TLG 1125 003 :: ANDROTION :: Fragmenta ANDROTION Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 1. Paris: Didot, 1841–1870: 371–377. frr. 1–59 Citation: Fragment — (line) | ||
t,ante1-59 | ATTHIS. | |
t,ante1-1 | LIBER I. | |
ante1 | Fragm. Lexici rhet.: Κήρυκες ** ὡς Ἀνδροτίων ἐν πρώτῃ Ἀτθίδος, Κέκροπος γενέσθαι τρεῖς θυγατέρας, Ἄγραυλον, Ἄρσην καὶ Πανδρόσην, ἀφ’ ἧς | |
5 | ἐγένετο Κῆρυξ, Ἑρμῇ συγγενομένης. | |
---|---|---|
1 | Harpocration v. Παναθήναια: ... ἤγαγε δὲ τὴν ἑορτὴν ὁ Ἐριχθόνιος, ὁ Ἡφαίστου, καθά φασιν Ἑλ‐ λάνικός τε καὶ Ἀνδροτίων, ἑκάτερος ἐν πρώτῃ Ἀτ‐ θίδος. | |
t2-5 | LIBER II. | |
2 | Stephan. Byz. v.: Δελφοί. ... Ἔστι καὶ Δελφου‐ σία πόλις Ἀρκαδίας, ὡς Ἀνδροτίων ἐν βʹ Ἀτθίδος. | |
3 | Harpocration: Ἀποδέκται. Ἀρχή τις ἐστι παρ’ Ἀθηναίοις οἱ ἀποδέκται. ... Ὅτι δὲ ἀντὶ τῶν κωλα‐ κρέτων οἱ ἀποδέκται ὑπὸ Κλεισθένους ἀπεδείχθησαν, Ἀνδροτίων βʹ. | |
4 | Schol. ad Aristoph. Aves 1540: Τὸν κωλακρέ‐ την, τὸν ταμίαν τῶν πολιτικῶν χρημάτων. Ἀριστο‐ φάνης ὁ γραμματικὸς τούτους ταμίας εἶναί φησι τοῦ δικαστικοῦ μισθοῦ, οὐ μόνον δὲ τούτου τὴν ἐπιμέλειαν | |
5 | ἐποιοῦντο, ὥς φησιν, ἀλλὰ καὶ τὰ εἰς θεοὺς ἀναλι‐ σκόμενα, διὰ τούτων ἀνηλίσκετο, ὡς Ἀνδροτίων γρά‐ φει οὕτως· «Τοῖς δὲ ἰοῦσι Πυθῶδε θεωροῖς τοὺς κωλακρέτας διδόναι ἐκ τῶν ναυκληρικῶν ἐφόδιον ἀργύρια, καὶ εἰς ἄλλο ὅ τι ἂν δέῃ ἀναλῶσαι.» | |
5 | Harpocration: Ἵππαρχος ... ὁ Χάρμου, ὥς φησι Λυκοῦργος. ... Περὶ δὲ τούτου Ἀνδροτίων ἐν τῇ δευ‐ τέρᾳ φησὶν, ὅτι συγγενὴς μὲν ἦν Πεισιστράτου τοῦ τυράννου, καὶ πρῶτος ἐξωστρακίσθη, τοῦ περὶ τὸν | |
5 | ὀστρακισμὸν νόμου τότε πρῶτον τεθέντος, διὰ τὴν ὑποψίαν τῶν περὶ Πεισίστρατον, ὅτι δημαγωγὸς ὢν καὶ στρατηγὸς ἐτυράννησεν. | |
t6-12 | LIBER III. | |
6 | Stephan. Byzant.: Ἁλικαρνασσός. ... Ὁ πολίτης Ἁλικαρνασσεύς. ... Ἀνδροτίων δ’ ἐν τρίτῃ Ἀτθίδος Ἁλικαρνάσσιός φησι. | |
7 | Steph. Byz.: Κάπαι, πόλις Ἑλλησποντία. Ἀν‐ δροτίων γʹ Ἀτθίδος. | |
8 | Steph. Byz.: Πάνακτον, φρούριον Ἀττικῆς, ὡς | |
Ἀνδροτίων ἐν τρίτῳ Ἀτθίδος. | 371 | |
9 | Stephan. Byz.: Παρπάρων, χωρίον ἐν Ἀσίᾳ Αἰολικόν. ... Ὁ πολίτης Παρπαρώνιος, ἀπὸ τῆς Παρ‐ πάρωνος γενικῆς. ... Ἀνδροτίων δ’ ἐν τρίτῳ Ἀτθίδος Παρπαρωνιώτας φησίν· ἔστι δὲ ὡς ἀπὸ τοῦ Παρπα‐ | |
5 | ρωνία, ὡς Θεσσαλία Θεσσαλιώτης. | |
10 | Harpocrat.: Δέκα καὶ δεκαδοῦχος. ... Ἦρχον μὲν οἱ δέκα οἱ μετὰ τοὺς τριάκοντα καταστάντες. Περὶ τῶν μετὰ τὴν κατάλυσιν τῶν τριάκοντα Ἀθήνησι χειροτονηθέντων ἀνδρῶν δέκα καὶ τῶν ἑξῆς εἴρηκεν | |
5 | Ἀνδροτίων ἐν τῇ τρίτῃ. | |
11 | Harpocrat.: Μόλπις. ... Μόλπις ὁ τῶν ἐν Πει‐ ραιεῖ· οἱ δ’ ἄρα μετὰ τοὺς τριάκοντα δέκα ἄρχοντες ἦρχον ἐν Πειραιεῖ, ὧν εἷς ἦν ὁ Μόλπις, ὡς Ἀνδροτίων ἐν τρίτῃ Ἀτθίδος. | |
12 | Harpocrat.: Ὀφρύνειον ... πόλις ἐστὶ τῆς Τρωά‐ δος, ὡς δηλοῖ Ἀνδροτίων ἐν τρίτῃ Ἀτθίδος. | |
t13-14 | LIBER IV. | |
13 | Schol. Arist. Nub. 981: Βουφόνια ἑορτὴ Ἀθη‐ ναίων πάνυ ἀρχαία· ἐν γὰρ τοῖς Διιπολίοις φασὶ βοῦν τὸ πόπανον καταφαγεῖν τὸ παρεσκευασμένον πρὸς τὴν θυσίαν· Θαύλωνα δέ τινα ὡς εἶχε πελέκει ἀποκτεῖναι | |
5 | τὸν βοῦν, καθὰ καὶ Ἀνδροτίων μέμνηται διὰ τῆς τε‐ τάρτης. | |
14 | Steph. Byz.: Ἀργεννοῦσα, νῆσος πρὸς τῇ ἠπείρῳ τῆς Τρωάδος ... τὸ ἐθνικὸν Ἀργεννούσιος. Ἀνδροτίων ἐν τετάρτῳ τῆς Ἀτθίδος διὰ τοῦ ι. | |
t15-17 | LIBER V. | |
15 | Steph. Byz.: Μαλιεὺς, πόλις ἐπώνυμος τῶν Μαλιέων. ... Ὁ πολίτης Μαλιεύς. Ἔστι καὶ Μα‐ λιακὸς κόλπος. Λέγεται καὶ Μαλεάτης· Ἀνδροτίων πέμπτῳ. | |
16 | Steph. Byz.: Μεθουριάδες, νῆσοι μεταξὺ Αἰγίνης καὶ Ἀττικῆς πλησίον Τροιζῆνος· Ἀνδροτίων πέμπτῳ Ἀτθίδος. | |
17 | Harpocrat.: Κηφισόδοτος ... Ἀνδροτίων ἐν πέμ‐ πτῃ Ἀτθίδος ἱστορεῖ, ὡς Ἀλωπεκόννησον πολιορκῶν ἀπεχειροτονήθη, καὶ κριθεὶς ἑάλω, καὶ ἀπέτισε πέντε τάλαντα. | |
t18-23 | LIBER VI. | |
18 | Steph. Byz.: Αἰραὶ, πόλις Μακεδονίας· ἔστι καὶ | |
ἄλλη Ἰωνίας. Τὸ ἐθνικὸν Αἰρεὺς, τὸ δὲ τῆς Μακεδο‐ νίας Αἰραῖος. Ἔστι καὶ παρὰ Ἑλλησπόντῳ, ἧς τὸ ἐθνικὸν Αἰράτης παρὰ Ἀνδροτίωνι ἐν ἕκτῃ Ἀτθίδος. | 372 | |
19 | Steph. Byz.: Ἀρκεσίνη, μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήσῳ. Ἦσαν γὰρ Μελανία, Μι‐ νώα, Ἀρκεσίνη. .... Τὸ ἐθνικὸν Ἀρκεσινεύς. Ἀνδρο‐ τίων ἕκτῃ Ἀτθίδος· «Ἀμοργίοις, Μινωΐταις, Ἀρκεσι‐ | |
5 | νεῦσιν.» | |
20 | Steph. Byz.: Γρησίνος, πόλις Χεῤῥονήσου. Τὸ ἐθνικὸν Γρησίνιος, ὡς Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. | |
21 | Steph. Byz.: Κάλυδνα, νῆσος, καὶ πόλις Θήβης. ... Ὁ πολίτης Καλυδναῖος ... καὶ Καλύδνιος, ὡς Ἀνδροτίων ἕκτῃ Ἀτθίδος. | |
22 | Steph. Byz.: Τῆλος, νῆσος τῶν Κυκλάδων μία. .. Τὸ ἐθνικὸν Τήλιος. Ἀνδροτίων ἕκτῳ Ἀτθίδος. | |
23 | Harpocrat.: Νεῶσι. ... πόλις ἐστὶν ἐν τῇ Φω‐ κίδι, ἣν Ἡρόδοτος μὲν ἐν ὀγδόῃ Νεῶνα ὀνομάζει, Ἀνδροτίων δ’ ἐν ἕκτῃ Ἀτθίδος Νεῶνας. | |
t24-25 | LIBER VII. | |
24 | Steph. Byz.: Μετάχοιον, φρούριον Βοιωτίας με‐ ταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. ... Τὸ ἐθνικὸν, ἐκ Μεταχοίου ... ἢ Μεταχοιάτης. ... Ἀνδροτίων δὲ ἐν τῷ ζʹ Μεταχοίου ναέτης φησὶ, καὶ ἴσως περιφραστικῶς. | |
25 | Steph. Byz.: Στρύμη, πόλις Θρᾴκης, ὡς Ἀνδρο‐ τίων ἑβδόμῳ. | |
t26 | LIBER VIII. | |
26 | Stephanus Byz.: Ἀκόντιον, πόλις Ἀρκαδίας. ... Ἔστι καὶ ἑτέρα Εὐβοίας ὡς Ξεναγόρας, καὶ Ἀνδρο‐ τίων ὀγδόῃ. | |
t27 | LIBER XII. | |
27 | Harpocrat.: Ἀμφίπολις. ... Πόλις αὕτη τῆς Θρᾴ‐ κης· πρότερον δὲ Ἐννέα ὁδοὶ ἐκαλεῖτο, ὡς Ἀνδροτίων ἐν δωδεκάτῃ Ἀτθίδος. | |
t28-59 | FRAGMENTA INCERTAE SEDIS. | |
28 | Scholiastes Pind. Isthm. VII, 13: Ἀνδροτίων δέ φησι φυγόντα ἐκ τῆς Φοινίκης τὸν Κάδμον μετὰ ἱκα‐ | |
νῶν σποράδων, κατελθεῖν εἰς Θήβας. Ὅθεν διὰ τὸ συμμιγὲς καὶ σποράδην εἶναι, Σπαρτοὶ ἐκλήθησαν. | 373 | |
5 | Οἱ δὲ Θηβαῖοι τὰ περὶ αὐτῶν ψευδῶς ἐτερατούργη‐ σαν. | |
29 | Schol Eurip. Phoen. 674: Ὁ μὲν Στησίχορος ἐν Εὐρωπείᾳ τὴν Ἀθηνᾶν ἐσπαρκέναι τοὺς ὀδόντας φησίν· ὁ δὲ Ἀνδροτίων σπαρτοὺς αὐτοὺς φησί, διὰ τὸ ἀκολουθήσαντας αὐτοὺς ἐκ Φοινίκης Κάδμῳ σπορά‐ | |
5 | δην οἰκῆσαι. | |
30 | Tzetz. ad Lycophr. 1206: Ἀνδροτίων δὲ ὁ ἱστο‐ ρικὸς μετὰ σποράδων τινῶν φησὶ τὸν Κάδμον εἰς Θή‐ βας ἐλθεῖν. | |
31 | Schol. ad Homer. Od. Λ, 271: Λάϊος, ὁ Οἰδί‐ ποδος πατὴρ, παρὰ Φοίβου μαντείαν λαβὼν, ὅτι τικτό‐ μενος παῖς ἀπ’ αὐτοῦ ἀναιρεῖ αὐτὸν, Ἰοκάστην γήμας, γεννᾷ Οἰδίποδα, καὶ τοῦτον ἐκτίθησι Σικυῶνι. Οἱ δὲ | |
5 | ἱπποφορβοὶ ἀναλαβόντες ἔτρεφον αὐτόν. Ἡλικίας δὲ γε‐ νόμενος ὁ Οἰδίπους ἦλθεν εἰς Θήβας, ἐπιζητῶν τοὺς γο‐ νέας. Ἀποκτείνας δὲ ἀκουσίως τὸν πατέρα, λαμβάνει πρὸς γάμον, οὐκ εἰδὼς, τὴν μητέρα, ἐπιλυσάμενος τὸ τῆς Σφιγγὸς αἴνιγμα, τὸ λέγον, τί δίπους, τί τρίπους, | |
10 | τί τετράπους. (Καὶ λέγομεν, ὅτι τὸ δίπους ἐστὶν ὁ ἄνθρωπος, τὸ τρίπους γέρων βαστάζων βακτηρίαν, καὶ τὸ τετράπους τὸ νήπιον τὸ συρόμενον.) Γίνεται δὲ ἐκ τούτων Ἐτεοκλῆς καὶ Πολυνείκης, καὶ θυγα‐ τέρες Ἀντιγόνη καὶ Ἰσμήνη. Ὕστερον δὲ ἡ Ἰοκάστη | |
15 | ἐπιγνοῦσα, ὅτι τῷ παιδὶ παρεμίγη, ἑαυτὴν ἀνήρτη‐ σεν. Ὁ δὲ Οἰδίπους, ἐκπεσὼν ὑπὸ Κρέοντος, ἦλθεν εἰς τὴν Ἀττικὴν, καὶ ᾤκησεν Ἱππέα Κολωνὸν καλούμε‐ νον, καὶ ἱκέτευεν ἐν τῷ ἱερῷ τῶν θεῶν, Δήμητρος, καὶ Πολιούχου Ἀθηνᾶς καὶ Διός. Ἀγόμενος (δὲ) ὑπὸ Κρέον‐ | |
20 | τος ἔσχεν ἀπιστεῖν Θησέα. Τελευτῶν δὲ ὁ Οἰδίπους διὰ γῆρας παρεκάλεσε τὸν Θησέα, μηδενὶ τῶν Θη‐ βαίων δεῖξαι τὸν τάφον. Ἐθελῆσαι γὰρ αὐτὸν καὶ νεκρὸν αἰκίσασθαι. Ἡ ἱστορία παρὰ Ἀνδροτίωνι. | |
32 | Schol. Sophocl. Oed. Col. 744: Αὐτόθι φασὶ Ποσειδῶνα πρῶτον ἵππους ζεῦξαι καὶ χα‐ λινῶσαι. ... Ὁ γὰρ Κολωνὸς ἱππεὺς ὠνομάσθη παρ’ ἃς ἐξεθέμην αἰτίας κατὰ Ἀνδροτίωνα. | |
33 | Pausan. X, 8: Καταστήσασθαι δὲ συνέδριον ἐν‐ ταῦθα Ἑλλήνων οἱ μὲν Ἀμφικτύονα τὸν Δευκαλίω‐ νος νομίζουσι, καὶ ἀπὸ τούτου τοῖς συνελθοῦσιν ἐπί‐ κλησιν Ἀμφικτύονας γενέσθαι. Ἀνδροτίων δὲ ἐν τῇ | |
5 | Ἀτθίδι ἔφη συγγραφῇ, ὡς τοεξαρχῆς ἀφίκοντο ἐς Δελ‐ φοὺς παρὰ τῶν προσοικούντων συνεδρεύσοντες· καὶ ὀνομασθῆναι μὲν Ἀμφικτίονας τοὺς συνελθόντας, ἐκνικῆσαι δὲ ἀνὰ χρόνον τὸ νῦν σφισιν ὄνομα. | |
34 | Schol. Sophocl. Oed. Col. 1046 (1108): Ἀν‐ | |
δροτίων μὲν οὖν γράφει, οὐ τὸν Εὔμολπον εὑρεῖν [τὴν] μύησιν, ἀλλ’ ἀπὸ τούτου Εὔμολπον πέμπτον γεγο‐ νότα. Εὐμόλπου γὰρ γενέσθαι Κήρυκα, τοῦ δὲ Εὔ‐ | 374 | |
5 | μολπον, τοῦ δὲ Μουσαῖον τὸν ποιητὴν, τοῦ δὲ Εὔ‐ μολπον, τὸν καταδείξαντα τὴν μύησιν, καὶ ἱεροφάν‐ την γεγονότα. | |
35 | Steph. Byz.: Τετράπολις, τῆς Ἀττικῆς ... Ἀνδρο‐ τίων δὲ τετραπόλιδός φησι διὰ τοῦ δ. | |
36 | Aelian. V. H. VIII, 6: Τῶν ἀρχαίων φασὶ Θρᾳκῶν μηδένα ἐπίστασθαι γράμματα. Ἀλλὰ καὶ ἐνόμιζον αἴσχιστον εἶναι πάντες οἱ τὴν Εὐρώπην οἰκοῦντες βάρβαροι, χρῆσθαι γράμμασιν· οἱ δὲ ἐν τῇ Ἀσίᾳ, ὡς | |
5 | λόγος, ἐχρῶντο αὐτοῖς μᾶλλον. Ἔνθεν τοι καὶ τολ‐ μῶσι λέγειν, μηδὲ τὸν Ὀρφέα σοφὸν γεγονέναι Θρᾷκα ὄντα, ἀλλ’ ἄλλως τοὺς μύθους αὐτοῦ κατεψεῦσθαι. Ταῦτα Ἀνδροτίων λέγει, εἴ τῳ πιστὸς ὑπὲρ τῆς ἀγραμ‐ ματίας καὶ ἀπαιδευσίας Θρᾳκῶν τεκμηριῶσαι. | |
37 | Tzetzes ad Lycophr. 495: Ὁ Αἰγεὺς Ἀθηναῖος καὶ γηγενὴς ἀπὸ Ἐρεχθέως. Τινὲς δὲ καὶ τοῦτον ἕνα λέγουσι τῶν ἀναδοθέντων ἐκ τῶν ὀδόντων τοῦ δρά‐ κοντος τοῦ ἐν Θήβαις, ὡς καὶ Ἀνδροτίων. | |
38 | Schol. Villois. B Iliad. Ν, 685: Ἄλλοι εἰσὶ παρὰ τοὺς Ἴωνας, Ἰάονες. Φησὶ γὰρ Ἀνδροτίων, ὅτι στήλην ἔστησαν ἐπὶ Λακεδαίμονος, διορίσαντες οὕτως· Τάδ’ ἐστὶν οὐχὶ Πελοπόννησος, ἀλλ’ Ἰάονες. Ἴωνες δὲ | |
5 | ἐκ τοῦ ἑτέρου μέρους οὕτως· τάδ’ ἐστὶν οὐκ Ἰάονες, ἀλλὰ Πελοπόννησος. Ὥστε τοὺς μὲν ἔνθεν εἶναι, τοὺς δὲ ἐκεῖθεν. | |
39 | Aristid. t. III.: Οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν; οὐ Πυθαγόραν πάλιν; οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε; λέγω δὴ τοὺς σοφούς. | |
40 | Plutarch. Solon. c. 15: Καίτοι τινὲς ἔγραψαν, ὧν ἐστιν Ἀνδροτίων, οὐκ ἀπο‐ κοπῇ χρεῶν, ἀλλὰ τόκων μετριότητι κουφισθέντας ἀγαπῆσαι τοὺς πένητας, καὶ σεισάχθειαν ὀνομάσαι | |
5 | τὸ φιλανθρώπευμα τοῦτο, καὶ τὴν ἅμα τούτῳ γενο‐ μένην τῶν τε μέτρων ἐπαύξησιν, καὶ τοῦ νομίσματος ἐς τιμήν. | |
41 | Athen. IX, 4: Ἦν παλαιὸς νόμος, ὥς φησιν Ἀνδροτίων, τῆς ἐπιγονῆς ἕνεκα τῶν θρεμμάτων, μὴ σφάττειν πρόβατον ἄπεκτον ἢ ἄτοκον· διὸ τὰ ἤδη τέλεια ἤσθιον. ... Καὶ νῦν δὲ τὴν τῆς Ἀθηνᾶς ἱέρειαν | |
5 | ἔθος οὐ θύειν ἀμνήν. | |
42 | Schol. Arist. Acharn. 253: Οἱ Παλληνεῖς δῆμός | |
ἐστι τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυ‐ ραννεῖν, καὶ Ἀθηναίοις ἀμυνομένοις αὐτὸν πόλεμος συνέστη. ... Μέμνηται δὲ τούτου καὶ Ἀνδροτίων καὶ | 375 | |
5 | Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. | |
43 | Schol. Arist. Vesp. 941: Θουκυδίδης Μιλησίου υἱὸς Περικλεῖ ἀντιπολιτευσάμενος. ... Θεόπομπος μέν‐ τοι, ὁ ἱστορικὸς, τὸν Πανταίνου φησὶν ἀντιπολιτεύ‐ σασθαι Περικλεῖ, ἀλλ’ οὐκ Ἀνδροτίων, ἀλλὰ καὶ αὐ‐ | |
5 | τὸς τὸν Μιλησίου. | |
44 | Marcellin. De vita Thuc.: Τέταρτος ἄλλος Θουκυ‐ δίδης, ποιητὴς, τὸν δῆμον Ἀχερούσιος· οὗ μέμνηται Ἀνδροτίων ἐν τῇ Ἀτθίδι, λέγων εἶναι πατρὸς Ἀρί‐ | |
5 | στωνος. | |
44a | Schol. Aristid. III, ad verba [ἐπὶ μὲν Σάμῳ δέκα‐ τος αὐτὸς στρατηγῶν sc. Περικλῆς]: Τῶν δέκα στρα‐ τηγῶν τῶν ἐν Σάμῳ τὰ ὀνόματα κατ’ Ἀνδροτίωνα· | |
5 | Σωκράτης Ἀναγοράσιος, Σοφοκλῆς ἐκ Κολωνοῦ ὁ ποιη‐ τὴς, Ἀνδοκίδης Κυδαθηναιεὺς, Κρέων Σκαμβωνίδης, Περικλῆς Χολαργεὺς, Γλαύκων ἐκ Κεραμέων, Καλλί‐ στρατος Ἀχαρνεὺς, Ξενοφῶν Μελιτεύς. | |
45 | Schol. Sophocl. Oed. Col. 697: Λακεδαιμόνιοι ἐμβαλόντες ἐν τῇ Ἀττικῇ δέκα μυριάσι Πελοποννη‐ σίων καὶ Βοιωτῶν, ἡγουμένου Ἀρχιδάμου τοῦ Ζευξι‐ δάμου Λακεδαιμονίων βασιλέως, ἀπέσχοντο τῶν λε‐ | |
5 | γομένων μορίων Ἀθηνᾶς, ὡς καὶ Ἀνδροτίων φησί. | |
46 | Schol. Arist. Nub. 549 sqq.: Ἀνδροτίων φησὶν αὐτὸν (Κλέωνα) ἐπὶ Ἀλκαίου τεθνάναι. ... Κλέων ἀποθνήσκει ἐπὶ Ἀμινίου. Πρὸ τούτου δὲ Ἴσαρχος, ἐφ’ οὗ αἱ Νεφέλαι εἰσήχθησαν. Ὁ μέντοι Ἀνδροτίων ἐπὶ | |
5 | Ἀλκαίου, τοῦ μετὰ Ἀμινίαν, τὸν Κλέωνα δυσὶν ὕστε‐ ρον ἔτεσι τεθνάναι τῆς τῶν Νεφελῶν διδασκαλίας. | |
47 | Schol. Arist. Av. 13: Πρὸ ἐτῶν δύο κακῶς περὶ Μαντίνειαν ἀπήλλαξαν (οἱ Ἀθηναῖοι), ὡς καὶ τοὺς στρατηγοὺς ἀποβαλεῖν Λάχητα καὶ Νικόστρατον | |
48 | Schol. Lucian. Tim. 30: Ὑπέρβολος, ὡς Ἀν‐ δροτίων φησὶν, Ἀντιφάνους ἦν, ὃν ὠστρακίσθαι διὰ φαυλότητα. | |
49 | Pausan. VI, 7: Τὰ δὲ ἐς τοῦ Δωριέως τὴν τελευ‐ τὴν ἔστιν ἐν τῇ συγγραφῇ τῇ Ἀτθίδι Ἀνδροτίωνι εἰ‐ ρημένα· εἶναι μὲν τηνικαῦτα ἐν Καύνῳ τὸ βασιλέως ναυτικὸν, καὶ Κόνωνα ἐπ’ αὐτῷ στρατηγὸν, Ῥοδίων | |
5 | τε τὸν δῆμον πεισθέντα ὑπὸ τοῦ Κόνωνος ἀπὸ Λακε‐ δαιμονίων μεταβαλέσθαι σφᾶς ἐς τὴν βασιλέως καὶ Ἀθηναίων συμμαχίαν, Δωριέα δὲ ἀποδημεῖν μὲν τότε ἐκ Ῥόδου περὶ τὰ ἐκτὸς Πελοποννήσου χωρία, συλ‐ ληφθέντα δὲ ὑπὸ ἀνδρῶν Λακεδαιμονίων αὐτόν· καὶ | |
10 | ἀναχθέντα ἐς Σπάρτην, ἀδικεῖν τε ὑπὸ Λακεδαιμο‐ νίων καταγνωσθῆναι, καὶ ἐπιβληθῆναί οἱ θάνατον ζη‐ μίαν. Εἰ δὲ τὸν ὄντα εἶπεν Ἀνδροτίων λόγον, ἐθέλειν μοι φαίνεται Λακεδαιμονίους ἐς τὸ ἴσον ἔτι Ἀθη‐ ναίοις καταστῆσαι, ὅτι καὶ Ἀθηναίοις ἐς Θράσυλλον | |
15 | καὶ τοὺς ἐν Ἀργινούσαις ὁμοῦ τῷ Θρασύλλῳ στρατη‐ γήσαντας προπετείας ἐστὶν ἔγκλημα. | |
49a | Schol. Aristid.: Τριακόσιοι ἦσαν οἱ φυγάδες, ὡς Ἀνδροτίων φησιν. | |
50 | Ulpian. ad Demosth. leptin. 41: Περὶ ταύτης τῆς μάχης Ὑπερίδης | |
εἴρηκε. ... Καὶ παρὰ Ἐφόρῳ καὶ Ἀνδροτίωνι ἱστο‐ ρεῖται, ὡς ἐνίκησαν τοὺς Ἀθναίους Λακεδαιμόνιοι | 376 | |
5 | σφόδρα. | |
51 | Pollux VIII, 10: Γνώριμα δικαστήρια ἡ Ἡλιαία ... τὸ Μητίχου κάλλιον, οὗ μνημονεύει Ἀν‐ δροτίων. ... Τὸ δὲ Μητίχου δικαστήριον μέγα οὕτω κληθὲν ἀπὸ ἀρχιτέκτονος Μητίχου, ἐδίκαζον δὲ οἱ | |
5 | ὑπὲρ τριάκοντα ἔτη, ἐκ τῶν ἐπιτίμων καὶ μὴ ὀφει‐ λόντων τῷ δημοσίῳ. | |
52 | Stephan. Byz.: Αἰτωλία. ... Ἔστι καὶ Αἰτωλία πόλις Πελοποννήσου, ἣν συγκαταλέγει ταῖς Λακωνι‐ καῖς πόλεσιν Ἀνδροτίων ἐν Ἀτθίδος. | |
53 | Steph. Byz.: Βολισσὸς, πόλις Αἰολικὴ ἐπ’ ἄκρου, Χίου πλησίον. ... Ἀνδροτίων δὲ δι’ ἑνὸς ς γράφει. | |
54 | Steph. Byz.: Ἐπαρίται, ἔθνος Ἀρκαδίας. ... Περὶ δὲ τοῦ ἔθνους Ξενοφῶν καὶ Ἔφορος καὶ Ἀνδροτίων φασίν. | |
55 | Stephan. Byz.: Θυρέα ... Ἔστι καὶ Ἀκαρνανίας Θυρίον διὰ τοῦ ι. Τὸ ἐθνικὸν Θυριεὺς, ὡς Σουνιεύς. Ἀνδροτίων δὲ Θούριός φησι. | |
56 | Stephan. Byz.: Ἰτέα, δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ὁ δημότης Ἰτεαῖος. Ἀνδροτίων δὲ τρισυλλα‐ βῶς ἔφη. | |
57 | Stephan. Byz.: Κρωπία, δῆμος τῆς Λεοντίδος φυλῆς. ... Ἀνδροτίων δὲ Κρῶπάς φησι τὸν δῆμον. | |
58 | Steph. Byz.: Οἰνοῦς, πολίχνιον Λακωνικῆς, ὡς Ἀνδροτίων καὶ Δίδυμος. | |
59 | Etym. M. v.: Βρισαῖος, οὕτως ὁ Διόνυσος· καὶ εἰ μὲν διὰ τοῦ ι, παρὰ τὸ βρίζειν ἐστὶν, ὁ ὁρμητικός· εἰ δὲ διὰ τοῦ η, ἀπὸ ἄκρας Λεσβιακῆς Βρήσης, ἧς μέμνηται Ἀνδροτίων· ὅτι τὸ ἱερὸν τοῦ θεοῦ ἐν τῇ | |
5 | Βρίσῃ φησὶν ἱδρῦσθαι ὑπὸ Μάκαρος. | 377 |