (3) προήχθην δὲ καὶ νῦν καὶ διὰ τῆς προτέρας βύβλου σαφέστερον ἐξηγήσασθαι περὶ τούτων οὐ μόνον διὰ τὰς πρότερον ἡμῖν εἰρημένας αἰτίας, ἀλλὰ καὶ διὰ τὸ τῶν συγγραφέων τοὺς | |
5 | μὲν ὅλως παραλελοιπέναι τὰ κατὰ τοὺς Μεσσηνίους, (4) τοὺς δὲ καθόλου διὰ τὴν πρὸς τοὺς μονάρχους εὔνοιαν ἢ τἀναντία φόβον οὐχ οἷον ἐν ἁμαρτίαι γεγονέναι τὴν εἰς τοὺς Μεσσηνίους ἀσέβειαν Φιλίππου καὶ παρα‐ νομίαν, ἀλλὰ τοὐναντίον ἐν ἐπαίνωι καὶ κατορθώματι τὰ πεπραγμένα διασαφεῖν ἡμῖν. | |
10 | (5) οὐ μόνον δὲ περὶ Μεσσηνίους τοῦτο πεποιηκότας ἰδεῖν ἐστι τοὺς γράφοντας τοῦ Φιλίππου τὰς πράξεις, ἀλλὰ καὶ περὶ τῶν ἄλλων παρα‐ πλησίως. | |
2a,83,F3 | —XVI 12, 3: καταπεφήμισται δὲ καὶ πεπίστευται παρὰ μὲν τοῖς Βαργυλιήταις διότι τὸ τῆς Κινδυάδος Ἀρτέ‐ μιδος ἄγαλμα, καίπερ ὂν ὑπαίθριον, οὔτε νίφεται τὸ παράπαν οὔτε βρέ‐ χεται, (4) παρὰ δὲ τοῖς Ἰασεῦσι τὸ τῆς Ἀστιάδος· καὶ ταῦτά τινες εἰρή‐ | |
5 | κασι καὶ τῶν συγγραφέων. | |
2a,83,F4 | —XXII 18: περὶ δὲ τὴν τῶν ἐν Μακεδονίαι βασιλέων οἰκίαν ἤδη τις ἀπὸ τούτων τῶν καιρῶν ἐφύετο κακῶν ἀνηκέστων ἀρχή. (2) καί‐ τοι γε οὐκ ἀγνοῶ διότι τινὲς τῶν συγγραφόντων περὶ τοῦ 〈συστάντοσ〉 | |
Ῥωμαίοις πολέμου πρὸς Περσέα, βουλόμενοι τὰς αἰτίας ἡμῖν ἐπιδεικνύναι | 189 | |
5 | τῆς διαφορᾶς, πρῶτον μὲν ἀποφαίνουσι τὴν Ἀβρουπόριος ἔκπτωσιν ἐκ τῆς ἰδίας δυναστείας, ὡς καταδραμόντος αὐτοῦ τὰ παρὰ τὸ Πάγγαιον μέταλλα μετὰ τὸν Φιλίππου θάνατον, (3) Περσεὺς δὲ παραβοηθήσας καὶ τρεψάμενος ὁλοσχερῶς ἐξέβαλε τὸν προειρημένον ἐκ τῆς ἰδίας ἀρχῆς· (4) ἑξῆς δὲ ταύτηι τὴν εἰς Δολοπίαν εἰσβολὴν καὶ τὴν εἰς Δελφοὺς παρου‐ | |
10 | σίαν Περσέως, (5) ἔτι δὲ τὴν περὶ Εὐμενοῦς τοῦ βασιλέως ἐπιβουλὴν γενο‐ μένην ἐν Δελφοῖς καὶ τὴν τῶν ἐκ Βοιωτίας πρεσβευτῶν ἐπαναίρεσιν, ἐξ ὧν ἔνιοί φασι φῦναι Περσεῖ τὸν πρὸς Ῥωμαίους πόλεμον. ... (8) τῶν γὰρ ἄρτι ῥηθέντων πραγμάτων τὰ μὲν πρῶτα προφάσεις εἰσί, τὰ δὲ τελευταῖα περὶ τὴν τοῦ βασιλέως Εὐμενοῦς ἐπιβουλὴν καὶ τὰ περὶ τῶν πρεσβευτῶν | |
15 | ἀναίρεσιν καὶ τούτοις ἕτερα παραπλήσια τῶν κατὰ τοὺς αὐτοὺς καιροὺς γεγονότων ἀρχαὶ πρόδηλοι τοῦ συστάντος Ῥωμαίοις καὶ Περσεῖ πολέμου καὶ τοῦ καταλυθῆναι τὴν Μακεδόνων ἀρχήν· αἰτία δὲ τούτων ἁπλῶς ἐστιν οὐδεμία. (9) δῆλον δὲ τοῦτ’ ἔσται διὰ τῶν ἑξῆς ῥηθησομένων. (10) καθάπερ γὰρ εἴπομεν Φίλιππον τὸν Ἀμύντου διανοηθῆναι καὶ προθέσθαι συντελεῖν τὸν πρὸς τοὺς Πέρσας πόλεμον, Ἀλέξανδρον | |
20 | δὲ τοῖς ὑπ’ ἐκείνου κεκριμένοις χρῆσθαι τῶν πράξεων, οὕτω καὶ νῦν Φίλιππον μὲν τὸν Δημητρίου φαμὲν διανοηθῆναι πρότερον πολεμεῖν Ῥωμαίοις τὸν τελευταῖον πόλεμον καὶ τὰς παρασκευὰς ἑτοίμους πάσας πρὸς ταύτην ἔχειν τὴν ἐπιβολήν, ἐκείνου δ’ ἐκχωρήσαντος Περσέα γενέσθαι χειριστὴν τῶν πράξεων. (11) εἰ δὲ τοῦτ’ ἀληθές, καὶ ἐκεῖνο σαφές· οὐ γὰρ οἷόν τε ταύτας ὕστερον γενέσθαι τῆς τελευτῆς | |
25 | τοῦ κρίναντος καὶ προθεμένου πολεμεῖν· (12) ὃ συμβαίνει τοῖς ὑπὸ τῶν ἄλλων συγγραφέων εἰρημένοις· πάντα γάρ ἐστι τὰ λεγόμενα παρ’ αὐτοῖς ὕστερα τῆς | |
Φιλίππου τελευτῆς. | 190 |