TLG 1129 002 :: ANONYMI DE BARBARISMO ET SOLOECISMO :: De barbarismo et soloecismo ANONYMI DE BARBARISMO ET SOLOECISMO Gramm. De barbarismo et soloecismo Citation: Page — (line) | ||
290 | Βαρβαρισμός ἐστιν ἁμάρτημα ἐν λέξει γινόμενον παρὰ τὴν τῶν ἑλληνιζόντων συνήθειαν. εἴρηται δὲ οὕτως, βαρυαυδατισμός τις ὤν. γίνεται δὲ τρόποις πέντε, προσθέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει, καὶ περὶ προσῳδίαν· προσθέσει γράμματος, ὡς ἐάν τις λέγῃ Αἰσχινέου | |
5 | δέον Αἰσχίνου· ἀφαιρέσει, ἐάν τις λέγῃ Δημοσθένε δέον Δημοσθέ‐ νεα· ἐναλλαγῇ γράμματος, οἷον ἐάν τις λέγῃ δρίφος ἀντὶ τοῦ δίφρος· μεταθέσει γράμματος, ὡς κίσηλις δέον κίσηρις. γίνονται δὲ βαρβαρισμοὶ καὶ περὶ προσῳδίαν. | |
---|---|---|
σολοικισμός ἐστιν ἀκατάλληλος θέσις τῶν τοῦ λόγου μερῶν. | 290 | |
291 | εἴρηται δὲ σολοικισμὸς ἤτοι ἀπὸ τῶν εἰς Σόλους μετοικησάντων, οἳ πειρώμενοι τῇ Σόλωνος χρῆσθαι διαλέκτῳ ἡμάρτανον, ἢ ἀπὸ τοῦ τὸν σῶον λόγον λυμαίνεσθαι ἢ ἀπὸ τοῦ θολισμὸν εἶναι τοῦ λόγου, τοῦτ’ ἔστι σκοτισμόν. γίνεται δὲ περὶ τὰ μέρη τοῦ λόγου καὶ περὶ | |
5 | τὰ παρεπόμενα. περὶ τὰ γένη, ὡς Εὐριπίδης· ὦ Κύπρις, ὡς ἡδεῖα καὶ μοχθηρός. περὶ τὰς πτώσεις, ὡς ὦ φίλος. περὶ τοὺς ἀριθμούς· τὸ μέν τι χαίρω, τὸ δέ τι καὶ λυπούμεθα. περὶ δὲ τὰ σχήματα σολοικίζουσιν οἱ λέγοντες ὄναγρον· τὰ γὰρ σύν‐ | |
10 | θετα ἐκ διαιρέσεως προφέρονται Ἀττικοί. περὶ τὰ εἴδη ὃς Οἰδίπουν ἀπώλες’, Οἰδίπους δ’ ἐμέ. περὶ τοὺς χρόνους· ἐγὼ δέ κ’ ἄγω Βρισηίδα καλλιπάρῃον. περὶ τὰς διαθέσεις, ὡς παρὰ Πινδάρῳ καλεῖτ’ ἐς χορὸν Ὀλύμπιοι, | |
15 | ἀντὶ τοῦ καλεῖσθε. περὶ τὰς ἐγκλίσεις, ὡς παρὰ Καλλιμάχῳ· ἴσχε, | 291 |
292 | τέκος, μὴ πῖθι, προστακτικὴ ἀντὶ τῆς ὑποτακτικῆς τῆς μὴ πίῃς. περὶ πρόσωπα, ὡς ἐν ἀντωνυμίαις· σφέτερον πατέρ’ ὑμ‐ νείουσαι, ἀντὶ τοῦ ὑμέτερον. περὶ τὰς μετοχάς· οὐκ ἂν ἐφ’ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ, | |
5 | ἀντὶ τοῦ πληγεῖσαι. περὶ τὰ ἄρθρα· μακροῖσι ξυστοῖσι, τά ῥά σφ’ ἐπὶ νηυσὶν ἔκειτο. περὶ τὰς προθέσεις, ὡς κάππεσον ἐν Λήμνῳ, καὶ παρὰ Θουκυ‐ δίδῃ· εἰς τὸ Ἡραῖον ἐκαθέζοντο, καὶ παρὰ Μενάνδρῳ· καθιζάνει μὲν ἐνίοτ’ εἰς τὰ σήσαμα, | |
10 | καὶ ἐν Ψοφοδεεῖ· ἐπίσημον αὖ τὴν ἀσπίδ’ ἐς τὴν τοῦ Διὸς στοὰν ἀνέθηκαν. περὶ τὰ ἐπιρρήματα, ὡς παρ’ Εὐριπίδῃ· πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος | |
15 | θεὰ κέκλημαι Κύπρις οὐρανοῦ τ’ ἔσω, ἀντὶ τοῦ ἔνδον. περὶ τοὺς συνδέσμους, ἐάν τις τῷ μὲν τὸν δὲ μὴ | |
ἐπενέγκῃ, οἷον | 292 | |
293 | Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής, | |
παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα. | 293 |