TLG 1129 001 :: ANONYMI DE BARBARISMO ET SOLOECISMO :: De barbarismo et soloecismo

ANONYMI DE BARBARISMO ET SOLOECISMO Gramm.
(Varia)

De barbarismo et soloecismo

Source: Valckenaer, L.C. (ed.), Ammonius. De differentia adfinium vocabulorum, 2nd edn. Leipzig: Weigel, 1822: 176–187.

Dup. partim COMMENTARIA IN DIONYSII THRACIS ARTEM GRAMMATICAM (4175 005)

Citation: Page — (line)

176

(1t)

ΠΕΡΙ
2tΒΑΡΒΑΡΙΣΜΟΥ
3tΚΑΙ
4tΣΟΛΟΙΚΙΣΜΟΥ.
5tΠΕΡΙ
6tΒΑΡΒΑΡΙΣΜΟΥ.
7Βαρβαρισμός ἐστι λέξις ἤτοι περὶ τὰ στοιχεῖα, ἢ περὶ
τὰς προσῳδίας ἡμαρτημένη. Διαφέρει δὲ τοῦ Σολοικισμοῦ·176

177

ἐπεὶ ὁ μὲν Βαρβαρισμὸς ἐν λέξει γίνεται, ὁ δὲ Σολοικι‐ σμὸς ἐν λόγῳ. Γίνεται δὲ ὁ Βαρβαρισμὸς ἐν τῇ λέξει, περὶ πλεονασμὸν στοιχείου, περὶ ἔνδειαν, περὶ ἐναλλαγὴν, περὶ τόνον, περὶ χρόνον, περὶ πνεῦμα. Λέγομεν δὲ Βαρ‐
5βαρίζειν καὶ τοὺς ἀλλοφύλῳ λέξει χρωμένους· ὡς εἴ τις τὸ μὲν ὑπαυχένιον Κερβικάριον λέγοι, τὸ δὲ χειρόμακτρον, Μάππαν.
8tΠΕΡΙ
9tΣΟΛΟΙΚΙΣΜΟΥ.
10Σολοικισμός ἐστι λόγος περὶ τὴν σύνταξιν τῶν λέξεων ἡμαρτημένος. Διαφέρει δὲ Σχήματος· ἐπεὶ τὸ μὲν Σχῆμα ἔχει τινὰ αἰτίαν εὔλογον καθισταμένην εἰς εὐπρέπειαν, ὁ δὲ Σολοικισμὸς οὐκ ἔχει. Γίνεται δὲ ὁ Σολοικισμὸς ἐν τῷ λόγῳ, περὶ πλεονασμὸν λέξεως, περὶ ἔνδειαν, περὶ
15ἐναλλαγὴν, περὶ εἶδος, περὶ γένος, περὶ ἄρθρον, περὶ ἀριθμὸν, περὶ πτῶσιν, περὶ πρόσωπον, περὶ χρόνον, περὶ διάθεσιν, περὶ ἔγκλισιν. Λέγεται δὲ Σολοικισμὸς, ἐπεὶ
σόλοικον καὶ βάρβαρον τὴν προφορὰν ἔχει· Σολοίκους177

178

δὲ ἔλεγον οἱ παλαιοὶ τοὺς βαρβάρους. ὁ γὰρ Ἀνακρέων φησὶ, Κοίμισον δὲ σόλοικον φθόγγον. καὶ Ἱππώναξ,
Καὶ τοὺς σολοίκους ἢν λάβωσι, περνᾶσι
Φρύγας μὲν εἰς Μίλητον ἀλφιτεύσοντας.
5tΕΤΕΡΩΣ
6tΠΕΡΙ ΒΑΡΒΑΡΙΣΜΟΥ
7tΚΑΤΑ ΠΛΑΤΟΣ.
8Τοῦ λόγου ἀρεταὶ μέν εἰσιν ἕξ. Ἑλληνισμὸς, Σαφήνεια, Κυριολογία, Συντομία, Εὐσυνθεσία, Εὐπρέπεια. Κακίαι
10δὲ ταύταις ἀντικείμεναι ὁμοίως ἕξ. Βαρβαρισμὸς, Ἀσά‐ φεια, Ἀκυρολογία, Μακρολογία, Κακοσυνθεσία, Ἀπρέπεια.
Ἑλληνισμὸς μὲν οὖν ἐστι λέξις ὑγιὴς, καὶ ἀδιάστρο‐ φος λόγου μερῶν συμπλοκὴ μετάλληλος· Βαρβαρισμὸς δέ ἐστι λέξις ἡμαρτημένη παρὰ τὴν τῶν Ἑλληνιζόντων
15συνήθειαν.178

179

Διαφέρει δὲ Βαρβαρισμὸς Σολοικίας· ὅτι ἡ μὲν Σο‐ λοικία τὴν τάξιν βλάπτει τοῦ λόγου, ὁ δὲ Βαρβαρισμὸς τὰ ἔπη τῆς λέξεως.
Γίνεται δὲ Βαρβαρισμὸς κατὰ τρόπους ἐννέα· προσ‐
5θέσει, ἀφαιρέσει, ἐναλλαγῇ, μεταθέσει, συναλοιφῇ, διαι‐ ρέσει, τόνῳ, χρόνῳ, πνεύματι. Κατὰ μὲν οὖν Πρόσθεσιν βαρβαρίζουσιν οἱ λέγοντες Σω‐ κράτην, Δημοσθένην. τὰ γὰρ εἰς ης λήγοντα σύνθετα οὐ προσλαμβάνει ἐπὶ τῆς αἰτιατικῆς τὸ ν, ὅταν ᾖ παρ’
10 οὐδετέρων πρὸς τὴν κατάληξιν, ἢ ῥῆμα ἐπὶ τέλει ἐμ‐ φαίνηται. Κατὰ δὲ Ἀφαίρεσιν· ὡς εἴ τις λέγοι τὸν Ἑρμῆ, δεῖ γὰρ λέγειν τὸν Ἑρμῆν. Κατὰ δὲ Πρόσθεσιν· λέγοντες τὸν δίφρον, δρίφον·
15καὶ τὸ φέρω, φέρνω· καὶ Μυτιληναῖον, Μιτυληναῖον·
ἀπὸ γὰρ τοῦ Μύτωνος τοῦ κτίστου Μυτιλήνη καλεῖται.179

180

Κατὰ δὲ Ἐναλλαγὴν, ὅσοι λέγουσιν ἀντὶ τοῦ ἐδυνάμην, ἠδυνάμην· καὶ ἀντὶ τοῦ ἐβουλόμην, ἠβουλόμην. ὅσα γὰρ ἀπὸ συμφώνου ἄρχεται τῶν ῥημάτων ἐν τῷ ἐνεστῶτι χρόνῳ, ταῦτα κατὰ τὸν παρατατικὸν ἀπὸ τοῦ ε ἄρχεται.
5 λέγω, ἔλεγον· φέρω, ἔφερον· οὕτω μέλλω, ἔμελλον· βού‐ λομαι, ἐβουλόμην· καὶ δύναμαι, ἐδυνάμην. Κατὰ δὲ Συναλοιφὴν, ὡς Μένανδρος λέγει,
Ὁ θάτερος μὲν τοῖν δυοῖν Διοσκόροιν. ἀντὶ τοῦ φάναι, ὁ ἕτερος· ἡ γὰρ τοιαύτη συναλοιφὴ
10 γίνεται ἐπὶ οὐδετέρου ἄρθρου, ὅταν αὐτῷ ἐπιφέρηται ὄνομα ἀπὸ φωνήεντος ἀρχόμενον, οἷον τὸ ἕτερον λέγω θάτερον· ἐπὶ ἀρσενικοῦ δὲ οὐδαμῶς. Κατὰ δὲ Διαίρεσιν, ὡς ὅταν Ἡσίοδος λέγῃ,
Μάγνης δ’ αὖ Δίκτην τε καὶ ἀντίθεον Πολυδεύκεα.
15 οὐ γὰρ διαιρεῖται, ὧν ἡ αἰτιατικὴ εἰς ν λήγει· αἱ γὰρ εἰς α λήγουσαι αἰτιατικαὶ διαιροῦνται, Δημοσθένεα, Δημοσθένη γὰρ καὶ Διογένη. Κατὰ δὲ Τόνον βαρβαρίζουσιν οἱ λέγοντες, ἐὰν βουλῶμαι, καὶ ἐὰν ἀρχῶμαι. δεῖ γὰρ λέγειν, ἐὰν βούλωμαι, καὶ ἐὰν
20ἄρχωμαι· ἐπειδὴ τὰ ὑποτακτικὰ τοῖς ἰδίοις ὁριστικοῖς ὁμοτονεῖ, φέρομαι, ἐὰν φέρωμαι· λέγομαι, ἐὰν λέγω‐ μαι· οὕτω καὶ ἐὰν βούλωμαι, καὶ ἐὰν ἄρχωμαι. Ὁμοίως καὶ περὶ τοὺς τόνους βαρβαρίζουσιν οἱ λέγοντες ἀκρᾶ‐ τον προπερισπωμένως· δεῖ γὰρ λέγειν ἄκρατον προπα‐
25ροξυτόνως· ἡ γὰρ τοῦ α στέρησις προτιθεμένη τῶν δισυλλάβων ὀνομάτων εἰς ος ληγόντων ἀναβιβάζει τὸν τόνον· οἷον κακὸς, ἄκακος· φθαρτὸς, ἄφθαρτος· οὐκοῦν
καὶ κρατὸς, ἄκρατος.180

181

Κατὰ δὲ Χρόνους βαρβαρίζουσιν οἱ λέγοντες πινακωῒς ἐκτεταμένως· δεῖ γὰρ λέγειν πινακὶς συνεσταλμένως, ὡς θυρὶς, σανίς. Κατὰ δὲ Πνεῦμα βαρβαρίζουσιν οἱ λέγοντες αὕριον δασέως·
5δεῖ γὰρ αὔριον ψιλῶς· ἐπείπερ εἴρηται παρὰ τὴν αὔραν, ἥτις ἐκ τῶν ποταμῶν ἕωθεν ἀναδίδοσθαι φιλεῖ.
Αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό. ἄλλως τε καὶ διὰ ψιλοῦ τοῦ στοιχείου συναλείφεται.
Μηδ’ ἀναβάλλεσθαι ἔς τ’ αὔριον, ἔς τ’ ἔννηφι.
10 εἰ γὰρ ἦν δασὺ, πάντως ἂν διὰ τοῦ θ ὤφειλεν εἶναι ἡ συναλοιφή.
Ἀκυρολογία δὲ, ἥτις περὶ τὸ σημαινόμενον ἁμαρ‐ τάνεται· τῆς δὲ κακίας μέρος ἐστὶ καὶ ἡ ἀκυρολογία. ὡς παρὰ τῷ Καλλιμάχῳ ἐπὶ τῶν ἀπολομένων νηπίων,
15
Μητέρας ἐξεκένωσαν, ἐκούφισσαν δὲ τιθήνας. Τοὐναντίον γὰρ, ἐβάρυναν ἀπολέσαντες τὰ ὑπ’ αὐτῶν τρε‐ φόμενα βρέφη. καὶ παρ’ Αἰσχύλῳ,
Ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς.
19tΠΕΡΙ
20tΣΟΛΟΙΚΙΑΣ
21tΚΑΤΑ ΠΛΑΤΟΣ.
22Σολοικία ἐστὶν ἀκατάλληλος πλοκὴ τῶν τοῦ λόγου μερῶν
παρὰ τὴν τῶν Ἑλληνιζόντων συνήθειαν.181

182

Σολοικίζουσι δὲ κατὰ τρόπους ιε· περὶ γένη, περὶ ἀριθμοὺς, περὶ τὰς πτώσεις, περὶ τὰ εἴδη, περὶ τὰ γενι‐ κὰ καὶ εἰδικὰ, περὶ τὰ πάθη, περὶ τὰ ἐνεργήματα, περὶ τοὺς χρόνους, περὶ τὰ πρόσωπα, περὶ τὰς ἐγκλίσεις τῶν
5ῥημάτων, περὶ τὰ ἄρθρα, περὶ τὰς ἀντωνυμίας, περὶ τὰς προθέσεις, περὶ τὰ ἐπιῤῥήματα, περὶ τοὺς συνδέσμους. Περὶ μὲν οὖν Γένη· ὡς παρ’ Ὁμήρῳ,
Δῶρόν τοι καὶ ἐγὼ τέκνον φίλε τοῦτο δίδωμι. ἀντὶ τοῦ, τέκνον φίλον.
10Περὶ δὲ τοὺς Ἀριθμούς· ὡς παρ’ Ἡσιόδῳ,
Τῆς δ’ ἦν τρεῖς κεφαλαί. ἀντὶ τοῦ, ἦσαν. Περὶ δὲ τὰς Πτώσεις·
Ζεῦ κύδιστε, μέγιστε, κελαινεφὲς, αἰθέρι ναίων,
15
Ἠέλιος, ὃς πάντ’ ἐφορᾷς καὶ πάντ’ ἐπακούεις. ἀντὶ τοῦ, ὦ ἥλιε. Περὶ τὰ Εἴδη· ὡς εἴτις ἁπλοῦν ἀντὶ συγκριτικοῦ τάξειεν,
οἷον, δῖα θεάων, ἀντὶ τοῦ διοτάτη. καὶ γυναικῶν182

183

θηλυτεράων, ἀντὶ τοῦ θηλειῶν. καὶ, δικαιότατος Κεν‐ ταύρων, ἀντὶ τοῦ δίκαιος. Περὶ δὲ Γενικὰ καὶ Εἰδικά· ὡς παρ’ Ὁμήρῳ,
πατὴρ ἀνδρῶν τε θεῶν τε.
5 εἶδος μὲν γὰρ ἄνδρες, γένος δὲ, ἄνθρωποι. Περὶ δὲ τὰ Πάθη· ὡς εἴ τις λέγοι, οἰκοδομοῦμαι πύργον, ἀντὶ τοῦ οἰκοδομῶ. Περὶ δὲ Ἐνεργήματα· ὡς παρ’ Ὁμήρῳ,
Ναιετάουσι πόληες
10 ἀντὶ τοῦ ναιετάονται. καὶ,
ῥέε δ’ αἵματι γαῖα. ἀντὶ τοῦ ἐῤῥεῖτο. Περὶ δὲ τὰ Πρόσωπα· ὡς παρ’ Ὁμήρῳ,
Ἄλλοι μὲν γὰρ πάντες ὅσοι θεοί εἰς’ ἐν Ὀλύμπῳ,
15
Σοί τ’ ἐπιπείθονται, καὶ δεδμήμεθα ἕκαστος. ἀντὶ τοῦ δέδμηνται.
Περὶ δὲ Χρόνους· ὡς παρ’ Εὐριπίδῃ,183

184

Θύρσον δέ τις λαβοῦς’ ἔπαισεν εἰς πέδον,
Ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς. ἀντὶ τοῦ ἐπήδησεν. Περὶ δὲ τὰς Ἐγκλίσεις τῶν ῥημάτων· ὡς εἴ τις ἐναλλάτ‐
5τει εὐκτικὰ ὁριστικοῖς, ἢ προστακτικὰ ἀπαρεμφάτοις, ἢ ἄλλο τι τῶν τοιούτων, ὡς παρ’ Ὁμήρῳ, Αἶψα μάλ’ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιοὺς, Πειρᾷν δ’, ὥς κεν— —ὑπερκύδαντας Ἀχαιούς. ἀντὶ τοῦ πείραζε, ὡς καὶ προείρηκεν ἐλθέ. καὶ,
10
Πληθὺν δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδ’ ὀνομήνω. ἀντὶ τοῦ οὐ μυθησαίμην. Περὶ δὲ τὰ Ἄρθρα· ὡς εἴ τις ὑποτακτικοῖς χρήσαιτο ἀντὶ προτακτικῶν. οἷον,
Μῦθος δ’ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω.
15ἀντὶ τοῦ, ὁ μέν· καὶ ἔμπαλιν προτακτικοῖς ἐχρήσατο ἀντὶ ὑποτακτικῶν,
Ἠπείλησεν μῦθον, ὁ δὴ τετελεσμένος ἐστίν. ἀντὶ τοῦ, ὃς δή. καὶ,
ὅ μιν πρόφρων ὑπέδεκτο.
20 ἀντὶ τοῦ, ὅς μιν. Περὶ δὲ τὰς Ἀντωνυμίας· ὡς εἴ τις ἀσύναρθρον ἀντὶ συνάρθρου παραλαμβάνοι. ὡς παρ’ Ὁμήρῳ Ζηνόδοτος
παραγράφει λέγων, πρὸς εις ἀντὶ τοῦ σοι σύναρθρος.184

185

ἢ εἴ τις, ἐπὶ μὲν τοῦ πρώτου προσώπου λέγοντος ὑμεῖς, ἐπὶ δὲ δευτέρου προσώπου τάξειεν ἀντωνυμίαν τὴν ἁρμόζουσαν τρίτῳ προσώπῳ. ὡς παρ’ Ἡσιόδῳ,
Δεῦτε Δί’ ἐννέπετε σφέτερον πατέρ’ ὑμνείουσαι.
5 ἀντὶ τοῦ, ὑμέτερον. Περὶ δὲ τὰς Προθέσεις
Εἰς ἐλάτην ἀναβὰς, ἀντὶ τοῦ, ἐλάτην. καὶ,
Κάππεσον ἐν Λήμνῳ·
10 ἀντὶ τοῦ, εἰς Λῆμνον. Περὶ δὲ Ἐπιῤῥήματα·
καὶ εἴσω δόρπον ἕλοντο. ἀντὶ τοῦ ἔνδον. καὶ παρ’ Εὐριπίδῃ,
Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος
15
Θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω ἀντὶ τοῦ ἔνδον. καὶ,
Πωλεῖταί τις δεῦρο γέρων.185

186

ἀντὶ τοῦ, ἐνθάδε. καὶ,
Ναὶ μὰ τόδε σκῆπτρον. ἀντὶ τοῦ, νὴ τοῦτο. καὶ ὅταν τις ἀπαγορευτικῷ χρήση‐ ται ἀντὶ ἀρνητικοῦ. οἷον,
5
Μὴ δι’ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων. ἀντὶ τοῦ, οὐ δι’ ἐμήν. Περὶ δὲ τοὺς Συνδέσμους· ὅταν τις τῷ μὲν μὴ ἐπενέγκῃ τὸν δὲ, ἢ ἕτερον ἰσοδυναμοῦντα. ἢ τῷ ἤτοι διαζευκτικῷ μὴ ἐπενέγκῃ τὸν ἤ. ἢ εἴ τις χρήσαιτο τῷ μὲν ἢ προτα‐
10 κτικῷ, τῷ δὲ ἤτοι ὑποτακτικῷ, λέγων, ἢ τόδε, ἤτοι τόδε· τοὐναντίον γὰρ χρὴ ποιεῖν, προτάσσειν μὲν τὸν ἤτοι, ὑποτάσσειν δὲ τὸν ἢ, λέγοντας, ἤτοι τόδε, ἢ τόδε.
Σολοικίζουσι δὲ καὶ περὶ τὸ μικτὸν καλούμενον· ἐπειδὰν δύο ἢ πλείονα εἴδη τῶν εἰρημένων ἐμπεριέχηται.
15ὡς ἐν τῷ, ἕνα λίθον πένθ’ ὑπῆσαν σκόρπιοι. Σολοικίζει δὲ καὶ, ὁ τὸ παιδίον δεικνὺς, καὶ λέγων οὗτος.
Σολοικία δὲ καὶ Βαρβαρισμὸς τούτῳ διενηνόχασιν ἀλλήλων, ὅτι ἡ μὲν Σολοικία περὶ πλείονας γίνεται λέξεις ἀκαταλλήλως πλεκομένας, καὶ τὸ σημαινόμενον ἐναλλάσσει.
20οἷον, Ναιετάουσι πόλιν, ἀντὶ τοῦ ναιετάονται· ὁ δὲ Βαρβαρισμὸς περὶ μίαν γίνεται λέξιν, καὶ μόνης τῆς φωνῆς ἐστιν ἁμάρτημα. ὁ γὰρ λέγων περισπωμένως εὐγενῆς, τὸ μὲν σημαινόμενον φυλάττει, πταίει δὲ κατὰ τὴν προ‐ φορὰν, περισπωμένῃ χρώμενος ἀντὶ ὀξείας.
25
Ὠνόμασται δὲ ὁ μὲν Βαρβαρισμὸς κατὰ ἐναντιότητα τοῦ Ἑλληνισμοῦ, ἐπειδήπερ ἡ κατορθωμένη λέξις Ἑλληνι‐ σμὸς καλεῖται, καὶ ὅτι πᾶν τὸ ἐκ τῆς συνηθισμένης λέξεως μετενηνεγμένον Βάρβαρον λέγεται. Σολοικισμὸς δὲ, ὅτι
τοῦ σώου λόγου αἰκία· αἰκίζεται γὰρ τὴν ἀκολουθίαν186

187

τοῦ λόγου· ἢ ὅτι οἱ παλαιοὶ Σολοίκους ἐκάλουν τοὺς βαρ‐ βάρους. καθὰ φησὶν Ἱππώναξ,
Καὶ τοὺς σολοίκους, ἢν λάβωσι, περνᾶσιν.
ὥστε τῷ γένει Σολοικίαν εἶναι τὸν βαρβαρισμόν.187