TLG 1121 001 :: ANAXIMENIS MILESII EPISTULAE :: Epistulae ANAXIMENIS MILESII EPISTULAE Epist. Epistulae Citation: Epistle — (line) | ||
1(t) | Ἀναξιμένης Πυθαγόρῃ | |
1 | Θαλῆς Ἐξαμίου ἐπὶ γήρως οὐκ εὐπότμως οἴχεται· εὐφρόνης, ὥσπερ ἐώθει, ἅμα τῇ ἀμφιπόλῳ προϊὼν ἐκ τοῦ αὐλίου τὰ ἄστρα ἐθηεῖτο, καὶ (οὐ γὰρ ἐς μνήμην ἔθετο) θηεύμενος ἐς τὸ κρημνῶδες ἐκβὰς καταπίπτει. | |
---|---|---|
5 | Μιλησίοισι μέν νυν ὁ αἰθερολόγος ἐν τοιῷδε κεῖται τέλει· ἡμέες δὲ οἱ λεσχηνευταὶ αὐτοί τε μεμνώμεθα τοῦ ἀν‐ δρός, οἵ τε ἡμέων παῖδές τε καὶ λεσχηνευταί, ἐπιδε‐ ξιοίμεθα δ’ ἔτι τοῖς ἐκείνου λόγοις. ἀρχὴ μέντοι παν‐ τὸς τοῦ λόγου Θαλῆ ἀνακείσθω. | |
2(t) | Ἀναξιμένης Πυθαγόρῃ. | |
1 | Εὐβουλότατος ἦς ἡμέων, μεταναστὰς ἐκ Σάμου ἐς Κρότωνα ἐνθάδε εἰρηνέες. οἱ δὲ Αἰακέος παῖδες ἄλαστα κακὰ ἔρδουσι καὶ Μιλησίους οὐκ ἐπιλείπουσι αἰσυμνῆται. δεινὸς δὲ ἡμῖν καὶ ὁ Μήδων βασιλεύς, οὐκ ἤν γε ἐθέλω‐ | |
5 | μεν δασμοφορέειν, ἀλλὰ μέλλουσι δὴ ἀμφὶ τῆς ἐλευθερίης ἁπάντων Ἴωνες Μήδοις κατίστασθαι ἐς πόλεμον· κα‐ ταστᾶσι δὲ οὐκέτι ἐλπὶς ἡμῖν σωτηρίης. κῶς ἂν οὖν Ἀναξιμένης ἐν θυμῷ ἔτι ἔχοι αἰθερολογέειν, ἐν δείματι ἐὼν ὀλέθρου ἢ δουλοσύνης; σὺ δὲ εἶ καταθύμιος μὲν | |
10 | Κροτωνιήτῃσι, καταθύμιος δὲ καὶ τοῖσι ἄλλοισι Ἰτα‐ λιώτῃσι· φοιτέουσι δέ τοι λεσχηνευταὶ καὶ ἐκ Σικε‐ | |
λίης. | 106 |