TLG 1118 002 :: Pseudo–DIOSCORIDES :: De iis, quae virus ejaculantur, animalibus libellus, in quo et de rabioso cane (= Theriaca)

Pseudo–DIOSCORIDES Med., Pseudo–Dioscurides Pedianus
(p. A.D. 1)

Cf. et DIOSCORIDES PEDANIUS Med. (0656)

De iis, quae virus ejaculantur, animalibus libellus, in quo et de rabioso cane (= Theriaca)

Source: Sprengel, K. (ed.), Pedanii Dioscoridis Anazarbei, vol. 2 [Medicorum Graecorum opera quae exstant (ed. C.G. Kühn), vol. 26.2] Leipzig: Knobloch, 1830: 42–91.

Citation: Section — (line)

t

[ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ] ΠΕΡΙ ΙΟΒΟΛΩΝ, ΕΝ Ωι ΚΑΙ ΠΕΡΙ
ΛΥΣΣΟΝΤΟΣ ΚΥΝΟΣ.

Pr

(t)

ΤΟ ΠΡΟΟΙΜΙΟΝ.
1Τὸν μὲν περὶ τῶν ἰοβόλων ζώων καὶ θανασίμων φαρμάκων λόγον προτιθέμεθα διελθεῖν εἰς συμπλήρωσιν τοῦ θεραπευτι‐ κοῦ τρόπου Καὶ γὰρ οὐδενὸς τῶν ἄλλων ἧσσον ἀναγ‐
καῖόν ἐστι τοῖς ἰατρεύουσιν· ἐπειδήπερ καὶ κινδύνων καὶ42
5περιωδυνιῶν καὶ ἀλγηδόνων καὶ πλείστων ἄλλων κακῶν ἀπαλλάσσεσθαι τοὺς ἀνθρώπους συμβαίνει διὰ τῶν ἐν αὐτῷ παραδιδομένων. Κατὰ δὲ τῶν ἀνωτάτω μερίζεται διχῆ, καθάπερ ἐν ἀρ‐ χῇ προαναπεφώνηται· καὶ ὁ μὲν περὶ τῶν ἰοβόλων προς‐
10αγορεύεται θηριακός· ὁ δὲ περὶ τῶν θανασίμων ἀλεξιφάρμα‐ κος, ὃν τάξαντες δὴ προδείξομεν τὰ εἰωθότα παρακολου‐ θεῖν· τά τε δυνάμενα βοηθεῖν πρὸς ἕκαστον αὐτῶν. Δεῖ δὲ πάντα πρόχειρα τὸν τεχνίτην ἔχειν, διὰ τὸ κατεπείγειν πολ‐ λάκις τὴν χρείαν· ὀλίγα μὲν γὰρ καὶ τῶν ἰοβόλων καὶ τῶν
15θανασίμων σχολαίους καὶ ἐξ ἀναβολῆς φέρει τοὺς κινδύνους, τὰ πολλὰ δὲ εὐθέως· καὶ οἱ δι’ ἔμφυτον πονηρίαν ἐπιβου‐ λεύοντες ἑτέροις ἀνυπέρθετον τὸ κακὸν ἀπεργάζεσθαι βούλον‐ ται· καὶ οἱ διὰ μοχθηρὰν συνείδησιν ἢ χαλεπὴν περίστασιν ἑκουσίως προςενεγκάμενοι θανάσιμα, εἶτα φωραθέντες ἢ με‐
20τανοήσαντες, ὀξυτάτης δέονται βοηθείας· καὶ πολέμιοι δὲ τόξα χρίοντες καὶ βέλη, καὶ φρέατα καὶ πηγὰς δηλητηρίοις διαφθείροντες φαρμάκοις, ἀνυπέρθετον μηχανῶνται τοῖς ἐναν‐ τίοις τὸν θάνατον. Ἐφ’ ὧν δὲ οὐκ εὐθὺς, ἀλλ’ ἐςύστερον ἀπαντᾷν τὸ κακὸν πέφυκεν, εἰ μὴ παραχρῆμα προ‐43
25ληφθείη τοῖς βοηθήμασιν, ἀνόνητος ἡ εἰςαῦθις ἐπικουρία, τῆς φθοροποιοῦ δυνάμεως καταδραξαμένης τῶν σωμάτων. Διόπερ, οὐχ ὅπως ἔτυχε καὶ τὴν ἐν τούτοις ποιητέον ἐντρέ‐ χειαν, ἵνα, ὅπερ ἐν τοῖς ἄλλοις, τοῦτο καὶ ἐνταῦθα ἡ τέχνη παρέχῃ τοῖς ἀνθρώποις τὴν σωτηρίαν. Παρὰ μὲν οὖν
30τοῖς ἀρχαίοις τοῦ θεραπευτικοῦ μέρους ὑπελαμβάνετο οὗτος ὁ τρόπος· οἱ δὲ νεώτεροι αὐτὸν ἐχώρισαν, προφυλακὴν καὶ προφυλακτικὸν ὀνομάζοντες· τοῦ δὲ ὑγιεινοῦ καὶ τοῦ θερα‐ πευτικοῦ μέσον τάξαντες, μικρᾷ καὶ παντάπασιν ἐπιπολαίῳ πλανηθέντες πιθανότητι. Φασὶ γὰρ γίνεσθαι τρεῖς καταστά‐
35σεις τοῖς ἀνθρωπίνοις σώμασι· μίαν μὲν, καθ’ ἣν ὑγιαίνου‐
σι· ἑτέραν δὲ, καθ’ ἣν νοσοῦσι· τρίτην δὲ μέσην ἑκατέρων, καθ’ ἣν δοκοῦσι μὲν ὑγιαίνειν, εὐεμπτώτως δὲ εἰς τὰ πάθη καὶ τοὺς κινδύνους ἔχουσι, διά τινα φθοροποιὸν ἐγκειμένην τοῖς σώμασι δύναμιν· ὡς ἐπὶ τῶν ὑπὸ κυνὸς λυσσῶντος δεδηγμέ‐44
40νων θεωρεῖται, καὶ μήπω περιπεπτωκότων ὑδροφόβῳ· καὶ τῶν κανθαρίδας εἰληφότων, μήπω δὲ περιωδυνομένων ἢ δυςου‐ ρούντων. Ἀναλόγως οὖν ταύταις ταῖς τρισὶ καταστάσεσιν εἰς τρία διῃρῆσθαι (φασὶ) τὴν τέχνην· εἴς τε τὸ ὑγιεινὸν, ὃ δὴ τηρητικόν ἐστι τῆς ὑγείας, καὶ εἰς τὸ προφυλακτικὸν,
45ὅπερ κωλυτικόν ἐστι τῆς εἰς τὰς νόσους ἐμπτώσεως, καὶ εἰς θεραπευτικὸν, δι’ οὗ λύεται τὰ πάθη. Ῥητέον δὲ πρὸς αὐτούς· πρῶτον μὲν, ὅτι κατὰ τὴν ἐπιβολὴν ταύτην οὐχὶ τρεῖς καταστάσεις περὶ τὸ σῶμα, ἀλλὰ τέσσαρες εἶναι λέγονται· ὡς γάρ εἰσί τινες, οἱ μήπω

Pr

(50)

μὲν νοσοῦντες, ἐπιτηδείως δὲ πρὸς τοῦτο διακείμενοι διὰ τὴν ἐπικειμένην αἰτίαν, οὕτως εἰσί τινες, οἱ μηκέτι νοσοῦντες,
μήπω δὲ τὴν ὑγείαν εἰληφότες· ὅπερ ἰδεῖν ἐστιν ἐπὶ τῶν ὑπο‐ γυίως ἀπηλλαγμένων τῆς νόσου, ἀναλήψεως δὲ καὶ ῥώσεως δεομένων· ἀλλ’ ὅνπερ τρόπον ἡ ἐπιμέλεια τοῦ θεραπευτικοῦ45
55μέρους τῆς τέχνης ἐστὶ, τὸν αὐτὸν τρόπον καὶ τὸ προφυ‐ λακτικὸν ὑπὸ τούτῳ τετάχθαι προςήκει· βοηθήμασι γὰρ χρώ‐ μεθα καὶ τοῖς σφοδροτάτοις ἐν τῇ προφυλακῇ, κατασχάσμα‐ τι βαθυτέρῳ, καὶ καύσεσι, καὶ περικοπῇ, καὶ δηκτικοῖς ἐπι‐ θέμασι, καὶ προποτισμοῖς, καὶ ἄλλοις πλείοσιν· ἀλλά γε οὕ‐
60τως εἰσί τινες ἀγνώμονες, ὡς μηδὲ βοηθήματα καλεῖν τὰ προφυλακτικά· οὐ ῥᾴδιον εἰπεῖν καθ’ ὅν τινα λόγον· καὶ τὸ ὄνομα μὲν γὰρ προφυλακὴ, καὶ ὁ τῆς ἐνεργείας δὲ τρόπος τοῦτο αὐτὸ πάντως βοήθημα ἀποδείκνυσι· πῶς δὲ οὐχ ὑπο‐ τάσσουσι τῇ διαιρέσει καὶ τοὺς ἐν ταῖς λοιμικαῖς περιστάσε‐
65σιν, οὔπω μὲν ἑαλωκότας πάθει, διακειμένους δὲ πρὸς τοῦτο ἐπιτηδείως πως διὰ τὴν ἐκ τοῦ περιέχοντος ἀφορμήν; Εἴποι δ’ ἄν τις, καὶ τὴν τῶν ὑγιεινῶν παραγγελιῶν ἀγωγὴν οὐδὲν ἕτερον ἢ προφυλακτικὸν ὑπάρχειν· δυςπαθῆ γὰρ τὰ σώματα καὶ στερεὰ παρασκευάζειν πειρώμεθα, χάριν τοῦ δυςάλωτα
70γενέσθαι ταῖς νόσοις· τὸ δὲ κυριώτατον ῥητέον ἐστὶ, τὰ μέρη τῆς ἰατρικῆς οὐχὶ ταῖς καταστάσεσι τοῦ σώματος δεῖν διῃρῆ‐ σθαι, ἀλλὰ φυσιολογεῖν διὰ τὸ σημειωτικὸν ἰδίᾳ ἕκαστον τῶν ἄλλων, ὡς ἐν τοῖς οἰκείοις τόποις ὑποδείκνυμεν. Πρὸς τούτους μὲν οὖν οὐ πλείονα ῥητέον. Ἐκεῖνο δὲ μᾶλλον πα‐46
75ρασημειωτέον, ὅτι καλεῖται μὲν ἀναιτιολόγητα τὰ ἀπὸ τῶν ἰοβόλων ζώων καὶ τὰ ἀπὸ τῶν θανασίμων συμβαίνοντα φαρ‐ μάκων. Διὰ τοῦτό γε καὶ παρατηρητικῆς τυγχάνει ἀνα‐ λογητικῆς τε τέχνης προςπεσούσης ἀπόρημα, καθ’ ἣν δὴ ὁ λόγος πεπίστευται· οὐδὲ γὰρ ἐν τῷ καθάπαξ τοῦτο ἦν ἀλη‐
80θές· ἀλλ’ ἀεὶ τὸ παρέλκον καὶ μηδεμίαν χρείαν ἐπί τινα τῶν ἔργων παρεχόμενον, δυστόχαστον, καὶ τελέως ἀναιτιο‐ λόγητον ὑπάρχει κατὰ τὰς ἰδιότητας· τοῦτο δὲ ἐπὶ τῶν θα‐ νασίμων φαρμάκων καὶ τῶν ἰοβόλων ζώων εἰωθὸς ἀποβαί‐ νειν. Τὸ μέντοι εὔχρηστον εἰς τὰ ἔργα καὶ τὸ παρέχον
85τὰς τοῦ θεραπεύειν ἀφορμὰς, οὔτ’ ἀκατάληπτόν ἐστιν, οὐτ’
ἀναιτιολόγητον· καὶ μᾶλλόν τις ὁρμώμενος ἀπ’ αὐτοῦ, πίστιν καὶ παῤῥησίαν ἔχειν διεβεβαιώσατο περὶ τῆς καταλήψεως τῶν ἀδήλων· διαφέρουσι γὰρ ταῖς αἰσθήσεσιν ἀπὸ τῶν ἰδίων, διὰ τὴν σμικρότητα, καταλήψεως δὲ ἐναργοῦς ἐξ ἀλλήλων τυγ‐47
90χάνουσιν· ἱκανῶς δὲ ἐφώδευσε τοὺς τρόπους Διοκλῆς ἐν τῷ πρὸς Πλείσταρχον ὑπομνήματι, γράφων ταῦτα κατὰ λέξιν. Γνοίη δ’ ἄν τις τοῦτο καὶ ἐπ’ ἄλλων οὐκ ὀλίγων καὶ ἐπὶ τῶν ἐχιδνῶν καὶ σκορπίων καὶ ἑτέρων τοιούτων, ἀτενίσας δὲ ὡς ἄδηλα καὶ μικρὰ τὸ γένος ὄντα, μεγάλων αἴτια κινδύνων
95καὶ πόνων γίνεται· ὧν οὐδὲ ἰδεῖν ἔνια ῥᾴδιον παρά τινα σμικρότητα καὶ ἰσχὺν ἀπολειπομένην αὐτοῖς ἀπὸ τῶν ἄλλων θηρίων· ὁπηλίκον γάρ τι νομίζειν τὸ μέγεθος, ὅσον ἀπὸ τῆς πληγῆς, τοῦ σκορπίου καὶ τῶν ἄλλων τῶν τοιούτων τῇ σαρκὶ λυμαινομένων; ὧν τὰ μέν ἐστι ποιοῦντα πόνον ἰσχυ‐

Pr

(100)

ρὸν, τὰ δὲ σήποντα, τὰ δὲ κτείνοντα συντόμως· ἢ τὸ διὰ τοῦ φαλαγγίου δήγματος ἐνιέμενον καὶ ὅλον τὸ σῶμα δια‐ πονούμενον; οὐδὲ γὰρ ἂν διαγνῶναι τὸ μέγεθος αὐτῶν δύ‐
ναιτό τις, διὰ τὸ παντάπασιν εἶναι μικρόν. Ὅτι μὲν οὖν πρὸς τὰς διαθέσεις ταῦτά ἐστιν, ὡμολόγηται παρὰ πάντων·48
105ὅτι δὲ καὶ ἀκριβῶς κατείληπται, τῷ τὴν δύναμιν αὐτῶν γε‐ νέσθαι τινὰ φθοροποιὸν, ἥτις καταμιγνυμένη τοῖς σώμασιν αἰτία τῶν συμβαινόντων κακῶν γίνεσθαι συγκεχώρηται, καὶ τοῦτο πεπίστευται. Καὶ οὐδεὶς ἂν οὕτως εὑρεθείη φιλόνει‐ κος, ὡς ἄλλοθεν φῆσαι τὰς ὀχλήσεις καὶ οὐχὶ δι’ ὕλης φθο‐
110ροποιοῦ καθαπτομένης τῶν σωμάτων μόνων ἀπὸ μέρους συμπίπτειν. Τοῦτο δὲ ἦν τὸ πρὸς τὰ ἔργα τῆς τέχνης χρη‐ σιμεύοντα, κατὰ πᾶν ἔργον, τὸ ἔργον τοῦτο ποιούμενον ὑπαγορεύειν, ὥςτε ἡμᾶς μηδὲ βλάπτεσθαί τι κατὰ πάντα ὑπὸ τῆς κατὰ τὴν ἰδιότητα ἀκαταληψίας· τῆς κοινῆς αἰτίας
115καὶ τότε ἐνδείκνυσθαι δυναμένης, βεβαίως κατειλημμένης. Διὸ καὶ ὁ Ἐρασίστρατος, ἐπισκώπτων τὴν αὐθάδειαν τῶν ἐμπειρικῶν, αἰτίαν τοῖς ἀναιτιολογήτοις ἀνέθηκεν· οὐ συγχωρῶν αὐτοῖς, τὴν αἰτίαν τὴν ἐπαναβεβηκυῖαν καὶ καθο‐
λικὴν ἄληπτον ἐπὶ τῇ νόσῳ ὑπάρχειν· τῇ τε περὶ αἰτιῶν49
120γραφῇ ταύτην διαλαμπρύνων· τῷ τε μὴ λέγειν, ἐπὶ τίνων ἀρκούμεθα τῇ τετριμμένῃ θεραπείᾳ, οἷον ἐπὶ τῶν θηριο‐ δήκτων καὶ θανασίμων, ἢ ἐπὶ τῶν λοιπῶν ἀρκεσθησόμεθα τῇ παρατηρήσει, τῆς τῶν αἰτιῶν προςλήψεως χωριζόμενοι τελέως· πρῶτον μὲν κατὰ γένος οὐκ ἀκατάληπτά εἰσιν· ὅτι
125μὲν γὰρ δύναμις ὑπάρχει φθαρτικὴ καὶ τῶν ὑποκειμένων ἀλ‐ λοιωτικὴ, καὶ τούτων κατὰ γένος, οὐ μὴν κατ’ εἶδος ὑπογράφει θεραπείαν, δι’ ἧς ταῦτα ἀμβλυντέον καὶ κατ‐ εργαστέον. Ὅτι δέ φησιν· ἦλθέ τις ἐφ’ ὕδωρ γλυκὺ καὶ πότιμον, καὶ πρὸ τῆς παρατηρήσεως ἐπ’ ἔμετον, διάτασιν τοῦ πεπλη‐
130γότος ἢ δεδηγμένου μέρους ἀποθηλασμὸν, σικύας προςβο‐ λὴν, ἐκτομὴν καυτηρίων, φαρμάκων τὸ αὐτὸ δυναμένων ἐπί‐ θεσιν, τὸ τελευταῖον ἀποκοπὴν τοῦ μέρους, ἀνελογίσατο, τῶν πεφυκότων φαρμάκων εἰς τὴν ἐπιφάνειαν φέρεσθαί τινα,
τῇ ἐνιεμένῃ εἰς τὰ κατὰ βάθος ἐναντιοῦσθαι φθορᾷ. Ταῦτα50
135μὲν οὖν, δι’ ὧν εἴρηκεν Ἐρασίστρατος, πάντα εἴρηκε καλῶς καὶ τοῖς ἔργοις ἀκολούθως. Θαυμάζειν δέ ἐστιν ἐπὶ τῶν Μεθοδικῶν, οἵτινες οὐ συγχωροῦσιν, αἰτίαν εἶναι τὴν φθοροποιὸν ἐνιεμένην δύνα‐ μιν, τῶν ἀπ’ αὐτῆς γινομένων ὀχληρῶν, ἀλλὰ τρόπον μό‐
140νον, ἀνοήτως οὕτω τῷ ὀνόματι προςέχουσι· φθοροποιὸς γὰρ καὶ παρ’ αὐτοῖς ἄντικρυς ἡ ἐνιεμένη δύναμις προςαγο‐ ρεύεται· τὸ δὲ φθοροποιὸν εἶναί τι, αἰτίας, οὐκ ἄλλου τι‐ νὸς ἔργον ἐστίν. Φασὶ δὲ τὸ μὲν ὄνομα τὸ μάρσιππος καὶ τὸ ἀνακαλύπτειν τοῖς λοιποῖς πᾶσι παραπλήσιον ὑπάρχειν, ἐφ’ ὧν
145μέρη τινὰ τῶν λέξεων οὐχ ὅτι κατὰ δύναμιν, ἀλλὰ κατὰ ψι‐ λὴν περιείληπται τὴν ἐκφοράν· ἔν τε γὰρ τῷ μάρσιππος καὶ τῷ ἀνακαλύπτειν, ὡς τὰς κυρίας καὶ προηγουμένας οὐκ ἔχει σημασίας, οὕτω καὶ ἐν τῷ φθοροποιεῖν παρελκόντως καὶ οὐ κατὰ δύναμιν ἐντέτακται. Μεταβαίνουσι δὲ ἐνταῦθα

Pr

(150)

ἐπὶ τὰς τῶν αἰτίων διαφορὰς, καὶ λέγουσιν, ὅτι τῶν αἰ‐ τίων τινὰ μέν ἐστι τὰ προκατάρξαντα, ἃ ποιήσαντα πάθος χωρίζεται· οἷον κόπος καὶ ψύξις, ἔγκαυσις, καὶ τὰ παρα‐ πλήσια· τὰ δὲ συνεκτικὰ, διὰ τὸ ποιεῖν τὸ πάθος καὶ πα‐ ραμένειν, τουτέστιν, ὧν μὲν παρόντων τὰ ἀποτελέσματα πάρ‐51
155εστιν, αὐξανομένων δὲ αὔξεται, καὶ μειουμένων μειοῦται, καὶ παυσαμένων παύεται· καὶ αὐτοτελῆ δύναται εἶναι καθ’ ἑαυ‐ τὰ παραγινόμενα τῶν ἀποτελεσμάτων. Καὶ τοιαῦται μὲν τῶν αἰτίων αἱ δοκιμώταται διαφοραί· τὸ δὲ φθοροποιὸν οὐδεμιᾷ τούτων ὑποτάσσεσθαι πέφυκε· προκαταρκτικὸν μὲν
160γὰρ οὔκ ἐστιν, ἐπειδήπερ τὸ πάθος αὐτὸ παραμένει καὶ τοῦ σώματος οὐ χωρίζεται· συνεκτικὸν δ’ οὐκ ἂν λέγοιτο· πλεῖστον μὲν γὰρ τοῦτο πάρεστι, καθάπερ ὑπὸ λυσσῶντος κυνὸς δεδηγμένον γίνεται. Εἰ δὲ μὴ προκαταρκτικὸν γίνεται, μηδὲ συνεκτικὸν, οὐδὲ αὐτοτελὲς, οὐδὲ συναίτιον ἂν εἴη. Εἰ
165δὲ ἐκ μηδεμιᾶς διαφορᾶς τῶν αἰτίων ἄγειν δυνησόμεθα τὸ φθοροποιὸν, συγχωροῦμεν αὐτὸ μηδὲ αἴτιον ὑπάρχειν. Τοιού‐
των δὲ λεγομένων καὶ ὄντων, τὸ μέν τινα τῶν ὀνομάτων ἐν αὐτοῖς μὴ ἔχειν μέρη σημαντικὰ τῶν πραγμάτων, ἀλλὰ κατὰ ψιλὴν τὴν ἐκφορὰν πεποιημένα, συγχωρητέον. Ὅτι δὲ52
170μὴ πάντα ὑποληπτέον τοιαῦτα ὑπάρχειν, ἀλλὰ παντελῶς ὀλίγα· οὐδὲ τὸ ποιεῖν ἐν τῷ φθοροποιῷ παραπλησίως τοῖς παραλειφθεῖσιν ἐξενήνεγκται· κυριωτάτην δὲ ἔχει τὴν ση‐ μείωσιν· ὡς γὰρ τὸ τῆς φθορᾶς ὄνομα τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς σημαντικόν ἐστιν, οὕτω καὶ τὸ ποιεῖν παρα‐
175ληπτέον, μηδὲν ἐν τῷ φθορὰν ἔχειν δηλοῦν· τούτου δ’ οὗ περ ἐξακούουσι πάντες, τελέως ἄσημον γίνεται τοὔνομα, καὶ παραπλήσιον τῷ παιδὶ ἔχειν, δίψος. Εἰ διδόασιν, ἀπὸ τῆς φθορᾶς ὑγιεῖ γίνεσθαι τὴν νόσον, συγχωροῦσι δηλονότι καὶ ἐπὶ τοῦ ποιεῖν, εἰ μή τι φθορᾶς
180ἀπεργαστικόν ἐστι· πᾶν δὲ τὸ ποιοῦν καὶ ἀπεργαζόμενόν τι καθ’ ἕκαστον αἴτιον δείκνυται τῶν ὑποκειμένων ἐν τοῖς σώ‐ μασιν, ἐπί τε τῶν ἐνιεμένων καὶ θανασίμων φαρμάκων· ἀλλὰ
καὶ ὑποπίπτειν τί φασι ταῖς τῶν αἰτίων διαφοραῖς· πεπλά‐ νηνται δὲ κἀνταῦθα, διαίρεσιν ἀκριβῆ οὐκ εἰληφότες· λέγεται53
185δὲ καὶ παρὰ τοῖς δογματικοῖς αἴτιον ὑπάρχειν καὶ αὐτὸ κατὰ μέν τι παρασκευαστικὸν, κατὰ δέ τι συνεκτικόν· ὡς βουβώ‐ νων ἕλκος καὶ βουβώνων πυρετὸς, καὶ τὸ συνεφιστάμενον τῷ ἀποτελεσματικῷ, χωριζόμενόν τε ὡς πτῶμα κατάγματος· καὶ καθόλου δὲ, ὅταν τι κατὰ τὴν ἑαυτοῦ φύσιν αἴτιον ὑπάρχῃ,
190μὴ περιέχηται δὲ ἔν τινι διαιρέσει, μοχθηρὸν μὲν, οὐχὶ δὲ καὶ αἴτιον τῆς τῶν ὁμογενῶν περιγέγραπται φύσεως. Ὅτι δὲ τὸ φθοροποιόν ἐστιν αἴτιον, ἐλέγχεται μὲν καὶ ἀπὸ τοῦ ὀνόματος· δείκνυται δὲ ἐναργέστερον ἐπὶ τῶν συμβαινόντων. Τί γὰρ αἴτιον ὑπέλαβον εἶναι μετὰ τὴν ἐκ τοῦ δακέτου
195πληγὴν, ἢ τὴν ἐπιγινομένην ὑπὸ τοῦ ζώου δύναμιν, καὶ τὸν εἰς τὰ σώματα βαλλόμενον ἰόν; μήτε ψύξιν, μήτε ἔγκαυσιν, μήτε ἐκκοπὴν, μήτε ἀπεψίαν, μήτε ἀλλό τι παραπλήσιον ἔχοντες αἰτιᾶσθαι. Ἐπεὶ δὲ καὶ ταῖς διαφοραῖς χαίρουσι
τῶν αἰτίων, τὰ μὲν καλοῦντες συνεκτικὰ, τὰ δὲ προκα‐54

Pr

(200)

ταρκτικὰ, λεκτέον αὐτοῖς, ὅτι καθ’ ἕτερον δὴ τούτων αἴτιόν ἐστι· τὸ προκαταρκτικὸν ῥηθήσεται δὲ ἀπὸ τοῦ προάγειν τοῦ ἀποτελέσματος καὶ τοῦ προϋπόστασιν λαμβάνειν τοῦ σώ‐ ματος, συνεκτικὸν δὲ, ἐπειδὴ τῶν παθῶν παρόντων καὶ αὐτὸ πάρεστι, καὶ χωρισθέντος αὐτοῦ χωρίζεται καὶ τὰ συμ‐
205βαίνοντα περὶ αὐτό. Περὶ τούτων μὲν οὖν οὐ πλείω ῥητέον. Θετέον δὲ, δύναμιν ἔσωθεν φθοροποιὸν ἐναργεστάτην εἶναι αἰτίαν, καὶ τὸν προηγούμενον σκοπὸν τοῦτον ποιητέον· καὶ πρὸ μὲν τῆς κατασκήψεως τῶν παθῶν ποικίλως διαγωνιστέον, μέχρι τοῦ
210παντελῶς αὐτὴν ἀποσκευασθῆναι τῶν σωμάτων· τοῦτο μὲν, ὑπεξαιρουμένην, δι’ ὧν εἰςήει μερῶν· τοῦτο δὲ, κρατουμένην περὶ ἑνὶ, καὶ μάλιστα οὐ κυρίῳ τόπῳ, πρὶν εἰς τὸ βάθος ἀπελθεῖν καὶ σπλάγχνων ἅψασθαι· τοῦτο δὲ ἀποπλυνομένην ἢ ἐπικιρνωμένην, ἐπειδὰν φθάσῃ χωρεῖν διὰ τῶν σωμάτων·
215ὅτε μὲν οὖν ὑπέρζεσις αὐτοῖς, κομιδὴ ἐπὶ τῶν θανασίμων
φαρμάκων δι’ ἐμέτων γίνεται· ἐπὶ δὲ τῶν ἰοβόλων διὰ τοῦ κατασχασμοῦ, καὶ σικυῶν προςβολῆς, ἐκμυζήσεως καὶ περι‐ σαρκισμοῦ, ὅτε δὲ δι’ ἀκρωτηριασμοῦ· ἡ δὲ κατοχὴ καὶ διακρά‐ τησις διὰ κλύσιων καὶ διὰ δριμέων ἐπιθέσεως φαρμάκων· ταῦ‐55
220τα δὴ κρατεῖν ὁμοῦ καὶ ἀποπλύνειν δύναται τὸν ἰόν. Ἡ σβέσις δὲ καὶ ἡ ὑποκράτησις δι’ ἀκρατοποσίας ἀκράτου τε καὶ γλυ‐ κέως, ἢ καὶ ἐκ τῶν ἐναντίων δριμυφαγίας· ἐπὶ τέλει δὲ συν‐ εργεῖ τούτοις καὶ κάθαρσις κοιλίας καὶ ἱδρωτοποιΐα, καί τινα ἄλλα κοινῶς, καθὼς κατὰ μέρος ἐπιδείξομεν.
225 Δεῖ δὲ οὐ μόνον τὴν φθοροποιὸν ὕλην ποιεῖσθαι σκο‐ πὸν, ἀλλὰ καὶ τὸ μέγεθος αὐτῆς καὶ τὸν χρόνον· καὶ γὰρ παρὰ ταῦτα πλείστην ὅσην διαφορὰν τὰ βοηθήματα λαμβά‐ νει· παρὰ μὲν τὸ μέγεθος, ἐπειδήπερ τῶν δηλητηρίων καὶ τῶν ἰοβόλων, τὰ μὲν διεγερτικὰ κινδύνων γίνεται, τὰ δὲ ση‐
230πεδόνων βαθυτέρων ἢ ἐπιπολαιοτέρων, τὰ δὲ περιωδυνιῶν σφοδροτέρων ἢ ἀμυδροτέρων, τὰ δὲ ἄλλων δυςεργημάτων, ἧσσον ἢ μᾶλλον ὀχλούντων· δεῖ δὲ πρὸς τὰ κίνδυνον ἔχοντα
διὰ τῶν ἀγωνιστικωτέρων ἀγωνίζεσθαι βοηθημάτων, πρὸς δὲ τὰ ἥσσονα χαλεπὰ διὰ τῶν ἐπιεικεστέρων· ἄτοπον γὰρ, ἐπὶ56
235τῶν μειζόνων μικροτέροις, ἂν οὕτω τύχῃ, χρώμενον βοηθή‐ μασι, κινδύνῳ τὸν θεραπευόμενον περιβάλλειν, ἐπὶ δὲ τῶν μικροτέρων δι’ ἀποτόμου τῆς βοηθείας μάτην αἰκίσασθαι τὸ σῶμα. Πρόχειρος δὲ καὶ ὁ ἀπὸ τῶν χρόνων ἐστὶν ὁρισμός· ὁ
240μὲν γὰρ ὀξέως καὶ παραχρῆμα καὶ τὰς ὀχλήσεις καὶ τοὺς κινδύνους ἐπιφέρει· ὁ δὲ ἐξ ἀναβολῆς καὶ χρόνου πλείονος ἢ ἐλάττονος. Προςήκει τοίνυν, τοῖς μὲν ὀξέσι κατεσπευσμένως βοηθεῖν καὶ διὰ πολλῶν ὁμοῦ, τοῖς δὲ σχολαιοτέρως. Ταυτὶ μὲν οὖν, ὡς ἐν τεχνολογίᾳ, μετρίως ὥρισται· προάγωμεν δὲ
245ἑξῆς, ὡς ἐπὶ καταμέρος.

1

[Σημεῖα κυνὸς λυσσῶντος καὶ τῶν ὑπ’ αὐ‐ τοῦ δεδηγμένων.] Τὸν περὶ τῶν λυσσοδήκτων λόγον προε‐ τάξαμεν τῶν ἄλλων, ἐπεὶ καὶ τὸ ζῶον πολύ τε καὶ σύνηθές ἐστι, καὶ συνεχῶς ἁλίσκεται τῇ λύσσῃ ὁ κύων καὶ ἀπόλλυ‐
5ται, καὶ δυςφύλακτον καθέστηκε· καὶ ὁ ἀπ’ αὐτοῦ κίνδυνος
ἀπαραίτητός ἐστιν, εἰ μὴ πολλοῖς χρήσαιτο τοῖς βοηθήμασι. Λυσσᾷ δὲ ὁ κύων ὡς τὸ πολὺ μὲν ἐν τοῖς σφοδροτάτοις καύμασιν, ἐνίοτε δὲ ἐν τοῖς ἐφισταμένοις κρύεσι· λυσσήσας δὲ ἀποτρέπεται καὶ βρῶσιν καὶ πόσιν· καὶ φλέγμα πολὺ57
10ἀφρῶδες ἐκ τοῦ στόματος καὶ τῶν ῥινῶν προβάλλει· καὶ πονηρὸν βλέπει καὶ στυγνότερον τοῦ συνήθους· ἐφορμᾷ δὲ χωρὶς ὑλακῆς πᾶσιν ὁμοίως καὶ θηρίοις καὶ ἀνθρώποις, πᾶσί τι συνήθεσι καὶ ἀγνώστοις, δάκνων. Καὶ παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν ἐπιφέρει, πλὴν ὅσον ὀδύνην, τὴν ἐκ τοῦ
15τραύματος· ὕστερον δὲ ἐμποιεῖ πάθος τὸ καλούμενον ὑδρο‐ φοβικόν· συμπίπτει δὲ μετὰ σπασμῶν καὶ ἐρυθημάτων ὅλου τοῦ σώματος, μάλιστα δὲ ὅλου τοῦ προςώπου, καὶ μετὰ ἐφιδρώσεως καὶ ἀπορίας· καὶ τινὲς μὲν φεύγουσι τὴν αὐ‐ γὴν, τινὲς δὲ τρύχονται συνεχῶς· ἔνιοι δὲ ὑλακτοῦσιν, ὥς‐
20περ κύνες, καὶ δάκνουσιν ἐπιόντας· καὶ δάκνοντες αἴτιοι τοῦ αὑτῶν πάθους κατέστησαν. Τῶν δὲ ἐμπεσόντων εἰς τὸ πάθος μηδένα ἴσμεν περισωθέντα, εἰ μὴ καθ’ ἱστορίαν παρειλήφαμεν περιγενέσθαι ἕνα καὶ δεύτερον· καὶ γὰρ Εὔδη‐ μος περιγεγενῆσθαί τινά φησι· καὶ Θεμίσωνα οἱ μὲν λέγουσι58
25τῷ πάθει δηχθέντα περιπεσεῖν, καὶ σωθῆναι· οἱ δὲ, φίλῳ ὑδροφοβιῶντι προςκαρτερήσαντα προθύμως καὶ συμπαθῶς, εἰς τὴν ὁμοίαν ἐμπεσεῖν διάθεσιν, καὶ πολλὰ κακοπαθήσαντα σωθῆναι. Τὸ μὲν οὖν πάθος ἐστὶν ἀργαλέον· πρὸ δὲ τῆς πείρας αὐτοῦ πολλοὺς καὶ αὐτοὶ περιεσώσαμεν, καὶ ὑπ’,
30ἄλλων ἰατρῶν σωθέντας ἔγνωμεν.

2

[Θεραπεία τοπικὴ τῶν ὑπὸ λυσσῶντος κυ‐ νὸς δηγμάτων.] Τῆς θεραπείας ἡ μέν ἐστι κοινή· καὶ χρη‐ στέον αὐτῇ ἐπὶ πάντων τῶν ὑπό τινος ἰοβόλου ζώου δε‐ δηγμένων· ἡ δέ τις ἰδία τῶν λυσσοδήκτων, τοῖς μὲν γὰρ
5ἄκρως ὠφελεῖν εἰθισμένη, τοῖς δὲ ἀπὸ πολλοῦ δηχθεῖσιν,
ἀνάρμοστος· καὶ πρῶτόν τε αὐτὴν ἐκθέμενοι, μετὰ τοῦτο καὶ τὴν κοινὴν ἐκτροχάσομεν. Δεῖ τοίνυν καρκίνους ποτα‐ μίους ἐπὶ κληματίδος λευκῆς ἀμπέλου καῦσαι, καὶ τὴν τέφραν αὐτῶν λειοτριβήσαντα ἔχειν ἀποκειμένην· ὁμοίως δὲ καὶ ῥίζαν59
10γεντιανῆς ἀποθέσθαι κεκομμένην καὶ σεσησμένην. Ὁπότε δέ τις δηχθείη ὑπὸ λυσσῶντος κυνὸς, εἰς οἴνου ἀκράτου κυά‐ θους δʹ ἐμβάλλειν δύο μὲν κοχλιάρια τῆς τῶν καρκίνων τέ‐ φρας, ἓν δὲ κοχλιάριον τῆς γεντιανῆς, καὶ ἐγκυκήσαντας ὡς ἐν ἀλφίτῳ δεδευμένῳ, πίνειν ἀπὸ τῆς αʹ ἡμέρας, μέχρι τεσ‐
15σάρων ἡμερῶν· ἀπαρχῆς μὲν οὖν διδόμενον τὸ φάρμακον τοῦ‐ τον προςφερέσθω τὸν τρόπον· εἰ δὲ ἡμέραι παρεληλύθασι δύο ἢ τρεῖς ἀπὸ τῆς δήξεως, ἐγχειροῦντας τῇ θεραπείᾳ, τριπλά‐ σιον δεῖ διδόναι, ὅσον ἐξαρχῆς εἰρήκαμεν. Τὸ μὲν ἄριστον ἐπὶ τῶν λυσσοδήκτων βοήθημα, ὃ δὴ καὶ μόνον ἐνίοις ἤρ‐
20κεσε, τοῦτό ἐστι, καὶ χρηστέον αὐτῷ μετὰ πεποιθήσεως· ἕνεκα δὲ τοῦ καὶ δι’ ἄλλων ἠσφαλίσθαι πρὸς ἄφυκτον δο‐ κοῦντα κίνδυνον, οὐδὲν τὸ κωλύον ἐστὶ καὶ τοῖς λοιποῖς
χρήσασθαι· αἱρετώτερον δὲ διακενῆς, ἂν οὕτω τύχῃ, τῶν βοηθημάτων τὸ ἀπάνθρωπον ὑπομεῖναι, ἢ διὰ τὴν ὀλιγω‐60
25ρίαν κινδύνῳ περιπεσεῖν. Οὐχ οὕτω δ’ εὐλαβητέον τὰ μεγάλα τραύματα ἐπὶ τῶν λυσσοδήκτων, ὡς τὰ μικρὰ καὶ ταῖς ἀμυχαῖς ἐμφερῆ· διὰ γὰρ τῶν μειζόνων ἄθρουν καὶ πολὺ αἷμα προχεόμενον δύναταί τε καὶ τοῦ ἰοῦ συναποκλύζειν, διὰ δὲ τῶν μικροτέρων οὐδαμῶς· καὶ
30ἐκ μὲν τῶν μειζόνων τὰς ἀφισταμένας σάρκας αὐτόθεν ἀφαιρε‐ τέον καὶ τὰ χείλη περιγλυπτέον διὰ τῆς ἀκμῆς· ἀνατεθείσης δὲ τῆς σαρκὸς ἀγκίστρῳ ἢ μυδίῳ, τὴν ἐκτομὴν ἀποτελεστέον· ἐπὶ ἀμφοτέρων δὲ τὰ ἐν κύκλῳ βαθυτέραις ἀμυχαῖς κατασχα‐ στέον, ὅπως ἡ τοῦ αἵματος πλείων γενομένη κένωσις ἐναν‐
35τιωθήσεται τῇ τοῦ ἰοῦ διὰ τὸ σῶμα διαδόσει. Πολλὴν δὲ καὶ ἡ σικύα κολληθεῖσα μετὰ πολλῆς φλογὸς παράσχοι ὠφέ‐ λειαν, ὥςτε λύσαι τοῦ ἰοῦ τὴν δύναμιν. Ἡ δὲ καῦσις ἀνυσιμώτατον ἐπὶ τῶν ἰοβόλων ἐστὶ βοή‐
θημα. Τὸ γὰρ πῦρ, πάσης δυνάμεως εὐτονώτερον ὑπάρχον,61
40ὁμοῦ μὲν κρατεῖ καὶ κωλύει φέρεσθαι τὸν ἰὸν ἐσωτέρω, ὁμοῦ δὲ τὸ κρατηθὲν αὐτοῦ μέρος τῆς ἐφεξῆς θεραπείας καταβολὴν οὐ τὴν τυχοῦσαν ἐργάζεται, παραμενούσης τῆς ἑλκώσεως ἐπι‐ πλέον. Τὴν μὲν γὰρ ἔκπτωσιν τῆς ἐσχάρας μάλιστα ἐκ τού‐ του φροντιστέον, ὅπως μὴ τάχιον τὰ μέρη συγκλεισθείη.
45Ἀλλ’, εἰ δυνατόν ἐστι, πολὺ τῆς προθεσμίας τὰς ἑλκώσεις τηρητέον, καὶ ἐπιφλεγμαινούσας καὶ ἐπιῤῥυπαινομένας· παρέ‐ ξει δὲ αὐταῖς τὸ τοιοῦτον τάριχος ἐπιτιθέμενος, καὶ σκόρο‐ δον ἄγριον λελειοτριβημένον, κρόμμυά τε ὡςαύτως· ὀπὸς μὲν οὖν μάλιστα ὁ κυρηναϊκὸς ἢ ὁ καλούμενος μηδικὸς ἢ

2

(50)

παρθικός· κόκκοι δὲ πυρῶν ἐπιτιθέσθωσαν καὶ μεμασσημένοι καὶ ἀμάσσητοι· διαφυρώμενοι μὲν γὰρ ἀπὸ τῆς ἐμβροχῆς ἀνευρύνουσι τὰ τραύματα. Τινὲς δὲ οἴονται, τοὺς μεμασση‐ μένους ἀντιπαθές τι ἔχειν ἀπὸ τῆς τῶν μεμασσηκότων νη‐ στείας· οὐ μὴν τοῦτο βέβαιόν ἐστι· ἀλλὰ εὐκαίρως αὐτοῖς
55χρηστέον. Εἰ δὲ, ὅπερ γίνεται πολλάκις, καὶ οὐλαὶ συνερ‐
χόμεναι φθάνουσι πρὸ τῶν ἡμερῶν, διὰ χειρὸς ἀναξαίνειν προςήκει, περισαρκίζοντας καὶ τέμνοντας, ἢ καὶ ἐπικαίοντας πάλιν, ἐὰν οὕτω τύχῃ· παρελθούσης δὲ τῆς προκειμένης προ‐ θεσμίας, ἀφετέον μὲν ἀπουλωθῆναι τοῖς ἕλκεσιν· ἐμπλάστρῳ62
60δὲ τῇ διὰ τῶν ἁλῶν ὅλον τὸν τόπον καταληπτέον· μετὰ ὀλίγας δὲ ἡμέρας σιναπιστέον.

3

[Περὶ διαίτης τῶν ὑπὸ κυνὸς λυσσῶντος δηχθέντων.] Ἡ μὲν οὖν τοπικὴ θεραπεία τῶν λυσσοδήκτων τοιαύτη τίς ἐστι. Δεῖ δὲ καὶ τὴν δίαιταν αὐτῶν ἐστοχάσθαι τῆς πρὸς τὸν ἰὸν ἐναντιώσεως, ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ
5σβεννύῃ τὴν δύναμιν, ὁμοῦ δὲ κωλύῃ τὴν εἰς βάθος φο‐ ράν· καταλαμβανόμενα γὰρ ἀντιπίπτει τῇ παρειςδύσει τῆς φθοροποιοῦ δυνάμεως· δύναται δὲ τούτων ἑκάτερον παρέχειν τοῦτο, οἴνου ἀκράτου ζωροτέρου πόσις καὶ γλυκέος καὶ γά‐ λακτος· οἱ γὰρ ταῦτα πάντα λαμβάνοντες πρὸς τὴν ἐπιμέ‐
10λειαν, ἐνίστανταί τι ἰῷ, ὅτι πᾶσαν αὐτοῦ τὴν δριμύτητα ἐκκναίει· ὡςαύτως δὲ καὶ σκορόδων καὶ πράσων καὶ κρομ‐
μύων ἐδωδή· καὶ ταῦτα γὰρ τὸ ὅλον δυςμετάβλητα καὶ δυς‐ εξίτηλα· παραμένουσι γὰρ αὐτῶν αἱ ποιότητες ἐπὶ πλείους ἡμέρας, ὁπόταν οὐ νικᾶται οὐδὲ τρέπεται ὑπὸ τῆς φθορο‐63
15ποιοῦ δυνάμεως· ἐκ δὲ τῶν ἐναντίων κρατεῖν αὐτῆς πέφυ‐ κεν· εἰς τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐστὶ χρεία, καὶ τῆς θηριακῆς, καὶ τῆς Εὐπατωρίου λεγομένης, καὶ τῆς Μιθριδα‐ τείου, καὶ πάσης ἄλλης, ἥτις ἐκ πλειόνων ἀρωμάτων εἴληφε τὴν σύστασιν· δυςμετάβλητα γὰρ τῇ συστάσει πάντα τὰ
20ἀρώματα ταῖς δυνάμεσι καὶ ταῖς οὐσίαις· διὸ περικρατεῖται τοῖς σώμασι. Τοιοῦτος μὲν οὖν καὶ ὁ τῆς διαίτης τρόπος. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθους ἐγκα‐ τάσκηψις οὐδὲ ὡρισμένην ἔχει προθεσμίαν· ὡς ἐπιτοπλεῖστον γὰρ ἕως τεσσαρακοστῆς ἡμέρας εἰωθὸς, τοῖς ἀμεληθεῖσι καὶ
25δι’ ἑξαμήνου ἐνίοις ἀπήντησε, καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα ἡμῖν ἑώραται· ἱστοροῦσι δέ τινες μετὰ ἑπταετίαν ἐνίοις ἐν‐ διδόναι τῷ πάθει· καὶ κατὰ μὲν τὰς ἀρχὰς τῶν λυσσοδήκτων ἡ θεραπεία τοιαύτη ἐστίν· ἐὰν δὲ ὁπωςδηποτοῦν ἐν ταῖς πρώ‐
ταις ἡμέραις μὴ προληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ64
30μὲν περισαρκίζειν καὶ καίειν παραλειπτέον· οὐ γὰρ ἱκανῶς εἰς τὸ βάθος παρεληλυθὸς μετάγειν δύναται· οὐδεμία γὰρ ὄνησις τῆς ἐπιβολῆς, ἀλλὰ διακενῆς τὰ σώματα ταῖς ὀδύναις ὑποβληθήσεται. Τρόπος δὲ τῆς θεραπείας ἕτερος ἀγέσθω, κάθαρσις, ἡ
35καὶ μέγα ὄφελος ἐμπαρέχειν δυναμένη, συμμεταποιεῖ γὰρ τὴν ἕξιν κινοῦσα· ἥ τε διὰ τῆς κολοκυνθίδος ἱερὰ δόσις· καὶ δὴ καὶ τὸ γάλα τὸ σχιστὸν ὁμοῦ κάθαρσιν καὶ ἐπικράσεις παρέχειν δυνάμενον· αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόσις παραλαμβανέσθωσαν καθημέραν, ἀμβλύνειν δυνάμεναι
40τὸν ἰόν· καὶ πρὸς τούτοις ἱδρωτοποιΐα καὶ πρὸ τροφῆς καὶ μετὰ τροφήν· δρωπακισμός τε καὶ σιναπισμὸς κατὰ μέρος ἐφ’
ὅλου τοῦ σώματος· πάντων δὲ ἀνυσιμώτατον αὐτῶν ὁ ἐλ‐ λεβορισμὸς ἐγνώσθη, καὶ χρηστέον τεθαῤῥηκότως τῷ βοηθή‐ ματι, οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ πλειστάκις πρὸ τῆς τεσ‐65
45σαρακοστῆς ἢ καὶ μετὰ ταῦτα· τοςαύτην γὰρ τὴν ἰσχὺν προςφέρεται τὸ βοήθημα, ὥςτε τῶν ἤδη συνῃσθημένων τοῦ ὑδροφόβου, περισωθῆναί τινας λαβόντας ἐλλέβορον εὐθὺς ἐν τῷ πρώτῳ καταπειρασμῷ τοῦ συμπτώματος· τοὺς γὰρ ἤδη κατεσχημένους, οὐδὲ αὐτός τι περιποιῆσαι δύναται.

3

(50)

Τὴν μὲν οὖν τῶν λυσσοδήκτων ἐπιμέλειαν πρώτην ἐξε‐ θέμεθα, δι’ ὃν ἔμπροσθεν εἰρήκαμεν ἐπιλογισμόν· μεταβαί‐ νοντες δ’ ἐπὶ τὰ λοιπὰ τῶν ἰοβόλων, πρῶτον μὲν τὰς ση‐ μειώσεις αὐτῶν ὑπὸ μίαν ἐκθησόμεθα πρόφασιν· μετὰ δὲ τοῦτο, κοινὴν τὴν θεραπείαν, πᾶσιν ἁρμόσαι δυναμένην·
55ὑποδραμόντες δὲ ἑξῆς ὑποδείξομεν, εἴ τινα κατ’ ἰδιότητα ἐνίους προςωφελεῖν πέφυκεν· ὁμοίως καὶ τὰ τελείως ἀβοήθη‐ τα παρασημειωσόμεθα.

4

[Περὶ φαλαγγίων.] Τοῖς μὲν ὑπὸ φα‐
λαγγίων δεδηγμένοις αὐτὸς μὲν ὁ τόπος ἐνερευθής ἐστι καὶ ὅμοιος κεντήμασιν, οὔτε διῳδηκὼς, οὔτε περίθερμος, ἀλλὰ μετρίως μὲν ὑπέρυθρος, ἐκ δὲ τῶν ἐναντίων κατεψυγμένος·66
5παρακολουθεῖ δὲ τρόμος δι’ ὅλου τοῦ σώματος, καὶ ἐντά‐ σεις περὶ τοὺς βουβῶνας καὶ τὰς ἰγνύας, προςεοικυῖαι σπα‐ σμῷ· περὶ τὴν ὀσφὺν ἄλγημα, καὶ συνεχὴς πρὸς οὔρησιν ἐρεθισμός· δυςκολία πολλὴ περὶ τὴν ἔκκρισιν τοῦ περιττώ‐ ματος· ὁμοίως δὲ τούτοις καὶ ἱδρὼς ψυχρὸς καθ’ ὅλην τὴν
10ἐπιφάνειαν ἐκκρίνεται· τά τε ὄμματα δακρύει καὶ ποσῶς ἀμαυροῦται.

5

[Περὶ σκολοπένδρας.] Τοῖς δὲ ὑπὸ τῆς κα‐ λουμένης σκολοπένδρας ἢ ὀφιοκτένης δεδηγμένοις, ὁ μὲν ἐν κύκλῳ τόπος τοῦ δήγματος πελιοῦται καὶ περισήπεται· καί ποτε τρυγώδης, κατὰ τὸ σπάνιον καὶ ἐνερευθὴς φαίνεται·
5ἑλκοῦται δὲ, ἀπ’ αὐτοῦ τοῦ δήγματος λαμβάνων τὴν ἀρχὴν, ἕλκωσίν τινα ἐπίπονον καὶ δυςαλθῆ· πρὸς δὲ τούτοις περὶ
ὅλον τὸ σῶμα συναίσθησις γίνεται κνησμώδης.67

6

[Περὶ σκορπίου.] Τοῖς δὲ ὑπὸ σκορπίου πληγεῖσιν ὁ μὲν τόπος εὐθέως ἄρχεται φλεγμαίνειν, σκλη‐ ρὸς καὶ ἐνερευθὴς καὶ περιτενὴς σὺν ὀδύνῃ γινόμενος· καὶ ἐναλλὰξ, ὁτὲ μὲν γὰρ πύρωσις, αὖθις δὲ ψύξις ἐπιλαμ‐
5βάνεται· καὶ πόνος ἐξαπίνης, καί ποτε μὲν ῥαΐζει, ποτὲ δὲ ἐπιτείνεται· παρέπεται δ’ αὐτοῖς ἱδρὼς καὶ φρικώδης αἴσθησις, καὶ τρόμος καὶ περίψυξις ἀκρωτηρίων, καὶ βουβώνων ἔπαρ‐ σις, φυσήματα διὰ τῆς ἕδρας· ὀρθοτριχία τε καὶ δύςχροια ἐπαλγὴς περὶ τὴν ἐπιφάνειαν τῆς αἰσθήσεως, καθάπερ ἀπὸ
10βελόνης κεντημάτων ὀδυνωμένης.

7

[Περὶ τρυγόνος θαλασσίου.] Τοῖς δὲ ὑπὸ τρυγόνος θαλασσίου δηχθεῖσι παραυτίκα μὲν περιωδυνίαι συμβαίνουσι δυςκατέργαστοι, σπασμοί τε συνεχεῖς, καὶ πόνος, καὶ ἀτονία, καὶ διανοίας διαφορά· μετὰ δὲ τοῦτο ἀφωνία
5καὶ σκοτασμὸς ὀφθαλμῶν· αὐτὸς δὲ ὁ πληγεὶς τόπος πέλιος γίνεται καὶ μέλας τὰ κύκλῳ, καὶ τὰ πλησίον αὐτοῦ μέρη καὶ πρὸς τὴν ἁφὴν ἀναισθητεῖ· ἐπὰν δέ τις αὐτὸν ἀποψήσῃ, ἰχὼρ ἐξ αὐτοῦ μέλας, παχὺς, δυςώδης ἐκκρίνεται.68

8

[Περὶ μυγαλῆς.] Τοῖς δὲ ὑπὸ μυγαλῆς δηχθεῖσι, κύκλῳ μὲν περὶ τὸν τόπον τοῦ δήγματος γίνεται φλεγμονὴ, φλυκτὶς δὲ ἐπανίσταται μέλαινα, μεστὴ ἰχῶρος ὑδατώδους· καὶ τὰ πλησίον πάντα πελιοῦται· ῥαγείσης τε
5τῆς φλυκταίνης, νομὴ παραλαμβάνει παραπλησία τῇ ἀπὸ τῶν ἑρπυστικῶν· σὺν τούτοις δὲ παρέπεται καὶ στρόφος περὶ τὰ ἔντερα, καὶ δυςουρία, καὶ ψυχρᾶς νοτίδος περίχυσις.

9

[Περὶ ἐχίδνης,] Τοῖς δὲ ὑπὸ ἐχίδνης δηχθεῖ‐ σιν οἰδεῖ καὶ ἐφ’ ἱκανὸν τὸ σῶμα ξηραίνεται, τὴν χροιὰν δὲ ὑπόλευκον ἔχει· ἰχὼρ δὲ ἀπὸ τοῦ τραύματος προχεῖται, τὸ μὲν πρῶτον ὑπολίπαρος, μετὰ ταῦτα δὲ αἱματώδης· φλυ‐
5κταινῶν τε ἐπανάστασις, καθάπερ ἐπὶ τῶν πυρικαύστων, ἕπε‐ ται· καὶ νομὴ περιλαμβάνει, προχωροῦσα ἐπὶ τὰ παρακεί‐
μενα πάντα πλησίον, οὐ μόνον ἐπιπόλαιος, ἀλλὰ καὶ διὰ βάθους· αἰμάσσεται δὲ αὐτοῖς καὶ τὰ οὖλα· καὶ περὶ τὸ ἧπαρ συνίσταται φλεγμονή· στρόφοι τε καὶ χολώδεις ἐπι‐69
10συμβαίνουσιν ἔμετοι· προςγίνεται δὲ αὐτοῖς καὶ τρόμος καὶ κάρος καὶ δυςουρία καὶ ψυχρὰ περιΐδρωσις.

10

[Περὶ σκυτάλης καὶ ἀμφισβαίνης.] Παρα‐ πλήσια δὲ συμβαίνει καὶ τοῖς ὑπὸ τῆς προςαγορευομένης σκυ‐ τάλης ἢ ἀμφιςβαίνης δηχθεῖσι· βοηθεῖ δὲ σχεδὸν ἤδη τὰ πάν‐ τα· διόπερ ἰδίας ἀναγραφῆς οὔτε τετύχηκεν, οὔτε ἠξιώθη τὸ
5εἶδος τοῦτο.

11

[Περὶ δρυΐνου.] Τοῖς δὲ ὑπὸ δρυΐνου δηχθεῖσιν ἰσχυραὶ περιωδυνίαι ἐμπίπτουσι καὶ φλυκταινώδεις ἐν τῷ οἰκείῳ μέρει, ὅπου δὲ καὶ ὑδατώδους ἰχῶρος ἔκχυσις· ἐπακολουθεῖ δὲ καὶ καρδιωγμὸς καὶ στρόφος.

12

[Περὶ αἱμόῤῥου.] Τοῖς δὲ ὑπὸ αἱμόῤῥου δηχθεῖσιν ἰσχυραὶ περιωδυνίαι ἐμπίπτουσιν· βραχέα δὲ παν‐
τελῶς καὶ στενὰ παρέχουσι τὰ ἀραιώματα ὑπὸ συνεχείας τῶν ἀλγημάτων· ἐκ δὲ τοῦ δήγματος αἵματος ἔκκρισις γίνε‐70
5ται πολλή· κἂν οὐλὴ καθ’ ὅλου τοῦ σώματος ὑπάρχῃ, ῥήγνυται καὶ αἱμοῤῥοεῖ· τὰ δὲ διαχωρήματα αἱματώδη ἐκκρίνεται, καὶ τὸ ἀποῤῥούμενον αὐτοῖς αἷμά ἐστι τεθρομ‐ βωμένον· βήσσοντές τε ἀπὸ πνεύμονος αἷμα ἀνάγουσι, καὶ τελευτῶσιν ἐξαιματοῦντες ἀβοηθήτως.

13

[Περὶ διψάδος.] Τοῖς δὲ δηχθεῖσιν ὑπὸ διψά‐ δος ἄστεκτος ὁ καῦσος γίνεται καὶ δίψος ἐπιτεταμένον ἰσχυ‐ ρῶς, ὥςτε ἀπλήρωτόν τε καὶ ἀδιάλειπτον εἶναι, καὶ τὸ πο‐ τὸν χανδὸν ἕλκειν· εἰς τὸ αὐτὸ δὲ καθίστανται τῷ μηδὲ τὴν
5ἀρχὴν εἰληφότι τὸ ποτόν· παραπλησία τε τοῦ ὅλου συγ‐ κρίματος ἕξις παρακολουθεῖ τῇ τῶν ὑδρωπικῶν διὰ τὴν συνεχῆ τοῦ πόματος εἰςφοράν· ὅθεν πρηστήρ τε καὶ καῦσος
προςαγορέυεται ἡ διψάς.71

14

[Περὶ ὕδρου.] Τοῖς δὲ ὑπὸ ὕδρου δηχθεῖσι τὸ ἕλκος πλατύνεται καὶ μέγα γίνεται, πελιούμενον ἰχώρ τε ἐξ αὐτοῦ μέλας καὶ πολὺς καὶ δυςώδης, οἷος ἀπὸ νομῆς, ἐκκρίνεται.

15

[Περὶ κέγχρου·] Τοῖς δὲ ὑπὸ κέγχρου δηχθεῖσι τὸ μὲν δῆγμα ὅμοιον τοῖς ἀπὸ τῆς ἐχίδνης, σηπε‐ δὼν δὲ παρακολουθεῖ· καὶ περιῤῥέουσι σάρκες ἐξοιδήσασαι πρότερον, ὡς ἐπὶ ὕδρωπος· ληθαργώδεις τε γίνονται καὶ κα‐
5ταφορᾶς αἴτιοι. Ἐρασίστρατος δέ φησιν, αὐτούς πεπονθέναι τὸ ἧπαρ καὶ τὴν κύστιν καὶ τὸ κῶλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πως εὑρίσκεται ταῦτα τὰ μέρη.

16

[Περὶ κεράστου.] Τοῖς δὲ ὑπὸ κεράστου δηχθεῖσιν ὁ μὲν τόπος ἐπαίρεται μετὰ σκληρίας καὶ φλυκται‐ νώσεως· ῥεῖ δὲ ἀπὸ τοῦ δήγματος ἰχὼρ, ποτὲ μὲν μέλας, ποτὲ δὲ ὕπωχρος· κιῤῥοειδὴς δὲ γίνεται περὶ σύγκριμα τὸ
5ὅλον· καὶ τὸ μὲν αἰδοῖον τείνεται· ἡ δὲ διάνοια ἐξίσταται, ὀφθαλμῶν τε ἀμαύρωσις ἐπιγίνεται· τέλος δὲ ἀπόλλυται σπώ‐ μενος τετάνῳ.72

17

[Περὶ ἀσπίδος.] Τοῖς δὲ ὑπὸ ἀσπίδος δηχθεῖσι τὸ μὲν δῆγμα ὅμοιον τοῖς ὑπὸ βελόνης κεντήμασι μικρὸν παντελῶς φαίνεται χωρὶς τῆς ἐπάρσεως· καὶ αἱμάτιον δὲ οὐ πολὺ, ἀλλὰ βραχὺ καὶ μέλαν ἀποστάζει· ταχεῖα δὲ
5ἀμαύρωσις ὀμμάτων καταλαμβάνεται, πόνος τε ὅλου τοῦ σώ‐ ματος πολυειδὴς, παντάπασιν ἐλαφρὸς, καὶ οὐκ ἄτερ ἡδο‐ νῆς παρακολουθεῖ· διὸ καλῶς ὁ Νίκανδρος πεφώνηκε — — καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ. Χρόαν ἀτρόπιος καὶ χλωρανθὴς, καρδιωγμὸς ὀλίγος· μέ‐
10τωπον δὲ συνεχῶς ἀνασπᾶται· βλέφαρα κινοῦται μετ’ ἀναισθησίας, ὁμοίως ὕπνῳ· κἂν τούτοις θάνατος συναίρει,
μηδὲ τρίτον ἡμέρας διαλιπών.73

18

[Περὶ βασιλίσκου.] Ἐρασίστρατος ἐν τῷ καλουμένῳ περὶ δυνάμεων καὶ θανασίμων, περὶ τοῦ καλου‐ μένου βασιλίσκου ῥητῶς οὕτω φησίν· ὅταν δὲ ὁ βασιλίσκος δάκῃ, πληγὴ ὑπόχρυσος γίνεται.
5 Τὰ μὲν οὖν ἐν τοῖς πλείστοις τῶν ἰοβόλων παρακολου‐ θοῦντα σημεῖα τοιαῦτά ἐστι· μεταβαίνοντες δ’ ἐπὶ τὴν θε‐ ραπείαν, πρῶτον τὰ κοινὰ τῆς θεραπείας, ὡς δυνατὸν, πα‐ ραδώσομεν.

19

[Τίς κοινὴ τῶν ἰοβόλων θεραπεία.] Πρὸς πᾶσαν πληγὴν ἰοβόλου ἁρμόζει ἡ διὰ τοῦ στόματος ἐκμύζη‐ σις· δεῖ δὲ μὴ ἄσιτον εἶναι τὸν ἐκμυζῶντα, ἀλλὰ καὶ εἰληφέ‐ ναι τροφὴν καὶ διακλύζεσθαι οἴνῳ· ἔπειτα δὲ καὶ βραχύ τι
5ἐν τῷ στόματι ἐλαίου κατέχων, οὕτω τὴν ἐκμύζησιν ἐπιτε‐ λείτω· καὶ αὐτὸς δὲ ὁ τόπος σπόγγῳ πυριάσθω, ἔπειτα δὲ ἐγκατασχαζέσθω· βαθυτέρας δὲ ἐμβάλλειν τὰς ἀμυχὰς προς‐
ήκει, ὅπως τὴν ὕλην ἐκ βάθους ἀναλαμβάνῃ· καὶ περισαρ‐ κισμὸς δὲ καὶ ἐκτομὴ πλουσιώτερον κατασχασμοῦ βοηθοῦσιν·74
10ἴδια γὰρ ἐπ’ αὐτῶν τὰ χρησιμεύοντα γίνεται· ἓν μὲν, ὅτι αἴρεται ὁ ἰὸς ἐκ τοῦ τόπου· δεύτερον δὲ, ὅτι τῷ αἵ‐ ματι συνεκκρίνεται πολλῷ καὶ ἀθρόῳ τὸ φθάσαν ἔσω παρ‐ ελθεῖν· εἰ δὲ ὁ τόπος τὸν περισαρκισμὸν οὐ προςδέχοιτο, σικύας χρὴ προςβάλλειν μετὰ φλογὸς πλείονος· περὶ δὲ καύ‐
15σεως ἐπὶ τῶν λυσσοδήκτων προειρήκαμεν· εἰ δ’ εὐφυῶς ἔχει πρὸς ἀποκοπὴν τὸ μέρος τὸ δεδηγμένον, μάλιστα ἐπὶ πάν‐ των θηρίων ἀνενδοιάστως τὸν ἀκρωτηριασμὸν ποιητέον, ὡς ἀσπίδος καὶ κεράστου καὶ τῶν ὁμοίων. Ὡς ἐπιτηδειότερα δὲ τῶν προειρημένων βοηθημάτων ἄξιά ἐστιν τὰ ἐπιθέμα‐
20τα· ἐπιτιθέσθω δὲ τέφρα κληματίνη ἢ συκίνη, μετὰ κονίας στακτῆς πεφυραμένη, γάρου δριμέος, ταρίχου· πράσα τε καὶ κρόμμυα καὶ σκόροδα, ποτὲ μὲν ὡς ἐκλειοτριβηθέντα κα‐ ταπλάσσεται, ποτὲ δὲ καέντα προςβάλλεται τοῖς δήγμασι· καὶ οἱ τῶν ὀρνίθων νεοσσοὶ διασχισθέντες καὶ θερμότατοι
25περιπτυσσόμενοι τῷ πεπληγότι τόπῳ· τινὲς μὲν ὡς ἀντιπαθέ‐ σιν αὐτοῖς ἐχρήσαντο· πρόχειρον δὲ ἔχει τὸν λόγον· φύσει γὰρ αἱ ὄρνιθές εἰσι θερμαὶ, διὸ καὶ ἐπίσημον τὸν ἰὸν κα‐ ταπιοῦσαι τρύχουσι· καὶ τὰ ξηρότατα δαπανῶσι τῶν σπερ‐ μάτων· ἐνίοτε καὶ ψάμμους καὶ λίθους διαλύουσιν ἐμφαρυγ‐75
30ξάμεναι· τοιγαροῦν πρὸς τὴν τοῦ ζώου θερμασίαν τὸ πνεῦμα, τὸ ἐκ τοῦ δεδηγμένου μέρους ὁρμὴν λαμβάνον, συνεξάγει τὸν ἰόν. Ἔγνωμεν δὲ ἐπὶ τῆς Αἰγύπτου τοιοῦτόν τι γινόμενον· ὁπόταν οἱ Αἰγύπτιοι θερίσωσι τὸν στάχυν, χύτραν ἔχουσι
35κατεσκευασμένην πίσσης καὶ σφήκωμα προςηρτημένον τῇ χύ‐ τρᾳ· τότε γὰρ μάλιστα δεδίασι τὰ θηρία, καὶ διὰ τὴν ὥραν καὶ τὸ λανθάνειν αὐτὰ κείμενα κατὰ τῶν ὀπῶν τῶν ἐν ταῖς ἀρούραις, ἐπισκοτούμενα ὁμοῦ καὶ ὑπὸ τῆς δασύτητος τῶν χωρῶν· πολλὰ δὲ κατὰ τὰ πεδία χαλεπώτερα τῶν ἰοβό‐
40λων ζώων ἡ Αἴγυπτος φέρει· ἐπειδὰν οὖν δηχθῇ τις πόδα ἢ ἄλλο τι μέρος, ταχέως οἱ παρατυχόντες τὸ σφήκωμα βάλ‐
λουσιν εἰς τὴν χύτραν τῆς πίσσης, καὶ περιειλοῦσιν ἅπαξ ἢ δὶς περὶ τὸν πῆχυν ἢ τὴν κνήμην, μικρὸν ἐπάνω τοῦ δήγμα‐ τος, καὶ περισφίγγουσι δύο παρεστῶτες ἰσχυρῶς, καὶ ἐν‐76
45τέμνοντες τὸν τόπον διὰ τῆς περιθέσεως τοῦ βρόχου, ἐπι‐ χέουσι τὴν πίσσαν· ὅταν δὲ αὐταρκῶς ἔχειν δοκῇ, τὸν βρό‐ χον ἀφαιροῦσι, καὶ καταπλάσσουσι κρομμύοις, καὶ δι’ ἄλλων τῶν προειρημένων. Καὶ τούτων δὲ χωρὶς ὑγρὰ πίσσα μετὰ ἁλῶν λείων θερμοτέρων καταπλασσομένων σπουδαίως βοη‐

19

(50)

θεῖ, αὐτὴ καινοποιηθεῖσα συνεχέστερον· ὡςαύτως ἁρμόζει καὶ κέδρος, τά τε σπυρίθια τῶν αἰγῶν ἐν οἴνῳ καθεψό‐ μενα· ἀρήγει δὲ αὐτοῖς καὶ κατάντλησις δι’ ὄξους θερμοῦ, καὶ καλαμίνθη ἑψομένη δι’ οὔρου καὶ θαλάσσης ἢ ὀξάλμης. Εἰσὶ δὲ καὶ ἔμπλαστροι δριμύταται καὶ θερμόταται, καὶ δυ‐
55νάμεναι τὸν ἰὸν ἐπισπᾶσθαι καὶ διακρατεῖν καὶ διαφορεῖν· ὡς δι’ ἁλῶν ἢ νίτρου καὶ σινάπεως ἢ κάγχρυος προςφερό‐ μεναι· ὥςπερ ἑξῆς ῥητέον. Οὐκ ἀλόγως δὲ ὁ Ἐρασίστρατος ἐπιμέμφεται τοῖς ἀγνώ‐ στους δυνάμεις πρὸς τὴν χρείαν ἀναγεγραφόσιν, ὡς χολὴν
60ἐλέφαντος καὶ κροκοδείλου, καὶ αἷμα χελώνης καὶ ὠὰ, καὶ τὰ παραπλήσια· δοκοῦσι μὲν γάρ τινα πεποιῆσθαι παράδο‐ σιν ὠφελούντων· ἐξηπατήκασι δὲ αὐτὰ μόνα τοὺς ἐντυγχά‐ νοντας· ὅθεν τὰ μὲν τοιαῦτα παραιτητέον, μήτε ῥᾳδίως εὑ‐ ρεθῆναι δυνάμενα, εἰ μὴ ὑπ’ ἐξουσίας βασιλικῆς· μήτε διὰ77
65τῆς πλείστης τηρήσεως οἵαν εἰς τὸ πιστευθῆναι τὴν πεῖραν παρεσχημένα· τὰ δὲ κοινωφελῆ καὶ εὐπόριστα ὑποδεικτέον, τὰ καὶ εἰς πάντα καὶ ἐν πᾶσι τοῖς θηριοδήκτοις δυνάμενα τὴν χρῆσιν παρέχειν. Σέρις τοίνυν καὶ ἐρείκη καὶ ἀστράγα‐ λος πινόμενα μετ’ ὄξους, πᾶσι τοῖς θηριοδήκτοις βοηθεῖ·
70ὡςαύτως καὶ ἄσφαλτος καὶ πλατάνου χλωρὰ σφαιρία, καθ‐ εψηθέντα ἐν κράματι, καὶ παλιούρου ἀφέψημα· καὶ ῥίζα ἀριστολοχίας καὶ ἠρύγκης· καὶ δαφνίδες ἑφθαὶ κατεσθιόμε‐ ναι, καὶ πέπερι δαψιλέστερον τρωγόμενον, καὶ πήγανον, καὶ ἄνηθον, καὶ κυκλάμινον· πράσων τε ἡ κόμη ἰδίᾳ σὺν ἄρτῳ,
75ἢ σκόροδα, ἢ κρόμμυα, καὶ τάριχος δριμύτατος· καὶ ὀριγά‐ νου ἀφέψημα σὺν οἴνῳ πινόμενον· καὶ μαράθρου καὶ γλή‐
χωνος καὶ καλαμίνθης καὶ πράσων χυλὸς σὺν μέλιτι καταῤ‐ ῥοφούμενος· ταῦτα μὲν ἐκ τῶν φυομένων· ἀπὸ ζώων δὲ λαμ‐ βάνεταί τινα ὠφελίμως, ἐγκέφαλοι μὲν ἀλεκτρυόνων ἐσθιόμε‐78
80νοι, πιτύα δὲ λαγωοῦ σὺν οἴνῳ πινομένη, καὶ καστορίου 𐅻 βʹ τὸν αὐτὸν τρόπον· λέγεται δὲ καὶ, ὅτι χελώνης θα‐ λασσίας οἱ ὄρχεις λαμβανόμενοι βοηθοῦσιν· ἔτι δὲ καὶ ἡ γα‐ λῆ σκελετευθεῖσα τῶν βεβοημένων εὑρίσκεται· πρότερον δὲ πάντη σχισθεῖσα, τῶν ἐντὸς ἐκκριθέντων, σκελετεύεται, καὶ
85ἀπ’ αὐτῆς δίδραχμον σὺν οἴνῳ πίνεται. Τοςαῦτα δὴ καὶ τὰ ἁπλᾶ τῶν προςφερομένων. Ἁρμό‐ ζει δὲ τοῖς θηριοδήκτοις καὶ κάθαρσις διὰ κοιλίας, καὶ ἱδρω‐ τοποιΐα, καὶ οὔρων πολλῶν ἔκκρισις· σκευαστὰ δὲ ποτήματα παραδέδοται καινοτέρως ὑπισχνούμενα βοηθεῖν, ὡς ὀπίου καὶ
90σμύρνης ἀνὰ ὀβολὸς, καὶ πεπέρεως 𐅻 βʹ. ταῦτα δὲ δεῖ μέ‐ λιτι ἀναλαμβάνειν, καὶ διδόναι κυάμου μέγεθος αἰγυπτίου
μετ’ οἴνου· ὁμοίως πηγάνου ἀγρίου σπέρματος, μελανθίου, κυμίνου αἰθιοπικοῦ, χαλβάνης, ἀριστολοχίας, ταῦτα πάντα λεανθέντα καὶ φυραθέντα χυλῷ εὐζώμου, ἀναπλάσσονται τρο‐79
95χίσκοι δραχμιαῖοι· διδόναι δὲ ἐξ αὐτῶν μετὰ οἴνου ἡμικοτύ‐ λιον. Ταῦτα μὲν περὶ τῶν κοινῇ βοηθούντων· τὰ δὲ ἴδια πρὸς ἕκαστον τῶν ἰοβόλων ἑξῆς εἴποιμεν.

20

[Περὶ θεραπείας τῶν ὑπὸ σφηκῶν καὶ με‐ λισσῶν δεδηγμένων.] Ἐν τῇ σημειώσει περὶ σφηκῶν καὶ μελισσῶν οὐδὲν διηρθρώσαμεν· εὔδηλα γὰρ πᾶσιν ἦν, καὶ παράσημον ἔχει ἐξαίρετον, οὐδ’ ὁτιοῦν φυλασσόμενον· ἐν δὲ
5τῇ θαραπείᾳ καὶ τούτων οὐκ ἄτοπον μνημονεῦσαι. Πρὸς οὖν τὰς πληγὰς σφηκῶν καὶ μελισσῶν ἁρμόζει μαλάχη κα‐ ταπλασσομένη, καὶ κρίθινον ἄλευρον σὺν ὄξει, καὶ συκῆς ὀπὸς ἐνσταζόμενος τοῖς δήγμασι, καὶ πυρία δι’ ἅλμης ἢ θα‐ λάσσης.

21

[Περὶ τῶν ὑπὸ φαλαγγίων δεδηγμένων.]
Τοῖς δὲ ὑπὸ φαλαγγίων δεδηγμένων ταῦτα ἐπιτιθέναι δεῖ· τέφραν συκίνην σὺν ἁλσὶ λείοις μετ’ οἴνου πεφυραμένην, ἢ ῥίζαν ἀγρίας ῥόας λελειοτριβημένην, ἢ ἀριστολοχίαν, σὺν κρι‐80
5θίνῳ ἀλεύρῳ καὶ ὄξει δεδευμένην· καταντλεῖν δὲ θαλάσσῃ τὰ ἕλκη, ἢ μελισσοφύλλου ἀφεψήματι, ταύτης δὲ τὰ φύλλα ἐπι‐ πλάσσειν· λουτρὰ δὲ παραλαμβάνειν συνεχέστερον καὶ προ‐ ποτισμοῖς χρηστέον διὰ τούτων τῶν φαρμάκων, ἀβροτόνου τὸ σπέρμα, ἄνισον, ἀριστολοχία, ἐρέβινθος ἄγριος, κύμινον
10αἰθιοπικὸν, κεδρίδες λεῖαι, πλατάνου φλοιὸς, καὶ τὸ σπέρμα τῆς τριφύλλου πόας· τούτων δὲ ἑκάστου διδόναι κατ’ ἰδίαν 𐅻 βʹ, μετ’ οἴνου κοτύλης αʹ. Δίδοται δὲ καὶ μυρίκης ὁ καρ‐ πὸς ὡςαύτως καὶ χαμαιπίτυος καὶ τῶν χλωρῶν τῆς κυπα‐ ρίσσου σφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ’ οἴνου. Φασὶ
15δέ τινες καὶ καρκῖνον ποτάμιον χυλισθέντα μετὰ γάλακτος, καὶ προςλαβόντα σελίνου σπέρμα, παραχρῆμα τῶν ὀχλη‐ ρῶν ἀπαλλάσσειν.

22

[Περὶ τῶν ὑπὸ σκολοπένδρας δεδηγμένων.]
Τοῖς δὲ ὑπὸ σκολοπένδρας δεδηγμένοις κατὰ μὲν τὴν πλη‐ γὴν ἐπιθέσθαι δεῖ λελειοτριβημένον μετ’ ὄξους ἅλας, ἢ πήγανον ἄγριον· καταντλεῖν δὲ ὀξάλμῃ τὸν τόπον, πότημα81
5δὲ προςφέρειν ἀριστολοχίαν μετ’ οἴνου, ἢ ἕρπυλλον, ἢ καλα‐ μίνθην, ἢ πήγανον ἄγριον.

23

[Περὶ σκορπίου πληγῆς.] Τοῖς δὲ ὑπὸ σκορπίου πληγεῖσι παραχρῆμα μὲν ἀκριβῶς βοηθεῖ συκῆς ὀπὸς εἰς τὰ τραύματα ἐνσταχθείς· αὐτός τε ὁ πλήξας σκορπίος λειοτριβηθεὶς καὶ ἐπιτεθεὶς τῷ πληχθέντι τόπῳ, τῆς ἰδίας
5πληγῆς γίνεται βοηθὸς κατά τινα ἀντιπάθειαν, ὡς ἔοικε· μετὰ δὲ τοῦτο ἁρμόζει λεῖος ἐπιτιθέμενος ὁ σκορπίος σὺν ἅλατι καὶ λινοσπέρμῳ καὶ τῇ ἀλθαίᾳ βοτάνῃ· βοηθεῖ δὲ καὶ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ, καὶ ὡς ἔμπλαστρον ἐπιῤῥιφέν· ὁμοίως δὲ καὶ χαλβάνη πλατυνθεῖσα σπληνίου
10τύπῳ, καὶ καλαμίνθη λεία καταπλασσομένη, καὶ ὠμήλυσις ἐν οἴνῳ σκευασθεῖσα, ἐν ἀφεψήματι πηγάνου· βοηθεῖ δὲ τὸ σπέρμα τῆς τριφύλλου πόας λεαινόμενον καὶ ἐπιῤῥιπτούμε‐
νον. Τοπικὰ μὲν οὖν ταῦτα. Μετὰ δὲ τούτων καὶ ποτή‐ μασι χρηστέον ὡς ἀνυσιμωτάτοις· ἔστι δὲ ἀριστολοχίας δί‐82
15δραχμον, μάλιστα τοῦ φλοιοῦ, σὺν οἴνῳ, γεντιανὴ κεκομ‐ μένη, καὶ γλήχων καθεψημένη, καὶ δαφνίδες ἀριθμῷ βρα‐ χεῖ λειοτριβούμεναι, καὶ καλαμίνθη μετὰ ὀξυκράτου· δεῖ δὲ αὐτὴν ἐπιπολὺ ἑψῆσαι ἐν τῷ ὀξυκράτῳ· καὶ κύπειρος μετ’ οἴνου ἢ πηγάνου ὡςαύτως· καὶ συκῆς ὀπὸς, καὶ σίλφιον, εἰ
20παρείη· μὴ παρόντος δὲ, τῷ παρθικῷ χρηστέον ὀπῷ· ποιεῖ δὲ καὶ ὁ τοῦ τριφύλλου καρπὸς πινόμενος καὶ τὸ τοῦ ὠκίμου σπέρμα· τούτοις δὲ πᾶσιν ἀντιπαρατάσσεται λου‐ τροῦ συνεχὴς χρῆσις μετὰ πολλῆς ἱδρώσεως καὶ οἰνοποσία μετὰ κράματος.

24

[Περὶ τῶν ὑπὸ τρυγόνος θαλασσίας πεπλη‐ γμένων.] Τοῖς δὲ ὑπὸ τρυγόνος θαλασσίας πληγεῖσιν ἁρμό‐ ζει πάντα τὸν αὐτὸν τρόπον, ὅσον μικρὸν ὕστερον ἐπὶ τῶν ἐχιοδήκτων ἐροῦμεν.

25

[Περὶ δράκοντος καὶ σκορπίου τῶν ἐκ θα‐ λάσσης.] Γίνονται δὲ ἰδίως πληγαὶ καὶ ὑπὸ δράκοντος καὶ σκορπίων τῶν ἐκ θαλάσσης· καὶ περιωδυνίας χαλεπὰς φέρουσι, σπανίως δέ ποτε καὶ νομάς· ἁρμόζει δὲ πρὸς τὰς83
5πληγὰς αὐτῶν ποτισμὸς ἀψινθίου ἢ ἐλελισφάκου, ἢ θείου σὺν ὄξει τετριμμένου· καὶ αὐτοὶ δὲ ἀναπτυχθέντες καὶ ἐπι‐ τεθέντες τοῖς τραύμασι τὰς ἰδίας ἰῶνται πληγάς.

26

[Περὶ τῶν ὑπὸ μυγαλῆς δεδηγμένων.] Τοῖς δὲ ὑπὸ μυγαλῆς δηχθεῖσι βοηθεῖ χαλβάνης σπληνίον ἐπιτε‐ θὲν κατὰ τοῦ δήγματος, ὡς φάρμακον μετ’ ὄξους λελειο‐ τριβημένον, καὶ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος ἐπιπλα‐
5σθέν· καὶ ἡ αὐτὴ δὲ ἡ δακοῦσα μυγαλῆ ἀναπτυσσομένη καὶ ἐπιτιθεμένη τῆς ἰδίας πληγῆς ἀντιφάρμακόν ἐστι, καὶ γλυ‐ κείας ῥοιᾶς ἑφθὰ καταπλασθέντα κοκκία· καὶ πράσα ἑφθὰ
καταπλασθέντα καὶ σκόροδα συντετριμμένα καὶ ἡ διὰ τῆς θερμῆς ἅλμης κατάντλησις. Τοπικὰ μὲν ταῦτα· ποτιζό‐84
10μενον δὲ ἀρήγει ἀβρότονον καθεψηθὲν, εἶτα δι’ οἴνου προς‐ φερόμενον· ἕρπυλλος δὲ καὶ χαλβάνη καὶ εὔζωμον διεθέντα οἴνῳ, καὶ κυπαρίσσου τὰ ἁπαλὰ σφαιρία μετ’ ὄξους, καὶ κυκλάμινον μετ’ ὀξυμέλιτος, καὶ πύρεθρον σὺν οἴνῳ, καὶ χα‐ μαιλέοντος τῆς βοτάνης ἡ ῥίζα. Τινὲς δὲ ἀναγράφουσιν, ὅτι
15καὶ αὐτὴ λειοτριβηθεῖσα ἡ μυγαλῆ πρὸς τὸ ἴδιον πλῆγμα πο‐ τίζεται· τὴν δὲ ἱστορίαν ταύτην ἐν ἄλλοις κειμένην εὑρόντες, παρασημειώσεως μόνον ἠξιώσαμεν· ἔνιοι δέ φασι μὴ ἄλλως ἑλκοῦσθαι τὸν δηχθέντα, εἰ μὴ ἔγκυος ἡ μυγαλῆ τυγχά‐ νει· τότε οὖν φασὶ βοηθεῖν.

27

[Περὶ τῶν ὑπὸ ἐχίδνης δεδηγμένων.] Τοῖς δὲ ὑπὸ ἐχίδνης δηχθεῖσι βοηθοῦσι τῶν αἰγῶν αἱ σπύραθοι μετ’ οἴνου ἀνατεθεῖσαι σπουδαίως· καὶ δάφνη ὡςαύτως, καὶ ἀβρότονον καὶ χαλβάνη ἀντὶ σπληνίου ἐπιῤῥιπτούμενα,
5καὶ ὀρίγανος χλωρὰ ἀνεθεῖσα, καὶ τῶν ὀρνίθων οἱ νεοσσοὶ ἀναπτυχθέντες καὶ παραχρῆμα προςτιθέμενοι· ὀροβινόν τε
ἄλευρον μετ’ οἴνου πεφυραμένον· καὶ ῥαφάνου φλοιὸς ἰσχυ‐ ρῶς κοπεὶς, ὥςτε λειότατος γίνεσθαι, καὶ σκίλλα ὀπτὴ καὶ χαμαίμηλον λελειωμένα, καὶ ὠμήλυσις δι’ ὀξυμέλιτος85
10ἐσκευασμένη, προκατηντλημένου θερμοῦ. Ταῦτα μὲν το‐ πικῶς ἐπιτιθέμενα· ὠφελεῖ δὲ τοὺς ἐχιοδήκτους καὶ βά‐ τος μετ’ οἴνου· ἔνιοι δὲ ἄγχουσαν τὴν λεπτόφυλλον βοηθεῖν ἀφηγοῦνται· πίνεται δὲ καὶ λαγωοῦ τῆς πιτύας ὅσον τριώ‐ βολον ἐν οἴνῳ, καὶ πράσου χύλισμα ὅσον ἡμικοτύλιον
15ἐν ἀκράτῳ· καὶ μελισσοφύλλου τῶν φύλλων ὁ χυλὸς, καὶ πήγανον ἄγριον· ταῦτα δὲ ἐν οἴνῳ δεῖ ποτίζειν· καὶ αὐτὴ ἡ οἰνοποσία συνεχῶς παραλαμβανομένη, σκόροδά τε ἐσθιόμενα καὶ κρόμμυα, καὶ πράσα ἁπαλὰ, καὶ τάριχος δριμύτατος καὶ πολυτελέστατος· καὶ τὰ μὲν ἁπλᾶ ταῦτα. Καὶ αὐτὸ
20δὲ τὸ φάρμακον εὐδοκιμοῦν ἐπὶ τῶν ἐχιοδήκτων, ὅπερ ἐστὶ σμύρνης, καστορίου, πεπέρεως, σανδαράχης ἀνὰ 𐅻 αʹ,
ἀνήθου σπέρματος ὀξύβαφον τὸ ἥμισυ· ταῦτα λέαινε ἐν γλυ‐ κεῖ κρητικῷ, ἢ ἑτέρῳ τινὶ τῶν σπουδαίων. Ἐρασίστρατος δὲ ἐν τῷ περὶ δυνάμεων ἀνεγράψατο, καὶ ἄλλα τινὰ πλείονα86
25βοηθεῖν δυνάμενα τοῖς ἐχιοδήκτοις· τὰ δοκιμώτατα δὲ τοιαῦ‐ τα· τοὺς τῶν ὀρνίθων ἐγκεφάλους σὺν οἴνῳ πινομένους, καὶ κράμβης ἡμέρου τοῦ σπέρματος ὀξύβαφον λεῖον πινόμε‐ νον μετ’ οἴνου· ἀγαθὸν δὲ καὶ τὸν δάκτυλον καταβάπτειν εἰς πίσσαν ὑγράν, ἔπειτα εἰς οἶνον ἀποκλύζοντα πίνειν· τοιαῦτα
30μὲν πρὸς τοὺς ἐχιοδήκτους.

28

[Περὶ τῶν ὑπ’ ἀμφιςβαίνης δεδηγμένων.] Περὶ ἀμφιςβαίνης τοπικῶς ἐπεμνήσθημεν, ὅτι πῶς ταῖς πρὸς τὰς ἐχίδνας ἀναγεγραμμέναις βοηθείαις πέφυκε βοηθεῖσθαι ὁ ἐξ αὐτῆς πληγείς.

29

[Περὶ τῶν ὑπὸ δρυΐνου δεδηγμένων.] Τοῖς δὲ ὑπὸ δρυΐνου πληγεῖσιν ἁρμόζει ἀριστολοχία σὺν οἴνῳ πι‐ νομένη, καὶ ἡ τρίφυλλος πόα, ῥίζα δὲ ἀσφοδέλου παραπλη‐
σίως λαμβανομένη, καὶ δρυὸς πάσης ὁ καρπὸς πινόμενος· καὶ87
5τῆς πρίνου αἱ ῥίζαι κοπτόμεναι καὶ καταπλασσόμεναι τοπι‐ κῶς παρηγοροῦσιν.

30

[Περὶ τῶν ὑφ’ αἱμόῤῥου καὶ διψάδος δε‐ δηγμένων] Αἱμόῤῥου καὶ διψάδος πρὸς τοῖς πλείστοις τῶν προγενομένων ἀπηγορεύθησαν, ὡς ἀβοήθητοι αἱ δή‐ ξεις· διὸ καὶ τῶν κατ’ ἰδιότητα πρὸς τὸ θηρίον τὴν διψάδα
5ὠφελούντων ἀποροῦσι· δεῖ μὲν οὖν ἀποπειρᾶσθαι τῶν κοι‐ νῶν βοηθημάτων· παραχρῆμα δὲ τοὺς κατασχασμοὺς παρα‐ λαμβάνειν, τήν τε καῦσιν ποιεῖν, καὶ εἰ ὁ τόπος ἐγχωροίη, τὸν ἀκρωτηριασμόν· ἐφεξῆς δὲ τὰς τῶν δριμέων καταπλασμάτων ἐπιθέσεις, ὑπὲρ ὧν εἰρήκαμεν πολλάκις· χρησιμέυειν οἶδα καὶ
10δριμυφαγίας, μάλιστα τὰς ἀπὸ τῶν ταριχηρῶν· ἀκρατοπο‐ σία τε καὶ λουτρὸν ὠφελεῖ· ταῦτα συνεχῶς ἐκ μικρῶν δια‐ στημάτων πλεονάκις παραληπτέον, πρὶν κατασκήψῃ τὸ τῶν νοσημάτων εἶδος· ἐκείνων δὲ ἅπαξ ἐπιφανέντων, οὐδο‐ τιοῦν παρὰ τῆς τῶν ἰατρῶν ἐπικουρίας ὄφελος γίνεται· ἐπὶ
15δὲ τοῦ αἱμόῤῥου τὰ αὐτά· καὶ πρὸς τούτοις τὰ ἐν τῷ κοι‐
νῷ τῶν βοηθημάτων· οἷον τοὺς κατασχασμοὺς καὶ τὰς καύ‐ σεις καὶ δριμυφαγίας, καὶ ἀκρατοποσίας, καὶ ὅσα ὡρίσαμεν ἐπὶ διψάδος· ἔτι δὲ καὶ ἀμπέλου φύλλα ἑφθὰ σὺν μέλιτι λε‐ λειωμένα.88

31

[Περὶ τῶν ὑφ’ ὕδρου δηχθέντων.] Τοῖς ὑφ’ ὕδρου δηχθεῖσιν ἁρμόζει ὀρίγανος λεία φυραθεῖσα ὕδατι, κονία τε ἐνεθεῖσα ἐλαίῳ, ἢ ἀριστολοχίας φλοιὸς ἢ ῥίζα λειοτριβηθεῖσα, καὶ κρίθινον ἄλευρον σὺν ὕδατι μετὰ μέλιτος
5συντετηκός· ποτίζεται δὲ καὶ ἀριστολοχίας δίδραχμον ἐν κρά‐ ματι ὀξυκράτου κυάθοις δυσίν· ἢ πρασίου χυλὸς, ἢ ἀφέ‐ ψημα ὁποτέρου σὺν οἴνῳ· πρόςφατόν τε κηρίον προςφερόμε‐ νον μετ’ ὄξους.

32

[Περὶ τῶν ὑπὸ κεγχριδίου δηχθέντων.] Τοῖς δὲ ὑπὸ κεγχριδίου δηχθεῖσι θριδακίνης ὁ καρπὸς μετὰ λινο‐ σπέρμου καταπλασσόμενος βοηθεῖ, καὶ θύμβρα, καὶ ἄγριον πήγανον, καὶ ἕρπυλλος σὺν ἀσφοδέλῳ λελειωμένος· ποτιζό‐
5μενα δὲ παραχρῆμα, κενταυρίου τῆς ῥίζης 𐅻 βʹ σὺν οἴνου κυάθοις γʹ, ἢ ἀριστολοχίας ῥίζα ὡςαύτως· καρδαμόν τε καὶ γεντιανὴ παραπλησίως.89

33

[Περὶ τῶν ὑπὸ κεράστου δηχθέντων.] Τοῖς δὲ ὑπὸ κεράστου δηχθεῖσι καὶ ἀσπίδος συντόμως ὁ ἀκρωτη‐ ριασμὸς ἐπαμύνει· διόπερ ἀνυπερθέτως ἀποκόπτειν δεῖ, ὅσον τὸ δηχθὲν μέρος, ἢ περισαρκίζειν τὰ δηχθέντα μέρη παρα‐
5χρῆμα καὶ τὰ τούτοις πλησίον· εἶτα δὲ τὰ ὑπολειπόμενα τοῖς καυτηρίοις ἀνικμαστέον· καὶ γὰρ καὶ τούτοις ὁ ἰὸς οἷος ὁ τοῦ βασιλίσκου.

34

[Περὶ τῶν ὑπ’ ἀσπίδος δηχθέντων.] Τοῖς δὲ ὑπὸ ἀσπίδος δηχθεῖσιν, ὅσα καὶ τοῖς ὑπὸ κεράστου, ὡς προγέγραπται, προςενεκτέον βοηθήματα· ὃν τρόπον γὰρ βοὸς αἷμα ὀξύτατα πήγνυσι τὸ ἐν ταῖς ἀρτηρίαις αἷμα καὶ πνεῦ‐
5μα, πρὸς τούτων καὶ ὁ ἰὸς, ὥςπερ καὶ ὁ τοῦ βασιλίσκου.

35

[Περὶ τῶν ὑπὸ βασιλίσκου δηχθέντων.] Τοῖς δὲ ὑπὸ βασιλίσκου δηχθεῖσιν, ὡς Ἐρασίστρατός φησι, βοη‐ θεῖ καστορίου 𐅻 αʹ, πινομένη σὺν οἴνῳ· ὡςαύτως δὲ καὶ ὁ τῆς μήκωνος ὀπός.90
5Τοιοῦτος μὲν ὁ θηριακὸς τρόπος.91