TLG 1083 002 :: ISIGONUS :: Fragmenta ISIGONUS Paradox. Fragmenta Source: Müller, K. (ed.), Fragmenta. Paris: Didot, 1851: 435–437.
Citation: Fragment — (line) | ||
t1-19 | ΑΠΙΣΤΑ. | |
1 | Plinius H. N. VII, 2: Anthropo‐ phagos, quos ad septemtrionem esse diximus, de‐ cem dierum itinere supra Borysthenem amnem, ossibus humanorum capitum bibere, cutibusque cum | |
5 | capilio pro mantelibus ante pectora uti, Isigonus Nicaeensis (Iccensis. Siccensis var. l.). Idem in Albania gigni quosdam glauca oculorum acie, a pueritia statim canos, qui noctu plusquam interdiu cernant. Idem itinere dierum decem supra Bory‐ | |
---|---|---|
10 | sthenem Sauromatos tertio die cibum capere semper. | |
2 | Idem H. N. VII, 2: In eadem Africa familias quasdam effascinantium, Isigonus et Nymphodorus; quorum laudatione intereant probata, arescant arbores, | |
5 | emoriantur infantes. Esse eiusdem generis in Tri‐ ballis et Illyriis adiicit Isigonus, qui visu quoque effascinent, interimantque quos diutius intueantur, iratis praecipue oculis: quod eorum malum faci‐ lius sentire puberes. Notabilius esse, quod pupillas | |
10 | binas in oculis singulis habeant. | |
3 | Idem H. N. VII, 2: Cyrnos In‐ dorum genus Isigonus annis centenis quadragenis vivere. Item Aethiopas macrobios et Seras existi‐ mat, et qui Athon montem incolant; hos quidem, | |
5 | quia viperinis carnibus alantur: itaque nec capiti, nec vestibus eorum noxia corpori inesse animalia. | |
4 | Cyrillus C. Julian. III: Καὶ μὴν καὶ Ἰσίγονος ὁ Κιττιεὺς (?) ἐν Ῥόδῳ τῇ νήσῳ τὸν τοῦ Διὸς ταῦρόν φησιν οὐκ ἀμοιρῆσαι λόγγου τοῦ καθ’ ἡμᾶς. | |
5 | Tzetzes. Hist. I, 468: Πρόβατα δὲ χρυσόχροόν που φέρειν τὴν ἐρέαν, | |
Ῥηγῖνος τὸν Ἰσίγονον (lib. Ἡσίγ.) εἰσφέρει γεγραφότα. | 435 | |
t6-19 | E LIBRO SECUNDO. | |
6 | Sotion Περὶ κρην. κ. λιμν. c. 1: Κρήνη ἐν Πο‐ τνίαις περὶ Θήβας, ἐξ ἧς οἱ ἵπποι πίνοντες μαίνονται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων. | |
7 | Id. ib. c. 8: Κρήνη ἐν Παλικοῖς, ἥτις εἰς ὕψος ἀναρρίπτει τὸ ὕδωρ πηχέων ἓξ, ἔμφασιν ποιοῦσα μέλ‐ λειν κατακλύζειν τοὺς ὑποκειμένους τόπους, καθόλου δὲ οὐχ ὑπερεκχεῖται οὐδέν. Ἐπὶ ταύτης οἱ ἐπιχώριοι | |
5 | τοὺς ὑπὲρ τῶν μεγίστων ὅρκους ποιοῦνται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων. | |
8 | Id. ib. c. 43: Ἐν Λυδίᾳ ἐστὶ λίμνη Τάλα μὲν (l. Καλαμίνη μὲν) καλουμένη, ἱερὰ δὲ οὖσα νυμφῶν, ἣ φέρει καλάμων πλῆθος καὶ μέσον αὐτῶν ἕνα ὃν βα‐ σιλέα προσαγορεύουσιν οἱ ἐπιχώριοι. Θυσίας δὲ καὶ | |
5 | ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους ἐξιλάσκονται· τούτων δὲ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠιόνος κτύπος συμ‐ φωνίας γένηται, πάντες οἱ κάλαμοι χορεύουσι καὶ ὁ βασιλεὺς σὺν αὐτοῖς χορεύων παραγίνεται ἐπὶ τὴν ἠιόνα, καὶ οἱ ἐπιχώριοι ταινίαις αὐτὸν καταστέψαντες | |
10 | ἀποπέμπουσιν, εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι ὡς εὐετηρίας ὄντι σημείῳ, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων. | |
9 | Id. ib. c. 2: Κρήνη ἐν Κλαζομεναῖς, ἀφ’ ἧς τὰ θρέμματα πίνοντα τὴν ἐρέαν χρωματίνην ποιεῖ, ὡς ἱστορεῖ ὁ προειρημένος Ἰσίγονος. | |
10 | Id. ib. c. 9: Περὶ Σκοτοῦσαν τῆς Θεσσαλίας κρη‐ νίδιόν ἐστι μικρὸν, ὃ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζῴων· εἰς ὃ ἐάν τις ξύλον μὴ λίαν συντρίψας, ἀλλὰ σχίσας ἐμβάλῃ, ἀποκαθίσταται· οὕτως κολλῶδες | |
5 | ἔχει τὸ ὕδωρ, ὥς φησιν Ἰσίγονος. | |
11 | Id. c. 11: Φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι, ἧς τὸ μὲν ὕδωρ ψυχρὸν ὑπάρχειν, τὸ δ’ ὑπὲρ αὐτὸ οὕτω θερμὸν ὑπάρχειν, ὥστε, ἄν τις ὑπερθῇ φρύ‐ γανα, παραχρῆμα ἐξάπτεσθαι. | |
12 | Id. c. 12: Παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρήνην, ἧς ὅταν τις τοῦ ὕδατος πίῃ, τοῦ οἴνου τὴν | |
ὀσμὴν οὐ φέρει. | 436 | |
13 | Id. c. 13: Ὁ αὐτός φησιν ἐν Ἰταλίᾳ ἐν τῷ Ῥεα‐ τινῷ ἀγρῷ κρήνην εἶναι Μέντην ὀνομαζομένην, ὁμοίαν τῇ προειρημένῃ. | |
14 | Id. c. 14: Ὁμοίως ἐγγὺς Κόσης ἐστὶ κρήνη, εἰς ἣν ἐὰν θῇς κεράμιον οἴνου γέμον ὥστε ὑπερέχειν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα, ὡς ἱστορεῖ ὁ αὐτός. | |
15 | Id. c. 21: Ἐν Συκαμίναις πόλει λίμνη ἐστὶν, ἧς τῷ ὕδατι οἱ λουσάμενοι ἢ πιόντες ἀπ’ αὐτοῦ μαδῶσι τὰς τρίχας, τῶν δὲ ἀλόγων ζῴων αἱ ὁπλαὶ ἀποπίπτου‐ σιν, ὡς ἱστορεῖ Ἰσίγονος. | |
16 | Idem c. 27: Ἐν δὲ Ἀλιφάνῳ τῆς Ἰταλίας φρεά‐ τιόν ἐστι βαθὺ, οὗ τὸ μὲν ὕδωρ βλέπεται, ἡλίκον δὲ ἄν τις χαλάσῃ σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος, ἀλλ’ ὑπό τινος θείου κωλύεται, ὥς φησιν Ἰσίγονος. | |
17 | Id. c. 36: Περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησὶν Ἰσίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην, καὶ παρ’ αὐτῇ πόλιν ἔρημον, ἧς τοὺς ἐνοικοῦντας στερη‐ θῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων. | |
18 | Id. c. 40: Τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ φασὶν εἶναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις, ὃ ῥεῖ μὲν ἐκ πηγῆς τινος, φυλάσσεται δὲ ὑπὸ τῶν ἐγχωρίων. Ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρι‐ | |
5 | σθέντα ἢ βραχέντα ἐξ αὐτοῦ ζῷα ἢ σκεύη δειχθέντος μακρόθεν πυρὸς πρὸς αὑτὰ ἐπισπᾶται καὶ παραχρῆμα καίεται. Καλεῖται δὲ νάφθα, ἐξενεχθέντα μέντοι τῆς χώρας ἀπόλλυσι τὴν δύναμιν, ὡς ἱστορεῖ Ἰσίγονος. | |
19 | Tzetzes Lyc. 1021: Κρᾶθις, ποταμὸς Ἰταλίας, τῶν λουομένων πυρσαίνων τὰς χαίτας, καθάπερ Ἰσί‐ γονος ὁ ἱστορικός φησι, Σωτίων τε καὶ Ἀγαθοσθένης | |
οἱ φιλόσοφοι, καὶ Εὐριπίδης ὁ τραγικός. | 437 |