TLG 1052 003 :: POSIDONIUS :: Fragmenta POSIDONIUS Phil. Fragmenta Source: FGrH #87. : 2A:225–317. Dup. partim 1052 001 Citation: Volume-Jacoby#-F — fragment — (line) | ||
Dup. partim 1052 001 | ||
1052 003.2a,87,F1 | ATHEN. IV 38 p. 153 CD: ἐν δὲ τῆι β «ἐν τῆι Ῥωμαίων» φησίν «πόλει ὅταν εὐωχῶνται ἐν τῶι τοῦ Ἡρα‐ κλέους ἱερῶι, δειπνίζοντος τοῦ κατὰ καιρὸν θριαμβεύ‐ οντος, καὶ ἡ παρασκευὴ τῆς εὐωχίας Ἡρακλεωτική ἐστι. | |
5 | διοινοχοεῖται μὲν γὰρ οἰνόμελι, τὰ δὲ βρώματα ἄρτοι μεγάλοι καὶ καπνιστὰ κρέα ἑφθὰ καὶ τῶν προσφάτως καθιερευθέντων ὀπτὰ δαψιλῆ. παρὰ δὲ Τυρρηνοῖς (s. F 119) δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς παρα‐ σκευάζονται ἄνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ | |
---|---|---|
10 | παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι κεκοσμημένων.» | |
1052 003.2a,87,F2 | ATHEN. IV 78 p. 176 BC: Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς Στοᾶς φιλόσοφος ἐν τῆι τρίτηι τῶν Ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε· «παραζωνίδια καὶ λογ‐ χάρι’ ἀνειληφότες ἰῶι καὶ ῥύπωι κεκρυμμένα, πετάσια | |
5 | δ’ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ’ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντο‐ δαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα.» | |
1052 003.2a,87,F3 | ATHEN. XIV 61 p. 649 D: καὶ Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς Στοᾶς ἐν τῆι τρίτηι τῶν Ἱστοριῶν γράφει οὕτως· «φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλούμενον βιστά‐ κιον· ὃ δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον | |
5 | ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπιβάλλει, τὰ δ’ ἔνδον ἔγχλωρον καὶ τοῦ κωνίου [τῶν στροβίλων] ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον.» | |
1052 003.2a,87,F4 | ATHEN. VI 61 p. 252 E: Ποσειδώνιος δ’ ὁ Ἀπαμεύς, ὕστε‐ ρον δὲ Ῥόδιος χρηματίσας, ἐν τῆι τετάρτηι τῶν Ἱστοριῶν Ἱέρακά φησι τὸν Ἀντιοχέα πρότερον λυσιωιδοῖς ὑπαυλοῦντα ὕστερον γενέσθαι κόλακα δεινὸν Πτολεμαίου τοῦ ἑβδόμου βασιλέως τοῦ καὶ Εὐεργέτου ἐπικληθέντος | |
5 | καὶ τὰ μέγιστα δυνηθέντα παρ’ αὐτῶι, καθάπερ καὶ παρὰ τῶι Φιλο‐ μήτορι, ὕστερον ὑπ’ αὐτοῦ διαφθαρῆναι. | |
1052 003.2a,87,F5 | ATHEN. IV 38 p. 152 F—153 A: ἐν δὲ τῆι πέμπτηι περὶ Πάρθων διηγούμενός φησιν· «ὁ δὲ καλούμενος φίλος τραπέζης μὲν οὐ κοινωνεῖ, χαμαὶ δ’ ὑποκαθήμενος ἐφ’ ὑψηλῆς κλίνης κατακειμένωι τῶι βασιλεῖ τὸ παραβληθὲν ὑπ’ | |
5 | αὐτοῦ κυνιστὶ σιτεῖται, καὶ πολλάκις διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς δείπνου ῥάβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς μαστιγοῦται καὶ γενόμενος αἱμόφυρτος τὸν τιμωρησάμενον ὡς εὐεργέτην ἐπὶ τὸ ἔδαφος πρηνὴς προσπεσὼν προσκυνεῖ.» | |
1052 003.2a,87,F6 | ATHEN. XII 73 p. 549 DE: τοιοῦτος ἐγεγόνει καὶ Πτολε‐ μαῖος ὁ ἕβδομος Αἰγύπτου βασιλεύσας, ὁ αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος. Ποσειδώνιος γοῦν ὁ Στωι‐ κός, συναποδημήσας Σκιπίωνι τῶι Ἀφρικανῶι κληθέντι εἰς Ἀλεξάνδρειαν | |
5 | καὶ θεασάμενος αὐτόν, γράφει ἐν ἑβδόμηι τῶν Ἱστοριῶν οὕτως· «διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν δυσπερίληπτον εἶναι συνέβαινεν· ἐφ’ ἧς χιτωνίσκον ἐνδεδυκὼς ποδήρη μέχρι τῶν καρπῶν χειρῖ‐ δας ἔχοντα 〈περιήιει〉· προήιει δὲ οὐδέποτε πεζός, εἰ | |
10 | μὴ διὰ Σκιπίωνα.» | |
1052 003.2a,87,F7 | ATHEN. XII 59 p. 542 B: Ποσειδώνιος δ’ ἐν τῆι ὀγδόηι τῶν Ἱστοριῶν περὶ Δαμοφίλου λέγων τοῦ Σικελιώτου, δι’ ὃν ὁ δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα· τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρα‐ | |
5 | κύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράπον‐ τας ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. ὕστερον δὲ πανοικίαι ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς. | |
1052 003.2a,87,F8 | ATHEN. VI 84 p. 263 CD: Ποσειδώνιος δέ φησιν ὁ ἀπὸ τῆς Στοᾶς ἐν τῆι τῶν Ἱστοριῶν ἑνδεκάτηι· «πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, | |
5 | ὅπως παρ’ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν ἀποδιδῶσιν ἐκείνοις δι’ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. καὶ τούτωι τῶι τρόπωι Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, | |
10 | προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ’ ἐν αὐτῆι μόνον τῆι ἰδίαι χώραι». | |
1052 003.2a,87,F9a | ATHEN. XII 56 p. 540 BC: ἐν δὲ τῆι τεσσαρεσκαιδεκάτηι περὶ τοῦ ὁμωνύμου αὐτοῦ Ἀντιόχου (sc. τοῦ Σιδήτου) λέγων τοῦ ἐπ’ Ἀρ‐ σάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθ’ ἡμέραν ὀχλικάς, ἐν αἷς χωρὶς τῶν ἀναλισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων | |
5 | ἕκαστος ἀπέφερε τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζώιων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ 〈σὺν〉 ἀνδρομήκεσι λημνίσκων χρυσῶν πιλήμασιν πλήθη. | |
1052 003.2a,87,F9b | —V 46 p. 210 CD: ὁ γὰρ τῶι προειρημένωι Ἀντιόχωι ὁμώνυμος βασιλεύς, Δημητρίου δ’ υἱός, | |
ὡς ἱστορεῖ Ποσειδώνιος, κτλ. | ||
1052 003.2a,87,F10 | ATHEN. XII 35 p. 527 EF (V 46 p. 210 EF): Ποσειδώνιος δ’ 〈ἐν〉 ἑκκαιδεκάτηι τῶν Ἱστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα· «τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπο〈ύσησ〉 τῆς | |
5 | περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλεί‐ ονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι [δ’] ἐλαίωι πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις (οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων) ὡς [ἐν] οἰκητηρίοις ἐνδιαιτώ‐ | |
10 | μενοι καὶ τὸ πλεῖον 〈μέροσ〉 τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλά, καὶ καταυλούμενοι πρὸς χελωνίδος πολυκρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνη‐ χεῖσθαι.» | |
1052 003.2a,87,F11 | —X 53 p. 439 D E: φιλοπότης δ’ ἦν καὶ ὁ ὁμώνυμος αὐτῶι Ἀντίοχος, ὁ ἐν Μηδίαι πρὸς Ἀρσάκην πολεμήσας, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεὺς ἐν τῆι ἑκκαιδεκάτηι τῶν Ἱστοριῶν. ἀναιρεθέντος γοῦν αὐτοῦ τὸν Ἀρσάκην θάπτοντα αὐτὸν λέγειν· «ἔσφηλέν σε, Ἀν‐ | |
5 | τίοχε, θάρσος καὶ μέθη· ἤλπιζες γὰρ ἐν μεγάλοις ποτη‐ ρίοις τὴν Ἀρσάκου βασιλείαν ἐκπιεῖν.» | |
1052 003.2a,87,F12 | —IV 38 p. 153 AB: ἐν δὲ τῆι ιϛ περὶ Σελεύκου διηγού‐ μενος † τοῦ βασιλέως ὡς εἰς Μηδίαν ἀνελθὼν καὶ πολεμῶν Ἀρσάκει ἠι‐ χμαλωτίσθη ὑπὸ τοῦ βαρβάρου καὶ ὡς πολὺν χρόνον παρὰ τῶι Ἀρσάκει διέτριψεν ἀγόμενος βασιλικῶς, γράφει καὶ ταῦτα· «παρὰ Πάρθοις ἐν | |
5 | τοῖς δείπνοις ὁ βασιλεὺς τήν τε κλίνην ἐφ’ ἧς μόνος κατέκειτο μετεωροτέραν τῶν ἄλλων καὶ κεχωρισμένην εἶχε καὶ τὴν τράπεζαν μόνωι καθάπερ ἥρωι πλήρη βαρ‐ βαρικῶν θοιναμάτων παρακειμένην.» | |
1052 003.2a,87,F13 | —XI 15 p. 466 BC: Ποσειδώνιος δ’ ἐν ιϛ τῶν Ἱστοριῶν Λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν | |
τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστωι τῶν τριακοσίων ἔκ‐ | ||
5 | πωμα δοῦναι ἀργυροῦν καὶ σπονδοποιησάμενον προπιεῖν ἅμα πᾶσιν· καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. | |
1052 003.2a,87,F14 | ATHEN. XIII 67 p. 594 E: Ἅρπαλος δ’ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν. καὶ ἀποθανούσηι πολυτάλαντον μνημεῖον κατεσκεύασεν· «ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς | |
5 | ταφάς» ὥς φησι Ποσειδώνιος ἐν τῆι δευτέραι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν, «τεχνιτῶν τῶν ἐπισημοτάτων χορῶι μεγάλωι καὶ παν‐ τοίοις ὀργάνοις καὶ συμφωνίαις παρέπεμπε τὸ σῶμα.» | |
1052 003.2a,87,F15* | ATHEN. IV 36 p. 151 E—152 D: Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς Στοᾶς ἐν ταῖς Ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προήιρητο φιλοσοφίας πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων «Κελτοί» φησί «τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ | |
5 | ἐπὶ τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ τῆς γῆς ἐπηρμένων. ἡ τροφὴ δ’ ἐστὶν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπ’ ἀνθράκων ἢ ὀβελίσκων. προσφέρον‐ ται δὲ ταῦτα καθαρείως μέν, λεωντωδῶς δέ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν | |
10 | δὲ ἦι τι δυσαπόσπαστον, μαχαιρίωι μικρῶι παρατέμνον‐ τες, ὃ τοῖς κολεοῖς ἐν ἰδίαι θήκηι παράκειται. (2) προσ‐ φέρονται δὲ καὶ ἰχθῦς οἵ τε παρὰ τοὺς ποταμοὺς οἰ‐ κοῦντες καὶ παρὰ τὴν ἐντὸς καὶ τὴν ἔξω θάλασσαν, καὶ τούτους δὲ ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ κυμίνου. | |
15 | τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίωι δ’ οὐ χρῶνται διὰ σπάνιν, καὶ διὰ τὸ ἀσύνηθες ἀηδὲς αὐτοῖς φαίνεται. (3) ὅταν δὲ πλείονες συνδειπνῶσι, κάθηνται μὲν ἐν κύκλωι, μέσος δὲ ὁ κράτιστος ὡς ἂν κορυφαῖος χοροῦ, διαφέρων τῶν ἄλλων ἢ κατὰ τὴν πολεμικὴν εὐχέ‐ | |
20 | ρειαν ἢ κατὰ γένος ἢ κατὰ πλοῦτον. ὁ δ’ ὑποδεχόμενος παρ’ αὐτόν, ἐφεξῆς δ’ ἑκατέρωθε κατ’ ἀξίαν ἧς ἔχουσιν | |
ὑπεροχῆς. καὶ οἱ μὲν τοὺς θυρεοὺς ὁπλοφοροῦντες ἐκ τῶν ὀπίσω παρεστᾶσιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντι‐ κρὺ καθήμενοι κύκλωι καθάπερ οἱ δεσπόται συνευω‐ | ||
25 | χοῦνται. (4) τὸ δὲ ποτὸν οἱ διακονοῦντες ἐν ἀγγείοις περιφέρουσιν ἐοικόσι μὲν ἀμβίκοις, ἢ κεραμέοις ἢ ἀργυ‐ ροῖς· καὶ γὰρ τοὺς πίνακας ἐφ’ ὧν τὰς τροφὰς προτίθεν‐ ται τοιούτους ἔχουσιν, οἳ δὲ χαλκοῦς, οἳ δὲ κάνεα ξύλινα καὶ πλεκτά. τὸ δὲ πινόμενόν ἐστι παρὰ μὲν τοῖς πλου‐ | |
30 | τοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν χώρας παρακομιζόμενος. ἄκρατος δ’ οὗτος· ἐνίοτε δὲ καὶ ὀλίγον ὕδωρ παραμίγνυται. παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς πολλοῖς καθ’ αὑτό· καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ | |
35 | ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου· πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ ὁ παῖς ἐπὶ τὰ δεξιὰ καὶ τὰ λαιά· οὕτως διακονοῦνται. (5) καὶ τοὺς θεοὺς προσκυνοῦσιν ἐπὶ τὰ δεξιὰ στρεφόμενοι.» | |
1052 003.2a,87,F16 | ATHEN. IV 40 p. 154 A—C: Ποσειδώνιος δ’ ἐν τρίτηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν «Κελτοί» φησίν «ἐνίοτε παρὰ τὸ δεῖπνον μονομαχοῦσιν. ἐν γὰρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμα‐ χοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ | |
5 | μέχρι τραύματος προίασιν καὶ ἐκ τούτου ἐρεθισθέντες, ἐὰν μὴ ἐπισχῶσιν οἱ παρόντες, καὶ ἕως ἀναιρέσεως ἔρ‐ χονται. τὸ δὲ παλαιόν» φησίν «ὅτι παρατεθέντων κωλή‐ νων τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν· εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θα‐ | |
10 | νάτου. ἄλλοι δ’ ἐν θεάτρωι λαβόντες ἀργύριον ἢ χρυ‐ σίον, οἳ δὲ οἴνου κεραμίων ἀριθμόν τινα καὶ πιστωσά‐ μενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησά‐ μενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει.» | |
1052 003.2a,87,F17 | —VI 49 p. 246 CD: Ποσειδώνιος δ’ ὁ Ἀπαμεὺς ἐν τῆι κ καὶ τρίτηι τῶν Ἱστοριῶν «Κελτοί» φησί «περιάγονται μεθ’ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασί‐ τους. οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγου‐ | |
5 | σιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δὲ οὗτοι τυγχά‐ | |
νουσι μετ’ ὠιδῆς ἐπαίνους λέγοντες.» | ||
1052 003.2a,87,F18 | —IV 37 p. 152 D—F: ἔτι ὁ Ποσειδώνιος διηγού‐ μενος καὶ τὸν Λουερνίου τοῦ Βιτύιτος πατρὸς πλοῦτον τοῦ ὑπὸ Ῥωμαίων καθαιρεθέντος φησὶ δημαγωγοῦντα αὐτὸν τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι διὰ τῶν πεδίων καὶ σπείρειν χρυσὸν καὶ ἄργυρον ταῖς ἀκολουθούσαις τῶν | |
5 | Κελτῶν μυριάσι, φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ὧι πληροῦν μὲν ληνοὺς πολυτελοῦς πόματος, παρασκευάζειν δὲ τοσοῦτο βρω‐ μάτων πλῆθος ὥστε ἐφ’ ἡμέρας πλείονας ἐξεῖναι τοῖς βουλομένοις εἰσερ‐ χομένοις τῶν παρασκευασθέντων ἀπολαύειν ἀδιαλείπτως διακονουμένους. ἀφορίσαντος δ’ αὐτοῦ προθεσμίαν ποτὲ τῆς θοίνης ἀφυστερήσαντά τινα | |
10 | τῶν βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ὠιδῆς ὑμνεῖν αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δ’ ἀποθρηνεῖν ὅτι ὑστέρηκε· τὸν δὲ τερφθέντα θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῶι παρατρέχοντι. ἀνελόμενον δ’ ἐκεῖνον πάλιν ὑμνεῖν λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφ’ ἧς ἁρματηλατεῖ χρυσὸν καὶ εὐεργεσίας ἀνθρώποις φέρει. ταῦτα μὲν οὖν ἐν τῆι τρίτηι | |
15 | καὶ εἰκοστῆι ἱστόρηκεν. | |
1052 003.2a,87,F19 | ATHEN. IX 8 p. 369 CD: Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς Στοᾶς ἐν τῆι ἑβδόμηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν περὶ τὴν 〈Δ〉αλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. | |
1052 003.2a,87,F20 | ATHEN. XV 46 p. 692 CD: ἥδιστον δέ, ἄνδρες φίλοι, ἀναγινώσκων τὴν ὀγδόην καὶ εἰκοστὴν τῶν Ποσειδωνίου Ἱστοριῶν περὶ μύρων τι λεγόμενον ἐτήρησα ... φησὶ γὰρ ὁ φιλόσοφος· «ἐν Συρίαι ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις | |
5 | δοθῶσιν οἱ στέφανοι, εἰσίασίν τινες μύρων Βαβυλωνίων ἔχοντες ἀσκίδια καὶ πόρρωθεν ἐκ τούτων περιπορευό‐ μενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι | |
τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παραραίνοντες.» | ||
1052 003.2a,87,F21a | ATHEN. XII 56 p. 540 A B: Ἀντίοχον δὲ τὸν Γρυπὸν ἐπι‐ καλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῆι ὀγδόηι καὶ εἰκοστῆι τῶν Ἱστο‐ ριῶν τὰς ἐπὶ Δάφνηι πανηγύρεις ἐπιτελοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν. ἐν αἷς τὸ μὲν πρῶτον ἀναδόσεις ἐγίγνοντο ὁλομελῶν βρωμάτων, εἶτ’ ἤδη | |
5 | καὶ ζώντων χηνῶν καὶ λαγωιῶν καὶ δορκάδων; «ἀνεδίδοντο δέ» φησίν «καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυ‐ ρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμή‐ λων. ἔδει δὲ ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν [τε] τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ | |
10 | τὸν παρεστῶτα παῖδα.» | |
1052 003.2a,87,F21b | —V 46 p. 210 E: ..... «τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ’ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων κτλ.» | |
1052 003.2a,87,F22 | ATHEN. IV 39 p. 153 E: Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσει‐ δώνιος ἐν τῆι τριακοστῆι, ἄριστον προσφέρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον. | |
1052 003.2a,87,F23 | ATHEN. VI 49 p. 246 D: ἐν δὲ τῆι τετάρτηι καὶ τρια‐ κοστῆι ὁ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. | |
1052 003.2a,87,F24* | —IV 38 p. 153 BC: ἱστορῶν δὲ καὶ περὶ Ἡρακλέωνος τοῦ Βεροιαίου, ὃς ὑπὸ τοῦ Γρυποῦ καλουμένου Ἀντιόχου τοῦ βασιλέως προα‐ χθεὶς μικροῦ δεῖν τῆς βασιλείας ἐξέβαλε τὸν εὐεργέτην, γράφει ἐν τῆι 〈λ〉δ (?) τῶν Ἱστοριῶν τάδε· «ἐποιεῖτό τε τῶν στρατιωτῶν τὰς | |
5 | κατακλίσεις ἐπὶ τοῦ ἐδάφους ἐν ὑπαίθρωι ἀνὰ χιλίους δειπνίζων. τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ δὲ ποτὸν κεκραμένος οἶνος οἷος δήποτε ὕδατι ψυχρῶι. διηκόνουν δὲ ἄνδρες μαχαιροφόροι, καὶ σιωπὴ ἦν εὔ‐ τακτος.» | |
1052 003.2a,87,F25 | ATHEN. XI 89 p. 494 F: Ποσειδώνιος ὁ φιλόσοφος ἐν ἕκτηι καὶ τριακοστῆι τῶν Ἱστοριῶν .... γράφων οὕτως· «ἦσαν δὲ καὶ ὀνύχινοι σκύφοι καὶ † συνδέσεις τούτων μέχρι δικοτύλων, καὶ Παναθηναικὰ μέγιστα, τὰ μὲν δίχοα τὰ δὲ καὶ μεί‐ | |
5 | ζονα.» | |
1052 003.2a,87,F26 | ATHEN. XII 73 p. 550 AB: εἰς πάχος δ’ ἐπεδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὁ τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῶι. φησὶ γοῦν περὶ αὐτοῦ Ποσει‐ δώνιος ἐν τῆι ἑβδόμηι καὶ τεσσαρακοστῆι τῶν Ἱστοριῶν οὕτως· «ὁ δὲ τῆς | |
5 | Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ’ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῆι δὲ τρυφῆι ζῶν, οὐδὲ 〈περι〉πατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο. εἰς δὲ τὰς ἐν τοῖς συμπο‐ σίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος | |
10 | ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποι‐ εῖτο.» | |
1052 003.2a,87,F27 | ATHEN. IV 66 p. 168 DE: παρὰ δὲ Ῥωμαίοις μνημονεύεται, ὥς φησι Ποσειδώνιος ἐν τῆι ἐνάτηι καὶ τεσσαρακοστῆι τῶν Ἱστοριῶν, Ἀπίκιόν τινα ἐπὶ ἀσωτίαι πάντας ἀνθρώπους ὑπερηκοντικέναι. οὗτος δ’ ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίωι τῶι τὴν Ῥω‐ | |
5 | μαικὴν ἱστορίαν ἐκδεδωκότι τῆι Ἑλλήνων φωνῆι. | |
1052 003.2a,87,F28 | STRABON II 2, 1—3, 8: ἴδωμεν δὲ καὶ Ποσειδώνιον ἅ φησιν ἐν τοῖς Περὶ ὠκεανοῦ· δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν, τὰ μὲν οἰκείως, τὰ δὲ μαθηματικώτερον. οὐκ ἄτοπον οὖν ἔνια καὶ τῶν ὑπὸ τούτου λεγομένων διαιτῆσαι, τὰ μὲν νῦν τὰ δ’ ἐν τοῖς καθ’ ἕκαστα, | |
5 | ὡς ἂν ὑποπίπτηι, μέτρου τινὸς ἐχομένους. ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑπο‐ θέσθαι σφαιροειδῆ, καθάπερ καὶ τὸν κόσμον, καὶ τὰ ἄλλα παραδέξασθαι | |
τὰ ἀκόλουθα τῆι ὑποθέσει ταύτηι. τούτων δ’ ἐστὶ καὶ τὸ πεντάζωνον αὐτὴν εἶναι. (2) φησὶ δὴ ὁ Ποσειδώνιος (F 76—80) τῆς εἰς πέντε ζώνας | ||
10 | διαιρέσεως ἀρχηγὸν γενέσθαι Παρμενίδην (Diels 18 A 44a Nachtr.). ἀλλ’ ἐκεῖνον μὲν σχεδόν τι διπλασίαν ἀποφαίνειν τὸ πλάτος τὴν διακεκαυμένην [τῆς μεταξὺ τῶν τροπικῶν], ὑπερπίπτουσαν ἑκατέρων τῶν τροπικῶν εἰς τὸ ἐκτὸς καὶ πρὸς ταῖς εὐκράτοις· Ἀριστοτέλη (Meteor. II 5, 10) δὲ αὐτὴν καλεῖν τὴν μεταξὺ τῶν τροπικῶν, 〈τὰς δὲ μεταξὺ τῶν τροπικῶν〉 καὶ τῶν | |
15 | ἀρκτικῶν εὐκράτους. ἀμφοτέροις δ’ ἐπιτιμᾶι δικαίως· διακεκαυμένην γὰρ λέγεσθαι τὸ ἀοίκητον διὰ καῦμα, τῆς δὲ μεταξὺ τῶν τροπικῶν † πλέον ἢ τὸ ἥμισυ τοῦ πλάτους οἰκήσιμόν ἐστιν ἐκ τῶν ὑπὲρ Αἰγύπτου στοχαζο‐ μένοις Αἰθιόπων, εἴπερ τὸ μὲν ἥμισυ τοῦ παντὸς πλάτους ἐστίν, ὃ διαιρεῖ ἐφ’ ἑκάτερα ὁ ἰσημερινός. τούτου δὲ τὸ μὲν ἀπὸ τῆς Συήνης, ἥπερ ἐστὶν | |
20 | ὅριον τοῦ θερινοῦ τροπικοῦ, εἰς Μερόην εἰσὶ † μύριοι· τὸ δ’ ἐνθένθε ἕως 〈τοῦ〉 τῆς Κινναμωμοφόρου παραλλήλου, ὅσπερ ἐστὶν ἀρχὴ τῆς διακεκαυμένης, τρισχίλιοι. τοῦτο μὲν οὖν τὸ διάστημα πᾶν ἐστι μετρητόν· πλεῖται τε γὰρ καὶ ὁδεύεται. τὸ δ’ ἑξῆς μέχρι τοῦ ἰσημερινοῦ λόγωι δείκνυται κατὰ τὴν ὑπ’ Ἐρατοσθένους γενομένην ἀναμέτρησιν τῆς γῆς, ὅτι ἐστὶ σταδίων | |
25 | ὀκτακισχιλίων ὀκτακοσίων· ὃν δὴ λόγον ἔχει τὰ † μύρια τρισχίλια πρὸς τὰ ὀκτακισχίλια ὀκτακόσια, τοῦτον ἂν ἔχοι τὸ μεταξὺ τῶν τροπικῶν διά‐ στημα πρὸς τὸ τῆς διακεκαυμένης πλάτος. κἂν τῶν νεωτέρων δὲ ἀναμετρή‐ σεων εἰσάγηται ἡ ἐλαχίστην ποιοῦσα τὴν γῆν, οἵαν ὁ Ποσειδώνιος (F 97) ἐγκρίνει περὶ ὀκτωκαίδεκα μυριάδας οὖσαν, περὶ ἥμισύ που ἀποφαίνει τὴν | |
30 | διακεκαυμένην τῆς μεταξὺ τῶν τροπικῶν ἢ μικρῶι τοῦ ἡμίσους μείζονα, ἴσην δὲ καὶ τὴν αὐτὴν οὐδαμῶς. τοῖς δὲ ἀρκτικοῖς, οὔτε παρὰ πᾶσιν οὖσιν οὔτε τοῖς αὐτοῖς πανταχοῦ, τίς ἂν διορίζοι τὰς εὐκράτους, αἵπερ εἰσὶν ἀμετάπτωτοι; τὸ μὲν οὖν μὴ παρὰ πᾶσιν εἶναι τοὺς ἀρκτικούς, οὐδὲν ἂν εἴη πρὸς τὸν ἔλεγχον, εἰ γὰρ παρὰ τοῖς τὴν εὔκρατον οἰκοῦσιν εἶναι | |
35 | πᾶσιν, πρὸς οὕσπερ καὶ λέγεται μόνους εὔκρατος. τὸ δὲ μὴ πανταχοῦ τὸν αὐτὸν τρόπον, ἀλλὰ μεταπίπτειν, καλῶς εἴληπται. (3) αὐτὸς δὲ διαιρῶν εἰς τὰς ζώνας πέντε μέν φησιν εἶναι χρησί‐ μους πρὸς τὰ οὐράνια (F 76). τούτων δὲ περισκίους δύο τὰς ὑπὸ τοῖς | |
πόλοις μέχρι τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς· ἑτεροσκίους δὲ τὰς | ||
40 | ἐφεξῆς ταύταις δύο μέχρι τῶν ὑπὸ τοῖς τροπικοῖς οἰκούντων, ἀμφίσκιον δὲ τὴν μεταξὺ τῶν τροπικῶν. πρὸς δὲ τὰ ἀνθρώπεια ταύτας τε καὶ δύο ἄλλας στενάς, τὰς ὑπὸ τοῖς τροπικοῖς, καθ’ ἃς ἥμισύ πως μηνὸς κατὰ κορυφήν ἐστιν ὁ ἥλιος, δίχα διαιρουμένας ὑπὸ τῶν τροπικῶν. ἔχειν γάρ τι ἴδιον τὰς ζώνας ταύτας, αὐχμηράς τε ἰδίως καὶ ἀμμώδεις ὑπαρχούσας | |
45 | καὶ ἀφόρους πλὴν σιλφίου καὶ πυρωδῶν τινων καρπῶν συγκεκαυμένων· ὄρη γὰρ μὴ εἶναι πλησίον, ὥστε τὰ νέφη προσπίπτοντα ὄμβρους ποιεῖν, μηδὲ δὴ ποταμοῖς διαρρεῖσθαι (F 80). διόπερ οὐλότριχας καὶ οὐλόκερως καὶ προχείλους καὶ πλατύρρινας γεννᾶσθαι· τὰ γὰρ ἄκρα αὐτῶν συστρέ‐ φεσθαι. καὶ τοὺς Ἰχθυοφάγους δὲ κατὰ ταύτας τὰς ζώνας οἰκεῖν. ὅτι δὲ | |
1052 003.2a,87,F28(50) | ταῦτ’ ἴδια τῶν ζωνῶν τούτων δηλοῦν φησι τὸ τοὺς νοτιωτέρους αὐτῶν ἔχειν τὸ περιέχον εὐκρατότερον καὶ τὴν γῆν καρπιμωτέραν καὶ εὐυ‐ δροτέραν. (3, 1) Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ (F 77), δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑπο‐ πιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, 〈δύο δὲ τὰς μεταξὺ τού‐ | |
55 | των〉 καὶ τοῦ ἰσημερινοῦ· ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγραφικῶς εἰρῆσθαι. φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ περιέχοντος κρᾶσιν· πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις 〈καὶ τοῖς ἑτεροσκίοισ〉 καὶ τοῖς ἀμφισκίοις, οὕτως ἂν ἄριστα διοριζομένοις, συνδιορίζεται καὶ τὰ περὶ τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῶι λαμβάνοντα τὴν ἐξάλλαξιν· | |
60 | πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινο‐ μένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζώιων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων † ἡμισυσταλεῖς τῶν ὑπὸ τῶι ἀέρι καὶ ἐν αὐτῶι ἐκείνωι, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης ....... ὅτι δὲ καὶ γεωγραφι‐ κός ἐστιν ὁ μερισμός, δῆλον. ζητεῖ γὰρ ἡ γεωγραφία τῆς ἑτέρας τῶν εὐκράτων | |
65 | ἀφορίσαι τὸ οἰκούμενον ὑφ’ ἡμῶν τμῆμα. πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῆι θάλαττά ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος [ὁ] εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζώιοις, ὁ δ’ ἐφ’ ἑκάτερα δύσκρατος ὑπερβολῆι καὶ ἐλλείψει τοῦ θάλπους. εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως. ...... ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύταις | |
70 | προστίθησιν οὐδ’ ὁμοίαι κεχρημένας διαφορᾶι, ἀλλ’ ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν, ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον. (2) ... εἰ δ’, ὥσπερ Ἐρατοσθένης (V) φησίν; ἡ ὑποπίπτουσα τῶι ἰσημερι‐ νῶι ἔστιν εὔκρατος, καθάπερ καὶ ὁ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δ’ οὗτος | |
75 | καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων), πολὺ | |
κρεῖττον τρίτην [τὴν] εὔκρατον ταύτην ποιεῖν στενήν τινα ἢ τὰς ὑπὸ τοῖς τροπικοῖς εἰσάγειν. συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα, ὧν μέμνηται καὶ Ποσειδώνιος (F 78), τὸ καὶ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ | ||
80 | πλάγια, ὡς δ’ αὕτως καὶ τὰς ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου· ὀξύτεραι γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων. (3) ἐνίσταται δ’ ὁ Ποσειδώνιος τῶι Πολυβίωι, διότι φησὶ τὴν ὑπὸ τῶι ἰσημερινῶι οἴκησιν ὑψηλοτάτην. οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν ἐπιφάνειαν ὕψος διὰ τὴν ὁμαλότητα, οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῶι | |
85 | ἰσημερινῶι, ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῆι ἐπιφανείαι τῆς θαλάττης· τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαί‐ νειν (F 79). ταῦτα δ’ εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ, φήσας ὑπο‐ νοεῖν ὄρη εἶναι τὰ ὑπὸ τῶι ἰσημερινῶι, πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐ‐ κράτων ἀμφοῖν προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους. αὕτη μὲν | |
90 | οὖν ἡ ἀνομολογία φανερά. ἀλλὰ καὶ δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῶι ἰσημερινῶι, ἄλλη τις ἀνακύπτειν ἂν δόξειεν· οἱ γὰρ αὐτοὶ σύρρουν φασὶν εἶναι τὸν ὠκε‐ ανόν (F 81—84). πῶς οὖν ὄρη κατὰ μέσον ἱδρύουσιν αὐτόν, πλὴν εἰ νήσους τινὰς βούλονται λέγειν; ὅπως δὲ 〈δή〉 ποτε τοῦτ’ ἔχει, τῆς γεω‐ | |
95 | γραφικῆς μερίδος ἔξω πίπτει. δοτέον δ’ ἴσως τῶι προθεμένωι τὴν περὶ ὠκεανοῦ πραγματείαν ταῦτ’ ἐξετάζειν. (4) μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην, Ἡρόδοτον (IV 42—44) μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν. Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγωι (F 56 Voss) | |
1052 003.2a,87,F28(100) | ποιεῖν ἀφιγμένον παρὰ Γέλωνι μάγον τινὰ περιπλεῦσαι φάσκοντα. ἀμάρτυρα δὲ ταῦτ’ εἶναι φήσας καὶ Εὔδοξόν τινα Κυζικηνόν, θεωρὸν καὶ σπονδοφόρον τοῦ τῶν Κορ〈ε〉ίων ἀγῶνος, ἐλθεῖν εἰς Αἴγυπτον ἱστορεῖ κατὰ τὸν δεύτερον Εὐεργέτην· συσταθῆναι δὲ καὶ τῶι βασιλεῖ καὶ τοῖς περὶ αὐτόν, καὶ μάλιστα κατὰ τοὺς ἀνάπλους τοῦ Νείλου, θαυμαστικὸν | |
105 | ὄντα τῶν τοπικῶν ἰδιωμάτων ἅμα καὶ οὐκ ἀπαίδευτον. τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα ὡς τὸν βασιλέα ὑπὸ τῶν φυλάκων τοῦ Ἀραβίου μυχοῦ, λεγόντων εὑρεῖν ἡμιθανῆ καταχθέντα μόνον ἐν νηί, τίς δ’ εἴη καὶ πόθεν, ἀγνοεῖν, μὴ συνιέντας τὴν διάλεκτον· τὸν δὲ παραδοῦναι τοῖς διδάξουσιν ἑλληνίζειν. ἐκμαθόντα δὲ διηγήσασθαι, διότι ἐκ τῆς Ἰνδικῆς πλέων περι‐ | |
110 | πέσοι πλάνηι καὶ σωθείη δεῦρο, τοὺς σύμπλους ἀποβαλὼν λιμῶι. ὑπο‐ ληφθέντα δὲ ὑποσχέσθαι τὸν εἰς Ἰνδοὺς πλοῦν ἡγήσασθαι τοῖς ὑπὸ τοῦ | |
βασιλέως προχειρισθεῖσι τούτων δὲ γενέσθαι τὸν Εὔδοξον. πλεύσαντα δὴ μετὰ δώρων ἐπανελθεῖν ἀντιφορτισάμενον ἀρώματα καὶ λίθους πολυτε‐ λεῖς, ὧν τοὺς μὲν καταφέρουσιν οἱ ποταμοὶ μετὰ τῶν ψήφων, τοὺς δ’ | ||
115 | ὀρυκτοὺς εὑρίσκουσι, πεπηγότας ἐξ ὑγροῦ, καθάπερ τὰ κρυστάλλινα παρ’ ἡμῖν. διαψευσθῆναι δὲ τῶν ἐλπίδων. ἀφελέσθαι γὰρ αὐτὸν ἅπαντα τὸν φόρτον τὸν Εὐεργέτην. τελευτήσαντος δ’ ἐκείνου τὸν βίον Κλεο‐ πάτραν τὴν γυναῖκα διαδέξασθαι τὴν ἀρχήν. πάλιν οὖν καὶ ὑπὸ ταύτης πεμφθῆναι τὸν Εὔδοξον μετὰ μείζονος παρασκευῆς. ἐπανιόντα δ’ ἀνέμοις | |
120 | παρενεχθῆναι ὑπὲρ τὴν Αἰθιοπίαν· προσφερόμενον δέ τισι τόποις ἐξοι‐ κειοῦσθαι τοὺς ἀνθρώπους μεταδόσει σιτίων τε καὶ οἴνου καὶ παλαθίδων, ὧν ἐκείνοις οὐ μετῆν, ἀντὶ δὲ τούτων ὑδρείας τε τυγχάνειν καὶ καθοδη‐ γίας, ἀπογράφεσθαί τε τῶν ῥημάτων ἔνια. εὑρόντα δ’ ἀκρόπρωρον ξύλινον ἐκ ναυαγίου ἵππον ἔχον ἐγγεγλυμμένον, πυθόμενον ὡς ἀπὸ τῆς | |
125 | ἑσπέρας πλεόντων τινῶν εἴη τὸ ναυάγιον τοῦτο, κομίζειν αὐτὸ ἀναστρέ‐ ψαντα πρὸς τὸν οἰκεῖον πλοῦν. σωθέντα δ’ εἰς Αἴγυπτον, οὐκέτι τῆς Κλεοπάτρας ἡγουμένης ἀλλὰ τοῦ παιδός, ἀφαιρεθῆναι πάλιν πάντα· φωραθῆναι γὰρ νενοσφισμένον πολλά. τὸ δ’ ἀκρόπρωρον προφέ‐ ροντα ἐς τὸ ἐμπόριον, δεικνύναι τοῖς ναυκλήροις, γνῶναι δὲ Γαδειριτῶν | |
130 | ὄν· τούτων γὰρ τοὺς μὲν ἐμπόρους μεγάλα στέλλειν πλοῖα, τοὺς δὲ πέ‐ νητας μικρά, ἃ καλεῖν ἵππους ἀπὸ τῶν ἐν ταῖς πρώραις ἐπισήμων· τούτους δὲ πλεῖν μέχρι τοῦ Λίξου ποταμοῦ περὶ τὴν Μαυρουσίαν ἁλιευ‐ ομένους. ἀλλὰ τῶν δὴ ναυκλήρων τινὰς γνωρίσαι τὸ ἀκρόπρωρον ἑνὸς τῶν ἀπὸ τοῦ Λίξου ποταμοῦ πορρώτερον πλευσάντων καὶ μὴ σωθέντων ὑπάρ‐ | |
135 | ξαν. ἐκ δὲ τούτου συμβαλόντα τὸν Εὔδοξον, ὡς δυνατὸς εἴη ὁ περίπλους ὁ Λιβυκός, πορευθέντα οἴκαδε τὴν οὐσίαν ἐνθέμενον πᾶσαν ἐξορμῆσαι. καὶ πρῶτον μὲν εἰς Δικαιαρχίαν, εἶτ’ εἰς Μασσαλίαν ἐλθεῖν καὶ τὴν ἑξῆς παραλίαν μέχρι Γαδείρων· πανταχοῦ δὲ διακωδωνίζοντα ταῦτα καὶ χρηματι‐ ζόμενον κατασκευάσασθαι πλοῖον μέγα καὶ ἐφόλκια δύο λέμβοις ληιστρι‐ | |
140 | κοῖς ὅμοια, 〈οἷσ〉 ἐμβιβάσασθαι μουσικὰ παιδισκάρια καὶ ἰατροὺς καὶ ἄλλους τεχνίτας, ἔπειτα πλεῖν ἐπὶ τὴν Ἰνδικὴν μετέωρον ζεφύροις συνε‐ χέσι. καμνόντων δὲ τῶι πλῶι τῶν συνόντων ἄκοντα ἐπουρίσαι πρὸς γῆν, δεδοικότα τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις. καὶ δὴ καὶ συμβῆναι ὅπερ ἐδεδίει· καθίσαι γὰρ τὸ πλοῖον, ἡσυχῆ δέ, ὥστε μήδ’ ἀθροῦν διαλυθῆναι, | |
145 | ἀλλὰ φθῆναι τὰ φορτία σωθέντα εἰς γῆν καὶ τῶν ξύλων τὰ πλεῖστα. ἐξ ὧν τρίτον λέμβον συμπηξάμενον πεντηκοντόρωι πάρισον πλεῖν, ἕως ἀνθρώποις συνέμιξε τὰ αὐτὰ ῥήματα φθεγγομένοις, ἅπερ πρότερον ἀπο‐ | |
γέγραπται. ἅμα δὲ τοῦτό τε γνῶναι, ὅτι τε οἱ ἐνταῦθα ἄνθρωποι ὁμο‐ εθνεῖς εἶεν τοῖς Αἰθίοψιν ἐκείνοις καὶ ὅτι ὁμοροῖεν τῆι Βόγου βασιλείαι. | ||
1052 003.2a,87,F28(150) | ἀφέντα δὴ τὸν ἐπὶ Ἰνδοὺς πλοῦν ἀναστρέφειν· ἐν δὲ τῶι παράπλωι νῆσον εὔυδρον καὶ εὔδενδρον ἐρήμην ἰδόντα σημειώσασθαι. σωθέντα δὲ εἰς τὴν Μαυρουσίαν, διαθέμενον τοὺς λέμβους πεζῆι κομισθῆναι πρὸς τὸν Βόγον καὶ συμβουλεύειν αὐτῶι τὴν ναυστολίαν ἐπανελέσθαι ταύτην· ἰσχῦσαι δ’ εἰς τἀναντία τοὺς φίλους ὑποτείνοντας φόβον, μὴ συμβῆι τὴν χώραν εὐεπι‐ | |
155 | βούλευτον γενέσθαι δειχθείσης παρόδου τοῖς ἔξωθεν ἐπιστρατεύειν ἐθέ‐ λουσιν. ὡς δ’ ἐπύθετο λόγωι μὲν πεμπόμενον ἑαυτὸν ἐπὶ τὴν ἀνα〈δει〉‐ χθεῖσαν ναυστολίαν, ἔργωι δ’ ἐκτεθησόμενον εἰς ἐρήμην τινὰ νῆσον, φυγεῖν εἰς τὴν Ῥωμαίων ἐπικράτειαν κἀκεῖθεν εἰς τὴν Ἰβηρίαν διᾶραι. πάλιν δὲ κατασκευασάμενον στρογγύλον πλοῖον καὶ μακρὸν πεντηκόντορον, ὥστε τῶι | |
160 | μὲν πελαγίζειν, τῶι δὲ πειρᾶσθαι τῆς γῆς, ἐνθέμενον γεωργικὰ ἐργαλεῖα καὶ σπέρματα καὶ οἰκοδόμους ὁρμῆσαι πρὸς τὸν αὐτὸν περίπλουν, διανοού‐ μενον, εἰ βραδύνοιτο ὁ πλοῦς, ἐνδιαχειμάσαι τῆι προεσκεμμένηι νήσωι καὶ σπείραντα καὶ ἀνελόμενον τοὺς καρποὺς τελέσαι τὸν ἐγνωσμένον ἐξ ἀρχῆς πλοῦν. (5) «ἐγὼ μὲν οὖν» φησί «μέχρι 〈δεῦρο〉 τῆς περὶ τὸν | |
165 | Εὔδοξον ἱστορίας ἥκω· τί δ’ ὕστερον συνέβη, τοὺς ἐκ Γαδείρων καὶ τῆς Ἰβηρίας εἰκὸς εἰδέναι.» ἐκ πάντων δὴ τούτων φησὶ δείκνυσθαι, διότι ἡ οἰκουμένη κύκλωι περιρρεῖται τῶι ὠκεανῶι· ‘οὐ γάρ μιν δεσμὸς περιβάλλεται ἠπείροιο, ἀλλ’ ἐς ἀπειρεσίην κέχυται· τό μιν οὔτι μιαίνει‘. | |
170 | θαυμαστὸς δὴ κατὰ πάντα ἔστιν ὁ Ποσειδώνιος, τὸν μὲν τοῦ μάγου περίπλουν, ὃν Ἡρακλείδης εἶπεν, ἀμάρτυρον νομίσας καὶ αὐτῶν τῶν ὑπὸ Δαρείου πεμφθέντων, ὃν Ἡρόδοτος ἱστορεῖ, τὸ δὲ Βεργαῖον διήγημα τοῦτο ἐν πίστεως μέρει τιθείς, εἴθ’ ὑπ’ αὐτοῦ πεπλασμένον εἴτ’ ἄλλων πλασάντων πιστευθέν. οὐ πολὺ οὖν | |
175 | ἀπολείπεται ταῦτα τῶν Πυθέου καὶ Εὐημέρου καὶ Ἀντιφάνους ψευσμάτων. ἀλλ’ ἐκείνοις μὲν συγγνώμη τοῦτ’ αὐτὸ ἐπιτηδεύουσιν, ὥσπερ τοῖς θαυματοποιοῖς· τῶι δ’ ἀποδεικτι‐ κῶι καὶ φιλοσόφωι, σχεδὸν δέ τι καὶ περὶ πρωτείων ἀγωνιζομένωι, τίς ἂν συγγνοίη; ... (6) τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν καὶ μετα‐ βολὰς τὰς ἐκ τῶν σεισμῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων (F 87—91), | |
180 | ὅσα διηριθμησάμεθα καὶ ἡμεῖς, ὀρθῶς κεῖται παρ’ αὐτῶι. πρὸς ὃ καὶ τὸ τοῦ Πλάτωνος εὖ παρατίθησιν, ὅτι ἐνδέχεται καὶ μὴ πλάσμα εἶναι τὸ περὶ τῆς νήσου τῆς Ἀτλαντίδος, περὶ ἧς ἐκεῖνος ἱστορῆσαι Σόλωνά φησι πεπυσμένον παρὰ τῶν Αἰγυπτίων ἱερέων, ὡς ὑπάρχουσά ποτε ἀφανισθείη, τὸ μέγεθος οὐκ ἐλάττων ἠπείρου· καὶ τοῦτο οἴεται βέλτιον εἶναι λέγειν | |
185 | ἢ διότι ὁ πλάσας αὐτὴν ἠφάνισεν, ὡς ὁ ποιητὴς τὸ τῶν Ἀχαιῶν τεῖχος. εἰκάζει δὲ καὶ τὴν τῶν Κίμβρων καὶ τῶν συγγενῶν ἐξανάστασιν ἐκ τῆς οἰκείας γενέσθαι κατὰ θαλάττης ἔφοδον, οὐκ ἀθρόαν συμβᾶσαν (F 31). ὑπονοεῖ δὲ τὸ τῆς οἰκουμένης μῆκος ἑπτά που μυριάδων σταδίων ὑπάρχον ἥμισυ εἶναι τοῦ ὅλου κύκλου, καθ’ ὃν εἴληπται, «ὥστε», φησίν, | |
190 | «ἀπὸ τῆς δύσεως εὔρωι πλέων ἐν τοσαύταις μυριάσιν ἔλθοι ἂν εἰς Ἰνδούς.» (7) ἐπιχειρήσας δὲ αἰτιᾶσθαι τοὺς οὕτω τὰς ἠπείρους διορίσαντας, ἀλλὰ μὴ παραλλήλοις τισὶ τῶι ἰσημερινῶι, δι’ ὧν ἔμελλον ἐξαλλάξεις (F 102) δείκνυσθαι ζώιων τε καὶ φυτῶν καὶ ἀέρων, τῶν μὲν τῆι κατε‐ | |
195 | ψυγμένηι συναπτόντων τῶν δὲ τῆι διακεκαυμένηι, ὥστε οἱονεὶ ζώνας εἶναι τὰς ἠπείρους, ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται ἐπαινῶν πάλιν τὴν οὖσαν διαίρεσιν, θετικὴν ποιούμενος τὴν ζήτησιν πρὸς οὐδὲν χρησίμως. αἱ γὰρ τοιαῦται διατάξεις οὐκ ἐκ προνοίας γίνονται, καθάπερ οὐδὲ αἱ κατὰ τὰ ἔθνη διαφοραὶ οὐδὲ 〈αἱ〉 διάλεκτοι, ἀλλὰ κατὰ ἐπίπτωσιν καὶ συντυχίαν. | |
1052 003.2a,87,F28(200) | καὶ τέχναι τε καὶ δυνάμεις καὶ ἐπιτηδεύσεις, ἀρξάντων τινῶν, κρατοῦσιν αἱ πλείους ἐν ὁποιωιοῦν κλίματι. ἔστι δέ τι καὶ παρὰ τὰ κλίματα, ὥστε τὰ μὲν φύσει ἐστὶν ἐπιχώριά τισι τὰ δ’ ἔθει καὶ ἀσκήσει. οὐ γὰρ φύσει Ἀθηναῖοι μὲν φιλόλογοι, Λακε‐ δαιμόνιοι δ’ οὐ καὶ οἱ ἔτι ἐγγυτέρω Θηβαῖοι, ἀλλὰ μᾶλλον ἔθει· οὕτως οὐδὲ Βαβυ‐ λώνιοι φιλόσοφοι φύσει καὶ Αἰγύπτιοι, ἀλλ’ ἀσκήσει καὶ ἔθει· καὶ ἵππων τε καὶ | |
205 | βοῶν ἀρετὰς καὶ ἄλλων ζώιων οὐ τόποι μόνον ἀλλὰ καὶ ἀσκήσεις ποιοῦσιν· ὁ δὲ συγχεῖ ταῦτα. ἐπαινῶν δὲ τὴν τοιαύτην διαίρεσιν τῶν ἠπείρων, οἵα νῦν ἐστι, παραδείγματι χρῆται τῶι τοὺς Ἰνδοὺς τῶν Αἰθιόπων διαφέρειν τῶν ἐν τῆι Λιβύηι· εὐερνεστέρους γὰρ εἶναι καὶ ἧττον ἕψεσθαι τῆι ξηρασίαι τοῦ | |
210 | περιέχοντος. διὸ καὶ Ὅμηρον πάντας λέγοντα Αἰθίοπας δίχα διελεῖν ‘οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ’ ἀνιόντοσ‘. 〈Κράτητα δὲ γράφοντα ‘ἠμὲν δυσομένου Ὑπερίονος ἠδ’ ἀνιόντοσ‘〉 καὶ εἰσάγοντα τὴν ἑτέραν οἰκουμένην, ἣν οὐκ οἶδεν Ὅμηρος, δουλεύειν ὑποθέσει. καὶ «ἔδει», φησί, «μετα‐ γράφειν οὕτως· ‘ἠμὲν ἀπερχομένου Ὑπερίονοσ‘, οἷον ἀπὸ | |
215 | τοῦ μεσημβρινοῦ περικλίνοντος.» τοσαῦτα καὶ πρὸς Ποσειδώνιον. πολλὰ γὰρ καὶ ἐν τοῖς καθ’ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά· ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις ἢ οὐδὲ φροντιστέον· πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν παρ’ αὐτῶι καὶ τὸ Ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν | |
220 | ἐπίκρυψιν τῶν αἰτιῶν. | |
1052 003.2a,87,F29 | ATHEN. VIII 7 p. 333 B—D: οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς Στοᾶς εἰπόντα [καὶ] περὶ πλήθους ἰχθύων τάδε· «ὅτε Τρύφων ὁ Ἀπαμεὺς ὁ τὴν τῶν Σύρων βασιλείαν ἁρπάσας ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ | |
5 | περὶ Πτολεμαίδα πόλιν καὶ ὡς ὁ Σαρπηδὼν ληφθεὶς ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν μετὰ τῶν ἰδίων στρατιω‐ τῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον νικήσαντες τῆι μάχηι, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῆι γῆι καὶ πάντας | |
10 | αὐτοὺς ἐπέκλυσεν διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυ‐ | |
15 | σαν Ποσειδῶνι τροπαίωι πρὸς τοῖς προαστείοις τῆς πόλεως.» | |
1052 003.2a,87,F30 | PLUT. max. c. princ. 1 p. 777 A: καὶ Σκιπίων μετεπέμψατο Παναίτιον, ὅτ’ αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν ‘ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ὑφορώμενον (Od. ρ 487)‘, ὥς φησι Ποσειδώνιος. | |
1052 003.2a,87,F31 | STRABON VII 2, 1—3: περὶ δὲ Κίμβρων τὰ μὲν οὐκ εὖ λέγεται, τὰ δ’ ἔχει πιθανότητας οὐ μετρίας. οὔτε γὰρ τὴν τοιαύτην αἰτίαν (F 28 § 19) τοῦ πλάνητας γενέσθαι καὶ ληιστρικοὺς ἀποδέξαιτ’ ἄν τις, ὅτι χερρόνησον οἰκοῦντες μεγάληι πλημμυρίδι ἐξελασθεῖεν ἐκ τῶν τόπων· | |
5 | καὶ γὰρ νῦν ἔχουσι τὴν χώραν, ἣν εἶχον πρότερον, καὶ ἔπεμψαν τῶι Σεβαστῶι δῶρον τὸν ἱερώτατον παρ’ αὐτοῖς λέβητα, αἰτούμενοι φιλίαν καὶ ἀμνηστίαν τῶν ὑπηργμένων (τυχόντες δὲ ὧν ἠξίουν ἀπῆραν). γελοῖον δὲ τῶι φυσικῶι καὶ αἰωνίωι πάθει, δὶς ἑκάστης ἡμέρας συμβαίνοντι, προσοργισθέντας ἀπελθεῖν ἐκ τοῦ τόπου. ἔοικε δὲ πλάσματι τὸ συμβῆναί ποτε ὑπερβάλλουσαν πλημμυρίδα· ἐπιτάσεις μὲν γὰρ καὶ | |
10 | ἀνέσεις δέχεται τεταγμένας δὲ καὶ περιοδιζούσας ὁ ὠκεανὸς ἐν τοῖς τοιούτοις πάθεσιν. οὐκ εὖ δ’ οὐδὲ ὁ φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς Κίμβρους· οὐδ’ ὅτι ἀφοβίαν οἱ Κελτοὶ ἀσκοῦντες κατακλύζεσθαι τὰς οἰκίας ὑπομένουσιν, εἶτ’ ἀνοικοδομοῦσι· καὶ ὅτι πλείων αὐτοῖς συμβαίνει φθόρος | |
ἐξ ὕδατος ἢ πολέμου, ὅπερ Ἔφορός φησιν (70 F 132). ἡ γὰρ τάξις ἡ | ||
15 | τῶν πλημμυρίδων καὶ τὸ τὴν ἐπικλυζομένην χώραν εἶναι γνώριμον οὐκ ἔμελλε ταύτας τὰς ἀτοπίας παρέξειν· δὶς γὰρ ἑκάστης ἡμέρας τούτου συμβαίνοντος τὸ μηδ’ ἅπαξ αἰσθάνεσθαι φυσικὴν οὖσαν τὴν παλίρροιαν καὶ ἀβλαβῆ, καὶ οὐ μόνοις τούτοις συμβαίνουσαν, ἀλλὰ τοῖς παρωκεανίταις πᾶσι, πῶς οὐκ ἀπίθανον; οὐδὲ Κλείταρχος (137 F 26) εὖ. φησὶ γὰρ | |
20 | τοὺς ἱππέας ἰδόντας τὴν ἔφοδον τοῦ πελάγους ἀφιππάσασθαι καὶ φεύγον‐ τας ἐγγὺς γενέσθαι τοῦ περικαταληφθῆναι. οὔτε δὲ τοσούτωι τάχει τὴν ἐπίβασιν ὁρμωμένην ἱστοροῦμεν, ἀλλὰ λεληθότως προσιοῦσαν τὴν θάλατταν, οὔτε τὸ καθ’ ἡμέραν γιγνόμενον καὶ πᾶσιν ἔναυλον ἤδη ὂν τοῖς πλησιάζειν μέλλουσι, πρὶν ἢ θεάσασθαι, τοσοῦτον ἔμελλε παρέξεσθαι φόβον, ὥστε | |
25 | φεύγειν, ὡς ἂν εἰ ἐξ ἀδοκήτου προσέπεσε. (2) ταῦτα δὲ δικαίως ἐπιτιμᾶι τοῖς συγγραφεῦσι Ποσειδώνιος καὶ οὐ κακῶς εἰκάζει, διότι ληιστρικοὶ ὄντες καὶ πλάνητες οἱ Κίμβροι καὶ μέχρι τῶν περὶ τὴν Μαιῶτιν ποιήσαιντο στρατείαν, ἀπ’ ἐκείνων δὲ καὶ ἡ Κιμμέριος κληθείη Βόσπορος, οἷον Κιμ‐ βρικός, Κιμμερίους τοὺς Κίμβρους ὀνομασάντων τῶν Ἑλλήνων. | |
30 | φησὶ δὲ καὶ Βοίους τὸν Ἑρκύνιον δρυμὸν οἰκεῖν πρότερον, τοὺς δὲ Κίμβρους ὁρμήσαντας ἐπὶ τὸν τόπον τοῦτον, ἀποκρουσθέντας ὑπὸ τῶν Βοίων ἐπὶ τὸν Ἴστρον καὶ τοὺς Σκορδίσκους Γαλάτας καταβῆναι· εἶτ’ ἐπὶ Τευρίστας καὶ Ταυρίσκους, καὶ τούτους Γαλάτας· εἶτ’ ἐπὶ Ἑλουηττίους, πολυχρύσους μὲν ἄνδρας (F 48), εἰρηναίους δέ. ὁρῶντας δὲ τὸν ἐκ τῶν | |
35 | ληιστηρίων πλοῦτον ὑπερβάλλοντα τοῦ παρ’ ἑαυτοῖς τοὺς Ἑλουηττίους ἐπαρθῆναι, μάλιστα δ’ αὐτῶν Τιγυρίνους τε καὶ Τωυγένους, ὥστε καὶ συνεξορμῆσαι. πάντες μέντοι κατελύθησαν ὑπὸ τῶν Ῥωμαίων, αὐτοί τε καὶ οἱ Κίμβροι καὶ οἱ συναράμενοι τούτοις, οἱ μὲν ὑπερβαλόντες τὰς Ἄλπεις εἰς τὴν Ἰταλίαν, οἱ δ’ ἔξω τῶν Ἄλπεων. | |
40 | (3) ἔθος δέ τι τῶν Κίμβρων διηγοῦνται τοιοῦτον, ὅτι ταῖς γυναιξὶν αὐτῶν συστρατευούσαις παρηκολούθουν προμάντεις ἱέρειαι πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες. τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων ξιφήρεις, καταστέψασαι δ’ αὐτοὺς ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων | |
45 | εἴκοσι. εἶχον δὲ ἀναβάθραν, ἣν ἀναβᾶσα ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο. ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχνευον ἀναφθεγγό‐ μεναι νίκην τοῖς οἰκείοις. ἐν δὲ τοῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περι‐ τεταμένας τοῖς γέρροις τῶν ἁρμαμαξῶν, ὥστ’ ἀποτελεῖσθαι ψόφον ἐξαίσιον. | |
1052 003.2a,87,F32 | STRABON VII 4, 3: αὕτη (sc. πόλις Χερρόνησος ἡ Ταυ‐ ρική) δ’ ἦν πρότερον αὐτόνομος, πορθουμένη δὲ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα, στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους βαρβάρους καὶ τοῦ Ἀδρίου (?)· | |
5 | ταῦτα δ’ ἦν ἐπὶ Ῥωμαίους παρασκευή. ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατιὰν ἅμα πρός τε τοὺς Σκύθας ἐπολέμει Σκίλουρόν τε καὶ τοὺς Σκιλούρου παῖδας τοὺς περὶ Πάλακον, οὓς Ποσειδώνιος μὲν πεντήκοντά φησιν, Ἀπολλω‐ νίδης (V) δὲ ὀγδοήκοντα· ἅμα δὲ τούτους τε ἐχειρώσατο βίαι καὶ Βοσπόρου | |
10 | κατέστη κύριος παρ’ ἑκόντος λαβὼν Παιρισάδου τοῦ κατέχοντος. ἐξ ἐκεί‐ νου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν πόλις ὑπήκοος μέχρι νῦν ἐστι. | |
1052 003.2a,87,F33 | STRABON IV 1, 13: καὶ τοὺς Τεκτοσάγας δέ φασι μετασχεῖν τῆς ἐπὶ Δελφοὺς στρατείας [καὶ] τούς τε θησαυροὺς τοὺς εὑρεθέντας παρ’ αὐτοῖς ὑπὸ Καιπίωνος τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἐν πόλει Τολώσσηι τῶν ἐκεῖθεν χρημάτων μέρος εἶναί φασι, προσθεῖναι δὲ τοὺς ἀνθρώπους | |
5 | καὶ ἐκ τῶν ἰδίων οἴκων ἀνιεροῦντας καὶ ἐξιλασκομένους τὸν θεόν. προσαψά‐ μενον δ’ αὐτῶν τὸν Καιπίωνα διὰ τοῦτο ἐν δυστυχήμασι καταστρέψαι τὸν βίον, ὡς ἱερόσυλον ἐκβληθέντα ὑπὸ τῆς πατρίδος, διαδόχους δ’ ἀπολιπόντα παῖδας, ἃς συνέβη καταπορνευθείσας, ὡς εἴρηκε Τιμαγένης (88 F 11) αἰσχρῶς ἀπολέσθαι. πιθανώτερος δ’ ἐστὶν ὁ Ποσειδωνίου λόγος. τὰ μὲν | |
10 | γὰρ εὑρεθέντα ἐν τῆι Τολώσσηι χρήματα μυρίων που καὶ πεντακισχιλίων ταλάντων γενέσθαι φησί, τὰ μὲν ἐν σηκοῖς ἀποκείμενα, τὰ δ’ ἐν λίμναις ἱεραῖς, οὐδεμίαν κατασκευὴν ἔχοντα, ἀλλ’ ἀργὸν χρυσίον καὶ ἄργυρον· τὸ δ’ ἐν Δελφοῖς ἱερὸν κατ’ ἐκείνους ἤδη τοὺς χρόνους ὑπάρξαι κενὸν τῶν τοιούτων, σεσυλημένον ὑπὸ τῶν Φωκέων κατὰ τὸν ἱερὸν πόλεμον. εἰ δὲ καί τι ἐλείφθη, | |
15 | διανείμασθαι πολλούς. οὐδὲ σωθῆναι δὲ αὐτοὺς εἰκὸς εἰς τὴν οἰκείαν, ἀθλίως ἀπαλλάξαντας μετὰ τὴν ἐκ Δελφῶν ἀποχώρησιν καὶ σκεδασθέντας ἄλλους | |
ἐπ’ ἄλλα μέρη κατὰ διχοστασίαν. ἀλλ’, ὥσπερ ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι πλείους, ἡ χώρα πολύχρυσος οὖσα καὶ δεισιδαιμόνων ἀνθρώπων καὶ οὐ πολυτελῶν τοῖς βίοις πολλαχοῦ τῆς Κελτικῆς ἔσχε θησαυρούς· μάλιστα δ’ | ||
20 | αὐτοῖς αἱ λίμναι τὴν ἀσυλίαν παρεῖχον, εἰς ἃς καθίεσαν ἀργύρου ἢ καὶ χρυσοῦ βάρη. οἱ γοῦν Ῥωμαῖοι κρατήσαντες τῶν τόπων ἀπέδοντο τὰς λίμνας δημοσίαι, καὶ τῶν ὠνησαμένων πολλοὶ μύλους εὗρον σφυρηλάτους ἀργυροῦς. ἐν δὲ τῆι Τολώσσηι καὶ τὸ ἱερὸν ἦν ἅγιον, τιμώμενον σφόδρα ὑπὸ τῶν περιοίκων, καὶ τὰ χρήματα ἐπλεόνασε διὰ τοῦτο, πολλῶν ἀνατι‐ | |
25 | θέντων καὶ μηδενὸς προσάπτεσθαι θαρροῦντος. | |
1052 003.2a,87,F34 | STRABON IV 1, 14: ἵδρυται δ’ ἡ Τολῶσσα κατὰ τὸ στενώ‐ τατον τοῦ ἰσθμοῦ τοῦ διείργοντος ἀπὸ τῆς κατὰ Νάρβωνα θαλάττης τὸν ὠκεανόν, ὅν φησι Ποσειδώνιος ἐλάττω τῶν τρισχιλίων σταδίων. | |
1052 003.2a,87,F35 | ATHEN. VI 104 p. 272 E—F: καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα. Ποσει‐ δώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι | |
5 | δὲ τὴν ἐπὶ Σουνίωι ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττι‐ κήν. οὗτος δ’ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίαι ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο. | |
1052 003.2a,87,F36 | —V 47—53 p. 211 D—215 B: .... Ἀθηνίωνι τῶι Περι‐ πατητικῶι φιλοσόφωι, τῶι καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνηι, ἔτι δὲ καὶ ἐν Λαρίσηι τῆς Θετταλίας καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. περὶ οὗ καθ’ ἕκαστα ἱστορεῖ Ποσει‐ | |
5 | δώνιος ὁ Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερά ἐστιν ἐκθήσομαι, | ἵν’ ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβω‐ νίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. ........ (48) «ἐν τῆι Ἐρυμνέως τοῦ Περιπατητικοῦ σχολῆι διέτριβέ τις Ἀθηνίων προσκαρτερῶν τοῖς λόγοις, ὅστις | |
10 | Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῆι.| ταύτης οὖν εἴτ’ ἐξ αὐτοῦ τεκούσης εἴτ’ ἐξ ἄλλου τινός, ὁμώνυμος Ἀθηνίων τῶι δεσπότηι παρετρέφετο. γράμ‐ ματα δὲ μαθὼν καὶ πρεσβύτην γενόμενον τὸν δεσπότην μετὰ τῆς μητρὸς ἐχειραγώγει καὶ ἀποθανόντα κληρονο‐ | |
15 | μήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. γήμας τε παιδισκάριον εὔμορφον μετὰ τούτου πρὸς τὸ σο‐ φιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. | καὶ σοφιστεύσας ἐν Μεσσήνηι κἀν Λαρίσηι τῆι Θετταλικῆι | |
καὶ πολλὰ ἐργασάμενος χρήματα ἐπανῆλθεν εἰς τὰς | ||
20 | Ἀθήνας. καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἀθηναίων πρεσβευ‐ τής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑπο‐ δραμὼν τὸν βασιλέα τῶν φίλων εἷς ἐγένετο, μεγίστης τυχὼν προαγωγῆς. διόπερ μετεώριζε τοὺς Ἀθηναίους δι’ ἐπιστολῶν ὡς τὰ μέγιστα παρὰ τῶι Καππαδόκηι | |
25 | δυνάμενος, ὥστε μὴ μόνον τῶν ἐπιφερομένων ὀφλη‐ μάτων ἀπολυθέντας, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀνα‐ κτησαμένους ἐν ὁμονοίαι ζῆν καὶ δω|ρεῶν μεγάλων τυχεῖν ἰδίαι καὶ δημοσίαι. ταῦτα οἱ Ἀθηναῖοι διε‐ κόμπουν, τὴν Ῥωμαίων ἡγεμονίαν καταλελύσθαι πεπι‐ | |
30 | στευκότες. (49) ἤδη οὖν τῆς Ἀσίας μεταβεβλημένης ὁ Ἀθηνίων ἐπανῆγεν εἰς τὰς Ἀθήνας καὶ ὑπὸ χειμῶνος ἐνοχληθεὶς εἰς τὴν Καρυστίαν κατηνέχθη. τοῦτο μαθόντες οἱ Κεκρο‐ πίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς | |
35 | καὶ φορεῖον ἀργυρόπουν. ἀλλ’ εἰσήιειν ἤδη, καὶ σχεδὸν τὸ πλεῖστον | μέρος τῆς πόλεως ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο, συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπ’ ἀργυρόποδος κατακομίζεται | |
40 | φορείου καὶ πορφυρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοιαύτηι φαντασίαι καταχλιδῶντος τῆς Ἀττικῆς. συνέτρεχον οὖν πρὸς τὴν θέαν ταύτην ἄνδρες γυναῖκες παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ | |
45 | Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης καὶ τὰς ἐρανικὰς | ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς χώρας καὶ πόλεως πομπεύει. συνήντησαν δ’ αὐτῶι καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται τὸν ἄγγελον τοῦ νέου Διονύσου καλοῦντες ἐπὶ τὴν κοινὴν ἑστίαν καὶ τὰς | |
1052 003.2a,87,F36(50) | περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. ὁ δὲ πρότερον ἐκ | |
μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν Διοῦς οἰκίαν τοῦ τότε 〈μάλιστα〉 πλουτοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου προσ‐ όδοις εἰσηνέχθη, κεκοσμημένην στρωμναῖς τε καὶ γρα‐ φαῖς καὶ ἀνδριᾶσι καὶ ἀργυρωμάτων ἐκθέσει. ἀφ’ ἧς | ||
55 | ἐξήιει χλαμύδα λαμπρὰν ἐπισύρων καὶ περικείμενος | δακτύλιον χρυσίου ἐγγεγλυμμένην ἔχοντα τὴν Μιθριδά‐ του εἰκόνα· προεπόμπευον δ’ αὐτοῦ καὶ ἐφείποντο θεράποντες πολλοί. ἐν δὲ τῶι τεμένει τῶν τεχνιτῶν θυσίαι τε ἐπετελοῦντο ἐπὶ τῆι Ἀθηνίωνος παρουσίαι | |
60 | καὶ μετὰ κήρυκος προαναφωνήσεως σπονδαί. καὶ τῆι ὑστεραίαι πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμε‐ νον αὐτοῦ τὴν πρόοδον· πλήρης δ’ ἦν καὶ ὁ Κεραμεικὸς ἀστῶν καὶ ξένων, καὶ αὐτόκλητος εἰς τὴν ἐκκλησίαν τῶν ὄχλων συνδρομή. ὁ δὲ μόλις προῆλθε δορυφο|ρού‐ | |
65 | μενος ὑπὸ τῶν εὐδοκιμεῖν παρὰ τῶι δήμωι θελόντων, ἑκάστου σπεύδοντος κἂν προσάψασθαι τῆς ἐσθῆτος. (50) ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ὠικοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς, στὰς ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, ἔπειτ’ | |
70 | ἀναβλέψας ‘ἄνδρες Ἀθηναῖοι‘ ἔφη ‘τὰ πράγματα 〈μέν〉 με βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν ἃ οἶδα, τὸ δὲ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ παράδοξον τῆς περιστάσεως ἐμποδίζει με‘. ἁθρόως| δ’ ἐπιβοησάντων αὐτῶι τῶν περιεστώτων θαρρεῖν καὶ | |
75 | λέγειν, ‘λέγω τοίνυν‘ ἔφη ‘τὰ μηδέποτε ἐλπισθέντα μηδὲ ἐν ὀνείρωι φαντασθέντα. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας. καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφο‐ | |
80 | ροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν καὶ τὸν ὅλον Πόντον κατωικισμένων ἐθνῶν ἐν περιμέτρωι τρισμυ‐ ρίων σταδίων **. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμφυ‐ λίας Κόιντος Ὄππιος παραδοθεὶς ἀκολουθεῖ | δέσμιος, Μάνιος δὲ Ἀκύλλιος ὁ ὑπατευκώς, ὁ τὸν ἀπὸ Σικελίας | |
85 | καταγαγὼν θρίαμβον (cos. 101), συνδέτην ἔχων ἁλύσει | |
μακρᾶι Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλ‐ κεται. τῶν δ’ ἄλλων Ῥωμαίων οἱ μὲν θεῶν ἀγάλμασι προσπεπτώκασιν, οἱ δὲ λοιποὶ μεταμφιεσάμενοι τετρά‐ γωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας πάλιν ὀνομάζουσι. | ||
90 | πᾶσα δὲ πόλις ταῖς ὑπὲρ ἄνθρωπον τιμαῖς ὑπαντῶσα κατακαλεῖται τὸν θεὸν βασιλέα, χρησμοὶ δὲ πάντοθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιωιδοῦσι. | διὸ καὶ πρὸς τὴν Θράικην καὶ τὴν Μακεδονίαν μεγάλα πέμπεται στρατόπεδα, καὶ τὰ τῆς Εὐρώπης ἅπαντα μέρη ἁθρόα | |
95 | εἰς αὐτὸν μεταβέβληται. πάρεισι γὰρ πρὸς αὐτὸν πρέσβεις οὐ μόνον ἐκ τῶν Ἰταλικῶν ἐθνῶν, ἀλλὰ καὶ παρὰ Καρχη‐ δονίων, συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν τῆς Ῥώμης ἀναί‐ ρεσιν.‘ (51) μικρὸν δ’ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας τοὺς πολλοὺς συλλαλῆσαι περὶ τῶν παραδόξως προ‐ | |
1052 003.2a,87,F36(100) | ηγγελμένων τρίψας τε τὸ μέτωπον ‘τί οὖν‘ εἶπε ‘συμβου‐ λεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρ|χίας, ἣν ἡ Ῥωμαίων σύγκλητος ἐπισχεθῆναι πεποίηκεν, ἕως 〈ἂν〉 αὐτὴ δοκι‐ μάσηι περὶ τοῦ πῶς ἡμᾶς πολιτεύεσθαι δεῖ. καὶ μὴ περιίδωμεν τὰ ἱερὰ κεκληιμένα, αὐχμῶντα δὲ τὰ γυμ‐ | |
105 | νάσια, τὸ δὲ θέατρον ἀνεκκλησίαστον, ἄφωνα δὲ τὰ δι‐ καστήρια καὶ τὴν θεῶν χρησμοῖς καθωσιωμένην Πύκνα ἀφηιρημένην τοῦ δήμου. μὴ περιίδωμεν δέ, ἄνδρες Ἀθηναῖοι, τὴν ἱερὰν τοῦ Ἰάκχου φωνὴν κατασεσι‐ γασμένην καὶ τὸ σεμνὸν ἀνάκτορον τοῖν θεοῖν κεκληι‐ | |
110 | μένον καὶ τῶν φιλοσόφων τὰς διατριβὰς ἀφώνους. πολλῶν οὖν καὶ ἄλλων τοιούτων | λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι καὶ συνδρα‐ μόντες εἰς τὸ θέατρον εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν ἐπὶ τῶν ὅπλων. καὶ παρελθὼν ὁ Περιπατητικὸς εἰς τὴν | |
115 | ὀρχήστραν, ‘ἴσα βαίνων Πυθοκλεῖ‘ 〈Demosth. XIX 314〉, εὐχα‐ ρίστησέ τε τοῖς Ἀθηναίοις καὶ ἔφη διότι ‘νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε, προέστηκα δ’ ἐγώ. καὶ ἂν συνεπι‐ σχύητε, τοσοῦτον δυνήσομαι ὅσον κοινῆι ἅπαντες ὑμεῖς.‘ ταῦτ’ εἰπὼν συγκατέστησεν ἑαυτῶι τοὺς ἄλλους ἄρχον‐ | |
120 | τας ὧν ἠβούλετο | ὑποβαλὼν τὰ ὀνόματα. (52) καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀποδείξας ὁ φιλό‐ σοφος καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα 〈τὸ〉 περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόηι Φιλιππικῶν (115 F 73) καὶ Ἕρμιππος ὁ Καλλιμάχειος (IV), | |
125 | εὐθέως καὶ οὗτος τοὺς μὲν | εὖ φρονοῦντας τῶν πολιτῶν παρὰ τὰ Ἀριστο‐ τέλους καὶ Θεοφράστου δόγματα (ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέ‐ γουσαν ‘μὴ παιδὶ μάχαιραν‘) ἐκποδὼν εὐθὺς ἐποιήσατο, φύλακας δ’ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς τῶν Ἀθηναίων εὐλαβουμένους τὸ μέλλον κατὰ τῶν τειχῶν αὑτοὺς καθιμήσαντας φεύγειν. καὶ ὁ Ἀθηνίων | |
130 | ἱππέας ἐπαποστείλας οὓς μὲν ἐφόνευσεν, οὓς δὲ καὶ δεδεμένους κατήγαγε, δορυφόρους ἔχων πολλοὺς τῶν ἀφρακτικῶν (?) καλουμένων. συνάγων δὲ καὶ ἐκκλησίας πολλάκις | τὰ Ῥωμαίων φρονεῖν προσεποιεῖτο καὶ πολλοῖς αἰτίας ἐπιφέρων ὡς διαπεμπομένοις πρὸς τοὺς φυγάδας καὶ νεωτερίζουσιν ἐφόνευεν ἀ〈κρί〉τους. [καὶ τὰς πύλας 〈συγκλείσας πάσας, φύλακασ〉 τριά‐ | |
135 | κοντα καταστήσας ἐφ’ ἑκάστης, οὔτ’ εἰσιέναι τὸν βουλόμενον οὐτ’ ἐξιέναι εἴα.] ἀνελάμβανεν δὲ καὶ τὰς οὐσίας πολλῶν καὶ τοσαῦτα χρήματα συνή‐ θροισεν ὡς καὶ φρέατα πληρῶσαι πλείονα. [ἐξαπέστειλεν δὲ καὶ ἐπὶ τὴν χώραν ὥσπερ ὁδοιδόκους τῶν ἀποχωρούντων, οἵτινες αὐτοὺς ἀνῆγον ὡς αὐτόν· καὶ | ἀκρίτους ἀπώλλυεν προβασανίσας καὶ στρεβλώσας. πολλοῖς | |
140 | δὲ καὶ προδοσίας δίκας ἐπῆγεν ὡς τοῖς φυγάσι περὶ καθόδου συνεργοῦσιν, ὧν οἱ μὲν διὰ τὸν φόβον πρὸ τῆς κρίσεως ἔφευγον, οἱ δ’ ἐν τοῖς δικα‐ στηρίοις κατεδικάζοντο, αὐτοῦ τὰς ψήφους φέροντος.] ἐνειργάσατο δ’ ἐν τῆι πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν, κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν. ⟦ἐξέπεμπε δὲ καὶ ἐπὶ τῆς χώρας ὁπλίτας τοὺς θη‐ | |
145 | ρεύσοντας, εἴ τις τῶν ἀνακεχωρηκότων ἐντός ἐστι | τῶν ὅρων ἢ τῶν Ἀθηναίων τις εἰς τὴν ὑπερόριον ἀποδημεῖ καὶ τὸν ληφθέντα ἀπετυμπάνιζεν, ὧν ἐνίους καὶ προκατανάλισκε ταῖς βασάνοις.⟧ ἐκήρυσσέν τε δύντος ἡλίου πάντας οἰκουρεῖν καὶ μετὰ λυχνοφόρου μηδένα φοιτᾶν. | |
(53) καὶ οὐ μόνον τὰ τῶν πολιτῶν διήρπαζεν, ἀλλ’ ἤδη καὶ τὰ τῶν | ||
1052 003.2a,87,F36(150) | ξένων, ἐκτείνας τὰς χεῖρας καὶ ἐπὶ τὰ [εἰς Δῆλον] τοῦ θεοῦ χρήματα. ἐκπέμψας γοῦν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην δὲ Ἀθη‐ ναίων γενόμενον, ποικιλώτατόν τινα καὶ ἁψίκορον ζήσαντα βίον— ὅτε μὲν γὰρ ἐφιλοσόφει [καὶ] τὰ Περιπατητικά, καὶ τὴν Ἀριστοτέλους βιβλιο|θήκην καὶ ἄλλας συνηγόραζε συχνάς (ἦν γὰρ πολυχρήματος) τά τ’ | |
155 | ἐκ τοῦ Μητρώιου τῶν παλαιῶν αὐτόγραφα ψηφίσματα ὑφαιρούμενος ἐκτᾶτο καὶ ἐκ τῶν ἄλλων πόλεων εἴ τι παλαιὸν εἴη καὶ ἀπόθετον· ἐφ’ οἷς φωραθεὶς ἐν ταῖς Ἀθήναις ἐκινδύνευσεν ἄν, εἰ μὴ ἔφυγεν· καὶ μετ’ οὐ πολὺ πάλιν κατῆλθε, θεραπεύσας πολλούς, καὶ συναπεγράφετο τῶι Ἀθη‐ νίωνι ὡς δὴ ἀπὸ τῆς αὐτῆς αἱρέσεως ὄντι. [Ἀθηνίων δ’ ἐπιλαθόμενος| | |
160 | τῶν δογμάτων τῶν τοῦ Περιπάτου χοίνικα κριθῶν εἰς τέσσαρας ἡμέ‐ ρας διεμέτρει τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς.] Ἀπελλικῶν δὲ μετὰ δυνάμεως ἐξορμήσας εἰς Δῆλον καὶ πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρεφόμενος καὶ προ‐ φυλακὴν ἀμελέστερον [πρὸς τὴν Δῆλον] μερίσας, μάλιστα δὲ τὰ ἐξόπισθε | |
165 | τῆς νήσου ἐάσας ἀφύλακτα καὶ οὐδὲ χάρακα βαλόμενος ἐκοιμᾶτο. τοῦτο δὲ ἐπιγνοὺς ὁ Ὀρόβιος [στρατηγὸς | Ῥωμαίων καὶ φυλάσσων τὴν Δῆλον] φυλάξας ἀσέληνον νύκτα καὶ ἐκβιβάσας τοὺς ἑαυτοῦ στρατιώτας κοιμω‐ μένοις καὶ μεθύουσιν ἐπιπεσὼν κατέκοψε τοὺς Ἀθηναίους καὶ τοὺς μετ’ αὐτῶν συστρατευομένους ὡς βοσκήματα, ἑξακοσίους τὸν ἀριθμόν, ἐζώγρησε | |
170 | δὲ καὶ περὶ τετρακοσίους. καὶ ὁ καλὸς στρατηγὸς Ἀπελλικῶν ἔλαθε φυ‐ γὼν ἐκ Δήλου· πολλοὺς δὲ καὶ συμφυγόντας κατιδὼν ὁ Ὀρόβιος εἰς ἐπαύ‐ λεις συγκατέφλεξεν αὐταῖς [οἰκίαις] καὶ πάντα αὐτῶν τὰ πολιορκητικὰ ὄργανα σὺν | τῆι ἑλεπόλει, ἣν εἰς Δῆλον ἐλθὼν κατεσκευάκει. στήσας οὖν τρόπαιον ἐπὶ τῶν τόπων ὁ Ὀρόβιος καὶ βωμὸν ἐπέγραψε· | |
175 | τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει, τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον, κοινὸν Ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.» | |
1052 003.2a,87,F37 | PLUT. Marius 45, 3: ὕπατος μὲν οὖν ἀπεδείχθη τὸ ἕβδομον Μάριος (a. 86), καὶ προελθὼν αὐταῖς Καλάνδαις Ἰανουαρίαις ἔτους ἀρχῆι Σέξτον τινὰ Λικίννιον κατεκρήμνισεν, ὃ κἀκείνοις καὶ τῆι πόλει τῶν αὖθις | |
ἐδόκει κακῶν γεγονέναι σημεῖον μέγιστον. (4) αὐτὸς δὲ ἤδη τοῖς τε πόνοις | ||
5 | ἀπειρηκὼς καὶ ταῖς φροντίσιν οἷον ὑπέραντλος ὢν καὶ κατάπονος τὴν ψυχὴν πρὸς τοσαύτην αὖθις ἐπίνοιαν νέου πολέμου καὶ καινῶν ἀγώνων καὶ φόβων ὑπ’ ἐμπειρίας δεινῶν καὶ καμάτου τρέμουσαν οὐκ ἀνέφερε, λογιζόμενος ὡς οὐ πρὸς Ὀκτάβιον οὐδὲ Μερούλαν σύγκλυδος ὁμίλου καὶ στασιώδους ὄχλου στρατηγοὺς ὁ κίνδυνος ἔσοιτο, Σύλλας δὲ ἐκεῖνος ἔπεισιν | |
10 | ὁ τῆς πατρίδος αὐτὸν ἐξελάσας πάλαι, νῦν δὲ Μιθριδάτην συνεσταλκὼς εἰς τὸν Εὔξεινον Πόντον. (5) ὑπὸ τοιούτων θραυόμενος λογισμῶν καὶ τὴν μακρὰν ἄλην αὑτοῦ καὶ φυγὰς καὶ κινδύνους διὰ γῆς καὶ θαλάττης ἐλαυνο‐ μένου λαμβάνων πρὸ ὀφθαλμῶν, εἰς ἀπορίας ἐνέπιπτε δεινὰς καὶ νυκτε‐ ρινὰ δείματα καὶ ταραχώδεις ὀνείρους, ἀεί τινος ἀκούειν φθεγγομένον | |
15 | δοκῶν ‘δειναὶ γὰρ κοῖται καὶ ἀποιχομένοιο λέοντος.‘ (6) μάλιστα δὲ πάντων φοβούμενος τὰς ἀγρυπνίας ἐνέβαλεν εἰς πότους ἑαυτὸν καὶ μέθας ἀώρους καὶ παρ’ ἡλικίαν, ὥσπερ ἀπόδρασιν τῶν φροντίδων τὸν ὕπνον μηχανώ‐ μενος. (7) τέλος δὲ ὡς ἧκέ τις ἀπαγγέλλων ἀπὸ θαλάσσης, νέοι προσπί‐ πτοντες αὐτῶι φόβοι, τὰ μὲν δέει τοῦ μέλλοντος τὰ δὲ ὥσπερ ἄχθει καὶ | |
20 | κόρωι τῶν παρόντων, ῥοπῆς βραχείας ἐπιγενομένης εἰς νόσον κατη‐ νέχθη πλευρῖτιν, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ φιλόσοφος, αὐτὸς εἰσελθεῖν καὶ διαλεχθῆναι περὶ ὧν ἐπρέσβευεν ἤδη νοσοῦντι φάσκων αὐτῶι. (8) Γάιος δέ τις Πείσων, ἀνὴρ ἱστο‐ ρικός (F 1 Pet.), ἱστορεῖ τὸν Μάριον ἀπὸ δείπνου περιπατοῦντα μετὰ | |
25 | τῶν φίλων ἐν λόγοις γενέσθαι περὶ τῶν καθ’ ἑαυτὸν πραγμάτων ἄνωθεν ἀρξάμενον· (9) καὶ τὰς ἐπ’ ἀμφότερα πολλάκις μεταβολὰς ἀφηγησάμενον εἰπεῖν ὡς οὔκ ἐστι νοῦν ἔχοντος ἀνδρὸς ἔτι τῆι τύχηι πιστεύειν ἑαυτόν· ἐκ δὲ τούτου τοὺς παρόντας ἀσπασάμενον καὶ κατακλινέντα συνεχῶς ἡμέρας ἑπτὰ τελευτῆσαι. (10) τινὲς δὲ τὴν φιλοτιμίαν αὐτοῦ φασιν ἐν τῆι νόσωι | |
30 | παντάπασιν ἀποκαλυφθεῖσαν εἰς ἄτοπον ἐξοκεῖλαι παρακοπήν, οἰομένου τὸν Μιθριδατικὸν στρατηγεῖν πόλεμον, εἶθ’, ὥσπερ ἐπ’ αὐτῶν εἰώθει τῶν ἀγώνων, σχήματα παντοδαπὰ καὶ κινήματα σώματος μετὰ συντόνου κραυ‐ γῆς καὶ πυκνῶν ἀλαλαγμάτων ἀποδιδόντος. (11) οὕτως δεινὸς αὐτῶι καὶ δυσπαραμύθητος ἐκ φιλαρχίας καὶ ζηλοτυπίας ἔρως ἐντετήκει τῶν πράξεων | |
35 | ἐκείνων. (12) διὸ ἔτη μὲν ἑβδομήκοντα βεβιωκώς, ὕπατος δὲ πρῶτος ἀνθρώ‐ πων ἑπτάκις ἀνηγορευμένος, οἶκόν τε καὶ πλοῦτον ἀρκοῦντα βασιλείαις ὁμοῦ πολλαῖς κεκτημένος, ὠδύρετο τὴν ἑαυτοῦ τύχην ὡς ἐνδεὴς καὶ ἀτελὴς ὧν ἐπόθει προαποθνήισκων. | |
1052 003.2a,87,F38 | ATHEN. VI 91 p. 266 EF: Νικόλαος δ’ ὁ Περιπατητικὸς (90 F 95) καὶ Ποσειδώνιος ὁ Στωικὸς ἐν ταῖς Ἱστορίαις ἑκάτερος τοὺς | |
Χίους φασὶν ἐξανδραποδισθέντας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παρα‐ δοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν’ εἰς τὴν Κόλχων γῆν κατοικι‐ | ||
5 | σθῶσιν. οὕτως αὐτοῖς ἀληθῶς τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις, τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. | |
1052 003.2a,87,F39 | EUNAP. Exc. De sentent. p. 84, 1 Boiss.: ὅτι ὁ Ποσει‐ δώνιος ἔλεγεν ἀπελθόντος Ἀλεξάνδρου τὸ στρατόπεδον ἐοικέναι τῶν Μακε‐ δόνων ἐκτετυφλωμένωι τῶι Κύκλωπι. | |
1052 003.2a,87,F40 | PLUT. Brutus 1: Σερβιλία δὲ ἡ μήτηρ ἀνέφερε τὸ γένος εἰς Ἄλαν Σερβίλιον, ὃς Μαιλίου Σπορίου τυραννίδα κατασκευαζομένου ... ἀπέκτεινε. τοῦτο μὲν οὖν ὁμολογούμενόν ἐστι. τὸ δὲ πατρῶιον γένος οἱ διὰ τὸν Καίσαρος φόνον ἔχθραν τινὰ καὶ δυσμένειαν ἀποδεικνύμενοι πρὸς | |
5 | Βροῦτον οὔ φασιν εἰς τὸν ἐκβαλόντα Ταρκυνίους ἀνήκειν· οὐδὲν γὰρ ἐκείνωι λειφθῆναι γένος ἀνελόντι τοὺς υἱούς, ἀλλὰ δημότην τοῦτον, οἰ‐ κονόμου υἱὸν ὄντα Βρούτου, ἄρτι καὶ πρώην εἰς ἄρχοντα προελθεῖν. Ποσειδώνιος δ’ ὁ φιλόσοφος τοὺς μὲν ἐνηλίκους φησὶν ἀπολέσθαι τοῦ Βρούτου παῖδας ὡς ἱστόρηται, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ’ οὗ τὸ | |
10 | γένος ὡρμῆσθαι· καὶ τῶν γε καθ’ αὑτὸν ἐκ τῆς οἰκίας γεγονότων ἐπι‐ φανῶν ἀνδρῶν ἀναφέρειν ἐνίους πρὸς τὸν ἀνδριάντα τοῦ Βρούτου τὴν ὁμοιότητα τῆς ἰδέας. | |
1052 003.2a,87,F41 | —Marcell. 1: Μάρκον δὲ Κλαύδιον τὸν πεντάκις ὑπατεύ‐ σαντα Ῥωμαίων Μάρκου μὲν υἱὸν γενέσθαι λέγουσι, κληθῆναι δὲ τῶν ἀπὸ τῆς οἰκίας πρῶτον Μάρκελλον, ὅπερ ἐστὶν Ἀρήιον, ὥς φησιν Ποσειδώνιος. ἦν γὰρ τῆι μὲν ἐμπειρίαι πολεμικός, τῶι δὲ σώματι ῥωμαλέος, τῆι δὲ | |
5 | χειρὶ πλήκτης, τῆι δὲ φύσει φιλοπόλεμος κἀν τούτωι δὴ πολὺ τὸ γαῦρον καὶ ἀγέρωχον ἐπιφαίνων ἐν τοῖς ἀγῶσι ... | |
1052 003.2a,87,F42a | PLUT. Marcell. 9: ὁ δὲ Ποσειδώνιός φησι τὸν μὲν Φά‐ βιον θυρεὸν καλεῖσθαι, τὸν δὲ Μάρκελλον ξίφος. | |
1052 003.2a,87,F42b | —Fab. Max. 19: ἐπεὶ δ’ Ἀννίβαν ἐπύθοντο μετὰ τὴν μάχην ἀποτετράφθαι πρὸς τὴν ἄλλην Ἰταλίαν, ἀναθαρρήσαντες ἐξέπεμπον ἡγεμόνας καὶ στρα‐ τεύματα. τούτων δ’ ἐπιφανέστατοι Φάβιός τε Μάξιμος καὶ Κλαύδιος | |
5 | Μάρκελλος ἦσαν, ἀπὸ τῆς ἐναντίας σχεδὸν προαιρέσεως θαυμαζόμενοι παραπλησίως. ὁ μὲν γάρ, ὥσπερ ἐν τοῖς περὶ αὐτοῦ γεγραμμένοις εἴρηται (Marcell. 1), περιλαμπὲς τὸ δραστήριον ἔχων καὶ γαῦρον ... ἐν τῶι παραβό‐ λωι καὶ ἰταμῶι καὶ πρὸς ἄνδρα τολμηρὸν τὸν Ἀννίβαν ἀντιτολμῶντι [τῶι] τρόπωι πολέμου συνίστατο τοὺς πρώτους ἀγῶνας· Φάβιος δὲ ... ἤλπιζε | |
10 | μηδενὸς μαχομένου μηδ’ ἐρεθίζοντος τὸν Ἀννίβαν αὐτὸν ἐπηρεάσειν ἑαυ‐ | |
τῶι καὶ κατατριβήσεσθαι περὶ τὸν πόλεμον .... διὸ τοῦτον μὲν ὁ Ποσει‐ δώνιός φησι θυρεόν, τὸν δὲ Μάρκελλον ξίφος ὑπὸ τῶν Ῥωμαίων καλεῖ‐ σθαι, κιρναμένην δὲ τὴν Φαβίου βεβαιότητα καὶ ἀσφάλειαν τῆι Μαρκέλλου †συνηθείαι σωτήριον γενέσθαι τοῖς Ῥωμαίοις. | ||
1052 003.2a,87,F43 | —Marcell. 20: τῶν δὲ Ῥωμαίων τοῖς ἐκτὸς ἀνθρώποις δεινῶν μὲν εἶναι πόλεμον μεταχειρίσασθαι καὶ φοβερῶν εἰς χεῖρας ἐλθεῖν νομιζομένων, εὐγνωμοσύνης δὲ καὶ φιλανθρωπίας καὶ ὅλως πολιτικῆς ἀρετῆς ὑποδείγματα μὴ δεδωκότων, πρῶτος δοκεῖ τότε Μάρκελλος ὑπο‐ | |
5 | δεῖξαι τοῖς Ἕλλησι δικαιοτέρους Ῥωμαίους. οὕτω γὰρ ἐχρῆτο τοῖς συμ‐ βάλλουσι καὶ τοσαῦτα καὶ πόλεις καὶ ἰδιώτας εὐεργέτησεν, ὥστε εἴ τι περὶ Ἔνναν ἢ Μεγαρεῖς ἢ Συρακουσίους ἔργον ἦν εἰργασμένον οὐκ ἐπιεικὲς αὐ‐ τοῖς, τοῦτο τῶν πεπονθότων αἰτίαι μᾶλλον ἢ τῶν πεποιηκότων δοκεῖν γεγονέναι. μνησθήσομαι δὲ ἑνὸς ἀπὸ πολλῶν. πόλις ἐστὶ τῆς Σικελίας | |
10 | Ἐγγύιον οὐ μεγάλη, ἀρχαία δὲ πάνυ καὶ διὰ θεῶν ἐπιφάνειαν ἔνδοξος, ἃς καλοῦσι Ματέρας. ἵδρυμα λέγεται Κρητῶν γενέσθαι τὸ ἱερόν· καὶ λόγχας τινὰς ἐδείκνυσαν καὶ κράνη χαλκᾶ, τὰ μὲν ἔχοντα Μηριόνου τὰ δὲ Οὐλίξου, τουτέστιν Ὀδυσσέως, ἐπιγραφάς, ἀνατεθεικότων ταῖς θεαῖς. ταύ‐ την προθυμότατα καρχηδονίζουσαν Νικίας, ἀνὴρ πρῶτος τῶν πολιτῶν, | |
15 | ἔπειθε μεταθέσθαι πρὸς Ῥωμαίους, ἀναφανδὸν ἐν ταῖς ἐκκλησίαις παρρησια‐ ζόμενος καὶ κακῶς φρονοῦντας ἐξελέγχων τοὺς ὑπεναντίους. οἱ δὲ φοβού‐ μενοι τὴν δύναμιν αὐτοῦ καὶ τὴν δόξαν ἐβουλεύσαντο συναρπάσαι καὶ παραδοῦναι τοῖς Φοίνιξιν. αἰσθόμενος οὖν ὁ Νικίας ἤδη καὶ παρα‐ φυλαττόμενον ἀδήλως ἑαυτόν, ἐξέφερεν ἐν φανερῶι λόγους περὶ τῶν | |
20 | Ματέρων ἀνεπιτηδείους καὶ πολλὰ πρὸς τὴν νομιζομένην ἐπιφάνειαν καὶ δόξαν ὡς ἀπιστῶν καὶ καταφρονῶν ἔπραττεν, ἡδομένων τῶν ἐχθρῶν, ὅτι τὴν μεγίστην αἰτίαν αὐτὸς ἐφ’ ἑαυτὸν ὧν πείσεται παρεῖχε. γεγονότων δὲ τῶν πρὸς τὴν σύλληψιν ἑτοίμων ἦν μὲν ἐκκλησία τῶν πολιτῶν, ὁ δὲ Νικίας μεταξύ τι λέγων καὶ συμβουλεύων πρὸς τὸν δῆμον ἐξαίφνης ἀφῆκεν | |
25 | εἰς τὴν γῆν τὸ σῶμα· καὶ μικρὸν διαλιπών, οἷον εἰκός, ἡσυχίας σὺν ἐκ‐ πλήξει γενομένης, τὴν κεφαλὴν ἐπάρας καὶ περιενεγκὼν ὑποτρόμωι φωνῆι καὶ βαρείαι κατὰ μικρὸν συντείνων καὶ παροξύνων τὸν ἦχον, ὡς ἑώρα φρίκηι καὶ σιωπῆι κατεχόμενον τὸ θέατρον, ἀπορρίψας τὸ ἱμάτιον καὶ περιρρηξάμενος τὸν χιτωνίσκον ἡμίγυμνος ἀναπηδήσας ἔθεε πρὸς τὴν | |
30 | ἔξοδον τοῦ θεάτρου βοῶν ὑπὸ τῶν Ματέρων ἐλαύνεσθαι. μηδενὸς δὲ τολμῶντος ἅψασθαι μηδὲ ἀπαντῆσαι διὰ δεισιδαιμονίαν ἀλλ’ ἐκτρεπομένων, ἐπὶ τὰς πύλας ἐξέδραμεν, οὔτε φωνῆς τινὸς οὔτε κινήσεως πρεπούσης δαιμονῶντι καὶ παραφρονοῦντι φεισάμενος. ἡ δὲ γυνὴ συνειδυῖα καὶ | |
συντεχνάζουσα τῶι ἀνδρί, λαβοῦσα τὰ παιδία πρῶτον μὲν ἱκέτις προσεκυ‐ | ||
35 | λινδεῖτο τοῖς μεγάροις τῶν θεῶν, ἔπειτα πλανώμενον ἐκεῖνον προσποιου‐ μένη ζητεῖν κωλύοντος οὐδενὸς ἀσφαλῶς ἀπῆλθεν ἐκ τῆς πόλεως. καὶ διεσώθησαν μὲν οὕτως εἰς Συρακούσας πρὸς Μάρκελλον. ἐπεὶ δὲ πολλὰ τοὺς Ἐγγυίους ὑβρίσαντας καὶ πλημμελήσαντας ἐλθὼν Μάρκελλος ἔδησε πάντας ὡς τιμωρησόμενος, ὁ δὲ Νικίας ἐδάκρυσε παρεστώς, τέλος δὲ χει‐ | |
40 | ρῶν καὶ γονάτων ἁπτόμενος παρηιτεῖτο τοὺς πολίτας ἀπὸ τῶν ἐχθρῶν ἀρξάμενος, ἐπικλασθεὶς ἀφῆκε πάντας καὶ τὴν πόλιν οὐδὲν ἠδίκησε, τῶι δὲ Νικίαι χώραν τε πολλὴν καὶ δωρεὰς πολλὰς ἔδωκε. ταῦτα μὲν οὖν Ποσειδώνιος ὁ φιλόσοφος ἱστόρησε. | |
1052 003.2a,87,F44 | PLUT. Marcell. 30: ἦν δὲ ἀνάθημα Μαρκέλλου δίχα τῶν ἐν Ῥώμηι γυμνάσιον μὲν ἐν Κατάνηι τῆς Σικελίας, ἀνδριάντες δὲ καὶ πίνακες τῶν ἐκ Συρακουσῶν ἔν τε Σαμοθράικηι παρὰ τοῖς θεοῖς οὓς Κα‐ βείρους ὠνόμαζον, καὶ περὶ Λίνδον ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς. ἐκεῖ δὲ | |
5 | αὐτοῦ τῶι ἀνδριάντι τοῦτ’ ἦν ἐπιγεγραμμένον, ὡς Ποσειδώνιός φησι, τὸ ἐπίγραμμα· Οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ, Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων, ἑπτάκι τὰν ὑπάταν ἀρχὰν ἐν Ἄρηι φυλάξας, | |
10 | καὶ πολὺν ἀντιπάλων ἐγκατέχευε φόνον. τὴν γὰρ ἀνθύπατον ἀρχήν, ἣν δὶς ἦρξε, ταῖς πέντε προσκατηρίθμησεν ὑπατείαις ὁ τὸ ἐπίγραμμα ποιήσας. | |
1052 003.2a,87,F45 | STRABON III 1, 5: ταῦτα (polemik Artemidors gegen Ephoros 70 F 130) μὲν οὖν οὕτως ἔχειν ἐγχωρεῖ, καὶ δεῖ πιστεύειν· ἃ δὲ τοῖς πολλοῖς καὶ χυδαίοις ὁμοίως εἴρηκεν, οὐ πάνυ. λέγειν γὰρ δή φησι Ποσειδώνιος τοὺς πολλοὺς μείζω δύνειν τὸν ἥλιον ἐν τῆι παρωκεανίτιδι μετὰ | |
5 | ψόφου παραπλησίως ὡσανεὶ σίζοντος τοῦ πελάγους κατὰ σβέσιν αὐτοῦ διὰ τὸ ἐμπίπτειν εἰς τὸν βυθόν. ψεῦδος δ’ εἶναι καὶ τοῦτο καὶ τὸ παραχρῆμα νύκτα ἀκολουθεῖν μετὰ τὴν δύσιν· οὐ γὰρ παραχρῆμα, μικρὸν δ’ ὕστερον, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πελάγεσι τοῖς μεγάλοις. ὅπου μὲν γὰρ εἰς ὄρη δύεται, πλείω τὸν μετὰ δύσιν χρόνον τῆς ἡμέρας συμβαίνειν ἐκ τοῦ | |
10 | παραφωτισμοῦ· ἐκεῖ δὲ πλείω μὲν οὐκ ἐπακολουθεῖν, μὴ μέντοι μηδὲ παραχρῆμα συνάπτειν τὸ σκότος, καθάπερ καὶ ἐν τοῖς μεγάλοις πεδίοις. | |
τὴν δὲ τοῦ μεγέθους φαντασίαν αὔξεσθαι μὲν ὁμοίως κατά τε τὰς δύσεις καὶ τὰς ἀνατολὰς ἐν τοῖς πελάγεσι διὰ τὸ τὰς ἀναθυμιάσεις πλείους ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι· διὰ δὲ τούτων ὡς δι’ † αὐλῶν κλωμένην τὴν | ||
15 | ὄψιν πλατυτέρας δέχεσθαι τὰς φαντασίας, καθάπερ καὶ διὰ νέφους ξηροῦ καὶ λεπτοῦ βλέπουσαν δυόμενον ἢ ἀνατέλλοντα τὸν ἥλιον ἢ τὴν σελήνην, ἡνίκα καὶ ἐνερευθὲς φαίνεσθαι τὸ ἄστρον. τὸ δὲ ψεῦδος ἐλέγξαι φησὶ τριάκονθ’ ἡμέρας διατρίψας ἐν Γαδείροις καὶ τηρήσας τὰς δύσεις. ὁ δέ γε Ἀρτεμίδωρος (V) ἑκατονταπλασίονά φησι δύεσθαι τὸν ἥλιον, καὶ αὐτίκα | |
20 | νύκτα καταλαμβάνειν. ὡς μὲν οὖν αὐτὸς εἶδε τοῦτο ἐν τῶι Ἱερῶι ἀκρωτηρίωι, οὐχ ὑποληπτέον προσέχοντας τῆι ἀποφάσει αὐτοῦ· ἔφη γὰρ νύκτα μηδένα ἐπιβαίνειν, ὥστ’ οὐδὲ δυομένου ἡλίου οὐδεὶς ἂν ἐπιβαίνοι, εἴπερ εὐθὺς ἡ νὺξ καταλαμβάνει. ἀλλ’ οὐδ’ ἐν ἄλλωι τόπωι τῆς παρω‐ κεανίτιδος· καὶ γὰρ τὰ Γάδειρα ἐπὶ τῶι ὠκεανῶι, καὶ ὁ Ποσειδώνιος | |
25 | ἀντιμαρτυρεῖ καὶ ἄλλοι πλείους. | |
1052 003.2a,87,F46 | —III 2, 5: ἴδιον δέ τί φησι Ποσειδώνιος τηρῆσαι κατὰ τὸν ἀνάπλουν τὸν ἐκ τῆς Ἰβηρίας, ὅτι οἱ εὖροι κατ’ ἐκεῖνο τὸ πέλαγος ἕως τοῦ Σαρδώιου κόλπου πνέοιεν ἐτησίαι. διὸ καὶ τρισὶ μησὶν εἰς Ἰταλίαν κατᾶραι μόλις παραδιενεχθεὶς περί τε τὰς Γυμνησίας νήσους καὶ περὶ | |
5 | Σαρδόνα καὶ τὰ ἄλλα ἀπαντικρὺ τούτων μέρη τῆς Λιβύης. | |
1052 003.2a,87,F47 | —III 2, 9: Ποσει‐ δώνιος δὲ τὸ πλῆθος τῶν μετάλλων ἐπαινῶν καὶ τὴν ἀρετὴν οὐκ ἀπέ‐ χεται τῆς συνήθους ῥητορείας, ἀλλὰ συνενθουσιᾶι ταῖς ὑπερβολαῖς. οὐ γὰρ ἀπιστεῖν τῶι μύθωι φησὶν, ὅτι τῶν δρυμῶν ποτε ἐμπρησθέντων ἡ | |
5 | γῆ τακεῖσα ἅτε ἀργυρῖτις καὶ χρυσῖτις εἰς τὴν ἐπιφάνειαν ἐξέζεσε διὰ τὸ πᾶν ὄρος καὶ πάντα βουνὸν ὕλην εἶναι νομίσματος ὑπό τινος ἀφθόνου τύχης σεσωρευμένην. καθόλου δ’ ἂν εἶπε, φησίν, ἰδών τις τοὺς τόπους θησαυροὺς εἶναι φύσεως ἀενάους ἢ ταμιεῖον ἡγε‐ μονίας ἀνέκλειπτον. οὐ γὰρ πλουσία μόνον, ἀλλὰ καὶ ὑπό‐ | |
10 | πλουτος ἦν (φησίν) ἡ χώρα, καὶ παρ’ ἐκείνοις ὡς ἀληθῶς τὸν ὑποχθόνιον τόπον οὐχ ὁ Ἅιδης, ἀλλ’ ὁ Πλούτων κατοικεῖ. τοιαῦτα μὲν οὖν ἐν ὡραίωι σχήματι εἴρηκε περὶ τούτων, ὡς ἂν ἐκ μετάλλου καὶ αὐτὸς πολλῶι χρώμενος τῶι λόγωι. τὴν δ’ ἐπι‐ μέλειαν φράζων τὴν τῶν μεταλλευόντων παρατίθησι τὸ τοῦ Φαληρέως | |
15 | (F 48 sect. b), ὅτι φησὶν ἐκεῖνος ἐπὶ τῶν Ἀττικῶν ἀργυρείων οὕτω συν‐ τόνως ὀρύττειν τοὺς ἀνθρώπους, ὡς ἂν προσδοκώντων αὐτὸν ἀνάξειν τὸν | |
Πλούτωνα· καὶ τούτων οὖν ἐμφανίζει παραπλησίαν τὴν σπουδὴν καὶ τὴν φιλεργίαν, σκολιὰς τεμνόντων καὶ βαθείας τὰς σύριγγας καὶ πρὸς τοὺς ἐν αὐταῖς ἀπαντῶντας ποταμοὺς πολλάκις τοῖς Αἰγυπτίοις ἀναντλούντων | ||
20 | κοχλίαις. τὸν δὲ λόγον οὐ ταὐτὸν εἶναι τούτοις που καὶ τοῖς Ἀττικοῖς, ἀλλ’ ἐκείνοις μὲν αἰνίγματι ἐοικέναι τὴν μεταλλείαν—ὅσα μὲν γὰρ ἀνέ‐ λαβον, φησίν, οὐκ ἔλαβον, ὅσα δὲ εἶχον, ἀπέβαλον· τούτοις δ’ ὑπεράγαν λυσιτελῆ, τοῖς μὲν χαλκουργοῖς τέταρτον μέρος ἐξάγουσι τῆς γῆς τὸν χαλκόν, τῶν δὲ ἀργυρευόντων τισὶ ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοικὸν τάλαντον | |
25 | ἐξαίρουσι. τὸν δὲ καττίτερον οὐκ 〈ἐξ〉 ἐπιπολῆς εὑρίσκεσθαί φησιν, ὡς τοὺς ἱστορικοὺς θρυλεῖν, ἀλλ’ ὀρύττεσθαι (F 117 c. 38, 4). γεννᾶσθαι δ’ ἔν τε τοῖς ὑπὲρ τοὺς Λυσιτανοὺς βαρβάροις καὶ ἐν ταῖς Καττιτερίσι νήσοις (F 115)· καὶ ἐκ τῶν Βρεττανικῶν δὲ εἰς τὴν Μασσαλίαν κομίζεσθαι. ἐν δὲ τοῖς Ἀρτάβροις, οἳ τῆς Λυσιτανίας ὕστατοι πρὸς ἄρκτον καὶ δύσιν | |
30 | εἰσίν, ἐξανθεῖν φησιν τὴν γῆν ἀργυρίωι, καττιτέρωι, χρυσίωι λευκῶι (ἀρ‐ γυρομιγὲς γάρ ἐστι)· τὴν δὲ γῆν ταύτην φέρειν τοὺς ποταμούς· τὴν δὲ σκαλίσι τὰς γυναῖκας διαμώσας πλύνειν ἐν ἠθητηρίοις πλεκτοῖς † ἐπὶ κίστην. οὗτος μὲν περὶ τῶν μετάλλων τοιαῦτ’ εἴρηκε. | |
1052 003.2a,87,F48 | ATHEN. VI 23—25 p. 233 D—234 C: (a) ** ἐπείπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἴ γ’ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκου‐ μένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει καὶ ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν ταῖς ἄμμοις ὑποψήχοντες | |
5 | διιστᾶσι καὶ πλύναντες ἄγουσιν ἐπὶ τὴν χώνην, ὡς παρὰ τοῖς Ἐλουητίοις (F 31 p. 241, 20) φησὶν ὁ ἐμὸς Ποσειδώνιος καὶ ἄλλοις τισὶ τῶν Κελτῶν (F 116 c. 27) (b) καὶ τά τε πάλαι μὲν Ῥιπαῖα καλούμενα ὄρη, εἶθ’ ὕστερον Ὄλβια προσαγορευθέντα, νῦν δὲ Ἄλπια (ἔστι δὲ τῆς Γαλατίας) αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρωι διερρύη. τὸ μέντοι γε πολὺ τού‐ | |
10 | του βαθείαις καὶ κακοπαθέσι μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα (F 47 p. 253, 32). χαριεντιζόμενος γοῦν φησιν ὅτι ‘πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα ἃ μὲν ἔμελλον | |
οὐκ ἔλαβον, ἃ δ’ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες.‘ | ||
15 | (c) Λακεδαιμόνιοι δ’ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν εἰς τὴν Σπάρ‐ την, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος, καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν· εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῶι μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον | |
20 | ἐν τῆι Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίαι δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερή‐ σαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος. τοῦ δὲ ἀνατιθεμένου θεῶι καὶ συγχωρουμένου | |
25 | δήπου καθάπερ κοσμήματος καὶ κτήματος οὐ ῥαίδιον ἦν τὸν θνητὸν ὀλί‐ γωρον γενέσθαι. (d) τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται (F 31 p. 241, 18) καλού‐ μενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, ληιζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες 〈τὸν ἄργυρον〉 οὐ παραλείπουσι. τὸ δ’ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελ‐ | |
30 | φικὸν μαντεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διώικισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους ** ἀφ’ ἧς καὶ τὴν ὁδὸν δι’ ἧς ἐνόστησαν Βαθαναττίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι’ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον· ἀργύρωι | |
35 | δὲ χρῶνται καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν. καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι. εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν· καὶ εἰ μηδὲ ταῦτ’ ἦν παρ’ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν. | |
1052 003.2a,87,F49 | STRABON III 3, 4: καὶ οὗτος (sc. ὁ τῆς Λήθης ποταμός) δ’ ἐκ Κελτιβήρων καὶ Οὐακκαίων ῥεῖ, καὶ ὁ μετ’ αὐτὸν Βαῖνις (οἱ δὲ Μίνιόν φασι) πολὺ μέγιστος τῶν ἐν Λυσιτανίαι ποταμῶν, ἐπὶ ὀκτακοσίους καὶ αὐτὸς ἀναπλεόμενος σταδίους. | |
5 | Ποσειδώνιος δὲ ἐκ Καντάβρων καὶ αὐτὸν ῥεῖν φησι. πρό‐ κειται δὲ τῆς ἐκβολῆς αὐτοῦ νῆσος καὶ χηλαὶ δύο ὅρμους ἔχουσαι. ἐπαι‐ νεῖν δ’ ἄξιον τὴν φύσιν ὅτι τὰς ὄχθας ὑψηλὰς ἔχουσιν οἱ ποταμοὶ καὶ ἱκανὰς δέχεσθαι τοῖς ῥείθροις τὴν θάλατταν πλημμυροῦσαν, ὥστε μὴ | |
ὑπερχεῖσθαι μηδ’ ἐπιπολάζειν ἐν τοῖς πεδίοις. τῆς μὲν οὖν Βρούτου | ||
10 | στρατείας (a. 138/6) ὅρος οὗτος· περαιτέρω δ’ εἰσὶν ἄλλοι πλείους ποτα‐ μοὶ παράλληλοι τοῖς λεχθεῖσιν. | |
1052 003.2a,87,F50 | STRABON III 4, 3: μετὰ ταύτην (sc. τῶν Ἐξιτανῶν πόλιν) Ἄβδηρα, Φοινίκων κτίσμα καὶ αὐτή. ὑπὲρ δὲ τῶν τόπων 〈τούτων〉 ἐν τῆι ὀρεινῆι δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῆι, ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος (V) καὶ Ἀσκληπιάδης ὁ Μυρλε‐ | |
5 | ανός (III). | |
1052 003.2a,87,F51 | —III 4, 13: φησὶ δὲ Ποσειδώνιος Μάρκον Μάρκελλον (a. 152) πράξασθαι φόρον ἐκ τῆς Κελτιβηρίας τάλαντα ἑξακόσια· ἐξ οὗ τεκμαίρεσθαι πάρεστιν, ὅτι καὶ πολλοὶ ἦσαν οἱ Κελτίβηρες καὶ χρημάτων εὐποροῦντες, καίπερ οἰκοῦντες χώραν παράλυπρον. Πολυβίου δ’ εἰπόντος | |
5 | (XXV 1, 1) τριακοσίας αὐτῶν καταλῦσαι πόλεις Τιβέριον Γράκχον, κωμωι‐ δῶν φησι τοῦτο τῶι Γράκχωι χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους κα‐ λοῦντα πόλεις ὥσπερ ἐν ταῖς θριαμβικαῖς πομπαῖς. | |
1052 003.2a,87,F52 | —III 4, 15: κάστορας φέρουσι μὲν οἱ ποταμοί (in Iberien), τὸ δὲ καστόριον οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τῶι Ποντικῶι· ἴδιον γὰρ τῶι Ποντικῶι πάρεστι τὸ φαρμακῶδες, καθάπερ ἄλλοις πολλοῖς. «ἐπεί» φησὶν ὁ Ποσειδώνιος «καὶ ὁ Κύπριος χαλκὸς μόνος φέρει τὴν κα‐ | |
5 | δμίαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον.» ἴδιον δ’ εἴρηκεν ἐν Ἰβηρίαι ὁ Ποσειδώνιος καὶ τὸ τὰς κορώνας 〈μὴ〉 μελαίνας εἶναι· καὶ τὸ τοὺς ἵππους τῶν Κελτιβήρων ὑποψάρους ὄντας, ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν, μεταβάλλειν τὴν χρόαν. ἐοικέναι δὲ τοῖς Παρ‐ θικοῖς· καὶ γὰρ ταχεῖς εἶναι καὶ εὐδρόμους μᾶλλον τῶν ἄλλων. | |
1052 003.2a,87,F53 | —III 5, 5: περὶ δὲ τῆς κτίσεως τῶν Γαδείρων τοιαῦτα λέγοντος μέμνηνται Γαδιτανοὶ χρησμοῦ τινος, ὃν γενέσθαι φασὶ Τυρίοις, κελεύοντα ἐπὶ τὰς Ἡρακλέους στήλας ἀποικίας πέμψαι. τοὺς δὲ πεμ‐ φθέντας κατασκοπῆς χάριν, ἐπειδὴ κατὰ τὸν πορθμὸν ἐγένοντο τὸν κατὰ | |
5 | τὴν Κάλπην, νομίσαντας τέρμονας εἶναι τῆς οἰκουμένης καὶ τῆς Ἡρακλέους στρατείας τὰ ἄκρα ποιοῦντα τὸν πορθμόν, ταῦτα δ’ αὐτὰ καὶ στήλας ὀνομάζειν τὸ λόγιον, κατασχεῖν εἴς τι χωρίον ἐντὸς τῶν στενῶν, ἐν ὧι νῦν ἐστιν ἡ τῶν Ἐξιτανῶν πόλις· ἐνταῦθα δὲ θύσαντας, μὴ γενομένων καλῶν τῶν ἱερείων ἀνακάμψαι πάλιν. χρόνωι δ’ ὕστερον τοὺς πεμφθέντας | |
10 | προελθεῖν ἔξω τοῦ πορθμοῦ περὶ χιλίους καὶ πεντακοσίους σταδίους εἰς νῆσον Ἡρακλέους ἱεράν, κειμένην κατὰ πόλιν Ὀνόβαν τῆς Ἰβηρίας, καὶ | |
νομίσαντας ἐνταῦθα εἶναι τὰς Στήλας θῦσαι τῶι θεῶι· μὴ γενομένων δὲ πάλιν καλῶν τῶν ἱερείων, ἐπανελθεῖν οἴκαδε. τῶι δὲ τρίτωι στόλωι τοὺς ἀφικομένους Γάδειρα κτίσαι καὶ ἱδρύσασθαι τὸ ἱερὸν ἐπὶ τοῖς ἑώιοις τῆς νήσου, | ||
15 | τὴν δὲ πόλιν ἐπὶ τοῖς ἑσπερίοις. διὰ δὲ τοῦτο τοὺς μὲν δοκεῖν τὰ ἄκρα τοῦ πορθμοῦ τὰς Στήλας εἶναι, τοὺς δὲ τὰ Γάδειρα, τοὺς δ’ ἔτι πορρώτερον τῶν Γαδείρων ἔξω προκεῖσθαι. ἔνιοι δὲ Στήλας ὑπέλαβον τὴν Κάλπην καὶ τὴν Ἀβίλυκα, τὸ ἀντικείμενον ὄρος ἐκ τῆς Λιβύης, ὅ φησιν Ἐρατοσθένης (V) ἐν τῶι Μεταγωνίωι, Νομαδικῶι ἔθνει, ἱδρῦσθαι· οἱ δὲ τὰς πλησίον ἑκατέρου νησῖδας, ὧν | |
20 | τὴν ἑτέραν Ἥρας νῆσον ὀνομάζουσιν. Ἀρτεμίδωρος (V) δὲ τὴν μὲν τῆς Ἥρας νῆσον καὶ ἱερὸν λέγει αὐτῆς, ἄλλην δὲ † φησιν εἶναί τινα, οὐδ’ Ἀβίλυκα ὄρος οὐδὲ Μεταγώνιον ἔθνος. καὶ τὰς Πλαγκτὰς καὶ τὰς Συμπληγάδας ἐνθάδε μεταφέρουσί τινες, ταύτας εἶναι νομίζοντες στήλας, ἃς Πίνδαρος (F 256) καλεῖ πύλας Γαδειρί‐ δας, εἰς ταύτας ὑστάτας ἀφῖχθαι φάσκων τὸν Ἡρακλέα. καὶ Δικαίαρχος (IV) δὲ καὶ | |
25 | Ἐρατοσθένης (V) καὶ Πολύβιος (XXXIV 9, 4 BW) καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς Στήλας. οἱ δὲ Ἴβηρες καὶ Λίβυες ἐν Γαδείροις εἶναί φασιν—οὐδὲν γὰρ ἐοικέναι στήλαις τὰ περὶ τὸν πορθμόν· οἱ δὲ τὰς ἐν τῶι Ἡρακλείωι τῶι ἐν Γαδείροις 〈στήλασ〉 χαλκᾶς ὀκταπήχεις, ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἱεροῦ, ταύτας λέγεσθαί | |
30 | φασιν· ἐφ’ ἃς ἐρχόμενοι οἱ τελέσαντες τὸν πλοῦν καὶ θύοντες τῶι Ἡρακλεῖ διαβοηθῆναι παρεσκεύασαν, ὡς τοῦτ’ εἶναι καὶ γῆς καὶ θαλάττης τὸ πέρας. τοῦτον δ’ εἶναι πιθανώτατον καὶ Ποσειδώνιος ἡγεῖται τὸν λόγον, τὸν δὲ χρησμὸν καὶ τοὺς πολλοὺς ἀποστόλους ψεῦσμα Φοινικικόν. περὶ μὲν οὖν τῶν ἀποστόλων τί ἄν τις διισχυρίσαιτο | |
35 | πρὸς ἔλεγχον ἢ πίστιν, οὐδετέρως παράλογον 〈ὄν〉; τὸ δὲ τὰς νησῖδας ἢ τὰ ὄρη μὴ φάσκειν ἐοικέναι στήλαις, ἀλλὰ ζητεῖν ἐπὶ τῶν κυρίως λεγομένων στηλῶν τοὺς τῆς οἰκουμένης ὅρους ἢ τῆς στρατείας τῆς Ἡρακλέους, ἔχει μέν τινα νοῦν. ἔθος γὰρ παλαιὸν ὑπῆρχε τὸ τίθεσθαι τοιούτους ὅρους, καθάπερ οἱ Ῥηγῖνοι τὴν στυλίδα ἔθεσαν τὴν ἐπὶ τῶι πορθμῶι κειμένην, πύργιόν τι, καὶ ὁ τοῦ Πελώρου λεγόμενος | |
40 | πύργος ἀντίκειται ταύτηι τῆι στυλίδι· καὶ οἱ Φιλαίνων λεγόμενοι βωμοί ..... καὶ ἐπὶ τῶι ἰσθμῶι τῶι Κορινθιακῶι μνημονεύεται στήλη τις ἱδρυμένη πρότερον, ἣν ἔστησαν κοινῆι οἱ τὴν Ἀττικὴν σὺν τῆι Μεγαρίδι κατασχόντες Ἴωνες ....... Ἀλέξαν‐ δρος δὲ τῆς Ἰνδικῆς στρατείας ὅρια βωμοὺς ἔθετο .... μιμούμενος τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον. ἦν μὲν δὴ τὸ ἔθος τοῦτο. (6) ἀλλὰ καὶ τοὺς τόπους εἰκός | |
45 | ἐστι μεταλαμβάνειν τὴν αὐτὴν προσηγορίαν, καὶ μάλιστα ἐπειδὰν ὁ χρόνος διαφθείρηι τοὺς τεθέντας ὅρους (belege) .... τὰ οὖν ἐπὶ τῶι στόματι νησίδια, ἔχοντα τὸ εὐπερί‐ γραφόν τε καὶ σημειῶδες, οὐ φαύλως στήλαις ἀπεικάζοι τις ἄν· ὡς δ’ αὕτως καὶ τὰ ὄρη τὰ ἐπικείμενα τῶι πορθμῶι καὶ ἐξοχήν τινα τοιαύτην ἐμφαίνοντα, οἵαν αἱ στυ‐ λίδες ἢ αἱ στῆλαι. καὶ ὁ Πίνδαρος οὕτως ἂν ὀρθῶς λέγοι πύλας Γαδειρίδας, εἰ ἐπὶ | |
1052 003.2a,87,F53(50) | τοῦ στόματος νοοῖντο αἱ στῆλαι· πύλαις γὰρ ἔοικε τὰ στόματα. τὰ δὲ Γάδειρα οὐκ ἐν τοιούτοις ἵδρυται τόποις, ὥστε ἀποδηλοῦν ἐσχατιάν, ἀλλ’ ἐν μέσηι πως κεῖται μεγάληι | |
παραλίαι κολπώδει (ablehnung von P.s deutung auf die säulen im Herakleion). | ||
1052 003.2a,87,F54 | STRABON III 5, 10: ἱστορεῖ (sc. Ποσειδώνιος) δὲ καὶ δένδρον ἐν Γαδείροις ὄζους ἔχον καμπτομένους εἰς ἔδαφος, πολλάκις δὲ φύλλα ξιφοειδῆ πηχυαῖα τὸ μῆκος, πλάτος δὲ τετραδάκτυλα. περὶ δὲ Νέαν Καρχηδόνα δένδρον ἐξ ἀκάνθης φλοιὸν ἀφιέναι, ἐξ οὗ ὑφάσματα | |
5 | γίνεται κάλλιστα. τῶι μὲν οὖν ἐν Γαδείροις καὶ ἡμεῖς οἴδαμεν ὅμοιον ἐν Αἰγύπτωι κατὰ τὴν τῶν κλάδων κατάκαμψιν, τοῖς δὲ φύλλοις ἀνόμοιον οὐδὲ καρπὸν ἔχον· τοῦτο δ’ ἔχειν φησί. τὰ δ’ ἀκάνθινα ὑφαίνεται καὶ ἐν Καππαδοκίαι, φέρει δ’ οὐ δένδρον τὴν ἄκανθαν, ἐξ ἧς ὁ φλοιός, ἀλλὰ χαμαίζηλος ἡ βοτάνη. τῶι δὲ δένδρωι τῶι ἐν Γαδείροις καὶ τοῦτο προσιστόρηται, ὅτι κλάδου μὲν ἀπο‐ | |
10 | κλωμένου γάλα ῥεῖ, ῥίζης δὲ τεμνομένης μιλτῶδες ὑγρὸν ἀναφέρεται. | |
1052 003.2a,87,F55 | STRABON. IV 4, 5: πρόσεστι δὲ τῆι ἀνοίαι (sc. τῶν Κελτῶν) καὶ τὸ βάρβαρον καὶ τὸ ἔκφυλον, ὃ τοῖς προσβόροις ἔθνεσι παρακολουθεῖ πλεῖστον, τὸ ἀπὸ τῆς μάχης ἀπιόντας τὰς κεφαλὰς τῶν πολεμίων ἐξάπτειν ἐκ τῶν αὐχένων τῶν ἵππων, κομίσαντας δὲ προσπαττα‐ | |
5 | λεύειν [τὴν θέαν] τοῖς προπυλαίοις. φησὶ γοῦν Ποσειδώνιος αὐτὸς ἰδεῖν ταύτην πολλαχοῦ 〈τὴν θέαν〉 καὶ τὸ μὲν πρῶτον ἀηθίζεσθαι, μετὰ δὲ ταῦτα φέρειν πράιως διὰ τὴν συνήθειαν. τὰς δὲ τῶν ἐνδόξων κεφαλὰς κεδροῦντες ἐπεδείκνυον τοῖς ξένοις καὶ οὐδὲ πρὸς ἰσοστάσιον | |
10 | χρυσὸν ἀπολυτροῦν ἠξίουν. καὶ τούτων δ’ ἔπαυσαν αὐτοὺς Ῥω‐ μαῖοι καὶ τῶν κατὰ τὰς θυσίας καὶ μαντείας ὑπεναντίως τοῖς παρ’ ἡμῖν νομίμοις. | |
1052 003.2a,87,F56 | —IV 4, 6: ἐν δὲ τῶι ὠκεανῶι φησιν (sc. ὁ Ποσειδώνιος) εἶναι νῆσον μικρὰν οὐ πάνυ πελαγίαν προκειμένην τῆς ἐκβολῆς τοῦ Λεί‐ γηρος ποταμοῦ· οἰκεῖν δὲ ταύτην τὰς τῶν Σαμνιτῶν (?) γυναῖκας Διο‐ νύσωι κατεχομένας καὶ ἱλασκομένας τὸν θεὸν τοῦτον τελεταῖς τε καὶ | |
5 | ἄλλαις ἱεροποιίαις [ἐξιλεουμένας]. οὐκ ἐπιβαίνειν δὲ ἄνδρα τῆς νήσου, τὰς δὲ γυναῖκας αὐτὰς πλεούσας κοινωνεῖν τοῖς ἀνδράσι καὶ πάλιν ἐπαν‐ ιέναι ἔθος δ’ εἶναι κατ’ ἐνιαυτὸν ἅπαξ τὸ ἱερὸν ἀποστεγάζεσθαι καὶ στεγάζεσθαι πάλιν αὐθημερὸν πρὸ δύσεως ἑκάστης φορτίον ἐπιφερούσης· ἧς δ’ ἂν ἐκπέσηι τὸ φορτίον, διασπᾶσθαι ταύτην ὑπὸ τῶν ἄλλων. | |
10 | φερούσας δὲ τὰ μέρη περὶ τὸ ἱερὸν μετ’ εὐασμοῦ μὴ παύεσθαι πρότερον, πρὶν παύσωνται τῆς λύττης· ἀεὶ δὲ συμβαίνειν, ὥστε τινὰ ἐμπίπτειν τὴν | |
τοῦτο πεισομένην. | ||
1052 003.2a,87,F57a | STRABON V 2, 1: ἡ Λιγυστική .... οὐδὲν ἔχουσα περι‐ ηγήσεως ἄξιον, πλὴν ὅτι κωμηδὸν ζῶσι, τραχεῖαν γῆν ἀροῦντες καὶ | |
5 | σκάπτοντες, μᾶλλον δὲ λατομοῦντες, ὥς φησι Ποσειδώνιος. | |
1052 003.2a,87,F57b | DIOD. IV 20, 1: οἱ δὲ ταύτην τὴν χώραν οἰκοῦντες Λίγυες νέμονται γῆν τραχεῖαν καὶ παντελῶς λυπράν. τῶν δ’ ἐγχωρίων ταῖς ἐργασίαις καὶ ταῖς τῆς | |
5 | κακοπαθείας ὑπερβολαῖς φέρει καρποὺς πρὸς βίαν ὀλίγους. διὸ καὶ τοῖς ὄγκοις εἰσὶ συνεσταλμένοι καὶ διὰ τὴν συνεχῆ γυμνασίαν εὔτονοι· τῆς γὰρ κατὰ τὴν τρυ‐ φὴν ῥαιστώνης πολὺ κεχωρισμένοι ἐλαφροὶ | |
10 | μὲν ταῖς εὐκινησίαις εἰσίν, ἐν δὲ τοῖς πολε‐ μικοῖς ἀγῶσι ταῖς ἀλκαῖς διάφοροι. | |
1052 003.2a,87,F58a | STRABON III 4, 17: κοινὰ δὲ καὶ ταῦτα πρὸς τὰ Κελτικὰ ἔθνη καὶ τὰ Θράικια καὶ Σκυθικά, κοινὰ δὲ καὶ 〈τὰ〉 πρὸς ἀνδρείαν τήν τε τῶν | |
5 | ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν. γεωργοῦσιν αὗται τεκοῦσαί τε διακονοῦσι τοῖς ἀνδρά‐ σιν, ἐκείνους ἀνθ’ ἑαυτῶν κατακλίνασαι· ἔν τε τοῖς ἔργοις πολλάκις αὗται 〈καὶ τίκτουσι〉 καὶ λούουσι καὶ σπαργανοῦσιν, | |
10 | ἀποκλίνασαι πρός τι ῥεῖθρον. ἐν δὲ τῆι Λιγυστικῆι φησιν ὁ Ποσειδώνιος διηγήσασθαι τὸν ξένον ἑαυτῶι Χαρ‐ μόλεων, Μασσαλιώτην ἄνδρα, ὅτι μισθώσαιτο ἄνδρας ὁμοῦ καὶ γυναῖ‐ | |
15 | κας ἐπὶ σκαφητόν, ὠδίνασα δὲ μία τῶν γυναικῶν ἀπέλθοι ἀπὸ τοῦ ἔργου πλησίον, τεκοῦσα δ’ ἐπανέλθοι ἐπὶ τοὖργον αὐτίκα, ὅπως μὴ ἀπολέσειε τὸν μισθόν· αὐτὸς δὲ ἐπιπόνως | |
20 | ἰδὼν ἐργαζομένην, οὐκ εἰδὼς τὴν αἰτίαν πρότερον ὀψὲ μάθοι καὶ ἀφείη, δοὺς τὸν μισθόν· ἡ δ’ ἐκκο‐ μίσασα τὸ νήπιον πρός τι κρηνίον, λούσασα καὶ σπαργανώσασα οἷς εἶχε | |
25 | διασώσειεν οἴκαδε. | |
1052 003.2a,87,F58b | DIOD. IV 20, 2—3: καθόλου δὲ τῶν πλησιοχώρων τὸ πονεῖν συνεχῶς ἠσκηκότων καὶ τῆς χώρας πολλῆς ἐργασίας προσδεομένης, εἰθίκασι τὰς γυ‐ | |
5 | ναῖκας τῶν κακοπαθειῶν τῶν ἐν ταῖς ἐργασίαις κοινωνοὺς ποιεῖσθαι. μισθοῦ δὲ παρ’ ἄλλοις ἐργαζομένων τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν ἴδιόν τι καὶ παράδοξον καθ’ ἡμᾶς συνέβη περὶ μίαν | |
10 | γυναῖκα γενέσθαι. ἔγκυος γὰρ οὖσα καὶ μετὰ τῶν ἀνδρῶν ἐργαζομένη μισθοῦ, μεταξὺ συνεχομένη ταῖς ὠδῖσιν ἀπῆλθεν εἴς τινας θάμνους ἀθορύβως· ἐν οἷς τεκοῦσα καὶ τὸ παιδίον φύλλοις ἐνειλή‐ | |
15 | σασα τοῦτο μὲν [εἴς τινας θάμνους] ἀπέ‐ κρυψεν, αὐτὴ δὲ συμμίξασα τοῖς ἐργα‐ ζομένοις τὴν αὐτὴν ἐκείνοις ὑπέμεινε κακοπάθειαν, οὐδὲν δηλώσασα περὶ τοῦ συμβεβηκότος. τοῦ βρέφους δὲ κλαυθμυρι‐ | |
20 | ζομένου καὶ τῆς πράξεως φανερᾶς γενο‐ μένης, ὁ μὲν ἐφεστηκὼς οὐδαμῶς ἠδύνατο πεῖσαι παύσασθαι τῶν ἔργων· ἡ δ’ οὐ πρότερον ἀπέστη τῆς κακοπαθείας, ἕως ὁ μισθωσάμενος ἐλεήσας καὶ τὸν μισθὸν | |
25 | ἀποδοὺς ἀπέλυσε τῶν ἔργων. | |
1052 003.2a,87,F59 | ATHEN. VI 105—109 p. 273 A—275 B: σώφρονες | |
δ’ ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι. Σκιπίων γοῦν ὁ Ἀφρι‐ κανὸς ἐπίκλην ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ καταστήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, | ||
5 | πέντε μόνους 〈συν〉επήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος (F 76 BW) καὶ Ποσειδώνιος (F 6)· | καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπορίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ’ ἐκείνου πριαμένους πέμψαι αὐτῶι. ....... (106) τί οὖν, οὐκ εἶχεν καὶ Σκιπίων καὶ ὁ Καῖσαρ οἰκέτας; εἶχον, ἀλλ’ ἐφύλασσον τοὺς πατρίους νόμους καὶ κεκολασμένως ἔζων τηροῦντες τὰ τῆς πολιτείας ἔθη. | |
10 | συνετῶν γάρ ἐστιν ἀνδρῶν ἐμμένειν τοῖς παλαιοῖς ζηλώμασιν, δι’ ὧν | στρατευόμενοι κατεστρέφοντο τοὺς ἄλλους, [καὶ] λαμβάνοντες ἅμα τοῖς δοριαλώτοις καὶ εἴ τι χρήσιμον καὶ καλὸν ὑπῆρχε παρ’ ἐκείνοις εἰς μίμησιν, ὅπερ ἐν τοῖς πάλαι χρόνοις ἐποίουν οἱ Ῥωμαῖοι. διαφυλάττοντες γὰρ ἅμα καὶ τὰ πάτρια μετῆγον παρὰ τῶν χειρωθέντων εἴ τι λείψανον καλῆς ἀσκήσεως εὕρισκον, τὰ ἄχρηστα ἐκείνοις ἐῶντες, | |
15 | ὅπως μηδ’ εἰς ἀνάκτησιν ὧν ἀπέβαλον ἐλθεῖν ποτε δυνηθῶσι. παρὰ γοῦν τῶν Ἑλλήνων μηχανὰς καὶ ὄργανα πολιορκητικὰ μαθόντες τούτοις αὐτῶν περιεγένοντο· Φοινίκων τε τὰ ναυτικὰ | εὑρόντων τούτοις αὐτοὺς κατεναυμάχησαν. ἔλαβον δὲ καὶ παρὰ Τυρρηνῶν τὴν σταδίαν μάχην φαλαγγηδὸν ἐπιόντων· καὶ παρὰ Σαυνιτῶν δὲ ἔμαθον θυρεοῦ χρῆσιν· παρὰ δὲ Ἰβήρων γαίσων· καὶ ἄλλα δὲ παρ’ ἄλλων μαθόντες | |
20 | ἄμεινον ἐπεξειργάσαντο· μιμησάμενοί τε κατὰ πάντα τὴν Λακεδαιμονίων πολιτείαν διετήρησαν αὐτὴν μᾶλλον ἢ ἐκεῖνοι. νῦν δὲ τὴν ἐκλογὴν τῶν χρησίμων ποιούμενοι παρὰ τῶν ἐναντίων συναποφέρονται καὶ | τὰ μοχθηρὰ ζηλώματα. (107) πάτριος μὲν γὰρ ἦν αὐτοῖς, ὥς φησι Ποσειδώνιος, καρτερία καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν πρὸς τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις· ἔτι | |
25 | δὲ εὐσέβεια μὲν θαυμαστὴ περὶ τὸ δαιμόνιον, δικαιοσύνη δὲ καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς πάντας ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως. τοῦτο δ’ ἐστὶν ἐκ τῶν πατρίων θυσιῶν ὧν ἐπι‐ τελοῦμεν ἰδεῖν· ὁδούς τε γὰρ πορευόμεθα τεταγμένας καὶ ὡρισμένας καὶ τεταγ|‐ μένα φέρομεν καὶ λέγομεν ἐν ταῖς εὐχαῖς καὶ δρῶμεν ἐν ταῖς ἱερουργίαις, ἀφελῆ | |
30 | τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὰ σώματα ἔχοντες οὔτε ἀπαρχόμενοι, ἐσθῆτάς τε ἔχομεν καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περικείμεθα προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα κομίζομεν κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια, | αὑτοῖς δὲ χορηγεῖν κατὰ | |
35 | τὰ ἐπείσακτα· καίτοι γε τὰ μὲν εἰς ἡμᾶς δαπανώμενα τῆι χρείαι μετρεῖται, τὰ δ’ εἰς τοὺς θεοὺς ἀπαρχαί τινές εἰσι. (108) Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμηι τὸν Φάνιον ἐτήρει νόμον αὐτὸς καὶ Αἴλιος Τουβέρων καὶ Ῥουτίλιος Ῥοῦφος ὁ τὴν πάτριον ἱστορίαν γεγραφώς. ἐκέλευε δ’ ὁ νόμος τριῶν μὲν πλείονας τῶν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν δὲ τῶν πέντε· τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. | |
40 | ὀψωνεῖν δὲ πλείονος τῶν δυεῖν δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν. κρέως δὲ καπνιστοῦ δεκαπέντε τάλαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν | ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα καὶ ὀσπρέων ἑψήματα. σμικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὤνια πρὸς τὸ | |
ἐλευθεριώτερον νομίμως προήρχοντο· ὁ μὲν γὰρ Τουβέρων παρὰ τῶν ἐν τοῖς ἰδίοις | ||
45 | ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, ὁ δὲ Ῥουτίλιος παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ θυριανοῦ καλουμένου· μέρος δ’ ἐστὶ τοῦτο θαλασσίου | κυνὸς οὕτω καλούμενον. ὁ δὲ Μούκιος παρὰ τῶν εὐχρηστουμένων ὑπ’ αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον | |
1052 003.2a,87,F59(50) | ἐδέχοντο, αὐτοὶ δ’ ἄλλοις ἐδίδοσαν καὶ φίλοις τοῖς ἀπὸ παιδείας ὁρμωμένοις μεγάλα. καὶ γὰρ ἀντείχοντο τῶν ἐκ τῆς Στοᾶς δογμάτων. (109) τῆς δὲ πολυτελείας τῆς νῦν ἀκμαζούσης πρῶτος ἡγεμὼν ἐγένετο Λεύκολλος ... ὡς Νικόλαος .. ἱστορεῖ (90 F 77) ...... Κάτων δ’ ἐκεῖνος, ὡς Πολύβιος ἱστορεῖ (XXXI 24) ... πρότερον δὲ «οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν κατοικοῦντες ὥστε καὶ | |
55 | καθ’ ἡμᾶς ἔτι», φησὶν ὁ Ποσειδώνιος, «οἱ σφόδρα εὐκαιρού‐ μενοι τοῖς βίοις ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθίοντας δ’ ὅ τι ἂν τύχηι. καὶ πολλάκις» φησίν «πατὴρ ἢ μήτηρ υἱὸν ἠρώτα πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι, καὶ τούτων | τι φαγὼν ἠρκεῖτο | |
60 | καὶ ἐκοιμᾶτο.» νῦν δέ, ὡς ὁ Θεόπομπος (115 F 36) ... | |
1052 003.2a,87,F60 | PLUT. Marius 1: Γαίου Μαρίου τρίτον οὐκ ἔχομεν εἰπεῖν ὄνομα, καθάπερ οὐδὲ Κοίντου Σερτωρίου τοῦ κατασχόντος Ἰβηρίαν οὐδὲ Λευκίου Μομμίου τοῦ Κόρινθον ἑλόντος· ὁ γὰρ Ἀχαικὸς τούτωι γε τῆς πράξεως ἐπώνυμον γέγονεν, ὡς ὁ Ἀφρικανὸς Σκιπίωνι καὶ ὁ Μακεδονικὸς Μετέλλωι. | |
5 | ἐξ οὗ καὶ μάλιστα Ποσειδώνιος ἐλέγχειν οἴεται τοὺς τὸ τρίτον ὄνομα Ῥωμαίοις κύριον εἶναι νομίζοντας, οἷον τὸν Κάμιλλον καὶ τὸν Μάρκελλον (F 41) καὶ τὸν Κάτωνα· γίνεσθαι γὰρ 〈ἂν〉 ἀνωνύμους τοὺς ἀπὸ μόνων τῶν δυεῖν προσαγορευομένους. λανθάνει δ’ ἑαυτὸν ὅτι τούτωι τῶι λόγωι πάλιν αὐτὸς ἀνωνύμους ποιεῖ τὰς γυναῖκας· οὐδεμιᾶι γὰρ γυναικὶ τίθεται τῶν ὀνομάτων τὸ | |
10 | πρῶτον, ὅπερ οἴεται κυρίως ὄνομα Ῥωμαίοις ὑπάρχειν ὁ Ποσειδώνιος. τῶν δ’ ἄλλων τὸ μὲν κοινὸν ἀπὸ συγγενείας, τοὺς Πομπηίους καὶ τοὺς Μαλλίους καὶ τοὺς Κορνηλίους, ὥσπερ ἂν Ἡρακλείδας τις εἴποι καὶ Πελοπίδας, τοῦτο δὲ προσηγορικὸν ἐξ ἐπιθέτου πρὸς τὰς φύσεις ἢ τὰς πράξεις ἢ τὰ τοῦ σώματος εἴδη καὶ πάθη τίθεσθαι, τὸν Μακρῖνον καὶ τὸν Τορκουᾶτον καὶ τὸν Σύλλαν, | |
15 | οἷόν ἐστιν ὁ Μνήμων ἢ ὁ Γρυπὸς ἢ ὁ Καλλίνικος. | |
1052 003.2a,87,F61 | ATHEN. IX 63 p. 401 A: Πολύβιος (XII 3, 10) ..... γίγνεσθαί φησι παρόμοιον τῶι λαγῶι ζῶιον τὸν κούνικλον καλούμενον .... μνημονεύει δ’ αὐτῶν καὶ Ποσειδώνιος ὁ φιλόσοφος ἐν τῆι Ἱστορίαι· «καὶ ἡμεῖς εἴδομεν πολλοὺς κατὰ τὸν ἀπὸ Δικαιαρχείας | |
5 | πλοῦν ἐπὶ Νέαν πόλιν. νῆσος γάρ ἐστιν οὐ μακρὰν τῆς | |
γῆς κατὰ τὰ τελευταῖα μέρη τῆς Δικαιαρχείας, ὑπ’ ὀλίγων μὲν κατοικουμένη, πολλοὺς δὲ ἔχουσα τοὺς κου‐ νίκλους τούτους.» | ||
1052 003.2a,87,F62 | STRABON VI 2, 1: ἔστι δ’ ἡ Σικελία τρίγωνος τῶι σχήματι ... τὸ δὲ σχῆμα διορίζουσι τρεῖς ἄκραι, Πελωριὰς μὲν ἡ πρὸς τὴν Καῖνυν καὶ τὴν στυλίδα τὴν Ῥηγίνων ποιοῦσα τὸν πορθμόν, Πάχυνος ... πρὸς ἕω ... τρίτη δ’ ἐστὶν ἡ προσεχὴς τῆι Λιβύηι βλέπουσα πρὸς ταύτην ἅμα | |
5 | καὶ τὴν χειμερινὴν δύσιν Λιλύβαιον. τῶν δὲ πλευρῶν, ἃς ἀφορίζουσιν αἱ τρεῖς ἄκραι, δύο μέν εἰσι κοῖλαι μετρίως, ἡ δὲ τρίτη κυρτή, ἡ ἀπὸ τοῦ Λιλυβαίου καθήκουσα πρὸς τὴν Πελωριάδα, ἥπερ μεγίστη ἐστί, σταδίων χιλίων καὶ ἑπτακοσίων, ὡς Ποσειδώνιος εἴρηκε, προσθεὶς καὶ εἴκοσι. τῶν δ’ ἄλλων ἡ | |
10 | [τ’] ἐπὶ Πάχυνον ἀπὸ τοῦ Λιλυβαίου μείζων τῆς ἑτέρας 〈σταδίων ὅσον χιλίων καὶ πεντακοσίων καὶ πεντήκοντα〉· ἐλαχίστη δὲ .... ἡ ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Πάχυνον, σταδίων ὅσον χιλίων καὶ ἑκατὸν καὶ τριά‐ κοντα. τὸν δὲ περίπλουν ὁ Ποσειδώνιος σταδίων τεσσα‐ ρακοσίων ἐπὶ τοῖς τετρακισχιλίοις ἀποφαίνει. ἐν δὲ | |
15 | τῆι χωρογραφίαι μείζω λέγεται τὰ διαστήματα, κατὰ μέρος διηιρημένα μιλιασμῶι. | |
1052 003.2a,87,F63 | —VI 2, 1: Ποσειδώνιός τε τοῖς κλίμασιν ἀφορίζων τὴν νῆσον [καὶ] πρὸς ἄρκτον μὲν τὴν Πελωριάδα, πρὸς νότον δὲ Λιλύβαιον, πρὸς ἕω δὲ τὸν Πάχυνον τίθησιν. | |
1052 003.2a,87,F64 | —VI 2, 7: φησὶ δ’ ὁ Ποσειδώνιος οἷον ἀκροπόλεις ἐπὶ θαλάττης δύο τὰς Συρακούσας ἱδρῦσθαι καὶ τὸν Ἔρυκα, μέσην δὲ ἀμφοῖν ὑπερκεῖσθαι τῶν κύκλωι πεδίων τὴν Ἔνναν. | |
1052 003.2a,87,F65 | STRABON XVI 2, 4: ἡ δὲ Σελευκὶς ἀρίστη μέν ἐστι τῶν λεχθεισῶν μερίδων, καλεῖται δὲ Τετράπολις καὶ ἔστι κατὰ τὰς ἐξεχούσας ἐν αὐτῆι πόλεις· ἐπεὶ πλείους γέ εἰσι, μέγισται δὲ τέτταρες, Ἀντιόχεια ἡ ἐπὶ Δάφνηι καὶ Σελεύκεια ἡ ἐν Πιερίαι καὶ Ἀπάμεια δὲ καὶ Λαοδίκεια, αἵπερ | |
5 | καὶ ἐλέγοντο ἀλλήλων ἀδελφαὶ διὰ τὴν ὁμόνοιαν ..... οἰκείως δὲ τῆι τετραπόλει καὶ εἰς σατραπείας διήιρητο τέτταρας ἡ Σελευκίς, ὥς φησι Ποσειδώνιος, εἰς ὅσας καὶ ἡ Κοίλη Συρία, † εἰς μίαν δ’ ἡ Μεσοποταμία. | |
1052 003.2a,87,F66 | —XVI 2, 17: τῶν δὲ πεδίων τὸ μὲν | |
πρῶτον τὸ ἀπὸ τῆς θαλάττης Μάκρας καλεῖται καὶ Μάκρα πεδίον. ἐν τούτωι δὲ Ποσειδώνιος ἱστορεῖ τὸν δράκοντα πεπτωκότα ὁραθῆναι νεκρόν, μῆκος σχεδόν τι καὶ πλεθριαῖον, πάχος δ’, ὥσθ’ ἱππέας ἑκατέ‐ | ||
5 | ρωθεν παραστάντας ἀλλήλους μὴ καθορᾶν, χάσμα δέ, ὥστ’ ἔφιππον δέ‐ ξασθαι, τῆς δὲ φολίδος λεπίδα ἑκάστην ὑπεραίρουσαν θυρεοῦ. | |
1052 003.2a,87,F67 | —XVI 2, 24: Σιδόνιοι δὲ πολύτεχνοί τινες παραδέδονται καὶ καλλίτεχνοι, καθάπερ καὶ ὁ ποιητὴς δηλοῖ (Il. Ζ 289)· πρὸς δὲ καὶ φιλόσοφοι περί τε ἀστρονομίαν καὶ ἀριθμητικήν, ἀπὸ τῆς λογιστικῆς ἀρξάμενοι καὶ τῆς νυκτιπλοίας· ἐμπορικὸν γὰρ καὶ ναυκληρικὸν ἑκάτερον, | |
5 | καθάπερ καὶ τῶν Αἰγυπτίων εὕρεμα γεωμετρίαν φασὶ ἀπὸ τῆς χωρο‐ μετρίας, ἣν ὁ Νεῖλος ἀπεργάζεται συγχέων τοὺς ὅρους κατὰ τὰς ἀναβάσεις. τοῦτο μὲν οὖν παρ’ Αἰγυπτίων ἥκειν εἰς τοὺς Ἕλληνας πεπιστεύκασιν, ἀστρονομίαν δὲ καὶ ἀριθμητικὴν παρὰ Φοινίκων· νυνὶ δὲ πάσης καὶ τῆς ἄλλης φιλοσοφίας εὐπορίαν πολὺ πλείστην λαβεῖν ἐστιν ἐκ τούτων τῶν | |
10 | πόλεων. εἰ δὲ δεῖ Ποσειδωνίωι πιστεῦσαι, καὶ τὸ περὶ τῶν ἀτόμων δόγμα παλαιοῦ ἐστιν ἀνδρὸς Σιδονίου Μώχου πρὸ τῶν Τρωικῶν χρόνων γεγονότος. | |
1052 003.2a,87,F68 | ATHEN. I 51 p. 28 D: ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυ‐ βώνιον μόνον οἶνον ἔπινεν· ὅν φησι Ποσειδώνιος κἀν Δαμασκῶι τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. | |
1052 003.2a,87,F69 | JOSEPH. c. Ap. II 79: ammiror autem etiam eos, qui ei (sc. Apioni .....) huiusmodi fomitem praebuerunt, id est Posidonium et Apollonium Molonis, quoniam accusant quidem nos, quare nos eosdem deos cum aliis non colimus, mentientes autem pariter et de nostro templo blasphemias componentes incongruas ...... (80) in hoc | |
5 | enim sacrario Apion praesumpsit edicere asini caput collocasse Judaeos et eum colere ac dignum facere tanta religione; et hoc affirmat fuisse depalatum, dum Antiochus Epiphanes expoliasset templum et illud caput inventum ex auro compositum multis pe‐ cuniis dignum. ........ (89) alteram vero fabulam derogatione nostra plenam de Graecis apposuit ...... (91) .... dixit Antiochum in templo invenisse lectum et homi‐ | |
10 | nem in eo iacentem et propositam ei mensam maritimis terrenisque et volatilium dapi‐ bus plenam, et obstipuisset his homo. (92) illum vero mox adorasse regis ingressum ... ac procidentem ad eius genua extensa dextra poposcisse libertatem; et iubente rege ut confideret et diceret, quis esset vel cur ibidem habitaret vel quae esset causa ciborum eius, tum hominem ..... lamentabiliter suam narrasse necessitatem ait. (93) inquit | |
15 | esse quidem se Graecum, et dum peragraret provinciam propter vitae causam direptum se subito ab alienigenis hominibus atque deductum ad templum et inclusum illic et a nullo conspici sed cuncta dapium praeparatione saginari. (94) et primum quidem haec sibi inopinabilia beneficia ... detulisse laetitiam, deinde suspicionem, postea stuporem, ac postremum consulentem a ministris ad se accedentibus audisse legem ineffabilem | |
20 | Judaeorum, pro qua nutriebatur; et hoc illos facere singulis annis quodam tempore | |
constituto, (95) et comprehendere quidem Graecum peregrinum eumque annali tempore saginare et deductum ad quandam silvam occidere quidem eum hominem eiusque corpus sacrificare secundum suas sollemnitates et gustare ex eius visceribus et iusiurandum facere in immolatione Graeci, ut inimicitias contra Graecos haberent, et tunc in quandam | ||
25 | foveam reliqua hominis pereuntis abicere. (96) deinde refert eum dixisse paucos iam dies debita sibimet superesse atque rogasse, ut erubescens Graecorum deos et superantes in suo sanguine insidias Judaeorum de malis eum circumastantibus liberaret. | |
1052 003.2a,87,F70 | STRABON XVI 2, 34—45: τῆς δὲ Ἰουδαίας τὰ μὲν ἑσπέρια ἄκρα τὰ πρὸς τῶι Κασίωι κατέχουσιν Ἰδουμαῖοί τε καὶ ἡ λίμνη. Ναβαταῖοι δ’ εἰσὶν οἱ Ἰδουμαῖοι, κατὰ στάσιν δ’ ἐκπεσόντες ἐκεῖθεν προσεχώρησαν τοῖς Ἰουδαίοις καὶ τῶν νομίμων τῶν αὐτῶν ἐκείνοις ἐκοινώνησαν. πρὸς θαλάττηι δὲ ἡ Σιρβωνὶς | |
5 | τὰ πολλὰ κατέχει καὶ ἡ συνεχὴς μέχρι Ἱεροσολύμων· καὶ γὰρ ταῦτα πρὸς θαλάτ‐ τηι ἐστίν· ἀπὸ γὰρ τοῦ ἐπινείου τῆς Ἰόπης εἴρηται (§ 28) ὅτι ἐστὶν ἐν ὄψει. ταῦτα μὲν προσάρκτια. τὰ πολλὰ δ’ ὡς ἕκαστά εἰσιν ὑπὸ φύλων οἰκούμενα μικτῶν ἔκ τε Αἰγυπτίων ἐθνῶν καὶ Ἀραβίων καὶ Φοινίκων· τοιοῦτοι γὰρ οἱ τὴν Γαλιλαίαν ἔχοντες καὶ τὸν Ἱερικοῦντα καὶ τὴν Φιλαδέλφειαν καὶ Σαμάρειαν, ⟦ἣν Ἡρώδης | |
10 | Σεβαστὴν ἐπωνόμασεν⟧. οὕτω δ’ ὄντων μιγάδων, ἡ κρατοῦσα μάλιστα φήμη τῶν περὶ τὸ ἱερὸν τὸ ἐν τοῖς Ἱεροσολύμοις πιστευομένων Αἰγυπτίους ἀποφαίνει τοὺς προγόνους τῶν νῦν Ἰουδαίων λεγομένων. (35) Μωσῆς γάρ τις τῶν Αἰγυπτίων ἱερέων, ἔχων τι μέρος τῆς 〈κάτω〉 καλου‐ μένης χώρας, ἀπῆρεν ἐκεῖσε ἐνθένδε δυσχεράνας τὰ καθεστῶτα, καὶ συνεξῆραν αὐτῶι | |
15 | πολλοὶ τιμῶντες τὸ θεῖον. ἔφη γὰρ ἐκεῖνος καὶ ἐδίδασκεν, ὡς οὐκ ὀρθῶς φρονοῖεν οἱ Αἰγύπτιοι θηρίοις εἰκάζοντες καὶ βοσκήμασι τὸ θεῖον [οὐδ’ οἱ Λίβυες], οὐκ εὖ δὲ οὐδ’ οἱ Ἕλληνες ἀνθρωπομόρφους τυποῦντες· εἴη γὰρ ἓν τοῦτο μόνον θεὸς τὸ περιέχον ἡμᾶς ἅπαντας καὶ γῆν καὶ θάλατταν, ὃ καλοῦμεν οὐρανὸν καὶ κόσμον καὶ τὴν τῶν ὄντων φύσιν. τούτου δὴ τίς ἂν εἰκόνα πλάττειν θαρρήσειεν νοῦν ἔχων | |
20 | ὁμοίαν τινὶ τῶν παρ’ ἡμῖν; ἀλλ’ ἐᾶν δεῖν πᾶσαν ξοανοποιίαν, τέμενος 〈δ’〉 ἀφορί‐ σαντας καὶ σηκὸν ἀξιόλογον τιμᾶν ἕδους χωρίς. [ἐγκοιμᾶσθαι δὲ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἄλλους τοὺς εὐονείρους] καὶ προσδοκᾶν δεῖν ἀγαθὸν παρὰ τοῦ θεοῦ καὶ δῶρον ἀεί τι καὶ σημεῖον τοὺς σωφρόνως ζῶντας καὶ μετὰ δικαιοσύνης, τοὺς δ’ ἄλλους μὴ προσδοκᾶν. (36) ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων | |
25 | ἔπεισεν εὐγνώμονας ἄνδρας οὐκ ὀλίγους καὶ ἀπήγαγεν ἐπὶ τὸν τόπον τοῦτον, ὅπου νῦν ἐστι τὸ ἐν τοῖς Ἱεροσολύμοις κτίσμα. κατέσχε δὲ ῥαιδίως οὐκ ἐπίφθονον ὂν τὸ χωρίον οὐδ’ ὕπερ οὗ ἄν τις ἐσπουδασμένως μαχέσαιτο· ἔστι γὰρ πετρῶδες, αὐτὸ μὲν εὔυδρον, τὴν δὲ κύκλωι χώραν ἔχον λυπρὰν καὶ ἄνυδρον, τὴν δ’ ἐντὸς ἑξήκοντα σταδίων καὶ ὑπόπετρον. ἅμα δ’ ἀντὶ τῶν ὅπλων τὰ ἱερὰ προὐβάλλετο καὶ τὸ θεῖον, | |
30 | ἵδρυσιν τούτου ζητεῖν ἀξιῶν καὶ παραδώσειν ὑπισχνούμενος τοιοῦτον σεβασμὸν καὶ τοιαύτην ἱεροποιίαν, ἥτις οὔτε δαπάναις ὀχλήσει τοὺς χρωμένους οὔτε θεοφορίαις οὔτε ἄλλαις πραγματείαις ἀτόποις. οὗτος μὲν οὖν εὐδοκιμήσας τούτοις συνεστήσατο | |
ἀρχὴν οὐ τὴν τυχοῦσαν, ἁπάντων προσχωρησάντων ῥαιδίως τῶν κύκλωι διὰ τὴν ὁμιλίαν καὶ τὰ προτεινόμενα. (37) οἱ δὲ διαδεξάμενοι χρόνους μέν τινας ἐν τοῖς | ||
35 | αὐτοῖς διέμενον δικαιοπραγοῦντες καὶ θεοσεβεῖς ὡς ἀληθῶς ὄντες. ἔπειτ’ ἐφιστα‐ μένων ἐπὶ τὴν ἱερωσύνην τὸ μὲν πρῶτον δεισιδαιμόνων, ἔπειτα τυραννικῶν ἀνθρώ‐ πων, ἐκ μὲν τῆς δεισιδαιμονίας αἱ τῶν βρωμάτων ἀποσχέσεις, ὧνπερ καὶ νῦν ἔθος ἐστὶν αὐτοῖς ἀπέχεσθαι, καὶ 〈αἱ〉 περιτομαὶ καὶ αἱ ἐκτομαὶ καὶ εἴ τινα τοιαῦτα ἐνομίσθη, ἐκ δὲ τῶν τυραννίδων τὰ ληιστήρια. οἱ μὲν γὰρ ἀφιστάμενοι τὴν χώραν | |
40 | ἐκάκουν καὶ αὐτὴν καὶ τὴν γειτνιῶσαν, οἱ δὲ συμπράττοντες τοῖς ἄρχουσι καθήρ‐ παζον τὰ ἀλλότρια καὶ τῆς Συρίας κατεστρέφοντο καὶ τῆς Φοινίκης πολλήν. ἦν δ’ ὅμως εὐπρέπειά τις περὶ τὴν ἀκρόπολιν αὐτῶν, οὐχ ὡς τυραννεῖον βδελυττομένων, ἀλλ’ ὡς ἱερὸν σεμνυνόντων καὶ σεβομένων. (38) πέφυκε γὰρ οὕτω καὶ κοινόν ἐστι τοῦτο καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβά‐ | |
45 | ροις. πολιτικοὶ γὰρ ὄντες ἀπὸ προστάγματος κοινοῦ ζῶσιν· ἄλλως γὰρ οὐχ οἷόν τε τοὺς πολλοὺς ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως ἀλλήλοις, ὅπερ ἦν τὸ πολιτεύεσθαι, καὶ ἄλλως πως νέμειν βίον κοινόν. τὸ δὲ πρόσταγμα διττόν· ἢ γὰρ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων. καὶ οἵ γε ἀρχαῖοι τὸ παρὰ τῶν θεῶν ἐπρέσβευον μᾶλλον καὶ ἐσέμνυνον· καὶ διὰ τοῦτο καὶ ὁ χρηστηριαζόμενος ἦν τότε πολὺς καὶ τρέχων εἰς μὲν | |
1052 003.2a,87,F70(50) | Δωδώνην, ὅπως ‘ἐκ δρυὸς ὑψικόμοιο Διὸς Βουλὴν ἐπακούσηι‘ (Od. ξ 328), συμβούλωι τῶι Διὶ χρώμενος, εἰς δὲ Δελφοὺς ‘τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν, εἰ μηκέτ’ εἴη‘ (Eurip. Phoen. 36), αὐτὸς δὲ ὁ παῖς ‘ἔστειχε τοὺς τεκόντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου‘ (Eurip. Phoen. 34). καὶ ὁ Μίνως παρὰ τοῖς Κρησὶν ‘ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστήσ‘ (Od. τ 179), δι’ ἐννέα ἐτῶν, ὥς φησι Πλάτων (Minos | |
55 | 319 C), ἀναβαίνων ἐπὶ τὸ ἄντρον τοῦ Διὸς καὶ παρ’ ἐκείνου τὰ προστάγματα λαμβά‐ νων καὶ παρακομίζων εἰς τοὺς ἀνθρώπους. τὰ δ’ ὅμοια ἐποίει καὶ Λυκοῦργος ὁ ζηλωτὴς αὐτοῦ· πυκνὰ γάρ, ὡς ἔοικεν, ἀποδημῶν ἐπυνθάνετο παρὰ τῆς Πυθίας, ἃ προσήκει παραγγέλλειν τοῖς Λακεδαιμονίοις. (39) ταῦτα γὰρ ὅπως ποτὲ ἀλη‐ θείας ἔχει, παρά γε τοῖς ἀνθρώποις ἐπεπίστευτο καὶ ἐνενόμιστο, καὶ διὰ τοῦτο καὶ | |
60 | οἱ μάντεις ἐτιμῶντο, ὥστε καὶ βασιλείας ἀξιοῦσθαι, ὡς τὰ παρὰ τῶν θεῶν ἡμῖν ἐκφέροντες παραγγέλματα καὶ ἐπανορθώματα καὶ ζῶντες καὶ ἀποθανόντες, καθάπερ καὶ ὁ Τειρεσίας, ‘τῶι καὶ τεθνεῶτι νόον πόρε Περσεφόνεια οἴωι πεπνῦσθαι· τοὶ δὲ σκιαὶ αἴσσουσι‘ (Od. κ 495). τοιοῦτος δὲ ὁ Ἀμφιάρεως καὶ ὁ Τροφώνιος καὶ 〈ὁ〉 Ὀρφεὺς καὶ ὁ Μουσαῖος καὶ ὁ παρὰ τοῖς Γέταις θεός, ⟦τὸ μὲν παλαιὸν Ζάμολξις | |
65 | Πυθαγόρειός τις, καθ’ ἡμᾶς δὲ ὁ τῶι Βυρεβίσται θεσπίζων Δεκαίνεοσ⟧· παρὰ δὲ τοῖς Βοσπορηνοῖς Ἀχαίκαρος, παρὰ δὲ τοῖς Ἰνδοῖς οἱ γυμνοσοφισταί, παρὰ δὲ τοῖς Πέρσαις οἱ Μάγοι καὶ νεκυομάντεις καὶ ἔτι οἱ λεγόμενοι λεκανομάντεις καὶ ὑδρο‐ μάντεις, παρὰ δὲ τοῖς Ἀσσυρίοις οἱ Χαλδαῖοι, παρὰ δὲ τοῖς Ῥωμαίοις οἱ Τυρρη‐ νικοὶ † ὡροσκόποι. τοιοῦτος δέ τις ἦν καὶ ὁ Μωσῆς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον, | |
70 | τὰς μὲν ἀρχὰς λαβόντες οὐ φαύλας, ἐκτραπόμενοι δ’ ἐπὶ τὸ χεῖρον. (40) ἤδη δ’ οὖν φανερῶς τυραννουμένης τῆς Ἰουδαίας ⟦dem streit seiner söhne macht Pompeius | |
ein ende καὶ αὐτὰ ἐν πρώτοις τὰ Ἱεροσόλυμα βίαι καταλαβών (a. 63)· ἦν γὰρ πετρῶ‐ δες καὶ εὐερκὲς ἔρυμα, ἐντὸς μὲν εὔυδρον, ἐκτὸς δὲ παντελῶς διψηρόν κτλ. er zer‐ | ||
75 | störte auch die ληιστήρια, von denen zwei an den wegen nach Jericho lagen⟧. (41) Ἱερικοῦς δ’ ἐστὶ πεδίον κύκλωι περιεχόμενον ὀρεινῆι τινι καί που καὶ θεατροειδῶς πρὸς αὐτὸ κεκλιμένηι. ἐνταῦθα δ’ ἐστὶν ὁ φοινικών, μεμιγμένην ἔχων καὶ ἄλλην ὕλην ἥμερον καὶ εὔκαρπον, πλεονάζων δὲ τῶι φοίνικι, ἐπὶ μῆκος σταδίων ἑκατόν, διάρρυτος ἅπας καὶ μεστὸς κατοικιῶν· ἔστι δ’ αὐτοῦ καὶ βασίλειον καὶ ὁ τοῦ | |
80 | βαλσάμου παράδεισος. ἔστι δὲ τὸ φυτὸν θαμνῶδες, κυτίσωι ἐοικὸς καὶ τερμίνθωι, ἀρωματίζον. οὗ τὸν φλοιὸν ἐπισχίσαντες ὑπολαμβάνουσιν ἀγγείοις τὸν ὀπόν, γλί‐ σχρωι γάλακτι παραπλήσιον· ἀναληφθεὶς δ’ εἰς κογχάρια λαμβάνει πῆξιν. λύει δὲ κεφαλαλγίας θαυμαστῶς καὶ ὑποχύσεις ἀρχομένας καὶ ἀμβλυωπίας. τίμιος οὖν ἐστι, καὶ διότι ἐνταῦθα μόνον γεννᾶται. καὶ ὁ φοινικὼν δὲ τοιοῦτος, ἔχων τὸν | |
85 | καρυωτὸν φοίνικα ἐνταῦθα μόνον, πλὴν τοῦ Βαβυλωνίου καὶ τοῦ ἐπέκεινα πρὸς τὴν ἕω. μεγάλη οὖν ἀπ’ αὐτῶν ἡ πρόσοδος. καὶ τῶι ξυλοβαλσάμωι δὲ ὡς ἀρώματι χρῶνται. (42) ἡ δὲ ⟦Σιρβωνὶσ⟧ λίμνη πολλὴ μέν ἐστι· καὶ γὰρ χιλίων σταδίων εἰρή‐ κασί τινες τὸν κύκλον. τῆι μέντοι παραλίαι παρεκτέταται μικρῶι τι πλέον τῶν δια‐ | |
90 | κοσίων σταδίων μῆκος ἐπιλαμβάνουσα· ἀγχιβαθής, βαρύτατον ἔχουσα ὕδωρ, ὥστε μὴ δεῖν κολύμβου, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρις ὀμφαλοῦ προβάντα εὐθὺς ἐξαίρεσθαι. μεστὴ δ’ ἐστὶν ἀσφάλτου· αὕτη [τοῦτο] δὲ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων, ὡς ἂν ζέοντος ὕδατος· κυρτουμένη δ’ ἡ ἐπι‐ φάνεια λόφου φαντασίαν παρέχει. συναναφέρεται δὲ καὶ ἄσβολος πολλή, καπνώδης | |
95 | μέν, πρὸς δὲ τὴν ὄψιν ἄδηλος, ὑφ’ ἧς κατιοῦται καὶ χαλκὸς καὶ ἄργυρος καὶ πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ. ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περιοικοῦντες ἀρχομένην τὴν ἀναβολὴν τοῦ ἀσφάλτου καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ ποιησάμενοι σχεδίας καλαμίνας. ἔστι δ’ ἡ ἄσφαλτος γῆς βῶλος, ὑγραινομένη μὲν ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη, πάλιν δὲ | |
1052 003.2a,87,F70(100) | μεταβάλλουσα εἰς πάγον ἰσχυρὸν ὑπὸ τοῦ ψυχροῦ ὕδατος, οἷόν ἐστι τὸ τῆς λίμνης ὕδωρ, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι· εἶτ’ ἐπιπολάζουσα διὰ τὴν φύσιν τοῦ ὕδατος, καθ’ ἣν ἔφαμεν μηδὲ κολύμβου δεῖσθαι μηδὲ βαπτίζεσθαι τὸν ἐμβάντα, ἀλλ’ ἐξαί‐ ρεσθαι. προσπλεύσαντες δὲ ταῖς σχεδίαις κόπτουσι καὶ φέρονται τῆς ἀσφάλτου ὅσον ἕκαστος δύναται. (43) τὸ μὲν οὖν συμβαῖνον τοιοῦτον· γόητας δὲ ὄντας | |
105 | σκήπτεσθαί φησιν ἐπωιδὰς ὁ Ποσειδώνιος τοὺς ἀνθρώπους καὶ οὖρα καὶ ἄλλα δυσώδη ὑγρά, ἃ περικαταχέαντας καὶ ἐκπιάσαντας πήττειν τὴν ἄσφαλτον, εἶτα τέμνειν. εἰ μή τίς ἐστιν ἐπιτηδειότης τῶν οὔρων τοιαύτη, καθάπερ καὶ ἐν ταῖς κύστεσι τῶν λιθιώντων καὶ ἐκ τῶν παιδικῶν οὔρων ἡ χρυσόκολλα συνί‐ σταται. ἐν μέσηι δὲ τῆι λίμνηι τὸ πάθος συμβαίνειν εὔλογον, ὅτι καὶ ἡ πηγὴ τοῦ | |
110 | πυρὸς καὶ τῆς ἀσφάλτου κατὰ μέσον ἐστὶ καὶ τὸ πλῆθος. ἄτακτος δὲ ἡ ἀναφύσησις, ὅτι καὶ ἡ τοῦ πυρὸς κίνησις οὐκ ἔχει τάξιν ἡμῖν φανεράν, ὥσπερ καὶ ἄλλων πνευ‐ μάτων πολλῶν. τοιαῦτα δὲ καὶ τὰ ἐν Ἀπολλωνίαι τῆι Ἠπειρώτιδι (F 93). (44) τοῦ δὲ ἔμπυρον τὴν χώραν εἶναι καὶ ἄλλα τεκμήρια φέρουσι πολλά· καὶ | |
γὰρ πέτρας τινὰς ἐπικεκαυμένας δεικνύουσι τραχείας περὶ Μοασάδα καὶ σήραγγας | ||
115 | πολλαχοῦ καὶ γῆν τεφρώδη σταγόνας τε πίσσης ἐκ λισσάδων λειβομένας καὶ δυσώδεις πόρρωθεν ποταμοὺς ζέοντας κατοικίας τε ἀνατετραμμένας σποράδην, ὥστε πιστεύειν τοῖς θρυλουμένοις ὑπὸ τῶν ἐγχωρίων, ὡς ἄρα ὠικοῦντό ποτε τρισκαίδεκα πόλεις ἐνταῦθα, ὧν τῆς μητροπόλεως Σοδόμων σώζοιτο κύκλος ἑξήκοντά που σταδίων, ὑπὸ δὲ σεισμῶν καὶ ἀναφυσημάτων πυρὸς καὶ θερμῶν ὑδάτων ἀσφαλτωδῶν τε καὶ θειωδῶν | |
120 | ἡ λίμνη προπέσοι καὶ πέτραι πυρίληπτοι γένοιντο αἵ τε πόλεις αἳ μὲν καταποθεῖεν, ἃς δ’ ἐκλίποιεν οἱ δυνάμενοι φυγεῖν. Ἐρατοσθένης (V) δέ φησι τἀναντία, λιμναζούσης τῆς χώρας ἐκρήγμασιν ἀνακαλυφθῆναι τὴν πλείστην, καθάπερ τὴν † θάλατταν. (45) ἔστι δὲ καὶ ἐν τῆι Γαδαρίδι ὕδωρ μοχθηρὸν λιμναῖον, οὗ τὰ γευσάμενα κτήνη τρίχας καὶ ὁπλὰς καὶ κέρατα ἀποβάλλει. ἐν δὲ ταῖς καλουμέναις Ταριχέαις | |
125 | ἡ λίμνη μὲν ταριχείας ἰχθύων ἀστείας παρέχει, φύει δὲ δένδρα καρποφόρα, μηλέαις ἐμφερῆ. χρῶνται δ’ Αἰγύπτιοι τῆι ἀσφάλτωι πρὸς τὰς ταριχείας τῶν νεκρῶν. | |
1052 003.2a,87,F71 | STRABON XI 9, 3: εἰρηκότες δὲ πολλὰ περὶ τῶν Παρθικῶν νομίμων ἐν τῆι ἕκτηι τῶν Ἱστορικῶν Ὑπομνημάτων βίβλωι (91 F 1) .... παραλείψομεν ἐνταῦθα .... τοσοῦτον εἰπόντες μόνον, ὅτι τῶν Παρθυαίων συνέδριόν φησιν εἶναι Ποσειδώνιος διττόν, τὸ μὲν συγγενῶν, τὸ δὲ σοφῶν | |
5 | καὶ μάγων, ἐξ ὧν ἀμφοῖν τοὺς βασιλεῖς καθίστασθαι. | |
1052 003.2a,87,F72 | ATHEN. II 24 p. 45 F: οὐ δεῖ δὲ προπίνειν καθὰ τοὺς Καρ‐ μ〈α〉νούς φησι Ποσειδώνιος· τούτους γὰρ φιλοφρονουμένους ἐν τοῖς συμποσίοις λύειν τὰς ἐπὶ τῶι προσώπωι φλέβας καὶ τὸ καταρρέον αἷμα μιγνύντας τῶι πόματι προσφέρεσθαι, τέλος φιλίας νομίζοντας τὸ γεύεσθαι | |
5 | τοῦ ἀλλήλων αἵματος. | |
1052 003.2a,87,F73 | STRABON XVII 3, 4: φέρει δὲ (sc. ἡ Μαυρουσία) ..... πιθήκων τε πάμπολυ πλῆθος, περὶ ὧν καὶ Ποσειδώνιος εἴρηκεν, ὅτι πλέων ἐκ Γαδείρων εἰς τὴν Ἰταλίαν προσενεχθείη τῆι Λιβυκῆι παραλίαι καὶ ἴδοι τῶν θηρίων μεστόν τινα τούτωι ἁλιτενῆ δρυμόν, τῶν μὲν ἐπὶ τοῖς δέν‐ | |
5 | δρεσι, τῶν δ’ ἐπὶ γῆς, ἐχόντων ἐνίων καὶ σκύμνους καὶ ἐπεχόντων μαστόν· γελᾶν οὖν ὁρῶν βαρυμάστους, ἐνίους δὲ φαλακρούς, τοὺς δὲ κηλήτας καὶ ἄλλα τοιαῦτα ἐπιφαίνοντας σίνη. | |
1052 003.2a,87,F74 | STRABON I 2, 21: εἰσὶ δέ τινες, οἵ φασιν εἶναι δύο τοὺς | |
κυριωτάτους ἀνέμους Βορέαν καὶ Νότον, τοὺς δὲ ἄλλους κατὰ μικρὰν ἔγκλισιν διαφέρειν, τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν Εὖρον, χειμερινῶν δὲ Ἀπηλιώτην, δύσεων δὲ θερινῶν μὲν Ζέφυρον, χειμερινῶν δὲ Ἀργέστην. | ||
5 | τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρασυάλκην (24a 1 Diels) τε καὶ τὸν ποιητὴν αὐτὸν 〈τῶι〉 τὸν μὲν Ἀργέστην τῶι Νότωι προσνέμειν —‘ἀργέσταο Νότοιο‘ (Il. Λ 306; Φ 334)—, τὸν δὲ Ζέφυρον τῶι Βορέαι —‘Βορέης καὶ Ζέφυρος, τώ τε Θρήικηθεν ἄητον‘ (Ι 305). φησὶ δὲ Ποσει‐ δώνιος, μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν γνωρίμων περὶ | |
10 | ταῦτα, οἷον Ἀριστοτέλη Τιμοσθένη Βίωνα τὸν ἀστρολόγον, ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν Καικίαν, τὸν δὲ τούτωι κατὰ διάμετρον ἐναντίον Λίβα ἀπὸ δύσεως ὄντα χειμερινῆς, πάλιν δὲ τὸν μὲν ἀπὸ χειμερινῆς ἀνατολῆς Εὖρον, τὸν δ’ ἐναντίον Ἀργέστην, τοὺς δὲ μέσους Ἀπηλιώτην καὶ Ζέφυρον. τὸν δὲ ποιητὴν δυσαῆ μὲν Ζέφυρον λέγειν τὸν ὑφ’ ἡμῶν | |
15 | καλούμενον Ἀργέστην, λίγα δὲ πνέοντα Ζέφυρον τὸν ὑφ’ ἡμῶν Ζέφυρον, ἀργέστην δὲ Νότον τὸν Λευκόνοτον—οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ Νότου † ὅλου Εὔρου πως ὄντος· ‘ὡς ὁπότε Ζέφυρος νέφεα στυφελίξηι, ἀργέσταο Νότοιο βαθείηι λαίλαπι τύπτων‘ (Il. Λ 305). τὸν γὰρ δυσαῆ Ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ τοῦ Λευκο‐ | |
20 | νότου συναγόμενα ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ Νότου νῦν ἀργέστου λεγομένου. | |
1052 003.2a,87,F75 | PLIN. NH II 85: Posidonius non minus quadraginta stadiorum a terra altitudinem esse in quam nubila ac venti nubesque perveniant; inde purum liquidumque et inperturbatae lucis aera. sed a turbido ad lunam viciens centum milia stadiorum, inde ad solem quinquiens miliens; eo spatio fieri ut tam inmensa eius magnitudo non | |
5 | exurat terras. | |
1052 003.2a,87,F76 | STRABON II 5, 43: (lehre von den κλίματα) τὰ δὲ ἐπέ‐ κεινα, ἤδη πλησιάζοντα τῆι ἀοικήτωι διὰ ψῦχος, οὐκέτι χρήσιμα τῶι γεω‐ γράφωι ἐστίν. ὁ δὲ βουλόμενος καὶ ταῦτα μαθεῖν καὶ ὅσα ἄλλα τῶν οὐρανίων Ἵππαρχος μὲν εἴρηκεν, ἡμεῖς δὲ παραλείπομεν διὰ τὸ τρανότερα εἶναι | |
5 | τῆς νῦν προκειμένης πραγματείας, παρ’ ἐκείνου λαμβανέτω. τρανότερα δ’ ἐστὶ καὶ τὰ περὶ τῶν περισκίων καὶ ἀμφισκίων καὶ ἑτεροσκίων ἅ φησι Ποσειδώνιος (F 28 § 1—7). ὅμως δὲ καὶ τούτων τό γε τοσοῦτον ἐπιμνηστέον, ὥστε τὴν ἐπίνοιαν διασαφῆσαι καὶ πῆ χρήσιμον πρὸς τὴν γεωγραφίαν καὶ πῆ ἄχρηστον. ἐπεὶ δὲ περὶ τῶν ἀφ’ ἡλίου σκιῶν ὁ λόγος ἐστίν, ὁ | |
10 | δὲ ἥλιος πρὸς αἴσθησιν κατὰ παραλλήλου φέρεται, καθ’ οὗ καὶ ὁ κόσμος, παρ’ οἷς καθ’ ἑκάστην κόσμου περιστροφὴν ἡμέρα γίνεται καὶ νύξ, ὅτε | |
μὲν ὑπὲρ γῆς τοῦ ἡλίου φερομένου, ὅτε δ’ ὑπὸ γῆν, παρὰ τούτοις οἵ τε ἀμφίσκιοι ἐπινοοῦνται καὶ οἱ ἑτερόσκιοι. ἀμφίσκιοι μέν, ὅσοι κατὰ μέσον ἡμέρας τοτὲ μὲν ἐπὶ τάδε πιπτούσας ἔχουσι τὰς σκιάς, ὅταν ὁ ἥλιος ἀπὸ | ||
15 | μεσημβρίας τῶι γνώμονι προσπίπτηι τῶι ὀρθῶι πρὸς τὸ ὑποκείμενον ἐπίπεδον, τοτὲ δ’ εἰς τοὐναντίον, ὅταν ὁ ἥλιος εἰς τοὐναντίον περιστῆι· τοῦτο δὲ συμβέβηκε μόνοις τοῖς μεταξὺ τῶν τροπικῶν οἰκοῦσιν. ἑτερόσκιοι δ’ ὅσοις ἢ ἐπὶ τὴν ἄρκτον ἀεὶ πίπτουσιν, ὥσπερ ἡμῖν, ἢ ἐπὶ τὰ νότια, ὥσπερ τοῖς ἐν τῆι ἑτέραι εὐκράτωι ζώνηι οἰκοῦσι· τοῦτο δὲ συμβαίνει | |
20 | πᾶσι τοῖς ἐλάττονα ἔχουσι τοῦ τροπικοῦ τὸν ἀρκτικόν. ὅταν δὲ τὸν αὐτὸν ἢ μείζονα, ἀρχὴ τῶν περισκίων ἐστὶ μέχρι τῶν οἰκούντων ὑπὸ τῶι πόλωι. τοῦ γὰρ ἡλίου καθ’ ὅλην τὴν τοῦ κόσμου περιστροφὴν ὑπὲρ γῆς φερομένου, δηλονότι καὶ ἡ σκιὰ κύκλωι περιενεχθήσεται περὶ τὸν γνώμονα, καθὸ δὴ καὶ περισκίους αὐτοὺς ἐκάλεσεν, οὐδὲν ὄντας πρὸς τὴν γεωγραφίαν· οὐ | |
25 | γάρ ἐστιν οἰκήσιμα ταῦτα τὰ μέρη διὰ ψῦχος, ὥσπερ ἐν τοῖς πρὸς Πυθέαν λόγοις εἰρήκαμεν. ὥστ’ οὐδὲ τοῦ μεγέθους τῆς ἀοικήτου ταύτης φροντιστέον ἐκ τοῦ λαβεῖν, ὅτι οἱ ἔχοντες ἀρκτικὸν τὸν τροπικὸν ὑποπεπτώκασι τῶι γραφομένωι κύκλωι ὑπὸ τοῦ πόλου τοῦ ζωιδιακοῦ κατὰ τὴν τοῦ κόσμου περιστροφήν, ὑποκειμένου τοῦ μεταξὺ διαστήματος τοῦ τε ἰσημερινοῦ καὶ | |
30 | τοῦ τροπικοῦ τεττάρων ἑξηκοστῶν τοῦ μεγίστου κύκλου. | |
1052 003.2a,87,F77 | ACHILL. TAT. Isag. p. 67, 27 Maass: πρῶτος δὲ Παρμενίδης ... τὸν περὶ τῶν ζωνῶν ἐκίνησε λόγον. περὶ δὲ τοῦ ἀριθμοῦ αὐτῶν πολλὴ διαφωνία τοῖς μετ’ αὐτὸν γέγονεν· οἳ μὲν γὰρ ἓξ αὐτὰς εἶπον, ὡς Πολύβιος καὶ Ποσειδώνιος, τὴν διακεκαυμένην εἰς δύο διαιροῦντες, οἳ δὲ πέντε παρέλαβον, ὥσπερ Ἐρατοσθένης καὶ | |
5 | ἄλλοι πολλοί. s. F 28 § 4. | |
1052 003.2a,87,F78 | KLEOMED. De mot. circ. I 6 p. 56, 27 Ziegler: σχολαιό‐ τερον δέ, καθάπερ ἔφαμεν, τοῦ ἡλίου προσιόντος τοῖς τροπικοῖς καὶ ἀποχωροῦντος καὶ διὰ τοῦτο ἐπὶ πλέον περὶ αὐτοὺς ἐγχρονίζοντος καὶ οὐκ ὄντων ἀοικήτων τῶν ὑπ’ αὐτοῖς οὐδὲ τῶν ἔτι ἐνδοτέρω (ἡ γὰρ Συήνη | |
5 | ὑπὸ τῶι θερινῶι κεῖται κύκλωι, ἡ δ’ Αἰθιοπία ἔτι ταύτης ἐνδοτέρω), ἀπὸ τούτων ὁ Ποσειδώνιος τὸ ἐνδόσιμον λαβὼν καὶ πᾶν τὸ ὑπὸ τὸν ἰσημερινὸν κλίμα εὔκρατον εἶναι ὑπέλαβε. καὶ πέντε ζώνας εἶναι τῆς γῆς τῶν εὐδοκίμων φυσικῶν ἀποφηναμένων, αὐτὸς τὴν ὑπ’ ἐκείνων διακεκαῦσθαι λεγομένην οἰκουμένην καὶ εὔκρατον εἶναι ἀπεφήνατο. «ὅπου γὰρ» | |
10 | φησίν «ἐπὶ πλέον τοῦ ἡλίου περὶ τοὺς τροπικοὺς διατρί‐ βοντος, οὐκ ἔστιν ἀοίκητα τὰ ὑπ’ αὐτοῖς, οὐδὲ τὰ ἔτι τούτων ἐνδοτέρω, πῶς οὐκ ἂν πολὺ πλέον τὰ ὑπὸ τῶι ἰσημερινῶι εὔκρατα εἴη, ταχέως τῶι κύκλωι τούτωι καὶ προσίοντος τοῦ ἡλίου καὶ πάλιν ἴσωι τάχει ἀφισταμένου | |
15 | αὐτοῦ καὶ μὴ ἐγχρονίζοντος περὶ τὸ κλίμα, καὶ μὴν διὰ παντός» φησιν «ἴσης τῆς νυκτὸς τῆι ἡμέραι οὔσης ἐνταῦθα καὶ διὰ τοῦτο σύμμετρον ἐχούσης πρὸς ἀνάψυξιν τὸ διάστημα; καὶ τοῦ ἀέρος τούτου ἐν τῶι μεσαιτάτωι καὶ βαθυτάτωι τῆς σκιᾶς ὄντος, καὶ ὄμβροι γενήσονται καὶ | |
20 | πνεύματα δυνάμενα ἀναψύχειν τὸν ἀέρα· ἐπεὶ καὶ περὶ τὴν Αἰθιοπίαν ὄμβροι συνεχεῖς καταφέρεσθαι ἱστοροῦν‐ ται περὶ τὸ θέρος καὶ μάλιστα τὴν ἀκμὴν αὐτοῦ, ἀφ’ οὗ καὶ ὁ Νεῖλος πληθύειν τοῦ θέρους ὑπονοεῖται (F 28 § 7)». ὁ μὲν οὖν Ποσειδώνιος οὕτω φέρεται. καὶ δεήσει, ἂν οὕτως ἔχηι τὰ ὑπὸ | |
25 | τῶι ἰσημερινῶι, δὶς τοῦ ἔτους γίνεσθαι τὰς ὥρας παρ’ αὐτοῖς, ἐπειδὴ καὶ ὁ ἥλιος δὶς αὐτοῖς κατὰ κορυφὴν γίνεται, δύο γε ἰσημερίας ποιῶν. οἱ δὲ ἀντιλέγοντες τῆι δόξηι ταύτηι τοῦ Ποσειδωνίου ...... | |
1052 003.2a,87,F79 | STRABON XVII 1, 5: οἱ μὲν οὖν ἀρχαῖοι στοχασμῶι τὸ πλέον, οἱ δ’ ὕστερον αὐτόπται γενηθέντες ἤισθοντο ὑπὸ ὄμβρων θερινῶν πληρούμενον τὸν Νεῖλον, τῆς Αἰθιοπίας τῆς ἄνω κλυζομένης καὶ μάλιστα ἐν τοῖς ἐσχάτοις ὄρεσι, παυσαμένων δὲ τῶν ὄμβρων παυομένην κατ’ ὀλίγον τὴν πλημμυρίδα. τοῦτο δ’ | |
5 | ὑπῆρξε μάλιστα δῆλον τοῖς πλέουσι τὸν Ἀράβιον κόλπον μέχρι τῆς Κινναμωμοφόρου καὶ τοῖς ἐκπεμπομένοις ἐπὶ τὴν τῶν ἐλεφάντων θήραν καὶ εἴ τινες ἄλλαι χρεῖαι παρώξυνον ἐκεῖσε ἄνδρας προχειρίζεσθαι τοὺς τῆς Αἰγύπτου βασιλέας τοὺς Πτολε‐ μαικούς. οὗτοι γὰρ ἐφρόντισαν τῶν τοιούτων, διαφερόντως δ’ ὁ Φιλάδελφος ἐπι‐ κληθείς, φιλιστορῶν καὶ διὰ τὴν ἀσθένειαν τοῦ σώματος διαγωγὰς ἀεί τινας καὶ | |
10 | τέρψεις ζητῶν καινοτέρας. οἱ πάλαι δὲ βασιλεῖς οὐ πάνυ ἐφρόντισαν τῶν τοιούτων, καίπερ οἰκεῖοι σοφίας γεγονότες καὶ αὐτοὶ καὶ οἱ ἱερεῖς, μεθ’ ὧν ἦν αὐτοῖς ὁ πλείων βίος, ὥστε καὶ θαυμάζειν ἄξιον καὶ διὰ τοῦτο καὶ διότι Σέσωστρις τὴν Αἰθιοπίαν ἐπῆλθεν ἅπασαν μέχρι τῆς Κινναμωμοφόρου καὶ ὑπομνήματα τῆς στρατείας αὐτοῦ καὶ νῦν ἔτι δείκνυται στῆλαι καὶ ἐπιγραφαί. Καμβύσης τε τὴν Αἴγυπτον | |
15 | κατασχὼν προῆλθε καὶ μέχρι τῆς Μερόης μετὰ τῶν Αἰγυπτίων· καὶ δὴ καὶ τοὔνομα τῆι τε νήσωι καὶ τῆι πόλει τοῦτο παρ’ ἐκείνου τεθῆναί φασιν, ἐκεῖ τῆς ἀδελφῆς ἀποθανούσης αὐτῶι Μερόης (οἱ δὲ γυναῖκά φασι)· τὴν ἐπωνυμίαν οὖν ἐχαρίσατο αὐτῆι τιμῶν τὴν ἄνθρωπον. θαυμαστὸν οὖν πῶς ἐκ τῶν τοιούτων ἀφορμῶν οὐ τελέως ἐναργὴς ἦν ἡ περὶ τῶν ὄμβρων ἱστορία τοῖς τότε, καὶ ταῦτα τῶν ἱερέων φιλοπρα‐ | |
20 | γμονέστερον ἀναφερόντων εἰς τὰ ἱερὰ γράμματα καὶ ἀποτιθεμένων, ὅσα μάθησιν περιττὴν ἐπιφαίνει. εἰ γὰρ ἄρα, τοῦτ’ ἐχρῆν ζητεῖν, ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δήποτε θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῆι Θηβαίδι καὶ τῆι περὶ Συήνην οὐ συμπίπτουσιν ὄμβροι. τὸ δ’ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις, μὴ ζητεῖν μηδὲ τοιούτων δεῖσθαι μαρτύρων, οἵους Ποσειδώνιος εἴρηκε. φησὶ γὰρ | |
25 | Καλλισθένη (124 F 12) λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ Ἀριστοτέλους λαβόντα· ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος)· ἐκεῖνον δὲ παρ’ † ἄλλου· τὸν δὲ παρ’ Ὁμήρου διιπετέα | |
φάσκοντος τὸν Νεῖλον—‘ἂψ δ’ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο‘ (Od. δ 477). | ||
1052 003.2a,87,F80 | STRABON XVII 3, 10: Ποσειδώνιος δ’ οὐκ οἶδ’ εἰ ἀληθεύει φήσας ὀλίγοις καὶ μικροῖς διαρρεῖσθαι ποταμοῖς τὴν Λιβύην· αὐτοὺς γὰρ, οὓς Ἀρτεμίδωρος (V) εἴρηκε, τοὺς μεταξὺ τῆς Λυγγὸς καὶ Καρχηδόνος, καὶ πολλοὺς εἴρηκε καὶ μεγάλους. ἐν δὲ τῆι μεσογαίαι ταῦτ’ ἀληθέστερον | |
5 | εἰπεῖν. εἴρηκε δὲ τούτου τὴν αἰτίαν αὐτός· μὴ γὰρ κατομβρεῖσθαι τοῖς ἀρκτικοῖς μέρεσι, καθάπερ οὐδὲ τὴν Αἰθιοπίαν φασί. διὸ πολλάκις λοιμικὰ ἐμπίπτειν ὑπὸ αὐχμῶν καὶ τὰς λίμνας τελμάτων πίμπλασθαι καὶ τὴν ἀκρίδα ἐπιπολάζειν. ἔτι φησὶ τὰ μὲν ἀνατολικὰ ὑγρὰ εἶναι (τὸν γὰρ ἥλιον ἀνίσχοντα ταχὺ παραλλάττειν), τὰ δ’ ἑσπέρια ξηρά (ἐκεῖ γὰρ κατα‐ | |
10 | στρέφειν). ὑγρὰ γὰρ καὶ ξηρὰ τὰ μὲν παρ’ ὑδάτων ἀφθονίαν ἢ σπάνιν λέγεται, τὰ δὲ παρὰ τὴν τῶν ἡλίων· βούλεται δὲ λέγειν τὰ παρὰ τοὺς ἡλίους. ταῦτα δὲ πάντες ἀρκτικοῖς καὶ μεσημβρινοῖς κλίμασι ἀφορίζουσι. καὶ μὴν ἀνατολικά τε καὶ δυσμικά, τὰ μὲν πρὸς τὰς οἰκήσεις λεγόμενα, καθ’ ἑκάστην τὴν οἴκησιν καὶ τὴν μετά‐ πτωσιν τῶν ὁριζόντων ἄλλα καὶ ἄλλα ἐστίν, ὥστ’ οὐδ’ ἔνεστι καθολικῶς εἰπεῖν ἐπὶ | |
15 | τῶν ἀπεριλήπτων τὸ πλῆθος, ὅτι τὰ μὲν ἀνατολικὰ ὑγρά, τὰ δὲ δυσμικὰ ξηρά. ὡς δὲ λέγεται πρὸς τὴν οἰκουμένην ὅλην καὶ τὰς ἐσχατιὰς τὰς τοιαύτας, οἵα καὶ ἡ Ἰνδικὴ καὶ ἡ Ἰβηρία, λέγοι ἄν, εἰ ἄρα, τὴν τοιαύτην ἀπόφασιν. τίς οὖν ἡ πιθανό‐ της τῆς αἰτιολογίας; ἐν γὰρ περιφορᾶι συνεχεῖ τε καὶ ἀδιαλείπτωι τοῦ ἡλίου τίς ἂν εἴη καταστροφή; τό τε τάχος τῆς παραλλαγῆς πανταχοῦ ἴσον. ἄλλως τε παρὰ τὴν | |
20 | ἐνάργειάν ἐστι τὰ ἔσχατα τῆς Ἰβηρίας ἢ τῆς Μαυρουσίας τὰ πρὸς δύσιν ξηρὰ λέγειν ἁπάντων μάλιστα· καὶ γὰρ τὸ περιέχον εὔκρατον ἔχει καὶ πλείστων ὑδάτων εὐπορεῖ. εἰ δὲ τὸ καταστρέφειν τοιοῦτον εἴληπται, ὅτι ἐνταῦθα 〈κατὰ〉 τὰ ὕστατα τῆς οἰκου‐ μένης ὑπὲρ γῆς γίνεται, τί τοῦτο συντείνει πρὸς ξηρασίαν; καὶ γὰρ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις τῆς οἰκουμένης τοῖς ταὐτοκλινέσι, τὸν ἴσον διαλιπὼν χρόνον τὸν | |
25 | τῆς νυκτός, ἐπάνεισι πάλιν καὶ θερμαίνει τὴν γῆν. | |
1052 003.2a,87,F81 | STOBAE. Ecl. I 38 (Doxogr. Gr. 383 b 8): Ποσειδώνιος ὑπὸ μὲν τῆς σελήνης κινεῖσθαι τοὺς ἀνέμους, ὑπὸ δὲ τούτων τὰ πελάγη, ἐν οἷς τὰ προειρημένα γίγνεσθαι πάθη (sc. πλημμύρας καὶ ἀμπώτεις). | |
1052 003.2a,87,F82a | STRABON I 1, 9: Ἵππαρχος δ’ οὐ πιθανός ἐστιν ἀντι‐ λέγων τῆι δόξηι ταύτηι, ὡς οὔθ’ ὁμοιοπαθοῦντος τοῦ ὠκεανοῦ παντελῶς οὔτ’, εἰ δοθείη τοῦτο, ἀκολουθοῦντος αὐτῶι τοῦ σύρρουν εἶναι πᾶν τὸ κύκλωι πέλαγος τὸ Ἀτλαντικόν, πρὸς τὸ μὴ ὁμοιοπαθεῖν μάρτυρι χρώμενος Σελεύκωι | |
5 | τῶι Βαβυλωνίωι. ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς Ποσειδώνιον (F 28 § 8) ἀναβαλλόμεθα καὶ Ἀθηνόδωρον ἱκα‐ νῶς † διακρατήσαντας τὸν περὶ τούτων λόγον· πρὸς δὲ τὰ νῦν ἐπὶ τοσοῦτον | |
λέγομεν, ὅτι πρός τε τὴν ὁμοιοπάθειαν οὕτω βέλτιον νομίσαι τά τε οὐράνια συνέχοιτ’ ἂν κρεῖττον ταῖς ἐντεῦθεν ἀναθυμιάσεσιν, εἰ πλεῖον εἴη τὸ | ||
10 | ὑγρὸν περικεχυμένον. | |
1052 003.2a,87,F82b | —I 3, 12: περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος. | |
1052 003.2a,87,F83 | STRABON I 1, 7: ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώ‐ τεις, ‘ἀψορρόου ὠκεανοῖο‘ (Il. Σ 399; Od. υ 65) λέγοντι καὶ ‘τρὶς μὲν γάρ τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναροιβδεῖ‘ (Od. μ 105) ..... Ποσειδώνιος | |
5 | δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν καλυπτομένους τοτὲ δὲ γυμνου‐ μένους καὶ ἐκ τοῦ ποταμὸν φάναι τὸν ὠκεανὸν (Il. Ξ 245 ö.) εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς πλημμυρίδας ἐμφανίζεσθαι. | |
1052 003.2a,87,F84 | —III 3, 3: ὑψηλὸν δ’ ἐστὶ τὸ ἑωθινὸν (sc. μέρος τῆς Λυσιτανίας) καὶ τραχύ, ἡ δ’ ὑποκειμένη χώρα πεδιὰς πᾶσα καὶ μέχρι θαλάττης πλὴν ὀλίγων ὀρῶν οὐ μεγάλων. ἧι δὴ καὶ τὸν Ἀριστοτέλη φησὶν ὁ Ποσειδώνιος οὐκ ὀρθῶς αἰτιᾶσθαι τὴν παραλίαν 〈τῆς Ἰβηρίασ〉 καὶ τῆς | |
5 | Μαυρουσίας τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων· παλιρροεῖν γὰρ φάναι τὴν θάλατταν διὰ τὸ τὰς ἄκρας ὑψηλάς τε καὶ τραχείας εἶναι, δεχομένας τε τὸ κῦμα σκληρῶς καὶ ἀνταποδιδούσας [τῆι Ἰβηρίαι]. τἀναντία γὰρ θινώδεις εἶναι καὶ ταπεινὰς τὰς πλείστας, ὀρθῶς λέγων. | |
1052 003.2a,87,F85 | —III 5, 7: φησὶ δὲ ὁ Πολύβιος (XXXIV9, 5 BW) κρήνην ἐν τῶι Ἡρακλείωι τῶι ἐν Γαδείροις εἶναι βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ πότιμον, ἣν ταῖς παλιρροίαις τῆς θαλάττης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην. αἰτιᾶται δ’ ὅτι τὸ πνεῦμα τὸ ἐκ | |
5 | τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων, ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς, ὥστ’ ἀνα‐ βλύειν εὐπόρως. Ἀρτεμίδωρος (V) δὲ ἀντειπὼν τούτωι καὶ ἅμα παρ’ αὑτοῦ τινα | |
10 | θεὶς αἰτίαν, μνησθεὶς δὲ καὶ τῆς Σιλανοῦ δόξης τοῦ συγγραφέως (175 F 9) οὔ μοι δοκεῖ μνήμης ἄξια εἰπεῖν, ὡς ἂν ἰδιώτης περὶ ταῦτα καὶ αὐτὸς καὶ Σιλανός. Ποσειδώνιος δὲ ψευδῆ λέγων τὴν ἱστορίαν εἶναι ταύτην δύο φησὶν εἶναι φρέατα ἐν τῶι Ἡρακλείωι καὶ τρίτον ἐν τῆι πόλει. τῶν δ’ ἐν τῶι Ἡρα‐ κλείωι τὸ μὲν μικρότερον ὑδρευομένων συνεχῶς αὐθωρὸν καὶ ἐκλείπειν | |
15 | καὶ διαλειπόντων τῆς ὑδρείας πληροῦσθαι πάλιν· τὸ δὲ μεῖζον δι’ ὅλης τῆς ἡμέρας τὴν ὑδρείαν ἔχον, μειούμενον μέντοι, καθάπερ καὶ τἆλλα φρέατα πάντα, νύκτωρ πληροῦσθαι μηκέτι ὑδρευομένων. ἐπειδὴ δὲ συμ‐ πίπτει κατὰ τὸν τῆς συμπληρώσεως καιρὸν ἡ ἄμπωτις πολλάκις, πεπιστεῦ‐ | |
σθαι κενῶς ὑπὸ τῶν ἐγχωρίων τὴν ἀντιπάθειαν. ὅτι μὲν οὖν ἡ ἱστορία | ||
20 | πεπίστευται, καὶ οὗτος εἴρηκε καὶ ἡμεῖς ἐν τοῖς Παραδόξοις θρυλουμένην παρει‐ λήφαμεν. (8) οὐκ οἶδα δέ, πῶς κατ’ ἄλλα δεινοὺς ἀποφαίνων ὁ Ποσειδώνιος τοὺς Φοίνικας, ἐνταῦθα μωρίαν μᾶλλον ἢ δριμύτητα αὐτῶν κατέγνωκεν. ἡμέρα μὲν γὰρ καὶ νὺξ τῆι τοῦ ἡλίου περιφορᾶι μετρεῖται, τοτὲ μὲν ὑπὸ γῆς ὄντος τοτὲ δὲ ὑπὲρ γῆς φαινομένου. | |
25 | φησὶ δὲ τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον, τὴν μὲν ἡμερήσιον ἀποδιδοῦσαν, τὴν δὲ μηνιαίαν, τὴν δὲ ἐνιαυσιαίαν συμπαθῶς τῆι σελήνηι. ὅταν γὰρ αὕτη ζωιδίου μέγεθος ὑπερέχηι τοῦ ὁρίζοντος, ἄρχεσθαί τε διοιδεῖν τὴν θάλατταν καὶ ἐπιβαίνειν τῆς γῆς αἰσθητῶς μέχρι μεσουρανήσεως· ἐκκλίναντος δὲ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν τὸ πέλαγος | |
30 | κατ’ ὀλίγον, ἕως ἂν ζώιδιον ὑπερέχηι τῆς δύσεως ἡ σελήνη· εἶτα μένειν τοσοῦτον ἐν τῆι αὐτῆι καταστάσει χρόνον, ὅσον ἡ σελήνη συνάπτει πρὸς αὐτὴν τὴν δύσιν, καὶ ἔτι μᾶλλον τοσοῦτον, ὅσον κινηθεῖσα ὑπὸ γῆς ζώι‐ διον ἀπόσχοι ἂν τοῦ ὁρίζοντος· εἶτ’ ἐπιβαίνειν πάλιν ἕως τοῦ ὑπὸ γῆν μεσουρανήματος· εἶτ’ ἀναχωρεῖν, ἕως ἂν πρὸς τὰς ἀνατολὰς περιχωρήσασα | |
35 | ἡ σελήνη ζώιδιον τοῦ ὁρίζοντος ἀπόσχηι· μένειν δέ, μέχρις ἂν ζώιδιον ὑπὲρ γῆς μετεωρισθῆι, καὶ πάλιν ἐπιβαίνειν. ταύτην μὲν εἶναι λέγει τὴν ἡμερήσιον περίοδον. τὴν δὲ μηνιαίαν, ὅτι μέγισται μὲν αἱ παλίρροιαι γίνονται περὶ τὰς συνόδους, εἶτα μειοῦνται μέχρι διχοτόμου· πάλιν δ’ αὔξονται μέχρι πανσελήνου καὶ μειοῦνται πάλιν ἕως διχοτόμου φθινάδος· | |
40 | εἶθ’ ἕως τῶν συνόδων αἱ αὐξήσεις· πλεονάζειν δὲ καὶ χρόνωι καὶ τάχει τὰς αὐξήσεις. τὰς δ’ ἐνιαυσίας παρὰ τῶν ἐν Γαδείροις πυθέσθαι φησὶ λεγόντων, ὡς κατὰ θερινὰς τροπὰς μάλιστα αὔξοιντο καὶ αἱ ἀναχωρήσεις καὶ αἱ ἐπιβάσεις. εἰκάζει δ’ αὐτὸς ἀπὸ τῶν τροπῶν μειοῦσθαι μὲν ἕως ἰσημερίας, αὔξεσθαι δὲ ἕως χειμερινῶν τροπῶν· εἶτα μειοῦσθαι μέχρι | |
45 | ἐαρινῆς ἰσημερίας, εἶτ’ αὔξεσθαι μέχρι θερινῶν τροπῶν. τῶν δὲ περιόδων τούτων οὐσῶν καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα .... τεταγμένως δὲ καὶ τῶι ἡμερησίωι χρόνωι καὶ τῶι νυκτερινῶι, πῶς οἷόν τε πολλάκις μὲν συμβαίνειν κατὰ τὰς ἀμπώ‐ τεις τὴν πλήρωσιν τοῦ φρέατος, μὴ πολλάκις δὲ τὴν λειψυδρίαν; ἢ πολλάκις μέν, μὴ ἰσάκις δέ; ἢ καὶ ἰσάκις δέ, τοὺς δὲ Γαδειρίτας ταῦτα μὲν μὴ ἱκανοὺς γενέσθαι | |
1052 003.2a,87,F85(50) | τηρῆσαι τὰ καθ’ ἡμέραν γινόμενα, τὰς δ’ ἐνιαυσίους περιόδους ἐκ τῶν ἅπαξ συμβαι‐ νόντων κατ’ ἔτος τηρῆσαι [τὰ καθ’ ἡμέραν γινόμενα]. ἀλλὰ μὴν ὅτι γε πιστεύει αὐτοῖς, δῆλον ἐξ ὧν καὶ προσεικάζει γίνεσθαι τὰς μειώσεις καὶ πάλιν αὐξήσεις ἀπὸ τροπῶν ἐπὶ τροπάς τε ἑτέρας κἀκεῖθεν πάλιν ἐπανόδους. καὶ μὴν οὐδὲ ἐκεῖνο εἰκός, ὅτι τηρητικοὶ ὄντες τὰ μὲν συμβαίνοντα οὐκ εἶδον, τοῖς δὲ μὴ συμβαίνουσιν ἐπίστευσαν. | |
1052 003.2a,87,F86 | STRABON III 5, 9: φησὶ δ’ οὖν Σέλευκον τὸν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης καὶ ἀνωμαλίαν τινὰ ἐν τούτοις καὶ ὁμαλότητα λέγειν κατὰ τὰς τῶν ζωιδίων διαφοράς· ἐν μὲν γὰρ τοῖς ἰσημερινοῖς ζωιδίοις τῆς σελήνης οὔσης ὁμαλίζειν τὰ πάθη, ἐν δὲ τοῖς τροπικοῖς ἀνωμαλίαν | |
5 | εἶναι καὶ πλήθει καὶ τάχει, τῶν δ’ ἄλλων ἑκάστου κατὰ τοὺς συνεγγισμοὺς εἶναι τὴν ἀναλογίαν. αὐτὸς δὲ κατὰ τὰς θερινὰς τροπὰς περὶ τὴν πανσέληνόν φησιν ἐν τῶι Ἡρακλείωι γενόμενος τῶι ἐν Γαδείροις πλείους ἡμέρας μὴ δύνασθαι συνεῖναι τὰς ἐνιαυσίους διαφοράς. περὶ μέντοι τὴν σύνοδον ἐκείνου τοῦ | |
10 | μηνὸς τηρῆσαι μεγάλην παραλλαγὴν ἐν Ἰλίπαι τῆς τοῦ Βαίτιος ἀνακοπῆς παρὰ τὰς ἔμπροσθεν, ἐν αἷς οὐδὲ ἕως ἡμίσους τὰς ὄχθας ἔβρεχε· τότε δ’ ὑπερχεῖσθαι τὸ ὕδωρ, ὥστ’ ὑδρεύεσθαι τοὺς στρατιώτας αὐτόθι· διέχει δ’ ἡ Ἴλιπα τῆς θαλάττης περὶ ἑπτακοσίους σταδίους. τῶν δ’ ἐπὶ θαλάττηι πεδίων καὶ ἐπὶ τριάκοντα σταδίους εἰς βάθος καλυπτομένων ὑπὸ τῆς | |
15 | πλημμυρίδος, ὥστε καὶ νήσους ἀπολαμβάνεσθαι, τὸ τῆς κρηπῖδος ὕψος τῆς τε τοῦ νεὼ τοῦ ἐν τῶι Ἡρακλείωι καὶ τῆς τοῦ χώματος, ὃ τοῦ λιμένος πρόκειται τοῦ ἐν Γαδείροις, οὐδ’ ἐπὶ δέκα πήχεις καλυπτόμενον ἀνα‐ μετρῆσαί φησι· κἂν προσθῆι δέ τις τὸ διπλάσιον τούτου κατὰ τὰς γενο‐ μένας ποτὲ παραυξήσεις, 〈οὐδ’〉 οὕτω παρασχεῖν ἂν τὴν ἔμφασιν, ἣν ἐν | |
20 | τοῖς πεδίοις παρέχεται τὸ μέγεθος τῆς πλημμυρίδος. τοῦτο μὲν δὴ τὸ πάθος κοινὸν ἱστορεῖται κατὰ πᾶσαν τὴν κύκλωι παρωκεανῖτιν· τὸ δὲ τοῦ Ἴβηρος ποταμοῦ καινὸν καὶ ἴδιόν φησιν οὗτος· πλημμυρεῖν γὰρ ἔσθ’ ὅπου [τε] καὶ χωρὶς ὄμβρων καὶ χιόνων, ἐπειδὰν τὰ βόρεια πνεύματα πλεονάσηι. αἰτίαν δ’ εἶναι τὴν λίμνην, δι’ ἧς ῥεῖ· | |
25 | συνεκβάλλεσθαι γὰρ τὸ λιμναῖον ὑπὸ τῶν ἀνέμων. | |
1052 003.2a,87,F87 | STRABON I 3, 16: ἀνὰ μέσον γὰρ Θήρας καὶ Θηρασίας ἐκπε‐ σοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ’ ἡμέρας τέσσαρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέ‐ γεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατ’ ὀλίγον ἐξαιρομένην ὡς ἂν ὀργανικῶς καὶ συντιθεμένην ἐκ μύδρων νῆσον ἐπέχουσαν δώδεκα σταδίων τὴν περίμετρον. μετὰ δὲ | |
5 | τὴν παῦλαν τοῦ πάθους ἐθάρρησαν πρῶτοι Ῥόδιοι θαλαττοκρατοῦντες ἐπιπροσπλεῦ‐ σαι τῶι τόπωι καὶ Ποσειδῶνος Ἀσφαλίου ἱερὸν ἱδρύσασθαι κατὰ τὴν νῆσον. ἐν δὲ τῆι Φοινίκηι φησὶν Ποσειδώνιος γενομένου σεισμοῦ καταποθῆναι πόλιν ἱδρυμένην ὑπὲρ Σιδόνος, καὶ αὐτῆς δὲ Σιδόνος σχεδόν τι τὰ δύο μέρη πεσεῖν, ἀλλ’ οὐκ ἀθρόως, ὥστε μὴ πολὺν φθόρον ἀνθρώπων γενέ‐ | |
10 | σθαι. τὸ δ’ αὐτὸ πάθος καὶ ἐπὶ τὴν Συρίαν ὅλην διέτεινε, μετρίως δέ πως. διέβη δὲ καὶ ἐπί τινας νήσους τάς τε Κυκλάδας καὶ τὴν Εὔβοιαν, ὥστε τῆς Ἀρεθούσης (ἔστι δ’ ἐν Χαλκίδι κρήνη) τὰς πηγὰς ἀποτυφλωθῆναι, | |
συχναῖς δ’ ἡμέραις ὕστερον ἀναβλύσαι κατ’ ἄλλο στόμιον, μὴ παύεσθαι δὲ σειομένην τὴν νῆσον κατὰ μέρη, πρὶν ἢ χάσμα γῆς ἀνοιχθὲν ἐν τῶι | ||
15 | Ληλάντωι πεδίωι πηλοῦ διαπύρου ποταμὸν ἐξήμεσε. (17) πολλῶν δὲ συνα‐ γωγὰς ποιησαμένων τοιαύτας, ἀρκέσει τὰ ὑπὸ τοῦ Σκηψίου Δημητρίου (V) συνηγμένα οἰκείως παρατεθέντα ........ ἡ δὲ Φάρος ἡ κατ’ Αἴγυπτον ἦν ποτε πελαγία, νῦν δὲ τρόπον τινὰ χερρόνησος γέγονεν· ὡς δ’ αὕτως καὶ Τύρος καὶ Κλαζομεναί. ...... οὐδὲν οὖν θαυμαστόν, οὐδ’ εἴ ποτε διαστὰς ὁ ἰσθμὸς ἢ ἵζημα λαβὼν ὁ διείργων | |
20 | τὸ Αἰγύπτιον πέλαγος ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης (F 101) ἀποφανεῖ πορθμὸν καὶ σύρρουν ποιήσει τὴν ἐκτὸς θάλατταν τῆι ἐντός, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς Ἡρα‐ κλέους στήλας πορθμοῦ συνέβη .... (18) τόν τε Πειραιᾶ νησιάζοντα πρότερον καὶ πέραν τῆς ἀκτῆς κείμενον οὕτως φασὶν ὀνομασθῆναι. ὑπεναντίως δ’ ἡ Λευκὰς Κορινθίων τὸν ἰσθμὸν διακοψάντων νῆσος γέγονεν, ἀκτὴ πρότερον οὖσα· περὶ ταύτης | |
25 | γάρ φασι λέγειν τὸν Λαέρτην (Od. ω 376) ‘οἷος Νήριτον εἷλον ἐυκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο.‘ ἐνταῦθα μὲν δὴ διακοπαὶ χειρότμητοι γεγόνασιν, ἀλλαχόθι δὲ προσχώσεις ἢ γεφυρώσεις, καθάπερ ἐπὶ τῆς πρὸς Συρακούσαις νήσου νῦν μὲν γέφυρά ἐστιν ἡ συνάπτουσα αὐτὴν πρὸς τὴν ἤπειρον, πρότερον δὲ χῶμα, ὥς φησιν Ἴβυκος (F 21 Diehl) λογαίου λίθου, ὃν καλεῖ ἐκλεκτόν. Βοῦρα δὲ καὶ Ἑλίκη ἡ μὲν ὑπὸ | |
30 | χάσματος, ἡ δ’ ὑπὸ κύματος ἠφανίσθη. [ἡ] περὶ Μεθώνην δὲ τὴν ἐν τῶι Ἑρμιονικῶι κόλπωι ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη γενηθέντος ἀναφυσήματος φλογώδους, μεθ’ ἡμέραν μὲν ἀπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὀδμῆς, νύκτωρ δ’ εὐῶδες, ἐκλάμπον πόρρω καὶ θερμαῖνον, ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίους πέντε, θολερὰν δ’ εἶναι καὶ ἐπὶ εἴκοσι σταδίους, προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων | |
35 | οὐκ ἐλάττοσιν. ὑπὸ δὲ τῆς Κωπαίδος λίμνης ἥ τε Ἄρνη κατεπόθη καὶ Μίδεια, ἃς ὠνόμακεν ὁ ποιητὴς ἐν τῶι καταλόγωι (Il. Β 507) ‘οἵ τε πολυστάφυλον Ἄρνην ἔχον οἵ τε Μίδειαν‘. καὶ ὑπὸ τῆς Βιστονίδος δὲ καὶ τῆς νῦν Ἀφνίτιδος λίμνης ἐοίκασι κατακεκλύσθαι πόλεις τινὲς Θραικῶν· οἱ δὲ καὶ Τρηρῶν ὡς συνοίκων τοῖς Θραιξὶν ὄντων. καὶ ἡ πρότερον δὲ Ἀρτεμίτα λεγομένη μία τῶν Ἐχινάδων νήσων ἤπειρος | |
40 | γέγονε· καὶ ἄλλας δὲ τῶν περὶ τὸν Ἀχελῶον νησίδων τὸ αὐτὸ πάθος φησὶ παθεῖν ἐκ τῆς ὑπὸ τοῦ ποταμοῦ προσχώσεως τοῦ πελάγους· συγχοῦνται δὲ καὶ αἱ λοιπαί, ὡς Ἡρόδοτός φησι (II 10). καὶ Αἰτωλικαὶ δέ τινες ἄκραι εἰσὶ νησίζουσαι πρότερον, καὶ ἡ Ἀστερία ἤλλακται, ἣν Ἀστερίδα φησὶν ὁ ποιητής (Od. δ 844): ‘ἔστι δέ τις νῆσος μέσσηι ἁλὶ πετρήεσσα Ἀστερίς, οὐ μεγάλη, λιμένες δ’ ἐνὶ ναύλοχοι αὐτῆι ἀμφίδυμοι‘· | |
45 | νυνὶ δὲ οὐδ’ ἀγκυροβόλιον εὐφυὲς ἔχει. ἔν τε τῆι Ἰθάκηι οὐδέν ἐστιν ἄντρον τοιοῦτον οὐδὲ Νυμφαῖον, οἷόν φησιν Ὅμηρος (Od. ν 103)· βέλτιον δὲ αἰτιᾶσθαι μεταβολὴν ἢ ἄγνοιαν ἢ κατάψευσιν τῶν τόπων κατὰ τὸ μυθῶδες. τοῦτο μὲν δὴ ἀσαφὲς ὂν 〈ἐῶ〉 ἐν κοινῶι σκοπεῖν. (19) ἡ δὲ Ἄντισσα νῆσος ἦν πρότερον, ὡς Μυρσίλος (III) | |
φησί· τῆς 〈γὰρ〉 Λέσβου καλουμένης πρότερον Ἴσσης, καὶ τὴν νῆσον Ἄντισσαν | ||
1052 003.2a,87,F87(50) | καλεῖσθαι συνέβη· νῦν δὲ τῆς Λέσβου πόλις ἐστίν. οἱ δὲ καὶ τὴν Λέσβον τῆς Ἴδης ἀπερ‐ ρωγέναι πεπιστεύκασι, καθάπερ τὴν Προχύτην καὶ τὴν Πιθηκοῦσσαν τοῦ Μισηνοῦ, τὰς δὲ Καπρέας τοῦ Ἀθηναίου, τὴν Σικελίαν δὲ τῆς Ῥηγίνης, τὴν Ὄσσαν δὲ τοῦ Ὀλύμπου· γε‐ γόνασι γὰρ καὶ περὶ ταῦτα τοιαῦται μεταβολαί. καὶ ὁ Λάδων δὲ ὁ ἐν Ἀρκαδίαι ἐπέσχε ποιὲ τὸ ῥεῦμα. Δοῦρις (76 F 54) δὲ τὰς Ῥάγας | |
55 | τὰς κατὰ Μηδίαν ὠνομάσθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης τῆς περὶ τὰς Κασπίους πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας, καὶ ποταμοὺς ποικίλας μεταβολὰς δέξασθαι. Ἴων δὲ περὶ τῆς | |
60 | Εὐβοίας φησὶν ἐν Ὀμφάληι Σατύροις (F 18 N2)· ‘Εὐβοίδα μὲν γῆν λεπτὸς Εὐρίπου κλύδων Βοιωτίας ἐχώρις’, ἀκτὴν ἐκτεμὼν προβλῆτα πορθμῶι‘. (20) Δημήτριος δ’ ὁ Καλλατιανὸς (85 F 6) τοὺς καθ’ ὅλην τὴν Ἑλλάδα γενομένους ποτὲ σεισμοὺς διηγού‐ μενος .... λέγουσι δὲ καὶ τῆς Ἀταλάντης τῆς πρὸς Εὐβοίαι τὰ μέσα ῥήγματος γενο‐ μένου διάπλουν δέξασθαι, μεταξὺ καὶ τῶν πεδίων ἔνια καὶ μέχρι εἴκοσι σταδίων | |
65 | ἐπικλυσθῆναι καὶ τριήρη τινὰ ἐκ τῶν νεωρίων ἐξαιρεθεῖσαν ὑπερπεσεῖν τοῦ τείχους | |
1052 003.2a,87,F87a | STRABON XI 9, 1: τοὔνομα δὲ ταῖς Ῥάγαις ἀπὸ τῶν γενομένων σεισμῶν γενέσθαι φασίν, ὑφ’ ὧν πό‐ λεις τε συχναὶ καὶ κῶμαι δισχίλιαι, | |
5 | ὡς Ποσειδώνιός φησι, ἀνετράπησαν. | |
1052 003.2a,87,F88 | STRABON VI 2, 11: Ποσειδώνιος δὲ κατὰ τὴν ἑαυτοῦ μνήμην φησὶ περὶ τροπὰς θερινὰς ἅμα τῆι ἕωι μεταξὺ τῆς Ἱερᾶς καὶ τῆς Εὐωνύμου πρὸς ὕψος ἀρθεῖσαν ἐξαίσιον τὴν θάλατταν ὁραθῆναι καὶ συμμεῖναί τινα χρόνον ἀναφυσωμένην συνεχῶς, εἶτα παύσασθαι. τοὺς δὲ | |
5 | τολμήσαντας προσπλεῖν, ἰδόντας νεκροὺς ἰχθύας ἐλαυνομένους ὑπὸ τοῦ ῥοῦ [τοὺς δὲ] καὶ θέρμηι καὶ δυσωδίαι πληγέντας φυγεῖν· ἓν δὲ τῶν πλοιαρίων τὸ μᾶλλον πλησιάσαν τοὺς μὲν τῶν ἐνόντων ἀποβαλεῖν, τοὺς δ’ εἰς Λιπάραν μόλις σῶσαι, τοτὲ μὲν ἔκφρονας γινομένους ὁμοίως τοῖς ἐπιληπτικοῖς τοτὲ δὲ ἀνατρέχοντας εἰς τοὺς οἰκείους λογισμούς. πολλαῖς | |
10 | δ’ ἡμέραις ὕστερον ὁρᾶσθαι πηλὸν ἐπανθοῦντα τῆι θαλάττηι, πολλαχοῦ δὲ καὶ φλόγας ἐκπιπτούσας καὶ καπνοὺς καὶ λιγνύας· ὕστερον δὲ παγῆναι καὶ γενέσθαι τοῖς μυλίαις λίθοις ἐοικότα τὸν πάγον. τὸν δὲ τῆς Σικελίας στρατηγὸν Τίτον Φλαμινῖ〈ν〉ον δηλῶσαι τῆι συγκλήτωι, τὴν δὲ πέμψασαν ἐκθύσασθαι ἔν τε τῶι νησιδίωι καὶ ἐν Λιπάραις τοῖς τε καταχθονίοις | |
15 | θεοῖς καὶ τοῖς θαλαττίοις. | |
1052 003.2a,87,F89 | —V 1, 8: Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον καταπίπτειν εἰς βέρεθρον, εἶθ’ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν καὶ τριάκοντα σταδίους ἐπὶ τῆι θαλάττηι τὴν ἐκβολὴν | |
ποιεῖσθαι. | ||
1052 003.2a,87,F90 | —IV 1, 7: μεταξὺ γὰρ τῆς Μασσαλίας καὶ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ πεδίον ἐστὶ τῆς θαλάττης διέχον εἰς ἑκατὸν σταδίους, τοσοῦτον δὲ καὶ τὴν διάμετρον, κυκλοτερὲς τὸ σχῆμα· καλεῖται δὲ Λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος· μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν, ὑποπεφυ‐ | |
5 | κυῖαν ἐχόντων αὑτοῖς ἄγρωστιν, ἀφ’ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν· ἐν μέσωι δ’ ὕδατα καὶ ἁλυκίδες ἐνίστανται καὶ ἅλες. ἅπασα μὲν οὖν καὶ ἡ ὑπερκειμένη χώρα προσήνεμός ἐστι, διαφερόντως δ’ εἰς τὸ πεδίον τοῦτο 〈τὸ〉 μελαμβόρειον καταιγίζει, πνεῦμα βίαιον καὶ φρικῶδες· φασὶ γοῦν σύρεσθαι καὶ κυλινδεῖσθαι τῶν λίθων ἐνίους, κατακλᾶσθαι δὲ τοὺς | |
10 | ἀνθρώπους ἀπὸ τῶν ὀχημάτων καὶ γυμνοῦσθαι καὶ ὅπλων καὶ ἐσθῆτος ἀπὸ τῆς ἐμπνοῆς. Ἀριστοτέλης (Meteor. II 8, 44) μὲν οὖν φησιν ὑπὸ σεισμῶν τῶν καλουμένων βραστῶν ἐκπεσόντας τοὺς λίθους εἰς τὴν ἐπι‐ φάνειαν συνολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων. Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ καὶ διὰ τοῦτο εἰς πλείονας μερισθῆναι | |
15 | λίθους, καθάπερ τοὺς ποταμίους κάχληκας καὶ τὰς ψήφους τὰς αἰγιαλί‐ τιδας, ὁμοίους δὲ καὶ λείους καὶ ἰσομεγέθεις 〈πρὸσ〉 τῆι ὁμοιότητι. ...... τὸ μέντοι δυσαπολόγητον Αἰσχύλος καταμαθὼν ἢ παρ’ ἄλλου λαβὼν εἰς μῦθον ἐξετόπισε. φησὶ γοῦν Προμηθεὺς παρ’ αὐτῶι (F 199 N2), καθηγούμενος Ἡρακλεῖ τῶν ὁδῶν τῶν ἀπὸ Καυκάσου πρὸς τὰς Ἑσπερίδας· | |
20 | ‘ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν, ἔνθ’ οὐ μάχης, σάφ’ οἶδα, καὶ θοῦρός περ ὢν μέμψει· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ἐνταῦθ’, ἑλέσθαι δ’ οὔ τιν’ ἐκ γαίας λίθον ἕξεις, ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός. ἰδὼν δ’ ἀμηχανοῦντά ς’ ὁ Ζεὺς οἰκτερεῖ, νεφέλην δ’ ὑποσχὼν νιφάδι γογγύλων πέτρων ὑπόσκιον θήσει χθόν’, οἷς ἔπειτα σὺ βαλὼν διώσει ῥαιδίως Λίγυν | |
25 | στρατόν.‘ «ὥσπερ οὐ κρεῖττον ὄν» φησὶν ὁ Ποσειδώνιος «εἰς αὐτοὺς τοὺς Λίγυας ἐμβαλεῖν τοὺς λίθους καὶ κατα‐ χῶσαι πάντας ἢ τοσούτων δεόμενον ποιῆσαι λίθων τὸν Ἡρακλέα.» | |
1052 003.2a,87,F91 | —I 3, 8—9: αἴτιον δὲ τοῦ μὴ φθάνειν τὴν χοῦν εἰς τὸ πέλαγος προιοῦσαν τὴν ὑπὸ τῶν ποταμῶν καταφερομένην τὸ τὴν θάλατταν ἀνακόπτειν αὐτὴν εἰς τοὐπίσω, παλιρροοῦσαν φύσει. ἔοικε γὰρ τοῖς ζώιοις, καὶ καθάπερ ἐκεῖνα συνεχῶς ἀναπνεῖ τε καὶ ἐκπνεῖ, τὸν αὐτὸν | |
5 | τρόπον καὶ αὐτὴ ἐξ αὑτῆς τε καὶ εἰς ἑαυτὴν συνεχῶς παλινδρομικήν τινα | |
κινουμένη κίνησιν. δῆλον δὲ τῶι ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶτι κατὰ τὴν κυμά‐ τωσιν· ἅμα γὰρ κλύζονται οἱ πόδες καὶ γυμνοῦνται καὶ πάλιν κλύζονται, καὶ τοῦτο συνεχῶς. τῶι δὲ κλύδωνι καὶ κῦμα ἐπιτρέχει, κἂν γαληνότατον ἦι. ἐπιφερόμενον 〈δ’〉 ἔχει τινὰ βίαν πλείω καὶ ἀπορρίπτει πᾶν τὸ | ||
10 | ἀλλότριον εἰς τὴν γῆν—‘πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε‘ (Il. Ι 7). μᾶλλον μὲν οὖν ἐν ἀνέμωι συμβαίνει τοῦτο, ἀλλὰ καὶ ἐν νηνεμίαι καὶ ἐν ἀπογαίοις πνεύμασιν· οὐδὲν γὰρ ἧττον ἐπὶ γῆν φέρεται τὸ κῦμα ὑπεναν‐ τίως τῶι ἀνέμωι, ὡς ἂν ἰδίαν τινὰ τῆς θαλάττης κίνησιν συγκινούμενον αὐτῆι. τοιοῦτον δὲ καὶ τὸ ‘ἀμφὶ δέ τ’ ἄκρας κυρτὸν ἐὸν κορυφοῦται, | |
15 | ἀποπτύει δ’ ἁλὸς ἄχνην‘ (Il. Δ 425) καὶ τὸ ‘ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω‘ (Il. Ρ 265). (9) ἡ μὲν οὖν ἔφοδος τοῦ κύματος ἔχει τινὰ βίαν, ὥστ’ ἀπωθεῖσθαι τὸ ἀλλότριον. καὶ δὴ καὶ κάθαρσίν τινα τῆς θαλάττης ταύτην φασί, καθ’ ἣν καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ναυάγια εἰς γῆν ἐκκυμαίνεται. ἡ δ’ ἀναχώρησις οὐκ ἔχει τοσαύτην βίαν, ὥστε | |
20 | νεκρὸν ἢ ξύλον ἢ τὸ κουφότατον, φελλόν, † ὑπὸ τοῦ κύματος εἰς γῆν ἀναβληθῆναι οὕτω δὲ καὶ τῶν πλησίον ἀκτῆς τόπων εἰς τὸ πέλαγος προ‐ πεσεῖν ὑποληφθέντων ὑπὸ τοῦ κύματος. οὕτω δὴ καὶ τὴν χοῦν καὶ τὸ σὺν αὐτῆι τεθολωμένον ὕδωρ ἐκκυμαίνεσθαι συμβαίνει, καὶ τοῦ βάρους ἅμα συνεργοῦντος, ὥστε θᾶττον κατενεχθῆναι πρὸς τὴν γῆν κάτω, πρὶν | |
25 | εἰς τὸ πρόσω πελαγίσαι. καὶ γὰρ ἡ τοῦ ποταμοῦ βία παύεται μικρὸν προελθοῦσα τοῦ στόματος. οὕτω μὲν οὖν ἐνδέχεται προσχωσθῆναι τὸ πέλαγος πᾶν ἀπὸ τῶν αἰγιαλῶν ἀρξάμενον, ἂν συνεχεῖς ἔχηι τὰς ἐκ τῶν ποταμῶν ἐπιρρύσεις. τοῦτο δ’ ἂν συμβαίη, κἂν τοῦ Σαρδωνίου πελάγους βαθύτερον ὑποθώμεθα τὸν Πόντον, ὅπερ λέγεται τῶν ἀναμετρηθέντων | |
30 | βαθύτατόν που χιλίων ὀργυιῶν, ὡς Ποσειδώνιός φησιν. (10) τὴν μὲν οὖν τοιαύτην αἰτιολογίαν ἧττον ἄν τις ἀποδέξαιτο· μᾶλλον δ’ ἀπὸ τῶν φανερωτέρων καὶ τῶν καθ’ ἡμέραν τρόπον τινὰ ὁρωμένων ἀναπτέον τὸν λόγον. | |
1052 003.2a,87,F92 | STRABON VI 2, 3: ὑπέρκειται δὲ μάλιστα τῆς Κατάνης ἡ Αἴτνη, καὶ τῶν περὶ τοὺς κρατῆρας παθῶν πλεῖστον κοινωνεῖ· καὶ γὰρ οἱ ῥύακες εἰς τὴν Καταναίαν ἐγγυτάτω καταφέρονται καὶ τὰ περὶ τοὺς εὐσεβεῖς ἐκ〈εῖ〉 τεθρύληται τὸν Ἀμφίνομον καὶ τὸν Ἀναπίαν, οἳ τοὺς | |
5 | γονέας ἐπὶ τῶν ὤμων ἀράμενοι διέσωσαν ἐπιφερομένου τοῦ κακοῦ. ὅταν, | |
† τῶι Ποσειδώνι〈οσ〉, † φαίνηται τὰ περὶ τὸ ὄρος, κατατεφροῦται πολλῶι βάθει τὰ Καταναίων χωρία. ἡ μὲν οὖν σποδός, λυπήσασα πρὸς καιρόν, εὐεργετεῖ τὴν χώραν χρόνοις ὕστερον· εὐάμπελον γὰρ παρέχεται καὶ χρηστόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου. τάς τε ῥίζας, 〈ἃσ〉 | ||
10 | ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαίνειν [δ’] ἐπὶ τοσοῦτον τὰ πρόβατά φασιν, ὥστε πνίγεσθαι· διόπερ ἐκ τῶν ὤτων ἀφαιροῦσιν αἷμα δι’ ἡμερῶν τεσσάρων ἢ πέντε, καθάπερ τοῦτο καὶ κατὰ τὴν Ἐρύθειαν συμβαῖνον εἰρή‐ καμεν (III 5, 4). ὁ δὲ ῥύαξ εἰς πῆξιν μεταβάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφ’ ἱκανὸν βάθος, ὥστε λατομίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι | |
15 | βουλομένοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν. τακείσης γὰρ ἐν τοῖς κρατῆρσι τῆς πέτρας, εἶτ’ ἀναβληθείσης τὸ ὑπερχυθὲν τῆς κορυφῆς ὑγρὸν πηλός ἐστι μέλας, ῥέων κατὰ τῆς ὀρεινῆς· εἶτα πῆξιν λαβὼν γίνεται λίθος μυλίας, τὴν αὐτὴν φυλάττων χρόαν, ἣν ῥέων εἶχε. καὶ ἡ σποδὸς δὲ καιομένων τῶν λίθων ὡς ἀπὸ τῶν ξύλων γίνεται. καθάπερ οὖν τὸ | |
20 | πήγανον τῆι ξυλίνηι σποδῶι τρέφεται, τοιοῦτον ἔχειν τι οἰκείωμα πρὸς τὴν ἄμπελον εἰκὸς τὴν Αἰτναίαν σποδόν. | |
1052 003.2a,87,F93 | —VII 5, 8: ἐν δὲ τῆι χώραι τῶν Ἀπολλωνιατῶν καλεῖταί τι Νυμφαῖον, πέτρα δ’ ἐστὶ πῦρ ἀναδιδοῦσα· ὑπ’ αὐτῆι δὲ κρῆναι ῥέουσι χλιαροῦ καὶ ἀσφάλτου, καιομένης, ὡς εἰκός, τῆς βώλου τῆς ἀσφαλτίτιδος. μέταλλον δ’ αὐτῆς ἐστὶ πλησίον ἐπὶ λόφου· τὸ δὲ τμηθὲν | |
5 | ἐκπληροῦται πάλιν τῶι χρόνωι, τῆς ἐγχωννυμένης εἰς τὰ ὀρύγματα γῆς μεταβαλλούσης εἰς ἄσφαλτον, ὥς φησι Ποσειδώνιος (F 70 p. 261, 39). λέγει δ’ ἐκεῖνος καὶ τὴν ἀμπελῖτιν γῆν ἀσφαλτώδη τὴν ἐν Σελευκείαι τῆι Πιερίαι μεταλλευομένην ἄκος τῆς φθειριώσης ἀμπέλου· χρισθεῖσαν γὰρ μετ’ ἐλαίου φθείρειν τὸ θηρίον, πρὶν ἐπὶ τοὺς βλαστοὺς τῆς ῥίζης | |
10 | ἀναβῆναι. τοιαύτην δ’ εὑρεθῆναι καὶ ἐν Ῥόδωι πρυτανεύοντος αὐτοῦ, πλείονος δ’ ἐλαίου δεῖσθαι. | |
1052 003.2a,87,F94 | —XVI 1, 15: Ποσειδώνιος δέ φησι τοῦ ἐν Βαβυ‐ λωνίαι νάφθα τὰς πηγὰς τὰς μὲν εἶναι λευκοῦ, τὰς δὲ μέλανος. τούτων δὲ τὰς μὲν εἶναι θείου ὑγροῦ—λέγω δὲ τὰς τοῦ λευκοῦ· ταύτας δ’ εἶναι τὰς ἐπισπώσας τὰς φλόγας—, τὰς δὲ τοῦ μέλανος ἀσφάλτου ὑγρᾶς, | |
5 | ὧι ἀντ’ ἐλαίου τοὺς λύχνους κάουσι. | |
1052 003.2a,87,F95 | —XIII 1, 67: φασὶ δ’ ἐν τῆι Πιτάνηι τὰς πλίνθους ἐπιπο‐ λάζειν ἐν τοῖς ὕδασι, καθάπερ καὶ ἐν τῆι Τυρρηνίαι νησὶς (?) πέπονθε· | |
κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν, ὥστ’ ἐποχεῖσθαι. ἐν Ἰβηρίαι δέ φησιν ἰδεῖν Ποσειδώνιος ἔκ τινος γῆς ἀργιλώδους, ἧι τὰ | ||
5 | ἀργυρώματα ἐκμάττεται, πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας. | |
1052 003.2a,87,F96 | STRABON XVI 4, 20: εἰσὶ δὲ καὶ ἅλες εὐώδεις ἐν Ἄραψιν, ὥς φησι Ποσειδώνιος. | |
1052 003.2a,87,F97 | KLEOMED. De mot. circ. I 10 p. 90 Ziegler: περὶ δὲ τοῦ μεγέθους τῆς γῆς πλείους μὲν γεγόνασι δόξαι παρὰ τοῖς φυσικοῖς, βελτίους δὲ τῶν ἄλλων εἰσὶν ἥ τε Ποσειδωνίου καὶ ἡ Ἐρατοσθένους· αὕτη μὲν διὰ γεωμετρικῆς ἐφόδου δεικνύουσα τὸ μέγεθος αὐτῆς, ἡ δὲ Ποσειδωνίου | |
5 | ἐστὶν ἁπλουστέρα. ἑκάτερος δὲ αὐτῶν ὑποθέσεις τινὰς λαμβάνων διὰ τῶν ἀκολούθων ταῖς ὑποθέσεσι ἐπὶ τὰς ἀποδείξεις παραγίνεται. ἐροῦμεν δὲ περὶ προτέρας τῆς Ποσειδωνίου. φησὶν οὖν ὑπὸ τῶι αὐτῶι μεσημβρινῶι κεῖσθαι Ῥόδον καὶ Ἀλε‐ ξάνδρειαν. .... καὶ τὸ διάστημα τὸ μεταξὺ τῶν πόλεων πεντακισχιλίων | |
10 | σταδίων εἶναι δοκεῖ· καὶ ὑποκείσθω οὕτως ἔχειν. ... ἑξῆς ὁ Ποσειδώνιος ἴσον ὄντα τὸν ζωιδιακὸν τοῖς μεσημβρινοῖς ... εἰς ὀκτὼ καὶ τεσσαράκοντα μέρη διαιρεῖ, ἕκαστον τῶν δωδεκατημορίων αὐτοῦ εἰς τέσσαρα τέμνων. ἂν τοίνυν καὶ ὁ διὰ Ῥόδου καὶ Ἀλεξανδρείας μεσημβρινὸς εἰς τὰ αὐτὰ τῶι ζωιδιακῶι τεσσαράκοντα καὶ ὀκτὼ μέρη διαιρεθῆι, ἴσα γίνεται αὐτοῦ | |
15 | τὰ τμήματα τοῖς προειρημένοις τοῦ ζωιδιακοῦ τμήμασιν. ... τούτων οὕτως ἐχόντων ἑξῆς φησιν ὁ Ποσειδώνιος, ὅτι 〈ὁ〉 Κάνωβος καλούμενος ἀστὴρ λαμπρότατός ἐστι πρὸς μεσημβρίαν ὡς ἐπὶ τῶι πηδαλίωι τῆς Ἀργοῦς. οὗτος ἐν Ἑλλάδι οὐδ’ ὅλως ὁρᾶται, ὅθεν οὐδ’ ὁ Ἄρατος ἐν τοῖς Φαινομένοις μιμνήσκεται αὐτοῦ. ἀπὸ δὲ τῶν ἀρκτικῶν ὡς πρὸς | |
20 | μεσημβρίαν ἰοῦσιν ἀρχὴν τοῦ ὁρᾶσθαι ἐν Ῥόδωι λαμβάνει καὶ ὀφθεὶς ἐπὶ τοῦ ὁρίζοντος εὐθέως κατὰ τὴν στροφὴν τοῦ κόσμου καταδύεται. ὁπόταν δὲ τοὺς ἀπὸ Ῥόδου πεντακισχιλίους σταδίους διαπλεύσαντες ἐν Ἀλεξανδρείαι γενώμεθα, εὑρίσκεται ὁ ἀστὴρ οὗτος ἐν Ἀλεξανδρείαι ὕψος ἀπέχων τοῦ ὁρίζοντος, ἐπειδὰν ἀκριβῶς μεσουρανήσηι, τέταρτον ζωιδίου, ὅ ἐστι τεσσα‐ | |
25 | ρακοστὸν ὄγδοον τοῦ ζωιδιακοῦ· ἀνάγκη τοίνυν καὶ τὸ ὑπερκείμενον τοῦ αὐτοῦ μεσημβρινοῦ τμῆμα τοῦ διαστήματος τοῦ μεταξὺ Ῥόδου καὶ Ἀλε‐ ξανδρείας τεσσαρακοστὸν ὄγδοον μέρος αὐτοῦ εἶναι διὰ τὸ καὶ τὸν ὁρίζοντα τῶν Ῥοδίων τοῦ ὁρίζοντος τῶν Ἀλεξανδρέων ἀφίστασθαι τεσσαρακοστὸν ὄγδοον τοῦ ζωιδιακοῦ κύκλου. ἐπεὶ οὖν τὸ τούτωι τῶι τμήματι ὑποκείμενον | |
30 | μέρος τῆς γῆς πεντακισχιλίων σταδίων εἶναι δοκεῖ, καὶ τὰ τοῖς ἄλλοις τμήμασιν ὑποκείμενα πεντακισχιλίων σταδίων ἐστί. καὶ οὕτως ὁ μέγιστος τῆς γῆς κύκλος εὑρίσκεται μυριάδων τεσσάρων καὶ εἴκοσιν, ἐὰν ἐῶσιν οἱ ἀπὸ Ῥόδου εἰς Ἀλεξάνδρειαν πεντακισχίλιοι· εἰ δὲ μή, πρὸς λόγον τοῦ διαστήματος. καὶ ἡ μὲν τοῦ Ποσειδωνίου ἔφοδος περὶ τοῦ κατὰ τὴν γῆν | |
35 | μεγέθους τοιαύτη. | |
1052 003.2a,87,F98a | AGATHEM. ge. inf. I 2: οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκου‐ μένην ἔγραφον στρογγύλην ... πρῶτος δὲ Δημόκριτος ... συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα. συνήινεσε τούτωι καὶ Δικαίαρχος ....· Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· | |
5 | ὁ δὲ Ἐρατοσθένης (V) πλεῖον τοῦ διπλοῦ· Κράτης δὲ ὡς ἡμικύκλιον· Ἵππαρχος δὲ τραπεζοειδῆ· ἄλλοι οὐροειδῆ· Ποσειδώνιος δὲ ὁ Στωικὸς σφενδονοειδῆ καὶ μεσόπλατον ἀπὸ νότου εἰς βορρᾶν, στενὴν πρὸς ἕω καὶ δύσιν, τὰ πρὸς εὖρον δ’ ὅμως πλατύτερα 〈τὰ〉 πρὸς τὴν Ἰνδικήν. | |
1052 003.2a,87,F98b | EUST. Dion. Per. 1: .... προμήκης .... δίκην σφενδόνης. τοι‐ αύτη γὰρ τὸ σχῆμα ἡ οἰκουμένη γῆ, καθὰ καὶ Ποσειδωνίωι δοκεῖ· διὸ καὶ εἰς δύο κώνους τέμνεται ἡ οἰκουμένη, ὡς ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ Διονύσιος, ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἷς δὲ ὁ ἐκ τῆς | |
5 | Εὐρώπης καὶ τῆς Λιβύης ἀπαρτιζόμενος. τῆς δὲ τοιαύτης οἰκουμενικῆς σφενδόνης τὰ ὀξύτερα μὲν πρός τε τῆι ἀνατολῆι ἐστι καὶ πρὸς τῆι δύσει, ἃ δὴ κελεύθους ἠελίου καλεῖ, τὰ εὐρύτερα δὲ πρός τε τῶι ἀρ‐ κτώωι κεῖται μέρει καὶ τῶι νοτίωι, ὥστε τῶν δύο κώνων ὁμοῦ κατὰ τὰς βάσεις ὄντων τὸ μὲν κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς ἕω κεῖσθαι καὶ δυσμάς, | |
10 | τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν. | |
1052 003.2a,87,F99 | STRABON II 5, 14: δυσμικώτατον μὲν γὰρ σημεῖον τῆς οἰκουμένης τὸ τῶν Ἰβήρων ἀκρωτήριον, ὃ καλοῦσιν Ἱερόν. κεῖται δὲ κατὰ τὴν γραμμήν πως [πρὸς] τὴν διὰ Γαδείρων τε καὶ Στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῆς Ῥοδίας· συμφωνεῖν γὰρ καὶ τὰ ὡροσκοπεῖα καὶ τοὺς ἀνέμους φασὶ τοὺς ἑκατέρωσε φοροὺς | |
5 | καὶ τὰ μήκη τῶν μεγίστων ἡμερῶν τε καὶ νυκτῶν· ἔστι γὰρ τεσσαρεσκαίδεκα ὡρῶν ἰσημερινῶν 〈καὶ ἡμίσουσ〉 ἡ μεγίστη τῶν ἡμερῶν τε καὶ νυκτῶν. ἔν τε τῆι παρα‐ λίαι τῆι κατὰ Γάδειρα καὶ 〈τοὺς πλησιαιτάτους τοῦ Κανώβου ἀστέ〉ρας ποτὲ ὁρᾶσθαι **. Ποσειδώνιος δ’ ἔκ τινος ὑψηλῆς οἰκίας ἐν πόλει, διεχούσηι τῶν τόπων τούτων ὅσον τετρακοσίους σταδίους, φησὶν ἰδεῖν ἀστέρα, ὃν τεκμαίρεσθαι | |
10 | τὸν Κάνωβον αὐτὸν ἐκ τοῦ τε 〈τοὺσ〉 μικρὸν ἐκ τῆς Ἰβηρίας προελθόντας ἐπὶ τὴν μεσημβρίαν ὁμολογεῖν ἀφορᾶν αὐτόν, καὶ ἐκ τῆς ἱστορίας τῆς ἐν Κνίδωι· τὴν γὰρ Εὐδόξου σκοπὴν οὐ πολὺ τῶν οἰκήσεων ὑψηλοτέραν εἶναι, λέγεσθαι δ’ ὅτι ἐντεῦθεν ἐκεῖνος ἀφεώρα τὸν Κάνωβον ἀστέρα· εἶναι δ’ ἐπὶ τοῦ Ῥοδιακοῦ κλίματος τὴν Κνίδον, ἐφ’ οὗ καὶ τὰ Γάδειρα | |
15 | καὶ ἡ ταύτηι παραλία. | |
1052 003.2a,87,F100 | PLIN. NH VI 57: Posidonius ab aestivo solis ortu ad hibernum exortum metatus est eam adversam Galliam statuens, quam ab occidente aestivo ad occidentem hibernum metabatur totam a favonio. itaque adversam eius venti adflatu iuvari Indiam salubremque fieri haud dubia ratione | |
5 | docuit. | |
1052 003.2a,87,F101a | STRABON XI 1, 5: ἐκ νότου δὲ τῆι ἀπὸ τῆς ἐκβολῆς τοῦ Κύρου μέχρι τῆς Κολχίδος, ὅσον τρισχιλίων οὔσηι σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν, δι’ Ἀλβανῶν καὶ Ἰβήρων ὥστε ἰσθμοῦ λόγον ἔχειν. οἱ δ’ ἐπὶ τοσοῦτον συναγαγόντες | |
5 | τὸν ἰσθμὸν ἐφ’ ὅσον Κλείταρχος (137 F 13), ἐπίκλυστον φήσας ἐξ ἑκατέρου τοῦ πελάγους, οὐδ’ ἂν λόγου ἀξιοῖντο. Ποσειδώνιος δὲ χιλίων καὶ πεντακοσίων εἴρηκε τὸν ἰσθμόν, ὅσον καὶ τὸν ἀπὸ Πηλουσίου ἰσθμὸν ἐς τὴν Ἐρυθράν· «δοκῶ δέ» φησί «μὴ πολὺ διαφέρειν μηδὲ τὸν ἀπὸ τῆς Μαιώτιδος εἰς τὸν Ὠκεανόν.» (6) οὐκ οἶδα δέ, πῶς ἄν τις περὶ τῶν | |
10 | ἀδήλων αὐτῶι πιστεύσειε, μηδὲν εἰκὸς, ἔχοντι εἰπεῖν περὶ αὐτῶν, ὅταν περὶ τῶν φανερῶν οὕτω παραλόγως λέγηι, καὶ ταῦτα φίλος Πομπηίωι γεγονὼς τῶι στρατεύσαντι ἐπὶ τοὺς Ἴβηρας καὶ τοὺς Ἀλβανοὺς μέχρι τῆς ἐφ’ ἑκάτερα θαλάττης, τῆς τε Κασπίας καὶ τῆς Κολχικῆς. | |
1052 003.2a,87,F101b | XVII 1, 21: ὁ δὲ μεταξὺ ἰσθμὸς Πηλουσίου καὶ τοῦ μυχοῦ τοῦ καθ’ Ἡρώων πόλιν χιλίων μέν ἐστι σταδίων· ὡς δὲ Ποσειδώνιός φησιν, ἐλαττόνων ἢ χιλίων καὶ πεντακοσίων. | |
1052 003.2a,87,F102 | GALEN. De plac. Hippocr. et Plat. 5 (V 463 K): συνά‐ πτει δὲ εἰκότως τοῖς λόγοις τούτοις ὁ Ποσειδώνιος τὰ κατὰ τὸν φυσιο‐ γνώμονα φαινόμενα. καὶ γὰρ τῶν ζώιων καὶ τῶν ἀνθρώπων ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα θυμικώτερα πάνθ’ ὑπάρχειν φύσει, ὅσα δὲ | |
5 | πλατυίσχιά τε καὶ ψυχρότερα δειλότερα. καὶ κατὰ τὰς χώρας οὐ σμικρῶι τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῆι διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατ’ ὀλίγον ἀλλοιοῦσθαι. καὶ γὰρ δὴ καὶ τὸ αἷμα διαφέρειν | |
10 | ἐν τοῖς ζώιοις φησὶ θερμότητι καὶ ψυχρότητι καὶ πάχει καὶ λεπτότητι, καὶ ἄλλαις φησὶ διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν Ἀριστοτέλης (Pol. VII 6; Problem. XIV 1 ff.) ἐπὶ πλεῖστον διῆλθεν. | |
1052 003.2a,87,F103 | SCHOL. Apoll. Rhod. II 675: Ὑπερβορέους μὴ εἶναι τελέως φησὶν Ἡρόδοτος (IV 32—36) ...... Ποσειδώνιος δὲ εἶναί φησι τοὺς Ὑπερ‐ βορέους, κατοικεῖν δὲ περὶ τὰς Ἄλπεις τῆς Ἰταλίας. | |
1052 003.2a,87,F104 | STRAB. VII 3, 1—3: | |
3 | διὰ δὲ τὴν ἄγνοιαν τῶν τόπων τούτων οἱ τὰ Ῥιπαῖα ὄρη καὶ τοὺς Ὑπερ‐ βορείους μυθοποιοῦντες λόγου ἠξίωνται καὶ ἃ Πυθέας ὁ Μασσαλιώτης | |
5 | κατεψεύσατο [ταῦτα] τῆς παρωκεανίτιδος, προσχήματι χρώμενος τῆι περὶ τὰ οὐράνια καὶ τὰ μαθηματικὰ ἱστορίαι. ἐκεῖνοι μὲν οὖν ἐάσθωσαν. οὐδὲ γὰρ εἴ τινα Σοφοκλῆς (F 870 N2) τραγωιδεῖ περὶ τῆς Ὠρειθυίας λέγων, ὡς ἀναρπαγεῖσα ὑπὸ Βορέου κομισθείη ‘ὑπέρ τε πόντον πάντα ἐπ’ ἔσχατα χθονὸς νυκτός τε πηγὰς οὐρανοῦ τε ἀναπτυχὰς Φοίβου τε παλαιὸν κῆπον‘ | |
10 | οὐδὲν ἂν εἴη πρὸς τὰ νῦν, ἀλλ’ ἐατέον, ὥσπερ καὶ ἐν τῶι Φαίδρωι (229 B) ὁ Σωκράτης· ἃ δὲ ἔκ τε τῆς παλαιᾶς ἱστορίας καὶ τῆς νῦν παρειλή‐ φαμεν, ταῦτα λέγωμεν. (2) οἱ τοίνυν Ἕλληνες τούς [τε] Γέτας Θρᾶικας ὑπελάμβανον· ὤικουν δ’ ἐφ’ ἑκάτερα τοῦ Ἴστρου καὶ οὗτοι καὶ οἱ Μυσοί, Θρᾶικες ὄντες καὶ αὐτοί, | |
15 | καὶ οὓς νῦν Μοισοὺς καλοῦσιν, ἀφ’ ὧν ὡρμήθησαν καὶ οἱ νῦν μεταξὺ Λυδῶν καὶ Φρυγῶν καὶ Τρώων οἰκοῦντες Μυσοί. καὶ αὐτοὶ δ’ οἱ Φρύγες Βρίγες εἰσί, Θράικιόν τι ἔθνος, καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαι‐ δοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θῦνοι, δοκῶ δὲ καὶ τοὺς Μαριανδυνούς. οὗτοι μὲν οὖν τελέως ἐκλελοίπασι πάντες τὴν Εὐρώπην, οἱ δὲ Μυσοὶ συνέμειναν. | |
20 | καὶ Ὅμηρον 〈δὲ〉 ὀρθῶς εἰκάζειν μοι δοκεῖ Ποσειδώνιος [δὲ] τοὺς ἐν τῆι Εὐρώπηι Μυσοὺς κατονομάζειν (λέγω δὲ τοὺς ἐν τῆι Θράικηι), ὅταν φῆι (Il. Ν 3)· ‘αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ νόσφιν ἐφ’ ἱπποπόλων Θρηικῶν καθορώμενος αἶαν Μυσῶν τ’ ἀγχεμάχων‘. ἐπεὶ εἴ γε τοὺς κατὰ τὴν Ἀσίαν Μυσοὺς δέχοιτό τις, ἀπηρτημένος ἂν εἴη ὁ λόγος· τὸ γὰρ ἀπὸ | |
25 | τῶν Τρώων τρέψαντα τὴν ὅρασιν ἐπὶ τὴν Θραικῶν γῆν συγκαταλέγειν ταύτηι τὴν τῶν Μυσῶν, τῶν οὐ ‘νόσφιν ἐόντων‘ ἀλλ’ ὁμόρων τῆι Τρωάδι καὶ ὄπισθεν αὐτῆς ἱδρυμένων καὶ ἑκατέρωθεν, διειργομένων δ’ ἀπὸ τῆς Θράικης πλατεῖ Ἑλλησπόντωι, συγχέοντος ἂν εἴη τὰς ἠπείρους καὶ ἅμα τῆς φράσεως οὐκ ἀκούοντος. τὸ γὰρ ‘πάλιν τρέπεν‘ μάλιστα μέν ἐστιν | |
30 | εἰς τοὐπίσω· ὁ δὲ ἀπὸ τῶν Τρώων μεταφέρων τὴν ὄψιν ἐπὶ τοὺς ἢ ὄπισθεν αὐτῶν ἢ ἐκ πλαγίων ὄντας προσωτέρω μὲν μεταφέρει, εἰς τοὐ‐ πίσω δ’ οὐ πάνυ. καὶ τὸ ἐπιφερόμενον δ’ αὐτοῦ τούτου μαρτύριον, ὅτι τοὺς Ἱππημολγοὺς καὶ Γαλακτοφάγους καὶ Ἀβίους συνῆψεν αὐτοῖς, οἵπερ εἰσὶν οἱ ἁμάξοικοι Σκύθαι καὶ Σαρμάται. καὶ γὰρ νῦν ἀναμέμικται ταῦτα | |
35 | τὰ ἔθνη τοῖς Θραιξὶ καὶ τὰ Βασταρνικά, μᾶλλον μὲν τοῖς ἐκτὸς Ἴστρου, ἀλλὰ καὶ τοῖς ἐντός. τούτοις δὲ καὶ τὰ Κελτικά, οἵ τε Βόιοι καὶ Σκορ‐ δίσκοι καὶ Ταυρίσκοι (F 31). τοὺς δὲ Σκορδίσκους ἔνιοι Σκορδίστας καλοῦσι καὶ τοὺς Ταυρίσκους δὲ † Λιγυρίσκους καὶ Ταυρίστας φασί. (3) λέγει δὲ τοὺς Μυσοὺς ὁ Ποσειδώνιος καὶ ἐμψύχων ἀπέχεσθαι | |
40 | κατ’ εὐσέβειαν, διὰ δὲ τοῦτο καὶ θρεμμάτων, μέλιτι δὲ χρῆσθαι καὶ γάλακτι καὶ τυρῶι, ζῶντας καθ’ ἡσυχίαν· διὰ δὲ τοῦτο καλεῖσθαι θεοσεβεῖς τε καὶ καπνοβάτας. εἶναι δέ τινας τῶν Θραικῶν, οἳ χωρὶς γυναικὸς ζῶσιν, οὓς κτίστας καλεῖσθαι ἀνιερῶσθαί τε διὰ τιμὴν καὶ μετὰ ἀδείας ζῆν. τούτους δὴ συλλήβδην ἅπαντας τὸν ποιητὴν εἰπεῖν ἀγαυοὺς Ἱππημολγούς, | |
45 | γλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους. ἀβίους δὲ προσα‐ γορεύειν μάλιστα, ὅτι χωρὶς γυναικῶν, ἡγούμενον ἡμιτελῆ τινα βίον τὸν χῆρον, καθάπερ καὶ τὸν οἶκον ἡμιτελῆ τὸν Πρωτεσιλάου (Il. Β 701), διότι χῆρος. ἀγχεμάχους δὲ τοὺς Μυσούς, ὅτι ἀπόρθητοι, καθὰ οἱ ἀγαθοὶ πολεμισταί· δεῖν δὲ ἐν τῶι 〈τρισκαι〉δεκάτωι ἐγγράφειν ἀντὶ τοῦ Μυσῶν | |
1052 003.2a,87,F104(50) | τ’ ἀγχεμάχων 〈Μοισῶν τ’ ἀγχεμάχων〉. | |
1052 003.2a,87,F105a | STRABON I 2, 34: περὶ δὲ τῶν Ἐρεμβῶν πολλὰ μὲν εἴρηται, πιθανώτατοι δ’ εἰσὶν οἱ νομίζοντες τοὺς Ἄραβας λέγεσθαι. Ζήνων δ’ ὁ ἡμέτερος καὶ γράφει οὕτως· ‘Αἰθίοπας θ’ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε‘. τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν παλαιὰν οὖσαν ..... ἄριστα δ’ ἂν δόξειεν | |
5 | εἰπεῖν ὁ Ποσειδώνιος, κἀνταῦθα ἀπὸ τῆς τῶν ἐθνῶν συγγενείας καὶ κοινό‐ τητος ἐτυμολογῶν. τὸ γὰρ τῶν Ἀρμενίων ἔθνος καὶ τὸ τῶν Σύρων καὶ Ἀράβων πολλὴν ὁμοφυλίαν ἐμφαίνει κατά τε τὴν διάλεκτον καὶ τοὺς βίους καὶ τοὺς τῶν σωμάτων χαρακτῆρας, καὶ μάλιστα καθὸ πλησιόχωροί εἰσι. δηλοῖ δ’ ἡ Μεσοποταμία ἐκ τῶν τριῶν συνεστῶσα τούτων ἐθνῶν· μάλιστα | |
10 | γὰρ ἐν τούτοις ἡ ὁμοιότης διαφαίνεται. εἰ δέ τις παρὰ τὰ κλίματα γίνεται διαφορὰ τοῖς προσβόρροις ἐπὶ πλέον πρὸς τοὺς μεσημβρινοὺς καὶ τούτοις πρὸς μέσους τοὺς ὅρους, ἀλλ’ ἐπικρατεῖ γε τὸ κοινόν. καὶ οἱ Ἀσσύριοι δὲ καὶ οἱ Ἀριμάνιοι (?) παραπλησίως πως ἔχουσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους. εἰκάζει γε δὴ καὶ τὰς τῶν ἐθνῶν τούτων κατονομασίας | |
15 | ἐμφερεῖς ἀλλήλαις εἶναι. τοὺς γὰρ ὑφ’ ἡμῶν Σύρους καλουμένους ὑπ’ αὐτῶν τῶν Σύρων Ἀριμαίους καὶ Ἀραμ[μ]αίους καλεῖσθαι· τούτωι δ’ ἐοικέναι τοὺς Ἀρμενίους καὶ τοὺς Ἄραβας καὶ Ἐρεμβούς, τάχα τῶν πάλαι Ἑλλήνων οὕτω καλούντων τοὺς Ἄραβας ἅμα καὶ τοῦ ἐτύμου συνεργοῦντος πρὸς | |
τοῦτο. ἀπὸ γὰρ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν τοὺς Ἐρεμβοὺς ἐτυμολογοῦσιν οὕτως | ||
20 | οἱ πολλοί, οὓς μεταλαβόντες οἱ ὕστερον ἐπὶ τὸ σαφέστερον Τρωγλοδύτας ἐκάλεσαν. οὗτοι δέ εἰσιν Ἀράβων οἱ ἐπὶ θάτερον μέρος τοῦ Ἀραβίου κόλπου κεκλιμένοι, τὸ πρὸς Αἰγύπτωι καὶ Αἰθιοπίαι. | |
1052 003.2a,87,F105b | —XVI 4, 27: μᾶλλον περὶ τῶν Ἐρεμβῶν ἡ ζήτησις, εἴτε τοὺς Τρωγλοδύτας ὑπονοητέον λέγεσθαι, καθάπερ οἱ τὴν ἐτυμολογίαν βιαζόμενοι ἀπὸ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν .... εἴτε τοὺς Ἄραβας .... πιθανώτερον δὲ Ποσειδώνιος γράφει τῶι παρὰ μικρὸν ἀλλά‐ | |
5 | ξαι ‘καὶ Σιδονίους καὶ Ἀραμβούσ‘, ὡς τοῦ ποιητοῦ τοὺς νῦν Ἄραβας οὕτω καλέσαντος, καθάπερ καὶ ὑπὸ τῶν ἄλλων ὠνομάζοντο κατ’ αὐτόν. φησὶ δὲ ταῦτα τρία ἔθνη, συνεχῆ ἀλλήλοις ἱδρυμένα, ὁμογένειάν τινα ἐμφαίνειν πρὸς ἄλληλα καὶ διὰ 〈τοῦ〉το παρακειμένοις ὀνόμασι κεκλῆσθαι, τοὺς μὲν Ἀρμενίους, τοὺς δὲ Ἀραμαίους, τοὺς δὲ Ἀραμβούς. ὥσπερ δὲ ἀπὸ ἔθνους | |
10 | 〈ἑνὸσ〉 ὑπολαμβάνειν ἐστὶν εἰς τρία διηιρῆσθαι κατὰ τὰς τῶν κλιμάτων διαφορὰς ἀεὶ καὶ μᾶλλον ἐξαλλαττομένων, οὕτω καὶ τοῖς ὀνόμασι χρήσασθαι πλείοσιν ἀνθ’ ἑνός. οὐδ’ οἱ Ἐρεμνοὺς γράφοντες πιθανοί· τῶν γὰρ Αἰθιόπων μᾶλλον ἴδιον. λέγει δὲ καὶ τοὺς Ἀρίμους ὁ ποιητής (Il. Β 783), οὕς φησι Ποσει‐ | |
15 | δώνιος δέχεσθαι δεῖν μὴ τόπον τινὰ τῆς Συρίας ἢ τῆς Κιλικίας ἢ ἄλλης τινὸς γῆς, ἀλλὰ τὴν Συρίαν αὐτήν. Ἀραμαῖοι γὰρ οἱ ἐν αὐτῆι. τάχα δ’ οἱ Ἕλληνες Ἀριμαίους ἐκάλουν ἢ Ἀρίμους. αἱ δὲ τῶν ὀνομάτων μετα‐ πτώσεις, καὶ μάλιστα τῶν βαρβαρικῶν, πολλαί, καθάπερ τὸν Δαριήκην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζιριν Παρύσατιν, Ἀταργατὴν δὲ τὴν | |
20 | Ἀ〈σ〉θάρα〈ν〉 (Δερκετὼ δ’ αὐτὴν Κτησίας καλεῖ). | |
1052 003.2a,87,F106 | ATHEN. VII 10 p. 279 DE: ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν, ἀλλὰ καὶ οἱ Κυρηναικοὶ καὶ 〈οἱ〉 Μνησιστράτειοι δὲ καλούμενοι· καὶ γὰρ οὗτοι ζῆν μὲν ἡδέως χαίρουσιν, ὥς φησι Ποσει‐ δώνιος. | |
1052 003.2a,87,F107 | —XIV 37 p. 635 CD: διαποροῦσι δ’ ἔνιοι ὅπως τῆς μαγάδιδος 〈οὐκέτι〉 οὔσης κατὰ Ἀνακρέοντα (ὀψὲ γάρ ποτε τὰ πολύχορδα ὀφθῆναι) μνημονεύων αὐτῆς ὁ Ἀνακρέων λέγει (F 70 Diehl) ‘ψάλλω δ’ εἴκοσι χορδαῖσι μάγαδιν ἔχων, ὦ Λεύκασπι‘. καὶ ὁ μὲν Ποσειδώνιός φησιν | |
5 | τριῶν μελωιδιῶν αὐτὸν μνημονεύειν, Φρυγίου τε 〈καὶ Δωρίου〉 καὶ Λυδίου· ταύταις γὰρ μόναις τὸν Ἀνακρέοντα κεχρῆσθαι· ὧν ζ χορδαῖς ἑκάστης περαινομένης εἰκότως φάναι ψάλλειν αὐτὸν κ χορδαῖς, τῶι ἀρτίωι χρησά‐ μενον ἀριθμῶι τὴν μίαν ἀφελόντα. ἀγνοεῖ δ’ ὁ Ποσειδώνιος ὅτι ἀρχαῖόν ἐστιν ὄργανον ἡ μάγαδις .... | |
1052 003.2a,87,F108a | Phot. Bibl. 244 p. 384a 31: ἐκ τοῦ λδ (sc. Διοδώ‐ ρου). ὅτι μετὰ τὴν | |
5 | Καρχηδονίων κατάλυ‐ σιν ἐπὶ ξ ἔτεσι τῶν Σικελῶν εὐροούντων ἐν πᾶσιν ὁ δουλικὸς αὐτοῖς ἐπανέστη πόλεμος ἐξ | |
10 | αἰτίας τοιαύτης. (2) ἐπὶ πολὺ τοῖς βίοις ἀναδραμόντες καὶ μεγάλους περιποιησά‐ μενοι πλούτους συνη‐ | Column end |
15 | γόραζον οἰκετῶν πλῆ‐ θος, οἷς ἐκ τῶν σωμα‐ τοτροφείων ἀγεληδὸν ἀπαχθεῖσιν εὐθὺς χα‐ ρακτῆρας ἐπέβαλλον καὶ | |
20 | στιγμὰς τοῖς σώμασιν. ἐχρῶντο δὲ αὐτῶν τοῖς μὲν νέοις νομεῦσι, τοῖς δ’ ἄλλοις ὥς πηι ἑκά‐ στωι ἡ χρεία ἐπέβαλλε. | |
25 | βαρέως δ’ αὐτοῖς κατά τε τὰς ὑπηρεσίας ἐχρῶν‐ το καὶ ἐπιμελείας παν‐ τελῶς ὀλίγης ἠξίουν, ὅσα τε ἐντρέφεσθαι καὶ | |
30 | ὅσα ἐνδύσασθαι, ἐξ ὧν οἱ πλείους ἀπὸ ληιστεί‐ ας τὸ ζῆν ἐπορίζοντο. καὶ μεστὰ φόνων ἦν ἅπαντα, καθάπερ στρα‐ | |
35 | τευμάτων διεσπαρμένων τῶν ληιστῶν. (3) οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν | |
40 | ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων, οἱ ἐδέσποζον τῶν ληιστῶν, ἠναγκά‐ ζοντο περιορᾶν ληιστευ‐ ομένην τὴν ἐπαρχίαν. | |
45 | οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες τῶν Ῥωμαίων καὶ κρι‐ ταὶ τοῖς ἀπὸ τῶν ἐπαρ‐ χιῶν κατηγορουμένοις | |
1052 003.2a,87,F108a(50) | στρατηγοῖς γινόμενοι φοβεροὶ τοῖς ἄρχουσιν | |
ὑπῆρχον. (4) πιεζόμενοι δὲ οἱ δοῦλοι ταῖς ταλαιπωρίαις καὶ πληγαῖς τὰ πολλὰ παραλόγως ὑβριζόμενοι, οὐχ ὑπέμενον. συνιόντες οὖν ἀλλήλοις κατὰ τὰς εὐκαιρίας συνελάλουν | Column end | |
55 | περὶ ἀποστάσεως, ἕως εἰς ἔργον τὴν βουλὴν ἤγαγον. (5) ἦν δέ τις οἰκέτης Σύρος Ἀντιγένους Ἐνναίου, τὸ γένος ἐκ τῆς Ἀπαμείας, ἄνθρωπος μάγος καὶ τερατουργὸς τὸν τρόπον. οὗτος προσεποιεῖτο θεῶν ἐπιτάγμασι καθ’ ὕπνον προλέγειν τὰ μέλλοντα καὶ πολλοὺς διὰ τὴν εἰς τοῦτο τὸ μέρος εὐφυίαν ἐξηπάτα. ἐντεῦθεν προιὼν οὐ μόνον ἐξ ὀνείρων ἐμαντεύετο, ἀλλὰ καὶ ἐγρηγορότως θεοὺς ὁρᾶν ὑπεκρίνετο καὶ ἐξ αὐτῶν | |
60 | ἀκούειν τὰ μέλλοντα. (6) πολλῶν δ’ ὑπ’ αὐτοῦ σχεδιαζομένων ἀπὸ τύχης ἔνια πρὸς ἀλήθειαν ἐξέβαινε. καὶ τῶν μὲν μὴ γινομένων ὑπ’ οὐδενὸς ἐλεγχομένων, τῶν δὲ συντελουμένων ἐπισημασίας τυγχανόντων, προκοπὴν ἐλάμβανεν ἡ περὶ αὐτὸν δόξα. τελευταῖον διά τινος μηχανῆς πῦρ μετά τινος ἐνθουσιασμοῦ καὶ φλόγα διὰ τοῦ στόματος ἠφίει καὶ οὕτω τὰ μέλλοντα ἀπεφοίβαζεν. (7) εἰς γὰρ κάρυον ἤ τι τοιοῦτο | |
65 | τετρημένον ἐξ ἑκατέρου μέρους ἐνετίθει πῦρ καὶ τὴν συνέχειν αὐτὸ δυναμένην ὕλην· εἶτα ἐντιθεὶς τῶι στόματι καὶ προσπνέων ποτὲ μὲν σπινθῆρας ποτὲ δὲ φλόγα ἐξέκαεν. οὗτος πρὸ τῆς ἀποστάσεως ἔλεγε τὴν Συρίαν θεὸν ἐπιφαινομένην αὐτῶι λέγειν ὅτι βασιλεύσει· καὶ τοῦτο οὐ πρὸς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν κύριον αὑτοῦ διετέλει λέγων. (8) εἰς δὲ γέλωτα τρεπομένου τοῦ πράγματος ὁ μὲν Ἀντιγένης | |
70 | ψυχαγωγούμενος ἐπὶ τῆι τερατείαι παρῆγε τὸν Εὔνουν εἰς τὰ σύνδειπνα—τοῦτο γὰρ ὄνομα τῶι τερατίαι—καὶ διηρώτα περὶ τῆς βασιλείας καὶ πῶς ἑκάστωι χρήσε‐ ται τῶν παρόντων. τοῦ δὲ ἀτρέπτως πάντα διηγουμένου καὶ ὡς μετρίως χρήσεται τοῖς κυρίοις καὶ τὸ σύνολον ποικίλως τερατευομένου, γέλωτες ἐγίνοντο τοῖς παρα‐ κεκλημένοις καί τινες αὐτῶν ἀπὸ τῆς τραπέζης ἀξιολόγους μερίδας αἴροντες ἐδω‐ | |
75 | ροῦντο, ἐπιλέγοντες ὅπως, ὅταν γένηται βασιλεύς, τῆς χάριτος μνημονεύοι. (9) οὐ μὴν ἀλλ’ ἡ τερατεία προῆλθεν εἰς ἀληθινὸν ἀποτέλεσμα βασιλείας, καὶ τὴν ἀντα‐ πόδοσιν τοῖς παρὰ τὰ δεῖπνα δεξιωσαμένοις ἐν γέλωτι οὐ χωρὶς σπουδῆς ἐποιήσατο τῆς χάριτος. (10) ἀρχὴ δὲ τῆς | |
80 | ὅλης ἀποστάσεως ἐγένετο τοιαύτη. Δα‐ μόφιλός τις ἦν Ἐν‐ ναῖος, τὴν δ’ οὐσίαν μεγαλόψυχος, ὑπερή‐ | |
85 | φανος δὲ τὸν τρόπον. οὗτος κακῶς εἰς ὑπερβολὴν ἐκέχρητο τοῖς δούλοις· καὶ ἡ | |
γυνὴ δὲ Μεγαλλὶς | Column end | |
90 | ἀντεφιλονείκει τἀν‐ δρὶ πρὸς τὴν τιμω‐ ρίαν καὶ τὴν ἄλλην ἀπανθρωπίαν τὴν | |
περὶ τοὺς δούλους. | Column end | |
95 | ἐξ ὧν ἀποθηριωθέντες οἱ προπηλακι‐ ζόμενοι συνέθεντο πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως καὶ φόνου τῶν κυρίων, καὶ πρὸς τὸν Εὔνουν ἐλθόντες ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ | |
1052 003.2a,87,F108a(100) | βεβουλευμένον. ὁ δὲ μετὰ τερατείας, ὡς εἰώθει, συνθέμενος ὅτι συγχωροῦσι παρα‐ χρῆμα πείθει ἔχεσθαι τῆς ἐγχειρήσεως. (11) εὐθὺς οὖν τετρακοσίους τῶν ὁμο‐ δούλων συνήθροισαν καὶ ὡς ἂν ὁ καιρὸς | |
105 | ἐδίδου καθοπλισθέντες εἰς τὴν Ἔνναν τὴν πόλιν εἰσπίπτουσιν, ἀφηγουμένου αὐτῶν καὶ τοῦ πυρὸς τὰς φλόγας τε‐ ρατευομένου τούτοις τοῦ Εὔνου. ταῖς δ’ οἰκίαις ἐπεισελθόντες πλεῖστον φόνον | |
110 | εἰργάζοντο, μηδ’ αὐτῶν τῶν ὑπομαζίων φειδόμενοι. (12) ἀλλὰ ταῦτα μὲν τῆς θηλῆς ἀποσπῶντες προσήρασσον τῆι γῆι· εἰς δὲ τὰς γυναῖκας οὐδ’ ἔστιν εἰπεῖν, καὶ τότε βλεπόντων τῶν ἀνδρῶν, ὅσα | |
115 | ἐνύβριζόν τε καὶ ἐνησέλγαινον, πολλοῦ αὐτοῖς πλήθους τῶν ἀπὸ τῆς πόλεως δούλων προστεθέντος, οἱ καὶ κατὰ τῶν κυρίων πρότερον τὰ ἔσχατα ἐνδεικνύμενοι οὕτω πρὸς τὸν τῶν ἄλλων φόνον ἐτρέ‐ | |
120 | ποντο. (13) οἱ δὲ περὶ τὸν Εὔνουν πυθό‐ μενοι τὸν Δαμόφιλον ὅτι κατὰ τὸν πλη‐ σίον τῆς πόλεως περίκηπον διατρίβει μετὰ τῆς γυναικός, εἷλκον ἐκεῖθεν διά τινων ἐξ αὑτῶν σταλέντων αὐτόν τε καὶ | |
125 | τὴν γυναῖκα δεδεμένους ἐξαγκωνίσαντες, πολλὰς κατὰ τὴν ὁδὸν ὕβρεις ὑποσχόντας. μόνης δὲ τῆς θυγατρὸς αὐτῶν οἱ δοῦ‐ λοι ὤφθησαν εἰς πάντα φεισάμενοι, διὰ τὸ φιλάνθρωπον αὐτῆς ἦθος καὶ περὶ | |
130 | τοὺς δούλους συμπαθὲς καὶ βοηθητικὸν κατὰ δύναμιν. ἐξ ὧν ἐδείκνυτο τῶν δού‐ λων οὐχὶ ὠμότης εἶναι φύσεως τὰ γινό‐ μενα εἰς τοὺς ἄλλους, ἀλλὰ τῶν προυπ‐ ηργμένων εἰς αὐτοὺς ἀδικημάτων | |
135 | ἀνταπόδοσις. (14) τὸν δὲ Δαμόφιλον καὶ τὴν Μεγαλλίδα εἰς τὴν πόλιν οἱ ἀπεσταλ‐ μένοι ἑλκύσαντες, ὥσπερ ἔφημεν, εἰς τὸ | |
θέατρον εἰσήγαγον, συνεληλυθότος ἐν‐ ταῦθα τοῦ πλήθους τῶν ἀποστατῶν. | Column end | |
140 | καὶ τοῦ Δαμοφίλου τεχνάσασθαί τι πρὸς τὴν σωτηρίαν ἐγχειρήσαντος καὶ πολλοὺς τοῦ πλήθους τοῖς λόγοις ἐπαγομένου, Ἑρμείας καὶ Ζεῦξις πικρῶς πρὸς αὐτὸν διακείμενοι πλάνον τε ἀπεκάλουν καὶ | |
145 | οὐκ ἀναμείναντες τὴν ἀκριβῆ τοῦ δήμου κρίσιν ὁ μὲν διὰ τῶν πλευρῶν τὸ ξίφος ὠθεῖ, ὁ δὲ πελέκει τὸν τράχηλον ἔκοψεν. ἐκεῖθεν αἱρεῖται βασιλεὺς ὁ Εὔνους, οὔτε δι’ ἀνδρείαν οὔτε διὰ στρατηγίαν, διὰ δὲ | |
1052 003.2a,87,F108a(150) | μόνην τερατείαν καὶ τὸ τῆς ἀποστάσεως ἄρξαι, ἅμα δὲ καὶ τῆς προσηγορίας οἱονεί τινα καλὸν οἰωνὸν ἐχούσης πρὸς τὴν τῶν ὑποταττομένων εὔνοιαν. (15) τῶν ὅλων δὲ τοῖς ἀποστάταις | |
155 | καταστὰς κύριος καὶ συναγαγὼν ἐκκλη‐ σίαν ἀνεῖλε μὲν τοὺς ἐζωγρημένους τῶν Ἐνναίων, ὅσοις οὐκ ἦν ἡ τέχνη ὅπλα ἐργάζεσθαι, ἐκείνους δὲ δεδεμένους τοῖς ἔργοις ὑπέβαλεν. ἔδωκε δὲ καὶ ταῖς | |
160 | θεραπαίναις τὴν Μεγαλλίδα χρήσασθαι ὡς ἂν βούλοιντο, καὶ αὗται κατεκρήμνισαν αἰκισάμεναι, καὶ αὐτὸς δὲ τοὺς ἰδίους ἀνεῖλε κυρίους Ἀντιγένη καὶ Πύθωνα. (16) περιθέμενος δὲ διάδημα καὶ πάντα | |
165 | τὰ ἄλλα τὰ περὶ αὑτὸν βασιλικῶς δια‐ κοσμήσας τήν τε συμβιοῦσαν αὐτῶι, Σύραν καὶ συμπολῖτιν οὖσαν, βασίλισσαν ἀπο‐ δείξας συνέδρους τε τοὺς συνέσει δοκοῦν‐ τας διαφέρειν ποιησάμενος, ὧν ἦν Ἀχαιὸς | |
170 | καὶ τοὔνομα καὶ τὸ γένος, ἀνὴρ καὶ βου‐ λῆι καὶ χειρὶ διαφέρων, καὶ ἐν τρισὶν ἡμέραις πλείους τῶν ἑξακισχιλίων τὸν δυνατὸν καθοπλίσας τρόπον καὶ ἑτέρους συνεπαγόμενος ἀξίναις καὶ πελέκεσι χρω‐ | |
175 | μένους ἢ σφενδόναις ἢ δρεπάνοις ἢ ξύλοις πεπυρακτωμένοις ἢ καὶ μαγείρων ὀβελοῖς, ἐπήιει πᾶσαν λεηλατῶν τὴν χώραν, καὶ πλῆθος ἄπειρον οἰκετῶν προσλαμβάνων | |
ἐθάρρησε καὶ στρατηγοῖς Ῥωμαίων πολε‐ | Column end | |
180 | μῆσαι, καὶ συμπλακεὶς τῶι πλήθει πολ‐ λάκις ἐκράτησεν, ἔχων ἤδη στρατιώτας ὑπὲρ τοὺς μυρίους. (17) ἐν τούτωι δὲ Κλέων τις Κίλιξ ἄλλων δούλων ἀποστάσεως ἦρξε. καὶ | |
185 | πάντων ταῖς ἐλπίσι μετεωρισθέντων, ὡς ἀντιπολεμήσει τὰ στασιάσαντα πρὸς ἀλλή‐ λους καὶ αὐτοὶ ἑαυτοὺς οἱ ἀποστάται διαφθείροντες ἐλευθερώσουσι τὴν Σικε‐ λίαν τῆς στάσεως, παρὰ δόξαν ἀλλήλοις | |
190 | συνέβησαν, τοῦ Κλέωνος ὑποταγέντος ψιλῶι τοῦ Εὔνου προστάγματι καὶ τὴν τοῦ στρατηγοῦ, οἷα δὴ βασιλεῖ, χρείαν ἀποπληροῦντος, ἔχοντος οἰκεῖον πλῆθος στρατιωτῶν πεντακισχιλίων. ἡμέραι δ’ | |
195 | ἐγγὺς ἦσαν ἀπὸ τῆς ἀποστάσεως τριά‐ κοντα. (18) καὶ μετὰ βραχὺ ἐκ Ῥώ‐ μης ἥκοντι στρατηγῶι Λευκίωι Ὑψαίωι ἔχοντι στρατιώτας ἐκ | |
1052 003.2a,87,F108a(200) | Σικελίας ὀκτακισχιλίους εἰς πόλε‐ μον καταστάντες οἱ ἀποστάται ἐνίκησαν πλῆθος ὄντες δισμύριοι. μετ’ οὐ πολὺ δὲ ἀθροίζεται τὸ σύστημα αὐτῶν εἰς μυριάδας εἴ‐ | |
205 | κοσι, καὶ πολλοῖς τοῖς πρὸς Ῥωμαίους πολέμοις ἐνευδοκιμή‐ σαντες ἔλαττον αὐτοὶ ἔπταιον. (19) οὗ διαβοηθέντος κατά τε Ῥώμην δούλων ἀπόστασις ἑκατὸν | |
210 | πεντήκοντα συνωμοσάντων ἀνή‐ πτετο καὶ κατὰ τὴν Ἀττικὴν ὑπὲρ χιλίων ἔν τε Δήλωι καὶ κατ’ ἄλλους πολλοὺς τόπους· οὓς τάχει τε τῆς βοηθείας καὶ τῆι | |
215 | σφοδρᾶι κολάσει τῆς τιμωρίας οἱ καθ’ ἕκαστον ἐπιμεληταὶ τῶν κοινῶν θᾶττον ἠφάνισαν, σω‐ φρονίσαντες καὶ τὸ ἄλλο ὅσον ἦν ἐπὶ ἀποστάσει μετέωρον. | |
220 | (20) κατὰ δὲ Σικελίαν ηὔξετο τὸ κακόν, καὶ πόλεις ἡλίσκοντο αὔ‐ τανδροι καὶ πολλὰ στρατόπεδα ὑπὸ τῶν ἀποστατῶν κατεκόπη‐ σαν, ἕως Ῥουπίλιος ὁ Ῥωμαίων | Column end |
225 | στρατηγὸς τὸ Ταυρομένιον ἀνε‐ σώσατο Ῥωμαίοις, καρτερῶς μὲν αὐτὸ πολιορκήσας καὶ εἰς ἄφατον ἀνάγκην καὶ λιμὸν τοὺς ἀπο‐ στάτας συγκλείσας, ὥστε ἀρξα‐ | |
230 | μένους ἐκ παίδων βορᾶς καὶ διελθόντας διὰ γυναικῶν μηδὲ τῆς αὑτῶν ἀλληλοφαγίας μηδ’ ὅλως φείσασθαι. ὅτε καὶ Κομα‐ νὸν τὸν ἀδελφὸν Κλέωνος φεύγοντα | |
235 | τῆς πολιορκουμένης πόλεως εἷλε. (21) καὶ τὸ τελευταῖον Σαραπίωνος Σύρου τὴν ἄκραν προδόντος συμ‐ πάντων τῶν ἐν τῆι πόλει δραπετῶν ὁ στρατηγὸς ἐκυρίευσεν· οὓς καὶ | |
240 | αἰκισάμενος κατεκρήμνισεν. ἐκεῖ‐ θεν ἐπὶ τὴν Ἔνναν ἐλθὼν παρα‐ πλησίως ἐπολιόρκει, εἰς ἐσχάτην ἀνάγκην συγκλείων τὰς τῶν ἀπο‐ στατῶν ἐλπίδας. καὶ Κλέωνα τὸν | |
245 | στρατηγὸν ἐξελθόντα τῆς πόλεως καὶ ἡρωικῶς ἀγωνισάμενον μετ’ ὀλίγων ὑπὸ τῶν τραυμάτων δείξας νεκρόν, εἷλε καὶ ταύτην προδοσίαι τὴν πόλιν, ἐπεὶ οὐδ’ ἦν ἁλώσιμος | |
1052 003.2a,87,F108a(250) | διὰ τὴν ὀχυρότητα βίαι χειρός. (22) ὁ δὲ Εὔνους ἀναλαβὼν τοὺς σωματοφύλακας ὄντας χιλίους ἔφευγεν ἀνάνδρως εἴς τινας παρα‐ κρήμνους τόπους. ἀλλ’ οἱ μὲν | |
255 | σὺν αὐτῶι ἄφυκτον τὸ περὶ αὐ‐ τοὺς δεινὸν ἐπιστάμενοι—ἤδη γὰρ καὶ ὁ στρατηγὸς Ῥουπίλιος ἐπ’ αὐτοὺς ἤλαυνεν—ἀλλήλους τοῖς ξίφεσιν ἔσφαζον ἀπαυχενί‐ | |
260 | σαντες· ὁ δὲ τερατίας Εὔνους καὶ βασιλεὺς καταφυγὼν διὰ δειλίαν ἔν τισι κοιλάσιν ἐξειλκύσθη ἅμα | |
τεττάρων, μαγείρου καὶ ἀρτο‐ ποιοῦ καὶ τοῦ τρίβοντος αὐτὸν | Column end | |
265 | ἐν τῶι λουτρῶι καὶ τετάρτου τοῦ παρὰ τοὺς πότους εἰωθότος ψυ‐ χαγωγεῖν αὐτόν. (23) καὶ παρα‐ δοθεὶς εἰς φυλακὴν καὶ τοῦ σώ‐ ματος αὐτοῦ διαλυθέντος εἰς | |
270 | φθειρῶν πλῆθος οἰκείως τῆς περὶ αὐτὸν ῥαιδιουργίας κατέ‐ στρεψε τὸν βίον ἐν τῆι Μοργαν‐ τίνηι. ἐντεῦθεν Ῥουπίλιος ἐπι‐ τρέχων ὅλην τὴν Σικελίαν ἅμα | |
275 | λογάσιν ὀλίγοις θᾶττον ἤπερ τις ἤλπισε παντὸς αὐτὴν ἠλευθέρωσε | |
ληιστηρίου. | Column end | |
1052 003.2a,87,F108b | EXC. DE VIRT. I 302, 3—22: ὅτι οὐδέποτε στάσις ἐγένετο τηλι‐ καύτη δούλων, ἡλίκη συνέστη ἐν τῆι Σικελίαι. δι’ ἣν πολλαὶ μὲν | |
5 | πόλεις δειναῖς περιέπεσον συμ‐ φοραῖς, ἀναρίθμητοι δὲ ἄνδρες καὶ γυναῖκες μετὰ τέκνων ἐπει‐ ράθησαν τῶν μεγίστων ἀτυχημά‐ των, πᾶσα δὲ ἡ νῆσος ἐκινδύνευσεν | |
10 | πεσεῖν εἰς ἐξουσίαν δραπετῶν, ὅρον τῆς ἐξουσίας τιθεμένων τὴν τῶν ἐλευθέρων ὑπερβολὴν τῶν ἀκληρημάτων. καὶ ταῦτα ἀπήν‐ τησε τοῖς μὲν πολλοῖς ἀνελπίστως | |
15 | καὶ παραδόξως, τοῖς δὲ πραγμα‐ τικῶς ἕκαστα δυναμένοις κρίνειν οὐκ ἀλόγως ἔδοξε συμβαίνειν. διὰ γὰρ τὴν ὑπερβολὴν τῆς εὐπο‐ ρίας τῶν τὴν κρατίστην νῆσον | |
20 | ἐκκαρπουμένων ἅπαντες σχεδὸν οἱ τοῖς πλούτοις προκεκοφότες ἐζήλωσαν τὸ μὲν πρῶτον τρυφήν, εἶθ’ ὑπερηφανίαν καὶ ὕβριν. ἐξ ὧν ἁπάντων αὐξανομένης ἐπ’ ἴσης τῆς | |
25 | τε κατὰ τῶν οἰκετῶν κακουχίας καὶ τῆς κατὰ τῶν δεσποτῶν ἀλλο‐ τριότητος, ἐρράγη ποτὲ σὺν καιρῶι τὸ μῖσος. ἐξ οὗ χωρὶς παραγγέλ‐ ματος πολλαὶ μυριάδες συνέδρα‐ | |
30 | μον οἰκετῶν ἐπὶ τὴν τῶν δεσποτῶν ἀπώλειαν. τὸ παραπλήσιον δὲ γέγονε καὶ κατὰ τὴν Ἀσίαν κατὰ τοὺς αὐτοὺς καιρούς, Ἀριστονίκου μὲν ἀντιποιησαμένου τῆς μὴ προσ‐ | |
35 | ηκούσης βασιλείας, τῶν δὲ δούλων διὰ τὰς ἐκ τῶν δεσποτῶν κακου‐ χίας συναπονοησαμένων ἐκείνωι καὶ μεγάλοις ἀτυχήμασι πολλὰς | |
πόλεις περιβαλόντων. | Column end | |
1052 003.2a,87,F108c | EXC. DE SENT. 383, 30—384, 11: ὅτι οὐ μόνον κατὰ τὰς πο‐ λιτικὰς δυναστείας τοὺς | |
5 | ἐν ὑπεροχῆι ὄντας ἐπι‐ εικῶς χρὴ προσφέρε‐ σθαι τοῖς ταπεινοτέροις, ἀλλὰ καὶ κατὰ τοὺς ἰδιωτικοὺς βίους πράως | |
10 | προσενεκτέον τοῖς οἰκέ‐ ταις τοὺς εὖ φρονοῦν‐ τας. ἡ γὰρ ὑπερηφανία καὶ βαρύτης ἐν μὲν ταῖς πόλεσιν ἀπεργάζεται | |
15 | στάσεις ἐμφυλίους τῶν ἐλευθέρων, ἐν δὲ τοῖς κατὰ μέρος τῶν ἰδιω‐ τῶν οἴκοις δούλων ἐπι‐ βουλὰς τοῖς δεσπόταις | |
20 | καὶ ἀποστάσεις φοβε‐ ρὰς κοινῆι ταῖς πόλεσι κατασκευάζει. ὅσωι δ’ ἂν τὰ τῆς ἐξουσίας εἰς ὠμότητα καὶ παρανο‐ | |
25 | μίαν ἐκτρέπηται, το‐ σούτωι μᾶλλον καὶ τὰ τῶν ὑποτεταγμένων ἤθη πρὸς ἀπόνοιαν ἀποθη‐ ριοῦται. πᾶς γὰρ ὁ τῆι | |
30 | τύχηι ταπεινὸς τοῦ μὲν καλοῦ καὶ τῆς δόξης ἑκουσίως ἐκχωρεῖ τοῖς ὑπερέχουσι, τῆς δὲ καθηκούσης φιλανθρω‐ | |
35 | πίας στερισκόμενος πο‐ λέμιος γίνεται τῶν ἀνη‐ | |
μέρως δεσποζόντων. | ||
1052 003.2a,87,F108d | EXC. DE VIRT. I p. 302, 23—303, 28: ὅτι παρα‐ πλησίως καὶ πρὸς τὰς γεωργίας ἕκαστος τῶν πολλὴν χώραν κεκτημένων ὅλα σωματοτροφεῖα συνηγόραζον, ** τοὺς μὲν πέδαις δεσμεύειν, τοὺς δὲ ταῖς βαρύτησι τῶν ἔργων κατα‐ | |
5 | πονεῖν, πάντας δὲ τοῖς ὑπερηφάνοις χαρακτῆρσι κατέστιζον. διὸ καὶ τοσοῦτο τῶν οἰκετῶν ἐπέκλυσε πλῆθος ἅπασαν Σικελίαν, ὥστε τοὺς ἀκούοντας τὴν ὑπερβολὴν μὴ πιστεῦσαι. καὶ γὰρ τῶν Σικελιωτῶν οἱ πολλοὺς πλούτους κεκτη‐ μένοι διημιλλῶντο πρὸς τὰς τῶν Ἰταλιωτῶν ὑπερηφανίας | |
10 | τε καὶ πλεονεξίας καὶ κακουργίας. εἰς τοιαύτην γὰρ συνή‐ θειαν ῥαιδιουργίας τοὺς νομεῖς ἤγαγον οἱ πολλοὺς οἰκέτας κεκτημένοι τῶν Ἰταλικῶν, ὥστε τροφὰς μὲν μὴ παρέχειν, ἐπιτρέπειν δὲ ληιστεύειν. τοιαύτης δοθείσης ἐξουσίας ἀν‐ θρώποις διὰ μὲν τὴν ἰσχὺν τῶν σωμάτων δυναμένοις πᾶν | |
15 | τὸ κριθὲν ἐπιτελεῖν, διὰ δὲ τὴν ἄνεσιν καὶ σχολὴν εὐκαι‐ ροῦσι, διὰ δὲ τὴν τῆς τροφῆς ἔνδειαν ἀναγκαζομένοις ταῖς παραβόλοις ἐγχειρεῖν πράξεσιν, συνέβη ταχὺ τὴν παρανο‐ μίαν αὐξηθῆναι. τὸ γὰρ πρῶτον ἐν τοῖς ἐπιφανεστάτοις τόποις τοὺς καθ’ ἕνα καὶ δύο τὰς ὁδοιπορίας ποιουμένους | |
20 | ἐφόνευον· εἶτα ἐπὶ τὰς τῶν ἀσθενεστέρων ἐπαύλεις νυκτὸς ἀθρόοι συντρέχοντες ἐξήιρουν βίαι ταύτας καὶ τὰς κτήσεις διήρπαζον καὶ τοὺς ἀνθισταμένους ἀνήιρουν. ἀεὶ δὲ μᾶλλον τῆς τόλμης προβαινούσης, οὔτε τοῖς ὁδοιπόροις νυκτὸς ἡ Σικελία βάσιμος ἦν οὔτε τοῖς ἐπὶ τῆς χώρας ζῆν εἰωθόσιν | |
25 | ἀσφαλὴς ἐπὶ ταύτης ἡ διατριβή, πάντα δὲ βίας καὶ ληι‐ στείας καὶ παντοδαπῶν φόνων ἦν μεστά. τοῖς δὲ νομεῦσιν ἀγραυλίας γεγενημένης καὶ σκευῆς στρατιωτικῆς, εὐλόγως ἅπαντες ἐνεπιμπλῶντο φρονήματος καὶ θράσους. περι‐ φέροντες γὰρ ῥόπαλα καὶ λόγχας καὶ καλαύροπας ἀξιολόγους | |
30 | καὶ δέρματα λύκων ἢ συάγρων ἐσκεπασμένοι τὰ σώματα καταπληκτικὴν εἶχον τὴν πρόσοψιν καὶ πολεμικῶν ἔργων οὐ πόρρω κειμένην. κυνῶν τε ἀλκίμων ἄθροισμα συνεπό‐ μενον ἑκάστωι καὶ τροφῆς καὶ γάλακτος καὶ κρεῶν παρα‐ κειμένων πλῆθος ἐξηγρίου τάς τε ψυχὰς καὶ τὰ σώματα. | |
35 | ἦν οὖν πᾶσα χώρα μεστὴ καθάπερ στρατευμάτων διεσπαρ‐ μένων, ὡς ἂν ὑπὸ τῆς τῶν δεσποτῶν ἐπιτροπῆς τοῦ θράσους τῶν δούλων καθωπλισμένου. οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν τὴν ἀπόνοιαν τῶν οἰκετῶν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων ἠναγκά‐ | |
40 | ζοντο περιορᾶν τὴν ἐπαρχίαν ληιστευομένην. οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες ἐντελεῖς τῶν Ῥωμαίων καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς | |
γινόμενοι φοβεροὶ ταῖς ἀρχαῖς ὑπῆρχον. | ||
1052 003.2a,87,F108e | EXC. DE VIRT. I p. 303, 29—32: ὅτι οἱ περὶ τὰς γεωργίας ἀσχολούμενοι τῶν Ἰταλικῶν παμπληθεῖς οἰκέτας ὠνούμενοι καὶ πάντας χαράττοντες τοῖς στίγμασι τροφὰς μὲν οὐχ ἱκανὰς παρείχοντο, τῆι δὲ βαρύτητι τῶν ἔργων κατέξαινον | |
5 | τὴν παρ’ αὐτῶν ταλαιπωρίαν. | Column end |
1052 003.2a,87,F108f | EXC. DE VIRT. I 304, 1—31: ὅτι Δαμόφιλός τις ἦν τὸ γένος Ἐν‐ ναῖος, τὴν οὐσίαν μεγαλόπλουτος, τὸν τρόπον ὑπερήφανος, ὃς πολλὴν | |
5 | χώρας περίοδον γεωργῶν, παμπληθεῖς δὲ βοσκημάτων ἀγέλας κεκτημένος οὐ μόνον τὴν τρυφὴν τῶν κατὰ Σι‐ κελίαν Ἰταλικῶν ἐζήλωσεν, ἀλλὰ καὶ τὸ κατὰ τοὺς οἰκέτας πλῆθος καὶ τὴν | |
10 | εἰς τούτους ἀπανθρωπίαν καὶ βαρύ‐ | |
τητα. ἐπὶ μὲν γὰρ τῆς χώρας ἵππους τε πολυτελεῖς καὶ τετρακύκλους ἀπήνας μετ’ οἰκετῶν στρατιωτικῶν περιήγετο, πρὸς δὲ τούτοις εὐπρε‐ | Column end | |
15 | πῶν παίδων πλῆθος· ἔτι δὲ κολά‐ κων ἀνάγωγον παραδρομὴν ἔχειν ἐφιλοτιμεῖτο. κατὰ δὲ τὴν πόλιν καὶ τὰς ἐπαύλεις ἀργυρωμάτων ἐκθέσεις τορευτῶν καὶ στρωμάτων θαλαττίων | |
20 | πολυτελείας ἐκπονούμενος παρετί‐ θετο τραπέζας ὑπερηφάνους καὶ βασιλικὰς ταῖς δαψιλείαις, ὑπεραί‐ ρων τὴν Περσικὴν τρυφὴν ταῖς δα‐ πάναις καὶ πολυτελείαις. ὑπερέβαλε | |
25 | 〈δὲ〉 καὶ κατὰ τὴν ὑπερηφανίαν. ἀνάγωγος γὰρ καὶ ἀπαιδευτότροπος ἐξουσίας ἀνυπευθύνου καὶ τύχης μεγαλοπλούτου κυριεύσας τὸ μὲν πρῶτον κόρον ἐγέννησεν, εἶθ’ ὕβριν, | |
30 | τὸ δὲ τελευταῖον ὄλεθρον ἑαυτῶι καὶ συμφορὰς μεγάλας τῆι πατρίδι. ἀγοράζων γὰρ οἰκετῶν πλῆθος ὑβρι‐ στικῶς αὐτοῖς προσεφέρετο, στίγμασι σιδήρου χαράττων τὰ σώματα τῶν | |
35 | ἐλευθέρων μὲν ἐν πατρίσι γεγενημέ‐ νων, αἰχμαλωσίας δὲ καὶ δουλικῆς τύχης πεπειραμένων. καὶ τούτων τοὺς μὲν πέδαις δεσμεύων εἰς τὰς συνεργασίας ἐνέβαλλε, τοὺς δὲ νομεῖς | |
40 | ἀποδεικνύων οὔτ’ ἐσθῆτας οὔτε τρο‐ φὰς ἐχορήγει τὰς ἁρμοττούσας. ὅτι ὁ αὐτὸς Δαμόφιλος διὰ τὴν αὐθάδειαν καὶ τὴν ὠμότητα τῶν τρόπων οὐκ ἦν ἡμέρα, καθ’ ἣν οὐκ | |
45 | ἠικίζετό τινας τῶν οἰκετῶν ἐπ’ αἰ‐ τίαις οὐ δικαίαις. οὐχ ἧττον δὲ ἡ γυνὴ τούτου Μεγαλλὶς χαίρουσα ταῖς ὑπερηφάνοις τιμωρίαις ὠμῶς προσε‐ φέρετο ταῖς θεραπαινίσι καὶ τῶν | |
1052 003.2a,87,F108f(50) | οἰκετῶν τοῖς ὑποπεσοῦσιν. καὶ διὰ τὴν ἐξ ἀμφοτέρων ὕβριν καὶ τιμω‐ ρίαν ἀπεθηριώθησαν οἱ δοῦλοι πρὸς τοὺς κυρίους καὶ διαλαβόντες μηδὲν ἔτι χεῖρον τῶν παρόντων αὐτοῖς | |
55 | κακῶν ἀπαντήσεσθαι ** | Column end |
1052 003.2a,87,F108g | EXC. DE SENT. 384, 12—17: ὅτι Δαμό‐ φιλος ὁ Ἐνναῖός ποτε προσελθόντων αὐτῶι | |
5 | τινων οἰκετῶν γυμνῶν καὶ διαλεγομένων ὑπὲρ ἐσθῆτος οὐκ ἠνέσχετο τὴν ἔντευξιν, ἀλλ’ εἰ‐ πών ‘τί γάρ; οἱ διὰ τῆς | |
10 | χώρας ὁδοιποροῦντες | |
γυμνοὶ βαδίζουσι καὶ οὐχ ἑτοίμην παρέχονται τὴν χορηγίαν τοῖς χρείαν ἔχουσιν ἱματίων;‘ [ἀλλ’] | Column end | |
15 | ἐπέταξε προσδῆσαι τοῖς κίοσι καὶ πληγὰς ἐμ‐ φορήσας ἐξαπέστειλεν | |
ὑπερηφάνως. | ||
1052 003.2a,87,F108h | EXC. DE INSID. p. 206, 29—207, 14: ὅτι συνετίθεντο πρὸς ἀλλήλους οἱ δοῦλοι περὶ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. παρελθόντες δὲ πρὸς τὸν Εὔνουν οὐκ | |
5 | ἄπωθεν διατρίβοντα ἠρώτων, εἰ συγχω‐ ρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευ‐ μένον. ὁ δὲ τερατευόμενος μετ’ ἐνθου‐ σιασμοῦ καὶ περὶ τίνων ἥκουσιν διεσάφησεν ὅτι διδόασιν αὐτοῖς οἱ θεοὶ τὴν ἀπόστασιν, | |
10 | ἐὰν μηδεμίαν ὑπερβολὴν ποιησάμενοι παραχρῆμα μὲν ἐγχειρήσωσι ταῖς ἐπι‐ βολαῖς· ὑπὸ γὰρ τῆς πεπρωμένης αὐτοῖς κεκυρῶσθαι τὴν πατρίδα τὴν Ἔνναν, οὖσαν ἀκρόπολιν ὅλης τῆς νήσου. τοιούτων λό‐ | |
15 | γων ἀκούσαντες καὶ διαλαβόντες ὅτι τὸ δαιμόνιον αὐτοῖς συνεπιλαμβάνεται τῆς προαιρέσεως, οὕτως παρέστησαν ταῖς ψυ‐ χαῖς πρὸς τὴν ἀπόστασιν, ὥστε μηδεμίαν ἀναβολὴν τῶν δεδογμένων ποιεῖσθαι. εὐ‐ | |
20 | θὺς οὖν τοὺς μὲν δεδεμένους ἔλυον, τῶν δὲ ἄλλων τοὺς πλησίον διατρίβοντας συλλαβόμενοι περὶ υ συνήθροισαν ἐπί τινος ἀγροῦ πλησίον ὄντος τῆς Ἔννης. συνθέμενοι δὲ πρὸς ἀλλήλους καὶ πίστεις | |
25 | ἐπὶ σφαγίων ἐνόρκους νυκτὸς ποιησάμενοι καθωπλίσθησαν, ὥς ποτ’ οὖν ὁ καιρὸς συνεχώρει· πάντες δὲ τὸ κράτιστον τῶν ὅπλων τὸν θυμὸν ἀνελάμβανον κατὰ τῆς ἀπωλείας τῶν ὑπερηφάνων κυρίων. καὶ | |
30 | τούτων ἀφηγεῖτο Εὔνους. καὶ παρα‐ καλοῦντες ἀλλήλους περὶ μέσας νύκτας εἰσέπεσον εἰς τὴν πόλιν καὶ πολλοὺς ἀνήιρουν. | |
1052 003.2a,87,F108i | EXC. DE VIRT. I 305, 1—11: ὅτι κατὰ τὴν Σικελίαν ἦν τοῦ Δαμοφίλου θυγάτηρ, παρθένος μὲν τὴν ἡλικίαν, ἁπλότητι δὲ τρόπων καὶ φιλανθρωπίαι | |
5 | διαφέρουσα. αὕτη τοὺς μαστιζομένους ὑπὸ τῶν γονέων ἀεὶ φιλοτίμως εἰώθει παρηγορεῖσθαι καὶ τοῖς δεδεμένοις τῶν οἰκετῶν ἐπαρκοῦσα διὰ τὴν ἐπιείκειαν θαυμαστῶς ὑπὸ πάντων ἠγαπᾶτο. καὶ | |
10 | τότ’ οὖν τῆς προγεγενημένης χάριτος | |
ξενολογησάσης αὐτῆι τὸν παρὰ τῶν εὖ πεπονθότων ἔλεον, οὐ μόνον οὐδεὶς ἐτόλ‐ μησε μεθ’ ὕβρεως ἐπιβαλεῖν τῆι κόρηι τὰς χεῖρας, ἀλλὰ πάντες ἄθικτον πάσης | ||
15 | ὕβρεως τὴν ἀκμὴν αὐτῆς ἐτήρησαν. προ‐ χειρισάμενοι δὲ ἐξ αὑτῶν τοὺς εὐθέτους, ὧν ἐκτενέστατος ἦν Ἑρμείας, ἀπήγαγον εἰς Κατάνην πρός τινας οἰκείους. | |
1052 003.2a,87,F108k | EXC. DE SENT. p. 384, 18—24: ὅτι ἀπηγριωμένων τῶν ἀποστατῶν δούλων πρὸς ὅλην τὴν οἰκίαν τῶν δεσποτῶν καὶ τρεπομένων πρὸς ἀπαραίτητον ὕβριν καὶ | |
5 | τιμωρίαν, ὑπέφαινον ὡς οὐ δι’ ὠμότητα φύσεως, ἀλλὰ διὰ τὰς προγεγενημένας εἰς αὐτοὺς ὑπερηφανίας ἐλύττων πρὸς τὴν προαδικησάντων κόλασιν τραπέντες. ὅτι καὶ παρὰ τοῖς οἰκέταις αὐτο‐ | |
10 | δίδακτός ἐστιν ἡ φύσις εἰς δικαίαν ἀπό‐ δοσιν χάριτός τε καὶ τιμωρίας. | |
1052 003.2a,87,F108l | EX. DE VIRT. I 305, 12—18: ὅτι ὁ Εὔνους μετὰ ἀναγορευθῆναι βασιλεὺς πάντας ἀνελών, ἐκκλέψας μόνους ἀφῆκε τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις κατὰ τὰς | |
5 | ἐκ τοῦ κυρίου συμπεριφορὰς ἐν τοῖς συν‐ δείπνοις ἀποδεδεγμένους αὐτὸν ἐν τῆι τε μαντικῆι καὶ κατὰ τὰς τῆς τραπέζης δόσεις φιλανθρώπως· ὥστε θαυμάσαι τήν τε τῆς τύχης περιπέτειαν καὶ τὸ κατὰ τὴν τῶν | |
10 | εὐτελεστάτων εὐεργεσίαν ἀμειφθῆναι σὺν καιρῶι τηλικαύτηι χάριτι. | |
1052 003.2a,87,F108m | PHOT. 386 b 8: ὅτι ὁ τῶν ἀπο‐ στατῶν βασιλεὺς Εὔνους ἑαυτὸν μὲν Ἀντίοχον, Σύρους δὲ τῶν ἀποστατῶν τὸ πλῆθος ἐπωνόμασεν. | |
1052 003.2a,87,F108n | EXC. DE SENT. 384, 25—33: ὅτι Ἀχαιὸς ὁ τοῦ βασιλέως Ἀντιόχου σύμ‐ βουλος τοῖς πραττομένοις ὑπὸ τῶν δρα‐ πετῶν οὐκ εὐαρεστούμενος ἐπετίμα τε | |
5 | τοῖς τολμωμένοις ὑπ’ αὐτῶν καὶ μάλα θρασέως προέλεγεν ὅτι συντόμου τεύξονται τιμωρίας. ὃν ὁ Εὔνους παρρησιαζόμενον τοσοῦτον ἀπέσχε τοῦ θανάτωι περιβαλεῖν ὥστε οὐ μόνον ἐδωρήσατο τὴν τῶν δεσπο‐ | |
10 | τῶν οἰκίαν, ἀλλὰ καὶ σύμβουλον ἐποιή‐ | |
σατο. ὅτι ἡ κατεπείγουσα χρεία καὶ σπάνις ἠνάγκαζε πάντα δοκιμάζειν τοὺς ἀπο‐ στάτας δούλους, οὐ διδοῦσα τὴν τῶν | ||
15 | κρειττόνων ἐκλογήν. | |
1052 003.2a,87,F108o | EXC. DE VIRT. I 305, 19—27: ὅτι καὶ ἄλλη τις ἐγένετο ἀπόστασις δραπετῶν καὶ σύστημα ἀξιόλογον. Κλέων γάρ τις Κίλιξ ἐκ τῶν περὶ τὸν Ταῦρον τόπων | |
5 | συνήθης ὢν ἐκ παίδων τῶι ληιστρικῶι βίωι καὶ κατὰ τὴν Σικελίαν νομεὺς γεγο‐ νὼς ἱπποφορβίων οὐ διέλιπεν ὁδοιδοκῶν καὶ παντοδαποὺς φόνους ἐπιτελούμενος ὃς πυθόμενος τὴν κατὰ τὸν Εὔνουν προ‐ | |
10 | κοπὴν καὶ τὰς 〈τῶν〉 μετ’ αὐτοῦ δραπετῶν εὐημερίας ἀποστάτης ἐγένετο καί τινας τῶν πλησίον οἰκετῶν πείσας συναπο‐ νοήσασθαι κατέτρεχε τὴν πόλιν τῶν Ἀκρα‐ γαντίνων καὶ τὴν πλησιόχωρον πᾶσαν. | |
1052 003.2a,87,F108p | EXC. DE VIRT. I 306, 25—27: ὅτι οἱ Σύροι οἱ δραπέται τῶν αἰχμαλώτων τὰς χεῖρας ἀπέ‐ κοπτον, οὐκ ἀρκούμενοι ταῖς παρὰ τοὺς καρποὺς τομαῖς, ἀλλὰ σὺν αὐτοῖς τοῖς βραχίοσιν ἀκρω‐ | |
5 | τηριάζοντες. | |
1052 003.2a,87,F108q | ——I 306, 28—33: ὅτι ἡ σύγκλητος δεισι‐ δαιμονοῦσα ἐξαπέστειλεν εἰς Σικελίαν [περὶ τοὺς Σιβύλλης χρησμοὺς] κατὰ Σιβυλλιακὸν λόγιον. οἱ δὲ ἐπελθόντες καθ’ ὅλην τὴν Σικελίαν τοὺς | |
5 | τῶι Αἰτναίωι Διὶ καθιδρυμένους βωμοὺς θυσιά‐ σαντες καὶ περιφράγματα ποιήσαντες ἀβάτους ἀπεδείκνυον τοὺς τόπους πλὴν τοῖς ἔχουσι καθ’ ἕκαστον πολίτευμα πατρίους θύειν θυσίας. | |
1052 003.2a,87,F108r | ——I 307, 1—12: ὅτι ἦν τις Γοργὸς Μοργαντῖνος ἐπικαλούμενος Κάμβαλος, πλούτωι καὶ δόξηι διαφέρων, ὃς ἐπὶ κυνηγίαν ὁρμήσας καὶ περιπεσὼν ληιστηρίωι δραπετῶν ἔφευγε πεζὸς | |
5 | πρὸς τὴν πόλιν. ἀπαντήσαντος δὲ αὐτῶι † Γοργοῦ τοῦ τούτου πατρὸς ἐφ’ ἵππου καὶ καθαλλομένου καὶ παραδιδόντος τὸν ἵππον, ὅπως ἐφαλλόμενος ἀφιππεύσηι πρὸς τὴν πόλιν, οὔθ’ ὁ παῖς τὴν ἰδίαν σωτηρίαν τῆς τοῦ πατρὸς προέκρινεν, οὔθ’ | |
10 | ὁ πατὴρ προσεδέχετο τῶι τοῦ τέκνου θανάτωι | |
διαφυγεῖν τὸν κίνδυνον. δεομένων δὲ ἀλλήλων μετὰ δακρύων καὶ διαφιλοτιμουμένων ὑπὲρ εὐσε‐ βείας τε καὶ φιλοστοργίας, σύγκρισίν τε λαμβά‐ νοντος ἤθους φιλοτέκνου πρὸς τρόπον φιλοπά‐ | ||
15 | τορα, συνέβη τοὺς ληιστὰς ἐπιφανέντας ἀμφοτέρους ἀνελεῖν. | |
1052 003.2a,87,F108s | EXC. DE SENT. 385, 1—5: ὅτι ὑπῆρχεν οὐ διοσημείας δεόμενον τὸ συλλογίσασθαι τῆς πόλεως τὸ εὐάλωτον. φανερὸν γὰρ ἦν καὶ τοῖς εὐηθεστά‐ τοις, ὅτι τῶν τειχῶν διὰ τὴν πολυχρόνιον εἰρήνην | |
5 | κατερρυηκότων καὶ πολλῶν ἐξ αὐτῆς στρατιωτῶν ἀπολωλότων ἔσται τῆς πόλεως εὐκατόρθωτος ἡ πολιορκία. | |
1052 003.2a,87,F108t | ——385, 6—11: ὅτι ὁ Εὔνους ἐκτὸς βέλους ἐπιστατήσας τὴν δύναμιν ἐβλασφήμει τοὺς Ῥωμαίους, ἀποφαινόμενος οὐχ ἑαυτοὺς ἀλλ’ ἐκεί‐ νους εἶναι δραπέτας τῶν κινδύνων. μίμους δὲ | |
5 | ἐξ ἀποστάσεως τοῖς ἔνδον ἐπεδείκνυτο, δι’ ὧν οἱ δοῦλοι τὰς 〈ἀπὸ〉 τῶν ἰδίων κυρίων ἀποστασίας ἐξεθεάτριζον, ὀνειδίζοντες αὐτῶν τὴν ὑπερηφα‐ νίαν καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ὄλεθρον προ‐ αγούσης ὕβρεως. | |
1052 003.2a,87,F108u | ——385, 12—18: ὅτι τὰ ἐξηλλαγμένα δυστυχήματα, εἰ καί τινες πεπεισμένοι τυγ‐ χάνουσι μηδενὸς τῶν τοιούτων ἐπιστροφὴν ποι‐ εῖσθαι τὸ θεῖον, ἀλλ’ οὖν γε σύμφορόν ἐστι | |
5 | τῶι κοινῶι βίωι τὴν ἐκ θεῶν δεισιδαιμονίαν ἐντετηκέναι ταῖς τῶν πολλῶν ψυχαῖς. ὀλίγοι γὰρ δι’ ἀρετὴν ἰδίαν δικαιοπραγοῦντες, τὸ δὲ πολὺ φῦλον τῶν ἀνθρώπων νομικαῖς κολάσεσι καὶ ταῖς ἐκ θεοῦ τιμωρίαις ἀπέχεται τῶν κακουργημάτων. | |
1052 003.2a,87,F108v | ——385, 19—30: ὅτι πολλῶν καὶ μεγάλων κακῶν ἐπισυμβάτων τοῖς Σικελιώταις, τούτοις ἅπασιν ὁ δημοτικὸς ὄχλος οὐχ οἷον συνέ‐ πασχεν, ἀλλὰ τοὐναντίον ἐπέχαιρε προσεπιφθονῶν | |
5 | ἀνίσου τύχης καὶ ἀνωμάλου ζωῆς. ὁ γὰρ φθόνος ἐκ τῆς προγεγενημένης λύπης μετέβαλεν εἰς χα‐ ράν, ὁρῶν τὸ λαμπρὸν τῆς τύχης μεταπεπτωκὸς εἰς τὸ πρότερον ὑπ’ αὐτῆς ὑπερορώμενον σχῆμα, καὶ τὸ πάντων δεινότατον, οἱ μὲν ἀποστάται | |
10 | προνοηθέντες ἐμφρόνως περὶ τοῦ μέλλοντος οὔτε τὰς ἐπαύλεις ἐνεπύριζον οὔτε τὰς ἐν αὐταῖς κτήσεις καὶ καρπῶν ἀποθέσεις ἐλυμαίνοντο τῶν | |
τε πρὸς τὴν γεωργίαν ὡρμηκότων ἀπείχοντο, οἱ δὲ δημοτικοὶ διὰ τὸν φθόνον, ἐπὶ τῆι προφάσει | ||
15 | τῶν δραπετῶν, ἐξιόντες ἐπὶ τὴν χώραν οὐ μόνον τὰς κτήσεις διήρπαζον ἀλλὰ καὶ τὰς ἐπαύλεις ἐνεπύριζον. | |
1052 003.2a,87,F108w | EXC. DE SENT. 387, 16—21: ὅτι τοῖς καταφαγοῦσι τοὺς ἱερωμένους ἰχθῦς οὐκ ἦν παῦλα τῶν κακῶν. τὸ γὰρ δαιμόνιον ὥσπερ ἐπίτηδες εἰς παραδειγματισμὸν τοῖς ἄλλοις ἅπαντας τοὺς | |
5 | ἀπονενοημένους περιεῖδεν ἀβοηθήτους. οὗτοι μὲν οὖν ἀκολούθως τῆι παρὰ θεῶν κολάσει καὶ τῆς διὰ τῆς ἱστορίας βλασφημίας τετευχότες | |
ἀπήλαυσαν τῆς δικαίας ἐπιτιμήσεως. | Column end | |
1052 003.2a,87,F109 | Phot. Bibl. 244 p. 379 a 34: ἐκ τοῦ λδ (sc. Διοδώρου). ὡς Ἀντίοχος ὁ βασιλεύς, φησιν, ἐπολιόρκει τὰ Ἱεροσόλυμα, οἱ δὲ Ἰουδαῖοι μέχρι μέν τινος ἀντέσχον, ἐξαναλωθέντων δὲ τῶν ἐπιτηδείων ἁπάντων ἠναγκάσθησαν περὶ διαλύσεως δια‐ πρεσβεύσασθαι. οἱ δὲ πλείους αὐτῶι τῶν φίλων συνεβούλευον κατὰ κράτος αἱρήσειν | |
5 | τὴν πόλιν καὶ τὸ γένος ἄρδην ἀνελεῖν τῶν Ἰουδαίων. (2) μόνους γὰρ ἁπάντων ἐθνῶν ἀκοινωνήτους εἶναι τῆς πρὸς ἄλλο ἔθνος ἐπιμιξίας καὶ πολεμίους ὑπολαμβάνειν πάντας. ἀπεδείκνυον δὲ καὶ τοὺς προγόνους αὐτῶν ὡς ἀσεβεῖς καὶ μισουμένους ὑπὸ τῶν θεῶν ἐξ ἁπάσης τῆς Αἰγύπτου πεφυγαδευμένους. τοὺς γὰρ ἀλφοὺς ἢ λέπρας ἔχοντας ἐν τοῖς σώμασι καθαρμοῦ χάριν ὡς ἐναγεῖς συναθροισθέντας ὑπερορίους | |
10 | ἐκβεβλῆσθαι· τοὺς δὲ ἐξορισθέντας καταλαβέσθαι μὲν τοὺς περὶ τὰ Ἱεροσόλυμα τόπους, συστησαμένους δὲ τὸ τῶν Ἰουδαίων ἔθνος παραδόσιμον ποιῆσαι τὸ μῖσος τὸ πρὸς τοὺς ἀνθρώπους. διὰ τοῦτο δὲ καὶ νόμιμα παντελῶς ἐξηλλαγμένα κατα‐ δεῖξαι, τὸ μηδενὶ ἄλλωι ἔθνει τραπέζης κοινωνεῖν μηδ’ εὐνοεῖν τὸ παράπαν. (3) ὑπέμνησαν δὲ αὐτὸν καὶ περὶ τοῦ προγενομένου μίσους τοῖς προγόνοις πρὸς | |
15 | τοῦτο τὸ ἔθνος. Ἀντίοχος γὰρ ὁ προσαγορευθεὶς Ἐπιφανὴς καταπολεμήσας τοὺς Ἰουδαίους εἰσῆλθεν εἰς τὸν ἄδυτον τοῦ θεοῦ σηκόν, οἷ νόμιμον εἰσιέναι μόνον τὸν ἱερέα. εὑρὼν δὲ ἐν αὐτῶι λίθινον ἄγαλμα ἀνδρὸς βαθυπώγωνος καθήμενον ἐπ’ ὄνου, μετὰ χεῖρας ἔχον βιβλίον, τοῦτο μὲν ὑπέλαβε Μωυσέως εἶναι τοῦ κτίσαντος τὰ Ἱεροσόλυμα καὶ συστησαμένου τὸ ἔθνος, πρὸς δὲ τούτοις νομοθετήσαντος τὰ μισάν‐ | |
20 | θρωπα καὶ παράνομα ἔθη τοῖς Ἰουδαίοις, αὐτὸς δὲ στυγήσας τὴν μισανθρωπίαν πάντων ἐθνῶν ἐφιλοτιμήθη καταλῦσαι τὰ νόμιμα. (4) διὸ τῶι ἀγάλματι τοῦ κτίστου καὶ τῶι ὑπαίθρωι βωμῶι τοῦ θεοῦ μεγάλην ὗν θύσας τό τε αἷμα προσέχεεν αὐτοῖς καὶ τὰ κρέα σκευάσας προσέταξε τῶι μὲν ἀπὸ τούτων ζωμῶι τὰς ἱερὰς αὐτῶν βίβλους καὶ περιεχούσας τὰ μισόξενα νόμιμα καταρρᾶναι, τὸν δὲ ἀθάνατον λεγόμενον παρ’ | |
25 | αὐτοῖς λύχνον καὶ καόμενον ἀδιαλείπτως ἐν τῶι ναῶι κατασβέσαι, τῶν τε κρεῶν ἀναγκάσαι προσενέγκασθαι τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους Ἰουδαίους. (5) ταῦτα δὴ διεξιόντες οἱ φίλοι τὸν Ἀντίοχον παρεκάλουν μάλιστα μὲν ἄρδην ἀνελεῖν τὸ ἔθνος, εἰ δὲ μή, καταλῦσαι τὰ νόμιμα καὶ συναναγκάσαι τὰς ἀγωγὰς μεταθέσθαι. ὁ δὲ | |
βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὸ ἦθος ἥμερος, λαβὼν ὁμήρους ἀπέλυσε τῶν ἐγκλη‐ | ||
30 | μάτων τοὺς Ἰουδαίους, φόρους τε τοὺς ὀφειλομένους πραξάμενος καὶ τὰ τείχη περι‐ ελὼν τῶν Ἱεροσολύμων. | |
1052 003.2a,87,F110a | Exc. De virt. I 306, 17 (= Diod. XXXIV/V 5): ὅτι Τιβέριος ὁ Γράκχος ἦν υἱὸς Τιβερίου 〈τοῦ〉 δὶς ὑπατευκότος καὶ πολέμους ἐπιφανεῖς καὶ μεγά‐ λους κεχειρικότος, ἔτι δὲ καλῶς πεπολιτευμένου, θυγατριδοῦς δὲ Ποπλίου Σκιπίωνος τοῦ καταπεπολεμηκότος Ἀννίβαν καὶ Καρχηδονίους. ἐξ ἀμφοτέρων δὲ τῶν γονέων | |
5 | ἐπισημοτάτου γένους πεφυκὼς ἰδίαι πολὺ προεῖχε τῶν ἡλικιωτῶν τῆι συνέσει τε καὶ λόγου δεινότητι καὶ τὸ σύνολον πάσηι παιδείαι, καὶ δυνάμενος παρρησίαν ἄγειν πρὸς τὴν ὑπεροχὴν τῶν ἀντιπραττόντων. | |
1052 003.2a,87,F110b | Exc. De sent. p. 386, 17 (= Diod. XXXIV/V 6, 1): καὶ συνέρρεον εἰς τὴν Ῥώμην οἱ ὄχλοι ἀπὸ τῆς χώρας ὡσπερεὶ ποταμοί τινες εἰς τὴν πάντα δυναμένην δέχεσθαι θάλατταν. οἱ δὲ ὄχλοι μετεωρισθέντες πρὸς τὸ βοηθεῖν ἑαυτοῖς, νόμον μὲν ἔχοντες ἡγεμόνα καὶ σύμμαχον, προστάτην δὲ ἄρχοντα τὸν μήτε χάριτος μήτε | |
5 | φόβου δοῦλον, ὑπὲρ δὲ τοῦ τὴν χώραν ἀνακτήσασθαι τῶι δήμωι πάντα πόνον καὶ κίνδυνον ὑπομένειν κεκρικότα μέχρι τῆς ἐσχάτης ἀναπνοῆς. | |
1052 003.2a,87,F110c | ——p. 386, 24 (= 6, 2): ἔχων πλῆθος οὐ νεοσύλλογον καὶ φυλῶδες ἀλλὰ τὸ πρακτικώτατον τοῦ δήμου καὶ τοῖς βίοις κάρπιμον. διὸ καὶ τῆς βίας ἐν ἀμφοτέ‐ ροις τοῖς μέρεσιν ταλαντευομένης καὶ τῆς ῥοπῆς δεῦρο κἀκεῖσε πάλιν ἐκκλινούσης, πολλῶν μυριάδων ἠθροισμένων, τὰ μέρη βιαίως συνίσταντο καὶ καθάπερ ἐν τῆι | |
5 | θαλάττηι κυμάτων φαντασίαι καὶ διαθέσεις ἐγίνοντο κατὰ τὰς τοῦ πλήθους ἐκκλησίας. | |
1052 003.2a,87,F110d | ——p. 387, 1 (= 7, 1): ὅτι ὁ Ὀκτάβιος μετὰ τὴν καθαίρεσιν οὔθ’ ὁμο‐ λογῶν ἑαυτὸν ἰδιώτην ὑπάρχειν οὔθ’ ὡς ἄρχων τολμῶν πρᾶξαί τι δημαρχικὸν ἔμενε κατὰ τὴν ἰδίαν οἰκίαν ἡσυχάζων. καίτοι γε ἐξῆν αὐτὸν οὕτως ἔχειν, ὅτε ὁ Γράκχος εἰσέφερε ψήφισμα περὶ τῆς κατ’ ἀρχὴν ἀφαιρέσεως αὐτοῦ, κἀκεῖνον ἅμα ψήφισμα | |
5 | κυροῦν περιέχον τὴν ἀφαίρεσιν τῆς Γράκχου δημαρχίας· ἢ γὰρ ἂν ἑκάτεροι κατέ‐ στησαν ἰδιῶται τῶν ψηφισμάτων ἐννόμων ὄντων, ἢ πάλιν διακατεῖχον τὴν ἀρχὴν δοξάντων παρανόμως ἐπενηνέχθαι. | |
1052 003.2a,87,F110e | ——p. 387, 9 (= 7, 2): οὗτος μὲν οὖν ἀμετάπτωτον ἔχων τὴν ἐπὶ τὸν ὄλεθρον ὁρμὴν ταχὺ τῆς προσηκούσης κολάσεως ἔτυχεν. καὶ ὁ Σκιπίων ξύλον ἁρπάσας ἐκ τῶν παρακειμένων—ὁ γὰρ θυμὸς παντὸς τοῦ δοκοῦντος εἶναι δυσκόλου περιεγένετο— | |
1052 003.2a,87,F110f | ——p. 387, 13 (= 7, 3): ὅτι προσέπεσε τοῖς περὶ τὸ στρατόπεδον ἡ τοῦ Γράκχου τελευτή, καὶ τὸν Ἀφρικανόν φασιν ἐπιβοῆσαι [τοιαῦτα]· ‘ὡς ἀπόλοιτο καὶ ἄλλος ὅστις τοιαῦτά γε ῥέζοι.‘ | |
1052 003.2a,87,F111a | EXC. DE SENT. p. 389, 15 (= Diod. XXXIV/V 24): τὸ δὲ πλῆθος οὐ μόνον λαβόντι τὴν ἀρχήν, ἀλλὰ καὶ μεταπορευομένωι καὶ πρὸ τοῦ μετιέναι παρηκολούθει, καὶ καταπλέοντι ἐκ τῆς Σαρδόνος συνήντα ἐκβάντι μετ’ εὐφημίας καὶ κρότων ἐδέχετο. τοσαύτη πρὸς αὐτὸν ἦν εὐνοίας ὀχλικῆς ὑπερβολή. | |
1052 003.2a,87,F111b | ——p. 389, 19 (= Diod. XXXIV/V 25, 1): ὅτι ὁ Γράκχος δημηγο‐ | |
ρήσας 〈περὶ〉 τοῦ καταλῦσαι ἀριστοκρατίαν, δημοκρατίαν δὲ συστῆσαι, καὶ ἐφικόμενος τῆς ἁπάντων εὐχρηστίας τῶν μερῶν, οὐκέτι συναγωνιστὰς ἀλλὰ καθάπερ αὐθέντας εἶχε τούτους ὑπὲρ τῆς ἰδίας τόλμης. δεδεκασμένος γὰρ ἕκαστος ταῖς ἰδίαις ἐλπίσιν | ||
5 | ὡς ὑπὲρ ἰδίων ἀγαθῶν τῶν εἰσφερομένων νόμων ἕτοιμος ἦν πάντα κίνδυνον ὑπο‐ μένειν. τῶν μὲν γὰρ συγκλητικῶν τὸ δικάζειν ἀφελόμενος καὶ ἀποδείξας τοὺς ἱππεῖς κριτὰς τὸ χεῖρον τῆς πολιτείας τοῦ κρείττονος κύριον ἐποίησε καὶ τὴν προυπάρχουσαν τῶι συνεδρίωι πρὸς τοὺς ἱππεῖς σύμπνοιαν διαστήσας βαρὺν τὸν ὄχλον κατ’ ἀμφοτέ‐ ρων κατεσκεύασε, διὰ δὲ τῆς πάντων διχοστασίας ἑαυτῶι δυναστείαν κατασκευάζων | |
10 | καὶ τὸ κοινὸν ταμιεῖον εἰς αἰσχρὰς καὶ ἀκαίρους δαπάνας καὶ χάριτας ἀναλίσκων εἰς ἑαυτὸν πάντας ἀποβλέπειν ἐποίησε, καὶ τῆι μὲν τῶν δημοσι〈ων〉ῶν τόλμηι καὶ πλεονεξίαι τὰς ἐπαρχίας ἀπορρίψας ἐπεσπάσατο παρὰ τῶν ὑποτεταγμένων δίκαιον μῖσος κατὰ τῆς ἡγεμονίας, τοῖς δὲ στρατιώταις διὰ τῶν νόμων τὰ τῆς ἀρχαίας ἀγωγῆς αὐστηρὰ καταχαρισάμενος ἀπείθειαν καὶ ἀναρχίαν εἰσήγαγεν εἰς τὴν πολιτείαν. | |
15 | τῶν γὰρ ἀρχόντων καταφρονήσας κατεξανίσταται καινοτομῶν. ἐκ δὲ τούτων τῶν ἐθῶν ὀλέθριος ἀνομία καὶ πόλεως ἀνατροπὴ γίνεται. | |
1052 003.2a,87,F111c | EXC. DE SENT. p. 390, 10 (= 25, 2): ὅτι ὁ Γράκχος ἐπὶ τοσοῦτο προέβη δυνα‐ στείας καὶ ὕβρεως, ὥστε τῶν ὄχλων κρινάντων ἐκβαλεῖν τὸν Ὀκτάυιον ἐκ τῆς πόλεως ἀφῆκεν αὐτὸν εἰπὼν τῶι δήμωι διότι ταύτην χάριν δίδωσι τῆι μητρὶ προεντετευγμένος ὑπ’ αὐτῆς. | |
1052 003.2a,87,F111d | ——p. 390, 14 (= 26): ὅτι ὁ Ποπ〈ί〉λιος μετὰ δακρύων ὑπὸ τῶν ὄχλων προεπέμφθη ἐκβαλλόμενος ἐκ τῆς πόλεως. οὐ γὰρ ἠγνόει τὸ πλῆθος τὸ τῆς ἐκβολῆς ἄδικον, ἀλλὰ τῆι κατ’ αὐτοῦ δωροδοκίαι δεκαζόμενον ἀπεστέρητο τῆς μισοπονηρούσης παρρησίας. | |
1052 003.2a,87,F111e | ——p. 390, 18 (= 27): ὅτι ἑπτακαίδεκα φυλαὶ τὸν νόμον ἀπεδοκίμαζον. ἄλλαι δὲ ταύταις ἴσαι παρεδέχοντο· τῆς δὲ ὀκτωκαιδεκάτης διαριθμουμένης μία ψῆφος ὑπερῆρε τῶν κυρούντων τὸν νόμον. τῆς δὲ τοῦ δήμου κρίσεως εἰς οὕτω μικρὰν ῥοπὴν συγκλειομένης ὁ Γράκχος ἠγωνία ὡς ὑπὲρ τοῦ ζῆν κινδυνεύων, τῆι δὲ | |
5 | προσθήκηι μιᾶς γνώμης μαθὼν ἑαυτὸν νικῶντα μετὰ χαρᾶς ἀνεφθέγξατο ‘τὸ μὲν ξίφος ὑπόκειται τοῖς ἐχθροῖς, περὶ δὲ τῶν ἄλλων ὡς ἂν ἡ τύχη βραβεύσηι στέρξομεν‘. | |
1052 003.2a,87,F111f | EXC. DE INS. p. 207, 15—34 (= 28 a): ὅτι πολλοὺς ἔχων τοὺς συναγωνιστὰς ἀντετάττετο ὁ Γράκχος· καὶ ἀεὶ καὶ μᾶλλον ταπεινούμενος καὶ παρὰ προσδοκίαν ἀποπίπτων εἰς λύτταν τινὰ καὶ μανιώδη διάθεσιν ἐνέπιπτε. συναγαγὼν γὰρ τοὺς συνωμότας εἰς τὴν ἰδίαν οἰκίαν καὶ μετὰ τοῦ Φλάκ〈κ〉ου συνεδρεύσας ἔκρινε τοῖς | |
5 | ὅπλοις δεῖν κρατεῖν τῶν ἀντιπραττόντων καὶ τὰς χεῖρας τοῖς τε ἄρχουσι καὶ τῆι συγκλήτωι προσφέρειν. διὸ παρεκελεύσατο πᾶσιν ὑπὸ ταῖς τηβένναις φέρειν ξίφη καὶ συνακολουθοῦντας αὐτῶι τὸν νοῦν προσέχειν τοῖς παραγγελλομένοις. Ὀπιμίου δὲ βουλευομένου εἰς τὸ Καπετώλιον περὶ τοῦ συμφέροντος ὥρμησεν ἐκεῖσε μετὰ τῶν καχεκτῶν. εὑρὼν δὲ τὸν νεὼ προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισ‐ | |
10 | μένον ἀπεχώρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατούμενος. οὕτω δ’ αὐτοῦ παροιστρηκότος, Κόιντός τις συνήθειαν ἔχων πρὸς αὐτὸν προσέπεσε τοῖς γόνασιν αὐτοῦ δεόμενος μηδὲν βίαιον ἢ ἀνήκεστον πρᾶξαι κατὰ τῆς πατρίδος. | |
ὁ δὲ τυραννικῶς ἤδη διεξάγων αὐτὸν μὲν προέωσε πρηνῆ ἐπὶ τὴν γῆν, τοῖς δὲ ἀκολου‐ θοῦσι προσέταξε διαχειρίσασθαι καὶ ταύτην ἀρχὴν ποιήσασθαι τῆς κατὰ τῶν ἐναν‐ | ||
15 | τιουμένων τιμωρίας. ὁ δὲ ὕπατος καταπλαγεὶς τόν τε φόνον ἐδήλωσε τῆι συγκλήτωι καὶ τὴν κατ’ αὐτῶν ἐπίθεσιν. (ζήτει ἐν τῶι περὶ συμβολῆς πολέμων). | |
1052 003.2a,87,F111g | EXC. DE VIRTUT. I 309, 31 (= 29): ὅτι μετὰ τὸν Γράκχον ὑπὸ τοῦ ἰδίου δούλου τῶν γεγονότων αὐτοῦ φίλων Λεύκιος Οὐιτέλλιος πρῶτος ἐπιστὰς τῶι πτώματι αὐτοῦ οὐχ ὅπως ἠχθέσθη τῆι συμφορᾶι τοῦ τετελευτηκότος, ἀλλὰ τὴν κεφαλὴν ἀφελὼν καὶ κομίσας πρὸς ἑαυτὸν εἰς οἶκον ἰδίαν τινὰ πλεονεξίας ἐπίνοιαν | |
5 | καὶ ὠμότητος ὑπερβολὴν ἐπεδείξατο. ὁ γὰρ ὕπατος ἦν ἐπικεκηρυχὼς τῶι τὴν κεφαλὴν ἀπενέγκαντι δώσειν ἰσόσταθμον χρυσίον· ὁ δὲ τὸν τράχηλον διατρήσας καὶ τὸν ἐγκέ‐ φαλον ἐκκενώσας ἐνέτηξεν ἀντὶ τούτου μόλυβδον. ἀναδοὺς δὲ τὴν κεφαλὴν ἐκομίσατο μὲν τὸ χρυσίον, κατεγνώσθη δὲ εἰς ἅπαντα τὸν βίον ἐπὶ προδοσίαι φιλίας. ὁμοίως δὲ οἱ Φλάκκοι διεχειρίσθησαν. | |
1052 003.2a,87,F111h | EXC. DE SENT. p. 391, 17 (= 30): ὅτι ὁ Φλάκκος ἐπι............... ....χαριν γενε̣α̣ν̣ δηλοῦν ς .....ρον ἐ̣π̣ε̣ι̣δὰν τ̣ὸ̣ν̣ ..........διαδρομ......... ..μμετρης προγραφῆς ανεινα..ν........φι................εις.......... ..λ........ την προσδοκίανμω ρονδικη ν ........... ευομένοις ἡ παρανομία α τη προς ..... | |
1052 003.2a,87,F112 | EXC. DE VIRT. I 310, 22 (= DIOD. XXXIV/V 33): ὅτι Νασικᾶς ὁ ὕπατος ὑπῆρχεν ἀνὴρ καὶ κατ’ ἀρετὴν ἀξιόλογος καὶ κατὰ τὴν εὐγένειαν θαυμαζό‐ μενος. ἐξ ἐκείνου γὰρ ἦν τοῦ γένους ἐξ οὗ τοὺς Ἀφρικανοὺς καὶ τοὺς Ἀσιαγενεῖς καὶ τοὺς Ἱσπανοὺς ὀνομάζεσθαι συμβέβηκεν, ὧν ὁ μὲν τὴν Λιβύην, ὁ δὲ τὴν Ἀσίαν, | |
5 | ὁ δὲ τὴν Ἱσπανίαν καταστρεψάμενος ἔτυχε τῆς ἀπὸ τῶν πράξεων φερωνύμου προση‐ γορίας. καὶ πρὸς δὲ τῆι κοινῆι τοῦ γένους δόξηι πατέρα καὶ πάππον ἔσχεν ἐπι‐ φανεστάτους Ῥωμαίων· ἄμφω μὲν γὰρ προεκάθισαν τοῦ συνεδρίου καὶ πρώτην ἐπεῖχον γνώμην μέχρι τῆς τελευτῆς, ὁ δὲ πάππος αὐτοῦ καὶ κατὰ δόγμα τῆς συγκλήτου τῶν πλείστων ἄριστος ἐκρίθη. (2) ἐν μὲν γὰρ τοῖς τῆς Σιβύλλης χρησμοῖς εὑρέθη | |
10 | γεγραμμένον, ὅτι δεῖ τοὺς Ῥωμαίους ἱδρύσασθαι νεὼν τῆς μεγάλης μητρὸς τῶν θεῶν. καὶ τῶν μὲν ἱερῶν τὴν καταγωγὴν ἐκ Πεσινοῦντος τῆς Ἀσίας ποιήσασθαι, τὴν δὲ ἐκδοχὴν αὐτῶν ἐν τῆι Ῥώμηι γενέσθαι πανδημεὶ τῆς ἀπαντήσεως γενομένης, καὶ τῶν τε ἀνδρῶν τὸν ἄριστον καὶ γυναικῶν ὁμοίως τὴν † ἀγαθήν, καὶ τούτους ἀφηγεῖσθαι τῆς ἀπαντήσεως γενομένης καὶ δέξασθαι τὰ ἱερὰ τῆς θεᾶς. τῆς δὲ συγκλήτου πάντα | |
15 | συντελούσης κατὰ τὸν χρησμόν, ἐκρίθη τῶν μὲν ἀνδρῶν ἄριστος Πόπλιος Νασικᾶς, τῶν δὲ γυναικῶν Οὐαλερία. (3) οὐ μόνον γὰρ τῆι πρὸς θεοὺς εὐσεβείαι διαφέρειν ἔδοξεν, ἀλλὰ καὶ πολιτικὸς ὑπῆρξεν καὶ συνετὸς ἐν τῶι τὴν γνώμην ἀποφαίνεσθαι. μετὰ γὰρ τὸν Ἀννιβιακὸν πόλεμον Μάρκος μὲν Κάτων ὁ ἐπικληθεὶς Δημοσθένης εἰώθει λέγειν παρ’ ἕκαστον ἐν τῆι συγκλήτωι κατὰ τὴν ἀπόφασιν τῆς ἰδίας γνώμης | |
20 | Καρχηδόνα μὴ εἶναι· καὶ τοῦτο ἐποίει πολλάκις οὐχ ὑποκειμένης περὶ τούτου βουλῆς, ἀλλ’ ἑτέρων τινῶν ἀεὶ ζητουμένων. ὁ δὲ Νασικᾶς ἀεὶ τοὐναντίον ἀπεφαίνετο, Καρχη‐ δόνα διὰ παντὸς εἶναι. (4) ἑκατέρα μὲν οὖν ἀπόφασις ἐδόκει τῶι συνεδρίωι μεγάλην ἔχειν ἀναθεώρησιν, τοῖς δὲ διαφέρουσι τῆι φρονήσει πολὺ προτερεῖν ἡ τοῦ Νασικᾶ διελαμβάνετο. οὐ γὰρ ἐκ τῆς ἄλλων ἀσθενείας ἔκριναν δεῖν θεωρεῖσθαι τὴν τῆς | |
25 | Ῥώμης ἰσχύν, ἀλλ’ ἐκ τοῦ φαίνεσθαι τῶν μεγάλων μείζονα. (5) πρὸς δὲ τούτοις σωζομένης μὲν τῆς Καρχηδόνος ὁ ἀπὸ ταύτης φόβος ἠνάγκαζεν ὁμονοεῖν τοὺς Ῥω‐ μαίους καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς καὶ ἐνδόξως ἄρχειν, ὧν οὐδὲν κάλλιόν ἐστιν πρὸς ἡγεμονίας διαμονήν τε καὶ αὔξησιν· ἀπολομένης δὲ τῆς ἀντιπάλου πόλεως πρόδηλος ἦν ἐν μὲν τοῖς πολίταις ἐμφύλιος πόλεμος ἐσόμενος, ἐκ δὲ τῶν συμμάχων | |
30 | ἁπάντων μῖσος εἰς τὴν ἡγεμονίαν διὰ τὴν εἰς αὐτοὺς ἐκ τῶν ἀρχόντων πλεονεξίαν τε καὶ παρανομίαν. (6) ἅπερ ἅπαντα συνέβη τῆι Ῥώμηι μετὰ 〈τὴν〉 τῆς Καρχηδόνος κατασκαφήν· καὶ γὰρ ἐπικίνδυνοι δημαγωγίαι καὶ χώρας ἀναδασμοὶ καὶ συμμάχων ἀποστάσεις μεγάλαι καὶ ἐμφύλιοι πόλεμοι πολυετεῖς καὶ φοβεροὶ καὶ τἄλλα τὰ προαγορευθέντα ὑπὸ τοῦ Σκιπίωνος ἠκολούθησεν. (7) ὁ τούτου δὲ υἱὸς πρεσβύτης | |
35 | ἦν τὴν ἡλικίαν καὶ Τιβέριον Γράκχον τυραννεῖν ἐπιχειρήσαντα ταῖς ἰδίαις χερσὶν ἀπέκτεινε, προηγούμενος τῆς συγκλήτου. τῆς δὲ † συγκλήτου ἀγανακτούσης καὶ τεθηριωμένης πρὸς τοὺς τὸν φόνον δράσαντας, ἔτι δὲ τῶν δημάρχων καθ’ ἕνα τῶν συγκλητικῶν προαγαγόντων ἐπὶ τὰ ἔμβολα καὶ ἐπερωτώντων τίς ἐστιν ὁ ἀνελών, οἱ μὲν ἄλλοι ἅπαντες κατεπτηχότες τὴν τῶν ὄχλων ὁρμὴν καὶ βίαν ἠρνοῦντο καὶ τὰς | |
40 | ἀποκρίσεις ἐξηλλάττοντο, ὁ δὲ Σκιπίων μόνος ὡμολόγησεν ὑφ’ ἑαυτοῦ γεγονέναι τὴν ἀναίρεσιν, ἐπειπὼν ὅτι τοὺς μὲν ἄλλους ὁ Γράκχος ἐλάνθανεν ἐπιτιθέμενος τυραννίδι, ἑαυτὸν δὲ καὶ τὴν σύγκλητον οὐκ ἔλαθεν. ὁ δὲ ὄχλος καίπερ ἀγανακτῶν ἡσύχασεν ἐντραπεὶς τὸ βάρος καὶ τὴν παρρησίαν τἀνδρός. (8) ἀλλὰ μὴν καὶ ὁ τούτου υἱὸς ⟦κατὰ τὸν ὑποκείμενον ἐνιαυτὸν τελευτήσασ⟧ ἀδωροδόκητος μὲν ἅπαντα τὸν βίον | |
45 | διετέλεσεν, μετασχὼν δὲ τῆς πολιτείας καὶ τῶι βίωι πρὸς ἀλήθειαν ἀλλ’ οὐ τοῖς λόγοις μόνοις φιλοσοφήσας ἀκόλουθον ἔσχε τῆι τοῦ γένους διαδοχῆι καὶ τὴν τῆς ἀρετῆς κληρονομίαν. | |
1052 003.2a,87,F113 | Plutarch. Marius 21, 7: Μασσαλιήτας μέντοι λέγουσι τοῖς ὀστέοις περιθριγκῶσαι τοὺς ἀμπελῶνας, τὴν δὲ γῆν, τῶν νεκρῶν καταναλωθέντων ἐν αὐτῆι καὶ διὰ χειμῶνος ὄμβρων ἐπιπεσόντων, οὕτως ἐκλιπανθῆναι καὶ γενέσθαι διὰ βάθους περίπλεω τῆς σηπεδόνος ἐνδύσης, ὥστε καρπῶν | |
5 | ὑπερβάλλον εἰς ὥρας πλῆθος ἐξενεγκεῖν καὶ μαρτυρῆσαι τῶι Ἀρχιλόχωι (F 148 B4) λέγοντι πιαίνεσθαι πρὸς τοῦ τοιούτου τὰς ἀρούρας. (8) ἐπιεικῶς δὲ ταῖς μεγάλαις μάχαις ἐξαισίους ὑετοὺς ἐπικαταρρήγνυσθαι λέγουσιν, εἴτε δαιμονίου τινὸς τὴν γῆν καθαροῖς καὶ διιπετέσιν ἁγνίζοντος ὕδασι καὶ κατακλύζοντος, εἴτε τοῦ φόνου καὶ τῆς σηπεδόνος ἐξανιείσης ὑγρὰν καὶ βαρεῖαν ἀναθυμίασιν, ἣ τὸν ἀέρα συνίστησιν, | |
10 | εὔτρεπτον ὄντα καὶ ῥάιδιον μεταβάλλειν ἀπὸ σμικροτάτης ἐπὶ πλεῖστον ἀρχῆς. | |
1052 003.2a,87,F114 | Diod. II 49—54, 1: ἡ δὲ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῆι φυομένων καρ‐ πῶν τε καὶ τῶν ἄλλων ἀγαθῶν Εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι. (2) κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ καθ‐ | |
5 | όλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται· τήν τε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴς τε τὴν οἰκου‐ μένην πᾶσαν διαπόμπιμον λιβανωτὸν [ἀπ’ αὐτῆς] αἱ ταύτης ἐσχατιαὶ φέρουσι. (3) τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς | |
10 | θεῶν τιθέμενα παρ’ ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῶι δείγματι ὑπάρχοντα παρ’ ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι. τό τε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς τόπους. (4) ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ | |
15 | τὸ καλούμενον βόρατον. πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας. καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός. (5) διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις (F 96?), ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται. ἐκ δὲ τούτων τὰς οἰκίας | |
20 | συλλέγοντες κατασκευάζουσιν· αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψέκαδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος συρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους. (50) μεταλλεύεται δὲ κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσ‐ αγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψό‐ μενος ἀλλ’ εὐθὺς ὀρυττόμενος εὑρίσκεται, τὸ 〈μὲν〉 μέγεθος καρύοις κασταναικοῖς | |
25 | παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων. (2) θρεμμάτων τε παντοδαπῶν τοσοῦτο κατ’ αὐτὴν ὑπάρχει πλῆθος ὥστε ἔθνη πολλὰ νομάδα βίον ἡιρημένα δύνασθαι καλῶς διατρέφεσθαι, σίτου μὲν μὴ προσ‐ δεόμενα, τῆι δ’ ἀπὸ τούτων δαψιλείαι χορηγούμενα. θηρίων τε πλῆθος ἀλκίμων ἡ | |
30 | προσορίζουσα τῆι Συρίαι τρέφει· καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῆι πολλῶι πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἢπερ ἐν τῆι Λιβύηι συμβέβηκε· πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις. (3) φέρει δὲ καὶ ζῶια διφυῆ καὶ μεμιγμένα ταῖς ἰδέαις, ὧν αἱ μὲν ὀνομαζόμεναι στρουθοκάμηλοι περιειλήφασι τοῖς τύποις μίγματα χηνῶν καὶ καμήλων ἀκολούθως τῆι προσηγορίαι. | |
35 | τὸ μὲν γὰρ μέγεθος ἔχουσι νεογενεῖ καμήλωι παραπλήσιον, τὰς δὲ κεφαλὰς πεφρικυίας θριξὶ λεπταῖς, τοὺς δ’ ὀφθαλμοὺς μεγάλους καὶ κατὰ τὴν χρόαν μέλανας, ἀπαραλλάκ‐ τους κατὰ τὸν τύπον καὶ τὸ χρῶμα τοῖς τῶν καμήλων. (4) μακροτράχηλον δ’ ὑπάρχον ῥύγχος ἔχει βραχὺ παντελῶς καὶ εἰς ὀξὺ συνηγμένον. ἐπτέρωται δὲ ταρσοῖς μαλακῶς τετριχωμένοις, καὶ δυσὶ σκέλεσι στηριζόμενον καὶ ποσὶ διχήλοις χερσαῖον ἅμα φαίνεται | |
40 | καὶ πτηνόν. (5) διὰ δὲ τὸ βάρος οὐ δυνάμενον ἐξᾶραι καὶ πέτεσθαι κατὰ τῆς γῆς ὠκέως ἀκροβατεῖ, καὶ διωκόμενον ὑπὸ τῶν ἱππέων τοῖς ποσὶ τοὺς ὑποπίπτοντας λίθους οὕτως εὐτόνως ἀποσφενδονᾶι πρὸς τοὺς διώκοντας ὥστε πολλάκις καρτεραῖς πληγαῖς αὐτοὺς περιπίπτειν. (6) ἐπειδὰν δὲ περικατάληπτον ἦι, τὴν κεφαλὴν εἴς τινα θάμνον ἢ τοιαύτην σκέπην ἀποκρύπτεται, οὐχ, ὡς οἴονταί τινες, ἀφροσύνηι καὶ | |
45 | νωθρότητι ψυχῆς διὰ τὸ μὴ βλέπειν ἑτέρους μηδ’ αὐτὸ βλέπεσθαι διαλάμβανον ὑφ’ ἑτέρων, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἔχειν τοῦτο τὸ μέρος ἀσθενέστατον σκέπην αὐτῶι πρὸς σωτηρίαν περιποιεῖ. (7) ἀγαθὴ γὰρ ἡ φύσις διδάσκαλος ἅπασι τοῖς ζώιοις πρὸς διατήρησιν οὐ μόνον ἑαυτῶν, ἀλλὰ καὶ τῶν γεννωμένων, διὰ τῆς συγγενοῦς φιλοζωίας τὰς διαδοχὰς εἰς ἀίδιον ἄγουσα διαμονῆς κύκλον. (51) αἱ δὲ καλούμεναι καμηλο‐ | |
1052 003.2a,87,F114(50) | παρδάλεις τὴν [μὲν] μῖξιν ἀμφοτέρων ἔχουσι τῶν ἐν τῆι προσηγορίαι περιειλημμένων | |
ζώιων. τῶι μὲν γὰρ μεγέθει μικρότεραι τῶν καμήλων εἰσὶ καὶ βραχυτραχηλότεραι, τὴν δὲ κεφαλὴν καὶ τὴν τῶν ὀμμάτων διάθεσιν παρδάλει παρεμφερεῖς διατετύπωνται. τὸ δὲ κατὰ τὴν ῥάχιν κύρτωμα παρεμφερὲς ἔχουσαι καμήλωι τῶι χρώματι καὶ τῆι τριχώσει παρδάλεσιν ἐοίκασιν· ὁμοίως δὲ καὶ τὴν οὐρὰν μακρὰν ἔχουσαι τὴν τοῦ | ||
55 | θηρίου φύσιν ἀποτυποῦνται. (2) γίνονται δὲ καὶ τραγέλαφοι καὶ βούβαλοι καὶ ἄλλα πλείω γένη δίμορφα ζώιων καὶ τὴν σύνθεσιν ἐκ τῶν πλεῖστον τὴν φύσιν κεχωρισμένων ἔχοντα, ⟦περὶ ὧν τὰ κατὰ μέρος μακρὸν ἂν εἴη γράφειν⟧. (3) δοκεῖ γὰρ ἡ συνεγγίζουσα χώρα τῆι μεσημβρίαι τὴν ἀφ’ ἡλίου δύναμιν ζωτικωτάτην οὖσαν πολλὴν ἐμπνεῖσθαι καὶ διὰ τοῦτο πολλῶν καὶ ποικίλων, ἔτι δὲ | |
60 | καλῶν ζώιων φύσεις γεννᾶν. (4) διὰ δὲ τὰς αὐτὰς αἰτίας κατὰ μὲν τὴν Αἴγυπτον τούς τε κροκοδείλους φύεσθαι καὶ τοὺς ποταμίους ἵππους· κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ τὴν τῆς Λιβύης ἔρημον ἐλεφάντων τε πλῆθος καὶ παντοδαπῶν ὄφεών τε καὶ τῶν ἄλλων θηρίων καὶ δρακόντων ἐξηλλαγμένων τοῖς τε μεγέθεσι καὶ ταῖς ἀλκαῖς· ὁμοίως δὲ καὶ τοὺς περὶ τὴν Ἰνδικὴν ἐλέφαντας ὑπερβάλλοντας τοῖς τε ὄγκοις καὶ | |
65 | πλήθεσιν, ἔτι δὲ ταῖς ἀλκαῖς. (52) οὐ μόνον δ’ ἐν ταύταις ταῖς χώραις ζῶια γεννᾶται ταῖς ἰδέαις ἐξηλλαγμένα διὰ τὴν ἀφ’ ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίθων παντοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς. (2) τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καθαροῦ, παγέντος οὐχ ὑπὸ ψύχους ἀλλ’ ὑπὸ θείου πυρὸς δυνάμεως, δι’ ἣν ἀσήπτους μὲν αὐτοὺς δια‐ | |
70 | μένειν, βαφῆναι δὲ πολυμόρφως ἀναθυμιάσει πνεύματος. (3) σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν θείων βαφὴν καὶ σύνδεσιν συγχρώιζεσθαι· τοὺς δὲ χρυσολίθους ὑπὸ καπνώδους ἀναθυμιάσεως ἡλίου θερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώματος. (4) διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσθαι διὰ τοῦ | |
75 | θνητοῦ καὶ ὑπ’ ἀνθρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυστάλλων· τὰς δὲ τῶν ἀνθράκων φύσεις φωτὸς δύναμιν ἐμπιληθεῖσαν τῆι πήξει φασὶν ἀποτελεῖν τῶι μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς. (5) παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρώιζεσθαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παν‐ τοίαις χρόαις διειλημμένας· τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδί‐ | |
80 | ζοντα, πολλὰ δὲ χρυσοειδῆ φαίνεσθαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καθόλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσθαι χρόας· ὅπερ καὶ ἐπὶ τῆς κατ’ οὐρανὸν ἴριδος ὁρᾶσθαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός. (6) ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσθαι διότι καὶ τὴν ἄνωθεν τῆς τῶν προειρημένων ἐκφύσεως ποικιλίαν ἔβαψεν ἡ συγγενὴς θερμασία, συνεργήσαντος ἡλίου | |
85 | τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς. (7) καθόλου δὲ καὶ τῆς περὶ τὰ ἄνθη διαφορᾶς τῆς χρόας καὶ τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν· οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς θνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν, μαθητρίας γενομένας τῆς φύσεως. (8) τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργάζεσθαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέθη τῶν ζώιων | |
90 | καὶ τὰς ἑκάστου διαθέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας γεννᾶν τὴν περὶ τὸν ἥλιον θερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνθάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως. (9) διόπερ οὔτε ἡ Παρία λύγδος οὔτ’ | |
ἄλλη θαυμαζομένη πέτρα τοῖς Ἀραβίοις λίθοις ἐξισωθῆναι δύναται, ὧν λαμπροτάτη μὲν ἡ λευκότης, βαρύτατος δὲ ὁ σταθμός, ἡ δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολεί‐ | ||
95 | πουσα. αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καθάπερ προεῖπον, ἡ περὶ τὸν ἥλιον δύναμις, θερμασίαι μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμ‐ πρύνασα. (53) διὸ καὶ τὸ τῶν ὀρνέων γένος πλείστης θερμασίας κεκοινωνηκὸς ἐγένετο διὰ μὲν τὴν κουφότητα πτηνόν, διὰ δὲ τὴν ἀφ’ ἡλίου συνεργίαν ποικίλον, καὶ μάλιστα κατὰ τὰς προ〈σ〉κειμένας ἡλίωι χώρας. (2) ἡ μὲν γὰρ Βαβυλωνία ταώνων | |
1052 003.2a,87,F114(100) | ἐκτρέφει πλῆθος παντοίαις χρόαις ἐπηνθισμένων, αἱ δὲ τῆς Συρίας ἐσχατιαὶ ψιττακοὺς καὶ πορφυρίωνας καὶ μελεαγρίδας καὶ ἄλλας ζώιων ἰδίας φύσεις τοῖς χρώμασι καὶ ποικίλας συγκρίσεις. (3) ὁ δ’ αὐτὸς λόγος καὶ κατὰ τὰς ἄλλας χώρας τῆς γῆς τὰς κατὰ τὴν ὁμοίαν κρᾶσιν κειμένας, λέγω δ’ Ἰνδικὴν καὶ τὴν Ἐρυθρὰν θάλατταν, ἔτι δὲ Αἰθιοπίαν καί τινα μέρη τῆς Λιβύης. (4) ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης | |
105 | πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῶια, τῆς δ’ ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαθέσεσι γεννᾶται. (5) ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμηροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατά τε τὴν γλυκύτητα καὶ τὸ μέγεθος, ἔτι δὲ τοὺς χυμούς. (6) τούτων δὲ πολλῶι | |
110 | μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἐστι γινομένους, κατὰ μὲν τὸ μέγεθος ἓξ δακτύλων ὄντας, τῆι δὲ χρόαι τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας, ὥσθ’ ὑπ’ αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσθαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσθαι. τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόθεν μέχρι τῆς κορυφῆς. (7) ἀκρόκομα δ’ ὄντα διαφό‐ | |
115 | ρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαθέσεις· τὰ μὲν γὰρ πάντηι τοὺς ῥάδικας ἔχει περικεχυ‐ μένους καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφ’ ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀποτελεῖ λαμπάδος ἀπαιθυσσομένης, ἔνια δ’ ἐπ’ ἀμφότερα τὰ μέρη περικλώμενα καὶ διπλῆι τῆι καταθέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γραφικὴν ἀποτελεῖ τὴν πρόσοψιν. | |
1052 003.2a,87,F115 | Strabon III 5, 11: αἱ δὲ Καττιτερίδες δέκα μέν εἰσι, κεῖνται δ’ ἐγγὺς ἀλλήλων, πρὸς ἄρκτον ἀπὸ τοῦ τῶν Ἀρτάβρων λιμένος πελάγιαι. μία δ’ αὐτῶν ἔρημός ἐστι· τὰς δ’ ἄλλας οἰκοῦσιν ἄνθρωποι μελάγχλαινοι, ποδήρεις ἐνδεδυκότες τοὺς χιτῶνας, ἐζωσμένοι περὶ τὰ στέρνα, μετὰ ῥάβδων περιπατοῦντες, ὅμοιοι ταῖς | |
5 | τραγικαῖς Ποιναῖς. ζῶσι δ’ ἀπὸ βοσκημάτων νομαδικῶς τὸ πλέον. μέταλλα δὲ ἔχοντες καττιτέρου καὶ μολύβδου κέραμον ἀντὶ τούτων καὶ τῶν δερμάτων διαλλάτ‐ τονται καὶ ἅλας καὶ χαλκώματα πρὸς τοὺς ἐμπόρους. πρότερον μὲν οὖν Φοίνικες μόνοι τὴν ἐμπορίαν ἔστελλον ταύτην ἐκ τῶν Γαδείρων κρύπτοντες ἅπασι τὸν πλοῦν· τῶν δὲ Ῥωμαίων ἐπακολουθούντων ναυκλήρωι τινί, ὅπως καὶ αὐτοὶ γνοῖεν τὰ ἐμπόρια, | |
10 | φθόνωι ὁ ναύκληρος ἑκὼν εἰς τέναγος ἐξέβαλε τὴν ναῦν· ἐπαγαγὼν δ’ εἰς τὸν αὐτὸν ὄλεθρον καὶ τοὺς ἑπομένους αὐτὸς ἐσώθη διὰ ναυαγίου καὶ ἀπέλαβε δημοσίαι τὴν τιμὴν ὧν ἀπέβαλε φορτίων. οἱ Ῥωμαῖοι δὲ ὅμως πειρώμενοι πολλάκις ἐξέμαθον τὸν πλοῦν. ἐπειδὴ δὲ καὶ Πόπλιος Κράσσος διαβὰς ἐπ’ αὐτοὺς ἔγνω τὰ μέταλλα ἐκ μικροῦ βάθους ὀρυττόμενα καὶ τοὺς ἄνδρας εἰρηναίους ἐκ περι‐ | |
15 | ουσίας ἤδη, τὴν θάλατταν ἐργάζεσθαι ταύτην τοῖς ἐθέλουσιν ἐπέδειξε, καίπερ οὖσαν | |
πλείω τῆς διειργούσης [εἰς] τὴν Πρεττανικήν. | ||
1052 003.2a,87,F116 | Diod. V 25—32: ἐπεὶ δὲ περὶ τῆς τῶν Γαλατῶν προσηγορίας διήλ‐ θομεν (c. 24), καὶ περὶ τῆς χώρας αὐτῶν δέον ἐστὶν εἰπεῖν. ἡ τοίνυν Γαλατία κατοι‐ κεῖται μὲν ὑπὸ πολλῶν ἐθνῶν διαφόρων τοῖς μεγέθεσι· τὰ μέγιστα γὰρ αὐτῶν σχεδὸν εἴκοσι μυριάδας ἀνδρῶν ἔχει, τὰ δ’ ἐλάχιστα πέντε μυριάδας, ὧν ἕν ἐστι πρὸς | |
5 | Ῥωμαίους ἔχον συγγένειαν παλαιὰν καὶ φιλίαν τὴν μέχρι τῶν καθ’ ἡμᾶς χρόνων διαμένουσαν. (2) κειμένη δὲ κατὰ τὸ πλεῖστον ὑπὸ τὰς ἄρκτους χειμέριός ἐστι καὶ ψυχρὰ διαφερόντως. κατὰ γὰρ τὴν χειμερινὴν ὥραν ἐν ταῖς συννεφέσιν ἡμέραις ἀντὶ μὲν τῶν ὄμβρων χιόνι πολλῆι νίφεται, κατὰ δὲ τὰς αἰθρίας κρυστάλλωι καὶ πάγοις ἐξαι‐ | |
10 | σίοις πλήθει, δι’ ὧν οἱ ποταμοὶ πηγνύμενοι διὰ τῆς ἰδίας φύσεως γεφυροῦνται. οὐ μόνον γὰρ οἱ τυχόντες ὁδῖται κατ’ ὀλίγους κατὰ τοῦ κρυστάλλου πορευόμενοι δια‐ βαίνουσιν, ἀλλὰ καὶ στρατοπέδων μυριάδες μετὰ σκευοφόρων καὶ ἁμαξῶν γεμουσῶν ἀσφαλῶς περαιοῦνται. (3) πολλῶν δὲ καὶ μεγάλων ποταμῶν ῥεόντων διὰ τῆς Γαλατίας καὶ τοῖς | |
15 | ῥείθροις ποικίλως τὴν πεδιάδα γῆν τεμνόντων, οἱ μὲν ἐκ λιμνῶν ἀβύσσων ῥέουσιν, οἱ δ’ ἐκ τῶν ὀρῶν ἔχουσι τὰς πηγὰς καὶ τὰς ἐπιρροίας. τὴν δ’ ἐκβολὴν οἱ μὲν εἰς τὸν ὠκεανὸν ποιοῦνται, οἱ δ’ εἰς τὴν καθ’ ἡμᾶς θάλατταν. (4) μέγιστος δ’ ἐστὶ τῶν εἰς τὸ καθ’ ἡμᾶς πέλαγος ῥεόντων ὁ Ῥοδανός, τὰς μὲν πηγὰς ἔχων ἐν τοῖς Ἀλπείοις ὄρεσι, πέντε δὲ στόμασιν ἐξερευγόμενος εἰς τὴν θάλατταν. τῶν δ’ εἰς τὸν Ὠκεανὸν | |
20 | ῥεόντων μέγιστοι δοκοῦσιν ὑπάρχειν ὅ τε Δανούβιος καὶ ὁ Ῥῆνος, ⟦ὃν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις Καῖσαρ ὁ κληθεὶς Θεὸς ἔζευξε παραδόξως, καὶ περαιώσας πεζῆι τὴν δύναμιν ἐχειρώσατο τοὺς πέραν κατοικοῦντας αὐτοῦ Γαλάτασ⟧. (5) πολλοὶ δὲ καὶ ἄλλοι πλωτοὶ ποταμοὶ κατὰ τὴν Κελτικήν εἰσι, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. πάντες δὲ σχεδὸν ὑπὸ τοῦ πάγου πηγνύμενοι γεφυροῦσι τὰ ῥεῖθρα, καὶ τοῦ κρυστάλλου | |
25 | διὰ τὴν φυσικὴν λειότητα ποιοῦντος τοὺς διαβαίνοντας ὀλισθάνειν, ἀχύρων ἐπιβαλ‐ λομένων ἐπ’ αὐτοὺς ἀσφαλῆ τὴν διάβασιν ἔχουσιν. (26) ἴδιον δέ τι καὶ παρά‐ δοξον συμβαίνει κατὰ τὴν πλείστην τῆς Γαλατίας, περὶ οὗ παραλιπεῖν οὐκ ἄξιον ἡγούμεθα. ἀπὸ γὰρ θερινῆς δύσεως καὶ ἄρκτου πνεῖν εἰώθασιν ἄνεμοι τηλικαύτην ἔχοντες σφοδρότητα καὶ δύναμιν, ὥστε ἀναρπάζειν ἀπὸ τῆς γῆς λίθους χειροπλη‐ | |
30 | θιαίους τοῖς μεγέθεσι καὶ τῶν ψηφίδων ἁδρομερῆ κονιορτόν· καθόλου δὲ καταιγί‐ ζοντες λάβρως ἁρπάζουσι ἀπὸ μὲν τῶν ἀνδρῶν τὰ ὅπλα καὶ τὰς ἐσθῆτας, ἀπὸ δὲ τῶν ἵππων τοὺς ἀναβάτας. (2) διὰ δὲ τὴν ὑπερβολὴν τοῦ ψύχους διαφθειρομένης τῆς κατὰ τὸν ἀέρα κράσεως οὔτ’ οἶνον οὔτ’ ἔλαιον φέρει· διόπερ τῶν Γαλατῶν οἱ τούτων τῶν καρπῶν | |
35 | στερισκόμενοι πόμα κατασκευάζουσιν ἐκ τῆς κριθῆς τὸ προσαγορευόμενον ζῦθος καὶ τὰ κηρία πλύνοντες τῶι τούτων ἀποπλύματι χρῶνται. (3) κάτοινοι δ’ ὄντες καθ’ ὑπερ‐ βολὴν τὸν εἰσαγόμενον ὑπὸ τῶν ἐμπόρων οἶνον ἄκρατον ἐμφοροῦνται, καὶ διὰ τὴν ἐπιθυμίαν λάβρωι χρώμενοι τῶι ποτῶι καὶ μεθυσθέντες εἰς ὕπνον ἢ μανιώδεις δια‐ θέσεις τρέπονται· διὸ καὶ πολλοὶ τῶν Ἰταλικῶν ἐμπόρων διὰ τὴν συνήθη φιλαργυρίαν | |
40 | ἕρμαιον ἡγοῦνται τὴν τῶν Γαλατῶν φιλοινίαν. οὗτοι γὰρ διὰ μὲν τῶν πλωτῶν ποταμῶν πλοίοις, διὰ δὲ τῆς πεδιάδος χώρας ἁμάξαις κομίζοντες τὸν οἶνον ἀντιλαμβάνουσι τιμῆς πλῆθος ἄπιστον· διδόντες γὰρ οἴνου κεράμιον ἀντιλαμβάνουσι παῖδα, τοῦ | |
πόματος διάκονον ἀμειβόμενοι. (27) κατὰ γοῦν τὴν Γαλατίαν ἄργυρος μὲν οὐ γίνεται τὸ σύνολον, χρυσὸς δὲ | ||
45 | πολύς, ὃν τοῖς ἐγχωρίοις ἡ φύσις ἄνευ μεταλλείας καὶ κακοπαθείας ὑπουργεῖ. ἡ γὰρ τῶν ποταμῶν ῥύσις σκολιοὺς τοὺς ἀγκῶνας ἔχουσα καὶ τοῖς τῶν παρακειμένων ὀρῶν ὄχθοις προσαράττουσα καὶ μεγάλους ἀπορρηγνῦσα κολωνοὺς πληροῖ χρυσοῦ ψήγματος. (2) τοῦτο δ’ οἱ περὶ τὰς ἐργασίας ἀσχολούμενοι συνάγοντες ἀλήθουσιν ἢ συγκόπτουσι τὰς ἐχούσας τὸ ψῆγμα βώλους, διὰ δὲ τῶν ὑδάτων τῆς φύσεως τὸ γεῶδες πλύναντες | |
1052 003.2a,87,F116(50) | παραδιδόασιν ἐν ταῖς καμίνοις εἰς τὴν χωνείαν. (3) τούτωι δὲ τῶι τρόπωι σωρεύοντες χρυσοῦ πλῆθος καταχρῶνται πρὸς κόσμον οὐ μόνον αἱ γυναῖκες, ἀλλὰ καὶ οἱ ἄνδρες. περὶ μὲν γὰρ τοὺς καρποὺς καὶ τοὺς βραχίονας ψέλια φοροῦσι, περὶ δὲ τοὺς αὐχένας κρίκους παχεῖς ὁλοχρύσους καὶ δακτυλίους ἀξιολόγους, ἔτι δὲ χρυσοῦς θώρακας. (4) ἴδιον δέ τι καὶ παράδοξον παρὰ τοῖς ἄνω Κελτοῖς ἐστι περὶ τὰ τεμένη τῶν θεῶν | |
55 | γινόμενον· ἐν γὰρ τοῖς ἱεροῖς καὶ τεμένεσιν ἐπὶ τῆς χώρας ἀνειμένοις ἔρριπται πολὺς χρυσὸς ἀνατεθειμένος τοῖς θεοῖς, καὶ τῶν ἐγχωρίων οὐδεὶς ἅπτεται τούτου διὰ τὴν δεισιδαιμονίαν, καίπερ ὄντων τῶν Κελτῶν φιλαργύρων καθ’ ὑπερβολήν. (28) οἱ δὲ Γαλάται τοῖς μὲν σώμασίν εἰσιν εὐμήκεις, ταῖς δὲ σαρξὶ κάθυγροι καὶ λευκοί, ταῖς δὲ κόμαις οὐ μόνον ἐκ φύσεως ξανθοί, ἀλλὰ καὶ διὰ τῆς κατασκευῆς | |
60 | ἐπιτηδεύουσιν αὔξειν τὴν φυσικὴν τῆς χρόας ἰδιότητα. (2) τιτάνου γὰρ ἀποπλύματι σμῶντες τὰς τρίχας συνεχῶς [καὶ] ἀπὸ τῶν μετώπων ἐπὶ τὴν κορυφὴν καὶ τοὺς τένοντας ἀνασπῶσιν, ὥστε τὴν πρόσοψιν αὐτῶν φαίνεσθαι Σατύροις καὶ Πᾶσιν ἐοικυῖαν· παχύνονται γὰρ αἱ τρίχες ἀπὸ τῆς κατεργασίας, ὥστε μηδὲν τῆς τῶν ἵππων χαίτης διαφέρειν. (3) τὰ δὲ γένεια τινὲς μὲν ξυρῶνται, τινὲς δὲ μετρίως ὑποτρέφουσιν. | |
65 | οἱ δ’ εὐγενεῖς τὰς μὲν παρειὰς ἀπολειαίνουσι, τὰς δ’ ὑπήνας ἀνειμένας ἐῶσιν, ὥστε τὰ στόματα αὐτῶν ἐπικαλύπτεσθαι· διόπερ ἐσθιόντων μὲν αὐτῶν ἐμπλέκονται ταῖς τροφαῖς, πινόντων δὲ καθαπερεὶ διά τινος ἡθμοῦ φέρεται τὸ πόμα. (4) δειπνοῦσι δὲ καθήμενοι πάντες οὐκ ἐπὶ θρόνων, ἀλλ’ ἐπὶ τῆς γῆς, ὑποστρώμασι χρώμενοι λύκων ἢ κυνῶν δέρμασι. διακονοῦνται δ’ ὑπὸ τῶν νεωτάτων παίδων ἐχόντων ἡλικίαν, ἀρρέ‐ | |
70 | νων τε καὶ θηλειῶν. πλησίον δ’ αὐτῶν ἐσχάραι κεῖνται γέμουσαι πυρὸς καὶ λέβητας ἔχουσαι καὶ ὀβελοὺς πλήρεις κρεῶν ὁλομερῶν. τοὺς δ’ ἀγαθοὺς ἄνδρας ταῖς καλλί‐ σταις τῶν κρεῶν μοίραις γεραίρουσι, καθάπερ καὶ ὁ ποιητὴς τὸν Αἴαντα παρεισάγει τιμώμενον ὑπὸ τῶν ἀριστέων, ὅτε πρὸς Ἕκτορα μονομαχήσας ἐνίκησε (Il. Η 321) ‘νώτοι‐ σιν δ’ Αἴαντα διηνεκέεσσι γέραιρε‘. (5) καλοῦσι δὲ καὶ τοὺς ξένους ἐπὶ τὰς εὐωχίας, | |
75 | καὶ μετὰ τὸ δεῖπνον ἐπερωτῶσι, τίνες εἰσὶ καὶ τίνων χρείαν ἔχουσιν. εἰώθασι δὲ καὶ παρὰ τὸ δεῖπνον, ἐκ τῶν τυχόντων πρὸς τὴν διὰ τῶν λόγων ἅμιλλαν καταστάντες, ἐκ προκλήσεως μονομαχεῖν πρὸς ἀλλήλους, παρ’ οὐδὲν τιθέμενοι τὴν τοῦ βίου τελευ‐ τήν. (6) ἐνισχύει γὰρ παρ’ αὐτοῖς ὁ Πυθαγόρου λόγος, ὅτι τὰς ψυχὰς τῶν ἀνθρώπων ἀθανάτους εἶναι συμβέβηκε καὶ δι’ ἐτῶν ὡρισμένων πάλιν βιοῦν, εἰς ἕτερον σῶμα | |
80 | τῆς ψυχῆς εἰσδυομένης· διὸ καὶ κατὰ τὰς ταφὰς τῶν τετελευτηκότων ἐνίους ἐπιστολὰς γεγραμμένας τοῖς οἰκείοις τετελευτηκόσιν ἐμβάλλειν εἰς τὴν πυράν, ὡς τῶν τετελευτη‐ κότων ἀναγνωσομένων ταύτας. (29) ἐν δὲ ταῖς ὁδοιπορίαις καὶ ταῖς μάχαις χρῶνται συνωρίσιν, ἔχοντος τοῦ ἅρματος ἡνίοχον καὶ παραβάτην. ἀπαντῶντες δὲ τοῖς ἐφιππεύ‐ ουσιν ἐν τοῖς πολέμοις σαυνιάζουσι τοὺς ἐναντίους, καὶ καταβάντες εἰς τὴν ἀπὸ τοῦ | |
85 | ξίφους συνίστανται μάχην. (2) ἔνιοι δ’ αὐτῶν ἐπὶ τοσοῦτο τοῦ θανάτου καταφρονοῦσιν | |
ὥστε γυμνοὺς καὶ περιεζωσμένους καταβαίνειν εἰς τὸν κίνδυνον. ἐπάγονται δὲ καὶ θεράποντας ἐλευθέρους ἐκ τῶν πενήτων καταλέγοντες, οἷς ἡνιόχοις καὶ παρασπισταῖς χρῶνται κατὰ τὰς μάχας. κατὰ δὲ τὰς παρατάξεις εἰώθασι προάγειν τῆς παρατάξεως καὶ προκαλεῖσθαι τῶν ἀντιτεταγμένων τοὺς ἀρίστους εἰς μονομαχίαν, προανασείοντες | ||
90 | τὰ ὅπλα καὶ καταπληττόμενοι τοὺς ἐναντίους. (3) ὅταν δέ τις ὑπακούσηι πρὸς τὴν μάχην, τάς τε τῶν προγόνων ἀνδραγαθίας ἐξυμνοῦσι καὶ τὰς ἑαυτῶν ἀρετὰς προφέ‐ ρονται καὶ τὸν ἀντιταττόμενον ἐξονειδίζουσι καὶ ταπεινοῦσι καὶ τὸ σύνολον τὸ θάρσος τῆς ψυχῆς τοῖς λόγοις προαφαιροῦνται. (4) τῶν δὲ πεσόντων πολεμίων τὰς κεφαλὰς ἀφαιροῦντες περιάπτουσι τοῖς αὐχέσι τῶν ἵππων, τὰ δὲ σκῦλα τοῖς θεράπουσι παρα‐ | |
95 | δόντες ἡιμαγμένα λαφυραγωγοῦσιν, ἐπιπαιανίζοντες καὶ ἄιδοντες ὕμνον ἐπινίκιον, καὶ τὰ ἀκροθίνια ταῦτα ταῖς οἰκίαις προσηλοῦσιν ὥσπερ οἱ ἐν κυνηγίοις τισὶ κεχειρω‐ μένοι τὰ θηρία. (5) τῶν δ’ ἐπιφανεστάτων πολεμίων κεδρώσαντες τὰς κεφαλὰς ἐπι‐ μελῶς τηροῦσιν ἐν λάρνακι καὶ τοῖς ξένοις ἐπιδεικνύουσι σεμνυνόμενοι, διότι τῆσδε τῆς κεφαλῆς τῶν προγόνων τις ἢ πατὴρ ἢ καὶ αὐτὸς πολλὰ χρήματα διδόμενα οὐκ | |
1052 003.2a,87,F116(100) | ἔλαβε. φασὶ δέ τινας αὐτῶν καυχᾶσθαι, διότι χρυσὸν ἀντίσταθμον τῆς κεφαλῆς οὐκ ἐδέξαντο, βάρβαρόν τινα μεγαλοψυχίαν ἐπιδεικνύμενοι· οὐ γὰρ τὸ μὴ πωλεῖν τὰ σύσσημα τῆς ἀρετῆς εὐγενές, ἀλλὰ τὸ πολεμεῖν τὸ ὁμόφυλον τετελευτηκὸς θηριῶδες. (30) ἐσθῆσι δὲ χρῶνται καταπληκτικαῖς, χιτῶσι μὲν βαπτοῖς χρώμασι παντοδαποῖς διην‐ θισμένοις καὶ ἀναξυρίσιν, ἃς ἐκεῖνοι βράκας προσαγορεύουσιν· ἐπιπορποῦνται δὲ σάγους | |
105 | ῥαβδωτοὺς ἐν μὲν τοῖς χειμῶσι δασεῖς, κατὰ δὲ τὸ θέρος ψιλούς, πλινθίοις πυκνοῖς καὶ πολυανθέσι διειλημμένους. (2) ὅπλοις δὲ χρῶνται θυρεοῖς μὲν ἀνδρομήκεσι, πεποικιλμένοις ἰδιοτρόπως· τινὲς δὲ καὶ ζώιων χαλκῶν ἐξοχὰς ἔχουσιν, οὐ μόνον πρὸς κόσμον, ἀλλὰ καὶ πρὸς ἀσφάλειαν εὖ δεδημιουργημένας. κράνη δὲ χαλκᾶ περιτίθενται μεγάλας ἐξοχὰς ἐξ ἑαυτῶν ἔχοντα, παμμεγέθη φαντασίαν ἐπιφέροντα | |
110 | τοῖς χρωμένοις· τοῖς μὲν γὰρ πρόσκειται συμφυῆ κέρατα, τοῖς δὲ ὀρνέων ἢ τετρα‐ πόδων ζώιων ἐκτετυπωμέναι προτομαί. (3) σάλπιγγας δ’ ἔχουσι ἰδιοφυεῖς καὶ βαρ‐ βαρικάς· ἐμφυσῶσι γὰρ ταύταις καὶ προβάλλουσιν ἦχον τραχὺν καὶ πολεμικῆς ταραχῆς οἰκεῖον. θώρακας δ’ ἔχουσιν οἱ μὲν σιδηροῦς ἁλυσιδωτούς, οἱ δὲ τοῖς ὑπὸ τῆς φύσεως δεδομένοις ἀρκοῦνται, γυμνοὶ μαχόμενοι. ἀντὶ δὲ τοῦ ξίφους σπάθας ἔχουσι μακρὰς | |
115 | σιδηραῖς ἢ χαλκαῖς ἁλύσεσιν ἐξηρτημένας, παρὰ τὴν δεξιὰν λαγόνα παρατεταμένας. τινὲς δὲ τοὺς χιτῶνας ἐπιχρύσοις ἢ καταργύροις ζωστῆρσι συνέζωνται. (4) προ‐ βάλλονται δὲ λόγχας, ἃς ἐκεῖνοι λαγκίας καλοῦσι, πηχυαῖα τῶι μήκει τοῦ σιδήρου καὶ ἔτι μείζω τὰ ἐπιθήματα ἐχούσας, πλάτει δὲ βραχὺ λείποντα διπαλαίστων· τὰ μὲν γὰρ ξίφη τῶν παρ’ ἑτέροις σαυνίων εἰσὶν οὐκ ἐλάττω, τὰ δὲ σαυνία τὰς ἀκμὰς | |
120 | ἔχει τῶν ξιφῶν μείζους. τούτων δὲ τὰ μὲν ἐπ’ εὐθείας κεχάλκευται, τὰ δ’ ἑλικοειδῆ δι’ ὅλων ἀνάκλασιν ἔχει πρὸς τὸ καὶ κατὰ τὴν πληγὴν μὴ μόνον τέμνειν, ἀλλὰ καὶ θραύειν τὰς σάρκας καὶ κατὰ τὴν ἀνακομιδὴν τοῦ δόρατος σπαράττειν τὸ τραῦμα. (31) αὐτοὶ δ’ εἰσὶ τὴν πρόσοψιν καταπληκτικοὶ καὶ ταῖς φωναῖς βαρυηχεῖς καὶ παντελῶς τραχύφωνοι, κατὰ δὲ τὰς ὁμιλίας βραχυλόγοι καὶ αἰνιγματίαι καὶ τὰ πολλὰ | |
125 | αἰνιττόμενοι συνεκδοχικῶς· πολλὰ δὲ λέγοντες ἐν ὑπερβολαῖς ἐπ’ αὐξήσει μὲν ἑαυτῶν, μειώσει δὲ τῶν ἄλλων· ἀπειληταί τε καὶ ἀνατατικοὶ καὶ τετραγωιδημένοι ὑπάρχουσι, | |
ταῖς δὲ διανοίαις ὀξεῖς καὶ πρὸς μάθησιν οὐκ ἀφυεῖς. (2) εἰσὶ δὲ παρ’ αὐτοῖς καὶ ποιηταὶ μελῶν, οὓς βάρδους ὀνομάζουσιν. οὗτοι δὲ μετ’ ὀργάνων ταῖς λύραις ὁμοίων ἄιδοντες οὓς μὲν ὑμνοῦσιν, οὓς δὲ βλασφημοῦσι. | ||
130 | φιλόσοφοί τε τινές εἰσι καὶ θεολόγοι περιττῶς τιμώμενοι, οὓς δρουίδας ὀνομάζουσι. (3) χρῶνται δὲ καὶ μάντεσιν, ἀποδοχῆς μεγάλης ἀξιοῦντες αὐτούς. οὗτοι δὲ διά τε τῆς οἰωνοσκοπίας καὶ διὰ τῆς τῶν ἱερείων θυσίας τὰ μέλλοντα προλέγουσι, καὶ πᾶν τὸ πλῆθος ἔχουσιν ὑπήκοον. μάλιστα δ’ ὅταν περί τινων μεγάλων ἐπισκέπτωνται, παράδοξον καὶ ἄπιστον ἔχουσι νόμιμον· ἄνθρωπον γὰρ κατασπείσαντες τύπτουσι | |
135 | μαχαίραι κατὰ τὸν ὑπὲρ τὸ διάφραγμα τόπον, καὶ πεσόντος τοῦ πληγέντος ἐκ τῆς πτώσεως καὶ τοῦ σπαραγμοῦ τῶν μελῶν, ἔτι δὲ τῆς τοῦ αἵματος ῥύσεως τὸ μέλλον νοοῦσι, παλαιᾶι τινι καὶ πολυχρονίωι παρατηρήσει περὶ τούτων πεπιστευκότες. (4) ἔθος δ’ αὐτοῖς ἐστι μηδένα θυσίαν ποιεῖν ἄνευ φιλοσόφου· διὰ γὰρ τῶν ἐμπείρων τῆς θείας φύσεως ὡσπερεί τινων ὁμοφώνων τὰ χαριστήρια τοῖς θεοῖς φασι δεῖν | |
140 | προσφέρειν, καὶ διὰ τούτων οἴονται δεῖν τἀγαθὰ αἰτεῖσθαι. (5) οὐ μόνον δ’ ἐν ταῖς εἰρηνικαῖς χρείαις, ἀλλὰ καὶ κατὰ τοὺς πολέμους τούτοις μάλιστα πείθονται καὶ τοῖς μελωιδοῦσι ποιηταῖς, οὐ μόνον οἱ φίλοι, ἀλλὰ καὶ οἱ πολέμιοι· πολλάκις 〈γὰρ〉 ἐν ταῖς παρατάξεσι πλησιαζόντων ἀλλήλοις τῶν στρατοπέδων καὶ τοῖς ξίφεσιν ἀνατε‐ ταμένοις καὶ ταῖς λόγχαις προβεβλημέναις, εἰς τὸ μέσον οὗτοι προελθόντες παύουσιν | |
145 | αὐτούς, ὥσπερ τινὰ θηρία κατεπάισαντες. οὕτω καὶ παρὰ τοῖς ἀγριωτάτοις βαρβά‐ ροις ὁ θυμὸς εἴκει τῆι σοφίαι καὶ ὁ Ἄρης αἰδεῖται τὰς Μούσας. (32) ⟦χρήσιμον δ’ ἐστὶ διορίσαι τὸ παρὰ πολλοῖς ἀγνοούμενον⟧. τοὺς γὰρ ὑπὲρ Μασσαλίας κατοικοῦντας ἐν τῶι μεσογείωι καὶ τοὺς παρὰ τὰς Ἄλπεις, ἔτι δὲ τοὺς ἐπὶ τάδε τῶν Πυρηναίων ὀρῶν ⟦Κελτοὺς ὀνομάζουσι, τοὺς δ’ ὑπὲρ ταύτης τῆς | |
1052 003.2a,87,F116(150) | Κελτικῆσ⟧ εἰς τὰ πρὸς ἄρκτον νεύοντα μέρη παρά τε τὸν ὠκεανὸν καὶ τὸ Ἑρκύνιον ὄρος καθιδρυμένους καὶ πάντας τοὺς ἑξῆς μέχρι τῆς Σκυθίας Γαλάτας προσαγο‐ ρεύουσι. ⟦οἱ δὲ Ῥωμαῖοι πάλιν πάντα ταῦτα τὰ ἔθνη συλλήβδην μιᾶι προσηγορίαι περιλαμβάνουσιν, ὀνομάζοντες Γαλάτας ἅπαντασ⟧. (2) αἱ δὲ γυναῖκες τῶν Γαλατῶν οὐ μόνον τοῖς μεγέθεσι παραπλήσιοι | |
155 | τοῖς ἀνδράσιν εἰσίν, ἀλλὰ καὶ ταῖς ἀλκαῖς ἐνάμιλλοι. τὰ δὲ παιδία παρ’ αὐτοῖς ἐκ γενετῆς ὑπάρχει πολιὰ κατὰ τὸ πλεῖστον, προβαίνοντα δὲ ταῖς ἡλικίαις εἰς τὸ τῶν πατέρων χρῶμα ταῖς χρόαις μετασχημα‐ τίζεται. (3) ἀγριωτάτων δ’ ὄντων τῶν ὑπὸ τὰς ἄρκτους κατοικούντων καὶ τῶν τῆι Σκυθίαι | |
160 | πλησιοχώρων φασί τινας ἀνθρώπους ἐσθίειν, ὥσπερ καὶ τῶν Πρεττανῶν τοὺς κατοι‐ κοῦντας τὴν ὀνομαζομένην Ἴριν. (4) διαβεβοημένης δὲ τῆς τούτων ἀλκῆς καὶ ἀγριό‐ τητος φασί τινες ἐν τοῖς παλαιοῖς χρόνοις τοὺς τὴν Ἀσίαν ἅπασαν καταδραμόντας, ὀνομαζομένους δὲ Κιμμερίους, τούτους εἶναι, βραχὺ τοῦ χρόνου τὴν λέξιν φθείραντος ἐν τῆι τῶν καλουμένων Κίμβρων προσηγορίαι· ζηλοῦσι γὰρ ἐκ παλαιοῦ ληιστεύειν | |
165 | ἐπὶ τὰς ἀλλοτρίας χώρας ἐπερχόμενοι καὶ καταφρονεῖν ἁπάντων. (5) οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν Ῥώμην ἑλόντες, τὸ δὲ ἱερὸν τὸ ἐν Δελφοῖς συλήσαντες καὶ πολλὴν μὲν | |
τῆς Εὐρώπης, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας φορολογήσαντες καὶ τῶν καταπολεμη‐ θέντων τὴν χώραν κατοικήσαντες (οἱ διὰ τὴν πρὸς τοὺς Ἕλληνας ἐπιπλοκὴν Ἑλλη‐ νογαλάται κληθέντες), τὸ δὲ τελευταῖον πολλὰ καὶ μεγάλα στρατόπεδα Ῥωμαίων | ||
170 | συντρίψαντες. (6) ⟦ἀκολούθως δὲ τῆι κατ’ αὐτοὺς ἀγριότητι⟧ καὶ περὶ τὰς θυσίας ⟦ἐκτόπως ἀσεβοῦσι⟧· τοὺς γὰρ κακούργους κατὰ πενταετηρίδα φυλάξαν‐ τες ἀνασκολοπίζουσι τοῖς θεοῖς καὶ μετ’ ἄλλων πολλῶν ἀπαρχῶν καθα‐ γίζουσι, πυρὰς παμμεγέθεις κατασκευάζοντες. χρῶνται δὲ καὶ τοῖς | |
175 | αἰχμαλώτοις ὡς ἱερείοις πρὸς τὰς τῶν θεῶν τιμάς. τινὲς δ’ αὐτῶν καὶ τὰ κατὰ πόλεμον ληφθέντα ζῶια μετὰ τῶν ἀνθρώπων ἀποκτείνουσιν ἢ κατακάουσιν ἤ τισιν ἄλλαις τιμωρίαις ἀφανίζουσι. (7) γυναῖκας δ’ ἔχοντες εὐειδεῖς ἥκιστα ταύταις προσέχουσιν, ἀλλὰ πρὸς τὰς τῶν ἀρρένων ἐπιπλοκὰς ἐκτόπως λυττῶσιν. εἰώθασι | |
180 | δ’ ἐπὶ δοραῖς θηρίων χαμαὶ καθεύδοντες ἐξ ἀμφοτέρων τῶν μερῶν παρακοίτοις συγκυλίεσθαι. τὸ δὲ πάντων παραδοξότατον, τῆς ἰδίας εὐσχημοσύνης ἀφροντιστοῦντες τὴν τοῦ σώματος ὥραν ἑτέροις εὐ‐ κόλως προίενται, καὶ τοῦτο αἰσχρὸν οὐχ ἡγοῦνται, ἀλλὰ μᾶλλον ὅταν τις αὐτῶν χαριζομένων μὴ προσδέξηται τὴν διδομένην χάριν ἄτιμον | |
185 | ἡγοῦνται. | |
1052 003.2a,87,F117 | Diod. V 33—38: ... ἐπὶ τοὺς πλησιοχώρους τούτοις (sc. τοῖς Κελτοῖς) Κελτίβηρας. οὗτοι γὰρ τὸ παλαιὸν περὶ τῆς χώρας ἀλλήλοις διαπολεμήσαντες οἵ τε Ἴβηρες καὶ οἱ Κελτοί, καὶ μετὰ ταῦτα διαλυθέντες καὶ τὴν χώραν κοινῆι κατοική‐ σαντες, ἔτι δ’ ἐπιγαμίας πρὸς ἀλλήλους συνθέμενοι, διὰ τὴν ἐπιμιξίαν λέγονται | |
5 | ταύτης τυχεῖν τῆς προσηγορίας. δυεῖν δ’ ἐθνῶν ἀλκίμων μιχθέντων καὶ χώρας ὑπο‐ κειμένης ἀγαθῆς συνέβη τοὺς Κελτίβηρας ἐπὶ πολὺ τῆι δόξηι προελθεῖν καὶ Ῥωμαίοις πολλοὺς χρόνους ἀντιταξαμένους μόγις καταπολεμηθῆναι. (2) δοκοῦσι δ’ οὗτοι κατὰ τοὺς πολέμους οὐ μόνον ἱππεῖς ἀγαθούς, ἀλλὰ καὶ πεζοὺς παρέχεσθαι διαφόρους ταῖς ἀλκαῖς καὶ ταῖς καρτερίαις. φοροῦσι δ’ οὗτοι | |
10 | σάγους μέλανας τραχεῖς καὶ παραπλήσιον ἔχοντας τὸ ἔριον ταῖς αἰγείαις θριξίν. (3) ὁπλίζονται δέ τινες τῶν Κελτιβήρων Γαλατικοῖς θυρεοῖς κούφοις, τινὲς δὲ κυρ‐ τίαις κυκλοτερέσιν ἀσπίδων ἐχούσαις τὰ μεγέθη, καὶ περὶ τὰς κνήμας τριχίνας εἰλοῦσι κνημῖδας, περὶ δὲ τὰς κεφαλὰς κράνη χαλκᾶ περιτίθενται φοινικοῖς ἠσκημένα λόφοις. ξίφη δ’ ἀμφίστομα καὶ σιδήρωι διαφόρωι κεχαλκευμένα φοροῦσιν, ἔχοντες σπιθαμιαίας | |
15 | παραξιφίδας, αἷς χρῶνται κατὰ τὰς ἐν ταῖς μάχαις συμπλοκάς. (4) ἴδιον δέ τι παρ’ αὐτοῖς ἐστι καὶ περὶ τὴν τῶν ὅπλων 〈τῶν〉 ἀμυντηρίων κατασκευήν· ἐλάσματα γὰρ σιδήρου κατακρύπτουσιν εἰς τὴν γῆν, καὶ ταῦτα ἐῶσι μέχρι ἂν ὅτου διὰ τὸν χρόνον τοῦ ἰοῦ περιφαγόντος τὸ ἀσθενὲς τοῦ σιδήρου καταλειφθῆι τὸ στερεώτατον, ἐξ οὗ κατασκευάζουσι διάφορα ξίφη καὶ τἄλλα τὰ πρὸς πόλεμον ἀνήκοντα. τὸ δ’ οὕτω | |
20 | κατασκευασθὲν ὅπλον πᾶν τὸ ὑποπεσὸν διαιρεῖ, ἀφ’ οὗπερ οὔτε θυρεὸς οὔτε κράνος οὔτε ὀστοῦν ὑπομένει τὴν πληγὴν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς τοῦ σιδήρου. (5) διμάχαι δ’ ὄντες, ἐπειδὰν ἀπὸ τῶν ἵππων ἀγωνισάμενοι νικήσωσι, καταπηδῶντες | |
καὶ τὴν τῶν πεζῶν τάξιν μεταλαμβάνοντες θαυμαστὰς ποιοῦνται μάχας. (6) ἴδιον δέ τι καὶ παράδοξον νόμιμον παρ’ αὐτοῖς ἐστιν· ἐπιμελεῖς γὰρ ὄντες καὶ | ||
25 | καθάρειοι ταῖς διαίταις ἓν ἔργον ἐπιτηδεύουσι βάναυσον καὶ πολλῆς ἀκαθαρσίας κεκοινωνηκός· παρ’ ἕκαστα γὰρ τὸ σῶμα λοῦσιν οὔρωι, καὶ τοὺς ὀδόντας παρατρί‐ βοντες ταύτην ἡγοῦνται θεραπείαν εἶναι τοῦ σώματος. (34) τοῖς δ’ ἤθεσι πρὸς μὲν τοὺς κακούργους καὶ πολεμίους ὑπάρχουσιν ὠμοί, πρὸς δὲ τοὺς ξένους ἐπιεικεῖς καὶ φιλάνθρωποι· τοὺς γὰρ ἐπιδημήσαντας ξένους | |
30 | ἅπαντες ἀξιοῦσι παρ’ αὐτοῖς ποιεῖσθαι τὰς καταλύσεις καὶ πρὸς ἀλλήλους ἁμιλλῶν‐ ται περὶ τῆς φιλοξενίας, οἷς δ’ ἂν οἱ ξένοι συνακολουθήσωσι, τούτους ἐπαινοῦσι καὶ θεοφιλεῖς ἡγοῦνται. (2) τροφαῖς δὲ χρῶνται κρέασι παντοδαποῖς καὶ δαψιλέσι καὶ οἰνομέλιτος πόματι, χορηγούσης τῆς χώρας τὸ μὲν μέλι παμπληθές, τὸν δ’ οἶνον παρὰ τῶν ἐπιπλεόντων ἐμπόρων ὠνούμενοι. | |
35 | (3) χαριέστατον δὲ τῶν πλησιοχώρων ἐθνῶν αὐτοῖς ἐστι τὸ τῶν Οὐακκαίων ὀνομαζομένων σύστημα· οὗτοι γὰρ καθ’ ἕκαστον ἔτος διαιρούμενοι τὴν χώραν γεωρ‐ γοῦσι καὶ τοὺς καρποὺς κοινοποιούμενοι μεταδιδόασιν ἑκάστωι τὸ μέρος· καὶ τοῖς νοσφισαμένοις τι γεωργοῖς θάνατον τὸ πρόστιμον τεθείκασι. (4) τῶν δ’ Ἰβήρων ἀλκιμώτατοι μέν εἰσιν οἱ καλούμενοι Λυσιτανοί. φοροῦσι | |
40 | δ’ ἐν τοῖς πολέμοις πέλτας μικρὰς παντελῶς, διαπεπλεγμένας νεύροις καὶ δυναμένας σκέπειν τὸ σῶμα περιττότερον διὰ τὴν στερεότητα· ταύτην δ’ ἐν ταῖς μάχαις μετα‐ φέροντες εὐλύτως ἄλλοτε ἄλλως ἀπὸ τοῦ σώματος διακρούονται φιλοτέχνως πᾶν τὸ φερόμενον ἐπ’ αὐτοὺς βέλος. (5) χρῶνται δὲ καὶ σαυνίοις ὁλοσιδήροις ἀγκιστρώδεσι, φοροῦσι δὲ κράνη καὶ ξίφη παραπλήσια Κελτίβηρσιν. ἀκοντίζουσι δ’ εὐστόχως καὶ | |
45 | μακράν, καὶ καθόλου καρτεροπληγεῖς ὑπάρχουσιν. εὐκίνητοι δ’ ὄντες καὶ κοῦφοι ῥαιδίως καὶ φεύγουσι καὶ διώκουσι· κατὰ δὲ τὰς ἐν ταῖς συστάσεσι τῶν δεινῶν ὑπο‐ μονὰς πολὺ λείπονται τῶν Κελτιβήρων. ἐπιτηδεύουσι δὲ κατὰ μὲν τὴν εἰρήνην ὄρχησίν τινα κούφην καὶ περιέχουσαν πολλὴν εὐτονίαν σκελῶν, ἐν δὲ τοῖς πολέμοις πρὸς ῥυθμὸν ἐμβαίνουσι καὶ παιᾶνας ἄιδουσιν, ὅταν ἐπίωσι τοῖς ἀντιτεταγμένοις. | |
1052 003.2a,87,F117(50) | (6) ἴδιον δέ τι παρὰ τοῖς Ἴβηρσι καὶ μάλιστα παρὰ τοῖς Λυσιτανοῖς ἐπιτηδεύεται· τῶν γὰρ ἀκμαζόντων ταῖς ἡλικίαις οἱ μάλιστα ἀπορώτατοι ταῖς οὐσίαις, ῥώμηι δὲ σώμα‐ τος καὶ θράσει διαφέροντες, ἐφοδιάσαντες αὑτοὺς ἀλκῆι καὶ τοῖς ὅπλοις εἰς τᾶς ὀρεινὰς δυσχωρίας ἀθροίζονται, συστήματα δὲ ποιήσαντες ἀξιόλογα κατατρέχουσι τὴν Ἰβηρίαν καὶ ληιστεύοντες πλούτους ἀθροίζουσι. καὶ τοῦτο διατελοῦσι πράττοντες μετὰ πάσης | |
55 | καταφρονήσεως· κούφοις γὰρ χρώμενοι καθοπλισμοῖς καὶ παντελῶς ὄντες εὐκίνητοι καὶ ὀξεῖς δυσχειρότατοι τοῖς ἄλλοις εἰσί. (7) καθόλου δὲ τὰς ἐν τοῖς ὄρεσι δυσχω‐ ρίας καὶ τραχύτητας ἡγούμενοι πατρίδας εἶναι εἰς ταύτας καταφεύγουσι, δυσδιεξόδους οὔσας μεγάλοις καὶ βαρέσι στρατοπέδοις. διὸ καὶ Ῥωμαῖοι πολλάκις ἐπ’ αὐτοὺς στρατεύσαντες τῆς μὲν πολλῆς καταφρονήσεως ἀπέστησαν αὐτούς, εἰς τέλος δὲ τὰ | |
60 | ληιστήρια καταλῦσαι πολλάκις φιλοτιμηθέντες οὐκ ἠδυνήθησαν. (35) ἐπεὶ δὲ τὰ περὶ τῶν Ἰβήρων διήλθομεν, οὐκ ἀνοίκειον εἶναι διαλαμβά‐ νομεν περὶ τῶν ἐν αὐτῆι μετάλλων ἀργυρείων διελθεῖν. αὕτη γὰρ ἡ χώρα σχεδόν τι πλεῖστον καὶ κάλλιστον ἔχει μεταλλευόμενον ἄργυρον καὶ πολλὰς τοῖς ἐργαζομένοις παρέχεται προσόδους. (2) εἴρηται μὲν οὖν ἡμῖν καὶ ἐν ταῖς πρὸ ταύτης βίβλοις ἐν | |
65 | ταῖς περὶ Ἡρακλέους πράξεσι τὰ κατὰ τὴν Ἰβηρίαν ὄρη τὰ καλούμενα Πυρηναῖα. | |
ταῦτα δὲ καὶ κατὰ τὸ ὕψος καὶ κατὰ τὸ μέγεθος ὑπάρχει διάφορα τῶν ἄλλων· παρήκει γὰρ ἀπὸ τῆς κατὰ τὴν μεσημβρίαν θαλάττης σχεδὸν ἄχρι πρὸς τὸν ὑπὸ τὰς ἄρκτους ὠκεανόν, διείργοντα 〈δὲ〉 τὴν Γαλατίαν καὶ τὴν Ἰβηρίαν, ἔτι δὲ τὴν Κελτιβηρίαν, παρεκτείνει σταδίους ὡς τρισχιλίους. (3) πολλῶν δ’ ὄντων ἐν αὐτοῖς δρυμῶν καὶ | ||
70 | πυκνῶν τοῖς δένδρεσι φασὶν ἐν τοῖς παλαιοῖς χρόνοις ὑπό τινων νομέων ἀφέντων πῦρ κατακαῆναι παντελῶς ἅπασαν τὴν ὀρεινὴν χώραν· διὸ καὶ συχνὰς ἡμέρας συνεχῶς πυρὸς ἐπιφλέγοντος καῆναι τὴν ἐπιφάνειαν τῆς γῆς, καὶ τὰ μὲν ὄρη διὰ τὸ συμβεβηκὸς κληθῆναι Πυρηναῖα, τὴν δ’ ἐπιφάνειαν τῆς κατακεκαυμένης χώρας ἀργύρωι ῥυῆναι πολλῶι, καὶ χωνευθείσης τῆς φύσεως, ἐξ ἧς ὁ ἄργυρος κατασκευά‐ | |
75 | ζεται, ῥύακας γενέσθαι πολλοὺς ἀργύρου καθαροῦ. (4) τῆς δὲ τούτου χρείας ἀγνοου‐ μένης παρὰ τοῖς ἐγχωρίοις τοὺς Φοίνικας ἐμπορίαις χρωμένους καὶ τὸ γεγονὸς μαθόντας ἀγοράζειν τὸν ἄργυρον μικρᾶς τινος ἀντιδόσεως ἄλλων φορτίων· διὸ δὴ τοὺς Φοίνι‐ κας μετακομίζοντας εἴς τε τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν καὶ τἄλλα πάντα ἔθνη μεγάλους περιποιήσασθαι πλούτους. ἐπὶ τοσοῦτο δὲ τοὺς ἐμπόρους διατεῖναι τῆς | |
80 | φιλοκερδίας ὥστε, ἐπειδὰν καταγόμων ὄντων τῶν πλοίων περιττεύηι πολὺς ἄργυρας, ἐκκόπτειν τὸν ἐν ταῖς ἀγκύραις μόλιβδον καὶ ἐκ τοῦ ἀργύρου τὴν ἐκ τοῦ μολίβδου χρείαν ἀλλάττεσθαι. (5) διόπερ ἐπὶ πολλοὺς χρόνους οἱ Φοίνικες διὰ τῆς τοιαύτης ἐμπορίας ἐπὶ πολὺ[ν] λαβόντες [χρόνον] αὔξησιν ἀποικίας πολλὰς ἀπέστειλαν, τὰς μὲν εἰς Σικελίαν καὶ τὰς σύνεγγυς ταύτης νήσους, τὰς δ’ εἰς τὴν Λιβύην καὶ Σαρ‐ | |
85 | δόνα καὶ τὴν Ἰβηρίαν. (36) ὕστερον δὲ πολλοῖς χρόνοις οἱ μὲν Ἴβηρες μαθόντες τὰ περὶ τὸν ἄργυρον ἰδιώματα κατεσκεύασαν ἀξιόλογα μέταλλα· διόπερ ἄργυρον κάλλιστον καὶ σχεδόν τι πλεῖστον κατασκευάζοντας μεγάλας ἐλάμβανον προσόδους. ὁ δὲ τρόπος τῆς μεταλλείας καὶ τῶν ἔργων τοιοῦτός τίς ἐστι παρὰ τοῖς Ἴβηρσιν. (2) ὄντων χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου μετάλλων θαυμαστῶν οἱ μὲν ἐργαζόμενοι | |
90 | τὰ χαλκουργεῖα τὸ τέταρτον μέρος χαλκοῦ καθαροῦ ἐκ τῆς ὀρυττομένης γῆς λαμβά‐ νουσι, τῶν δ’ ἀργυρευόντων τινὲς ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοικὸν ἐξαίρουσι τάλαντον· πᾶσα γὰρ ἡ βῶλός ἐστι ψήγματος συμπεπηγότος καὶ ἀπολάμποντος μεστή. διὸ καὶ θαυμάσαι τις ἂν τήν τε τῆς χώρας φύσιν καὶ τὴν φιλοπονίαν τῶν ἐργαζο‐ μένων αὐτὴν ἀνθρώπων. (3) τὸ μὲν οὖν πρῶτον οἱ τυχόντες τῶν ἰδιωτῶν προσεκαρ‐ | |
95 | τέρουν τοῖς μετάλλοις καὶ μεγάλους ἀπεφέροντο πλούτους διὰ τὴν ἑτοιμότητα καὶ δαψίλειαν τῆς ἀργυρίτιδος γῆς· ὕστερον δὲ τῶν Ῥωμαίων κρατησάντων τῆς Ἰβηρίας, πλῆθος Ἰταλῶν ἐπεπόλασε τοῖς μετάλλοις καὶ μεγάλους ἀπεφέροντο πλούτους διὰ τὴν φιλοκερδίαν. (4) ὠνούμενοι γὰρ πλῆθος ἀνδραπόδων παραδιδόασι τοῖς ἐφεστηκόσι ταῖς μεταλλικαῖς ἐργασίαις· οὗτοι δὲ κατὰ πλείονας τόπους ἀνοίξαντες στόμια καὶ κατὰ | |
1052 003.2a,87,F117(100) | βάθους ὀρύττοντες τὴν γῆν ἐρευνῶσι τὰς πολυαργύρους καὶ πολυχρύσους πλάκας τῆς γῆς· καταβαίνοντές τε οὐ μόνον εἰς μῆκος, ἀλλὰ καὶ εἰς βάθος παρεκτείνοντες ἐπὶ πολλοὺς σταδίους τὰ ὀρύγματα καὶ πλαγίας καὶ σκολιὰς διαδύσεις ποικίλως μεταλλουργοῦν‐ τες ἀνάγουσιν ἐκ βυθῶν τὴν τὸ κέρδος αὐτοῖς παρεχομένην βῶλον. (37) μεγάλην δ’ ἔχει παραλλαγὴν τὰ μέταλλα ταῦτα συγκρινόμενα τοῖς κατὰ τὴν Ἀττικήν. ἐκεῖνα | |
105 | μὲν γὰρ οἱ μεταλλεύοντες καὶ πρὸς ταῖς ἐργασίαις μεγάλας προιέμενοι δαπάνας ἃ μὲν ἤλπισαν ἐνίοτε λαβεῖν οὐκ ἔλαβον, ἃ δ’ εἶχον ἀπέβαλον, ὥστε δοκεῖν αὐτοὺς ὥσπερ αἰνίγματος τρόπον ἀτυχεῖν· (2) οἱ δὲ κατὰ τὴν Σπανίαν μεταλλουργοὶ ταῖς | |
ἐλπίσι μεγάλους σωρεύουσι πλούτους ἐκ τούτων τῶν ἐργασιῶν. τῶν γὰρ πρώτων ἔργων ἐπιτυγχανομένων διὰ τὴν τῆς γῆς εἰς τοῦτο τὸ γένος ἀρετὴν ἀεὶ μᾶλλον εὑρίσκουσι | ||
110 | λαμπροτέρας φλέβας γεμούσας ἀργύρου τε καὶ χρυσοῦ· πᾶσα γὰρ ἡ σύνεγγυς γῆ διαπέπλεκται πολυμερῶς τοῖς ἑλιγμοῖς τῶν ῥάβδων. (3) ἐνίοτε δὲ καὶ κατὰ βάθους ἐμπίπτουσι ποταμοῖς ῥέουσιν ὑπὸ τὴν γῆν, ὧν τῆς βίας περιγίνονται διακόπτοντες τὰς ῥύσεις αὐτῶν τὰς ἐμπιπτούσας τοῖς ὀρύγμασι πλαγίοις. ταῖς γὰρ ἀδιαψεύστοις τοῦ κέρδους προσδοκίαις πιεζόμενοι πρὸς τὸ τέλος ἄγουσι τὰς ἰδίας ἐπιβολάς· καὶ | |
115 | τὸ πάντων παραδοξότατον, ἀπαρύτουσι τὰς ῥύσεις τῶν ὑδάτων τοῖς Αἰγυπτιακοῖς λεγομένοις κοχλίαις, οὓς Ἀρχιμήδης ὁ Συρακόσιος εὗρεν, ὅτε παρέβαλεν εἰς Αἴγυπτον. διὰ δὲ τούτων συνεχῶς ἐκ διαδοχῆς παραδιδόντες μέχρι τοῦ στομίου τὸν τῶν μετάλλων τόπον ἀναξηραίνουσι καὶ κατασκευάζουσιν εὔθετον πρὸς τὴν τῆς ἐργασίας πραγμα‐ τείαν. (4) φιλοτέχνου δ’ ὄντος τοῦ ὀργάνου καθ’ ὑπερβολὴν διὰ τῆς τυχούσης ἐργα‐ | |
120 | σίας ἄπλατον ὕδωρ ἀναρριπτεῖται παραδόξως, καὶ πᾶν τὸ ποτάμιον ῥεῦμα ῥαιδίως ἐκ βυθοῦ πρὸς τὴν ἐπιφάνειαν ἐκχεῖται. ⟦θαυμάσαι δ’ ἄν τις εἰκότως τοῦ τεχνίτου τὴν ἐπίνοιαν οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς καὶ μείζοσι, δια‐ βεβοημένοις κατὰ πᾶσαν τὴν οἰκουμένην, περὶ ὧν τὰ κατὰ μέρος, ὅταν ἐπὶ τὴν Ἀρχιμήδους ἡλικίαν ἔλθωμεν, ἀκριβῶς διέξιμεν⟧. (38) οἱ δ’ οὖν ταῖς ἐργασίαις | |
125 | τῶν μετάλλων ἐνδιατρίβοντες τοῖς μὲν κυρίοις ἀπίστους τοῖς πλήθεσι προσόδους περιποιοῦσιν, αὐτοὶ δὲ κατὰ γῆς ἐν τοῖς ὀρύγμασι καὶ καθ’ ἡμέραν καὶ νύκτα κατα‐ ξαινόμενοι τὰ σώματα πολλοὶ μὲν ἀποθνήσκουσι διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθείας —ἄνεσις γὰρ ἢ παῦλα τῶν ἔργων οὐκ ἔστιν αὐτοῖς, ἀλλὰ [ταῖς] τῶν ἐπιστατῶν πληγαῖς ἀναγκαζόντων ὑπομένειν τὴν δεινότητα τῶν κακῶν ἀτυχῶς προίενται τὸ ζῆν—, τινὲς | |
130 | δὲ ταῖς δυνάμεσι τῶν σωμάτων καὶ ταῖς τῶν ψυχῶν καρτερίαις ὑπομένοντες πολυ‐ χρόνιον ἔχουσι τὴν ταλαιπωρίαν—αἱρετώτερος γὰρ αὐτοῖς ὁ θάνατός ἐστι τοῦ ζῆν διὰ τὸ μέγεθος τῆς ταλαιπωρίας. (2) πολλῶν δ’ ὄντων περὶ τὰς προειρημένας μεταλλείας παραδόξων οὐχ ἥκιστ’ ἄν τις θαυμάσειε διότι τῶν μεταλλουργείων οὐδὲν πρόσφατον ἔχει τὴν ἀρχήν, πάντα δ’ ὑπὸ τῆς Καρχηδονίων φιλαργυρίας ἀνεώιχθη | |
135 | καθ’ ὃν καιρὸν καὶ τῆς Ἰβηρίας ἐπεκράτουν· ἐκ τούτων γὰρ ἔσχον τὴν ἐπὶ πλέον αὔξησιν μισθούμενοι τοὺς κρατίστους στρατιώτας καὶ διὰ τούτων πολλοὺς καὶ μεγά‐ λους πολέμους διαπολεμήσαντες. (3) καθόλου γὰρ ἀεὶ Καρχηδόνιοι διεπολέμουν οὔτε πολιτικοῖς στρατιώταις οὔτε τοῖς ἀπὸ τῶν συμμάχων ἀθροιζομένοις πεποιθότες, ἀλλὰ καὶ Ῥωμαίους καὶ Σικελιώτας καὶ τοὺς κατὰ τὴν Λιβύην οἰκοῦντας εἰς τοὺς | |
140 | μεγίστους ἦγον κινδύνους καταπλουτομαχοῦντες ἅπαντας διὰ τὴν ἐκ τῶν μετάλλων γινομένην εὐπορίαν. δεινοὶ γάρ, ὡς ἔοικεν, ὑπῆρξαν οἱ Φοίνικες ἐκ παλαιῶν χρόνων εἰς τὸ κέρδος εὑρεῖν, οἱ δ’ ἀπὸ τῆς Ἰταλίας εἰς τὸ 〈μηδὲν〉 μηδενὶ τῶν ἄλλων καταλιπεῖν. (4) γίνεται δὲ καὶ κασσίτερος ἐν πολλοῖς τόποις τῆς Ἰβηρίας, οὐκ ἐξ ἐπιπολῆς | |
145 | εὑρισκόμενος, ὡς ἐν ταῖς Ἱστορίαις τινὲς τεθρυλήκασιν, ἀλλ’ ὀρυττόμενος καὶ χωνευό‐ μενος ὁμοίως ἀργύρωι τε καὶ χρυσῶι. ὑπεράνω γὰρ τῆς τῶν Λυσιτανῶν χώρας ἔστι μέταλλα πολλὰ τοῦ κασσιτέρου 〈καὶ〉 κατὰ τὰς προκειμένας τῆς Ἰβηρίας ἐν τῶι ὠκεανῶι νησῖδας τὰς ἀπὸ τοῦ συμβεβηκότος Καττιτερίδας ὠνομασμένας. (5) πολὺς | |
δὲ καὶ ἐκ τῆς Πρεττανικῆς νήσου διακομίζεται πρὸς τὴν κατ’ ἀντικρὺ κειμένην | ||
1052 003.2a,87,F117(150) | Γαλατίαν, καὶ διὰ τῆς μεσογείου Κελτικῆς ἐφ’ ἵππων ὑπὸ τῶν ἐμπόρων ἄγεται παρά τε τοὺς Μασσαλιώτας καὶ εἰς τὴν ὀνομαζομένην πόλιν Ναρβῶνα (αὕτη δ’ ἐστὶν ἄποικος μὲν Ῥωμαίων, διὰ δὲ τὴν εὐκαιρίαν [καὶ τὴν εὐπορίαν] μέγιστον ἐμπόριον ἔχουσα τῶν ἐν ἐκείνοις τοῖς τόποις). | |
1052 003.2a,87,F118 | Diod. V 39: ... ἐπὶ τοὺς Λίγυας μεταβησόμεθα. οὗτοι γὰρ νέμονται μὲν χώραν τραχείαν καὶ παντελῶς λυπράν, τοῖς δὲ πόνοις καὶ ταῖς κατὰ τὴν λει‐ τουργίαν συνεχέσι κακοπαθείαις ἐπίπονόν τινα βίον καὶ ἀτυχῆ ζῶσι. (2) καταδένδρου γὰρ τῆς χώρας οὔσης, οἱ μὲν αὐτῶν ὑλοτομοῦσι δι’ ὅλης τῆς ἡμέρας σιδηροφοροῦντες | |
5 | ἐνεργοὺς πελέκεις καὶ βαρεῖς, οἱ δὲ τὴν γῆν ἐργαζόμενοι τὸ πλέον πέτρας λατομοῦσι διὰ τὴν ὑπερβολὴν τῆς τραχύτητος· οὐδεμίαν γὰρ βῶλον τοῖς ἐργαλείοις ἀνασπῶσιν ἄνευ λίθου. καὶ τοιαύτην ἔχοντες ἐν τοῖς ἔργοις κακοπάθειαν τῆι συνεχείαι περι‐ γίνονται τῆς φύσεως καὶ πολλὰ μοχθήσαντες ὀλίγους καρποὺς καὶ μόγις λαμβάνουσι. διὰ δὲ τὴν συνέχειαν τῶν γυμνασιῶν καὶ τὸ τῆς τροφῆς ἐλλιπὲς τοῖς σώμασιν | |
10 | ὑπάρχουσιν ἰσχνοὶ καὶ εὔτονοι. πρὸς δὲ τὴν κακοπάθειαν ταύτην συνεργοὺς ἔχουσι τὰς γυναῖκας εἰθισμένας ἐπ’ ἴσης τοῖς ἀνδράσιν ἐργάζεσθαι. (3) κυνηγίας δὲ ποι‐ οῦνται συνεχεῖς, ἐν αἷς πολλὰ τῶν θηρίων χειρούμενοι τὴν ἐκ τῶν καρπῶν σπάνιν διορθοῦνται. διόπερ ἐμβιοῦντες ὄρεσι χιονοβολουμένοις καὶ τραχύτητας ἀπίστους ὀρειβατεῖν εἰωθότες, εὔτονοι καὶ μυώδεις γίνονται τοῖς σώμασιν. (4) ἔνιοι δὲ διὰ | |
15 | τὴν παρ’ αὐτοῖς στενοκαρπίαν πίνουσι μὲν ὕδωρ, σαρκοφαγοῦσι δὲ τὰς τῶν ἡμέρων τε καὶ ἀγρίων ζώιων σάρκας καὶ τῶν ἀπὸ τῆς χώρας λαχάνων ἐμπίμπλανται, τὴν χώραν ἔχοντες ἄβατον τοῖς προσφιλεστάτοις τῶν θεῶν Δήμητρι καὶ Διονύσωι. (5) νυκτερεύ‐ ουσι δ’ ἐπὶ τῆς χώρας σπανίως μὲν ἔν τισιν εὐτελέσιν ἐπαύλεσιν ἢ καλιαῖς, τὰ δὲ πολλὰ ἐν ταῖς κοίλαις πέτραις καὶ τοῖς σπηλαίοις αὐτοφυέσι καὶ δυναμένοις σκέπην | |
20 | ἱκανὴν παρέχεσθαι. (6) ἀκολούθως δὲ τούτοις καὶ τἆλλα ποιοῦσι, διαφυλάττοντες τὸν ἀρχαῖον καὶ ἀκατάσκευον βίον. καθόλου δ’ ἐν τοῖς τόποις 〈τούτοισ〉 αἱ μὲν γυναῖκες ἀνδρῶν, οἱ δ’ ἄνδρες θηρίων ἔχουσιν εὐτονίαν καὶ ἀλκήν· πολλάκις γοῦν φασιν ἐν ταῖς στρατείαις τὸν μέγιστον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνηιρῆσθαι. (7) ὁπλισμὸν δ’ ἔχουσιν οἱ Λίγυες | |
25 | ἐλαφρότερον τῶν Ῥωμαίων τῆι κατασκευῆι· σκεπάζει γὰρ αὐτοὺς παραμήκης θυρεὸς εἰς τὸν Γαλατικὸν ῥυθμὸν δεδημιουργημένος καὶ χιτὼν συνειλημμένος ζωστῆρι, καὶ περιτίθενται θηρίων δορὰς καὶ ξίφος σύμμετρον. τινὲς δ’ αὐτῶν διὰ τὴν ἐπιμιξίαν τῆς Ῥωμαίων πολιτείας μετεσχημάτισαν τὸν ὁπλισμόν, ἐξομοιοῦντες ἑαυτοὺς τοῖς ἡγουμένοις. (8) θρασεῖς δ’ εἰσὶ καὶ γενναῖοι οὐ μόνον εἰς πόλεμον, ἀλλὰ καὶ | |
30 | πρὸς τὰς ἐν τῶι βίωι περιστάσεις τὰς ἐχούσας δεινότητας. ἐμπορευόμενοι γὰρ πλέ‐ ουσι τὸ Σαρδόνιον καὶ τὸ Λιβυκὸν πέλαγος, ἑτοίμως ἑαυτοὺς ῥιπτοῦντες εἰς ἀβοη‐ θήτους κινδύνους· σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελεστέροις καὶ τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις ὑπομένουσι τὰς ἐκ τῶν χειμώνων φοβερωτάτας περιστάσεις καταπληκτικῶς. | |
1052 003.2a,87,F119 | Diod. V 40: λείπεται δ’ ἡμῖν εἰπεῖν περὶ τῶν Τυρρηνῶν. οὗτοι γὰρ τὸ μὲν παλαιὸν ἀνδρείαι διενεγκόντες χώραν πολλὴν κατεκτήσαντο καὶ πόλεις ἀξιο‐ | |
λόγους καὶ πολλὰς ἔκτισαν. ὁμοίως δὲ καὶ ναυτικαῖς δυνάμεσιν ἰσχύσαντες καὶ πολλοὺς χρόνους θαλαττοκρατήσαντες τὸ μὲν παρὰ τὴν Ἰταλίαν πέλαγος ἀφ’ ἑαυτῶν | ||
5 | ἐποίησαν Τυρρηνικὸν προσαγορευθῆναι, τὸ δὲ κατὰ τὰς πεζὰς δυνάμεις ἐκπονήσαντες τήν τε σάλπιγγα λεγομένην ἐξεῦρον, εὐχρηστοτάτην μὲν εἰς τοὺς πολέμους, ἀπ’ ἐκείνων δ’ ὀνομασθεῖσαν Τυρρηνήν· τό τε περὶ τοὺς ἡγουμένους [στρατηγοὺς] ἀξίωμα κατεσκεύασαν, περιθέντες τοῖς ἡγουμένοις ῥαβδούχους καὶ δίφρον ἐλεφάντινον καὶ περιπόρφυρον τήβενναν, ἔν τε ταῖς οἰκίαις τὰ περίστωια πρὸς τὰς τῶν θεραπευόν‐ | |
10 | των ὄχλων ταραχὰς ἐξεῦρον εὐχρηστίαν. ὧν τὰ πλεῖστα Ῥωμαῖοι μιμησάμενοι καὶ πρὸς τὸ κάλλιον αὐξήσαντες μετήνεγκαν ἐπὶ τὴν ἰδίαν πολιτείαν. (2) γράμματα δὲ καὶ φυσιολογίαν καὶ θεολογίαν ἐξεπόνησαν ἐπὶ πλέον καὶ τὰ περὶ τὴν κεραυνοσκο‐ πίαν μάλιστα πάντων ἀνθρώπων ἐξειργάσαντο· διὸ καὶ μέχρι τῶν νῦν χρόνων οἱ τῆς οἰκουμένης σχεδὸν ὅλης ἡγούμενοι 〈Ῥωμαῖοι〉 θαυμάζουσί τε τοὺς ἄνδρας καὶ κατὰ | |
15 | τὰς ἐν τοῖς κεραυνοῖς διοσημείας τούτοις ἐξηγηταῖς χρῶνται. (3) χώραν δὲ νεμό‐ μενοι πάμφορον καὶ ταύτην ἐξεργαζόμενοι καρπῶν ἀφθονίαν ἔχουσιν οὐ μόνον πρὸς τὴν ἀρκοῦσαν διατροφήν, ἀλλὰ καὶ πρὸς ἀπόλαυσιν δαψιλῆ καὶ τρυφὴν ἀνήκουσαν. παρατίθενται γὰρ δὶς τῆς ἡμέρας τραπέζας πολυτελεῖς καὶ τἄλλα τὰ πρὸς τὴν ὑπερ‐ βάλλουσαν τρυφὴν οἰκεῖα, στρωμνὰς μὲν ἀνθεινὰς κατασκευάζοντες, ἐκπωμάτων δ’ | |
20 | ἀργυρῶν παντοδαπῶν πλῆθος καὶ τῶν διακονούντων οἰκετῶν οὐκ ὀλίγον ἀριθμὸν ἡτοιμακότες· καὶ τούτων οἱ μὲν εὐπρεπείαι διαφέροντές εἰσιν, οἱ δ’ ἐσθῆσι πολυ‐ τελεστέραις ἢ κατὰ δουλικὴν ἀξίαν κεκόσμηνται. (4) οἰκήσεις τε παντοδαπὰς ἰδια‐ ζούσας ἔχουσιν παρ’ αὐτοῖς οὐ μόνον οἱ ἄρχοντες, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ πλείους. καθόλου δὲ τὴν μὲν ἐκ παλαιῶν χρόνων παρ’ αὐτοῖς ζηλουμένην ἀλκὴν | |
25 | ἀποβεβλήκασιν, ἐν πότοις δὲ καὶ ῥαιθυμίαις ἀνάνδροις βιοῦντες οὐκ ἀλόγως τὴν τῶν πατέρων δόξαν ἐν τοῖς πολέμοις ἀποβεβλήκασι. (5) συνεβάλετο δ’ αὐτοῖς πρὸς τὴν τρυφὴν οὐκ ἐλάχιστον καὶ ἡ τῆς χώρας ἀρετή· πάμφορον γὰρ καὶ παντελῶς εὔγειον νεμόμενοι χώραν παντὸς καρποῦ πλῆθος ἀποθησαυρίζουσιν. καθόλου γὰρ ἡ Τυρρη‐ νία παντελῶς εὔγειος οὖσα πεδίοις ἀναπεπταμένοις ἐγκάθηται καὶ βουνοειδέσιν | |
30 | ἀναστήμασιν τόπων διείληπται γεωργησίμοις. ὑγρὰ δὲ μετρίως ἐστὶν οὐ μόνον κατὰ τὴν χειμερινὴν ὥραν, ἀλλὰ καὶ κατὰ τὸν τοῦ θέρους καιρόν. | |
1052 003.2a,87,F120 | Manil. IV 711—743: idcirco in varias leges variasque figuras dispositum genus est hominum proprioque colore formantur gentes sociataque iura per artus | |
5 | materiamque parem privato foedere signant. flava per ingentes surgit Germania partus; Gallia vicino minus est infecta rubore; asperior solidos Hispania contrahit artus; Martia Romanis urbis pater induit ora | |
10 | Gradivumque genus miscens bene temperat artus; perque coloratas subtilis Graecia gentes gymnasium praefert vultu fortesque palaestras; et Syriam produnt torti per tempora crines; Aethiopes maculant orbem tenebrisque figurant | |
15 | perfusas hominum gentes; minus India tostas progenerat mediumque facit moderata tenorem. iam propior tellusque natans Aegyptia Nilo lenius irriguis infuscat corpora campis; Phoebus arenosis Afrorum pulvere terris | |
20 | exsiccat populos, et Mauretania nomen oris habet titulumque suo fert ipsa colore. adde sonos totidem vocum, totidem insere linguas et mores pro sorte paris ritusque locorum; adde genus proprium simili sub semine frugum | |
25 | et Cererem varia redeuntem messe per urbes nec paribus siliquas referentem viribus omnis; nec te, Bacche, pari donantem munere terras atque alias aliis fundentem collibus uvas; cinnama nec totis passim nascentia campis; | |
30 | diversas pecudum facies, propriasque ferarum et duplici clausos elephantas carcere terrae. quot partes orbis, totidem sub partibus orbes, et certis discripta nitent regionibus astra perfunduntque suo subiectas aethere gentes. | |
1052 003.2a,87,F121 | VITRUV. VI 1, 1: haec autem ita erunt recte disposita, si primo animad‐ versum fuerit quibus regionibus aut quibus inclinationibus mundi constituantur ... (3) haec autem ex natura rerum sunt animadvertenda ... atque etiam ex membris cor‐ poribusque gentium observanda. namque sol quibus locis mediocriter profundit vapores, | |
5 | in his conservat corpora temperata, quaeque proxime currendo deflagrat, eripit exu‐ rendo temperaturam umoris. contra vero refrigeratis regionibus, quod absunt a meridie longe, non exhauritur a caloribus umor, sed ex caelo roscidus aer in corpora fundens umorem efficit ampliores corporaturas vocisque sonitus graviores. ex eo quoque quae sub septentrionibus nutriuntur gentes inmanibus corporibus, candidis coloribus, directo | |
10 | capillo et rufo, oculis caesiis, sanguine multo ab umoris plenitate caelique refrigerationi‐ bus sunt conformati. (4) qui autem sunt proximi ad axem meridianum subiectique solis cursui, brevioribus corporibus, colore fusco, crispo capillo, oculis nigris, cruribus squalidis, sanguine exiguo solis impetu perficiuntur. itaque etiam propter sanguinis exiguitatem timidiores sunt ferro resistere, sed ardores ac febres sufferunt sine timore, | |
15 | quod nutrita sunt eorum membra cum fervore. itaque corpora quae nascuntur sub septentrione a febri sunt timidiora et inbecilla, sanguinis autem abundantia ferro | |
resistunt sine timore. (5) non minus sonus vocis in generibus gentium dispares et varias habet quali‐ tates, ideo quod terminatio orientis et occidentis circa terrae librationem, qua dividitur | ||
20 | pars superior et inferior mundi, habere videtur libratam naturali modo circumitionem, quem etiam mathematici orizonta dicunt. igitur cum id habemus certum animo susti‐ nentes, ab labro quod est in regione septentrionale, linea traiecta ad id quod est supra meridianum axem ab eoque altera obliqua in altitudinem ad summum cardinem qui est post stellas septentrionum, sine dubitatione animadvertemus ex eo esse schema trigoni | |
25 | mundo, uti organi quam sambucen Graeci dicunt. (6) itaque quod est spatium proxi‐ mum imo cardini ab axis linea in meridianis finibus, sub eo loco quae sunt nationes propter brevitatem altitudinis ad mundum sonitum vocis faciunt tenuem et acutissimum, uti in organo chorda quae est proxima angulo. secundum eam autem reliquae ad mediam Graeciam remissiores efficiunt in nationibus sonorum scansiones, item a medio in | |
30 | ordinem crescendo ad extremos septentriones sub altitudines caeli nationum spiritus sonitibus gravioribus a natura rerum exprimuntur. ita videtur mundi conceptio tota propter inclinationem consonantissime per solis temperaturam ad harmoniam esse composita. (7) igitur quae nationes sunt inter axis meridiani cardinem ac septentrio‐ nalis medio positae, uti in diagrammate musico medianae vocis habent sonitum in | |
35 | sermone; quaeque progredientibus ad septentrionem sunt nationes, quod altiores habent distantias ad mundum, spiritus vocis habentes umore repulsos ad hypatas et proslam‐ banomenon, a natura rerum sonitu graviore coguntur uti. eadem ratione 〈e〉 medio progredientibus ad meridiem gentes paranetarum 〈netarum〉 que acutissimam sonitus vo‐ cis perficiunt tenuitatem. (8) hoc autem verum esse, ex umidis naturae locis graviora | |
40 | fieri et ex fervidis acutiora, licet ita experiendo animadvertere. calices duo in una fornace aeque cocti aequoque pondere ad crepitumque uno sonitu sumantur. ex his unus in aquam demittatur, postea ex aqua eximatur, tunc utrique tangantur. cum enim ita factum fuerit, largiter inter eos sonitus discrepabit aequoque pondere non poterunt esse. ita et hominum corpora uno genere figurationis et una mundi coniunctione concepta | |
45 | alia propter regionis ardorem acutum spiritum aeris exprimunt tactu, alia propter umoris abundantiam gravissimas effundunt sonorum qualitates. (9) item propter tenuitatem caeli meridianae nationes ex acuta fervore mente expeditius celeriusque moventur ad consiliorum cogitationes; septentrionales autem gentes infusae crassitudine caeli propter obstantiam aeris umore refrigeratae stupentes | |
1052 003.2a,87,F121(50) | habent mentes. hoc autem ita esse a serpentibus licet aspicere, quae per calorem cum exhaustam habent umoris refrigerationem, tunc acerrime moventur, per brumalia autem et hiberna tempora ab mutatione caeli refrigeratae inmotae sunt stupore. ita non est mirandum, si acutiores efficit calidus aer hominum mentes, refrigeratus autem contra tardiores. (10) cum sint autem meridianae nationes animis acutissimis infinitaque | |
55 | sollertia consiliorum, simul ad fortitudinem ingrediuntur ibi succumbunt, quod habent exsuctas ab sole animorum virtutes. qui vero refrigeratis nascuntur regionibus, ad armorum vehementiam paratiores sunt magnis virtutibus sine timore, sed tarditate | |
animi sine considerantia inruentes sine sollertia suis consiliis refragantur. cum ergo haec ita sint ab natura rerum in mundo conlocata et omnes nationes inmoderatis | ||
60 | mixtionibus disparatae, veros inter spatium totius orbis terrarum regionesque medio mundi populus Romanus possidet fines. | |
1052 003.2a,87,F122 | Plin. NH II 189—190: contexenda sunt his caelestibus nexa causis. namque et Aethiopas vicini sideris vapore torreri adustisque similis gigni, barba et capillo vibrato, non est dubium; et adversa plaga mundi candida atque glaciali cute esse gentes, flavis promissas crinibus; truces vero ex caeli rigore has, illas mobilitate | |
5 | sapientes; ipsoque crurum argumento illis in supera sucum revocari natura vaporis, his in inferas partes depelli umore decidua; hic graves feras, illic varias effigies ani‐ malium provenire et maxime alitum [in] multas figuras igni volucres; corporum autem proceritatem utrobique, illic ignium nisu, hic umoris alimento. (190) medio vero terrae salubri utrimque mixtura fertiles ad omnia tractus, modicos corporum habitus magna | |
10 | et in colore temperie, ritus molles, sensus liquidos, ingenia fecunda totiusque naturae capacia. isdem imperia, quae nunquam extimis gentibus fuerint, sicut ne illae quidem his paruerint avolsae ac pro immanitate naturae urguentis illas solitariae. | |
1052 003.2a,87,F123 | Vitruv. VIII 3, 1—19; 26—27: sunt autem etiam nonnulli fontes calidi, ex quibus profluit aqua sapore optimo, quae in potione ita est suavis uti nec fontalis ab Camenis nec Marcia saliens desideretur. haec autem ab natura perfi‐ ciuntur his rationibus. cum in imo per alumen aut bitumen seu sulphur ignis excitatur, | |
5 | ardore percandefacit terram quae est supra, a se autem fervidum emittit in superiora loca vaporem, et ita si qui in is locis quae sunt supra, fontes dulcis aquae nascuntur, offensi eo vapore effervescunt inter venas et ita profluunt incorrupto sapore. (2) sunt etiam odore et sapore non bono frigidi fontes, qui ab inferioribus locis penitus orti per loca ardentia transeunt et ab eo per longum spatium terrae percurrentes refrigerati per‐ | |
10 | veniunt supra terram sapore odore coloreque corrupto ... hi autem cum sunt frigidi, ideo videntur aspectu fervere quod cum in ardentem locum alte penitus inciderunt, umore et igni inter se congruentibus, offensa vehementi fragore validos recipiunt in se spiritus et ita inflati vi venti coacti bullientes crebre per fontes egrediuntur, ex his autem qui non sunt aperti sed ab saxis continentur, per angustas venas vehementia spiritus | |
15 | extruduntur ad summos grumorum tumulos. (3) ... (4) omnis autem aqua calida ideo quidem est medicamentosa quod in pravis rebus percocta aliam virtutem recipit ad usum. namque sulphurosi fontes nervorum la‐ bores reficiunt percalefaciendo exurendoque caloribus e corporibus umores vitiosos. aluminosi autem, cum dissoluta membra corporum paralysi aut tali qua vi morbi rece‐ | |
20 | perunt, fovendo per patentes venas refrigerationem contraria caloris vi reficiunt et hoc continenter restituunt antiquam membrorum conversationem. bituminosi autem interi‐ oris corporis vitia potionibus purgando solent mederi. (5) est autem aquae frigidae genus nitrosum, uti Pinnae Vestinae, Cutiliis aliisque locis similibus, quae potionibus depurgat per alvumque transeundo etiam strumarum minuit tumores. ubi vero aurum | |
25 | argentum ferrum aes plumbum reliquaeque res earum similes fodiuntur, fontes inveni‐ | |
untur copiosi; sed hi maxime sunt vitiosi. habent enim, uti aquae calidae sulphur alumen bitumen ** eademque per potiones cum in corpus iniit et per venas perma‐ nando nervos attingit et artus, eos durat inflando, igitur nervi inflatione turgentes e longitudine contrahuntur et ita aut nervicos aut podagricos efficiunt homines, ideo | ||
30 | quod ex durissimis et spissioribus frigidissimisque rebus intinctas habent venarum raritates. (6) aquae autem species est, quae cum habeat non satis perluciditatis, ex ipsa uti flos natat in summo, colore similis vitri purpurei. haec maxime consideratur Athenis; ibi enim ex eiusmodi locis et fontibus in asty et ad portum Piraeeum ductae sunt salientes, e quibus bibit nemo propter eam causam, sed lavationibus et reliquis | |
35 | rebus utuntur; bibunt autem ex puteis et ita vitant earum vitia. Troezeni non potest id vitari, quod omnino aliud genus aquae non reperitur nisi quod Cibdeli habent, itaque in ea civitate aut omnes aut maxima parte sunt pedibus vitiosi, Cilicia vero civitate Tarso flumen est nomine Cydnos, in quo podagrici crura macerantes levantur dolore. | |
40 | (7) sunt autem et alia multa genera quae habent suas proprietates, ut in Sicilia flumen est Himeras, quod a fonte cum est progressum dividitur in duas partes. quae pars profluit contra Etruriam, quod per terrae dulcem sucum percurrit, est infinita dul‐ cedine; quae altera pars per eam terram currit unde sal foditur, salsum habet saporem. item Paraetonio et quod est iter ad Ammonem et Casio ad Aegyptum lacus sunt palu‐ | |
45 | stres, qui ita sunt salsi ut habeant insuper se salem congelatum. sunt autem et aliis pluribus locis et fontes et flumina 〈et〉 lacus, qui per salifodinas percurrentes necessa‐ rio salsi perficiuntur. (8) alii autem per pingues terrae venas profluentes uncti oleo fontes erumpunt, uti Solis, quod oppidum est Ciliciae, flumen nomine Liparis, in quo natantes aut lavantes ab ipsa aqua unguntur. similiter Aethiopia lacus est qui unctos | |
1052 003.2a,87,F123(50) | homines efficit qui in eo nataverint; et India qui sereno caelo emittit olei magnam multitudinem; item Carthagini fons in quo natat insuper oleum odore uti scobis citrea, quo oleo etiam pecora solent ungui. Zacyntho et circa Dyrrachium et Apolloniam (F 93) fontes sunt qui picis magnam multitudinem cum aqua evomunt. Babylone (F 94) lacus amplissima magnitudine, qui limne asphaltitis appellatur, habet supra natans | |
55 | liquidum bitumen, quo bitumine et latere testaceo structum murum Samiramis circum‐ dedit Babyloni. itam Iope in Syria Arabiaque (vgl. F 96) Nomadum lacus sunt inmani magnitudine, qui emittunt bituminis maximas moles, quas diripiunt qui habitant circa. (9) id autem non est mirandum; nam crebrae sunt ibi lapidicinae bituminis duri. cum ergo per bituminosam terram vis erumpit aquae, secum extrahit, et cum sit | |
60 | egressa extra terram secernitur et ita reicit ab se bitumen. etiamque est in Cappadocia in itinere quod est inter Mazaca et Tuana lacus amplus, in quem lacum pars sive harundinis sive alii generis si demissa fuerit et postero die exempta, ea pars quae fuerit exempta invenietur lapidea, quae autem pars extra aquam manserit permanet in sua proprietate. (10) ad eundem modum Hierapoli Phrygiae effervet aquae calidae multi‐ | |
65 | tudo, e qua circum hortos et vineas fossis ductis immittitur; haec autem efficitur post annum crusta lapidea. itaque quotannis dextra ac sinistra margines ex terra faciundo inducunt eam et efficiunt [in] his crustis in agris saepta. hoc autem ita videtur natura‐ liter fieri, quod in is locis et ea terra quibus nacitur, sucus subest coaguli naturae similis, deinde cum commixta vis egreditur per fontes extra terram, a solis et aeris calore cogitur | |
70 | congelari, ut etiam in areis salinarum videtur. (11) item sunt ex amaro suco terrae fontes exeuntes vehementer amari, ut in Ponto est flumen Hypanis. 〈is〉 a capite pro‐ fluit circiter milia XL sapore dulcissimo; deinde cum pervenit ad locum qui est ab ostio ad milia CLX, admiscetur ei fonticulus oppido quam parvulus. is cum in eum influit, tunc tantam magnitudinem fluminis facit amaram, ideo quod per id genus | |
75 | terrae et venas unde sandaracam fodiunt ea aqua manando perficitur amara. (12) haec autem dissimilibus saporibus a terrae proprietate efficiuntur, uti etiam in fructibus videtur. si enim radices arborum aut vitium aut reliquorum seminum non ex terrae proprietatibus sucum capiendo ederent fructus, uno genere essent in omnibus locis et regionibus omnium sapores. sed animadvertimus insula Lesbo vinum | |
80 | protropum, Maeonia catacecaumeniten, Lydia Tmoliten, Sicilia Mamertinum, Cam‐ pania Falernum, inter Terracinam et Fundos Caecubum reliquisque locis pluribus innumerabili multitudine genera vini virtutesque procreari. quae non aliter possunt fieri nisi cum terrenus umor suis proprietatibus saporis in radicibus infusus enutrit materiam, per quam egrediens ad cacumen profundat proprium loci et generis sui | |
85 | fructus saporem. (13) quod si terra generibus umorum non esset dissimilis et disparata, non tantum in Syria et Arabia in Karundinibus et iuncis herbisque omnibus essent odores (F 114) neque arbores turiferae, neque piperis darent bacas nec murrae glaebulas, nec Cyrenis in ferulis laser nasceretur, sed in omni terra regionibus eodem genere omnia procrearentur. | |
90 | has autem varietates regionibus et locis inclinatio mundi 〈efficit〉 et solis impetus 〈qui〉 propius aut longius cursum faciendo tales efficit terrae umorisque qualitates. nec solum in his rebus sed etiam in pecoribus et armentis. haec non ita 〈dis〉 similiter efficerentur, nisi proprietates singularum terrarum 〈umorum〉 generibus ad solis potestatem temperarentur. (14) sunt enim Boeotia flumina Cephisos et Melas, Lucania | |
95 | Crathis, Troia Xanthus inque agris Clazomeniorum et Erythraeorum et Laodicensium fontes. ad 〈ea〉 flumina, cum pecora suis temporibus anni parantur ad conceptionem partus, per id tempus adiguntur cotidie potum, ex eoque quamvis sint alba procreant aliis locis leucophaea aliis locis pulla aliis coracino colore. ita proprietas liquoris cum iniit in corpus, proseminat intinctam sui cuiusque generis qualitatem. igitur quod in | |
1052 003.2a,87,F123(100) | campis Troianis proxime flumen armenta rufa et pecora leucophaea nascuntur, ideo id flumen Ilienses Xanthum appellavisse dicuntur. (15) etiamque inveniuntur aquae genera mortifera, quae per maleficum sucum terrae percurrentia recipiunt in se vim venenatam, uti dicitur fuisse Terracinae fons qui vocabatur Neptunius, ex quo qui biberant imprudentes vita privabantur; quapropter | |
105 | antiqui eum obstruxisse dicuntur. et Chrobsi Thracia lacus, ex quo non solum qui biberint moriuntur sed etiam qui laverint. item in Thessalia fons est profluens, ex quo fonte nec pecus ullum gustat nec bestiarum genus ullum propius accedit, ad quem fontem proxime est arbor florens purpureo colore. (16) non minus in Macedonia quo loco sepultus est Euripides, dextra ac sinistra monumenti advenientes duo rivi con‐ | |
110 | currunt in unum, e quibus ad unum accumbentes viatores pransitare solent propter | |
aquae bonitatem, ad rivum autem qui est ex altera parte monumenti nemo accedit quod mortiferam aquam dicitur habere. item est in Arcadia Nonacris nominata terrae regio, quae habet in montibus ex saxo stillantes frigidissimos umores. haec autem aqua Stygos hydor nominatur, quam neque argenteum neque aeneum neque ferreum | ||
115 | vas potest sustinere, sed dissilit et dissipatur. conservare autem eam et continere nihil aliud potest nisi mulina ungula, qua etiam memoratur ab Antipatro in provinciam ubi erat Alexander per Iollam filium perlata esse et ab eo ea aqua regem esse necatum. (17) item Alpibus in Cottii regno est aqua ex qua qui gustant statim concidunt. agro autem Falisco via Campana in campo Corneto est lucus in quo fons oritur, ibique | |
120 | avium et lacertarum reliquarumque serpentium ossa iacentia apparent. item sunt nonnullae acidae venae fontium, uti Lyncesto et in Italia Velino, Campania Teano aliisque locis pluribus, quae hanc habent virtutem uti calculos in vesicis qui nascuntur in corporibus hominum potionibus discutiant. (18) fieri autem hoc natura‐ liter ideo videtur quod acer et acidus sucus subest in ea terra, per quam egredientes | |
125 | venae intinguntur acritudine, et ita cum in corpus inierunt, dissipant quae ex aquarum subsidentia in corporibus exconcrescentia offenderunt. quare autem discutiantur ex acidis eae res, sic possumus animadvertere: ovum in aceto si diutius positum fuerit, cortex eius mollescet et dissolvetur. item plumbum, quod est lentissimum et gravissimum, si in vase conlocatum fuerit et in eo acetum suffusum, id autem opertum et oblitum | |
130 | erit, efficietur uti plumbum dissolvatur, et fiet cerussa. (19) eisdem rationibus aes, quod etiam solidiore est natura, similiter curatum si fuerit, dissipabitur et fiet aerugo. item margarita. non minus saxa silicea, quae neque ferrum neque ignis potest per se dissolvere, cum ab igni sunt percalefacta, aceto sparso dissiliunt et dissolvuntur. ergo cum has res ante oculos ita fieri videamus, ratiocinemur isdem rationibus ex | |
135 | acidis propter acritudinem suci etiam calculosos e natura rerum similiter posse curari ... (26) cum haec tanta varietas sit disparibus rebus natura distributa, quod huma‐ num corpus est ex aliqua parte terrenum, in eo autem multa genera sunt umorum, uti sanguinis lactis sudoris urinae lacrimarum, ergo si in parva particula terreni tanta | |
140 | discrepantia invenitur saporum, non est mirandum si etiam in magnitudine terrae innumerabiles sucorum reperientur varietates, per quarum venas aquae vis percurrens tincta pervenit ad fontium egressus, et ita ex eo dispares variique perficiuntur in propriis generibus fontes propter locorum discrepantiam et regionum qualitates terrarumque dissimiles proprietates. | |
145 | (27) ex his autem rebus sunt nonnulla quae ego per me perspexi, cetera in libris Graecis scripta inveni, quorum scriptorum hi sunt auctores: Theophrastos Timaeus Posidonios Hegesias Herodotus Aristides Metrodorus, qui magna vigilantia et infinito studio locorum proprietates, aquarum virtutes, ab inclinatione caelique regionum | |
qualitates ita esse distributas scriptis dedicaverunt. |