TLG 1131 001 :: ANONYMUS AD AVIRCIUM MARCELLUM CONTRA CATAPHRYGAS :: Ad Avircium Marcellum contra Cataphrygas ANONYMUS AD AVIRCIUM MARCELLUM CONTRA CATAPHRYGAS Ad Avircium Marcellum contra Cataphrygas Citation: Fragment — (line) | ||
t | AUCTORIS ANONYMI AD AVIRCIUM MARCELLUM CONTRA CATAPHRYGAS, SEU MONTANISTAS, | |
5 | QUI POST INITIA SAECULI TERTII FLORUIT, FRAGMENTA; Ab Eusebio in lib. v. Hist. capp. 16. et 17. conservata. | |
---|---|---|
1(t) | Ex Operis Prooemio. | |
1 | Ἐκ πλείστου ὅσου καὶ ἱκανωτάτου χρόνου, ἀγαπητὲ Ἀουίρκιε Μάρκελλε, ἐπιταχθεὶς ὑπὸ σοῦ συγγράψαι τινὰ λόγον εἰς τὴν τῶν κατὰ Μιλτιάδην λεγομένων αἵ‐ ρεσιν, ἐφεκτικώτερόν πως μέχρι νῦν διεκείμην· οὐκ ἀπο‐ | |
5 | ρίᾳ τοῦ δύνασθαι ἐλέγχειν μὲν τὸ ψεῦδος, μαρτυρεῖν δὲ τῇ ἀληθείᾳ· δεδιὼς δὲ καὶ ἐξευλαβούμενος, μή πῃ δόξω τισὶν ἐπισυγγράφειν ἢ ἐπιδιατάσσεσθαι τῷ τῆς τοῦ εὐαγγελίου καινῆς διαθήκης λόγῳ· ᾧ μήτε προσθεῖναι | |
μήτ’ ἀφελεῖν δυνατὸν, τῷ κατὰ τὸ εὐαγγέλιον αὐτὸ | 183 | |
10 | πολιτεύεσθαι προῃρημένῳ. προσφάτως δὲ γενόμενος ἐν Ἀγκύρᾳ τῆς Γαλατίας· καὶ καταλαβὼν τὴν κατὰ τόπον ἐκκλησίαν ὑπὸ τῆς νέας ταύτης οὐχ ὡς αὐτοὶ φασὶ προ‐ φητείας· πολὺ δὲ μᾶλλον ὡς δειχθήσεται ψευδοπρο‐ φητείας διατεθρυλλημένην, καθόσον δυνατὸν, τοῦ Κυρίου | |
15 | παρασχόντος, περὶ αὐτῶν τε τούτων καὶ τῶν προτεινο‐ μένων ὑπ’ αὐτῶν ἑκάστοτε διελέχθημεν ἡμέραις πλείοσιν ἐν τῇ ἐκκλησίᾳ· ὡς τὴν μὲν ἐκκλησίαν ἀγαλλιασθῆναι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπιῤῥωσθῆναι· τοὺς δὲ ἐξεναν‐ τίας πρὸς τὸ παρὸν ἀποκρουσθῆναι· καὶ τοὺς ἀντιθέτους | |
20 | λυπηθῆναι. ἀξιούντων οὖν τῶν κατὰ τόπον πρεσβυ‐ τέρων, ὅπως τῶν λεχθέντων κατὰ τῶν ἀντιδιατιθεμένων τῷ τῆς ἀληθείας λόγῳ ὑπόμνημά τι καταλίπωμεν· παρ‐ όντος καὶ τοῦ συμπρεσβυτέρου ἡμῶν Ζωτικοῦ τοῦ Ὀτρη‐ νοῦ, τοῦτο μὲν οὐκ ἐπράξαμεν· ἐπηγγειλάμεθα δὲ ἐνθάδε | |
25 | γράψαντες τοῦ Κυρίου διδόντος, διὰ σπουδῆς πέμψειν | |
αὐτοῖς. | 184 | |
2(t) | Itidem ex libri primi initio. | |
1 | Ἡ τοίνυν ἔνστασις αὐτῶν καὶ ἡ πρόσφατος τοῦ ἀπο‐ σχίσματος αἵρεσις πρὸς τὴν ἐκκλησίαν, τὴν αἰτίαν ἔσχε τοιαύτην· κώμη τις εἶναι λέγεται ἐν τῇ κατὰ τὴν Φρυγίαν Μυσίᾳ, καλουμένη Ἀρδαβαῦ τοὔνομα· ἔνθα φασὶ τινὰ | |
5 | τῶν νεοπίστων, πρώτως, Μοντανὸν τοὔνομα, κατὰ Γράτον Ἀσίας ἀνθύπατον, ἐν ἐπιθυμίᾳ ψυχῆς ἀμέτρῳ φιλοπρω‐ τείας δόντα πάροδον εἰς ἑαυτὸν τῷ ἀντικειμένῳ, πνευμα‐ τοφορηθῆναί τε καὶ αἰφνιδίως ἐν κατοχῇ τινὶ καὶ παρ‐ εκστάσει γενόμενον ἐνθουσιᾷν· ἄρξασθαί τε λαλεῖν καὶ | |
10 | ξενοφωνεῖν, παρὰ τὸ κατὰ παράδοσιν καὶ κατὰ διαδοχὴν ἄνωθεν τῆς ἐκκλησίας ἔθος δῆθεν προφητεύοντα· τῶν δὲ κατ’ ἐκεῖνο καιροῦ ἐν τῇ τῶν νόθων ἐκφωνημάτων ἀκρο‐ άσει γενομένων, οἱ μὲν ὡς ἐπὶ ἐνεργουμένῳ καὶ δαιμο‐ νῶντι καὶ ἐν πλάνης πνεύματι ὑπάρχοντι, καὶ τοὺς ὄχλους | |
15 | ταράττοντι ἀχθόμενοι ἐπετίμων, καὶ λαλεῖν ἐκώλυον· | |
μεμνημένοι τῆς τοῦ Κυρίου διαστολῆς τε καὶ ἀπειλῆς, πρὸς τὸ φυλάττεσθαι τὴν τῶν ψευδοπροφητῶν ἐγρηγο‐ ρότως παρουσίαν· οἱ δὲ ὡς ἁγίῳ πνεύματι καὶ προφη‐ τικῷ χαρίσματι ἐπαιρόμενοι· καὶ οὐχ ἥκιστα χαυνού‐ | 185 | |
20 | μενοι· καὶ τῆς διαστολῆς τοῦ Κυρίου ἐπιλανθανόμενοι· τὸ βλαψίφρον καὶ ὑποκοριστικὸν καὶ λαοπλάνον πνεῦμα προὐκαλοῦντο· θελγόμενοι καὶ πλανώμενοι ὑπ’ αὐτοῦ, εἰς τὸ μηκέτι κωλύεσθαι (for. κωλύεσθαι λαλεῖν, καὶ) σιωπᾶν. τέχνῃ δέ τινι, μᾶλλον δὲ τοιαύτῃ μεθόδῳ κακο‐ | |
25 | τεχνίας ὁ διάβολος τὴν κατὰ τῶν παρηκόων ἀπώλειαν μηχανησάμενος, καὶ παρ’ ἀξίαν ὑπ’ αὐτῶν τιμώμενος, ὑπεξήγειρέ τε καὶ προσεξέκαυσεν αὐτῶν τὴν ἀποκεκοι‐ μημένην ἀπὸ τῆς κατ’ ἀλήθειαν πίστεως διάνοιαν· ὡς καὶ ἑτέρας τινὰς δύο γυναῖκας ἐπεγεῖραι, καὶ τοῦ νόθου | |
30 | πνεύματος πληρῶσαι· ὡς καὶ λαλεῖν ἐκφρόνως καὶ ἀκαίρως καὶ ἀλλοτριοτρόπως ὁμοίως τῷ προειρημένῳ. καὶ τοὺς μὲν χαίροντας καὶ καυχωμένους ἐπ’ αὐτῷ, μακα‐ ρίζοντος τοῦ πνεύματος, καὶ διὰ τοῦ μεγέθους τῶν ἐπαγ‐ | |
γελμάτων ἐκφυσιοῦντος· ἔσθ’ ὅπῃ δὲ καὶ κατακρίνοντος | 186 | |
35 | στοχαστικῶς καὶ ἀξιοπίστως αὐτοὺς ἄντικρυς, ἵνα καὶ ἐλεγκτικὸν εἶναι δοκῇ· ὀλίγοι δ’ ἦσαν οὗτοι τῶν Φρυγῶν ἐξηπατημένοι· τὴν δὲ καθόλου καὶ πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐκκλησίαν βλασφημεῖν διδάσκοντος τοῦ ἀπηυ‐ θαδισμένου πνεύματος, ὅτι μήτε τιμὴν μήτε πάροδον εἰς | |
40 | αὐτὴν τὸ ψευδοπροφητικὸν ἐλάμβανε πνεῦμα. τῶν γὰρ κατὰ τὴν Ἀσίαν πιστῶν πολλάκις καὶ πολλαχῇ τῆς Ἀσίας εἰς τοῦτο συνελθόντων, καὶ τοὺς προσφάτους λόγους ἐξετασάντων καὶ βεβήλους ἀποφῃνάντων καὶ ἀποδοκιμασάντων τὴν αἵρεσιν, οὕτω δὴ τῆς τε ἐκκλησίας | |
45 | ἐξεώσθησαν, καὶ τῆς κοινωνίας εἴρχθησαν. | |
3(t) | Ex libro secundo hujus Operis. | |
1 | Ἐπειδὰν τοίνυν καὶ προφητοφόντας ἡμᾶς ἀπεκάλουν, ὅτι μὴ τοὺς ἀμετροφώνους αὐτῶν προφήτας ἐδεξάμεθα· τούτους γὰρ εἶναι φασὶν οὕς περ ἐπηγγείλατο τῷ λαῷ πέμψειν ὁ Κύριος· ἀποκρινάσθωσαν ἡμῖν πρὸς Θεοῦ | |
5 | ἔστι τὶς, ὦ βέλτιστοι, τούτων τῶν ἀπὸ Μοντανοῦ καὶ τῶν γυναικῶν λαλεῖν ἀρξαμένων, ὅς τις ὑπὸ Ἰουδαίων ἐδιώχθη, ἢ ὑπὸ παρανόμων ἀπεκτάνθη; οὐδείς. οὐδέ γε τὶς αὐτῶν κρατηθεὶς ὑπὲρ τοῦ ὀνόματος ἀνεσταυρώθη; οὐ γὰρ οὖν· οὐδὲ μὴν οὐδὲ ἐν συναγωγαῖς Ἰουδαίων τῶν | 187 |
10 | γυναικῶν τὶς ἐμαστιγώθη ποτὲ, ἢ ἐλιθοβολήθη; οὐδα‐ μόσε οὐδαμῶς. ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μοντανός τε καὶ Μαξιμίλλα. τούτους γὰρ ὑπὸ πνεύ‐ ματος βλαψίφρονος ἑκατέρους ὑποκινήσαντος, λόγος ἀναρτῆσαι ἑαυτούς· οὐχ’ ὁμοῦ κατὰ δὲ τὸν τῆς ἑκάστου | |
15 | τελευτῆς καιρὸν φήμη πολλή· καὶ οὕτω δὲ τελευτῆσαι καὶ τὸν βίον καταστρέψαι, Ἰούδα προδότου δίκην. κα‐ θάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν πρῶτον τῆς κατ’ αὐτοὺς λεγομένης προφητείας οἷον ἐπίτροπον τινὰ Θεό‐ δοτον, πολὺς αἱρεῖ λόγος, ὡς αἰρόμενόν ποτε καὶ ἀνα‐ | |
20 | λαμβανόμενον εἰς οὐρανοὺς, παρεκστῆναί τε καὶ κατα‐ πιστεῦσαι ἑαυτὸν τῷ τῆς ἀπάτης πνεύματι· καὶ δισκευ‐ θέντα, κακῶς τελευτῆσαι. φασὶ γοῦν τοῦτο οὕτω | |
γεγονέναι. ἀλλὰ μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί τι τῶν τοιούτων νομίζομεν ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, | 188 | |
25 | ἴσως δὲ οὐχ’ οὕτως τετελευτήκασι Μοντανός τε καὶ Θεόδοτος καὶ ἡ προειρημένη γυνή. | |
4(t) | Ex eodem libro hujus Operis. | |
1 | Καὶ μὴ λεγέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Οὐρβανὸν τὸ διὰ Μαξιμίλλης πνεῦμα, διώκομαι ὡς λύκος ἐκ προβάτων· οὐκ εἰμὶ λύκος· ῥῆμα εἰμὶ καὶ πνεῦμα καὶ δύναμις. ἀλλὰ τὴν ἐν τῷ πνεύματι δύναμιν | |
5 | ἐναργῶς δειξάτω καὶ ἐλεγξάτω· καὶ ἐξομολογεῖσθαι διὰ τοῦ πνεύματος καταναγκασάτω τοὺς τότε παρόντας· εἰς τὸ δοκιμάσαι καὶ διαλεχθῆναι τῷ πνεύματι λαλοῦντι, ἄνδρας δοκίμους καὶ ἐπισκόπους, Ζωτικὸν ἀπὸ Κομάνης κώμης, καὶ Ἰουλιανὸν ἀπὸ Ἀπαμείας. ὧν οἱ περὶ Θε‐ | |
10 | μίσωνα τὰ στόματα φιμώσαντες, οὐκ εἴασαν τὸ ψευδὲς καὶ λαοπλάνον πνεῦμα ὑπ’ αὐτῶν ἐλεγχθῆναι. ἐν ταυτῷ δὲ πάλιν ἕτερα μεταξὺ πρὸς ἔλεγχον τῶν τῆς Μαξιμίλλης ψευδο‐ | |
προφητειῶν εἰπὼν, ὁμοῦ τόν τε χρόνον καθ’ ὃν ταῦτ’ ἔγραφε ση‐ μαίνει, καὶ τῶν προῤῥήσεων αὐτῆς μέμνηται, δι’ ὧν πολέμους | 189 | |
15 | ἔσεσθαι καὶ ἀκαταστασίας προεμαντεύσατο· ὧν καὶ τὴν ψευδο‐ λογίαν εὐθύνει ὧδε λέγων. Καὶ πῶς οὐ καταφανὲς ἤδη γέγονε καὶ τοῦτο τὸ ψεῦδος; πλείω γὰρ ἢ τρισκαίδεκα ἔτη εἰς ταύτην τὴν ἡμέραν, ἐξ οὗ τετελεύτηκεν ἡ γυνή· καὶ οὔτε | |
20 | μερικὸς, οὔτε καθολικὸς κόσμῳ γέγονε πόλεμος· ἀλλὰ καὶ Χριστιανοῖς μᾶλλον εἰρήνη διάμονος ἐξ ἐλέους Θεοῦ. | |
5(t) | Ex libro tertio ejusdem Operis. | |
1 | Ὅταν τοίνυν ἐν πᾶσι τοῖς εἰρημένοις ἐλεγχθέντες ἀπορήσωσιν, ἐπὶ τοὺς μάρτυρας καταφεύγειν πειρῶνται· λέγοντες πολλοὺς ἔχειν μάρτυρας, καὶ τοῦτο εἶναι τεκ‐ μήριον πιστὸν τῆς δυνάμεως τοῦ παρ’ αὐτοῖς λεγομένου | |
5 | προφητικοῦ πνεύματος. τὸ δέ ἐστιν ἄρα ὡς ἔοικε παντὸς μᾶλλον οὐκ ἀληθές. καὶ γὰρ τῶν ἄλλων αἱρέσεων τινὲς, | |
πλείστους ὅσους ἔχουσι μάρτυρας· καὶ οὐ παρὰ τοῦτο δήπου συγκαταθησόμεθα, οὐδὲ ἀλήθειαν ἔχειν αὐτοὺς ὁμολογήσομεν. καὶ πρῶτοί γε οἱ ἀπὸ τῆς Μαρκίωνος | 190 | |
10 | αἱρέσεως Μαρκιωνισταὶ καλούμενοι, πλείστους ὅσους ἔχειν Χριστοῦ μάρτυρας λέγουσιν· ἀλλὰ τόν γε Χρισ‐ τὸν αὐτὸν κατὰ ἀλήθειαν οὐχ’ ὁμολογοῦσι. καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων· Ὅθεν τοι καὶ ἐπειδὰν οἱ ἐπὶ τὸ τῆς κατὰ ἀλήθειαν | |
15 | πίστεως μαρτύριον κληθέντες ἀπὸ τῆς ἐκκλησίας τύ‐ χωσι μετά τινων τῶν ἀπὸ τῆς τῶν Φρυγῶν αἱρέσεως λεγομένων μαρτύρων, διαφέρονταί τε πρὸς αὐτοὺς, καὶ μὴ κοινωνήσαντες αὐτοῖς τελειοῦνται, διὰ τὸ μὴ βού‐ λεσθαι συγκαταθέσθαι τῷ διὰ Μοντανοῦ καὶ τῶν γυ‐ | |
20 | ναικῶν πνεύματι. καὶ ὅτι τοῦτο ἀληθὲς, καὶ ἐπὶ τῶν ἡμετέρων χρόνων ἐν Ἀπαμείᾳ τῇ πρὸς Μαιάνδρῳ τυγ‐ χάνει γεγενημένον, ἐν τοῖς περὶ Γάϊον καὶ Ἀλέξανδρον | |
ἀπὸ Εὐμενείας μαρτυρήσασι, πρόδηλον. | 191 | |
6(t) | Ex eodem libro hujus Operis. | |
1 | Ταῦτα (λέξεις τινὰς) εὑρὼν ἔν τινι συγγράμματι αὐτῶν ἐνισταμένων τῷ Μιλτιάδου τοῦ ἀδελφοῦ συγγράμματι, ἐν ᾧ ἀποδείκνυσι περὶ τοῦ μὴ δεῖν προφήτην ἐν ἐκστάσει λαλεῖν, ἐπετεμόμην. | |
7(t) | Ex eodem libro hujus Operis. | |
1 | Ἀλλ’ ὅγε ψευδοπροφήτης ἐν παρεκστάσει· ᾧ ἕπεται ἄδεια καὶ ἀφοβία· ἀρχόμενος μὲν ἐξ ἑκουσίου ἀμαθίας, καταστρέφων δὲ εἰς ἀκούσιον μανίαν ψυχῆς, ὡς προεί‐ ρηται. τοῦτον δὲ τὸν τρόπον, οὔ τέ τινα τῶν κατὰ τὴν | |
5 | παλαιὰν, οὔτε τῶν κατὰ τὴν καινὴν πνευματοφορηθέντα προφήτην δεῖξαι δυνήσονται· οὔτε Ἄγαβον· οὔτε Ἰούδαν· οὔτε Σίλαν· οὔτε τὰς Φιλίππου θυγατέρας· οὔτε τὴν ἐν Φιλαδελφείᾳ Ἀμμίαν· οὔτε Κοδράτον· οὔτε γε δή τινας ἄλλους μηδὲν αὐτοῖς προσήκοντας | |
10 | καυχήσονται. αὖθις δὲ μετὰ βραχέα, ταῦτα φησίν· | |
Εἰ γὰρ μετὰ Κοδράτον καὶ τὴν ἐν Φιλαδελφείᾳ Ἀμμίαν, ὥς φασιν, αἱ περὶ Μοντανὸν διεδέξαντο γυναῖκες τὸ προφητικὸν χάρισμα, τοὺς ἀπὸ Μοντανοῦ καὶ τῶν γυναικῶν τίνες παρ’ αὐτοῖς διεδέξαντο, δειξά‐ | 192 | |
15 | τωσαν· δεῖν γὰρ εἶναι τὸ προφητικὸν χάρισμα ἐν πάσῃ τῇ ἐκκλησίᾳ μέχρι τῆς τελείας παρουσίας ὁ ἀπό‐ στολος ἀξιοῖ· ἀλλ’ οὐκ ἂν ἔχοιεν δεῖξαι τεσσαρεσ‐ καιδέκατον ἤδη που τοῦτο ἔτος ἀπὸ τῆς Μαξιμίλλης | |
τελευτῆς. | 193 |