TLG 1133 001 :: ANONYMUS DIODORI :: Fragmenta

ANONYMUS DIODORI Phil.
(4 B.C.)

Fragmenta

Source: Thesleff, H. (ed.), The Pythagorean texts of the Hellenistic period. Åbo: Åbo Akademi, 1965: 229–234.

Citation: Page — (line)

229

(21t)

Anonymus Diodori, Diodor.10.3—11
23 Ὅτι ἐπ’ ἄρχοντος Ἀθήνησι Θηρικλέους κατὰ τὴν ἑξηκοστὴν πρώτην Ὀλυμπιάδα Πυθαγόρας ὁ φιλόσοφος ἐγνωρίζετο, προκεκοφὼς ἤδη ἐν παιδείᾳ·
25γέγονε γὰρ ἱστορίας ἄξιος, εἰ καί τις ἕτερος τῶν περὶ παιδείαν διατριψάντων. γέγονε δὲ Σάμιος τὸ γένος· οἱ δέ φασιν ὅτι Τυρρηνός. τοσαύτη δ’ ἦν ἐν τοῖς αὐτοῦ λόγοις πειθὼ καὶ χάρις, ὡς καὶ τῆς πόλεως σχεδὸν ὅλης ἐπ’ αὐτὸν ἐπιστρε‐ φούσης καθ’ ἡμέραν ὡσπερεὶ πρός τινος θεοῦ παρουσίαν ἅπαντας συντρέχειν ἐπὶ τὴν ἀκρόασιν. οὐ μόνον δὲ περὶ τὴν ἐν τῷ λέγειν δύναμιν ἐφαίνετο μέγας,
30ἀλλὰ καὶ ψυχῆς ἐνέφαινεν ἦθος κατεσταλμένον καὶ πρὸς μίμησιν βίου σώφρονος
τοῖς νέοις θαυμαστὸν ἀρχέτυπον, καὶ τοὺς ἐντυγχάνοντας ἀπέτρεπεν ἀπὸ τῆς229

230

πολυτελείας καὶ τρυφῆς, ἁπάντων διὰ τὴν εὐπορίαν ἀνέδην ἐκκεχυμένων εἰς ἄνεσιν καὶ διαφθορὰν ἀγεννῆ τοῦ σώματος καὶ 〈τῆσ〉 ψυχῆς. Ὅτι Πυθαγόρας πυθόμενος Φερεκύδην τὸν ἐπιστάτην αὐτοῦ γεγενημένον ἐν Δήλῳ νοσεῖν καὶ τελέως ἐσχάτως ἔχειν, ἔπλευσεν ἐκ τῆς Ἰταλίας εἰς τὴν
5Δῆλον. ἐκεῖ δὲ χρόνον ἱκανὸν τὸν ἄνδρα γηροτροφήσας, πᾶσαν εἰσηνέγκατο σπουδὴν ὥστε τὸν πρεσβύτην ἐκ τῆς νόσου διασῶσαι. κατισχυθέντος δὲ τοῦ Φερεκύδου διὰ τὸ γῆρας καὶ διὰ τὸ μέγεθος τῆς νόσου, περιέστειλεν αὐτὸν κηδεμονικῶς, καὶ τῶν νομιζομένων ἀξιώσας ὡσανεί τις υἱὸς πατέρα πάλιν ἐπανῆλθεν εἰς τὴν Ἰταλίαν.
10Ὅτι ἐπειδάν τινες τῶν συνήθων ἐκ τῆς οὐσίας ἐκπέσοιεν, διῃροῦντο τὰ χρήματα αὐτῶν ὡς πρὸς ἀδελφούς. οὐ μόνον δὲ πρὸς τοὺς καθ’ ἡμέραν συμβιοῦν‐ τας τῶν γνωρίμων τοιαύτην εἶχον τὴν διάθεσιν, ἀλλὰ καθόλου πρὸς πάντας τοὺς τῶν πραγμάτων τούτων μετασχόντας. Ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου
15συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον, ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν, καὶ τὴν οὐσίαν ἀποκατέστησε τῷ προειρημένῳ, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν. καὶ ἄλλοι δὲ πολλοὶ τὸ παραπλήσιον πεποιηκότες διαμνημονεύονται. οὐ μόνον δὲ ἐν τῇ
20τῶν χρημάτων ἐπιδόσει τοιούτους αὑτοὺς παρείχοντο τοῖς γνωρίμοις, ἀλλὰ καὶ κατὰ τοὺς ἐπισφαλεστάτους καιροὺς συνεκινδύνευον. καὶ γὰρ Διονυσίου τυραννοῦντος Φιντίας τις Πυθαγόρειος ἐπιβεβουλευκὼς τῷ τυράννῳ, μέλλων δὲ τῆς τιμωρίας τυγχάνειν, ᾐτήσατο παρὰ τοῦ Διονυσίου χρόνον εἰς τὸ περὶ τῶν ἰδίων πρότερον ἃ βούλεται διοικῆσαι· δώσειν δ’ ἔφησεν ἐγγυητὴν τοῦ θανάτου
25τῶν φίλων ἕνα. τοῦ δὲ δυνάστου θαυμάσαντος, εἰ τοιοῦτός ἐστι φίλος ὃς ἑαυτὸν εἰς τὴν εἱρκτὴν ἀντ’ ἐκείνου παραδώσει, προεκαλέσατό τινα τῶν γνωρίμων ὁ Φιντίας, Δάμωνα ὄνομα, Πυθαγόρειον φιλόσοφον, ὃς οὐδὲ διστάσας ἔγγυος εὐθὺς ἐγενήθη τοῦ θανάτου. τινὲς μὲν οὖν ἐπῄνουν τὴν ὑπερβολὴν τῆς πρὸς τοὺς φίλους εὐνοίας, τινὲς δὲ τοῦ ἐγγύου προπέτειαν καὶ μανίαν κατεγίνωσκον.
30πρὸς δὲ τὴν τεταγμένην ὥραν ἅπας ὁ δῆμος συνέδραμεν, καραδοκῶν εἰ φυλάξει τὴν πίστιν ὁ καταστήσας. ἤδη δὲ τῆς ὥρας συγκλειούσης πάντες μὲν ἀπεγίνω‐ σκον, ὁ δὲ Φιντίας ἀνελπίστως ἐπὶ τῆς ἐσχάτης τοῦ χρόνου ῥοπῆς δρομαῖος ἦλθε, τοῦ Δάμωνος ἀπαγομένου πρὸς τὴν ἀνάγκην. θαυμαστῆς δὲ τῆς φιλίας φανείσης ἅπασιν, ἀπέλυσεν ὁ Διονύσιος τῆς τιμωρίας τὸν ἐγκαλούμενον, καὶ παρεκάλεσε
35τοὺς ἄνδρας τρίτον ἑαυτὸν εἰς τὴν φιλίαν προσλαβέσθαι.230

231

Ὅτι οἱ Πυθαγόρειοι καὶ τῆς μνήμης μεγίστην γυμνασίαν ἐποιοῦντο, τοιοῦτόν τινα τρόπον τῆς μελέτης ὑποστησάμενοι. οὐ πρότερον ἐκ τῆς εὐνῆς ἠγείροντο, πρὶν ἂν πρὸς ἑαυτοὺς ἀνθωμολογήσαντο τὰ κατὰ τὴν προτέραν ἡμέραν αὐτοῖς πραχθέντα, τὴν ἀρχὴν ἀπὸ τῆς πρωίας, τὴν δὲ τελευτὴν ἕως ἑσπέρας
5ποιούμενοι. εἰ δ’ ἀναστροφὴν ἔχοιεν καὶ πλείονα σχολὴν ἄγοιεν, καὶ τὰ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἔτι πρότερον ἡμέραις πραχθέντα προσανελάμβανον. τοῦτο πρὸς ἐπιστήμην καὶ φρόνησιν, ἔτι δὲ τῶν πάντων ἐμπειρίαν τε τοῦ δύνασθαι πολλὰ μνημονεύειν ... Ὅτι ἐποιοῦντο καὶ τῆς ἐγκρατείας γυμνασίαν τόνδε τὸν τρόπον. παρα‐
10σκευασάμενοι πάντα τὰ κατὰ τὰς λαμπροτάτας ἑστιάσεις παρατιθέμενα πολὺν αὐτοῖς ἐνέβλεπον χρόνον· εἶτα διὰ τῆς θέας τὰς τῆς φύσεως ἐπιθυμίας πρὸς τὴν ἀπόλαυσιν ἐκκαλεσάμενοι τὰς τραπέζας ἐκέλευον αἴρειν τοὺς παῖδας, καὶ παραχρῆμα ἄγευστοι τῶν παρατεθέντων ἐχωρίζοντο. Ὅτι ὁ Πυθαγόρας μετεμψύχωσιν ἐδόξαζε καὶ κρεοφαγίαν ὡς ἀποτρό‐
15παιον ἡγεῖτο, πάντων τῶν ζῴων τὰς ψυχὰς μετὰ θάνατον εἰς ἕτερα ζῷα λέγων εἰσέρχεσθαι. καὶ αὐτὸς δὲ ἑαυτὸν ἔφασκεν ἐπὶ τῶν Τρωικῶν χρόνων μεμνῆσθαι γεγενημένον Εὔφορβον τὸν Πάνθου μὲν υἱόν, ἀναιρεθέντα δὲ ὑπὸ Μενελάου. Ὅτι φασὶν αὐτὸν ἐν Ἄργει ποτὲ παρεπιδημήσαντα καὶ θεασάμενον τῶν Τρωικῶν σκύλων ἀσπίδα προσηλωμένην δακρύειν. ἐρωτηθέντα δὲ ὑπὸ
20τῶν Ἀργείων τὴν τοῦ πάθους αἰτίαν εἰπεῖν ὅτι τὴν ἀσπίδα ταύτην εἶχεν αὐτὸς ἐν Τροίᾳ γεγονὼς Εὔφορβος. ἀπίστως δὲ διακειμένων καὶ μανίαν αὐτοῦ καταγινωσκόντων, σημεῖον εὑρεῖν ἔφησεν ἀληθὲς τοῦ ταῦθ’ οὕτως ἔχειν· ἐκ τοῦ γὰρ ἐντὸς μέρους ἐπιγεγράφθαι τὴν ἀσπίδα γράμμασιν ἀρχαίοις ΕΥΦΟΡΒΟΥ. πάντων δὲ διὰ τὸ παράδοξον εἰπόντων καθελεῖν τὴν εἰκόνα, συνέβη τὴν ἐπιγραφὴν
25εὑρεθῆναι. Ὅτι Καλλίμαχος εἶπε περὶ Πυθαγόρου, διότι τῶν ἐν γεωμετρίᾳ προ‐ βλημάτων τὰ μὲν εὗρε, τὰ δὲ ἐκ τῆς Αἰγύπτου πρῶτος εἰς τοὺς Ἕλληνας ἤνεγκεν, ἐν οἷς λέγει ὅτι (fr. 191 Pfeiffer)·
ἐξεῦρε Φρὺξ Εὔφορβος, ὅστις ἀνθρώποις
30τρίγωνα καὶ σκαληνὰ ... καὶ κύκλον ἕλικα κἠδίδαξε νηστεύειν τῶν ἐμπνεόντων· οἱ τάδ’ οὐδ’ ὑπήκουσαν
πάντες.231

232

Ὅτι παρεκάλει τὴν λιτότητα ζηλοῦν· τὴν γὰρ πολυτέλειαν ἅμα τάς τε οὐσίας τῶν ἀνθρώπων διαφθείρειν καὶ τὰ σώματα. τῶν γὰρ νόσων τῶν πλείστων ἐξ ὠμότητος γινομένων, αὐτὴν ταύτην ἐκ τῆς πολυτελείας γίνεσθαι. πολλοὺς δὲ ἔπειθεν ἀπύροις σιτίοις χρῆσθαι καὶ ὑδροποσίαις πάντα τὸν βίον ἕνεκεν τοῦ
5τἀγαθὰ θηρᾶσθαι τὰ κατὰ ἀλήθειαν. τῶν δὲ καθ’ ἡμᾶς εἴ τις ἀπαγορεύσειεν ἢ ἑνὸς ἢ δυεῖν ἀπέχεσθαι τῶν ἡδέων εἶναι δοκούντων ἐπ’ ὀλίγας ἡμέρας, ἀπεῖπον τὴν φιλοσοφίαν, φήσαντες εὔηθες ὑπάρχειν τἀφανὲς ἀγαθὸν ζητεῖν ἀφέντα τὸ φανερόν. κἂν μὲν δέῃ δημοκοπεῖν ἢ πολυπραγμονεῖν περὶ τῶν ἀλλοτρίων, σχολάζουσι καὶ ὑπ’ οὐδενὸς ἐμποδίζονται· ἐὰν δὲ γίνεσθαι δέῃ περὶ παιδείαν
10καὶ τὴν τῶν ἠθῶν ἐπισκευήν, ἀκαιρεῖν φασιν, ὥστε ἀσχολεῖσθαι μὲν εὐσχολοῦντας, σχολὴν δ’ ἄγειν οὐ σχολάζοντας. Ὅτι φασὶ τὸν Ταραντῖνον Ἀρχύταν τὸν ὄντα Πυθαγόρειον ἐπὶ μεγάλοις ἀδικήμασιν οἰκέταις ὀργισθῆναι, καὶ κατεξαναστάντα τοῦ πάθους εἰπεῖν, ὡς οὐκ ἂν ἐγενήθησαν ἀθῷοι τηλικαῦτα ἁμαρτήσαντες, εἰ μὴ ἔτυχεν ὀργιζόμενος.
15Ὅτι οἱ Πυθαγόρειοι μεγίστην ἐποιοῦντο πρόνοιαν τῆς πρὸς τοὺς φίλους βεβαιότητος, τὴν τῶν φίλων εὔνοιαν ἀξιολογώτατον ἀγαθὸν εἶναι τῶν ἐν τῷ βίῳ διειληφότες. Ὅτι μέγιστον ἄν τις ἡγήσαιτο καὶ μάλιστα θαυμάσαι τὸ αἴτιον τῆς πρὸς τοὺς φίλους εὐνοίας. τίνες γάρ ποτε ἦσαν ἐθισμοὶ ἢ τίς τρόπος ἐπιτηδευμάτων
20ἢ τίς λόγου δεινότης, δι’ ἧς ἐνειργάζοντο τὴν τοιαύτην διάθεσιν τοῖς ἀφικνουμένοις εἰς τὴν τοῦ βίου κοινωνίαν; ταῦτα γὰρ πολλοὶ μὲν ἐπιθυμήσαντες γνῶναι τῶν ἔξωθεν ἐπεβάλοντο πολυπραγμονεῖν, οὐδέποτε δὲ οὐδεὶς μαθεῖν ἠδυνήθη. αἴτιον δὲ τοῦ διατηρεῖσθαι τὰς ὑπὲρ τούτων ὑποθήκας τὸ τοὺς Πυθαγορείους ὑπόστασιν ἔχειν μηδὲν τοιοῦτο ποιεῖν ἔγγραφον, ἀλλὰ διὰ μνήμης ἔχειν τὰ
25παραγγελλόμενα. Ὅτι ὁ Πυθαγόρας πρὸς τοῖς ἄλλοις παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι, χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν καὶ πρὸς τέλος ἄγειν ὑπὲρ ὧν ἄν τις ὀμόσῃ πραγμάτων, οὐχ ὁμοίαν ἀπόφασιν ποιούμενος Λυσάνδρῳ τε τῷ Λάκωνι καὶ Δημάδῃ τῷ Ἀθηναίῳ, ὧν ὁ μὲν ἀπεφαίνετο τοὺς μὲν παῖδας
30δεῖν ἐξαπατᾶν τοῖς ἀστραγάλοις, τοὺς δὲ ἄνδρας τοῖς ὅρκοις, ὁ δὲ διαβεβαιούμενος ὅτι δεῖ τὸ λυσιτελέστατον ὥσπερ ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν ὅρκων αἱρεῖ‐ σθαι· ὁρᾶν δὲ τὸν ἐπιορκήσαντα παραχρῆμα ταῦτ’ ἔχοντα περὶ ὧν ὤμοσε, τὸν δὲ ὁρκίζοντα φανερῶς τὸ ἴδιον ἀπολλύντα. τούτων γὰρ ἑκάτερος οὐ καθάπερ Πυθαγόρας ὑπεστήσατο τὸν ὅρκον εἶναι πίστεως ἐνέχυρον βέβαιον, ἀλλ’ αἰσχρο‐
35κερδείας καὶ ἀπάτης δέλεαρ. [Ὅτι Πυθαγόρας παρήγγελλε τοῖς μανθάνουσι σπανίως μὲν ὀμνύναι,
χρησαμένους δὲ τοῖς ὅρκοις πάντως ἐμμένειν.]232

233

Ὅτι ὁ αὐτὸς Πυθαγόρας καὶ περὶ τῶν ἀφροδισίων ἐκλογιζόμενος τὸ συμφέρον παρήγγελλε κατὰ μὲν τὸ θέρος μὴ πλησιάζειν γυναιξί, κατὰ δὲ τὸν χειμῶνα προσιέναι τεταμιευμένως. καθόλου γὰρ τὸ γένος τῶν ἀφροδισίων ὑπελάμ‐ βανεν εἶναι βλαβερόν, τὴν δὲ συνέχειαν αὐτῶν τελέως ἀσθενείας καὶ ὀλέθρου
5ποιητικὴν ἐνόμιζε. Ὅτι Πυθαγόραν φασὶν ὑπό τινος ἐρωτηθέντα πότε χρηστέον ἀφροδισίοις εἰπεῖν, Ὅταν ἑαυτοῦ θέλῃς ἥττων γενέσθαι. Ὅτι οἱ Πυθαγόρειοι διῄρουν καὶ τὰς ἡλικίας τῶν ἀνθρώπων εἰς τέσσαρα μέρη, παιδός, νέου, νεανίσκου, γέροντος, καὶ τούτων ἑκάστην ἔφασαν ὁμοίαν
10εἶναι ταῖς κατὰ τὸν ἐνιαυτὸν τῶν ὡρῶν μεταβολαῖς, τὸ μὲν ἔαρ τῷ παιδὶ διδόντες, τὸ δὲ φθινόπωρον τῷ ἀνδρί, 〈τὸν δὲ〉 χειμῶνα τῷ γέροντι, τὸ δὲ θέρος τῷ νέῳ. Ὅτι ὁ αὐτὸς Πυθαγόρας παρήγγελλε πρὸς τοὺς θεοὺς προσιέναι τοὺς θύοντας μὴ πολυτελεῖς, ἀλλὰ λαμπρὰς καὶ καθαρὰς ἔχοντας ἐσθῆτας, ὁμοίως δὲ μὴ μόνον τὸ σῶμα καθαρὸν παρεχομένους πάσης ἀδίκου πράξεως, ἀλλὰ καὶ
15τὴν ψυχὴν ἁγνεύουσαν. Ὅτι ὁ αὐτὸς ἀπεφαίνετο τοῖς θεοῖς εὔχεσθαι δεῖν τὰ ἀγαθὰ τοὺς φρο‐ νίμους ὑπὲρ τῶν ἀφρόνων· τοὺς γὰρ ἀσυνέτους ἀγνοεῖν, τί ποτέ ἐστιν ἐν τῷ βίῳ κατὰ ἀλήθειαν ἀγαθόν. Ὅτι ὁ αὐτὸς ἔφασκε δεῖν ἐν ταῖς εὐχαῖς ἁπλῶς εὔχεσθαι τἀγαθά, καὶ
20μὴ κατὰ μέρος ὀνομάζειν, οἷον ἐξουσίαν, κάλλος, πλοῦτον, τἄλλα τὰ τούτοις ὅμοια· πολλάκις γὰρ τούτων ἕκαστον τοὺς κατ’ ἐπιθυμίαν αὐτῶν τυχόντας τοῖς ὅλοις ἀνατρέπειν. καὶ τοῦτο γνοίη ἄν τις ἐπιστήσας τοῖς ἐν ταῖς Εὐριπίδου Φοινίσσαις στίχοις, ἐν οἷς οἱ περὶ τὸν Πολυνείκην εὔχονται τοῖς θεοῖς, ὧν ἡ ἀρχὴ (Eur. Phoen. 1364—1375) βλέψας ἐς Ἄργος,
25ἕως εἰς στέρν’ ἀδελφοῦ τῆσδ’ ἀπ’ ὠλένης βαλεῖν. οὗτοι γὰρ δοκοῦντες ἑαυτοῖς εὔχεσθαι τὰ κάλλιστα ταῖς ἀληθείαις καταρῶνται. Ὅτι ὁ αὐτὸς πολλὰ καὶ ἄλλα διαλεγόμενος πρὸς βίου σώφρονος ζῆλον καὶ πρὸς ἀνδρείαν τε καὶ καρτερίαν, ἔτι δὲ τὰς ἄλλας ἀρετάς, ἴσα θεοῖς παρὰ
30τοῖς Κροτωνιάταις ἐτιμᾶτο. Ὅτι Πυθαγόρας φιλοσοφίαν, ἀλλ’ οὐ σοφίαν ἐκάλει τὴν ἰδίαν αἵρεσιν. καταμεμφόμενος γὰρ τοὺς πρὸ αὐτοῦ κεκλημένους ἑπτὰ σοφοὺς ἔλεγεν, ὡς σοφὸς μὲν οὐδείς ἐστιν ἄνθρωπος ὢν καὶ πολλάκις διὰ τὴν ἀσθένειαν τῆς φύσεως οὐκ ἰσχύων πάντα κατορθοῦν, ὁ δὲ ζηλῶν τὸν τοῦ σοφοῦ τρόπον τε καὶ βίον
35προσηκόντως ἂν φιλόσοφος ὀνομάζοιτο.233

234

Ἀλλ’ ὅμως τηλικαύτης προκοπῆς γενομένης περί τε Πυθαγόραν αὐτὸν καὶ τοὺς μετ’ ἐκεῖνον Πυθαγορείους, καὶ τοσούτων ἀγαθῶν αἴτιοι γενόμενοι ταῖς πόλεσιν οὗτοι τὸν πάντα τὰ καλὰ λυμαινόμενον χρόνον οὐ διέφυγον· οὐδὲν γάρ, οἶμαι, τῶν παρ’ ἀνθρώποις καλῶν οὕτω συνέστηκεν ὥστε μηδεμίαν αὐτῷ
5φθοράν τε καὶ διάλυσιν γεννῆσαι τὸν πολυετῆ χρόνον. Ὅτι Κροτωνιάτης τις Κύλων ὄνομα, τῇ οὐσίᾳ καὶ δόξῃ πρῶτος τῶν πολιτῶν, ἐπεθύμησε Πυθαγόρειος γενέσθαι. ὢν δὲ χαλεπὸς καὶ βίαιος τὸν τρόπον, ἔτι δὲ στασιαστὴς καὶ τυραννικός, ἀπεδοκιμάσθη. παροξυνθεὶς οὖν τῷ συστήματι τῶν Πυθαγορείων, ἑταιρείαν μεγάλην συνεστήσατο, καὶ διετέλει
10πάντα καὶ λέγων καὶ πράττων κατ’ αὐτῶν. Ὅτι Λῦσις ὁ Πυθαγόρειος εἰς Θήβας τῆς Βοιωτίας γενόμενος διδάσκαλος Ἐπαμεινώνδου, τοῦτον μὲν τέλειον ἄνδρα πρὸς ἀρετὴν κατέστησε, καὶ πατὴρ αὐτοῦ θετὸς ἐγένετο δι’ εὔνοιαν. ὁ δὲ Ἐπαμεινώνδας τῆς τε καρτερίας καὶ λιτότητος καὶ τῶν ἄλλων ἀρετῶν ἐκ τῆς Πυθαγορείου φιλοσοφίας ἐναύσματα λαβών, οὐ
15μόνον Θηβαίων, ἀλλὰ καὶ πάντων τῶν κατ’ αὐτὸν ἐπρώτευεν.234