TLG 1135 001 :: ANONYMUS PHOTII :: Fragmenta

ANONYMUS PHOTII Phil.
(3/2 B.C.)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 237–242.

Citation: Page — (line)

237

(4)

Anonymus Photii, Phot. cod. 249, 438b—441b. [Ἀνε‐
5γνώσθη Πυθαγόρου βίος.] Ὅτι ἔνατος ἀπὸ Πυθαγόρου διάδοχος γέγονέ φησι Πλάτων Ἀρχύτου τοῦ πρεσβυτέρου μαθητὴς γενόμενος, δέκατος δὲ Ἀριστοτέλης. τῶν Πυθαγορείων οἱ μὲν ἦσαν περὶ θεωρίαν κατα‐ γινόμενοι, οἵπερ ἐκαλοῦντο σεβαστικοί, οἱ δὲ περὶ τὰ ἀνθρώπινα, οἵπερ ἐκαλοῦντο πολιτικοί, οἱ δὲ περὶ τὰ μαθήματα, γεωμετρικὰ καὶ ἀστρο‐
10νομικά, οἵπερ ἐκαλοῦντο μαθηματικοί. καὶ οἱ μὲν αὐτῷ τῷ Πυθαγόρᾳ συγγενόμενοι ἐκαλοῦντο Πυθαγορικοί, οἱ δὲ τούτων μαθηταὶ Πυθαγόρειοι, οἱ δὲ ἄλλως ἔξωθεν ζηλωταὶ Πυθαγορισταί. ἀπείχοντο δὲ ἐμψύχων καὶ κατὰ καιρὸν μόνον θυσιῶν ἐγεύοντο. ὅτι ἑκατὸν καὶ τεσσάρων λέγεται ἐτῶν ἐζηκέναι τὸν Πυθαγόραν. καὶ ὁ μὲν Μνήσαρχος, εἶς τῶν υἱῶν αὐτοῦ,
15λέγεται νεώτερος τελευτῆσαι, Τηλαύγης δὲ ὁ ἕτερος διεδέξατο. καὶ Αἰσάρα καὶ Μυῖα αἱ θυγατέρες· καὶ ἡ Θεανὼ δὲ λέγεται οὐ μαθήτρια μόνον, ἀλλὰ καὶ μία τῶν θυγατέρων αὐτοῦ εἶναι. ὅτι διαφέρειν ἔλεγον οἱ ἀπὸ Πυθαγόρου μονάδα καὶ ἕν. μονὰς μὲν γὰρ παρ’ αὐτοῖς ἐνομίζετο ἡ ἐν τοῖς νοητοῖς οὖσα, ἓν δὲ τὸ ἐν τοῖς ἀριθμοῖς. ἔλεγον δὲ τὴν δυάδα ἀόριστον,
20ὅτι ἡ μὲν μονὰς κατὰ τὴν ἰσότητα καὶ τὸ μέτρον λαμβάνεται, ἡ δὲ δυὰς καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν. ἰσότης μὲν οὖν καὶ μέτρον οὐ δύναται μᾶλλον καὶ ἧττον (439a) γενέσθαι, ἡ δὲ ὑπερβολὴ καὶ ἔλλειψις ἐπειδὴ ἐπ’ ἄπειρον προχωρεῖ, διὰ τοῦτο ἀόριστον αὐτὴν ἔλεγον δυάδα. καὶ ἐπειδὴ πάντα εἰς τοὺς ἀριθμοὺς ἀνῆγον ἔκ τε τῆς μονάδος καὶ τῆς δυάδος, καὶ τὰ ὄντα πάντα ἀριθμοὺς προσηγό‐
25ρευον. ὁ δὲ ἀριθμὸς συμπληροῦται τοῖς δέκα, ὁ δὲ δέκα σύνθεσις τῶν τεσσάρων
κατὰ τὸ ἑξῆς ἀριθμούντων ἡμῶν, καὶ διὰ τοῦτο τὸν ἀριθμὸν πάντα τετρακτὺν237

238

ἔλεγον. ἔλεγον δὲ τὸν ἄνθρωπον αὐτὸν ἑαυτοῦ βελτίω κατὰ τρεῖς τρόπους γενέσθαι, πρῶτον μὲν τῇ ὁμιλίᾳ τῇ πρὸς τοὺς θεούς (ἀνάγκη γὰρ προσίοντας αὐτοῖς κατ’ ἐκεῖνο καιροῦ χωρίζεσθαι αὐτοὺς πάσης κακίας, εἰς δύναμιν ὁμοιοῦντας ἑαυτοὺς τῷ θεῷ), δεύτερον ἐν τῷ εὖ ποιεῖν (θεοῦ γὰρ τοῦτο καὶ θείας μιμήσεως),
5τρίτον ἐν τῷ ἀποθνῄσκειν· εἰ γὰρ κατὰ ποσόν τι ἡ ψυχὴ τοῦ σώματος ἐν τῷ ζῆν τὸ ζῷον χωριζομένη βελτίων γίνεται ἑαυτῆς ἐν τε τοῖς ὕπνοις κατὰ τοὺς ὀνείρους καὶ ἐν ταῖς ἐκστάσεσι τῶν νόσων μαντικὴ γίνεται, πολλῷ μᾶλλον βελτιοῦ‐ ται, ὅταν τέλεον χωρισθῇ ἀπὸ τοῦ σώματος. ὅτι τὴν μονάδα πάντων ἀρχὴν ἔλεγον Πυθαγόρειοι, ἐπεὶ τὸ μὲν σημεῖον ἀρχὴν ἔλεγον γραμμῆς, τὴν δὲ ἐπιπέδου,
10τὸ δὲ τοῦ τριχῇ διαστατοῦ, ἤτοι σώματος. τοῦ δὲ σημείου προεπινοεῖται ἡ μονάς· ὥστε τὰ σώματα πάντα ἐκ τῆς μονάδος γεγένηται. ὅτι οἱ Πυθαγόρειοι τῶν ἐμψύχων ἀπείχοντο τὴν μετεμψύχωσιν ἀφρόνως ὡς ἀληθῆ ὑπολαμβάνοντες, καὶ ὅτι τὰ τοιαῦτα τῶν βρωμάτων παχύνει τὸν νοῦν τροφιμώτερα ὄντα καὶ πολλὴν ἀνάδοσιν ποιοῦντα. διὰ τοῦτο καὶ τοῦ κυάμου ἀπείχοντο, ὅτι φυσώδης
15καὶ τροφιμώτατος. καὶ ἄλλας δέ τινας αἰτίας πλείους ἀποδιδόασιν, αἳ αὐτοὺς ἐνῆγον ἀπέχεσθαι τῶν κυάμων. ὅτι τὸν Πυθαγόραν πολλά φασι προειπεῖν, καὶ πάντα ἐκβῆναι. ὅτι τὴν μὲν θεωρητικὴν καὶ φυσικὴν Πλάτωνά φασι παρὰ τῶν ἐν Ἰταλίᾳ Πυθαγορείων ἐκμαθεῖν, τὴν δὲ ἠθικὴν μάλιστα παρὰ Σωκρά‐ τους. τῆς δὲ λογικῆς σπέρματα καταβαλεῖν αὐτῷ Ζήνωνα καὶ Παρμενίδην τοὺς
20Ἐλεάτας· καὶ οὗτοι δὲ τῆς Πυθαγορείου ἦσαν διατριβῆς. ὅτι ἡ ὄψις κατὰ Πυθα‐ γόραν καὶ Πλάτωνα καὶ Ἀριστοτέλην τῶν δώδεκα χρωμάτων ἐστι κριτική, λευκοῦ καὶ μέλανος καὶ τῶν μεταξύ, ξανθοῦ φαιοῦ ὠχροῦ ἐρυθροῦ κυανοῦ ἁλουργοῦ λαμπροῦ ὀρφνίνου ...· ἡ δὲ ἀκοὴ κριτική ἐστιν ὀξέος καὶ βαρέος φθόγγου· ἡ δὲ ὄσφρησις κριτικὴ εὐωδῶν καὶ δυσωδῶν ὀσμῶν καὶ τῶν μεταξύ,
25ἐκ σηπομένων τε καὶ βρεχομένων ἢ τηκομένων ἢ θυμιαζομένων· ἡ δὲ γεῦσις κριτική ἐστι γλυκέων τε καὶ πικρῶν χυμῶν καὶ τῶν μεταξὺ πέντε (ἑπτὰ γάρ εἰσιν οἱ χυμοὶ πάντες, γλυκὺς πικρὸς ὀξὺς δριμὺς σομφὸς ἁλυκὸς στρυφνός)· ἡ δὲ ἁφὴ πλειόνων ἐστὶ κριτική, οἷον βαρέων κούφων καὶ τῶν μεταξύ, θερμῶν τε καὶ ψυχρῶν καὶ τῶν μεταξύ, τραχέων καὶ λείων καὶ τῶν μεταξύ,
30ξηρῶν καὶ ὑγρῶν καὶ τῶν μεταξύ. καὶ αἱ μὲν δʹ αἰσθήσεις ἔν τε τῇ κεφαλῇ εἰσι
καὶ ἰδιάζουσι περικλείονται ὀργάνοις, ἡ δὲ ἁφὴ καὶ διὰ τῆς κεφαλῆς καὶ238

239

δι’ ὅλου τοῦ σώματος κεχώρηκε καὶ ἔστι κοινὴ πάσης αἰθήσεως, μᾶλλον δὲ κατὰ τὰς χεῖρας δηλοτέραν παρέχεται τὴν κρίσιν. ὅτι δώδεκα τάξεις φησὶν εἶναι ἐν τῷ οὐρανῷ, πρώτην καὶ ἐξωτάτω τὴν ἀπλανῆ σφαῖραν, ἐν ᾗ ἐστιν ὅ τε πρῶτος θεὸς καὶ οἱ νοητοὶ θεοί, ὡς Ἀριστοτέλει δοκεῖ, κατὰ δὲ Πλάτωνα
5αἱ ἰδέαι. μετὰ δὲ τὴν ἀπλανῆ ὁ τοῦ Κρόνου τέτακται ἀστὴρ καὶ οἱ ἐφεξῆς πλάνητες ἕξ, ὁ τοῦ Διός φημι, ὁ τοῦ Ἄρεος, ὁ τῆς Ἀφροδίτης, ὁ τοῦ Ἑρμοῦ, ὁ τοῦ ἡλίου, ὁ τῆς σελήνης, εἶτα ἡ τοῦ πυρὸς σφαῖρα, ἑξῆς ἡ τοῦ ἀέρος, μετ’ αὐτὸν ἡ τοῦ ὕδατος, λοιπὴ καὶ ἐπὶ πᾶσιν ἡ γῆ. δώδεκα δὲ τάξεων οὐσῶν ἐν τῇ ἀπλανεῖ τὸ πρῶτον αἴτιόν ἐστι· καὶ ὅτι ἂν ᾖ ἐγγὺς αὐτοῦ, τοῦτό φασι τετάχθαι βεβαίως
10καὶ ἀρίστως, τὰ δὲ πόρρωθεν ἧττον· τὴν δὲ τάξιν μέχρι σελήνης σῴζεσθαι, τὰ δὲ ὑπὸ σελήνην οὐκέτι ὁμοίως. ἐξ ἀνάγκης δέ ἐστι καὶ ἡ κακία εἰς τὸν περὶ γῆν τόπον, ἅτε δὴ πυθμένος λόγον ἐπεχούσης τῆς γῆς πρὸς πάντα τὸν κόσμον καὶ πρὸς ὑποδοχὴν ὑποστάθμης οὔσης ἐπιτηδείας. καὶ πάντα μὲν τὰ ἄλλα μέρη κατὰ τὴν πρόνοιαν καὶ τὴν βεβαίαν τάξιν καὶ τὴν εἱμαρμένην τοῦ
15θεοῦ, ἑπομένην αὐτῷ, φασὶ διοικεῖσθαι, τὰ δὲ μετὰ τὴν σελήνην τέσσαρσιν αἰτίαις, κατὰ θεὸν, καθ’ εἱμαρμένην, κατὰ προαίρεσιν ἡμετέραν, κατὰ τύχην. οἷον τὸ μὲν εἰσελθεῖν εἰς τὴν ναῦν ἢ μὴ εἰσελθεῖν ἐφ’ ἡμῖν ἐστι, τὸ μέντοι ἐν εὐδίᾳ χειμῶνα καὶ ζάλην ἐξαίφνης ἐπιγενέσθαι ἐκ τύχης, τὸ μέντοι βαπτιζομένην τὴν ναῦν παρ’ ἐλπίδα σωθῆναι προνοίας θεοῦ. τῆς δ’ εἱμαρμένης
20πολλοί εἰσι τρόποι καὶ διαφοραί· διαφέρει δὲ τῆς τύχης, ὅτι ἡ μὲν εἱρμὸν ἔχει καὶ τάξιν καὶ ἀκολουθίαν, ἡ δὲ τύχη τὸ αὐτόματον καὶ τὸ ὡς ἔτυχεν. οἷον τὸ ἐκ παιδὸς εἰς μειράκιον ἐλθεῖν καὶ τὰς καθ’ ἑξῆς ἡλικίας οἰκείως διελθεῖν, τοῦτο ἑνὸς τρόπου τῆς εἱμαρμένης. ὅτι ὁ ζῳδιακὸς λοξῶς κινεῖται, ὡς ζητήσας εὑρεῖν ἔδοξεν Ἀριστοτέλης, ἕνεκεν τῆς γενέσεως τῶν περὶ γῆν τόπων πρὸς
25ἀναπλήρωσιν τοῦ παντός. εἰ γὰρ καταπαραλλήλως ἐκινεῖτο, ἀεὶ ἂν μία ὥρα ἦν τοῦ ἔτους, ἤτοι θέρος ἢ χειμὼν ἢ ἄλλη τις. νῦν δὲ ἐκ τοῦ τὸν ἥλιον καὶ τοὺς ἄλλους πλάνητας μεταβαίνειν ἀπὸ ζῳδίου ἐπὶ ζῴδιον γίνονται αἱ μεταβολαὶ τῶν ὡρῶν τέσσαρες καὶ ἐκ τῆς τούτων εἰσάλληλα μεταβολῆς οἵ τε καρποὶ φύονται καὶ αἱ ἄλλαι γενέσεις τῶν ζῴων γίνονται. ὅτι ὁ μὲν ἥλιος, ὡς οὗτος
30οἰκείαν ἀποφαίνεται δόξαν, ἣν καὶ ἀληθῆ λέγει, ἑκατονταπλασίων ἐστὶ τῆς γῆς. οἱ δὲ πολλοὶ οὐκ ἐλάττονα τοῦ τριακονταπλασίονα αὐτῆς φασιν. ὅτι μέγαν ἐνιαυτὸν καὶ τὴν τοῦ Κρόνου περίοδόν φασιν, ὡς τῶν λοιπῶν ἓξ πλανωμένων, ἐν
πλείονι χρόνῳ οὗτος ἐν τριάκοντα τὸν οἰκεῖον δρόμον ἀπαρτίζει· καὶ γὰρ ὁ μὲν239

240

τοῦ Διὸς ἐν ιβʹ ἔτεσι τὸν ἴδιον διαπεραίνει κύκλον, ἐν δυσὶ δὲ ὁ Ἄρης, ὁ δὲ ἥλιος ἐνιαυτῷ. Ἑρμῆς δὲ καὶ Ἀφροδίτη ἰσοταχεῖς τῷ ἡλίῳ. σελήνη δὲ προσγειο‐ τάτη καὶ ἐλάχιστον κύκλον περιοῦσα ἐν μηνί. ὅτι πρῶτος Πυθαγόρας τὸν οὐρανὸν κόσμον προσηγόρευσε διὰ τὸ τέλειον εἶναι καὶ πᾶσι κεκοσμῆσθαι τοῖς τε ζῴοις
5καὶ τοῖς καλοῖς. ὅτι καὶ Πλάτων, φησί, καὶ Ἀριστοτέλης ἀθάνατον ὁμοίως λέγουσι τὴν ψυχήν, κἄν τινες εἰς τὸν Ἀριστοτέλους νοῦν οὐκ ἐμβαθύνοντες θνητὴν αὐτὴν νομίζουσιν αὐτὸν λέγειν. ὅτι ὁ ἄνθρωπος μικρὸς κόσμος λέγεται οὐχ ὅτι ἐκ τῶν τεσσάρων στοιχείων σύγκειται (τοῦτο γὰρ καὶ ἕκαστον τῶν ζῴων καὶ τῶν εὐτελεστάτων), ἀλλ’ ὅτι πάσας ἔχει τὰς τοῦ κόσμου δυνάμεις.
10ἐν γὰρ τῷ κόσμῳ εἰσὶ θεοί, ἔστι καὶ τὰ τέσσαρα στοιχεῖα, ἔστι καὶ τὰ ἄλογα ζῷα, ἔστι καὶ φυτά· πάσας δὲ ταύτας δυνάμεις ἔχει ὁ ἄνθρωπος. ἔχει γὰρ θείαν μὲν δύναμιν τὴν λογικήν, ἔχει τὴν τῶν στοιχείων φύσιν τήν 〈τε〉 θρεπτικὴν καὶ αὐξητικὴν καὶ τοῦ ὁμοίου γεννητικήν. ἐν ἑκάστῃ δὲ τούτων λείπεται. καὶ ὥσπερ ὁ πένταθλος πάσας ἔχων τὰς δυνάμεις τῶν ἀθλημάτων ἐν ἑκάστῃ
15ἥττων ἐστὶ τοῦ ἕν τι ἐπιτηδεύοντος, οὕτω καὶ ὁ ἄνθρωπος πάσας ἔχων τὰς δυνάμεις ἐν ἑκάστῃ λείπεται. ἧττον μὲν γὰρ ἔχομεν τὴν λογικὴν δύναμιν ἤπερ οἱ θεοί, καὶ τὰ τῶν στοιχείων ὁμοίως ἧττον ἢ ἐκεῖνα, καὶ τὸν θυμὸν καὶ ἐπιθυμίαν ἐνδεέστερα τῶν ἐν τοῖς ἀλόγοις, καὶ τὴν θρεπτικὴν καὶ αὐξητικὴν δύναμιν ἐλαττουμένας τῶν ἐν τοῖς φυτοῖς. ὅθεν ἐκ ποικίλων δυνάμεων
20συνεστῶτες δύσχρηστον τὸν βίον ἔχομεν. ἕκαστον γὰρ τῶν ἄλλων ὑπὸ μιᾶς φύσεως οἰακίζεται, ἡμεῖς δὲ ὑπὸ τῶν διαφόρων δυνάμεων ἀντισπώμεθα, οἷον ποτὲ μὲν ὑπὸ τοῦ θείου ἀναγόμεθα ἐπὶ τὰ κρείττω, ποτὲ δὲ τοῦ θηριώδους ἐπικρατήσαντος ἐπὶ τὰ χείρω, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων. ἐὰν οὖν τις θεραπεύσῃ τὸ ἐν ἡμῖν θεῖον, ὥσπερ ἡνίοχον ἐγρηγορότα καὶ ἐπιστήμονα
25ἐπιστήσας, δυνήσεται ἑκάστῃ τῶν ἄλλων δυνάμεων εἰς δέον χρήσασθαι, τῇ τε κράσει φημὶ τῶν στοιχείων καὶ τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ καὶ τῇ ὀρέξει. τὸ γοῦν γνῶθι σαυτόν, δοκοῦν ῥᾷστον εἶναι, πάντων ἐστὶ χαλεπώτατον. ὃ καί φασι τοῦ Πυθίου εἶναι Ἀπόλλωνος, εἰ καὶ εἰς Χίλωνα τῶν ἑπτὰ σοφῶν ἕνα τὸ ἀπόφθεγμα ἀναφέρουσι. παραινεῖ δ’ ἡμῖν γνῶναι τὴν ἑαυτῶν δύναμιν. τὸ δὲ
30γνῶναι ἑαυτὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τὴν τοῦ σύμπαντος κόσμου φύσιν γνῶναι. τοῦτο δὲ ἀδύνατον ἄνευ τοῦ φιλοσοφεῖν· ὅπερ ἡμῖν ὁ θεὸς παραινεῖ. ὅτι γνώσεως ὀκτώ φασιν ὄργανα· αἴσθησιν φαντασίαν δόξαν τέχνην φρόνησιν ἐπιστήμην σοφίαν νοῦν. τούτων κοινὰ μέν ἐστιν ἡμῖν πρὸς τὰ θεῖα τέχνη καὶ φρόνησις καὶ ἐπιστήμη καὶ 〈σοφία καὶ〉 νοῦς, πρὸς δὲ τὰ ἄλογα αἴσθησις καὶ φαντασία,
35ἴδιον δὲ ἡμῶν μόνον ἡ δόξα. ἔστι δὲ αἴσθησις μὲν γνῶσις ψευδὴς διὰ σώματος,240

241

φαντασία δὲ κίνησις ἐν ψυχῇ, 〈δόξα δὲ ...〉, τέχνη δὲ ἕξις ποιητικὴ μετὰ λόγου (τὸ δὲ μετὰ λόγου πρόσκειται, ὅτι καὶ ὁ ἀράχνης ποιεῖ, ἀλλ’ οὐ μετὰ λόγου), φρόνησις δὲ ἕξις προαιρετικὴ τῆς ἐν τοῖς πρακτοῖς ὀρθότητος, ἐπιστήμη δὲ ἕξις 〈γνωριστικὴ〉 τῶν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων, σοφία δὲ ἐπιστήμη
5τῶν πρώτων αἰτίων, νοῦς δὲ ἀρχὴ καὶ πηγὴ πάντων τῶν καλῶν. ὅτι τρία μέρη εὐμαθίας· ἀγχίνοια μνήμη ὀξύτης. μνήμη μὲν οὖν ἐστι τήρησις ὧν ἔμαθέ τις, ὀξύτης δὲ ἡ ταχυτὴς τῆς διανοίας, ἀγχίνοια δὲ, ἐξ ὧν ἔμαθέ τις ἃ μὴ ἔμαθε θηρεύειν. ὅτι ὁ οὐρανὸς τριχῶς λέγεται, ἓν μὲν αὐτὴ ἡ ἀπλανὴς σφαῖρα, δεύτερον τὸ ἀπὸ τῆς ἀπλανοῦς σφαίρας μέχρι τῆς σελήνης διάστημα,
10τρίτον ὁ σύμπας κόσμος, ὁ οὐρανός φημι καὶ ἡ γῆ ἅμα. ὅτι πέφυκέ φησι τὰ τελεώ‐ τατα καὶ τὰ χείριστα ἀεὶ ἐνεργεῖν. ταῦτα δέ ἐστι θεὸς καὶ φυτά. ὅ τε γὰρ θεὸς κατὰ τὸν νοῦν καὶ τὸν λόγον ἀεὶ ἐνεργεῖ, καὶ τὰ πλησίον αὐτοῦ ὄντα, καὶ πάλιν τὰ φυτὰ ἀεὶ ἐνεργεῖ· τρέφεται γὰρ νύκτωρ τε καὶ μεθ’ ἡμέραν. ὁ δὲ ἄνθρωπος οὐκ ἀεὶ ἐνεργεῖ οὐδὲ τὰ ἄλογα ζῷα, ἀλλὰ σχεδὸν τὸν ἡμίση χρόνον καθεύδει τε
15καὶ ἡσυχάζει. ὅτι οἱ Ἕλληνες ἀεὶ ἀμείνους τὰ ἤθη τῶν βαρβάρων ὡς τὴν εὔκρατον οἰκοῦντες. Σκύθαι δὲ καὶ Αἰθίοπες, οἱ μὲν ὑπὸ κρύους ἐνοχλούμενοι, οἱ δὲ ὑπὸ θάλπους πυκνουμένης τῆς ἐπιφανείας τοῦ σώματος καὶ ἀπολαμβανομένου ἐντὸς τοῦ θερμοῦ πολλοῦ καὶ τοῦ ὑγροῦ, τὸ δύσκρατον ἐκληρώσαντο. συμβαίνει οὖν ἰτητικοὺς καὶ θρασεῖς εἶναι τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς τόποις.
20ἀναλόγως δὲ καὶ οἱ τοῦ μέσου καὶ τῶν ἄκρων ἐγγυτέρω ὄντες τῆς κράσεως τῶν παρακειμένων αὐτοῖς μετέχουσι. διὸ καί, ὡς ὁ Πλάτων φησίν, ὅτι ἂν καὶ παρὰ βαρβάρων μάθημα λάβωσιν οἱ Ἕλληνες, τοῦτο ἄμεινον ἐκφέρουσι, μάλιστα δὲ τῶν ἄλλων Ἑλλήνων οἱ Ἀθηναῖοι. διόπερ καὶ στρατηγικοὶ γεγένηνται ἀρχῆθεν καὶ γραφικῆς εὑρετικοὶ καὶ πάσης τέχνης βαναύσου τε καὶ πολεμικῆς,
25ἔτι δὲ καὶ λόγων καὶ μαθημάτων. διὸ καὶ οὐδ’ ἐπείσακτός ἐστιν ὡς εἰπεῖν ἡ παιδεία ἐν ταῖς Ἀθήναις, ἀλλ’ ἐκ φύσεως ὑπάρχουσα, τοῦ τοιούτου ἀέρος ἰσχνοτάτου ὄντος καὶ καθαρωτάτου, ὡς μὴ μόνον τὴν γῆν λεπτύνειν (δι’ ἣν αἰτίαν καὶ λεπτόγεως ἡ Ἀττική), ἀλλὰ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων. συμβαίνει γὰρ τὸν λεπτὸν ἀέρα τὴν μὲν γῆν βλάπτειν, τὰς δὲ ψυχὰς ὠφελεῖν. ὅτι οἱ ἐτησίαι
30πνέουσι κατὰ τὸν καιρὸν τοῦ ἀκμαιοτάτου θέρους δι’ αἰτίαν τοιαύτην. ὁ ἥλιος μετεωρότερος καὶ ἀπὸ τῶν μεσημβρινῶν τόπων ἀρκτικώτερος γενόμενος λύει τὰ ὑγρὰ τὰ ἐν ταῖς ἄρκτοις· λυόμενα δὲ ταῦτα ἐξαεροῦται, ἐξαερούμενα δὲ πνευματοῦται, καὶ ἐκ τούτων γίνονται οἱ ἐτησίαι ἄνεμοι, ἐκ τῶν πνευμάτων τῶν ἀπὸ τῆς λύσεως τῶν ἀρκτικῶν ὑγρῶν γινομένων. φέρονται
35γοῦν ἐπὶ τοὺς ἐναντίους τόπους τοὺς μεσημβρινούς. ἐκεῖ δὲ ταῦτα ἐκφερόμενα241

242

προσπίπτει τοῖς ὑψηλοτάτοις ὄρεσι τῆς Αἰθιοπίας καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζεται ὑετούς. καὶ ἐκ τῶν ὑετῶν τούτων ὁ Νεῖλος πλημμυρεῖ, τοῦ θέρους, ἀπὸ τῶν μεσημβρινῶν καὶ ξηρῶν τόπων ῥέων. καὶ τοῦτο Ἀριστοτέλης ἐπραγματεύσατο. αὐτὸς γὰρ ἀπὸ τῆς φύσεως ἔργῳ κατενόησεν ἀξιώσας πέμψαι
5τὸν Ἀλέξανδρον τὸν Μακεδόνα εἰς ἐκείνους τοὺς τόπους καὶ ὄψει τὴν αἰτίαν τῆς τοῦ Νείλου αὐξήσεως παραλαβεῖν. διό φησιν ὡς τοῦτο οὐκέτι πρόβλημά ἐστιν. ὤφθη γὰρ φανερῶς, ὅτι ἐξ ὑετῶν αὔξει, καὶ (τὸ παράδοξον) ὅτι ἐν τοῖς ξηροτάτοις τόποις τῆς Αἰθιοπίας, ἐν οἷς οὔτε χειμὼν οὔτε ὕδωρ ἐστί, ξυμβαίνει
τοῦ θέρους πλείστους ὑετοὺς γίνεσθαι.242