TLG 1118 001 :: Pseudo–DIOSCORIDES :: De venenis eorumque praecautione et medicatione (= Alexipharmaca)

Pseudo–DIOSCORIDES Med., Pseudo–Dioscurides Pedianus
(p. A.D. 1)

Cf. et DIOSCORIDES PEDANIUS Med. (0656)

De venenis eorumque praecautione et medicatione (= Alexipharmaca)

Source: Sprengel, K. (ed.), Pedanii Dioscoridis Anazarbei, vol. 2 [Medicorum Graecorum opera quae exstant (ed. C.G. Kühn), vol. 26.2] Leipzig: Knobloch, 1830: 1–41.

Citation: Section — (line)

t

[ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΡΙΔΟΥ] ΠΕΡΙ ΔΗΛΗΤΗΡΙΩΝ ΦΑΡΜΑΚΩΝ ΚΑΙ ΤΗΣ ΑΥΤΩΝ ΠΡΟΦΥΛΑΚΗΣ ΚΑΙ
ΘΕΡΑΠΕΙΑΣ.

Pr

(t)

ΤΟ ΠΡΟΟΙΜΙΟΝ.
1[Ἀποδόντες ἐν τοῖς προγραφεῖσι βιβλίοις, φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων καὶ τῶν ἐξ αὐτῶν καρπῶν καὶ δακρύων, ἔτι τε ζώων καὶ μέλι‐ τος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρῶν
5καὶ λαχάνων, ἔτι τε τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ οἴνων καὶ μεταλλικῶν λόγον· ἐν τούτῳ, τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας, καταλεξόμεθα περὶ
τῆς τῶν ὠφελεῖν ἡμᾶς ἢ βλάπτειν δυναμένων φαρμάκων ἐνερ‐ γείας. Παραιτησάμενοι οὖν τὴν πολυλογίαν ἐπάνιμεν ἐπὶ τὸ1
10προκείμενον.] Μεριζομένου δὲ τοῦ τοιούτου διχῆ· εἴς τε προφυλακὴν τοῦ μηδὲ τὴν ἀρχὴν λαθεῖν, ἢ εἰ καί ποτε λάθοι διδόμε‐ να, ἀνενέργητα γενέσθαι, καὶ εἰς τὸ βοηθηματικὸν τῶν πε‐ πωκότων, πρῶτον δίειμι περὶ τοῦ προφυλακτικοῦ τρόπου,
15δυςχεροῦς ὄντος, ὡς οἱ ἀρχαῖοι ὑπέλαβον, διὰ τὸ τοὺς λά‐ θρα διδόντας οὕτω μηχανᾶσθαι, ὡς καὶ τοὺς ἐμπειροτά‐ τους ἐξαπατᾷν· τὰς μὲν γὰρ πικρίας ἐξαιροῦνται τῶν φθαρ‐ τικῶν φαρμάκων ταῖς μιγνυμέναις γλυκύτησι· τὰς δὲ δυςω‐ δίας ταῖς τῶν ἀρωμάτων καταμίξεσιν ἢ ταῖς τῶν ὑλῶν ἐπ’
20ὠφελείᾳ δοκουσῶν προςφέρεσθαι, μάλιστα δ’ ἐν ταῖς ἀσθενεί‐ αις, ὡς ἀψινθίῳ, ἢ τραγοριγάνῳ, ἢ ὑσσώπῳ, ἢ θύμβρᾳ,
θύμῳ τε καὶ ὀριγάνῳ, ἢ ἀβροτόνῳ, ἢ ἴριδι, ἢ καστορίῳ, καὶ εἴ τι δοκεῖ κατάλληλον τοῖς κακουργουμένοις φαρμά‐ κοις ἔχειν ποιότητα· ἐπὶ δὲ τῶν πινομένων ἐν οἴνοις2
25σκληροῖς, ἢ ἐν ζωμοῖς, ἢ ἐν γλυκεῖ, ἢ ἐν μελικράτῳ, ἢ ἐν γλεύκει, ἢ ἐν χυλοῖς, ἢ ἐν φακῷ, ἢ ἐν ἀλφίτοις, ἢ ἐν ἄλ‐ λοις τισὶ τῶν προςφερομένων συσσιτοποιοῦντες· ὅθεν τὸν ὑποπτεύοντα δεῖ παραιτεῖσθαι τὰ κατηρτυμένα τῶν ἐδε‐ σμάτων καὶ πᾶσαν ἐπιτεταμένην ποιότητα γεύσεων, ὅσαι εἰσὶ
30διὰ τῶν γλυκέων ἢ ἁλυκῶν ἢ ὀξέων διαφυλάττεσθαι· καὶ τοὺς δεδιψηκότας ἢ πεινῶντας δι’ ἐπιτάσεως μὴ ἀθρόως πί‐ νειν ἢ ἐσθίειν, προςέχοντας τῇ ποιότητι τούτων, μάλιστα δὲ ψυχρὸν ὕδωρ προλαμβάνειν πίνοντας· ἀποπληρωθείσης γὰρ τῆς ὀρέξεως, εὐκατάλεπτοι γίνονται τὸ λοιπὸν αἱ ποιότη‐
35τες· καὶ ἐπὶ μὲν τῶν ἀσθενούντων, καλῶς παραιτούμεθα τὰς τῶν δοκούντων ἐπ’ ὠφελείᾳ δίδοσθαι φαρμάκων πόσεις,
ἃς εἰςφέρουσιν οἱ κακουργοῦντες τὰ δηλητήρια· ὥςτε διὰ τοῦ‐ το δυςεπιχειρήτους γίνεσθαι τοὺς νοσοῦντας· καὶ ἡ μὲν πρὸς τὸ μὴ εὐχερῶς ἁλίσκεσθαι πλανωμένους ἔφοδος αὕτη. Ἑτέρα3
40δέ ἐστιν ἀνυσιμωτέρα· δεῖ τοὺς ὑποπτεύοντάς τι τοιοῦ‐ τον προλαμβάνειν τι, καὶ ἀδύνατα κατασκευάζειν τὰ φάρμα‐ κα· ὥςτε τὰς ἰσχάδας μασσωμένους μετὰ βασιλικῶν καρύων, καὶ τὰ καλούμενα κεδρόμηλα, βουνιάδος τε σπέρματος ὁλκὴν μετ’ οἴνου ἢ καλαμίνθης τῶν φύλλων ὁμοίως, ἢ μίλτου τῆς
45καλουμένης λημνίας σφραγίδος τὸ αὐτὸ πλῆθος σὺν οἴνῳ· ἢ πηγάνου φύλλα καὶ καρύων βασιλικῶν τὸ ἐντός· ἢ ἁλῶν χόνδρον καὶ ἰσχάδας δύο νήστεις προςφερέσθωσαν, καὶ ὑπ’ οὐδενὸς ὁτιοῦν βλαβήσονται φαρμάκου. Καὶ ἀντίδοτα δὲ προςλαμβανόμενα μετ’ οἴνου τὸ αὐτὸ ποιοῦσιν· ὧν ἐστι

Pr

(50)

ἡ διὰ τοῦ σκίγκου, καὶ ἡ διὰ τῶν αἱμάτων, καὶ ἡ καλου‐ μένη μιθριδάτειος. Ἀντιπάσχουσι δὲ πολλάκις καὶ ἰδιοσυγκρίσεις σωμάτων,
αἱ προδιαθέσεις διά τινας βρωμάτων ἢ πομάτων ποιότη‐ τας, ἢ πλῆθος οἴνου· ἐκλύουσι γὰρ τὰς ἐνεργείας τῶν4
55ἐπειςαγομένων φαρμάκων, καὶ τὴν ἀνάδοσιν αὐτῶν κωλύου‐ σι, προπεπληρωμένων τῶν πόρων ὑπὸ προληφθείσης τροφῆς. Ἐπειδὴ δὲ καὶ περιστάσεις τινὲς ἐν ἀποδημίᾳ δίχα ἐπι‐ βουλῆς πολλάκις ἐπιφέρουσιν ὁμοίους κινδύνους, ἀναγκαῖον
60ὑπολαμβάνω καὶ περὶ τούτου διαλαβεῖν· δεήσει γὰρ πρῶτον μὲν ἐν ὑπαίθροις τόποις, ὡς δυνατὸν, ἕψειν, καὶ ἑτοιμάζειν τὰ πρὸς βρῶσιν καὶ πόσιν· δεύτερον δ’ ἐν ὑποστέγῳ ἐπιμε‐ λῶς καταμανθάνειν τὰς ὀροφάς· πολλάκις γὰρ ἐκ τῶν ὑπερ‐ κειμένων πίπτει ζωΰφια φθοροποιὰ, ὥςπερ φαλάγγια καὶ ἄλ‐
65λα τινὰ ἑρπετὰ, καὶ ὁ καλούμενος ἀσκαλαβώτης. Καὶ τοῖς ἐπιχέουσι τὸν οἶνον, ἀγγείοις ἐναργῶς καὶ ἐπιμελῶς προςέ‐ χειν δεῖ· ἕλκεται γὰρ ὑπὸ τῆς ὀσμῆς τοῦ οἴνου τὰ ἑρπε‐ τὰ, ἅτινα πολλάκις πιόντα μὲν τὸν ἰὸν ἀπήμεσαν, ἐμπεσόν‐
τα δὲ ἀπέθανον, καὶ ἀπωλείας ἐγένοντο αἴτια τοῖς προς‐5
70ενεγκαμένοις. Πρὸς μὲν τὸ ἀνεπιβούλευτον εἶναι καὶ προφυ‐ λάσσεσθαι ταῦτα εἰρήσθω. Εἰ δέ τινες ἑκουσίᾳ γνώμῃ προςενέγκοιντο, ἢ καὶ ἐξ ἐπιβουλῆς τινων λάβοιεν, δεήσει μηδὲν ἀναβαλλομένους βοη‐ θεῖν· εἰς γὰρ τὸ περιμένειν τὰ παρακολουθοῦντα σημεῖα ἑκά‐
75στου τῶν φαρμάκων, ἀνίατόν ἐστι, δυςβοηθήτων αὐτῶν διὰ τὸν χρόνον γινομένων. Ἐὰν μὲν οὖν οἱ προςενεγκάμε‐ νοι νοήσαντες ὁμολογήσωσι τὸ ποθὲν φάρμακον, ἤ τινες τῶν συμπαρόντων, παραχρῆμα ἐλθόντες ἐπὶ τὰ κατάλληλα βοηθήματα, ῥᾳδίως εἰς τὸ κατὰ φύσιν καὶ οἰκεῖον αὔξομεν
80αὐτοὺς κατάστημα· οὐ συγκατατιθέμενοι τοῖς λέγουσιν ἐπ’ αὐτῶν κατὰ πᾶν ἀθεράπευτα γίνεσθαι. Πῶς γὰρ τὰ μὲν ἐπὶ τῶν ἐν τῷ σώματι γινομένων αἰτίων πάθη θεραπείαν ἐπιδέχεται, τὰ δὲ ὑπὸ τῶν ἔξωθεν συμπίπτοντα φαρ‐ μάκων ἀθεράπευτα τυγχάνει; ὁμοίως γὰρ πάντα τὰ περὶ τὰ
85σώματα γινόμενα νοσήματα θεράπευτά τε καὶ ἀθεράπευτα, κατὰ τὰ μεγέθη τῶν προςπιπτόντων αἰτίων καὶ τὰς προδια‐ θέσεις καὶ ἐπιτηδειότητας τῶν σωμάτων· εἰ δέ τινες αὐτῶν καταληφθέντες ἀφωνίαις ἢ παρανοίαις ἢ ἄλλῳ, διὰ τὸ μὴ βούλεσθαι ἐξάγειν αὐτὸ, ἀσυμφανὲς ἡμῖν ποιοῦσι τὸ φάρ‐6
90μακον, τότε δεῖ ταχέως ἔρχεσθαι ἐπὶ τὰ κοινῶς ἁρμόττοντα τοῖς οἱονδήποτε φάρμακον πεπωκόσιν· οὐδὲν δὲ δύναται κοινό‐ τερον βοήθημα δίδοσθαι, τοῦ τὸ δοθὲν φάρμακον, πρὸ τοῦ ἐνισχύσαι, διὰ τοῦ ἔγγιστα τόπου κενοῦν εἰς τὸ ἐκτός· ὅθεν μηδὲν ἀναβαλλομένους προςφέρειν δεῖ ἔλαιον θερμὸν, ἢ κατ’
95ἰδίαν, ἢ μεθ’ ὕδατος ἐμεῖν ἀναγκάζοντας· εἰ δὲ μὴ παρείη ἔλαιον, τῶν τόπων μὴ φερόντων, βούτυρον ἀντὶ ἐλαίου μεθ’ ὕδατος θερμοῦ ἢ μαλάχης, ἢ λινοσπέρμου, ἢ τράγου, ἢ τή‐ λεως, ἢ κνίδης σπέρματος, ἢ χόνδρου ἀφεψήματος· οὐ μόνον γὰρ κενώσει ταῦτα διὰ τῶν ἐμέτων, χαλασμὸν εὐχερῶς καὶ

Pr

(100)

ναυτίαν ἐμποιοῦντα, ἀλλὰ καὶ ὑπάξει τὴν κοιλίαν, καὶ ἐναν‐
τιωθήσεται τῇ κακίᾳ τῶν φαρμάκων, ἀμβλυντικὰ τῶν δρι‐ μυτήτων καθεστῶτα· ἔστι δὲ ἐναργῶς καταλαβέσθαι τοῦ‐ το· εἰ γάρ τις ἑλκῶσαι προαιρούμενος δι’ ἀσβέστου, ἢ τρυ‐ γὸς, ἢ κανθαρίδος, ἤ τινος ἄλλου δριμέως, τὸ σῶμα ὑπο‐7
105χρίσει ἐλαίῳ, οὐχὶ ἑλκωθήσεται ὑπὸ τούτου· καὶ μὴν οὐδ’ εἴ τις στύψαι θελήσει ἰσχυρῶς ἢ ψύξαι, δύναται προλιπαί‐ νων· ἔτι μὴν καὶ ἔμετος οὐ μόνον καθ’ ὃ κενοῖ καὶ ἐκκρί‐ νει τὸ βλάπτον ὠφελεῖ, ἀλλ’ ὅτι καὶ δείκνυσι τὸ ληφθὲν ἐνίοτε, ἔκ τε ὀσμῆς, ἢ θρόμβων, ἢ χρώματός τινος· ἐκ
110μὲν γὰρ τῆς ὀσμῆς καὶ πικρίας μηκώνειον· ἐκ δὲ χρόας ψι‐ μύθιον ἢ γύψον· ἀπὸ δὲ θρόμβου γάλα ἢ τὸ νεοσφαγὲς αἷ‐ μα· ἀπὸ δὲ βρώμου καὶ ποιότητος τοῦ ἐμουμένου καὶ ὀσμῆς, λαγωὸν θαλάττιον καὶ φρῦνον· ὡς διὰ τοῦτο μᾶλλον ἢ δι’ ἕτερον ἐνίοις δύνασθαι βοηθεῖν, ἐρχομένους ἐπὶ τὰ ἑκάστῳ
115ἁρμόζοντα βοηθήματα· παραμίγνυται δὲ τῷ ἐλαίῳ μαλάχης
ἀφέψημα, ἢ γλαύκιον, ἢ στέαρ χήνειον, ἢ ζωμὸς ἐκ λι‐ παρῶν κρεῶν γεγονὼς, ἢ κονία ἡ διὰ τῶν ξύλων. Κομισά‐ μενοι δὲ διὰ τῶν ἐμέτων ἐπιμελῶς, διὰ τὸ μηδὲν ὑπολεί‐ πεσθαι ἐν τῇ κοιλίᾳ, τὸ ἐμμεῖναν ἐν τοῖς ἐντέροις κλύσματι8
120δριμεῖ κομιούμεθα. Ποιεῖ δὲ καὶ τὸ νίτρον λεῖον σὺν ὑδρο‐ μέλιτι παραλαμβανόμενον, καὶ οἶνοι πολλοὶ καὶ παλαιοὶ πι‐ νόμενοι, καὶ ζωμοὶ ὀρνίθειοι, ἰχθύες λιπαροὶ, καὶ κρέα πα‐ λαιὰ καὶ λιπαρὰ, καὶ τὰ διὰ στέατος ἢ βουτύρου προςφά‐ του· ὑπάγοντα γὰρ τὴν κοιλίαν, ὥςπερ εἶπον, καὶ τὸν στό‐
125μαχον ἀναλύοντα, ἑτοιμότερον κατασκευάζει τὸν στόμαχον πρὸς τὸν ἔμετον· ἀμβλύνει τε τὴν δριμύτητα αὐτῶν, καὶ παρεμπλασσόμενα τοῖς πόροις, κωλύει τὴν ὀξύτητα τῆς τῶν φαρμάκων δυνάμεως. Δίδονται δὲ καὶ ἁρμόζοντα φάρμακα κοινῶς· ὧν ἐστιν ἡ λημνία μίλτος, ἀγαρικὸν, ἀβρότονον, ἐρύ‐
130σιμον, ἠρυγγίου ῥίζα, σταφυλίνου σπέρμα καὶ καλαμίνθης, νάρδος κελτικὴ, καστόριον, νάρθηκος χλωροῦ ἐντεριώνη, νη‐
ρίου τοῦ καλουμένου ῥοδοδένδρου ἄνθος, πρασίου χυλὸς, σίλφιον, καὶ ὁ ὀπὸς αὐτοῦ, καὶ ἡ ῥίζα, ἣν καὶ μαγύδαριν ἐκάλεσαν, σαγάπηνον, ὀποπάναξ, πευκεδάνου ὀπὸς, ἀρι‐9
135στολοχία μακρὰ, πηγάνου ἀγρίου σπέρμα, κέστρου, τῆς βε‐ τονικῆς καλουμένης, τὰ φύλλα. Δίδοται δὲ ἕκαστον σὺν οἴ‐ νῳ 𐅻 αʹ πλῆθος· ποιεῖ καὶ πολίου ἀφέψημα [καὶ σέσελι] καὶ πίσσα ὑγρὰ ἐκλειχομένη· γενναιότατα δὲ βοηθοῦσι καὶ ἀντίδοτοι, ὧν τὰς σκευασίας ἐπὶ τέλει ἀναγράψομεν· κοινῶς
140δὲ βοηθητέον τούτοις τὸν τρόπον τοῦτον. Δυνατὸν δὲ καὶ ἐκ τῶν παρακολουθούντων συμπτω‐ μάτων κοινὰ καὶ τὰ βοηθήματα συμπαραλαμβάνεσθαι. Σχε‐ δὸν γὰρ αἱ τῶν πλείστων φαρμάκων δυνάμεις εἰς ὁμοιοτρό‐ πους περιάγουσι τὸ σῶμα διαθέσεις· δι’ ἣν αἰτίαν ἐπὶ τῶν
145πλείστων τὰ κοινὰ βοηθήματα ἀνύει, ποικίλα μὲν γὰρ τὰ δηλητήρια φάρμακα, κοιναὶ δὲ καὶ οὐ πολλαὶ αἱ ἐξ αὐτῶν γινόμεναι διαθέσεις· ἀδύνατον γὰρ πάντα τὰ συμπτώματα
ἑνὶ παρακολουθῆσαι· εἰ γὰρ ἦν τοῦτο, παρεῖλκεν ἂν ἡ καθ’ ἕκαστον φάρμακον διὰ τῶν βοηθημάτων παράδοσις. Τό τε10

Pr

(150)

γὰρ ἀλγεῖν στόμαχόν τε καὶ κοιλίαν καὶ ἔντερα, ἧπαρ τε καὶ νεφροὺς καὶ κύστιν, ἔτι δὲ λύζειν καὶ δάκνεσθαι καὶ τρέμειν, ἀφώνους τε εἶναι καὶ περιψύχεσθαι, σπᾶσθαί τε καὶ ἀσφυκτεῖν καὶ δυςπνοεῖν καὶ καταφέρεσθαι καὶ σκοτοῦσθαι καὶ πνίγεσθαι καὶ διψᾷν καὶ αἱμοῤῥαγεῖν, πυρέσσειν τε καὶ
155δυςουρεῖν καὶ στροφοῦσθαι καὶ ἐμεῖν πυκνὰ ἢ ναυτιᾷν, ἐρυθραίνεσθαι καὶ πελιδνοῦσθαι καὶ ὠχριᾷν, παραφρο‐ νεῖν τε καὶ ῥέγχειν καὶ παρίεσθαι, καὶ ἄλλα πολλὰ ποιεῖν, καὶ διάφορα πάσχειν· ἑνὶ μόνῳ δύςκολον εὑρεῖν παρεπόμε‐ νον, ἕκαστον μερισθὲν εἰς καθολικὰς διαθέσεις ὀλίγων
160ἀριθμὸν καὶ κοινῶν ὑποδεῖξαι συμπτωμάτων. Διὸ καὶ ἐφ’ ἑνὸς ἑκάστου τῶν προειρημένων οὐκ εὔκολον τὸ εἰλημμένον φάρμακον γινώσκεσθαι· τὸ γὰρ δάκνεσθαι τὸ στόμα καὶ γλῶτταν, φλεγμαίνειν στόμαχον καὶ κοιλίαν τε καὶ νεφροὺς
καὶ κύστιν, δυςουρεῖν τε ἰσχυρῶς, ἐνίοτε δὲ καὶ αἷμα δι’ οὔ‐11
165ρων πορεύεσθαι, καὶ λακιδοῦσθαι, διαπεπρῆσθαί τε πολλὰ μέρη τοῦ σώματος, οὐ μόνον ἐπὶ κανθαρίδων εὑρίσκεται πα‐ ρακολουθοῦντα, ἀλλὰ καὶ ἐπὶ πιτυοκάμπης καὶ βουπρήστεως καὶ σαλαμάνδρας· τό τε καταφέρεσθαι, ἢ καροῦσθαι, ἢ ῥέγχειν, πελιοῦσθαί τε καὶ νωθριᾷν καὶ καταψύχεσθαι καὶ
170ναρκᾷν, ἀναισθητεῖν δὲ ἢ ὀδαξεῖσθαι τὸ ὅλον σῶμα, οὐ μόνον τοῖς τὸ μηκώνειον πεπωκόσι παρέπεται, ἀλλὰ καὶ τοῖς μανδραγόραν ἢ κώνειον προςενεγκαμένοις· τό τε παραφρονεῖν οὐ μόνον ὑοςκύαμος ἐπιφέρει, ἀλλὰ καὶ τὰ τοξικὰ καλούμενα τῶν φαρμάκων· καὶ ἀκόνιτον δὲ, καὶ τὸ μέλι τὸ γεννώμενον
175ἐν Ἡρακλείᾳ τῇ ποντικῇ· καὶ τὸ πνίγεσθαι δὲ οὐ μόνον ἐπὶ μυκήτων ὁρᾶται, ἀλλὰ καὶ ἐπὶ αἵματος ταυρείου καὶ γά‐ λακτος καὶ ἀκονίτου καὶ γύψου καὶ ψιμυθίου· καὶ καθόλου δύςκολον, ἐὰν θέλῃς εὑρεῖν σημεῖον δυνάμενόν τι τῶν πινο‐ μένων καὶ γενομένων φαρμάκων δηλῶσαι, καὶ μάλισθ’ ὅτι
180κοινὰ καὶ τοῖς ἄλλοις ἐπιγινομένοις πάθεσι παρακολουθεῖ
ταῦτα· πλὴν ἐπὶ μὲν τῶν ὀξέως ἀναιρούντων ἐστί που καὶ σημειώσασθαι τὸ βλαπτόμενον, ὡς παραδώσομεν. Ἐπὶ δὲ τῶν χρονίας διαθέσεις παρασκευαζόντων, δύςκολον οὐδὲν πρὸς τὴν θεραπείαν τοῦ περὶ τὴν σημείωσιν δυςχεροῦς βλάπτοντος·12
185ἐκφυγόντα γὰρ τὴν ὀξύτητα τῆς ἐνεργείας τὰ φάρμακα, καὶ μεταληφθέντα εἰς χρονίους, κοινῶς λαμβάνει τοῖς λοιποῖς πάθεσι τὰς κατασκευὰς καὶ τὰς βοηθείας, τῆς ἰδιότητος τῶν πινομένων φαρμάκων μηκέτ’ ἐνούσης. Διαθέσεως δὲ χρο‐ νίου κατεσκευασμένης, ὑπ’ αὐτῶν ἡ διάθεσις πάντων εἰς ἕν
190τι γένος τῶν χρονίων ἐμπίπτει παθῶν, ἐφ’ ὧν εὐχερές ἐστι καὶ τὴν θεραπείαν ἀναλαμβάνειν. Καὶ τὰ μὲν κοινῶς βοη‐ θοῦντα ταῦτ’ ἐστιν. Οἷς ἀκολούθως ἀναγράψομεν καὶ τὰ ἰδίᾳ ἑκάστοις ἁρμόζοντα, προεκθέμενοι ὑφ’ ἓν ὅσα φθαρτι‐ κὴν ἢ κακωτικὴν ἔχει δύναμιν ἑκάστης τάξεως, καὶ ἵνα πε‐
195φυλαγμένως εἴ τινα τῶν πρὸς ὑγείαν ἀναγεγραμμένων φαρ‐ μάκων ἔχοιέν τινα τούτων μεμιγμένα ἐχόντων, οἷς χρῶν‐
ται οἱ φιλιατροῦντες. Τὸ γὰρ ἀπερίσκεπτον μεγάλας ἐπιφέ‐ ρει βλάβας, καὶ πολλάκις διὰ τὴν συνεχῆ χρῆσιν αὐτῶν ἀπωλείας αἰτία γίνεται· ζῶα μὲν οὖν ἐστι φθαρτικὰ τάδε·13

Pr

(200)

κανθαρὶς, βούπρηστις, σαλαμάνδρα, πιτυοκάμπη, λαγωὸς θαλάσσιος, φρῦνος, βάτραχος ἕλειος ἄφωνος, βδέλλαι κα‐ ταποθεῖσαι· σπερμάτων δὲ ὑοςκύαμος, κόριον, κώνειον, μέ‐ λανθιον, ψύλλιον· ὀπισμάτων δὲ μηκώνειον, ὀποκάρπασον, θαψίας χυλὸς, ἐλατήριον, μανδραγόρας· ῥιζῶν δὲ χαμαιλέων,
205ἀκόνιτον, θαψία, ἐλλέβορος, ἰξίας, ἀγαρικὸν τὸ μέλαν, ἐφή‐ μερον, ὃ ἔνιοι κολχικὸν καλοῦσι, διὰ τὸ ἐν Κολχίδι γίνεσθαι· ἐρνωδῶν δὲ καὶ ποῶν σμίλαξ, ἣν ἔνιοι θύμαλον, Ῥω‐ μαῖοι δὲ τάξον καλοῦσι, στρύχνον μανικὸν, ὃ καὶ δορύ‐ κνιον καλοῦσι, ἥ τε σαρδώνιος πόα, εἶδος οὖσα βατραχίου,
210μήκων κερατῖτις, φαρικὸν, τοξικὸν, πήγανον ἄγριον, μύ‐ κητες· ἀπὸ ζώων δὲ αἷμα ταύρειον νεαρὸν, καὶ τὸ ἐμπυτια‐
σθὲν γάλα, μέλι τε τὸ ἐν Ἡρακλείᾳ τῇ ποντικῇ γεννώμενον· μεταλλικὰ δὲ γύψος, ψιμύθιον, τίτανος, ἀρσενικὸν, σαν‐ δαράχαι δύο, λιθάργυρος, ἀδάρκη, μόλυβδος, καὶ ἡ καλου‐14
215μένη ὑδράργυρος. Τῶν δὲ συμφύλων οἶνος ἀθρόως πο‐ θεὶς πολὺς ἀπὸ βαλανείου, ἢ γλυκὺ, ἢ ψυχρὸν ὕδωρ ὁμοίως.

1

[Περὶ Κανθαρίδων.] Τοῖς οὖν κανθαρίδας προςενεγκαμένοις παρέπεται χαλεπώτατα σημεῖα· σχεδὸν γὰρ ἀπὸ τοῦ στόματος μέχρι κύστεως πάντα δάκνεσθαι δοκεῖ αὐ‐ τοῖς. καὶ κατὰ τὴν γεῦσιν πίσσῃ ἢ κεδρίᾳ ὅμοιόν τι ἐγγί‐
5νεσθαι· φλεγμαίνουσι δὲ τὸ δεξιὸν ὑποχόνδριον καὶ δυςου‐ ροῦσι· πολλάκις δὲ αἷμα προΐενται δι’ οὔρων· φέρεται δ’ αὐτοῖς κατὰ κοιλίαν ὅμοια τοῖς ἐπὶ δυςεντερικῶν· λειποθυ‐ μίαις τε καὶ ἄσαις καὶ σκοτοδινίαις περιπίπτουσιν· ἐπὶ τέλει δὲ παραφέρουσι τὴν διάνοιαν. Δεῖ οὖν πρὸ τοῦ παρακο‐
10λουθῆσαί τι τοιοῦτον ἀναγκάζειν ἐμεῖν, διδόντας αὐτοῖς τὸ ἔλαιον ἢ ἄλλο τι τῶν προειρημένων, καὶ μετὰ τὸ κομίσασθαι
τὰ πλεῖστα διὰ τῶν ἐμέτων ἐνιέναι διὰ κλυστῆρος χυλὸν χόνδρου, ἢ ὀρύζης, ἢ τράγου, ἢ πτισάνης, ἢ μαλάχης ἀφέ‐ ψημα, ἢ λινοσπέρμου, ἢ τήλεως, ἢ τῶν ῥιζῶν τῆς ἀλθαίας,15
15ἣν ἰβίσκον ὀνομάζουσι Ῥωμαῖοι· ἐπιδιδόναι τε αὐτοῖς νίτρον σὺν ὑδρομέλιτι πρὸς τὸ καταβιβάσαι καὶ ἐκνίψαι τὰ ἔτι παρακείμενα τῷ στομάχῳ καὶ ἐντέροις· καὶ ἐὰν μὴ διακοπῇ, κενοῦν δεῖ, μελίκρατον ἐνιέντας μετὰ νίτρου, καὶ ἐπιδιδόναι οἶνον ἢ γλυκὺ, συντετριμμένων αὐτῷ στροβίλων καὶ σικύων
20σπέρματος, ἢ γάλακτος, ἢ μελικράτου, ἢ στέαρ χήνειον συν‐ τετηκὸς ἐν γλυκεῖ· τὰ δὲ φλεγμαίνοντα μέρη καταπλάσσοντας κριθῶν ἀλεύρῳ ἑψημένῳ μετὰ μελικράτου· καταρχὰς μὲν οὖν παραλαμβανόμενα τὰ καταπλάσματα βλάπτει, διὰ τὸ ὑπὸ τῆς γενομένης θερμασίας κατέχεσθαι τὸ δοθὲν, στηρίζον ἐπὶ
25τοὺς τόπους ὄντας κυρίους· χρονισθέντων δὲ ὠφελεῖ τὰς χαλεπωτάτας φλεγμονὰς, παρηγοροῦντα καὶ παραμυθού‐ μενα τὰς ἀλγηδόνας· ἐν δὲ τούτῳ τῷ καιρῷ ἁρμόζει, προλι‐
πάναντας ἐλαίῳ θερμαντικῷ τὸ σῶμα, λούειν καθιέντας εἰς ἔμβασιν· ἑκάστῳ δὲ ἡ ἰατρεία, διὰ τῆς ἐπιφανείας τὰ ἐπι‐16
30βλαβῆ παρατεθέντα τῷ σώματι ἐκκρίνεσθαι· καὶ καθόλου παντοίως δεῖ κινεῖν τὰς ἐκκρίσεις, πρὸς τὸ μὴ ἔμμονον κα‐ τασκευὴν λαμβάνειν τὴν διάθεσιν· διδόναι δὲ καὶ κρέα ὀρνίθεια καὶ ἄρνεια, δελφάκεια καὶ ἐρίφεια, λιπαρὰ δὲ ταῦτα καὶ ἁπα‐ λώτατα καὶ καθεψημένα σὺν λινοσπέρμῳ· εὐκοίλια γάρ ἐστι καὶ
35ἀμβλυντικὰ τῶν δριμέων· καὶ οἶνον γλυκὺν καὶ πολύν· ἁρ‐ μόζει δ’ ἐπ’ αὐτῶν καὶ λιβάνου φλοιὸς, καὶ γῆς τῆς κα‐ λουμένης ἀστέρος, ἑκάστου 𐅻 δʹ, μετὰ γλυκέος λαμβανο‐ μένη· γλήχων τε μεθ’ ὕδατος τριφθεὶς, καὶ ἴρινον ἢ ῥόδινον [μῦρον] μετὰ πηγάνου ἀφεψήματος, καὶ ἀμπέλου ἀκρέ‐
40μονες ἁπαλοὶ λεῖοι μετὰ γλυκέος· δυνατώτατα δὲ πάντων βοηθοῦσιν αἱ ἀντίδοτοι, πινόμεναι σὺν μελικράτῳ πλῆθος 𐅻 δʹ.

2

[Περὶ πιτυοκάμπης.] Τοῖς δὲ πιτυοκάμπην
λαβοῦσιν εὐθέως πόνος περὶ τὸ στόμα καὶ τὸν οὐρανίσκον παρακολουθεῖ· γλώσσης τε φλεγμονὴ ἰσχυρὰ καὶ στομάχου καὶ κοιλίας· καὶ ἐντέρων πόνος ἰσχυρὸς μετὰ τοῦ δοκεῖν ὀδά‐17
5ξεσθαι τὰ ἐντός· πύρωσίς τε καθ’ ὅλον τὸ σῶμα, καὶ ἄση. Τούτοις βοηθητέον ὁμοίως τοῖς τὰς κανθαρίδας πεπωκόσιν· ἰδίως δ’ ἐπ’ αὐτῶν παραληψόμεθα ἀντὶ ἐλαίου τοῦ λιτοῦ καὶ ἰρίνου τὸ μήλινον, κατασκευαζόμενον ἐκ μήλων κυδωνίων καὶ ἐλαίου.

3

[Περὶ βουπρήστεως.] Τοῖς δὲ βούπρηστιν πεπωκόσι δοκεῖ κατὰ τὴν γεῦσιν ὅμοιόν τι βρωμώδει νίτρῳ· παρακολουθεῖ δὲ ἄλγημα στομάχου καὶ κοιλίας σφοδρόν· ὄγκος τε στομάχου καὶ κοιλίας, ὁμοίως ὑδρωπικοῖς· καὶ
5περιτείνεται αὐτοῖς ἡ ἐπιφάνεια ὅλου τοῦ σώματος· τά τε οὖρα ἐπέχεται. Βοηθεῖ δὲ αὐτοῖς ὅσα καὶ τοῖς κανθαρίδας πεπωκόσιν· ἰδίως δὲ ὠφελοῦνται μετὰ τὸ τῶν ἐμέτων καὶ τοῦ κλυστῆρος κενωθῆναι, σῦκα ξηρὰ λαμβάνοντες· καὶ τὸ ἀφέψημα δὲ αὐτῶν σὺν οἴνῳ· παρακμάζοντος δὲ τοῦ κατ’
10ὀξύτητα κινδύνου, ὠφελοῦνται θηβαϊκὰς βαλάνους ἐσθίοντες,
ἢ λελεασμένας σὺν οἰνομέλιτι ἢ γάλακτι πίνοντες, ἢ καὶ ἀπίων ἅπαν τὸ γένος ἐσθίοντες καὶ γάλα γυναικεῖον πί‐ νοντες.18

4

[Περὶ σαλαμάνδρας.] Τοῖς δὲ σαλαμάνδραν λαβοῦσι παρέπεται γλώσσης φλεγμονὴ, καὶ διανοίας ἐμπο‐ δισμὸς, καὶ τρόμος μετὰ νάρκης ἢ φρίκης τινὸς καὶ ἐκλύ‐ σεως· πελιοῦται δέ τινα μέρη κυκλοτερῶς αὐτοῖς τοῦ σώ‐
5ματος· ὡς πολλάκις ἐμμείναντος τοῦ φαρμάκου, σηπόμενα ἀποῤῥεῖν· ἐφ’ ὧν πάντα ποιησάμενοι, ὅσα καὶ ἐπὶ κανθαρί‐ δων, ἰδιαίτερον αὐτοῖς προςφέρομεν φάρμακον, ῥητίνην τὴν πιτυΐνην, ἢ χαλβάνην σὺν μέλιτι ἀντὶ ἐκλεικτοῦ, καὶ χαμαι‐ πίτυος ἀφέψημα, συνεκλεανθέντων αὐτῷ στροβίλων, ἢ κνίδης
10φύλλα συνεψηθέντα κρίμνοις μετ’ ἐλαίου· ποιεῖ δὲ ἐπ’ αὐτῶν καὶ θαλασσίας χελώνης ἢ χερσαίας ὠὰ, ὁποῖα ἂν ᾖ ἑψημένα, καὶ βατραχίων ζωμὸς, συγκαθεψηθείσης αὐτοῖς
ἠρυγγίου ῥίζης.19

5

[Περὶ ἐφημέρου.] Τοῖς δὲ τὸ ἐφήμερον λαβοῦσιν, ὃ ἔνιοι κολχικὸν καλοῦσιν ἢ βολβὸν ἄγριον, πα‐ ρακολουθεῖ κνησμὸς καθ’ ὅλον τὸ σῶμα, ὡς ὑπὸ σκίλ‐ λης ἢ κνίδης ἐρεθιζομένοις· τὰ δὲ ἐντὸς ἀναδάκνονται· καυ‐
5σοῦνται δὲ τὸν στόμαχον μετὰ βάρους ἱκανοῦ· ἐπισχύοντος δὲ τοῦ πάθους, κατὰ κοιλίαν φέρεται αἱματώδη, ξύσμασι μεμιγμένα· οἷς βοηθητέον, καθάπερ καὶ τοῖς σαλαμάνδραν πεπωκόσι, διά τε ἐμέτων καὶ κλυσμάτων· πρὸ δὲ τοῦ ἐνι‐ σχύσαι τὸ φάρμακον, μεταδοτέον αὐτοῖς δρυὸς τῶν φύλλων
10ἢ βαλάνων ἢ σιδίων ἀφέψημα· ἢ ἑρπύλλου σὺν γάλακτι πί‐ νειν, ἢ πολυγόνου χυλὸν, ἢ ἀμπέλου ἀκρεμόνων, ἢ βάτου, ἢ νάρθηκος ἁπαλοῦ τῆς ἐντεριώνης, ἢ μύρτου μετ’ οἴνου· αὐτὰ δὲ τὰ μύρτα λεῖα κοπέντα καὶ ἀποβραχέντα ἐν ὕδατι βοηθεῖ, τοῦ ἐξ αὐτῶν ὑγροῦ λαμβανομένου· ποιεῖ δὲ ὡςαύ‐
15τως καὶ ὁ τῶν σαρδιανῶν βαλάνων ὑμὴν μέσος, ὠμὸς λαμβανόμενος, μετά τινος τῶν προειρημένων χυλῶν· ὀρίγα‐ νός τε σὺν κονίᾳ ποθεῖσα· ἀκριβῶς δὲ βοηθοῦνται οἱ τὸ ὄνειον ἢ βόειον γάλα θερμὸν πίνοντες καὶ κατέχοντες ἐν τῷ στόματι· ὥςτε τοὺς εὐπορήσαντας τούτου, ἄλλου μηδενὸς20
20χρῄζειν βοηθήματος.

6

[Περὶ δορυκνίου.] Δορυκνίου δὲ ποθέντος, ὅ ἔνιοι στρύχνον μανικὸν ἐκάλεσαν, παρακολουθεῖ ὥςπερ γάλακτος ποιότης ἐν τῇ γεύσει, καὶ λυγμοὶ συνεχεῖς, γλώττης τε ὑγρότης, καὶ αἵματος ἀναγωγὴ ἀθρόα· κατὰ κοιλίαν
5δὲ αὐτοῖς μυξώδη φέρεται, ὡς ἐπὶ δυςεντερικῶν. Οἷς βοη‐ θεῖ πρὸ τοῦ τούτων τι παρακολουθῆσαι, ἃ καὶ τοῖς προειρη‐ μένοις· ὅ τε ἔμετος καὶ τὸ κλύσμα, καὶ ὅσα δύναται τὸ πο‐ θὲν ἐκκρίναι φάρμακον· ἰδίως δ’ ἐπ’ αὐτῶν βοηθεῖ τὸ μελί‐ κρατον, ἢ ὄνειον ἢ αἴγειον γάλα, καὶ γλυκὺς οἶνος χλιαρὸς
10μετ’ ἀνίσου πινόμενος, καὶ ἀμύγδαλα πικρὰ, στήθη τε ὀρνί‐
θεια καθεψημένα· καὶ πάντα τὰ κογχύλια ὠμὰ καὶ ὀπτὰ ἐσθιόμενα, καὶ κάραβοι, καὶ ἀστακοὶ, καὶ ὁ ἐξ αὐτῶν ζω‐ μὸς πινόμενος.21

7

[Περὶ ἀκονίτου.] Τὸ δὲ ἀκόνιτον εὐθέως ἅμα τῷ πίνεσθαι γλυκαίνει τὴν γλῶσσαν μετά τινος στύψεως, καὶ ἀπὸ τοῦ γλυκασμοῦ σκοτοδινίαν, καὶ μάλιστα ἐν τῷ ἐξανίστασθαι, καὶ ὑγρότητας ὀφθαλμῶν ἐπιφέρει, βάρος τε
5θώρακος καὶ ὑποχονδρίου, μετὰ τοῦ πολλὰ πνεύματα ἀπο‐ δίδοσθαι· ἐφ’ ὧν δι’ ἐμέτων ἐκκομισθῆναι δεῖ τὸ φάρμακον, ἢ καὶ διὰ κλυστῆρος ὑποβιβασθῆναι τὴν κοιλίαν· χρησό‐ μεθα δὲ προποτισμῷ ὀριγάνῳ, ἢ πηγάνῳ, ἢ πρασίῳ, ἢ ἀψινθίου ζέματι μετ’ οἴνου ἀψινθίτου, ἢ εὐζώμου, ἢ
10ἀβροτόνου, ἢ χαμελαίας, ἢ χαμαιπίτυος· ἁρμόζει δὲ αὐτοῖς καὶ ὀποβαλσάμου ὁλκὴ 𐅻 αʹ, σὺν μέλιτι καὶ γάλακτι, μετὰ καστορίου καὶ πεπέρεως καὶ πηγάνου ἴσης ὁλκῆς σὺν οἴνῳ· καὶ πυτία ἐρίφου, ἢ λαγωοῦ ἢ νεβροῦ σὺν ὄξει· καὶ σιδήρου σκωρία, ἢ αὐτὸς ὁ σίδηρος, ἢ χρυσὸς, ἢ ἄργυρος διάπυρος
15ἐν οἴνῳ σβεσθέντα, τοῦ ὑγροῦ λαμβανομένου· κονία τε σὺν οἴνῳ· καὶ ὄρνιθος καθεψηθείσης ἢ κρεῶν λιπαρῶν βοείων ζωμὸς λαμβανόμενος σὺν οἴνῳ· λέγεται δὲ καὶ ἡ χαμαιπίτυς ἰδίως ἐπ’ αὐτῶν ἁρμόζειν.22

8

[Περὶ τοῦ ἐν Ἡρακλείᾳ μέλιτος.] Ὁμοίως δὲ πάσχουσι καὶ οἱ ἐν Ἡρακλείᾳ τῇ ποντικῇ τὸ μέλι γεννώ‐ μενον φαγόντες ἢ πιόντες· ἐφ’ ὧν ἁρμόζει τὰ αὐτὰ τῷ ἀκο‐ νίτῳ· εἰσὶ δὲ εὐβοήθητοι, μάλιστα ὠφελούμενοι ὑπὸ οἰνομέλι‐
5τος, συνεχῶς αὐτὸ πίνοντες, μιγνυμένων αὐτῷ πηγάνου φύλλων.

9

[Περὶ κορίου.] Τὸ δὲ κόριον λαθεῖν μὲν οὐ δύναται διὰ τὴν ὀσμήν· ποθὲν δὲ τὴν φωνὴν δασύνει, καὶ μανίαν ἐπιφέρει ὁμοίαν τοῖς διὰ μέθην· λαλοῦσι γοῦν μετ’ αἰσχρολογίας· καθ’ ὅλου δὲ τοῦ σώματος αὐτῶν ἡ ὀσμὴ
5διαφαίνεται τοῦ κορίου. Βοηθεῖ δὲ αὐτοῖς μετὰ τὸ ἐξερα‐ θῆναι διὰ τοῦ ἰρίνου ἐλαίου, ὡς προείρηται, ἄκρατος σὺν ἀψινθίῳ πινόμενος, καὶ καθ’ ἑαυτὸν, ἢ ὠά τε κενωθέντα ἐπὶ τὸ αὐτὸ, καὶ διεθέντα σὺν ἅλμῃ, ῥοφούμενα· καὶ ἅλμη δὲ πινομένη, καὶ ζωμὸς ἁλμυρὸς ἔκ τε ὄρνιθος καὶ23
10χηνός· γλυκύς τε σὺν κονίᾳ παραλαμβανόμενος.

10

[Περὶ ψυλλίου.] Καὶ τὸ ψύλλιον δὲ καλού‐ μενον ποθὲν ἐπιφέρει ψύξιν ὅλου τοῦ σώματος καὶ νάρκην μετ’ ἐκλύσεως καὶ ἀδημονίας· ᾧ βοηθεῖ πάντα ὅσα τοῖς κό‐ ριον πεπωκόσι.

11

[Περὶ κωνείου.] Κώνειον δὲ ποθὲν ἐπιφέ‐ ρει σκοτώματα καὶ ἀχλὺν, ὥςτε μηδ’ ἐπ’ ὀλίγον βλέπειν, λυγμόν τε καὶ διανοίας παραφορὰν, καὶ ψύξιν ἄκρων· ἐπὶ τέλει δὲ σπώμενοι πνίγονται, στάσιν λαμβάνοντος τοῦ κατὰ
5τὴν ἀρτηρίαν πνεύματος. Καταρχὰς μὲν οὖν, ὡς καὶ ἐπὶ
τῶν ἄλλων, διὰ τῶν ἐμέτων αὐτὸ κομιούμεθα· ἔπειτα κε‐ νώματι χρησάμενοι τὸ εἰς τὰ ἔντερα παρολισθηκὸς ἐκκρι‐ νοῦμεν· καὶ τότε, ὡς ἐπὶ τὸ μέγιστον βοήθημα, ἐπὶ τὴν ἀκρατοποσίαν παραγινόμεθα, διδόντες μεταξὺ διαστήματα,24
10ἐν οἷς πιεῖν διδόμενον βοηθεῖ γάλα ὄνειον ἢ ἀψίνθιον, μετὰ πεπέρεως καὶ οἴνου καὶ καστορίου· καὶ πήγανον καὶ ἡδύοσμον σὺν οἴνῳ· καὶ καρδαμώμου ἢ στύρακος 𐅻 αʹ ἢ πεπέρεως μετὰ κνίδης σπέρματος σὺν οἴνῳ· ἢ δάφνης τὰ φύλλα· ὁμοίως τε σιλφίου ὀπὸς σὺν ἐλαίῳ ἢ γλυκεῖ·
15καὶ ὁ γλυκὺς οἶνος καθ’ ἑαυτὸν πινόμενος πολὺς, ἱκανῶς ἁρμόζει.

12

[Περὶ σμίλακος.] Ἡ δὲ καλουμένη σμί‐ λαξ, ὑπ’ ἐνίων δὲ θύμιον, παρὰ δὲ Ῥωμαίοις τάξος, πο‐ θεῖσα ἐπιφέρει ψύξιν καθ’ ὅλου τοῦ σώματος, καὶ πνιγμὸν, ὀξύν τε θάνατον· οἷς βοηθεῖ πάντα ἃ καὶ τοῖς τὸ κώνειον
5πεπωκόσι.25

13

[Περὶ ὀποῦ καρπάσου.] Καὶ ὁ τῆς καρ‐ πάσου ὀπὸς ποθεὶς κάρον ἐπιφέρει καὶ πνιγμὸν ὀξύν· βοη‐ θοῦνται δὲ καὶ οὗτοι, ὑφ’ ὧν καὶ οἱ τὸ κώνειον πεπωκότες.

14

[Περὶ τῆς σαρδωνίας πόας.] Ἡ δὲ σαρδώ‐ νιος λεγομένη πόα, βατραχίου εἶδος οὖσα, ποθεῖσα ἢ βρωθεῖσα, παραφορὰν διανοίας ἐπιφέρει καὶ σπάσματα μετὰ συνολκῆς χειλέων, ὥςτε γέλωτος φαντασίαν παρέχειν, ὑφ’
5ἧς διαθέσεως καὶ ὁ σαρδώνιος γέλως οὐκ εὐφήμως ἐν τῷ βίῳ καθωμίληται· ἐφ’ ὧν ἰδίως καὶ μετὰ τὸν ἔμετον ἁρμόζει μελί‐ κρατον πολὺ διδόμενον καὶ γάλα· ἐμβροχή τε καὶ λιπασμὸς ὅλου τοῦ σώματος διὰ θερμαντικῶν φαρμάκων, καὶ ἐμβά‐ σεις δι’ ὑδρελαίου θερμοῦ· ὑπαλείφειν μέντοι δεῖ ἱκανῶς καὶ
10ἀνατρίβειν μετὰ τὴν ἔμβασιν αὐτούς· καθόλου δὲ, ὡς πρὸς σπασμὸν, ὅλην τὴν θεραπείαν δεῖ ποιεῖσθαι.

15

[Περὶ ὑοςκυάμου.] Ὑοςκύαμος δὲ ποθεὶς ἢ
βρωθεὶς παρακοπὴν τοῖς μεθύουσιν ὁμοίαν ἐπιφέρει· ἔστι δὲ εὐίατος, βοηθούμενος μελικράτῳ πολλῷ ποτιζομένῳ, καὶ γά‐ λακτι μάλιστα ὀνείῳ· εἰ δὲ μή γε, αἰγείῳ ἢ βοείῳ, ἢ σύ‐26
5κων ξηρῶν ἀφεψήματι· ποιοῦσι δ’ ἐπ’ αὐτῶν καὶ στρόβιλοι, καὶ τὸ σικύων σπέρμα σὺν γλυκεῖ λαμβανόμενον, καὶ ἁλμυ‐ ρὸς οἶνος σὺν στέατι ὑείῳ νεαρῷ καὶ γλυκεῖ σὺν ὕδατι ἁρ‐ μόζει, καὶ κνίδης σπέρμα ὁμοίως, ἢ νίτρον σὺν ὕδατι· ἁρ‐ μόζει καὶ κιχώριον, καὶ νάπυ, καὶ κάρδαμον, καὶ ῥάφανος,
10καὶ κρόμμυα, καὶ σκόροδα, ἕκαστον τούτων σὺν οἴνῳ λαμ‐ βανόμενον· ἡσυχάζειν δὲ αὐτοὺς ἀναγκάζειν δεῖ, ὅπως τὸν οἶνον πεπωκότες ἐκπέψωσιν.

16

[Περὶ μανδραγόρου.] Μανδραγόρου δὲ πο‐ θέντος εὐθέως κάρος ἐπακολουθεῖ καὶ ἔκλυσις, καταφορά τε ἰσχυρὰ, κατὰ μηδὲν διαφέρουσα πάθους τοῦ λεγομένου λη‐ θάργου· ᾧ, πρὸ τοῦ τι τούτων συμβῆναι, ἁρμόζει ὅ, τε ἔμε‐
5τος, καὶ μελίκρατον, καὶ μετὰ τοῦτο καὶ νίτρον καὶ ἀψίν‐
θιον σὺν γλυκεῖ ἢ οἴνῳ γλυκάζοντι λαμβανόμενα· καὶ ἡ τῆς κεφαλῆς ἐμβροχὴ διὰ ῥοδίνου καὶ ὄξους· καὶ διέγερσις καὶ κίνησις τοῦ σώματος. Καὶ ἡ δι’ ὀσφραντικῶν καὶ εὐπατο‐ ρίου καὶ πεπέρεως καὶ νάπυος καὶ καστορίου καὶ πηγά‐27
10νου ὄξει τετριμμένων· καὶ πίσσης ὑγρᾶς, καὶ τῶν κεκαυμέ‐ νων καὶ ἐσβεσμένων ἐλλυχνίων· δυςανακλήτως δὲ αὐτῶν ἐχόν‐ των, καὶ πταρμικὰ ἐπάγειν, καὶ τοῖς ἄλλοις κοινοῖς βοηθή‐ μασι χρῆσθαι καὶ ἐπὶ τούτων.

17

[Περὶ μήκωνος ὀποῦ.] Μήκωνος δὲ ὀποῦ ποθέντος παρακολουθεῖ καταφορὰ μετὰ καταψύξεως καὶ κνησμοῦ ἐπιτεταμένου, ὡς πολλάκις, ἐνισχύοντος τοῦ φαρ‐ μάκου, ἐπιγίνεσθαι τοςοῦτον κνησμὸν, ὥςτε διεγείρεσθαι ὑπ’
5αὐτοῦ· ὀσμὴ δὲ τοῦ φαρμάκου δι’ ὅλου τοῦ σώματος ἐκδίδο‐ ται· οἷς βοηθεῖ μετὰ τὸν τοῦ ἐλαίου ἔμετον, καὶ κλυσθῆναι δριμεῖ κλύσματι, ὀξύμελι σὺν ἁλσὶ πινόμενον, ἢ μέλι σὺν ῥοδίνῳ θερμῷ· καὶ ἄκρατος πολὺς σὺν ἀψινθίῳ ἢ κινναμώμῳ· ἢ ὄξος θερμὸν καθ’ ἑαυτό· νίτρον τε σὺν ὕδατι, καὶ ὀρίγανον σὺν
10κονίᾳ, πηγάνου τε ἀγρίου σπέρμα σὺν πεπέρει καὶ οἴνῳ καὶ
πάνακι, πέπερί τε μετὰ καστορίου καὶ ὀξυμέλιτος, ἢ μετὰ θύμβρας ἢ ὀριγάνου σὺν οἴνῳ· δεῖ δὲ καὶ τούτους διεγεί‐ ρειν τοῖς ὀσφραντικοῖς καλουμένοις, καὶ ἐμβιβάζειν εἰς θερ‐ μὸν, καὶ πυριᾷν, διὰ τὸν ἐπιγινόμενον κνησμόν· ὀνήσει αὐ‐28
15τοὺς καὶ μετὰ τὸ λουτρὸν χρῆσθαι ζωμοῖς λιπαροῖς μετὰ οἴνου ἢ γλυκέως, καὶ μυελὸς δὲ μετ’ ἐλαίου πινόμενος.

18

[Περὶ μήκωνος κερατίτιδος.] Ἡ δὲ λεγο‐ μένη κερατῖτις μήκων ἐν τῷ βρωθῆναι ἢ ποθῆναι τὰ αὐτὰ ἐπιφέρουσα τῷ ὀπῷ τῆς μήκωνος συμπτώματα, τοῖς αὐτοῖς βοηθήμασιν ὑποπίπτει.

19

[Περὶ φαρικοῦ.] Τὸ δὲ καλούμενον φαρι‐ κὸν τὴν μὲν γεῦσιν πᾶσαν νάρδῳ ἀγρίᾳ ἔοικεν· ἐπιφέρει δὲ παράλυσιν, ποθὲν μετὰ παρακοπῆς καὶ σπασμοῦ. Δεῖ δὲ με‐ τὰ τὸ ἐξεράσαι αὐτοὺς ποτίζειν οἴνον ἀψινθίτην, σὺν κιν‐
5ναμώμῳ, ἢ σμύρνῃ, ἢ νάρδῳ κιλικίᾳ, ἣν ἔνιοι νῆριν ἐκά‐ λεσαν· ἢ ναρδοστάχυος ὁλκὰς βʹ, ἢ σμύρνης βʹ ὀβόλους,
μεμιγμένους σὺν γλυκεῖ, ἴριδί τε καὶ κροκίνῳ ἄνθει σὺν οἴνῳ· δεῖ δὲ καταπλάσσειν τὴν κεφαλὴν αὐτῶν ξυρήσαντες, κριθίνῳ ἀλεύρῳ σὺν πηγάνῳ λείῳ καὶ ὄξει.29

20

[Περὶ τοξικοῦ.] Τὸ δὲ τοξικὸν δοκεῖ μὲν ὠνομάσθαι ἐκ τοῦ τὰ τόξα τῶν βαρβάρων ὑπ’ αὐτοῦ χρίε‐ σθαι. παρακολουθεῖ δὲ τοῖς πεπωκόσι χειλῶν καὶ γλώττης φλε‐ γμονή· μανία τε ἀκατάσχετος ποικίλαις ἐπιβάλλουσα φαντα‐
5σίαις· ὡς καὶ διὰ τοῦτο δυςιάτους εἶναι ἐν ταῖς θεραπείαις· σπανίως δὲ καὶ σώζεσθαί τινας τῶν πεπωκότων. Δεῖ μέν‐ τοι συνέχειν αὐτοὺς δεσμοῖς ἀναγκάζοντας, καὶ βιαζομένους γλυκὺν οἶνον σὺν ῥοδίνῳ πίνειν καὶ ἐξεμεῖν· τό, τε τῆς γογ‐ γυλίδος σπέρμα πινόμενον σὺν οἴνῳ· ἰδίως δ’ ἐπ’ αὐτῶν
10ἁρμόζει καὶ ἡ τῆς πενταφύλλου ῥίζα, αἷμά τε τράγου ἢ αἰ‐ γὸς, ὁμοίως λαμβανόμενα· δρυός τε φλοιὸς ἢ φηγοῦ ἢ πρί‐ νου, γάλακτι συνεκλεανθείς· καὶ μῆλα κυδώνια ἐσθιόμενα λεῖα· ἢ σὺν γλήχωνι καὶ ὕδατι πινόμενα, ἄμωμόν τε καὶ
βαλσάμου καρπὸς σὺν οἴνῳ· καὶ εἴ τινες αὐτοῦ φύγοιεν τὸν30
15κίνδυνον, πολὺν χρόνον κλινοπετεῖς διαμένουσι, καὶ ἀναστάν‐ τες ἐπτοημένοι τὸν λοιπὸν χρόνον διάγουσιν.

21

[Περὶ ἰξίου.] Ἰξίας δὲ, ὃς καὶ οὐλόφονον καλεῖται, ἐν τῷ πίνεσθαι οἷόν τι ὠκίμῳ κατὰ τὴν ὀσμὴν καὶ κατὰ τὴν γεῦσιν ἐμφαίνει· ἐπιφέρει δὲ γλώσσης φλεγμο‐ νὴν ἰσχυρὰν καὶ παρακοπήν· καὶ τὰς ἐκκρίσεις ἐπέχει πάσας·
5βορβορυγμούς τε καὶ ψόφους μετὰ λειποθυμίας ἐπιφέρει, δί‐ χα τοῦ προχωρεῖν τι. Βοηθεῖ δὲ αὐτοῖς, μετὰ τὸ ἐξε‐ μέσαι τὸ πλεῖον, ἢ μετὰ τὸ τὴν κοιλίαν λυθῆναι, πινόμε‐ νον ἀψινθίου ἀπόβρεγμα σὺν οἴνῳ πολλῷ ἢ ὀξυμέλιτι· πη‐ γάνου τε ἀγρίου σπέρμα, ἢ σιλφίου ῥίζα· ὁμοίως τε τραγο‐
10ριγάνου ἀφέψημα σύν τινι τῶν προειρημένων, ἢ γάλακτι, ἢ τερεβινθίνῃ ῥητίνῃ, ἢ νάρδῳ, ἢ καστορίῳ, ἢ σιλφίῳ, ἑκά‐ στου ὀβολός· ἁρμόζουσιν σὺν οἴνῳ καὶ οἱ τῆς βασιλικῆς
καρύας καρποὶ σὺν ῥητίνῃ, καὶ καστορίῳ, καὶ πηγάνῳ, ἑκά‐ στου 𐅻 αʹ. ὁμοίως χαμελαίας ἢ θαψίας ὀβολοὶ βʹ σὺν με‐31
15λικράτῳ, καὶ ὄξος θερμὸν πινόμενον.

22

[Περὶ ψιμυθίου.] Τὸ δὲ ψιμύθιον λαθεῖν οὐ δύναται διὰ τὸ χρῶμα· ἑκουσίως γὰρ ληφθὲν, λευκαί‐ νει τὸν οὐρανίσκον καὶ τὰ οὖλα καὶ τὴν γλῶτταν καὶ τὸ μεταξὺ τῶν ὀδόντων· ἐπιφέρει δὲ λυγμοὺς καὶ βῆχα καὶ γλώτ‐
5της ξηρότητα καὶ ψύξιν ἀκρωτηρίων, μετὰ παρακοπῆς καὶ δυςκινησίας. Οἷς ἁρμόζει μελίκρατον διδόναι, ἢ σύκων ἢ μα‐ λάχης ἀφέψημα, ἢ γάλα θερμὸν, ἢ σήσαμον λεῖον μετ’ οἴνου, ἢ κονίαν κληματίνην, ἢ ἀμαράκινον ἔλαιον, ἢ ἴρινον· περσι‐ κῶν τε ὀστᾶ σὺν κρίμνου ἀφεψήματι, περιστερῶν δὲ ὠὰ
10σὺν λιβάνῳ ἢ κριθίνῳ ἀφεψήματι· ἢ κοκκυμήλων κόμμι, ἢ
πτελέας τὸ ἐν ταῖς φύσκαις ὑγρὸν, μετὰ χλιαροῦ ὕδατος· ἁρμόζει δὲ ἐπ’ αὐτῶν καὶ θαψίας χυλὸς ἢ σκαμμωνίας ὀποῦ τριώβολον πινόμενα.32

23

[Περὶ μυκήτων.] Μυκήτων δὲ οἱ μὲν τῷ γένει βλάπτουσιν, οἱ δὲ τῷ πλήθει· ἐπιφέρουσι δὲ πάντες πνιγμοὺς ἐοικότας ἀγχόναις. Οἷς εὐθέως βοηθεῖν δεῖ κοινῶς, ἀναγκάζοντας ἐμεῖν δι’ ἐλαίου· θαυμαστῶς δὲ ὠφελοῦνται πί‐
5νοντες κονίαν κληματίνην, ἢ ἐξ ἀχραδίνου ξύλου, μετὰ ὀξυ‐ κράτου καὶ ἁλῶν ἢ νίτρου· καὶ συνεψόμεναι δὲ αἱ ἀχράδες ἢ τὰ φύλλα τοῖς μύκησιν, ἀφαιροῦνται τὸ πνιγῶδες αὐτῶν· ἐσθιόμεναι δὲ ὠφελοῦσιν· βοηθεῖ δὲ αὐτοῖς ἀλεκτορίδων ὠὰ σὺν ὀξυκράτῳ πινόμενα, μετ’ ἀριστολοχίας ὁλκῆς αʹ,
10ἢ ἀψίνθιον σὺν οἴνῳ· μέλι τε ἐσθιόμενον καὶ πινόμενον σὺν ὕδατι· μελισσόφυλλόν τε σὺν νίτρῳ, πάνακός τε ῥίζα καὶ καρπὸς σὺν οἴνῳ· τρύξ τε οἴνου κεκαυμένη μεθ’ ὕδα‐ τος, καὶ χαλκοῦ ἄνθος σὺν ὄξει, ῥάφανός τε ἢ νάπυ ἢ
κάρδαμα ἐσθιόμενα.33

24

[Περὶ γύψου.] Καὶ ἡ γύψος πνιγμὸν ἐπι‐ φέρει λιθουμένη· ὅθεν καὶ τούτοις ἁρμόζει διδόναι τὰ πρὸς τοὺς μύκητας βοηθήματα· καὶ ἐπὶ τούτων τὸ τῆς μαλάχης ἀφέψημα, ὃ παραληπτέον ἀντὶ τοῦ ἐλαίου· λιπαρὸν γὰρ ὂν
5καὶ ἐν τῷ ἐξεμεῖσθαι ὄλισθον ἐμποιοῦν, οὐκ ἐᾷ καταξύεσθαι τὰ σώματα· λιθουμένη γὰρ ἡ γύψος ἐργάζεται τοῦτο· ἁρμό‐ ζει δὲ καὶ τὸ ἔλαιον σὺν μελικράτῳ ἢ σύκων ἀφεψήματι· καὶ κονία συκίνη ἢ κληματίνη σὺν οἴνῳ πολλῷ πινομένη· καὶ ὀρίγανος ἢ θύμος σὺν κονίᾳ, ἢ ὄξει, ἢ γλυκεῖ· δεῖ δὲ τού‐
10τους ὑποκλύζειν τῷ τῆς μαλάχης ἀφεψήματι.

25

[Περὶ αἵματος ταυρείου.] Αἷμα δὲ ταύ‐ ρειον νεοσφαγὲς ποθὲν δύςπνοιαν ἐπιφέρει καὶ πνιγμόν· ἐμ‐ φράττον τοὺς περὶ τὰ παρίσθμια καὶ τὴν κατάποσιν πόρους μετὰ σπασμοῦ ἰσχυροῦ· εὑρίσκεταί τε ἐπ’ αὐτῶν ἡ γλῶττα
5ἐρυθρὰ, καὶ ὀδόντες βεβαμμένοι, καὶ θρομβία μεταξὺ αὐ‐ τῶν. Ἐφ’ ὧν τὸν ἔμετον παραιτούμεθα, τῶν θρόμβων μᾶλ‐
λον ἐν τῷ στομάχῳ σφηνουμένων, διὰ τὸ μετεωρίζεσθαι αὐ‐ τοὺς κατὰ τὴν ὁλκήν. Διδόναι δὲ, ὅσα δύναται τὴν πῆ‐ ξιν διαλύσαι τοῦ αἵματος, καὶ τὴν κοιλίαν ὑπάγειν· τούς34
10τε ὀλύνθους, πλήρεις ὄντας τοῦ ὀποῦ, σὺν ὀξυκράτῳ· καὶ νίτρον δὲ καθ’ ἑαυτὸ ὠφελεῖ· καὶ πυτία ἅπασα σὺν ὄξει, καὶ σιλφίου ῥίζῃ ἢ τῷ ὀπῷ· ὁμοίως καὶ κράμβης σπέρμα, κονία τε συκίνη, καὶ κονύζης φύλλα σὺν πεπέρει, καὶ βά‐ του χολὸς σὺν ὄξει· δεῖ δὲ τὴν κοιλίαν ὑπάγειν. Εἴωθε δὲ
15τοῖς σωζομένοις ἀποδίδοσθαι διὰ τῆς ἕδρας δυςώδη καὶ ῥοώ‐ δη· καταπλάσσειν δὲ καὶ στόμαχον καὶ τὴν κοιλίαν ἀλεύρῳ κριθίνῳ μετὰ μελικράτου.

26

[Περὶ γάλακτος ἐμπυτιασθέντος.] Καὶ τοῖς λαβοῦσιν ἐμπυτιασθὲν γάλα ἄθρουν, πολὺς πνιγμὸς γίνε‐ ται, διὰ τὸ θρομβοῦσθαι· οἷς βοηθοῦντας προςφέρειν δεῖ, ὥςπερ ἀντίδοτον, πυτίαν σὺν ὄξει, πολλάκις ἀναγκάζοντας
5πίνειν· καὶ καλαμίνθης τὰ φύλλα ξηρὰ, ἢ τὸν χυλὸν ὁμοίως· ἢ σιλφίου ῥίζαν ἢ τὸν ὀπὸν σὺν ὀξυκράτῳ· θύμον τε σὺν οἴνῳ, καὶ τὴν πιλοποιητικὴν κονίαν· ἁλυκὸν δὲ μηδὲν προςφερέσθω· μᾶλλον γὰρ πήγνυται καὶ τυροῦται τὸ γάλα· ἀλλ’ οὐδὲ τούτους ἐμεῖν δεῖ· ἐνιστάμενον γὰρ ἐπὶ τὰ τοῦ35
10στομάχου στενὰ τεθρομβωμένον πνίγει.

27

[Περὶ λιθαργύρου.] Λιθάργυρος δὲ ποθεῖ‐ σα βάρος ἐπιφέρει στομάχῳ καὶ κοιλίᾳ καὶ ἐντέροις, μετὰ στρόφων ἐπιτεταμένων· ἐνίοτε δὲ καὶ τιτρώσκει τὰ ἔντερα διὰ τὸ βάρος· καὶ ἐπέχει τὰ οὖρα· παροιδεῖ δὲ αὐτῶν τὸ σῶμα,
5καὶ μολυβδώδη ἀπρέπειαν λαμβάνει· ἐφ’ ὧν ἁρμόζει μετὰ τὸν ἔμετον πινόμενα σὺν οἴνῳ, ὁρμίνου ἀγρίου σπέρμα, σμύρνης 𐅻, ἢ ἀψίνθιον, ὕσσωπον, σελίνου σπέρμα, ἢ πέπερι, ἢ κύπρου ἄνθος σὺν οἴνῳ· περιστερῶν τε ἀγρίων
ἄφοδος ξηρὰ μετὰ νάρδου ἢ οἴνου.36

28

[Περὶ ὑδραργύρου.] Ὑδράργυρος δὲ πο‐ θεῖσα τὰ αὐτὰ ἐπιφέρει τῇ λιθαργύρῳ, καὶ ἐπὶ τούτων δεῖ τοῖς αὐτοῖς βοηθήμασι χρῆσθαι· δοκεῖ δὲ αὐτοὺς ὠφελεῖν γάλα πολὺ πινόμενον· ἐμείτωσαν δὲ καὶ οὗτοι.

29

[Περὶ τιτάνου, σανδαράχης καὶ ἀρσενικοῦ.] Τίτανος, σανδαράχη καὶ ἀρσενικὸν ποθέντα, τὰ αὐτὰ ἀλ‐ γήματα κοιλίας καὶ ἐντέρων ἐπιφέρει μετὰ δηγμοῦ σφοδροῦ· ὅθεν προςφέρειν δεῖ ἅπαντα, ὅσα μετὰ τοῦ κιρνάναι, δύνα‐
5ται τὸ εὐμενὲς, καὶ πρὸς τὴν κοιλίαν ὀλισθηρὸν παρέχειν· οἷός ἐστιν ὁ τοῦ ἰβίσκου καὶ τῆς μαλάχης χυλὸς, λίαν ὀλισθηρὸς ὑπάρχων· παρέχειν δὲ δεῖ καὶ ἀφέψημα λινοσπέρμου, ἢ τρά‐ γου, ἢ ὀρύζης· καὶ γάλα πολὺ σὺν μελικράτῳ καὶ ζωμοὺς λιπαροὺς καὶ εὐχύμους.

30

[Περὶ λαγωοῦ θαλασσίου.] Λαγωοῦ δὲ θα‐ λασσίου ποθέντος, παρακολουθεῖ γεῦσις ὁμοία ἰχθύσι βρωμώ‐
δεσιν· ἐν δὲ τῷ χρονίσαι κοιλία τε ἀλγεῖ, καὶ οὖρα ἐπέχε‐ ται· εἴ ποτε δὲ ἐκκριθείη, πορφυρίζοντα τῇ χρόᾳ ὁρᾶται·37
5ἀποστροφή τε καὶ μῖσος πρὸς πάντα ἰχθύν· καὶ ἱδροῦσι δυς‐ ώδη· παρέπεται δὲ αὐτοῖς καὶ ἔμετος χολώδης, ἐνίοτε αἵματι μεμιγμένος· οἷς δοτέον γάλα ὄνειον, ἢ γλυκὺ συνεχῶς, καὶ μαλάχης ῥίζης καὶ τῶν φύλλων τὸ ἀφέψημα, ἢ κυκλαμί‐ νου ῥίζαν λείαν σὺν οἴνῳ· ἢ ἐλλεβόρου μέλανος ἢ σκαμ‐
10μωνίας ὀποῦ 𐅻 αʹ μετὰ μελικράτου· ῥοῶν τε πυρῆνας, ἢ κεδρίας λείας μετ’ οἴνου· ποιεῖ καὶ χηνὸς αἷμα ποθὲν θερ‐ μόν· μὴ δυνάμενοι δὲ οὗτοι ἰχθύας προςενέγκασθαι, μόνους τοὺς ποταμίους καρκίνους ἑφθοὺς ἐσθίουσι, καὶ πίνοντες οἶνον με‐ μιγμένον ἐπ’ αὐτῶν, πέσσουσιν ὠφελούμενοι· τεκμήριον δ’ ἐστὶν
15ἐπ’ αὐτῶν σωτηρίας, ὅταν ἄρξωνται ἰχθύας προςφέρεσθαι.

31

[Περὶ φρύνου.] Φρῦνος ἢ βάτραχος ἕλειος
προςενεχθεὶς ἐπιφέρει οἰδήματα σώματος μετὰ ὠχρότητος ἐπι‐ τεταμένης, ὡς δοκεῖν πύξῳ ἐοικέναι, δυςπνοεῖν τε καὶ δυςω‐ δίᾳ ὀδωδέναι τὸ στόμα· καὶ λυγμὸς αὐτοῖς ἕπεται, ἐνίοτε δὲ38
5καὶ σπέρματος ἀπροαίρετος ἔκκρισις. Εὐβοήθητοί τε τυγχά‐ νουσι μετὰ τὸν ἔμετον λαμβάνοντες ἄκρατον πολὺν, καὶ κα‐ λάμου ῥίζης 𐅻 βʹ, ἢ κυπείρου τὸ αὐτό· δεῖ δὲ αὐτοὺς καὶ ἀναγκάζειν συντόνως περιπατεῖν καὶ τρέχειν, διὰ τὸ ἐν αὐ‐ τοῖς ναρκῶδες· λούειν τε καθ’ ἑκάστην ἡμέραν.

32

[Περὶ βδελλῶν.] Βδέλλας τὰς καταπινο‐ μένας σὺν τῷ ὕδατι καὶ προςφυομένας τῇ καταπόσει ἢ τῷ στόματι τῆς κοιλίας, ἑλκούσας τὰ μέρη, καὶ φαντασίαν ἐκμυζήσεως παρεχούσας, ὅπερ καὶ σημεῖόν ἐστι τοῦ βδέλλας
5καταπεπόσθαι, ἀποβάλλει ἅλμη καταῤῥοφουμένη, καὶ ὀπὸς κυρηναϊκὸς, ἢ φύλλα σιλφίου ἢ τεύτλου, σὺν ὄξει πινόμενα, ἢ χιὼν σὺν ὀξυκράτῳ· ἀναγαργαριζέσθωσαν δὲ νίτρῳ σὺν
ὕδατι καὶ χαλκάνθῳ σὺν ὄξει ἀνεθέντι· πρὸς τὰς δὲ τῷ βρόγχῳ προςφυείσας, ἐμβιβάσας εἰς ἔμβασιν θερμὴν, δίδου39
10ψυχρὸν ὕδωρ ἐν τῷ στόματι διακρατεῖν, καὶ ἐξελεύσονται.

33

[Περὶ τῶν ἐπ’ ὠφελείᾳ διδομένων, πολλά‐ κις δὲ ἐπικινδύνων.] Προνοητέον δὲ καὶ τῶν ἐπ’ ὠφελείᾳ διδομένων, ἐπιφερόντων δὲ πολλάκις κίνδυνον οὐχ ἥττονα τῶν ἄλλων φαρμάκων· ὡς ἐλλεβόρου λευκοῦ, καὶ θαψίας, καὶ
5ἐλατηρίου, καὶ ἀγαρικοῦ τοῦ μέλανος· πνιγμὸν γὰρ ἐπιφέ‐ ρει ταῦτα ἢ ὑπερκάθαρσιν· ἐφ’ ὧν τοὺς πνιγμοὺς μὲν θε‐ ραπεύσομεν, ὡς προείρηται ἐπὶ μυκήτων καὶ τῶν ὁμοίων· τὰς δὲ ὑπερκαθάρσεις τοῖς δυναμένοις ἐπέχειν τὰς ἐκκρίσεις στελοῦμεν. Καὶ τῶν μὲν δοκούντων ἐπ’ ὀλίγον βλάπτειν,
10ἐνίοτε δὲ κινδύνους ἐπιφερόντων, οὐκ ἀμελητέον· ὧν ἐστι τὸ ἄγριον πήγανον, καὶ τὸ μελάνθιον, καὶ οἱ νέαροι πάπποι· ἄνθη δέ ἐστιν ἀκάνθης τῆς καλουμένης κάκτου· ἐφ’ ὧν ἔμε‐ τος μόνος παραληφθεὶς ἀποκαθίστησι τοὺς λαμβάνοντας.

34

[Περὶ τῶν συμφύλων ἡμῖν, ὕδατός τε ψυ‐ χροῦ καὶ οἴνου.] Καὶ τὸ ψυχρὸν ὕδωρ ἀθρόον ποθὲν, ἢ ἄκρατος πολὺς καὶ γλυκὺς οἶνος ποθεὶς, μάλιστα ἀπὸ βα‐ λανείου ἢ δρόμου καὶ τῶν εὐτόνων γυμνασίων πνιγμοὺς καὶ40
5ἀλγήματα ἐπιφέρει· ἐφ’ ὧν φλεβοτομία ταχέως παραληφθεῖσα καὶ κένωμα λύει τὸν ἐπηρτημένον κίνδυνον. Καὶ περὶ μὲν τῶν σημείων τοῖς λαβοῦσι τὰ θανάσιμα τῶν φαρμάκων, καὶ τῆς ἁρμοζούσης αὐτοῖς θεραπείας, ἔτι δὲ προφυλακτικῆς ἀγωγῆς, ἐπὶ τοςοῦτον ἡμῖν εἰρήσθω· ὑπο‐
10γράψομεν δὲ καὶ τὰς ἀντιδότους ἀναγκαιότατα καὶ γενναιό‐ τατα βοηθοῦσας, αἷς ἐχρήσαντο, τῇ τε Μιθριδατείῳ, καὶ τῇ δι’ αἱμάτων, καὶ τῇ διὰ σκίγκων· ἃς διὰ τὸ ἐν ταῖς ἀν‐ τιδότοις ἀκριβέστατα ἀναγεγράφθαι παρῃτησάμην ἀναγράφειν
ἐνταῦθα.41