TLG 1052 001 :: POSIDONIUS :: Fragmenta POSIDONIUS Phil. Fragmenta Dup. partim 1052 003 Citation: Fragment — (line) | ||
1(n) | Strabo 1,1,7 | |
1 | Ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώτεις, ἀψορρόου Ὠκεανοῖο (Il. 18,399) λέγοντα καὶ | |
---|---|---|
5 | τρὶς μὲν γάρ τ’ ἀνίησιν ἐπ’ ἤματι, τρὶς δ’ ἀναροιβδεῖ (Od. 12,105). καὶ γὰρ εἰ μὴ τρίς, ἀλλὰ δίς, τάχα τῆς ἱστορίας παραπεσόντος ἢ τῆς γραφῆς διημαρτημένης· ἀλλ’ ἥ γε προαίρεσις τοιαύτη. καὶ τὸ ἐξ ἀκαλαρρείταο (Il. 7,422) δὲ ἔχει τινὰ ἔμφασιν τῆς πλημμυρίδος, ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ | |
10 | οὐ τελέως ῥοώδη. Ποσειδώνιος δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν καλυπτομένους, τοτὲ δὲ γυμνουμένους (Od. 12,235ff.), καὶ ἐκ τοῦ ποτα‐ μὸν (Il. 14,245) φάναι τὸν ὠκεανὸν εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς πλημμυρίδας ἐμφανίζεσθαι. τὸ μὲν οὖν πρῶτον εὖ, τὸ δὲ δεύτερον οὐκ ἔχει λόγον· οὔτε γὰρ ποταμίῳ ῥεύματι ἔοικεν ἡ τῆς πλημμυρίδος ἐπίβασις, | |
15 | πολὺ δὲ μᾶλλον ἡ ἀναχώρησις οὐ τοιαύτη. | |
2(n) | Strabo 1,1,8f. | |
1 | Ὅτι δὲ ἡ οἰκουμένη νῆσός ἐστι, πρῶτον μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς πείρας ληπτέον. πανταχῆ γάρ, ὁπουποτοῦν ἐφικτὸν γέγονεν ἀνθρώποις ἐπὶ τὰ ἔσχατα τῆς γῆς προελθεῖν, εὑρίσκεται θάλαττα, ἣν δὴ καλοῦμεν ὠκεανόν· καὶ ὅπου δὲ τῇ αἰσθήσει λαβεῖν οὐχ ὑπῆρξεν, ὁ λόγος δείκνυσι. | |
5 | τὸ μὲν γὰρ ἑωθινὸν πλευρόν, τὸ κατὰ τοὺς Ἰνδούς, καὶ τὸ ἑσπέριον, τὸ κατὰ τοὺς Ἴβηρας καὶ τοὺς Μαυρουσίους, περιπλεῖται πᾶν ἐπὶ πολὺ τοῦ τε νοτίου μέρους καὶ τοῦ βορείου· τὸ δὲ λειπόμενον ἄπλουν ἡμῖν μέχρι | |
νῦν τῷ μὴ συμμῖξαι μηδένας ἀλλήλοις τῶν ἀντιπεριπλεόντων οὐ πολύ, εἴ τις συντίθησιν ἐκ τῶν παραλλήλων διαστημάτων τῶν ἐφικτῶν ἡμῖν. οὐκ | 16 | |
10 | εἰκὸς δὲ διθάλαττον εἶναι τὸ πέλαγος τὸ Ἀτλαντικόν, ἰσθμοῖς διειργόμενον οὕτω στενοῖς τοῖς κωλύουσι τὸν περίπλουν, ἀλλὰ μᾶλλον σύρρουν καὶ συνεχές. οἵ τε γὰρ περιπλεῖν ἐγχειρήσαντες, εἶτα ἀναστρέψαντες, οὐχ ὑπὸ ἠπείρου τινὸς ἀντιπιπτούσης καὶ κωλυούσης τὸν ἐπέκεινα πλοῦν ἀνα‐ κρουσθῆναί φασιν, ἀλλὰ ὑπὸ ἀπορίας καὶ ἐρημίας, οὐδὲν ἧττον τῆς θαλάτ‐ | |
15 | της ἐχούσης τὸν πόρον. Τοῖς τε πάθεσι τοῦ ὠκεανοῦ τοῖς περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυ‐ ρίδας ὁμολογεῖ τοῦτο μᾶλλον· πάντη γοῦν ὁ αὐτὸς τρόπος τῶν τε μετα‐ βολῶν ὑπάρχει καὶ τῶν αὐξήσεων καὶ μειώσεων, ἢ οὐ πολὺ παραλλάττων, ὡς ἂν ὑπὸ ἑνὸς πελάγους τῆς κινήσεως ἀποδιδομένης καὶ ἀπὸ μιᾶς αἰτίας. | |
20 | 9. Ἵππαρχος δ’ οὐ πιθανός ἐστιν ἀντιλέγων τῇ δόξῃ ταύτῃ, ὡς οὔθ’ ὁμοιοπαθοῦντος τοῦ ὠκεανοῦ πανταχοῦ, οὔτ’, εἰ δοθείη τοῦτο, ἀκολου‐ θοῦντος αὐτῷ τοῦ σύρρουν εἶναι πᾶν τὸ κύκλῳ πέλαγος τὸ Ἀτλαντικόν, πρὸς τὸ μὴ ὁμοιοπαθεῖν μάρτυρι χρώμενος Σελεύκῳ τῷ Βαβυλωνίῳ. ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς | |
25 | Ποσειδώνιον ἀναβαλλόμεθα καὶ Ἀθηνόδωρον, ἱκανῶς διακρατήσαντας τὸν περὶ τούτων λόγον. πρὸς δὲ τὰ νῦν ἐπὶ τοσοῦτον λέγομεν, ὅτι πρός τε τὴν ὁμοιοπάθειαν οὕτω βέλτιον νομίσαι· τά τε οὐράνια συνέχοιτ’ ἂν κρεῖττον ταῖς ἐντεῦθεν ἀναθυμιάσεσιν, εἰ πλεῖον εἴη τὸ ὑγρὸν περικεχυ‐ μένον. | |
3a(n) | Strabo 1,1,13—15 | |
1 | 13. Ἅπαντες 〈δὲ〉 ὅσοι τόπων ἰδιότητας λέγειν ἐπιχειροῦσιν οἰκείως προσάπτονται καὶ τῶν οὐρανίων καὶ γεωμετρίας, σχήματα καὶ μεγέθη καὶ ἀποστήματα καὶ κλίματα δηλοῦντες καὶ θάλπη καὶ ψύχη καὶ ἁπλῶς τὴν τοῦ περιέχοντος φύσιν. ἐπεὶ καὶ οἶκον κατασκευάζων οἰκοδόμος ταῦτα | |
5 | ἂν προορῷτο καὶ πόλιν κτίζων ἀρχιτέκτων, μή τί γε ὅλην ἐπισκοπῶν τὴν οἰκουμένην ἀνήρ· πολὺ γὰρ τούτῳ προσῆκε μᾶλλον. ἐν μὲν γὰρ τοῖς μικροῖς χωρίοις τὸ πρὸς ἄρκτους ἢ πρὸς νότον κεκλίσθαι παραλλαγὴν οὐ πολλὴν ἔχει, ἐν δὲ τῷ παντὶ κύκλῳ τῆς οἰκουμένης, 〈τὰ〉 πρὸς ἄρκτον μὲν [τὸ] μέχρι τῶν ὑστάτων ἐστὶ τῆς Σκυθίας ἢ τῆς Κελτικῆς, μέχρι δὲ | |
10 | τῶν ὑστάτων Αἰθιόπων τὰ πρὸς νότον. τοῦτο δὲ παμπόλλην ἔχει διαφοράν. ὁμοίως δὲ καὶ τὸ παρ’ Ἰνδοῖς οἰκεῖν ἢ παρ’ Ἴβηρσιν· ὧν τοὺς μὲν ἑῴους μάλιστα, τοὺς δὲ ἑσπερίους, τρόπον δέ τινα καὶ ἀντίποδας ἀλλήλοις ἴσμεν. 14. Πᾶν δὲ τὸ τοιοῦτον ἐκ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἄστρων κινή‐ σεως τὴν ἀρχὴν ἔχον καὶ ἔτι τῆς ἐπὶ τὸ μέσον φορᾶς ἀναβλέπειν ἀναγκάζει | |
15 | πρὸς τὸν οὐρανὸν καὶ πρὸς τὰ φαινόμενα παρ’ ἑκάστοις ἡμῶν τῶν οὐρα‐ νίων· ἐν δὲ τούτοις ἐξαλλάξεις ὁρῶνται παμμεγέθεις τῶν οἰκήσεων. τίς | |
ἂν οὖν διαφορὰς τόπων ἐκτιθέμενος καλῶς καὶ ἱκανῶς διδάσκοι, μὴ φροντίσας τούτων μηδενὸς μηδ’ ἐπὶ μικρόν; καὶ γὰρ εἰ μὴ δυνατὸν κατὰ τὴν ὑπόθεσιν τὴν τοιαύτην ἅπαντα ἀκριβοῦν διὰ τὸ εἶναι πολιτικωτέραν, | 17 | |
20 | τό γε ἐπὶ τοσοῦτον, ἐφ’ ὅσον καὶ τῷ πολιτικῷ παρακολουθεῖν δυνατόν, προσήκοι ἂν εἰκότως. 15. Ὁ δ’ οὕτω μετεωρίσας ἤδη τὴν διάνοιαν οὐδὲ τῆς ὅλης ἀπέχεται γῆς. φαίνεται γὰρ γελοῖον, εἰ τὴν οἰκουμένην γλιχόμενος σαφῶς ἐξειπεῖν τῶν μὲν οὐρανίων ἐτόλμησεν ἅψασθαι καὶ χρήσασθαι πρὸς τὴν διδασκα‐ | |
25 | λίαν, τὴν δ’ ὅλην γῆν, ἧς μέρος ἡ οἰκουμένη, μήθ’ ὁπόση, μήθ’ ὁποία τις, μήθ’ ὅπου κειμένη τοῦ σύμπαντος κόσμου, μηθὲν ἐφρόντισε· μηδ’, εἰ καθ’ ἓν μέρος οἰκεῖται μόνον τὸ καθ’ ἡμᾶς, ἢ κατὰ πλείω, [ἢ] καὶ πόσα· ὡς δ’ αὕτως καὶ τὸ ἀοίκητον αὐτῆς πόσον καὶ ποῖόν τι καὶ διὰ τί. ἔοικεν οὖν μετεωρολογικῇ τινι πραγματείᾳ καὶ γεωμετρικῇ συνῆφθαι τὸ τῆς | |
30 | γεωγραφίας εἶδος, τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτον εἰς ἕν, ὡς ἐγγυ‐ τάτω ὄντα, ἀλλὰ μὴ διεστῶτα τοσοῦτον, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης (Il. 8,16). | |
3b(n) | Strabo 1,1,20 | |
1 | 20. Μάλιστα δὲ δοκεῖ, καθάπερ εἴρηται, γεωμετρίας τε καὶ ἀστρονο‐ μίας δεῖν τῇ τοιαύτῃ ὑποθέσει. καὶ δεῖ μὲν ὡς ἀληθῶς· σχήματα γὰρ καὶ κλίματα καὶ μεγέθη καὶ τὰ ἄλλα τὰ τούτοις οἰκεῖα οὐχ οἷόν τε λαβεῖν καλῶς ἄνευ τῆς τοιαύτης μεθόδου. ἀλλ’ ὥσπερ τὰ περὶ τὴν ἀναμέτρησιν | |
5 | τῆς ὅλης γῆς ἐν ἄλλοις δεικνύουσιν, ἐνταῦθα δὲ ὑποθέσθαι δεῖ καὶ πιστεῦσαι τοῖς ἐκεῖ δειχθεῖσιν, ὑποθέσθαι δὴ καὶ σφαιροειδῆ μὲν τὸν κόσμον, σφαιροειδῆ δὲ καὶ τὴν ἐπιφάνειαν τῆς γῆς, ἔτι δὲ τούτων πρότερον τὴν ἐπὶ τὸ μέσον τῶν σωμάτων φοράν, αὐτὸ μόνον ἐπὶ τῆς αἰσθήσεως ἢ τῶν κοινῶν ἐννοιῶν ἐγγύς ἐστιν, εἰ ἄρα, ἐπισημηνάμενον ἐπὶ κεφαλαίῳ μι‐ | |
10 | κρά. οἷον ὅτι ἡ γῆ σφαιροειδής, ἐκ μὲν τῆς ἐπὶ τὸ μέσον φορᾶς πόρρωθεν ἡ ὑπόμνησις καὶ το〈ῦ〉 ἕκαστον σῶμα ἐπὶ τὸ αὑτοῦ ἄρτημα νεύειν, ἐκ δὲ τῶν κατὰ πελάγη καὶ τὸν οὐρανὸν φαινομένων ἐγγύθεν· καὶ γὰρ ἡ αἴσθησις ἐπιμαρτυρεῖν δύναται καὶ ἡ κοινὴ ἔννοια. φανερῶς γὰρ ἐπιπροσθεῖ τοῖς πλέουσιν ἡ κυρτότης τῆς θαλάττης, ὥστε μὴ προσβάλλειν τοῖς πόρρω | |
15 | φέγγεσι τοῖς ἐπ’ ἴσον ἐξηρμένοις τῇ ὄψει· ἐξαρθέντα γοῦν πλέον τῆς ὄψεως ἐφάνη, καίτοι πλέον ἀποσχόντα αὐτῆς· ὁμοίως δὲ καὶ αὐτὴ μετεω‐ ρισθεῖσα εἶδε τὰ κεκρυμμένα πρότερον. (ὅπερ δηλοῖ καὶ ὁ ποιητής· τοιοῦτον γάρ ἐστι καὶ τὸ ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς (Od. 5,393).) | |
20 | καὶ τοῖς προσπλέουσι δὲ ἀεὶ καὶ μᾶλλον ἀπογυμνοῦται τὰ πρόσγεα μέρη, | |
καὶ τὰ φανέντα ἐν ἀρχαῖς ταπεινὰ ἐξαίρεται μᾶλλον. τῶν τε οὐρανίων ἡ περιφορὰ ἐναργής ἐστι καὶ ἄλλως καὶ ἐκ τῶν γνωμονικῶν· ἐκ δὲ τούτων εὐθὺς ὑποτείνει καὶ ἡ ἔννοια, ὅτι ἐρριζωμένης ἐπ’ ἄπειρον τῆς γῆς οὐκ ἂν ἡ τοιαύτη περιφορὰ συνέβαινε. καὶ τὰ περὶ τῶν κλιμάτων δὲ ἐν τοῖς | 18 | |
25 | περὶ τῶν οἰκήσεων δείκνυται. | |
3c(n) | Strabo 2,5,1f. | |
1 | Οὐ γάρ, ὥσπερ διὰ πεδίων ἰοῦσι μεγάλων, οἷον τῶν Βαβυλωνίων, ἢ διὰ πελάγους παρίσταται τὰ πρόσω πάντα καὶ τὰ κατόπιν καὶ ἐκ πλαγίων ἐπίπεδα, καὶ οὐδεμίαν ἀντέμφασιν παρέχει πρὸς τὰ οὐράνια καὶ τὰς τοῦ ἡλίου κινήσεις καὶ σχέσεις πρὸς ἡμᾶς καὶ τῶν ἄλλων ἄστρων, οὕτω καὶ | |
5 | γεωγραφοῦσιν παρίστασθαι ἀεὶ δεῖ τὰ ὅμοια. ὁ μὲν γὰρ πελαγίζων καὶ ὁδεύων διὰ χώρας πεδιάδος κοιναῖς τισι φαντασίαις ἄγεται, καθ’ ἃς καὶ ὁ ἀπαίδευτος καὶ ὁ πολιτικὸς ἐνεργεῖ ταὐτά, ἄπειρος ὢν τῶν οὐρανίων, καὶ τὰς πρὸς ταῦτα ἀντεμφάσεις ἀγνοῶν. ἀνατέλλοντα μὲν γὰρ ὁρᾷ ἥλιον καὶ δύνοντα καὶ μεσουρανοῦντα, τίνα δὲ τρόπον, οὐκ ἐπισκοπεῖ· οὐδὲ γὰρ | |
10 | χρήσιμον αὐτῷ πρὸς τὸ προκείμενον, ὥσπερ οὐδὲ τὸ παράλληλον ἑστάναι τῷ παρεστῶτι ἢ μή· τάχα δ’ ἐπισκοπεῖ μέν, ἀντιδοξεῖ δὲ τοῖς μαθηματι‐ κῶς λεγομένοις, καθάπερ οἱ ἐπιχώριοι· ἔχει γὰρ ὁ τόπος τοιαῦτα διαπτώ‐ ματα. Ὁ δὲ γεωγραφικὸς οὐκ ἐπιχωρίῳ γεωγραφεῖ, οὐδὲ πολιτικῷ τοιούτῳ, | |
15 | ὅστις μηδὲν ἐφρόντισε τῶν λεγομένων ἰδίως μαθημάτων· οὐδὲ γὰρ θεριστῇ καὶ σκαπανεῖ, ἀλλὰ τῷ πεισθῆναι δυναμένῳ τὴν γῆν ἔχειν οὕτω τὴν ὅλην, ὡς οἱ μαθηματικοί φασι, καὶ τὰ ἄλλα τὰ πρὸς τὴν ὑπόθεσιν τὴν τοιαύτην. κελεύει τε τοῖς προσιοῦσιν, ἐκεῖνα προενθυμηθεῖσι, τὰ ἑξῆς ἐφορᾶν· ἐκείνοις γὰρ τὰ ἀκόλουθα ἐρεῖν, ὥστε μᾶλλον ποιήσασθαι τῶν | |
20 | παραδιδομένων ἀσφαλῆ τὴν χρῆσιν τοὺς ἐντυγχάνοντας, ἂν ἀκούωσι μαθηματικῶς, τοῖς δ’ ἄλλως ἔχουσιν οὔ φησι γεωγραφεῖν. 2. Τὸν μὲν δὴ γεωγραφοῦντα πιστεῦσαι δεῖ περὶ τῶν ἐχόντων αὐτῷ τάξιν ἀρχῆς τοῖς ἀναμετρήσασι τὴν ὅλην γῆν γεωμέτραις, τούτους δὲ τοῖς ἀστρονομικοῖς, ἐκείνους δὲ τοῖς φυσικοῖς. | |
25 | Ἡ δὴ φυσικὴ ἀρετή τις· τὰς δ’ ἀρετὰς ἀνυποθέτους φασὶν ἐξ αὑτῶν ἠρτημένας, καὶ ἐν αὑταῖς ἐχούσας τάς τε ἀρχὰς καὶ τὰς περὶ πάντων πίστεις. τὰ μὲν οὖν παρὰ τῶν φυσικῶν δεικνύμενα τοιαῦτά ἐστι· σφαι‐ ροειδὴς μὲν ὁ κόσμος καὶ ὁ οὐρανός, ἡ ῥοπὴ δ’ ἐπὶ τὸ μέσον τῶν βαρέων· μερὶ τοῦτο δὲ συνεστῶσα ἡ γῆ σφαιροειδῶς ὁμόκεντρος μὲν τῷ οὐρανῷ | |
30 | πένει καὶ αὐτὴ καὶ ὁ δι’ αὐτῆς ἄξων καὶ τοῦ οὐρανοῦ μέσου τεταμένος, ὁ δ’ οὐρανὸς περιφέρεται περί τε αὐτὴν καὶ περὶ τὸν ἄξονα ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν, σὺν αὐτῷ δὲ οἱ ἀπλανεῖς ἀστέρες ὁμοταχεῖς τῷ πόλῳ. οἱ μὲν οὖν ἀπλανεῖς ἀστέρες κατὰ παραλλήλων φέρονται κύκλων· παράλληλοι | |
δ’ εἰσὶ γνωριμώτατοι ὅ τε ἰσημερινὸς καὶ οἱ τροπικοὶ δύο καὶ οἱ ἀρκτικοί· | 19 | |
35 | οἱ δὲ πλάνητες ἀστέρες καὶ ἥλιος καὶ σελήνη κατὰ λοξῶν τινων, τῶν τεταγμένων ἐν τῷ ζῳδιακῷ. Τούτοις δὲ πιστεύσαντες ἢ πᾶσιν ἤ τισιν οἱ ἀστρονομικοὶ τὰ ἑξῆς πραγματεύονται, κινήσεις καὶ περιόδους καὶ ἐκλείψεις καὶ μεγέθη καὶ ἀποστάσεις καὶ ἄλλα μυρία· ὡς δ’ αὕτως οἱ τὴν γῆν ὅλην ἀναμετροῦντες | |
40 | γεωμέτραι προτίθενται τὰς τῶν φυσικῶν καὶ τῶν ἀστρονομικῶν δόξας, τὰς δὲ τῶν γεωμετρῶν πάλιν οἱ γεωγράφοι. | |
3d(n) | Strabo 2,5,4—5 | |
1 | 4. Λαβὼν οὖν ταῦθ’ ὁ γεωμέτρης, προσχρησάμενος τοῖς γνωμονικοῖς καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τοῦ ἀστρονομικοῦ δεικνυμένοις, ἐν οἷς οἵ τε παράλληλοι τῷ ἰσημερινῷ εὑρίσκονται οἱ καθ’ ἑκάστην τὴν οἴκησιν καὶ οἱ πρὸς ὀρθὰς τέμνοντες τούτους, γραφόμενοι δὲ διὰ τῶν πόλων, κατα‐ | |
5 | μετρεῖ τὴν μὲν οἰκήσιμον ἐμβατεύων, τὴν δ’ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων. οὕτω δ’ ἂν εὑρίσκοι, πόσον ἂν εἴη τὸ ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι πόλου, ὅπερ ἐστὶ τεταρτημόριον τοῦ μεγίστου κύκλου τῆς γῆς· ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον αὐτοῦ, τοῦτο δ’ ἔστιν ἡ περίμετρος τῆς γῆς. | |
10 | Ὥσπερ οὖν ὁ μὲν τὴν γῆν ἀναμετρῶν παρὰ τοῦ ἀστρονομοῦντος ἔλαβε τὰς ἀρχάς, ὁ δὲ ἀστρονόμος παρὰ τοῦ φυσικοῦ, τὸν αὐτὸν τρόπον χρὴ καὶ τὸν γεωγράφον παρὰ τοῦ ἀναμεμετρηκότος ὅλην τὴν γῆν ὁρμηθέντα, πιστεύσαντα τούτῳ καὶ οἷς ἐπίστευσεν οὗτος, πρῶτον μὲν ἐκθέσθαι τὴν οἰκουμένην καθ’ ἡμᾶς, πόση τις καὶ ποία τὸ σχῆμα καὶ τὴν φύσιν οἵα | |
15 | ἐστὶ καὶ πῶς ἔχουσα πρὸς τὴν ὅλην γῆν· ἴδιον γὰρ τοῦ γεωγράφου τοῦτο· ἔπειτα περὶ τῶν καθ’ ἕκαστα τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν ποιήσασθαι τὸν προσήκοντα λόγον, παρασημαινόμενον ὅσα μὴ ἱκανῶς εἴρηται τοῖς πρὸ ἡμῶν τοῖς μάλιστα πεπιστευμένοις ἀρίστοις γεγονέναι περὶ ταῦτα. | |
20 | 5. Ὑποκείσθω δὴ σφαιροειδὴς ἡ γῆ σὺν τῇ θαλάττῃ, μίαν καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἴσχουσα τοῖς πελάγεσι. συγκρύπτοιτο γὰρ ἂν τὸ ἐξέχον τῆς γῆς ἐν τῷ τοσούτῳ μεγέθει μικρὸν ὂν καὶ λανθάνειν δυνάμενον, ὥστε τὸ σφαιροειδὲς ἐπὶ τούτων οὐχ ὡς ἂν ἐκ τόρνου φαμέν, οὐδ’ ὡς ὁ γεωμέτρης πρὸς λόγον, ἀλλὰ πρὸς αἴσθησιν, καὶ ταύτην παχυτέραν. | |
4(n) | Strabo 1,2,6 | |
1 | Τὸ δὲ δὴ καὶ τὴν ῥητορικὴν ἀφαιρεῖσθαι τὸν ποιητὴν τελέως ἀφειδοῦντος ἡμῶν ἐστι. τί γὰρ οὕτω ῥητορικόν, ὡς φράσις; τί δ’ οὕτω ποιητικόν; τίς δ’ ἀμείνων Ὁμήρου φράσαι; νὴ Δία, ἀλλ’ ἑτέρα φράσις ἡ ποιητική. τῷ γε εἴδει, ὡς καὶ ἐν αὐτῇ τῇ ποιητικῇ ἡ τραγικὴ καὶ ἡ κωμική, καὶ | |
5 | ἐν τῇ πεζῇ ἡ ἱστορικὴ καὶ ἡ δικανική. ἆρα γὰρ οὐδ’ ὁ λόγος ἐστὶ γενικός, οὗ εἴδη ὁ ἔμμετρος καὶ ὁ πεζός; ἢ λόγος μέν, ῥητορικὸς δὲ λόγος οὐκ ἔστι γενικὸς καὶ φράσις καὶ ἀρετὴ λόγου; ὡς δ’ εἰπεῖν, ὁ πεζὸς λόγος, ὅ γε κατεσκευασμένος, μίμημα τοῦ ποιητικοῦ ἐστι. πρώτιστα γὰρ ἡ ποιη‐ τικὴ κατασκευὴ παρῆλθεν εἰς τὸ μέσον καὶ εὐδοκίμησεν· εἶτα ἐκείνην | 20 |
10 | μιμούμενοι, λύσαντες τὸ μέτρον, τἆλλα δὲ φυλάξαντες τὰ ποιητικὰ συνέ‐ γραψαν οἱ περὶ Κάδμον καὶ Φερεκύδη καὶ Ἑκαταῖον· εἶτα οἱ ὕστερον, ἀφαιροῦντες ἀεί τι τῶν τοιούτων, εἰς τὸ νῦν εἶδος κατήγαγον, ὡς ἂν ἀπὸ ὕψους τινός· καθάπερ ἄν τις καὶ τὴν κωμῳδίαν φαίη λαβεῖν τὴν σύστασιν ἀπὸ τῆς τραγῳδίας, καὶ τοῦ κατ’ αὐτὴν ὕψους καταβιβασθεῖσαν | |
15 | εἰς τὸ λογοειδὲς νυνὶ καλούμενον. καὶ τὸ ἀείδειν δὲ ἀντὶ τοῦ φράζειν τιθέμενον παρὰ τοῖς πάλαι ταὐτὸ τοῦτο ἐκμαρτυρεῖ, διότι πηγὴ καὶ ἀρχὴ φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπῆρξεν ἡ ποιητική. αὕτη γὰρ προσεχρήσατο τῷ μέλει κατὰ τὰς ἐπιδείξεις· τοῦτο δ’ ἦν ᾠδὴ ἢ λόγος μεμελισμένος ἀφ’ οὗ δὴ ῥαψῳδίαν τ’ ἔλεγον καὶ τραγῳδίαν καὶ κωμῳδίαν. | |
20 | ὥστ’ ἐπειδὴ τὸ φράζειν πρώτιστα ἐπὶ τῆς ποιητικῆς ἐλέγετο φράσεως, αὕτη δὲ μετ’ ᾠδῆς 〈ἦν〉, τὸ ἀείδειν αὐτοῖς τὸ αὐτὸ τῷ φράζειν ὑπῆρξε παρ’ ἐκείνοις. καταχρησαμένων δ’ αὐτῶν θατέρῳ καὶ ἐπὶ τοῦ πεζοῦ λόγου, καὶ ἐπὶ θάτερον ἡ κατάχρησις διέβη. καὶ αὐτὸ δὲ τὸ πεζὸν λεχθῆναι τὸν ἄνευ τοῦ μέτρου λόγον ἐμφαίνει τὸν ἀπὸ ὕψους τινὸς καταβάντα καὶ ὀχήματος | |
25 | εἰς τοὔδαφος. | |
5(n) | Strabo 1,2,21 | |
1 | Εἰσὶ δέ τινες, οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους, Βορέαν καὶ Νότον, τοὺς δὲ ἄλλους κατὰ μικρὰν ἔγκλισιν διαφέρειν· τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν Εὖρον, χειμερινῶν δὲ Ἀπηλιώτην· δύσεων δὲ θερινῶν μὲν Ζέφυρον, χειμερινῶν δὲ Ἀργέστην. τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους | |
5 | ποιοῦνται μάρτυρας Θρασυάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν τῷ τὸν μὲν Ἀργέστην τῷ Νότῳ προσνέμειν, ἀργεστᾶο Νότοιο (Il. 11,306), τὸν δὲ Ζέφυρον τῷ Βορέᾳ, Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον (Il. 9,5). | |
10 | Φησὶ δὲ Ποσειδώνιος, μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν γνωρίμων περὶ ταῦτα, οἷον Ἀριστοτέλη, Τιμοσθένη, Βίωνα τὸν ἀστρο‐ λόγον. ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν Καικίαν, τὸν δὲ τούτῳ κατὰ διάμετρον ἐναντίον Λίβα, ἀπὸ δύσεως ὄντα χειμερινῆς· πάλιν δὲ τὸν μὲν ἀπὸ χειμερινῆς ἀνατολῆς Εὖρον, τὸν δ’ ἐναντίον Ἀργέστην· τοὺς δὲ | |
15 | μέσους Ἀπηλιώτην καὶ Ζέφυρον. τὸν δὲ ποιητὴν δυσαῆ μὲν Ζέφυρον (Il. 23,200) λέγειν τὸν ὑφ’ ἡμῶν καλούμενον Ἀργέστην, λίγα δὲ πνέοντα | |
Ζέφυρον (Od. 4,567) τὸν ὑφ’ ἡμῶν Ζέφυρον, ἀργέστην δὲ Νότον τὸν Λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ Νότου ὀλεροῦ πως ὄντος· | 21 | |
20 | ὡς ὁπότε Ζέφυρος νέφεα στυφελίξῃ ἀργεστᾶο Νότοιο, βαθείῃ λαίλαπι τύπτων (Il. 11,305f.), τὸν γὰρ δυσαῆ Ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ τοῦ Λευκονότου συναγόμενα ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ Νότου νῦν ἀργέστου λεγομένου. ταῦτα μὲν δὴ ἐν ἀρχῇ τοῦ πρώτου τῶν γεωγραφικῶν (sc. | |
25 | τοῦ Ἐρατοσθένους) εἰρημένα τοιαύτην τινὰ τὴν ἐπανόρθωσιν ἔχει. | |
6(n) | Strabo 1,2,30 | |
1 | Ὁ ποιητὴς τοίνυν διιπετέας καλεῖ τοὺς ποταμούς (Il. 16,174; Od. 4, 477), οὐ τοὺς χειμάρρους μόνους, ἀλλὰ καὶ πάντας κοινῶς, ὅτι πληροῦνται πάντες ἀπὸ τῶν ὀμβρίων ὑδάτων. ἀλλὰ τὸ κοινὸν ἐπὶ τῶν κατ’ ἐξοχὴν ἴδιον γίνεται· ἄλλως γὰρ ἂν τὸν χειμάρρουν ἀκούοι τις διιπετῆ καὶ ἄλλως | |
5 | τὸν ἀέναον· ἐνταῦθα δὲ διπλασιάζει πως ἡ ἐξοχή. καὶ καθάπερ εἰσί τινες ὑπερβολαὶ ἐπὶ ὑπερβολαῖς, ὡς τὸ κουφότερον εἶναι φελλοῦ σκιᾶς, δειλό‐ τερον δὲ λαγὼ Φρυγός, ἐλάττω δ’ ἔχειν γῆν τὸν ἀγρὸν ἐπιστολῆς Λακω‐ νικῆς, οὕτως ἐξοχὴ ἐπὶ ἐξοχῇ συντρέχει ἐπὶ τοῦ διιπετῆ τὸν Νεῖλον λέγεσθαι· ὁ μὲν γὰρ χειμάρρους ὑπερβέβληται τοὺς ἄλλους ποταμοὺς τῷ | |
10 | διιπετὴς εἶναι, ὁ δὲ Νεῖλος καὶ τοὺς χειμάρρους ἐπὶ τοσοῦτον πληρούμενος καὶ πλήθους καὶ χρόνου. | |
7(n) | Strabo 1,2,34 | |
1 | Περὶ δὲ τῶν Ἐρεμβῶν πολλὰ μὲν εἴρηται, πιθανώτατοι δ’ εἰσὶν οἱ νομίζοντες τοὺς Ἄραβας λέγεσθαι. Ζήνων δ’ ὁ ἡμέτερος καὶ γράφει οὕτως Αἰθίοπάς θ’ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε (Od. 4,84). τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν, παλαιὰν οὖσαν. αἰτιᾶσθαι δὲ | |
5 | βέλτιον τὴν τοῦ ὀνόματος μετάπτωσιν, πολλὴν καὶ ἐπιπολαίαν οὖσαν ἐν πᾶσι τοῖς ἔθνεσιν. ἀμέλει δὲ καὶ ποιοῦσί τινες παραγραμματίζοντες. Ἄριστα δ’ ἂν δόξειεν εἰπεῖν ὁ Ποσειδώνιος, κἀνταῦθα ἀπὸ τῆς τῶν ἐθνῶν συγγενείας καὶ κοινότητος ἐτυμολογῶν. τὸ γὰρ τῶν Ἀρμενίων ἔθνος καὶ τὸ τῶν Σύρων καὶ Ἀράβων πολλὴν ὁμοφυλίαν ἐμφαίνει, κατά | |
10 | τε τὴν διάλεκτον καὶ τοὺς βίους καὶ τοὺς τῶν σωμάτων χαρακτῆρας, καὶ μάλιστα καθὸ πλησιόχωροί εἰσι. δηλοῖ δ’ ἡ Μεσοποταμία ἐκ τῶν τριῶν συνεστῶσα τούτων ἐθνῶν· μάλιστα γὰρ ἐν τούτοις ἡ ὁμοιότης διαφαίνεται. εἰ δέ τις παρὰ τὰ κλίματα γίνεται διαφορὰ τοῖς προσβόρροις ἐπὶ πλέον | |
πρὸς τοὺς μεσημβρινοὺς καὶ τούτοις πρὸς μέσους τοὺς Σύρους, ἀλλ’ | 22 | |
15 | ἐπικρατεῖ γε τὸ κοινόν. καὶ οἱ Ἀσσύριοι δὲ καὶ οἱ Ἀριμάνιοι παραπλησίως πως ἔχουσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους. εἰκάζει γε δὴ καὶ τὰς τῶν ἐθνῶν τούτων κατονομασίας ἐμφερεῖς ἀλλήλαις εἶναι· τοὺς γὰρ ὑφ’ ἡμῶν Σύρους καλουμένους ὑπ’ αὐτῶν τῶν Σύρων [Ἀρμενίους καὶ] Ἀραμ‐ [μ]αίους καλεῖσθαι· τούτῳ δ’ ἐοικέναι τοὺς Ἀρμενίους καὶ τοὺς Ἄραβας | |
20 | καὶ Ἐρεμβούς, τάχα τῶν πάλαι Ἑλλήνων οὕτω καλούντων τοὺς Ἄραβας, ἅμα καὶ τοῦ ἐτύμου συνεργοῦντος πρὸς τοῦτο. ἀπὸ γὰρ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν τοὺς Ἐρεμβοὺς ἐτυμολογοῦσιν οὕτως οἱ πολλοί, οὓς μεταλα‐ βόντες οἱ ὕστερον ἐπὶ τὸ σαφέστερον Τρωγλοδύτας ἐκάλεσαν· οὗτοι δ’ εἰσὶν Ἀράβων οἱ ἐπὶ θάτερον μέρος τοῦ Ἀραβίου κόλπου κεκλιμένοι, τὸ | |
25 | πρὸς Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ. | |
8(n) | Strabo 1,3,5 | |
1 | Πρὸς δὲ τὸν Στράτωνα λέγοιτ’ ἄν, ὅτι πολλῶν αἰτίων ὄντων ἀφεὶς ταῦτα τὰ μὴ ὄντα αἰτιᾶται. πρώτην γὰρ αἰτίαν φησίν, ὅτι τῆς ἐντὸς θαλάττης καὶ τῆς ἐκτὸς οὐ ταὐτὸν τὸ ἔδαφος καὶ ὁ βυθός. πρὸς γὰρ τὸ μετεωρίζεσθαι ταύτην καὶ ταπεινοῦσθαι καὶ ἐπικλύζειν τόπους τινὰς καὶ ἀναχωρεῖν ἀπ’ | |
5 | αὐτῶν οὐ τοῦτό ἐστιν αἴτιον, ἄλλα καὶ ἄλλα ἐδάφη τὰ μὲν ταπεινότερα εἶναι τὰ δὲ ὑψηλότερα, ἀλλὰ τὸ τὰ αὐτὰ ἐδάφη ποτὲ μὲν μετεωρίζεσθαι, ποτὲ δ’ αὖ ταπεινοῦσθαι καὶ συνεξαίρειν ἢ συνενδιδόναι τὸ πέλαγος· ἐξαρθὲν μὲν γὰρ ἐπικλύσαι ἄν, ταπεινωθὲν δὲ ἀναδράμοι ἂν εἰς τὴν ἀρχαίαν κατάστασιν. εἰ γὰρ οὕτως, δεήσει πλεονασμῷ τῆς θαλάττης | |
10 | αἰφνιδίῳ γενομένῳ τὴν ἐπίκλυσιν συμβαίνειν, καθάπερ ἐν ταῖς πλημμυ‐ ρίσιν ἢ ταῖς ἀναβάσεσι τῶν ποταμῶν, τοτὲ μὲν ἐπενεχθέντος ἑτέρωθεν, τοτὲ δ’ αὐξηθέντος τοῦ ὕδατος. ἀλλ’ οὔθ’ αἱ αὐξήσεις ἀθρόαι καὶ αἰφνίδιοι γίνονται, οὔθ’ αἱ πλημμυρίδες τοσοῦτον ἐπιμένουσι χρόνον, οὐδ’ ἄτακτοί εἰσιν, οὔτε κατὰ τὴν ἑτέραν ἐπικλύζουσι θάλατταν, οὐδ’ ὅπου ἔτυχε. | |
15 | Λοιπὸν οὖν αἰτιᾶσθαι τὸ ἔδαφος ἢ τὸ τῇ θαλάττῃ ὑποκείμενον ἢ τὸ ἐπικλυζόμενον, μᾶλλον δὲ τὸ ὕφαλον. πολὺ γὰρ εὐκινητότερον καὶ μετα‐ βολὰς θάττους δέξασθαι δυνάμενον τὸ ἔνυγρον· καὶ γὰρ τὸ πνευματικὸν τὸ πάντων τῶν τοιούτων αἴτιον πλέον ἐνταῦθα. ἀλλ’, ὡς ἔφην, τῶν τοιούτων ἀπεργαστικόν ἐστι παθῶν τὸ αὐτὰ τὰ ἐδάφη ποτὲ μὲν ἐξαίρεσθαι | |
20 | ποτὲ δὲ ὑφίζησιν λαμβάνειν, οὐ τὸ τὰ μὲν εἶναι ὑψηλὰ τὰ δὲ ἧττον. ὁ δὲ τοῦτο λαμβάνει, νομίζων ὅπερ ἐπὶ τῶν ποταμῶν συμβαίνει, τοῦτο καὶ ἐπὶ τῆς θαλάττης ἀπαντᾶν, τὸ ἀπὸ τῶν μετεώρων τόπων εἶναι τὴν ῥύσιν· οὐδὲ γὰρ ἂν τοῦ κατὰ Βυζάντιον ῥοῦ τὸ ἔδαφος ᾐτιᾶτο, λέγων ὑψηλότερον τὸ τοῦ Εὐξείνου ἢ τὸ τῆς Προποντίδος καὶ τοῦ ἑξῆς πελάγους, ἅμα καὶ | |
25 | αἰτίαν προστιθείς· ἀπὸ γὰρ τῆς ἰλύος τῆς ἀπὸ τῶν ποταμῶν καταφερο‐ μένης πληροῦσθαι τὸν βυθὸν καὶ βραχὺν γίνεσθαι, διὰ τοῦτο δὲ καὶ ῥεῖν | |
εἰς τὰ ἐκτός. τὸν δ’ αὐτὸν λόγον καὶ ἐπὶ τὴν ἡμετέραν θάλατταν σύμπασαν μεταφέρει πρὸς τὴν ἐκτός, ὡς καὶ ταύτης μετεωρότερον τοὔδαφος ποιούσης τοῦ ὑποκειμένου τῷ Ἀτλαντικῷ πελάγει· καὶ γὰρ αὕτη ἐκ πολλῶν ποτα‐ | 23 | |
30 | μῶν πληροῦται, καὶ τὴν ὑποστάθμην τῆς ἰλύος δέχεται τὴν ἀνάλογον. ἐχρῆς οὖν καὶ τὸν εἴσρουν ὅμοιον γίνεσθαι τῷ κατὰ Βυζάντιον τὸν κατὰ Στήλας καὶ τὴν Κάλπην. ἀλλὰ τοῦτο μὲν ἐῶ· ἐροῦσι γὰρ κἀκεῖ τοῦτο συμβαίνειν, περισπᾶσθαι δὲ ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων καὶ ἐπικρύπτεσθαι. | |
9(n) | Strabo 1,3,7—10 | |
1 | Ἡ γὰρ πρόσχωσις περὶ αὐτὰ συνίσταται τὰ στόματα τῶν ποταμῶν, οἷον περὶ μὲν τὰ τοῦ Ἴστρου τὰ λεγόμενα Στήθη καὶ ἡ Σκυθῶν ἐρημία καὶ ὁ Σαλμυδησσός, καὶ ἄλλων χειμάρρων συνεργούντων πρὸς τοῦτο, περὶ δὲ τὰ τοῦ Φάσιδος ἡ Κολχικὴ παραλία, δίαμμος καὶ ταπεινὴ καὶ μαλακὴ οὖσα, | |
5 | περὶ δὲ τὸν Θερμώδοντα καὶ τὸν Ἶριν ὅλη Θεμίσκυρα, τὸ τῶν Ἀμαζόνων πεδίον, καὶ τῆς Σιδηνῆς τὸ πλέον· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἅπαντες γὰρ μιμοῦνται τὸν Νεῖλον, ἐξηπειροῦντες τὸν πρὸ αὐτῶν πόρον, οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον· ἧττον μὲν οἱ μὴ πολλὴν καταφέροντες τὴν ἰλύν, μᾶλλον δὲ οἱ πολλήν τε καὶ μαλακόγειον χώραν ἐπιόντες καὶ χειμάρρους | |
10 | δεχόμενοι πολλούς, ὧν ἐστι καὶ ὁ Πύραμος ὁ τῇ Κιλικίᾳ πολὺ μέρος προσθείς, ἐφ’ οὗ καὶ λόγιον ἐκπέπτωκέ τι τοιοῦτον· ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος εὐρυοδίνης ἠϊόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται (orac. Sib. 4,97f.)· ἐκ μέσων γὰρ τῶν τῆς Καταονίας πεδίων ἐνεχθεὶς πλωτὸς καὶ διεκπαισά‐ | |
15 | μενος διὰ τῶν τοῦ Ταύρου στενῶν εἰς τὴν Κιλικίαν ἐκδίδωσιν εἰς τὸν πρὸ ταύτης τε καὶ τῆς Κύπρου πόρον. 8. Αἴτιον δὲ τοῦ μὴ φθάνειν τὴν χοῦν εἰς τὸ πέλαγος προϊοῦσαν τὴν ὑπὸ τῶν ποταμῶν καταφερομένην τὸ τὴν θάλατταν ἀνακόπτειν αὐτὴν εἰς τοὐπίσω, παλιρροοῦσαν φύσει· ἔοικε γὰρ τοῖς ζῴοις, καὶ καθάπερ ἐκεῖνα | |
20 | συνεχῶς ἀναπνεῖ τε καὶ ἐκπνεῖ, τὸν αὐτὸν τρόπον καὶ αὐτὴ ἐξ αὑτῆς τε καὶ εἰς ἑαυτὴν συνεχῶς παλινδρομικήν τινα κινουμένη κίνησιν. δῆλον δὲ τῷ ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶτι κατὰ τὴν κυμάτωσιν· ἅμα γὰρ κλύζονται οἱ πόδες καὶ γυμνοῦνται καὶ πάλιν κλύζονται, καὶ τοῦτο συνεχῶς. τῷ δὲ κλύδωνι καὶ κῦμα ἐπιτρέχει, 〈ὅ〉, κἂν γαληνότατον ᾖ, ἐπιφερόμενον | |
25 | ἔχει τινὰ βίαν πλείω, καὶ ἀπορρίπτει πᾶν τὸ ἀλλότριον εἰς τὴν γῆν, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε (Il. 9,7). μᾶλλον μὲν οὖν ἐν ἀνέμῳ συμβαίνει τοῦτο, ἀλλὰ καὶ ἐν νηνεμίᾳ καὶ ἐν | |
ἀπογαίοις πνεύμασιν· οὐδὲν γὰρ ἧττον ἐπὶ γῆν φέρεται τὸ κῦμα ὑπεναν‐ τίως τῷ ἀνέμῳ, ὡς ἂν ἰδίαν τινὰ τῆς θαλάττης κίνησιν συγκινούμενον | 24 | |
30 | αὐτῇ. τοιοῦτον δὲ καὶ τὸ ἀμφὶ δέ τ’ ἄκρας κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ’ ἁλὸς ἄχνην (Il. 4,425f.) καὶ τὸ ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω (Il. 17,265). | |
35 | 9. Ἡ μὲν οὖν ἔφοδος τοῦ κύματος ἔχει τινὰ βίαν, ὥστ’ ἀπωθεῖσθαι τὸ ἀλλότριον. καὶ δὴ καὶ κάθαρσίν τινα τῆς θαλάττης ταύτην φασί, καθ’ ἣν καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ναυάγια εἰς γῆν ἐκκυμαίνεται. ἡ δ’ ἀνα‐ χώρησις οὐκ ἔχει τοσαύτην βίαν, ὥστε νεκρὸν ἢ ξύλον ἢ τὸ κουφότατον φελλόν, ὑπὸ τοῦ κύματος εἰς τὴν ἅλα βληθῆναι· ψευδῶς καὶ τῶν πλησίον | |
40 | ἀκτῆς τόπων εἰς τὸ πέλαγος προσπεσεῖν ὑποληφθέντων ὑπὸ τοῦ κύματος. οὕτως δὴ καὶ τὴν χοῦν καὶ τὸ σὺν αὐτῇ τεθολωμένον ὕδωρ ἐκκυμαίνεσθαι συμβαίνει, καὶ τοῦ βάρους ἅμα συνεργοῦντος, ὥστε θᾶττον κατενεχθῆναι πρὸς τὴν γῆν κάτω, πρὶν εἰς τὸ πρόσω πελαγίσαι· καὶ γὰρ ἡ τοῦ ποταμοῦ βία παύεται, μικρὸν προελθοῦσα τοῦ στόματος. οὕτω μὲν οὖν ἐνδέχεται | |
45 | προσχωσθῆναι τὸ πέλαγος πᾶν, ἀπὸ τῶν αἰγιαλῶν ἀρξάμενον, ἂν συνεχεῖς ἔχῃ τὰς ἐκ τῶν ποταμῶν ἐπιρρύσεις. τοῦτο δ’ ἂν συμβαίη, κἂν τοῦ Σαρ‐ δονίου πελάγους βαθύτερον ὑποθώμεθα τὸν Πόντον, ὅπερ λέγεται τῶν ἀναμετρηθέντων βαθύτατόν που χιλίων ὀργυιῶν, ὡς Ποσειδώνιός φησι. 10. Τὴν μὲν οὖν τοιαύτην αἰτιολογίαν ἧττον ἄν τις ἀποδέξαιτο· μᾶλλον | |
9(50) | δ’ ἀπὸ τῶν φανερωτέρων καὶ τῶν καθ’ ἡμέραν τρόπον τινὰ ὁρωμένων ἀναπτέον τὸν λόγον. καὶ γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀναφυσήματα καὶ ἀνοιδήσεις τῆς ὑφάλου γῆς μετεωρίζουσι καὶ τὴν θάλατταν, αἱ δὲ συνιζήσεις ταπεινοῦσιν αὐτήν. οὐ γὰρ μύδροι μὲν ἀνενεχθῆναι δύνανται καὶ μικραὶ νῆσοι, μεγάλαι δ’ οὔ· οὐδὲ νῆσοι μέν, ἤπειροι δ’ οὔ. ὁμοίως δὲ καὶ | |
55 | συνιζήσεις καὶ μικραὶ καὶ μεγάλαι γένοιντ’ ἄν, εἴπερ καὶ [τὰ] χάσματα καὶ καταπόσεις χωρίων καὶ κατοικιῶν, ὡς ἐπὶ Βούρας τε καὶ Βιζώνης καὶ ἄλλων πλειόνων, ὑπὸ σεισμοῦ γενέσθαι φασί. καὶ τὴν Σικελίαν οὐδέν τι μάλλον ἀπορρῶγα τῆς Ἰταλίας εἰκάζοι τις ἄν, ἢ ἀναβληθεῖσαν ὑπὸ τοῦ Αἰτναίου πυρὸς ἐκ βυθοῦ συμμεῖναι· ὡσαύτως δὲ καὶ τὰς Λιπαραίων | |
60 | νήσους καὶ Πιθηκούσσας. | |
10(n) | Strabo 1,3,11—12 | |
1 | Διὰ δὲ τοῦτο καὶ τοὺς εὐρίπους ῥοώδεις εἶναι, μάλιστα δὲ τὸν κατὰ Σικελίαν πορθμόν, ὅν φησιν ὁμοιοπαθεῖν ταῖς κατὰ τὸν ὠκεανὸν πλημμυρίσι τε καὶ ἀμπώτεσι· δίς τε γὰρ μεταβάλλειν τὸν ῥοῦν ἑκάστης ἡμέρας καὶ | |
νυκτός, καθάπερ τὸν ὠκεανὸν δὶς μὲν πλημμυρεῖν, δὶς δὲ ἀναχωρεῖν. τῇ | 25 | |
5 | μὲν οὖν πλημμυρίδι δεῖ ὁμολογεῖν τὸν ἐκ τοῦ Τυρρηνικοῦ πελάγους εἰς τὸ Σικελικὸν καταφερόμενον ὡς ἂν ἐκ μετεωροτέρας ἐπιφανείας, ὃν δὴ καὶ κατιόντα ὀνομάζεσθαι, ⸢ὁμολογεῖν δ’ ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν ἄρχεταί τε καὶ παύεται καθ’ ὃν αἱ πλημμυρίδες· ἄρχεται μὲν γὰρ περὶ τὴν ἀνατολὴν τῆς σελήνης καὶ τὴν δύσιν, λήγει δ’ ὅταν συνάπτῃ τῇ | |
10 | μεσουρανήσει ἑκατέρᾳ, τῇ τε ὑπὲρ γῆς καὶ τῇ ὑπὸ γῆς.⸣ τῇ δὲ ἀμπώτει τὸν ἐναντίον, 〈ὃν〉 ἐξιόντα καλεῖσθαι. ⸢ταῖς μεσουρανήσεσι τῆς σελήνης ἀμφοτέραις ἐναρχόμενον, καθάπερ αἱ ἀμπώτεις, ταῖς δὲ συνάψεσι ταῖς πρὸς τὰς ἀνατολὰς καὶ δύσεις παυόμενον. 12. Περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν | |
15 | ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος. περὶ δὲ τῆς τῶν πορθμῶν παλιρροίας, ἐχόντων καὶ αὐτῶν φυσικώτερον λόγον 〈ἢ〉 κατὰ τὴν νῦν ὑπόθεσιν, τοσοῦτον εἰπεῖν ἀπόχρη, ὅτι⸣ οὔτε εἷς τρόπος τοῦ ῥοώδεις εἶναι τοὺς πορθμούς, ὅ γε κατ’ εἶδος· οὐ γὰρ ἂν ὁ μὲν Σικελικὸς δὶς ἑκάστης ἡμέρας μετέβαλλεν, ὡς οὗτός φησιν, ὁ δὲ Χαλκιδικὸς ἑπτάκις, ὁ δὲ κατὰ | |
20 | Βυζάντιον οὐδὲ μετέβαλλεν, ἀλλ’ ἀεὶ διετέλει τὸν ἔκρουν μόνον ἔχων τὸν ἐκ τοῦ Ποντικοῦ πελάγους εἰς τὴν Προποντίδα, ὡς δὲ Ἵππαρχος ἱστορεῖ, καὶ μονάς ποτε ἐποιεῖτο· οὔτ’ εἰ τρόπος εἷς εἴη, ταύτην ἂν ἔχοι τὴν αἰτίαν, ἥν φησιν ὁ Ἐρατοσθένης, ὅτι ἡ ἐφ’ ἑκάτερα θάλαττα ἄλλην καὶ ἄλλην ἐπιφάνειαν ἔχει. οὐδὲ γὰρ ἐπὶ τῶν ποταμῶν τοῦτο γένοιτ’ ἄν, εἰ μὴ κατα‐ | |
25 | ράκτας ἔχοιεν· ἔχοντες δὲ οὐ παλιρροοῦσιν, ἀλλ’ ἐπὶ τὸ ταπεινότερον ἀεὶ φέρονται· καὶ τοῦτο δὲ συμβαίνει διὰ τὸ κεκλιμένον εἶναι τὸ ῥεῦμα καὶ τὴν ἐπιφάνειαν αὐτοῦ. πελάγους δὲ τίς ἂν φαίη κεκλιμένην ἐπιφάνειαν, καὶ μάλιστα κατὰ τὰς σφαιροποιούσας ὑποθέσεις τὰ τέτταρα σώματα, ἃ δὴ καὶ στοιχεῖά φαμεν; ὥστ’ οὐχ ὅτι παλιρροοῦντας, ἀλλ’ οὐδὲ καθε‐ | |
30 | στῶτας καὶ μένοντας, συρροίας μὲν ἐν αὐτοῖς οὔσης, μὴ μιᾶς δὲ ἐπιφα‐ νείας, ἀλλὰ τῆς μὲν ὑψηλοτέρας, τῆς δὲ ταπεινοτέρας. οὐ γὰρ ὥσπερ ἡ γῆ κατὰ ἕξιν ἐσχημάτισται στερεὰ οὖσα, ὥστε καὶ κοιλάδας ἔχειν συμμενούσας καὶ ἀναστήματα, οὕτως καὶ τὸ ὕδωρ, ἀλλ’ αὐτῇ τῇ κατὰ τὸ βάρος ῥοπῇ τὴν ὄχησιν ἐπὶ τῆς γῆς ποιεῖται, καὶ τοιαύτην λαμβάνει | |
35 | τὴν ἐπιφάνειαν, οἵαν ὁ Ἀρχιμήδης φησίν. | |
11(n) | Strabo 1,3,16 | |
1 | 16. Πρὸς δὲ τὴν ἀθαυμαστίαν τῶν τοιούτων μεταβολῶν, οἵας ἔφαμεν αἰτίας εἶναι τῶν ἐπικλύσεων καὶ τῶν τοιούτων παθῶν, οἷα εἴρηται τὰ κατὰ τὴν Σικελίαν καὶ τὰς Αἰόλου νήσους καὶ Πιθηκούσσας, ἄξιον παρα‐ θεῖναι καὶ ἄλλα πλείω τῶν ἐν ἑτέροις τόποις ὄντων ἢ γενομένων ὁμοίων | |
5 | τούτοις. ἀθρόα γὰρ τὰ τοιαῦτα παραδείγματα πρὸ ὀφθαλμῶν τεθέντα παύσει τὴν ἔκπληξιν. νυνὶ δὲ τὸ ἄηθες ταράττει τὴν αἴσθησιν καὶ δείκνυσιν | |
ἀπειρίαν τῶν φύσει συμβαινόντων καὶ τοῦ βίου παντός, οἷον εἴ τις λέγοι τὰ περὶ Θήραν καὶ Θηρασίαν νήσους ἱδρυμένας ἐν τῷ μεταξὺ πόρῳ Κρήτης καὶ τῆς Κυρηναίας, ὧν ἡ Θήρα μητρόπολίς ἐστι τῆς Κυρήνης, καὶ τὴν | 26 | |
10 | Αἴγυπτον καὶ πολλὰ μέρη τοιαῦτα τῆς Ἑλλάδος. Ἀνὰ μέσον γὰρ Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελά‐ γους ἐφ’ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατ’ ὀλίγον ἐξαιρομένην ὡς ἂν ὀργανικῶς καὶ συντιθεμένην ἐκ μύδρων νῆσον ἐπέχουσαν δώδεκα σταδίων τὴν περίμετρον. μετὰ δὲ | |
15 | τὴν παῦλαν τοῦ πάθους ἐθάρρησαν πρῶτοι Ῥόδιοι θαλαττοκρατοῦντες ἐπιπροσπλεῦσαι τῷ τόπῳ, καὶ Ποσειδῶνος Ἀσφαλίου ἱερὸν ἱδρύσασθαι κατὰ τὴν νῆσον. | |
12a(n) | Strabo 1,3,16 | |
1 | Ἐν δὲ τῇ Φοινίκῃ φησὶ Ποσειδώνιος γενομένου σεισμοῦ καταποθῆναι πόλιν ἱδρυμένην ὑπὲρ Σιδῶνος, καὶ αὐτῆς δὲ Σιδῶνος σχεδόν τι τὰ δύο μέρη πεσεῖν, ἀλλ’ οὐκ ἀθρόως, ὥστε μὴ πολὺν φθόρον ἀνθρώπων γενέσθαι. τὸ δ’ αὐτὸ πάθος καὶ ἐπὶ τὴν Συρίαν ὅλην διέτεινε, μετρίως δέ πως. | |
5 | διέβη δὲ καὶ ἐπί τινας νήσους τάς τε Κυκλάδας καὶ τὴν Εὔβοιαν, ὥστε τῆς Ἀρεθούσης (ἔστι δ’ ἐν Χαλκίδι κρήνη) τὰς πηγὰς ἀποτυφλωθῆναι, συχναῖς δ’ ἡμέραις ὕστερον ἀναβλύσαι κατ’ ἄλλο στόμιον, μὴ παύεσθαι δὲ σειομένην τὴν νῆσον κατὰ μέρη, πρὶν ἢ χάσμα γῆς ἀνοιχθὲν ἐν τῷ Ληλάντῳ πεδίῳ πηλοῦ διαπύρου ποταμὸν ἐξήμεσε. πολλῶν δὲ συναγωγὰς | |
10 | ποιησαμένων τοιαύτας ἀρκέσει τὰ ὑπὸ τοῦ Σκηψίου Δημητρίου συνηγμένα οἰκείως παρατεθέντα ... Δοῦρις δὲ (FGrHist 76F 54) τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομά‐ σθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης | |
15 | τῆς περὶ τὰς Κασπίους πύλας γῆς, ὥστε ἀνατραπῆναι πόλεις συχνὰς καὶ κώμας καὶ ποταμοὺς ποικίλας | |
μεταβολὰς δέξασθαι. | Column end | |
12b(n) | Strabo 11,9,1 〈514d〉 | |
1 | τοὔνομα δὲ ταῖς Ῥάγαις ἀπὸ τῶν γενομένων σεισμῶν γενέσθαι φα‐ σίν, ὑφ’ ὧν πόλεις τε συχναὶ καὶ κῶμαι δισχίλιαι, ὡς Ποσειδώνιός | |
5 | φησι, ἀνετράπησαν. | Column end |
13(n) | Strabo 2,2,1—2,3,8 | |
1 | 1. Ἴδωμεν δὲ καὶ Ποσειδώνιον, ἅ φησιν ἐν τοῖς Περὶ ὠκεανοῦ· δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν, τὰ μὲν οἰκείως, τὰ δὲ μαθηματικώ‐ τερον. οὐκ ἄτοπον οὖν ἔνια καὶ τῶν ὑπὸ τούτου λεγομένων διαιτῆσαι, τὰ μὲν νῦν, τὰ δ’ ἐν τοῖς καθ’ ἕκαστα, ὡς ἂν ὑποπίπτῃ, μέτρου τινὸς ἐχο‐ | |
5 | μένους. Ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑποθέσθαι | |
σφαιροειδῆ, καθάπερ καὶ τὸν κόσμον, καὶ τὰ ἄλλα παραδέξασθαι τὰ ἀκόλουθα τῇ ὑποθέσει ταύτῃ· τούτων δ’ ἐστὶ καὶ τὸ πεντάζωνον αὐτὴν εἶναι. | 27 | |
10 | 2. Φησὶ δὴ ὁ Ποσειδώνιος τῆς εἰς πέντε ζώνας διαιρέσεως ἀρχηγὸν γενέσθαι Παρμενίδην· ἀλλ’ ἐκεῖνον μὲν σχεδόν τι διπλασίαν ἀποφαίνειν τὸ πλάτος τὴν διακεκαυμένην, τῆς μεταξὺ τῶν τροπικῶν ὑπερπιπτούσης ἑκατέρων τῶν τροπικῶν εἰς τὸ ἐκτὸς καὶ πρὸς ταῖς εὐκράτοις. Ἀριστοτέλη δὲ αὐτὴν καλεῖν τὴν μεταξὺ τῶν τροπικῶν, 〈τὰς δὲ μεταξὺ τῶν τροπικῶν〉 | |
15 | καὶ τῶν ἀρκτικῶν εὐκράτους. Ἀμφοτέροις δ’ ἐπιτιμᾷ δικαίως. διακεκαυμένην γὰρ λέγεσθαι τὴν ἀοίκητον διὰ καῦμα· τῆς δὲ μεταξὺ τῶν τροπικῶν 〈μικρῷ〉 πλέον ἢ τὸ ἥμισυ τοῦ πλάτους 〈οὐκ〉 οἰκήσιμόν ἐστιν ἐκ τῶν ὑπὲρ Αἰγύπτου στοχα‐ ζομένοις Αἰθιόπων, εἴπερ τὸ μὲν ἥμισυ τοῦ παντὸς πλάτους ἐστίν, ὃ | |
20 | διαιρεῖ ἐφ’ ἑκάτερα ὁ ἰσημερινός. τούτου δὲ τὸ μὲν ἀπὸ τῆς Συήνης, ἥπερ ἐστὶν ὅριον τοῦ θερινοῦ τροπικοῦ, εἰς Μερόην εἰσὶ πεντακισχίλιοι· τὸ δ’ ἐνθένδε ἕως 〈τοῦ〉 τῆς Κινναμωμοφόρου παραλλήλου, ὅσπερ ἐστὶν ἀρχὴ τῆς διακεκαυμένης, τρισχίλιοι· τοῦτο μὲν οὖν τὸ διάστημα πᾶν ἐστι μετρητόν, πλεῖταί τε γὰρ καὶ ὁδεύεται. τὸ δ’ ἑξῆς, μέχρι τοῦ ἰσημερινοῦ, | |
25 | λόγῳ δείκνυται κατὰ τὴν ὑπ’ Ἐρατοσθένους γενομένην ἀναμέτρησιν τῆς γῆς, ὅτι ἐστὶ σταδίων ὀκτακισχιλίων ὀκτακοσίων. ὃν δὴ λόγον ἔχει τὰ μύρια ἑξακισχίλια ὀκτακόσια πρὸς τὰ ὀκτακισχίλια ὀκτακόσια, τοῦτον ἂν ἔχοι τὸ μεταξὺ τῶν τροπικῶν διάστημα πρὸς τὸ τῆς διακεκαυμένης πλάτος· κἂν τῶν νεωτέρων δὲ ἀναμετρήσεων εἰσάγηται ἡ ἐλαχίστην | |
30 | ποιοῦσα τὴν γῆν, οἵαν ὁ Ποσειδώνιος ἐγκρίνει περὶ ὀκτωκαίδεκα μυριάδας οὖσαν, περὶ ἥμισύ που ἀποφαίνει τὴν διακεκαυμένην τῆς μεταξὺ τῶν τροπικῶν, ἢ μικρῷ τοῦ ἡμίσους μείζονα· ἴσην δὲ καὶ τὴν αὐτὴν οὐδαμῶς. τοῖς τε ἀρκτικοῖς, οὔτε παρὰ πᾶσιν οὖσιν, οὔτε τοῖς αὐτοῖς πανταχοῦ, τίς ἂν διορίζοι τὰς εὐκράτους αἵπερ εἰσὶν ἀμετάπτωτοι; τὸ μὲν οὖν μὴ | |
35 | παρὰ πᾶσιν εἶναι τοὺς ἀρκτικούς, οὐδὲν ἂν εἴη πρὸς τὸν ἔλεγχον· δεῖ γὰρ παρὰ τοῖς τὴν εὔκρατον οἰκοῦσιν εἶναι πᾶσι, πρὸς οὕσπερ καὶ λέγεται μόνους εὔκρατος. τὸ δὲ μὴ πανταχοῦ τὸν αὐτὸν τρόπον, ἀλλὰ μεταπίπτειν, καλῶς εἴληπται. 3. Αὐτὸς δὲ διαιρῶν εἰς τὰς ζώνας, πέντε μέν φησιν εἶναι χρησίμους | |
40 | πρὸς τὰ οὐράνια, τούτων δὲ περισκίους δύο τὰς ὑπὸ τοῖς πόλοις μέχρι τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς, ἑτεροσκίους δὲ τὰς ἐφεξῆς ταύταις δύο μέχρι τῶν ὑπὸ τοῖς τροπικοῖς οἰκούντων, ἀμφίσκιον δὲ τὴν μεταξὺ τῶν τροπικῶν. πρὸς δὲ τὰ ἀνθρώπεια ταύτας τε καὶ δύο ἄλλας στενὰς τὰς ὑπὸ τοῖς τροπικοῖς, καθ’ ἃς ἥμισύ πως μηνὸς κατὰ κορυφήν ἐστιν | |
45 | ὁ ἥλιος, δίχα διαιρουμένας ὑπὸ τῶν τροπικῶν. ἔχειν γάρ τι ἴδιον τὰς ζώνας | |
ταύτας, αὐχμηράς τε ἰδίως καὶ ἀμμώδεις ὑπαρχούσας καὶ ἀφόρους πλὴν σιλφίου καὶ πυρωδῶν τινων καρπῶν συγκεκαυμένων· ὄρη γὰρ μὴ εἶναι πλησίον, ὥστε τὰ νέφη προσπίπτοντα ὄμβρους ποιεῖν, μηδὲ δὴ ποταμοῖς διαρρεῖσθαι· διόπερ οὐλότριχας καὶ οὐλόκερως καὶ προχείλους καὶ πλα‐ | 28 | |
13(50) | τύρρινας γεννᾶσθαι· τὰ γὰρ ἄκρα αὐτῶν συστρέφεσθαι· καὶ τοὺς Ἰχθυο‐ φάγους δὲ κατὰ ταύτας τὰς ζώνας οἰκεῖν. ὅτι δὲ ταῦτ’ ἴδια τῶν ζωνῶν τούτων δηλοῦν φησι τὸ τοὺς νοτιωτέρους αὐτῶν ἔχειν τὸ περιέχον εὐκρα‐ τότερον καὶ τὴν γῆν καρπιμωτέραν καὶ εὐυδροτέραν. c.3. 1. Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ· δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑπο‐ | |
55 | πιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, 〈καὶ δύο τὰς μεταξὺ τούτων〉 καὶ τοῦ ἰσημερινοῦ. Ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγρα‐ φικῶς εἰρῆσθαι. φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ περιέχοντος κρᾶσιν· πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις καὶ τοῖς | |
60 | ἀμφισκίοις, οὕτως ἂν ἄριστα διοριζομένοις, συνδιορίζεται καὶ τὰ περὶ τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῷ λαμβάνοντα τὴν ἐξάλλαξιν· πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινομένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζῴων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων [ἡμισυστάλεις] | |
65 | τῶν ὑπὸ τῷ ἀέρι καὶ ἐν αὐτῷ ἐκείνῳ, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης. αὕτη δὲ τῷ εἰς τὰς ζώνας μερισμῷ λαμβάνει τὴν οἰκείαν διά‐ κρισιν· αἵ τε γὰρ κατεψυγμέναι δύο τὴν ἔλλειψιν τοῦ θάλπους ὑπαγο‐ ρεύουσιν, εἰς μίαν τοῦ περιέχοντος φύσιν συναγόμεναι, αἵ τε εὔκρατοι παραπλησίως εἰς μίαν τὴν μεσότητα ἄγονται, εἰς δὲ τὴν λοιπὴν ἡ λοιπὴ | |
70 | μία καὶ διακεκαυμένη. Ὅτι δὲ καὶ γεωγραφικός ἐστιν ὁ μερισμός, δῆλον· ζητεῖ γὰρ ἡ γεωγραφία τῆς ἑτέρας τῶν εὐκράτων ἀφορίσαι τὸ οἰκούμενον ὑφ’ ἡμῶν τμῆμα· πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῇ θάλαττά ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζῴοις, ὁ | |
75 | δ’ ἐφ’ ἑκάτερα δύσκρατος ὑπερβολῇ καὶ ἐλλείψει τοῦ θάλπους. εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως· τῷ γὰρ ἰσημερινῷ τμηθεῖσα δίχα ἡ σφαῖρα τῆς γῆς εἴς τε τὸ βόρειον ἡμισφαί‐ ριον, ἐν ᾧ ἡμεῖς ἐσμεν, καὶ τὸ νότιον, ὑπέγραψε τὰς τρεῖς διαφοράς· τὰ μὲν γὰρ πρὸς τῷ ἰσημερινῷ καὶ τῇ διακεκαυμένῃ ζώνῃ διὰ καῦμα ἀοίκητά | |
80 | ἐστι, τὰ δὲ πρὸς τῷ πόλῳ διὰ ψῦχος, τὰ δὲ μέσα τὰ εὔκρατα καὶ τὰ οἰκήσιμα. Ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύταις προστίθησιν, οὐδ’ ὁμοίᾳ κεχρημένας διαφορᾷ, ἀλλ’ ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν, | |
85 | ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον. 2. Ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ, τὸ ποιεῖν τινας ζώνας τοῖς ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς, δύο δὲ τὰς μεταξὺ τούτων καὶ τῶν τροπικῶν· εἴρηται γὰρ ὅτι τοῖς μεταπίπτουσι σημείοις οὐχ ὁριστέον τὰ ἀμετάπτωτα. οὐδὲ τοῖς τροπικοῖς δὲ τῆς δια‐ | 29 |
90 | κεκαυμένης ὅροις χρηστέον· καὶ γὰρ τοῦτ’ εἴρηται. Τὴν διακεκαυμένην μέντοι δίχα διαιρῶν πρὸς οὐ φαύλην ἐπίνοιαν φαίνεται κεκινημένος, πρὸς ἣν καὶ ὅλην δίχα διαιροῦμεν εὐφυῶς τὴν γῆν εἴς τε τὸ βόρειον ἡμισφαίριον καὶ τὸ νότιον τῷ ἰσημερινῷ· δῆλον γὰρ ὅτι, 〈εἰ〉 διαιρεῖται κατὰ ταύτην τὴν τομὴν καὶ ἡ διακεκαυμένη, ποιεῖ | |
95 | τινα ἐπιτηδειότητα ὥστε καὶ τὸ ἡμισφαίριον ἑκάτερον ἐξ ὅλων συντετάχθαι τριῶν ζωνῶν ὁμοιοειδῶν τῶν ἐν θατέρῳ. ἡ μὲν οὖν τοιαύτη τομὴ δέχεται τὴν εἰς ἓξ ζώνας διαίρεσιν, ἡ δ’ ἑτέρα οὐ πάνυ. εἰ γοῦν τῷ διὰ τῶν πόλων δίχα τέμνοις τὴν γῆν, οὐκ ἂν εἰκότως ἑκάτερον τῶν ἡμισφαιρίων, τό τε ἑσπέριον καὶ τὸ ἀνατολικόν, τέμνοις εἰς ζώνας ἕξ, ἀλλὰ ἡ εἰς πέντε ἀρκοῦσα | |
13(100) | ἂν εἴη· τὸ γὰρ ὁμοιοπαθὲς τῶν τμημάτων ἀμφοτέρων τῆς διακεκαυμένης, ἃ ποιεῖ ὁ ἰσημερινός, καὶ τὸ συγκεῖσθαι περιττὴν καὶ περίεργον ἀποφαίνει τὴν τομήν, ὁμοιοειδῶν μὲν οὐσῶν καὶ τῶν εὐκράτων καὶ τῶν κατεψυγμέ‐ νων, ἀλλ’ οὐ συγκειμένων. οὕτως οὖν καὶ τὴν ὅλην γῆν ἐκ τῶν τοιούτων ἡμισφαιρίων ἐπινοουμένην ἀρκούντως ἂν εἰς πέντε διαιροίης. | |
105 | Εἰ δ’, ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστιν εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δ’ οὗτος καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων), πολὺ κρεῖττον τρίτην [τὴν] εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ | |
110 | τοῖς τροπικοῖς εἰσάγειν. συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα, ὧν μέμνηται καὶ Ποσειδώνιος, τὸ καὶ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ πλάγια, ὡς δ’ αὕτως καὶ τὰς ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου· ὀξύτεραι γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων. 3. Ἐνίσταται δ’ ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, διότι φησὶ τὴν ὑπὸ τῷ | |
115 | ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην· οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν ἐπι‐ φάνειαν ὕψος διὰ τὴν ὁμαλότητα, οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημε‐ ρινῷ, ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῇ ἐπιφανείᾳ τῆς θαλάττης· τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαί‐ νειν. ταῦτα δ’ εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ, φήσας ὑπονοεῖν ὄρη | |
120 | εἶναι τὰ ὑπὸ τῷ ἰσημερινῷ, πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐκράτων ἀμφοῖν προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους. αὕτη μὲν οὖν ἡ ἀνομολογία φανερά. Ἀλλὰ καὶ δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημερινῷ, ἄλλη τις ἀνακύπτειν ἂν δόξειεν· οἱ γὰρ αὐτοὶ σύρρουν φασὶν εἶναι τὸν ὠκεανόν. | |
125 | πῶς οὖν ὄρη κατὰ μέσον ἱδρύουσιν αὐτόν, πλὴν εἰ νήσους τινὰς βούλονται | |
λέγειν; ὅπως δέ ποτε τοῦτ’ ἔχει, τῆς γεωγραφικῆς μερίδος ἔξω πίπτει. δοτέον δ’ ἴσως τῷ προθεμένῳ τὴν περὶ ὠκεανοῦ πραγματείαν ταῦτ’ ἐξετάζειν. 4. Μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην Ἡρόδοτον | 30 | |
130 | μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι τὸν περίπλουν· Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγῳ ποιεῖν ἀφιγμένον παρὰ Γέλωνι μάγον τινὰ περιπλεῦσαι φάσκοντα. Ἀμάρτυρα δὲ ταῦτ’ εἶναι φήσας καὶ Εὔδοξόν τινα Κυζικηνὸν θεωρὸν καὶ σπονδοφόρον τοῦ τῶν Κορείων ἀγῶνος ἐλθεῖν εἰς Αἴγυπτον ἱστορεῖ | |
135 | κατὰ τὸν δεύτερον Εὐεργέτην. συσταθῆναι δὲ καὶ τῷ βασιλεῖ καὶ τοῖς περὶ αὐτόν, καὶ μάλιστα κατὰ τοὺς ἀνάπλους τοῦ Νείλου θαυμαστικὸν ὄντα τῶν τοπικῶν ἰδιωμάτων ἅμα καὶ οὐκ ἀπαίδευτον. τυχεῖν δή τινα Ἰνδὸν κομισθέντα ὡς τὸν βασιλέα ὑπὸ τῶν φυλάκων τοῦ Ἀραβίου μυχοῦ, λεγόντων εὑρεῖν ἡμιθανῆ καταχθέντα μόνον ἐν νηί, τίς δ’ εἴη καὶ πόθεν, | |
140 | ἀγνοεῖν, μὴ συνιέντας τὴν διάλεκτον. τὸν δὲ παραδοῦναι τοῖς διδάξουσιν ἑλληνίζειν· ἐκμαθόντα δὲ διηγήσασθαι, διότι ἐκ τῆς Ἰνδικῆς πλέων περιπέσοι πλάνῃ καὶ σωθείη δεῦρο, τοὺς σύμπλους ἀποβαλὼν λιμῷ. ὑποληφθέντα δὲ ὑποσχέσθαι τὸν εἰς Ἰνδοὺς πλοῦν ἡγήσασθαι τοῖς ὑπὸ τοῦ βασιλέως προχειρισθεῖσι· τούτων δὲ γενέσθαι τὸν Εὔδοξον. | |
145 | Πλεύσαντα δὴ μετὰ δώρων ἐπανελθεῖν ἀντιφορτισάμενον ἀρώματα καὶ λίθους πολυτελεῖς, ὧν τοὺς μὲν καταφέρουσιν οἱ ποταμοὶ μετὰ τῶν ψήφων, τοὺς δ’ ὀρυκτοὺς εὑρίσκουσι, πεπηγότας ἐξ ὑγροῦ, καθάπερ τὰ κρυστάλλινα παρ’ ἡμῖν. διαψευσθῆναι δὲ τῶν ἐλπίδων· ἀφελέσθαι γὰρ αὐτὸν ἅπαντα τὸν φόρτον τὸν Εὐεργέτην. τελευτήσαντος δ’ ἐκείνου τὸν | |
13(150) | βίον, Κλεοπάτραν τὴν γυναῖκα διαδέξασθαι τὴν ἀρχήν· πάλιν οὖν καὶ ὑπὸ ταύτης πεμφθῆναι τὸν Εὔδοξον μετὰ μείζονος παρασκευῆς. ἐπανιόντα δ’ ἀνέμοις παρενεχθῆναι ὑπὲρ τὴν Αἰθιοπίαν. προσφερόμενον δέ τισι τόποις ἐξοικειοῦσθαι τοὺς ἀνθρώπους μεταδόσει σιτίων τε καὶ οἴνου καὶ παλαθίδων, ὧν ἐκείνοις οὐ μετῆν, ἀντὶ δὲ τούτων ὑδρείας τε τυγχάνειν καὶ | |
155 | καθοδηγίας, ἀπογράφεσθαί τε τῶν ῥημάτων ἔνια. εὑρόντα δ’ ἀκρόπρῳρον ξύλινον ἐκ ναυαγίου ἵππον ἔχον ἐγγεγλυμμένον, πυθόμενον ὡς ἀπὸ τῆς ἑσπέρας πλεόντων τινῶν εἴη τὸ ναυάγιον τοῦτο, κομίζειν αὐτὸ ἀναστρέ‐ ψαντα πρὸς τὸν οἰκεῖον πλοῦν. σωθέντα δ’ εἰς Αἴγυπτον, οὐκέτι τῆς Κλεο‐ πάτρας ἡγουμένης, ἀλλὰ τοῦ παιδός, ἀφαιρεθῆναι πάλιν πάντα· φωρα‐ | |
160 | θῆναι γὰρ νενοσφισμένον πολλά. τὸ δ’ ἀκρόπρῳρον προφέροντα εἰς τὸ ἐμπορεῖον, δεικνύναι τοῖς ναυκλήροις, γνῶναι δὲ Γαδειριτῶν ὄν· τούτων γὰρ τοὺς μὲν ἐμπόρους μεγάλα στέλλειν πλοῖα, τοὺς δὲ πένητας μικρά, ἃ καλεῖν ἵππους, ἀπὸ τῶν ἐν ταῖς πρῴραις ἐπισήμων· τούτοις δὲ πλεῖν μέχρι τοῦ Λίξου ποταμοῦ περὶ τὴν Μαυρουσίαν ἁλιευομένους. ἀλλὰ τῶν | |
165 | δὴ ναυκλήρων τινὰς γνωρίσαι τὸ ἀκρόπρῳρον ἑνὸς τῶν ἀπὸ τοῦ Λίξου | |
ποταμοῦ πορρώτερον πλευσάντων καὶ μὴ σωθέντων ὑπάρξαν. Ἐκ δὲ τούτου συμβαλόντα τὸν Εὔδοξον ὡς δυνατὸς εἴη ὁ περίπλους ὁ Λιβυκός, πορευθέντα οἴκαδε τὴν οὐσίαν ἐνθέμενον πᾶσαν ἐξορμῆσαι. καὶ πρῶτον μὲν εἰς Δικαιαρχίαν, εἶτ’ εἰς Μασσαλίαν ἐλθεῖν, καὶ τὴν ἑξῆς | 31 | |
170 | παραλίαν μέχρι Γαδείρων, πανταχοῦ δὲ διακωδωνίζοντα ταῦτα καὶ χρη‐ ματιζόμενον κατασκευάσασθαι πλοῖον μέγα καὶ ἐφόλκια δύο λέμβοις λῃστρικοῖς ὅμοια, ἐμβιβάσαι τε μουσικὰ παιδισκάρια καὶ ἰατροὺς καὶ ἄλλους τεχνίτας, ἔπειτα πλεῖν ἐπὶ τὴν Ἰνδικὴν μετέωρον ζεφύροις συνεχέσι. καμνόντων δὲ τῷ πλῷ τῶν συνόντων, ἄκοντα ἐπουρίσαι πρὸς | |
175 | γῆν, δεδοικότα τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις. καὶ δὴ καὶ συμβῆναι ὅπερ ἐδεδίει· καθίσαι γὰρ τὸ πλοῖον, ἡσυχῇ δέ, ὥστε μηδ’ ἀθροῦν διαλυ‐ θῆναι, ἀλλὰ φθῆναι τὰ φορτία σωθέντα εἰς γῆν καὶ τῶν ξύλων τὰ πλεῖστα· ἐξ ὧν τρίτον λέμβον συμπηξάμενον πεντηκοντόρῳ πάρισον πλεῖν, ἕως ἀνθρώποις συνέμιξε τὰ αὐτὰ ῥήματα φθεγγομένοις, ἅπερ πρότερον ἀπε‐ | |
180 | γέγραπτο. ἅμα δὲ τοῦτό τε γνῶναι, ὅτι τε οἱ ἐνταῦθα ἄνθρωποι ὁμοεθνεῖς εἶεν τοῖς Αἰθίοψιν ἐκείνοις, καὶ ὅτι ὁμοροῖεν τῇ Βόγου βασιλείᾳ. Ἀφέντα δὴ τὸν ἐπὶ Ἰνδοὺς πλοῦν ἀναστρέφειν· ἐν δὲ τῷ παράπλῳ νῆσον εὔυδρον καὶ εὔδενδρον ἐρήμην ἰδόντα σημειώσασθαι. σωθέντα δὲ εἰς τὴν Μαυρουσίαν, διαθέμενον τοὺς λέμβους πεζῇ κομισθῆναι πρὸς τὸν | |
185 | Βόγον καὶ συμβουλεύειν αὐτῷ τὴν ναυστολίαν ἐπανελέσθαι ταύτην. ἰσχῦσαι δ’ εἰς τἀναντία τοὺς φίλους ὑποτείνοντας φόβον, μὴ συμβῇ τὴν χώραν εὐεπιβούλευτον γενέσθαι, δειχθείσης παρόδου τοῖς ἔξωθεν ἐπιστρα‐ τεύειν ἐθέλουσιν. Ὡς δ’ ἐπύθετο λόγῳ μὲν πεμπόμενον ἑαυτὸν ἐπὶ τὴν ἀναδειχθεῖσαν | |
190 | ναυστολίαν, ἔργῳ δ’ ἐκτεθησόμενον εἰς ἐρήμην τινὰ νῆσον, φυγεῖν εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, κἀκεῖθεν εἰς τὴν Ἰβηρίαν διᾶραι. πάλιν δὲ κατασκευασάμενον στρογγύλον πλοῖον καὶ μακρὸν πεντηκόντορον, ὥστε τῷ μὲν πελαγίζειν, τῷ δὲ πειρᾶσθαι τῆς γῆς, ἐνθέμενον γεωργικὰ ἐργα‐ λεῖα καὶ σπέρματα καὶ οἰκοδόμους ὁρμῆσαι πρὸς τὸν αὐτὸν περίπλουν· | |
195 | διανοούμενον, εἰ βραδύνοιτο ὁ πλοῦς, ἐνδιαχειμάσαι τῇ προεσκεμμένῃ νήσῳ, καὶ σπείραντα καὶ ἀνελόμενον τοὺς καρποὺς τελέσαι τὸν ἐγνωσμένον ἐξ ἀρχῆς πλοῦν. 5. Ἐγὼ μὲν οὖν, φησί, μέχρι 〈δεῦρο〉 τῆς περὶ τὸν Εὔδοξον ἱστορίας ἥκω· τί δ’ ὕστερον συνέβη, τοὺς ἐκ Γαδείρων καὶ τῆς Ἰβηρίας εἰκὸς εἰδέναι. | |
13(200) | ἐκ πάντων δὴ τούτων φησὶ δείκνυσθαι, διότι ἡ οἰκουμένη κύκλῳ περιρ‐ ρεῖται τῷ ὠκεανῷ· οὐ γάρ μιν δεσμὸς περιβάλλεται ἠπείροιο, ἀλλ’ ἐς ἀπειρεσίην κέχυται· τό μιν οὔτι μιαίνει. Θαυμαστὸς δὴ κατὰ πάντα ἐστὶν ὁ Ποσειδώνιος, τὸν μὲν τοῦ μάγου | |
205 | περίπλουν, ὃν Ἡρακλείδης εἶπεν, ἀμάρτυρον νομίσας, καὶ αὐτῶν τῶν ὑπὸ Δαρείου πεμφθέντων, ὃν Ἡρόδοτος ἱστορεῖ, τὸ δὲ Βεργαῖον διήγημα τοῦτο ἐν πίστεως μέρει τιθείς, εἴθ’ ὑπ’ αὐτοῦ πεπλασμένον, εἴτ’ ἄλλων πλασάντων πιστευθέν. Τίς γὰρ ἡ πιθανότης πρῶτον μὲν τῆς κατὰ τὸν Ἰνδὸν περιπετείας; | 32 |
210 | ὁ γὰρ Ἀράβιος κόλπος ποταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς ἐπὶ μυρίους που σταδίους μέχρι τοῦ στόματος, καὶ τούτου στενοῦ παντάπασιν ὄντος. οὐκ εἰκὸς δ’ οὔτ’ ἔξω που τὸν πλοῦν ἔχοντας εἰς τὸν κόλπον παρωσθῆναι τοὺς Ἰνδοὺς κατὰ πλάνην (τὰ γὰρ στενὰ ἀπὸ τοῦ στόματος δηλώσειν ἔμελλε τὴν πλάνην), οὔτ’ εἰς τὸν κόλπον ἐπίτηδες καταχθεῖσιν ἔτι πλάνης | |
215 | ἦν πρόφασις καὶ ἀνέμων ἀστάτων. λιμῷ τε πῶς περιεῖδον ἅπαντας ἀπολ‐ λυμένους σφᾶς πλὴν ἑνός; περιγενόμενός τε πῶς ἱκανὸς ἦν μόνος κατευ‐ θύνειν τὸ πλοῖον οὐ μικρὸν ὂν τά γε τηλικαῦτα πελάγη διαίρειν δυνάμενον; τίς δ’ ἡ ὀξυμάθεια τῆς διαλέκτου, ἀφ’ ἧς ἱκανὸς ἦν πεῖσαι τὸν βασιλέα, ὡς δυνάμενος τοῦ πλοῦ καθηγήσασθαι; τίς δ’ ἡ σπάνις τῷ Εὐεργέτῃ τῶν | |
220 | τοιούτων καθηγεμόνων, ἤδη γνωριζομένης ὑπὸ πολλῶν τῆς ταύτῃ θαλάτ‐ της; ὁ δὲ δὴ σπονδοφόρος καὶ θεωρὸς τῶν Κυζικηνῶν πῶς ἀφεὶς τὴν πόλιν εἰς Ἰνδοὺς ἔπλει; πῶς δὲ ἐπιστεύθη τηλικαύτην χρείαν; πῶς δ’ ἐπανιὼν ἀφαιρεθεὶς πάντα παρὰ τὴν ἐλπίδα καὶ ἀτιμωθεὶς ἔτι μείζονα ἐπιστεύθη παρασκευὴν δώρων; ἐπανιὼν δὲ καὶ παρενεχθεὶς εἰς τὴν | |
225 | Αἰθιοπίαν, τίνος χάριν ἢ τὰς διαλέκτους ἀπεγράφετο, ἢ τὸ ἀκρόπρῳρον ἐπυνθάνετο τῆς ἁλιάδος πόθεν ἐκπέσοι; τὸ γὰρ μαθεῖν ὅτι ἀπὸ δύσεως πλεόντων ἦν ναυάγιον, οὐδενὸς ἔμελλεν ὑπάρξειν σημεῖον, ἐπεὶ καὶ αὐτὸς ἔμελλεν ἀπὸ δύσεως πλεῖν κατὰ τὴν ἐπάνοδον. Ἐλθὼν δ’ οὖν εἰς Ἀλεξάνδρειαν, φωραθεὶς ὡς νενοσφισμένος πολλά, | |
230 | πῶς οὐκ ἐκολάσθη, ἀλλὰ καὶ περιῄει τοὺς ναυκλήρους διαπυνθανόμενος, δεικνὺς ἅμα τὸ ἀκρόπρῳρον; ὁ δὲ γνωρίσας οὐχὶ θαυμαστός; ὁ δὲ πιστεύσας οὐ θαυμασιώτερος, καὶ κατ’ ἐλπίδα τοιαύτην ἐπανιὼν εἰς τὴν οἰκείαν, καὶ μετοικισμὸν ἐκεῖθεν ποιησάμενος εἰς τὰ ἔξω Στηλῶν; ἀλλ’ οὐδ’ ἐξὸν ἦν ἄνευ προστάγματος ἐξ Ἀλεξανδρείας ἀνάγεσθαι, καὶ ταῦτα νενοσφισ‐ | |
235 | μένῳ βασιλικὰ χρήματα. οὐδέ γε λαθεῖν ἐκπλεύσαντα ἐνεδέχετο, τοσαύτῃ φρουρᾷ κεκλεισμένου τοῦ λιμένος καὶ τῶν ἄλλων ἐξόδων, ὅσην καὶ νῦν ἔτι διαμένουσαν ἔγνωμεν ἡμεῖς ἐπιδημοῦντες τῇ Ἀλεξανδρείᾳ πολὺν χρόνον, καίτοι τὰ νῦν πολὺ ἀνεῖται, Ῥωμαίων ἐχόντων· αἱ βασιλικαὶ δὲ φρουραὶ πολὺ ἦσαν πικρότεραι. | |
240 | Ἐπειδὴ δὲ καὶ ἀπῆρεν εἰς τὰ Γάδειρα καὶ ναυπηγησάμενος ἔπλει βασι‐ λικῶς, καὶ διαλυθέντος αὐτῷ τοῦ πλοίου, πῶς μὲν ἐναυπηγήσατο τρίτον λέμβον ἐν τῇ ἐρήμῳ; πῶς δὲ πλέων πάλιν καὶ εὑρὼν τοὺς ἑσπερίους Αἰθίοπας τοῖς ἑῴοις ὁμογλώττους οὐκ ὠρέχθη διανύσαι τὸν ἑξῆς πλοῦν, οὕτω χαῦνος ὢν πρὸς τὸ φιλέκδημον, μικρὸν ἔχειν ἐλπίσας λοιπὸν τὸ | |
245 | ἄγνωστον, ἀλλ’ ἀφεὶς ταῦτα τῆς διὰ Βόγου ναυστολίας ἐπεθύμησε; πῶς δ’ ἔγνω τὴν λάθρᾳ κατ’ αὐτοῦ συνισταμένην ἐπιβουλήν; τί δὲ τοῦτ’ ἦν τῷ Βόγῳ πλεονέκτημα, ὁ τἀνθρώπου ἀφανισμός, ἐξὸν ἄλλως ἀποπέμ‐ ψασθαι; γνοὺς δὲ τὴν ἐπιβουλὴν πῶς ἔφθη φυγὼν εἰς ἀσφαλεῖς τόπους; Ἕκαστον γὰρ τῶν τοιούτων οὐκ ἀδύνατον μέν, ἀλλὰ χαλεπὸν καὶ | 33 |
13(250) | σπανίως γινόμενον μετὰ τύχης τινός· τῷ δ’ εὐτυχεῖν ἀεὶ συνέβαινεν, εἰς κινδύνους καθισταμένῳ συνεχεῖς. πῶς δ’ οὐκ ἔδεισεν ἀποδρὰς τὸν Βόγον πλεῖν πάλιν παρὰ τὴν Λιβύην σὺν παρασκευῇ δυναμένῃ συνοικίσαι νῆσον; Οὐ πολὺ οὖν ἀπολείπεται ταῦτα τῶν Πυθέου καὶ Εὐημέρου καὶ Ἀντι‐ φάνους ψευσμάτων. ἀλλ’ ἐκείνοις μὲν συγγνώμη, τοῦτ’ αὐτὸ ἐπιτη‐ | |
255 | δεύουσιν, ὥσπερ τοῖς θαυματοποιοῖς· τῷ δ’ ἀποδεικτικῷ καὶ φιλοσόφῳ, σχεδὸν δέ τι καὶ περὶ πρωτείων ἀγωνιζομένῳ, τίς ἂν συγγνοίη; ταῦτα μὲν οὖν οὐκ εὖ. 6. Τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν καὶ μετα‐ βολὰς τὰς ἐκ τῶν σεισμῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων, ὅσα διηριθ‐ | |
260 | μησάμεθα καὶ ἡμεῖς, ὀρθῶς κεῖται παρ’ αὐτῷ. πρὸς ὃ καὶ τὸ τοῦ Πλά‐ τωνος εὖ παρατίθησιν, ὅτι ἐνδέχεται καὶ μὴ πλάσμα εἶναι τὸ περὶ τῆς νήσου τῆς Ἀτλαντίδος, περὶ ἧς ἐκεῖνος ἱστορῆσαι Σόλωνά φησι πεπυσμέ‐ νον παρὰ τῶν Αἰγυπτίων ἱερέων, ὡς ὑπάρχουσά ποτε ἀφανισθείη, τὸ μέγεθος οὐκ ἐλάττων ἠπείρου. καὶ τοῦτο οἴεται βέλτιον εἶναι λέγειν ἢ | |
265 | διότι ὁ πλάσας αὐτὴν ἠφάνισεν, ὡς ὁ ποιητὴς τὸ τῶν Ἀχαιῶν τεῖχος. Εἰκάζει δὲ καὶ τὴν τῶν Κίμβρων καὶ τῶν συγγενῶν ἐξανάστασιν ἐκ τῆς οἰκείας γενέσθαι κατὰ θαλάττης ἔφοδον, οὐκ ἀθρόαν συμβᾶσαν. Ὑπονοεῖ δὲ τὸ τῆς οἰκουμένης μῆκος ἑπτά που μυριάδων σταδίων ὑπάρχον ἥμισυ εἶναι τοῦ ὅλου κύκλου, καθ’ ὃν εἴληπται, ὥστε, φησίν, | |
270 | ἀπὸ τῆς δύσεως εὔρῳ πλέων ἐν τοσαύταις μυριάσιν ἔλθοι ἂν εἰς Ἰνδούς. 7. Ἐπιχειρήσας δὲ αἰτιᾶσθαι τοὺς οὕτω τὰς ἠπείρους διορίσαντας, ἀλλὰ μὴ παραλλήλοις τισὶ τῷ ἰσημερινῷ, δι’ ὧν ἔμελλον ἐξαλλάξεις δείκνυσθαι ζῴων τε καὶ φυτῶν καὶ ἀέρων, τῶν μὲν τῇ κατεψυγμένῃ συνα‐ πτόντων, τῶν δὲ τῇ διακεκαυμένῃ, ὥστε οἱονεὶ ζώνας εἶναι τὰς ἠπείρους, | |
275 | ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται, ἐπαινῶν πάλιν τὴν οὖσαν διαίρεσιν, θετικὴν ποιούμενος τὴν ζήτησιν πρὸς οὐδὲν χρησίμως. Αἱ γὰρ τοιαῦται διατάξεις οὐκ ἐκ προνοίας γίγνονται, καθάπερ οὐδὲ αἱ κατὰ τὰ ἔθνη διαφοραί, οὐδ’ αἱ διάλεκτοι, ἀλλὰ κατὰ ἐπίπτωσιν καὶ συντυχίαν· καὶ τέχναι δὲ καὶ δυνάμεις καὶ ἐπιτηδεύσεις, ἀρξάντων τινῶν, | |
280 | κρατοῦσιν αἱ πλείους ἐν ὁποιῳοῦν κλίματι, ἔστι δέ τι καὶ παρὰ τὰ κλίματα, ὥστε τὰ μὲν φύσει ἐστὶν ἐπιχώριά τισι, τὰ δ’ ἔθει καὶ ἀσκήσει. οὐ γὰρ φύσει Ἀθηναῖοι μὲν φιλόλογοι, Λακεδαιμόνιοι δ’ οὔ, καὶ οἱ ἔτι ἐγγυτέρω Θηβαῖοι, ἀλλὰ μᾶλλον ἔθει· οὕτως οὐδὲ Βαβυλώνιοι φιλόσοφοι φύσει καὶ Αἰγύπτιοι, ἀλλ’ ἀσκήσει καὶ ἔθει· καὶ ἵππων δὲ καὶ βοῶν ἀρετὰς καὶ | |
285 | ἄλλων ζῴων οὐ τόποι μόνον, ἀλλὰ καὶ ἀσκήσεις ποιοῦσιν· ὁ δὲ συγχεῖ ταῦτα. Ἐπαινῶν δὲ τὴν τοιαύτην διαίρεσιν τῶν ἠπείρων, οἵα νῦν ἐστι, παρα‐ δείγματι χρῆται τῷ τοὺς Ἰνδοὺς τῶν Αἰθιόπων διαφέρειν τῶν ἐν τῇ Λιβύῃ· εὐερνεστέρους γὰρ εἶναι καὶ ἧττον ἕψεσθαι τῇ ξηρασίᾳ τοῦ περιέ‐ χοντος. διὸ καὶ Ὅμηρον πάντας λέγοντα Αἰθίοπας δίχα διελεῖν, | 34 |
290 | οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ’ ἀνιόντος (Od. 1,24). καὶ εἰσάγοντα τὴν ἑτέραν οἰκουμένην, ἣν οὐκ οἶδεν Ὅμηρος, δουλεύειν ὑποθέσει· καὶ ἔδει, φησί, μεταγράφειν οὕτως· ἠμὲν ἀπερχομένου Ὑπερίονος, οἷον ἀπὸ τοῦ μεσημβρινοῦ περικλίνοντος. | |
295 | 8. Πρῶτον μὲν οὖν οἱ πρὸς Αἰγύπτῳ Αἰθίοπες καὶ αὐτοὶ δίχα διαι‐ ροῦνται· οἱ μὲν γὰρ ἐν τῇ Ἀσίᾳ εἰσίν, οἱ δ’ ἐν τῇ Λιβύῃ, οὐδὲν διαφέροντες ἀλλήλων. ἔπειθ’ Ὅμηρος οὐ διὰ τοῦτο διαιρεῖ τοὺς Αἰθίοπας, ὅτι τοὺς Ἰνδοὺς ᾔδει τοιούτους τινὰς τοῖς σώμασιν (οὐδὲ γὰρ ἀρχὴν εἰδέναι τοὺς Ἰνδοὺς εἰκὸς Ὅμηρον, ὅπου γε οὐδ’ ὁ Εὐεργέτης κατὰ τὸν Εὐδόξειον | |
13(300) | μῦθον ᾔδει τὰ κατὰ τὴν Ἰνδικήν, οὐδὲ τὸν πλοῦν τὸν ἐπ’ αὐτήν), ἀλλὰ μᾶλλον κατὰ τὴν λεχθεῖσαν ὑφ’ ἡμῶν πρότερον διαίρεσιν. ἐκεῖ δὲ καὶ περὶ τῆς γραφῆς τῆς Κρατητείου διῃτήσαμεν, ὅτι οὐδὲν διαφέρει, οὕτως ἢ ἐκείνως γράφειν ὁ δὲ τοῦτο μὲν διαφέρειν φησί, κρεῖττον δ’ οὕτως εἶναι μεταθεῖναι «ἠμὲν ἀπερχομένου». τί οὖν διαφέρει τοῦτο τοῦ «ἠμὲν | |
305 | δυσομένου»; πᾶν γὰρ τὸ τμῆμα τὸ ἀπὸ τοῦ μεσημβρινοῦ ἐπὶ δύσιν δύσις καλεῖται, καθάπερ καὶ τὸ τοῦ ὁρίζοντος ἡμικύκλιον· ὅπερ καὶ Ἄρατος ἐπισημαίνεται, ἧχί περ ἄκραι μίσγονται δύσιές τε καὶ ἀντολαὶ ἀλλήλῃσιν (Arat. 61f.). | |
310 | εἰ δ’ ἐπὶ τῆς Κρατητείου γραφῆς οὕτω βέλτιον, φήσει τις καὶ ἐπὶ τῆς Ἀρισταρχείου δεῖν. Τοσαῦτα καὶ πρὸς Ποσειδώνιον· πολλὰ γὰρ καὶ ἐν τοῖς καθ’ ἕκαστα τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά. ὅσα δὲ φυσικώτερα, ἐπισκεπτέον ἐν ἄλλοις, ἢ οὐδὲ φροντιστέον· πολὺ γάρ ἐστι τὸ αἰτιολο‐ | |
315 | γικὸν παρὰ αὐτῷ καὶ τὸ Ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν ἐπίκρυψιν τῶν αἰτιῶν. | |
14(n) | Strabo 2,5,14 | |
1 | Ὁμοίως δὲ καὶ περὶ τῆς ἔξω Στηλῶν λέγεται· δυσμικώτατον μὲν γὰρ σημεῖον τῆς οἰκουμένης τὸ τῶν Ἰβήρων ἀκρωτήριον, ὃ καλοῦσιν Ἱερόν· κεῖται δὲ κατὰ τὴν γραμμήν πως τὴν διὰ Γαδείρων τε καὶ Στηλῶν καὶ τοῦ Σικελικοῦ πορθμοῦ καὶ τῆς Ῥοδίας· συμφωνεῖν γὰρ καὶ τὰ ὡροσκο‐ | |
5 | πεῖα καὶ τοὺς ἀνέμους φασὶ τοὺς ἑκατέρωσε φοροὺς καὶ τὰ μήκη τῶν μεγίστων ἡμερῶν τε καὶ νυκτῶν· ἔστι γὰρ τετταρεσκαίδεκα ὡρῶν ἰσημε‐ ρινῶν 〈καὶ ἡμίσους ἡ μεγίστη τῶν〉 ἡμερῶν τε καὶ νυκτῶν· ἔν τε τῇ παρα‐ λίᾳ τῇ κατὰ Γάδειρα Κανώβου ἀκτῖνάς ποτε ὁρᾶσθαι. Ποσειδώνιος δ’ ἔκ τινος ὑψηλῆς οἰκίας ἐν πόλει διεχούσῃ τῶν τόπων τούτων ὅσον τετρα‐ | 35 |
10 | κοσίους σταδίους, φησὶν ἰδεῖν ἀστέρα, ὃν τεκμαίρεσθαι τὸν Κάνωβον αὐτὸν ἐκ τοῦ τε μικρὸν ἐκ τῆς Ἰβηρίας προελθόντας ἐπὶ τὴν μεσημβρίαν ὁμολογεῖν ἀφορᾶν αὐτόν, καὶ ἐκ τῆς ἱστορίας τῆς ἐν Κνίδῳ· τὴν γὰρ Εὐδόξου σκοπὴν οὐ πολὺ τῶν οἰκήσεων ὑψηλοτέραν εἶναι, λέγεσθαι δ’ ὅτι ἐντεῦθεν ἐκεῖνος ἀφεώρα τὸν Κάνωβον ἀστέρα, εἶναι δ’ ἐπὶ τοῦ | |
15 | Ῥοδιακοῦ κλίματος τὴν Κνίδον, ἐφ’ οὗ καὶ τὰ Γάδειρα καὶ ἡ ταύτῃ παραλία. | |
15(n) | Strabo 2,5,43 | |
1 | Τὰ δ’ ἐπέκεινα, ἤδη πλησιάζοντα τῇ ἀοικήτῳ διὰ ψῦχος, οὐκέτι χρή‐ σιμα τῷ γεωγράφῳ ἐστίν. ὁ δὲ βουλόμενος καὶ ταῦτα μαθεῖν καὶ ὅσα ἄλλα τῶν οὐρανίων Ἵππαρχος μὲν εἴρηκεν, ἡμεῖς δὲ παραλείπομεν διὰ τὸ τρανότερα εἶναι τῆς νῦν προκειμένης πραγματείας, παρ’ ἐκείνου | |
5 | λαμβανέτω. τρανότερα δ’ ἐστὶ καὶ τὰ περὶ τῶν περισκίων καὶ ἀμφισκίων καὶ ἑτεροσκίων, ἅ φησι Ποσειδώνιος. ὅμως γε καὶ τούτων τό γε τοσοῦτον ἐπιμνηστέον, ὥστε τὴν ἐπίνοιαν διασαφῆσαι, καὶ πῇ χρήσιμον πρὸς τὴν γεωγραφίαν, καὶ πῇ ἄχρηστον· ἐπεὶ δὲ περὶ τῶν ἀφ’ ἡλίου σκιῶν ὁ λόγος ἐστίν, ὁ δ’ ἥλιος πρὸς αἴσθησιν κατὰ παραλλήλου φέρεται, καθ’ οὗ καὶ | |
10 | ὁ κόσμος, παρ’ οἷς καθ’ ἑκάστην κόσμου περιστροφὴν ἡμέρα γίνεται καὶ νύξ, ὅτε μὲν ὑπὲρ γῆς τοῦ ἡλίου φερομένου, ὅτε δ’ ὑπὸ γῆν, παρὰ τούτοις οἵ τε ἀμφίσκιοι ἐπινοοῦνται καὶ οἱ ἑτερόσκιοι. ἀμφίσκιοι μέν, ὅσοι κατὰ μέσον ἡμέρας τοτὲ μὲν ἐπὶ τάδε πιπτούσας ἔχουσι τὰς σκιάς, ὅταν ὁ ἥλιος ἀπὸ μεσημβρίας τῷ γνώμονι προσπίπτῃ τῷ ὀρθῷ πρὸς τὸ ὑποκεί‐ | |
15 | μενον ἐπίπεδον, τοτὲ δ’ εἰς τοὐναντίον, ὅταν ὁ ἥλιος εἰς τοὐναντίον περιστῇ· τοῦτο δὲ συμβέβηκε μόνοις τοῖς μεταξὺ τῶν τροπικῶν οἰκοῦσιν. ἑτερόσκιοι δ’ ὅσοις ἢ ἐπὶ τὴν ἄρκτον ἀεὶ πίπτουσιν, ὥσπερ ἡμῖν, ἢ ἐπὶ τὰ νότια, ὥσπερ τοῖς ἐν τῇ ἑτέρᾳ εὐκράτῳ ζώνῃ οἰκοῦσι· τοῦτο δὲ συμ‐ βαίνει πᾶσι τοῖς ἐλάττονα ἔχουσι τοῦ τροπικοῦ τὸν ἀρκτικόν. ὅταν δὲ τὸν | |
20 | αὐτὸν ἢ μείζονα, ἀρχὴ τῶν περισκίων ἐστὶ μέχρι τῶν οἰκούντων ὑπὸ τῷ πόλῳ· τοῦ γὰρ ἡλίου καθ’ ὅλην τὴν τοῦ κόσμου περιστροφὴν ὑπὲρ γῆς φερομένου, δῆλον ὅτι καὶ ἡ σκιὰ κύκλῳ περιενεχθήσεται περὶ τὸν γνώμονα· καθ’ ὃ δὴ καὶ περισκίους αὐτοὺς ἐκάλεσεν, οὐδὲν ὄντας πρὸς τὴν γεωγρα‐ φίαν· οὐ γάρ ἐστιν οἰκήσιμα ταῦτα τὰ μέρη διὰ ψῦχος, ὥσπερ ἐν τοῖς | |
25 | πρὸς Πυθέαν λόγοις εἰρήκαμεν. ὥστ’ οὐδὲ τοῦ μεγέθους τῆς ἀοικήτου ταύτης φροντιστέον ἐκ τοῦ λαβεῖν ὅτι οἱ ἔχοντες ἀρκτικὸν τὸν τροπικὸν ὑποπεπτώκασι τῷ γραφομένῳ κύκλῳ ὑπὸ τοῦ πόλου τοῦ ζῳδιακοῦ κατὰ τὴν τοῦ κόσμου περιστροφήν, ὑποκειμένου τοῦ μεταξὺ διαστήματος τοῦ | |
τε ἰσημερινοῦ καὶ τοῦ τροπικοῦ τεττάρων ἑξηκοστῶν τοῦ μεγίστου κύκλου. | 36 | |
16(n) | Strabo 3,1,5 | |
1 | 5. Ταῦτα μὲν οὖν οὕτως ἔχειν ἐγχωρεῖ, καὶ δεῖ πιστεύειν· ἃ δὲ τοῖς πολλοῖς καὶ χυδαίοις ὁμοίως εἴρηκεν, οὐ πάνυ. λέγειν γὰρ δή φησι Ποσει‐ δώνιος τοὺς πολλούς, μείζω δύνειν τὸν ἥλιον ἐν τῇ παρωκεανίτιδι 〈καὶ〉 μετὰ ψόφου παραπλησίως ὡσανεὶ σίζοντος τοῦ πελάγους κατὰ σβέσιν | |
5 | αὐτοῦ διὰ τὸ ἐμπίπτειν εἰς τὸν βυθόν. ψεῦδος δ’ εἶναι καὶ τοῦτο καὶ τὸ παραχρῆμα νύκτα ἀκολουθεῖν μετὰ τὴν δύσιν· οὐ γὰρ παραχρῆμα, μικρὸν δ’ ὕστερον, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πελάγεσι τοῖς μεγάλοις. ὅπου μὲν γὰρ εἰς ὄρη δύεται, πλείω τὸν μετὰ δύσιν χρόνον τῆς ἡμέρας συμβαί‐ νειν ἐκ τοῦ παραφωτισμοῦ, ἐκεῖ δὲ πλείω μὲν οὐκ ἐπακολουθεῖν, μὴ | |
10 | μέντοι μηδὲ παραχρῆμα συνάπτειν τὸ σκότος, καθάπερ καὶ ἐν τοῖς μεγά‐ λοις πεδίοις. τὴν δὲ τοῦ μεγέθους φαντασίαν αὔξεσθαι μὲν ὁμοίως κατά τε τὰς δύσεις καὶ τὰς ἀνατολὰς ἐν τοῖς πελάγεσι διὰ τὸ τὰς ἀναθυμιάσεις πλείους ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι· διὰ δὲ τούτων ὡς δι’ ὑαλῶν κλωμένην τὴν ὄψιν πλατυτέρας δέχεσθαι τὰς φαντασίας, καθάπερ καὶ διὰ νέφους | |
15 | ξηροῦ καὶ λεπτοῦ βλέπουσαν δυόμενον ἢ ἀνατέλλοντα τὸν ἥλιον ἢ τὴν σελήνην, ἡνίκα καὶ ἐνερευθὲς φαίνεσθαι τὸ ἄστρον. Τὸ δὲ ψεῦδος ἐλέγξαι φησὶ τριάκονθ’ ἡμέρας διατρίψας ἐν Γαδείροις καὶ τηρήσας τὰς δύσεις. ὁ δέ γε Ἀρτεμίδωρος ἑκατονταπλασίονά φησι δύεσθαι τὸν ἥλιον, καὶ αὐτίκα νύκτα καταλαμβάνειν. ὡς μὲν οὖν αὐτὸς | |
20 | εἶδε τοῦτο ἐν τῷ Ἱερῷ ἀκρωτηρίῳ, οὐχ ὑποληπτέον, προσέχοντας τῇ ἀποφάσει αὐτοῦ· ἔφη γὰρ νύκτωρ μηδένα ἐπιβαίνειν, ὥστ’ οὐδὲ δυομένου ἡλίου οὐδεὶς ἂν ἐπιβαίνοι, εἴπερ εὐθὺς ἡ νὺξ καταλαμβάνει. ἀλλ’ οὐδ’ ἐν ἄλλῳ τόπῳ τῆς παρωκεανίτιδος· καὶ γὰρ τὰ Γάδειρα ἐπὶ τῷ ὠκεανῷ, καὶ ὁ Ποσειδώνιος ἀντιμαρτυρεῖ καὶ ἄλλοι πλείους. | |
17(n) | Strabo 3,2,4 | |
1 | Ἅπασα γάρ ἐστι πεδιὰς ἡ ὑπὲρ τῆς παραλίας ἐπὶ πολὺ τῆς μεταξὺ τοῦ τε Ἱεροῦ ἀκρωτηρίου καὶ 〈τῶν〉 Στηλῶν. ἐνταῦθα δὲ πολλαχοῦ κοιλάδες εἰς τὴν μεσόγαιαν ἐκ τῆς θαλάττης ἀνέχουσι, φάραγξι μετρίαις ἢ καὶ ῥείθροις ἐοικυῖαι ποταμίοις, ἐκτεταμέναι ἐπὶ πολλοὺς σταδίους· ταύτας | |
5 | δὲ πληροῦσιν αἱ τῆς θαλάττης ἐπιβάσεις κατὰ τὰς πλημμυρίδας, ὥστ’ ἀναπλεῖσθαι μηδὲν ἧττον ἢ τοὺς ποταμούς, ἀλλὰ καὶ βέλτιον· τοῖς γὰρ κατάπλοις ἔοικε τοῖς ποταμίοις, ἀντικόπτοντος μὲν οὐδενός, ἐπουρίζοντος δὲ τοῦ πελάγους καθάπερ τοῦ ποταμίου ῥεύματος διὰ τὴν πλημμυρίδα. αἱ δ’ ἐπιβάσεις μείζους εἰσὶν ἐνταῦθα ἢ ἐν τοῖς ἄλλοις τόποις, ὅτι εἰς | |
10 | πόρον συνωθουμένη στενὸν ἡ θάλαττα ἐκ μεγάλου πελάγους, ὃν ἡ Μαυ‐ ρουσία ποιεῖ πρὸς τὴν Ἰβηρίαν, ἀνακοπὰς λαμβάνει, καὶ φέρεται πρὸς τὰ εἴκοντα μέρη τῆς γῆς εὐπετῶς. ἔνιαι μὲν οὖν τῶν τοιούτων κοιλάδων κενοῦνται κατὰ τὰς ἀμπώτεις, τινὰς δ’ οὐ παντάπασιν ἐπιλείπει τὸ ὕδωρ, | |
ἔνιαι δὲ καὶ νήσους ἀπολαμβάνουσιν ἐν ἑαυταῖς. | 37 | |
15 | Τοιαῦται μὲν οὖν εἰσιν αἱ ἀναχύσεις αἱ μεταξὺ τοῦ τε Ἱεροῦ ἀκρωτηρίου καὶ τῶν Στηλῶν, ἐπίδοσιν ἔχουσαι σφοδροτέραν παρὰ τὰς ἐν τοῖς ἄλλοις τόποις. ἡ τοιαύτη δ’ ἐπίδοσις ἔχει μέν τι καὶ πλεονέκτημα πρὸς τὰς χρείας τῶν πλοϊζομένων· πλείους γὰρ καὶ μείζους ποιεῖ τὰς ἀναχύσεις, πολλάκις καὶ ἐπὶ ἑκατὸν σταδίους ἀναπλεομένας, ὥστε τρόπον τινὰ πᾶσαν πλωτὴν | |
20 | παρέχεται τὴν γῆν καὶ εὐπετῆ πρός τε τὰς ἐξαγωγὰς τῶν φορτίων καὶ τὰς εἰσαγωγάς. ἔχει δέ τι καὶ ὀχληρόν· αἱ γὰρ ἐν τοῖς ποταμοῖς ναυτιλίαι ἀεὶ διὰ τὴν σφοδρότητα τῆς πλημμυρίδος ἰσχυρότερον τῇ ῥύσει τῶν ποτα‐ μῶν ἀντιπνέουσαν κίνδυνον οὐ μικρὸν τοῖς ναυκλήροις ἐπιφέρουσι, κατα‐ κομιζομένοις τε ὁμοίως καὶ ἀνακομιζομένοις. αἱ δὲ ἀμπώτεις ἐν ταῖς | |
25 | ἀναχύσεσίν εἰσι βλαβεραί· ταῖς γὰρ πλημμυρίσιν ἀνὰ λόγον καὶ αὐταὶ παροξύνονται, διά τε τὸ τάχος καὶ ἐπὶ ξηρᾶς πολλάκις ἐγκατέλιπον τὴν ναῦν. τά τε βοσκήματα εἰς τὰς νήσους διαβαίνοντα τὰς πρὸ τῶν ποταμῶν 〈ἢ〉 πρὸ τῶν ἀναχύσεων τοτὲ μὲν οὖν καὶ ἐπεκλύσθη, τοτὲ δὲ ἀπελήφθη, βιαζόμενα δ’ ἐπανελθεῖν οὐκ ἴσχυσεν, ἀλλὰ διεφθάρη· τὰς δὲ βοῦς φασι | |
30 | καὶ τετηρηκυίας τὸ συμβαῖνον περιμένειν τὴν ἀναχώρησιν τῆς θαλάττης, καὶ τότε ἀπαίρειν εἰς τὴν ἤπειρον. | |
18(n) | Strabo 3,2,5 | |
1 | Ἴδιον δέ τί φησι Ποσειδώνιος τηρῆσαι κατὰ τὸν ἀνάπλουν τὸν ἐκ τῆς Ἰβηρίας, ὅτι οἱ εὖροι κατ’ ἐκεῖνο τὸ πέλαγος ἕως τοῦ Σαρδῴου κόλπου πνέοιεν ἐτησίαι· διὸ καὶ τρισὶ μησὶν εἰς Ἰταλίαν κατᾶραι μόλις 〈παρ〉ενεχ‐ θεὶς περί τε τὰς Γυμνησίας νήσους καὶ περὶ Σαρδόνα καὶ τὰ ἄλλα ἀπαν‐ | |
5 | τικρὺ τούτων μέρη τῆς Λιβύης. | |
19(n) | Strabo 3,2,9 | |
1 | Ποσειδώνιος δέ, τὸ πλῆθος τῶν μετάλλων ἐπαινῶν καὶ τὴν ἀρετήν, οὐκ ἀπέχεται τῆς συνήθους ῥητορείας, ἀλλὰ συνενθουσιᾷ ταῖς ὑπερβολαῖς. οὐ γὰρ ἀπιστεῖν τῷ μύθῳ φησίν, ὅτι τῶν δρυμῶν ποτε ἐμπρησθέντων ἡ γῆ τακεῖσα, ἅτε ἀργυρῖτις καὶ χρυσῖτις, εἰς τὴν ἐπιφάνειαν ἐξέζεσε διὰ | |
5 | τὸ πᾶν ὄρος καὶ πάντα βουνὸν ὕλην εἶναι νομίσματος ὑπό τινος ἀφθόνου τύχης σεσωρευμένην. «καθόλου δ’ ἂν εἶπε, φησίν, ἰδών τις τοὺς τόπους, θησαυροὺς εἶναι φύσεως ἀενάου ἢ ταμιεῖον ἡγεμονίας ἀνεκλείπτου· οὐ γὰρ πλουσία μόνον, ἀλλὰ καὶ ὑπόπλουτος ἦν, φησίν, ἡ χώρα, καὶ παρ’ ἐκείνοις ὡς ἀληθῶς τὸν ὑποχθόνιον τόπον οὐχ ὁ Ἅιδης, ἀλλ’ ὁ Πλούτων | |
10 | κατοικεῖ.» τοιαῦτα μὲν οὖν ἐν ὡραίῳ σχήματι εἴρηκε περὶ τούτων, ὡς ἂν ἐκ μετάλλου καὶ αὐτὸς πολλῷ χρώμενος τῷ λόγῳ. Τὴν δ’ ἐπιμέλειαν φράζων τὴν τῶν μεταλλευόντων παρατίθησι τὸ | |
τοῦ Φαληρέως, ὅτι φησὶν ἐκεῖνος ἐπὶ τῶν Ἀττικῶν ἀργυρείων οὕτω συντόνως ὀρύττειν τοὺς ἀνθρώπους, ὡς ἂν προσδοκώντων αὐτὸν ἀνάξειν | 38 | |
15 | τὸν Πλούτωνα· καὶ τούτων οὖν ἐμφανίζει παραπλησίαν τὴν σπουδὴν καὶ τὴν φιλεργίαν, σκολιὰς τεμνόντων καὶ βαθείας τὰς σύριγγας, καὶ πρὸς τοὺς ἐν αὐταῖς ἀπαντῶντας ποταμοὺς πολλάκις τοῖς Αἰγυπτίοις ἀναν‐ τλούντων κοχλίαις. τὸ δ’ ὅλον οὐ ταὐτὸν εἶναι τούτοις τε καὶ τοῖς Ἀττικοῖς, ἀλλ’ ἐκείνοις μὲν αἰνίγματι ἐοικέναι τὴν μεταλλείαν· «ὅσα μὲν γὰρ ἀνέ‐ | |
20 | λαβον, φησίν, οὐκ ἔλαβον, ὅσα δὲ εἶχον, ἀπέβαλον·» τούτοις δ’ ὑπεράγαν λυσιτελῆ, τοῖς μὲν χαλκουργοῖς τέταρτον μέρος ἐξάγουσι τῆς γῆς τὸν χαλκόν, τῶν δὲ ἀργυρευόντων τισὶν ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν τάλαντον ἐξαίρουσι. Τὸν δὲ καττίτερον οὐκ ἐπιπολῆς εὑρίσκεσθαί φησιν, ὡς τοὺς ἱστορικοὺς | |
25 | θρυλεῖν, ἀλλ’ ὀρύττεσθαι· γεννᾶσθαι δ’ ἔν τε τοῖς ὑπὲρ τοὺς Λυσιτανοὺς βαρβάροις καὶ ἐν ταῖς Καττιτερίσι νήσοις, καὶ ἐκ τῶν Πρεττανικῶν δὲ εἰς τὴν Μασσαλίαν κομίζεσθαι. ἐν δὲ τοῖς Ἀρτάβροις, οἳ τῆς Λυσιτανίας ὕστατοι πρὸς ἄρκτον καὶ δύσιν εἰσίν, ἐξανθεῖν φησι τὴν γῆν ἀργυρίῳ, καττιτέρῳ, χρυσίῳ λευκῷ (ἀργυρομιγὲς γάρ ἐστι)· τὴν δὲ γῆν ταύτην | |
30 | φέρειν τοὺς ποταμούς· τὴν δὲ σκαλίσι τὰς γυναῖκας διαμώσας πλύνειν ἐν ἠθητηρίοις πλεκτοῖς ἐπὶ τῆξιν. Οὗτος μὲν περὶ τῶν μετάλλων τοιαῦτ’ εἴρηκε. | |
20(n) | Strabo 3,3,3 | |
1 | Ὑψηλὸν δ’ ἐστὶ τὸ ἑωθινὸν καὶ τραχύ, ἡ δ’ ὑποκειμένη χώρα πεδιὰς πᾶσα καὶ μέχρι θαλάττης πλὴν ὀλίγων ὀρῶν οὐ μεγάλων· ᾗ δὴ καὶ τὸν Ἀριστοτέλη φησὶν ὁ Ποσειδώνιος οὐκ ὀρθῶς αἰτιᾶσθαι τὴν παραλίαν 〈τῆς Ἰβηρίασ〉 καὶ τὴν Μαυρουσίαν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων· | |
5 | παλιρροεῖν γὰρ φάναι τὴν θάλατταν διὰ τὸ τὰς ἀκτὰς ὑψηλάς τε καὶ τραχείας εἶναι, δεχομένας τε τὸ κῦμα σκληρῶς καὶ ἀνταποδιδούσας [τῇ Ἰβηρίᾳ], τἀναντία γὰρ θινώδεις εἶναι καὶ ταπεινὰς τὰς πλείστας, ὀρθῶς λέγων. | |
21(n) | Strabo 3,3,4 | |
1 | Ποσειδώνιος δ’ ἐκ Καντάβρων καὶ αὐτὸν ῥεῖν φησι. | |
22(n) | Strabo 3,3,6—7 | |
1 | 6. Τοὺς δ’ οὖν Λυσιτανούς φασιν ἐνεδρευτικούς, ἐξερευνητικούς, ὀξεῖς, | |
κούφους, εὐεξελίκτους· ἀσπίδιον δ’ αὐτοὺς δίπουν ἔχειν τὴν διάμετρον, κοῖλον εἰς τὸ πρόσθεν, τελαμῶσιν ἐξηρτημένον· οὔτε γὰρ πόρπακας οὔτ’ ἀντιλαβὰς ἔχει· παραξιφὶς πρὸς τούτοις ἢ κοπίς· λινοθώρακες οἱ πλείους· | 39 | |
5 | σπάνιοι δὲ ἁλυσιδωτοῖς χρῶνται καὶ τριλοφίαις, οἱ δ’ ἄλλοι νευρίνοις κράνεσιν· οἱ πεζοὶ δὲ καὶ κνημῖδας ἔχουσιν, ἀκόντια δ’ ἕκαστος πλείω· τινὲς δὲ καὶ δόρατι χρῶνται· ἐπιδορατίδες δὲ χάλκεαι. Ἐνίους δὲ τῶν προσοικούντων τῷ Δουρίῳ ποταμῷ Λακωνικῶς διάγειν φασίν, ἀλειπτηρίοις χρωμένους δὶς καὶ πυρίαις ἐκ λίθων διαπύρων, | |
10 | ψυχρολουτροῦντας καὶ μονοτροφοῦντας καθαρίως καὶ λιτῶς. Θυτικοὶ δ’ εἰσὶ Λυσιτανοί, τά τε σπλάγχνα ἐπιβλέπουσιν, οὐκ ἐκτέμ‐ νοντες· προσεπιβλέπουσι δὲ καὶ τὰς ἐν τῇ πλευρᾷ φλέβας, καὶ ψηλαφῶντες δὲ τεκμαίρονται. σπλαγχνεύονται δὲ καὶ δι’ ἀνθρώπων αἰχμαλώτων, καλύπτοντες σάγοις· εἶθ’ ὅταν πληγῇ ὑπὸ τὰ σπλάγχνα ὑπὸ τοῦ ἱεροσκόπου, | |
15 | μαντεύονται πρῶτον ἐκ τοῦ πτώματος. τῶν δ’ ἁλόντων τὰς χεῖρας ἀπο‐ κόπτοντες τὰς δεξιὰς ἀνατιθέασιν. 7. Ἅπαντες δ’ οἱ ὄρειοι λιτοί, ὑδροπόται, χαμαιεῦναι, βαθεῖαν κατα‐ κεχυμένοι τὴν κόμην γυναικῶν δίκην· μιτρωσάμενοι δὲ τὰ μέτωπα μάχον‐ ται. τραγοφαγοῦσι δὲ μάλιστα, καὶ τῷ Ἄρει τράγον θύουσι καὶ τοὺς | |
20 | αἰχμαλώτους καὶ ἵππους· ποιοῦσι δὲ καὶ ἑκατόμβας ἑκάστου γένους Ἑλληνικῶς, ὡς καὶ Πίνδαρός φησι πάντα θύειν ἑκατόν. τελοῦσι δὲ καὶ ἀγῶνας γυμνικοὺς καὶ ὁπλιτικοὺς καὶ ἱππικοὺς πυγμῇ καὶ δρόμῳ καὶ διακροβολισμῷ σπειρηδὸν μάχῃ. | |
25 | Οἱ δ’ ὄρειοι τὰ δύο μέρη τοῦ ἔτους δρυοβαλάνῳ χρῶνται, ξηράναντες καὶ κόψαντες, εἶτα ἀλέσαντες καὶ ἀρτοποιησάμενοι, ὥστ’ ἀποτίθεσθαι εἰς χρόνον. χρῶνται δὲ καὶ ζύθει· οἴνῳ δὲ σπανίζονται· τὸν δὲ γενόμενον ταχὺ ἀναλίσκουσι κατευωχούμενοι μετὰ τῶν συγγενῶν· ἀντ’ ἐλαίου δὲ βουτύρῳ χρῶνται. καθήμενοί τε δειπνοῦσι, περὶ τοὺς τοίχους καθέδρας | |
30 | οἰκοδομητὰς ἔχοντες, προκάθηνται δὲ καθ’ ἡλικίαν καὶ τιμήν· περιφορη‐ τὸν δὲ τὸ δεῖπνον. καὶ παρὰ πότον ὀρχοῦνται πρὸς αὐλὸν καὶ σάλπιγγα χορεύοντες, ἀλλὰ καὶ ἀναλλόμενοι καὶ ὀκλάζοντες· ἐν Βαστητανίᾳ δὲ καὶ γυναῖκες ἀναμὶξ ἀνδράσι προσαντιλαμβανόμεναι τῶν χειρῶν. Μελανείμονες ἅπαντες, τὸ πλέον ἐν σάγοις, ἐν οἷσπερ καὶ στιβαδοκοι‐ | |
35 | τοῦσι. κηρίνοις δὲ ἀγγείοις χρῶνται, καθάπερ καὶ οἱ Κελτοί. αἱ γυναῖκες δ’ ἐν ἐνδύμασι καὶ ἀνθιναῖς ἐσθήσεσι διάγουσιν. ἀντὶ δὲ νομίσματος οἵ γε λίαν ἐν βάθει φορτίων ἀμοιβῇ χρῶνται, ἢ τοῦ ἀργυροῦ ἐλάσματος ἀποτέμνοντες διδόασι. τοὺς δὲ θανατουμένους καταπετροῦσι, τοὺς δὲ πατραλοίας ἔξω τῶν ὀρῶν ἢ τῶν ποταμῶν καταλεύουσι. γαμοῦσι δ’ | |
40 | ὥσπερ οἱ Ἕλληνες. τοὺς δ’ ἀρρώστους, ὥσπερ οἱ Αἰγύπτιοι τὸ παλαιόν, προτιθέασιν εἰς τὰς ὁδοὺς τοῖς πεπειραμένοις τοῦ πάθους ὑποθήκης χάριν. | |
διφθερίνοις τε πλοίοις ἐχρῶντο ἕως ἐπὶ Βρούτου διὰ τὰς πλημμυρίδας καὶ τὰ τενάγη, νυνὶ δὲ καὶ τὰ μονόξυλα ἤδη σπάνια. ἅλες πορφυροῖ, τριφθέντες δὲ λευκοί. | 40 | |
45 | Ἔστι δὲ τῶν ὀρείων ὁ βίος οὗτος, ὥσπερ ἔφην, λέγω τοὺς τὴν βόρειον πλευρὰν ἀφορίζοντας τῆς Ἰβηρίας, Καλλαϊκοὺς καὶ Ἄστουρας καὶ Καν‐ τάβρους μέχρι Οὐασκώνων καὶ τῆς Πυρήνης· ὁμοειδεῖς γὰρ ἁπάντων οἱ βίοι. ὀκνῶ δὲ τοῖς ὀνόμασι πλεονάζειν, φεύγων τὸ ἀηδὲς τῆς γραφῆς, εἰ μή τινι πρὸς ἡδονῆς ἐστιν ἀκούειν Πλευταύρους καὶ Βαρδυήτας καὶ | |
22(50) | Ἀλλότριγας καὶ ἄλλα χείρω καὶ ἀσημότερα τούτων ὀνόματα. | |
23(n) | Strabo 3,4,3 | |
1 | 3. Μετὰ ταύτην Ἄβδηρα, Φοινίκων κτίσμα καὶ αὐτή. ὑπὲρ δὲ τῶν τόπων ἐν τῇ ὀρεινῇ δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῇ, ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός, ἀνὴρ ἐν τῇ Τουρδητανίᾳ παιδεύσας τὰ γραμματικὰ καὶ περιή‐ | |
5 | γησίν τινα τῶν ἐθνῶν ἐκδεδωκὼς τῶν ταύτῃ. | |
24(n) | Strabo 3,4,15—16 | |
1 | Φέρει δ’ ἡ Ἰβηρία δορκάδας πολλὰς καὶ ἵππους ἀγρίους. ἔστι δ’ ὅπου καὶ αἱ λίμναι πληθύουσιν· ὄρνεις δὲ κύκνοι καὶ τὰ παραπλήσια, πολλαὶ δὲ καὶ ὠτίδες· κάστορας φέρουσι μὲν οἱ ποταμοί, τὸ δὲ καστόριον οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τῷ Ποντικῷ· ἴδιον γὰρ τῷ Ποντικῷ πάρεστι τὸ | |
5 | φαρμακῶδες, καθάπερ ἄλλοις πολλοῖς. ἐπεί, φησὶν ὁ Ποσειδώνιος, καὶ ὁ Κύπριος χαλκὸς μόνος φέρει τὴν καδμίαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον. ἴδιον δ’ εἴρηκεν ἐν Ἰβηρίᾳ ὁ Ποσειδώνιος καὶ τὸ τὰς κορώνας 〈μὴ〉 μελαίνας εἶναι καὶ τὸ τοὺς ἵππους τοὺς τῶν Κελτιβήρων ὑποψάρους ὄντας, ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν, μεταβάλλειν τὴν χρόαν. | |
10 | ἐοικέναι δὲ τοῖς Παρθικοῖς· καὶ γὰρ ταχεῖς εἶναι καὶ εὐδρόμους μᾶλλον τῶν ἄλλων. 16. Καὶ τῶν ῥιζῶν τῶν εἰς βαφὴν χρησίμων πλῆθος. ἐλαίας δὲ πέρι καὶ ἀμπέλου καὶ συκῆς καὶ τῶν παραπλησίων φυτῶν ἡ καθ’ ἡμᾶς Ἰβηρικὴ παραλία πάντων εὐπορεῖ, συχνὴ δὲ καὶ τῶν ἐκτός. ἡ μὲν παρωκεανῖτις | |
15 | ἡ πρόσβορρος ἀμοιρεῖ διὰ τὰ ψύχη, ἡ δ’ ἄλλη τὸ πλέον διὰ τὴν ὀλιγωρίαν τῶν ἀνθρώπων καὶ τὸ μὴ πρὸς διαγωγήν, ἀλλὰ μᾶλλον πρὸς ἀνάγκην καὶ ὁρμὴν θηριώδη μετὰ ἔθους φαύλου ζῆν· εἰ μή τις οἴεται πρὸς διαγωγὴν ζῆν τοὺς οὔρῳ λουομένους ἐν δεξαμεναῖς παλαιουμένῳ καὶ τοὺς ὀδόντας σμηχομένους καὶ αὐτοὺς καὶ τὰς γυναῖκας αὐτῶν, καθάπερ τοὺς Καντά‐ | |
20 | βρους φασὶ καὶ τοὺς ὁμόρους αὐτοῖς. καὶ τοῦτο δὲ καὶ τὸ χαμευνεῖν κοινόν ἐστι τοῖς Ἴβηρσι πρὸς τοὺς Κελτούς. | |
25(n) | Strabo 3,4,17f. | |
1 | Πρὸς δὲ τῇ ἀηθείᾳ τῇ τοιαύτῃ πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἐθνῶν, διαφερόντως δὲ τῶν προσβόρρων οὐ μόνον τὰ πρὸς ἀνδρείαν, ἀλλὰ καὶ τὰ πρὸς ὠμότητα καὶ ἀπόνοιαν θηριώδη· καὶ γὰρ τέκνα μητέρες ἔκτειναν πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον τὸν ἐν | 41 |
5 | Καντάβροις, καὶ παιδίον δὲ [τῶν] δεδεμένων αἰχμαλώτων τῶν γονέων καὶ ἀδελφῶν ἔκτεινε πάντας, κελεύσαντος τοῦ πατρός, σιδήρου κυριεῦσαν, γυνὴ δὲ τοὺς συναλόντας. κληθεὶς δέ τις εἰς μεθυσκομένους ἔβαλεν αὑτὸν εἰς πυράν. κοινὰ δὲ καὶ ταῦτα πρὸς τὰ Κελτικὰ ἔθνη καὶ τὰ Θρᾴκια καὶ Σκυθικά, κοινὰ δὲ καὶ 〈τὰ〉 πρὸς ἀνδρείαν τήν τε τῶν ἀνδρῶν καὶ τὴν | |
10 | τῶν γυναικῶν. Γεωργοῦσιν αὗται, τεκοῦσαί τε διακονοῦσι τοῖς ἀνδράσιν, ἐκείνους ἀνθ’ ἑαυτῶν κατακλίνασαι· ἔν τε τοῖς ἔργοις πολλάκις αὐταὶ 〈λοχεύονται〉 καὶ λούουσι καὶ σπαργανοῦσιν, ἀποκλίνασαι πρός τι ῥεῖθρον. ἐν δὲ τῇ Λιγυστικῇ φησιν ὁ Ποσειδώνιος διηγήσασθαι τὸν ξένον ἑαυτῷ Χαρμόλεων, Μασσα‐ | |
15 | λιώτην ἄνδρα, ὅτι μισθώσαιτο ἄνδρας ὁμοῦ καὶ γυναῖκας ἐπὶ σκαφητόν, ὠδίνασα δὲ μία τῶν γυναικῶν ἀπέλθοι ἀπὸ τοῦ ἔργου πλησίον, τεκοῦσα δ’ ἐπανέλθοι ἐπὶ τοὖργον αὐτίκα, ὅπως μὴ ἀπολέσειε τὸν μισθόν· αὐτὸς δ’ ἐπιπόνως ἰδὼν ἐργαζομένην, οὐκ εἰδὼς τὴν αἰτίαν πρότερον ὀψὲ μάθοι καὶ ἀφείη, δοὺς τὸν μισθόν· ἡ δ’ ἐκκομίσασα τὸ νήπιον πρός τι κρηνίον, | |
20 | λούσασα καὶ σπαργανώσασα οἷς εἶχε διασώσειεν οἴκαδε. 18. Οὐκ ἴδιον δὲ τῶν Ἰβήρων οὐδὲ τοῦτο, σύνδυο ἐφ’ ἵππων κομίζεσθαι, κατὰ δὲ τὰς μάχας τὸν ἕτερον πεζὸν ἀγωνίζεσθαι. | |
26(n) | Strabo 3,5,5—11 | |
1 | 5. Περὶ δὲ τῆς κτίσεως τῶν Γαδείρων τοιαῦτα λέγοντες μέμνηνται Γαδει‐ τανοὶ χρησμοῦ τινος, ὃν γενέσθαι φασὶ Τυρίοις κελεύοντα ἐπὶ τὰς Ἡρα‐ κλέους στήλας ἀποικίας πέμψαι· τοὺς δὲ πεμφθέντας κατασκοπῆς χάριν, ἐπειδὴ κατὰ τὸν πορθμὸν ἐγένοντο τὸν κατὰ τὴν Κάλπην, νομίσαντας | |
5 | τέρμονας εἶναι τῆς οἰκουμένης καὶ τῆς Ἡρακλέους στρατείας τὰ ἄκρα ποιοῦντα τὸν πορθμόν, ταῦτα δ’ αὐτὰ καὶ Στήλας ὀνομάζειν τὸ λόγιον, κατασχεῖν εἴς τι χωρίον ἐντὸς τῶν στενῶν, ἐν ᾧ νῦν ἐστιν ἡ τῶν Σαξιτα‐ νῶν πόλις· ἐνταῦθα δὲ θύσαντας, μὴ γενομένων καλῶν τῶν ἱερείων, ἀνακάμψαι πάλιν. χρόνῳ δ’ ὕστερον τοὺς πεμφθέντας προελθεῖν ἔξω τοῦ | |
10 | πορθμοῦ περὶ χιλίους καὶ πεντακοσίους σταδίους εἰς νῆσον Ἡρακλέους ἱεράν, κειμένην κατὰ πόλιν Ὀνόβαν τῆς Ἰβηρίας, καὶ νομίσαντας ἐνταῦθα εἶναι τὰς Στήλας θῦσαι τῷ θεῷ, μὴ γενομένων δὲ πάλιν καλῶν τῶν ἱερείων, ἐπανελθεῖν οἴκαδε. τῷ δὲ τρίτῳ στόλῳ τοὺς ἀφικομένους Γάδειρα κτίσαι καὶ ἱδρύσασθαι τὸ ἱερὸν ἐπὶ τοῖς ἑῴοις τῆς νήσου, τὴν δὲ πόλιν | |
15 | ἐπὶ τοῖς ἑσπερίοις. Διὰ δὲ τοῦτο τοὺς μὲν δοκεῖν τὰ ἄκρα τοῦ πορθμοῦ τὰς Στήλας εἶναι, | |
τοὺς δὲ τὰ Γάδειρα, τοὺς δ’ ἔτι πορρώτερον τῶν Γαδείρων ἔξω προκεῖσθαι. ἔνιοι δὲ Στήλας ὑπέλαβον τὴν Κάλπην καὶ τὸν Ἀβίλυκα, τὸ ἀντικείμενον ὄρος ἐκ τῆς Λιβύης, ὅ φησιν Ἐρατοσθένης ἐν τῷ Μεταγωνίῳ, Νομαδικῷ | 42 | |
20 | ἔθνει, ἱδρῦσθαι· οἱ δὲ τὰς πλησίον ἑκατέρου νησῖδας, ὧν τὴν ἑτέραν Ἥρας νῆσον ὀνομάζουσιν. Ἀρτεμίδωρος δὲ τὴν μὲν τῆς Ἥρας νῆσον καὶ ἱερὸν λέγει αὐτῆς, ἄλλην δέ φησιν εἶναί τινα, οὐδ’ Ἀβίλυκα ὄρος οὐδὲ Μετα‐ γώνιον ἔθνος. καὶ τὰς Πλαγκτὰς καὶ τὰς Συμπληγάδας ἐνθάδε μεταφέ‐ ρουσί τινες, ταύτας εἶναι νομίζοντες Στήλας, ἃς Πίνδαρος (fr. 256 Snell) | |
25 | πύλας Γαδειρίδας, εἰς ταύτας ὑστάτας ἀφῖχθαι φάσκων τὸν Ἡρακλέα. καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς Στήλας. οἱ δὲ Ἴβηρες καὶ Λίβυες ἐν Γαδείροις εἶναί φασιν· οὐδὲν γὰρ ἐοικέναι στήλαις τὰ περὶ τὸν πορθμόν. οἱ δὲ τὰς ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις χαλκᾶς ὀκταπήχεις, | |
30 | ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἱεροῦ, ταύτας λέγεσθαί φασιν· ἐφ’ ἃς ἐρχόμενοι οἱ τελέσαντες τὸν πλοῦν καὶ θύοντες τῷ Ἡρακλεῖ διαβοηθῆναι παρεσκεύασαν, ὡς τοῦτ’ εἶναι καὶ γῆς καὶ θαλάττης τὸ πέρας. τοῦτον δ’ εἶναι πιθανώτατον καὶ Ποσειδώνιος ἡγεῖται τὸν λόγον, τὸν δὲ χρησμὸν καὶ τοὺς πολλοὺς ἀποστόλους ψεῦσμα Φοινικικόν. | |
35 | Περὶ μὲν οὖν τῶν ἀποστόλων τί ἄν τις διισχυρίσαιτο πρὸς ἔλεγχον ἢ πίστιν, οὐδετέρως παράλογον 〈ὄν〉; τὸ δὲ τὰς νησῖδας ἢ τὰ ὄρη μὴ φάσκειν ἐοικέναι στήλαις, ἀλλὰ ζητεῖν ἐπὶ τῶν κυρίως λεγομένων στηλῶν τοὺς τῆς οἰκουμένης ὅρους ἢ τῆς στρατείας τῆς Ἡρακλέους ἔχει μέν τινα νοῦν· ἔθος γὰρ παλαιὸν ὑπῆρχε τὸ τίθεσθαι τοιούτους ὅρους, καθάπερ | |
40 | οἱ Ῥηγῖνοι τὴν στυλίδα ἔθεσαν τὴν ἐπὶ τῷ Πορθμῷ κειμένην, πυργίον τι, καὶ ὁ τοῦ Πελώρου λεγόμενος πύργος ἀντίκειται ταύτῃ τῇ στυλίδι· καὶ οἱ Φιλαίνων λεγόμενοι βωμοὶ κατὰ μέσην που τὴν μεταξὺ τῶν Σύρτεων γῆν· καὶ ἐπὶ τῷ ἰσθμῷ τῷ Κορινθιακῷ μνημονεύεται στήλη τις ἱδρυμένη πρότερον, ἣν ἔστησαν κοινῇ οἱ τὴν Ἀττικὴν σὺν τῇ Μεγαρίδι κατασχόντες | |
45 | Ἴωνες, ἐξελαθέντες ἐκ τῆς Πελοποννήσου, καὶ οἱ κατασχόντες τὴν Πελο‐ πόννησον, ἐπιγράψαντες ἐπὶ μὲν τοῦ πρὸς τῇ Μεγαρίδι μέρους, τάδ’ οὐχὶ Πελοπόννησος, ἀλλ’ Ἰωνία, ἐκ δὲ θατέρου, τάδ’ ἐστὶ Πελοπόννησος, οὐκ Ἰωνία. | |
26(50) | Ἀλέξανδρος δὲ τῆς Ἰνδικῆς στρατείας ὅρια βωμοὺς ἔθετο ἐν τοῖς τόποις εἰς οὓς ὑστάτους ἀφίκετο τῶν πρὸς ταῖς ἀνατολαῖς Ἰνδῶν, μιμού‐ μενος τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον· ἦν μὲν δὴ τὸ ἔθος τοῦτο. 6. Ἀλλὰ καὶ τοὺς τόπους εἰκός ἐστι μεταλαμβάνειν τὴν αὐτὴν προση‐ γορίαν, καὶ μάλιστα ἐπειδὰν ὁ χρόνος διαφθείρῃ τοὺς τεθέντας ὅρους. οὐ | |
55 | γὰρ νῦν οἱ Φιλαίνων βωμοὶ μένουσιν, ἀλλ’ ὁ τόπος μετείληφε τὴν προση‐ γορίαν· οὐδὲ ἐν τῇ Ἰνδικῇ στήλας φασὶν ὁραθῆναι κειμένας οὔθ’ Ἡρακλέ‐ | |
ους, οὔτε Διονύσου, καὶ λεγομένων μέντοι καὶ δεικνυμένων τῶν τόπων τινῶν οἱ Μακεδόνες ἐπίστευον τούτους εἶναι στήλας, ἐν οἷς τι σημεῖον εὕρισκον ἢ τῶν περὶ τὸν Διόνυσον ἱστορουμένων ἢ τῶν περὶ τὸν Ἡρακλέα. | 43 | |
60 | κἀνταῦθα δὴ τοὺς μὲν πρώτους οὐκ ἂν ἀπιστήσαι τις ὅροις χρήσασθαι χειροκμήτοις τισὶ βωμοῖς, ἢ πύργοις ἢ στυλίσιν ἐπὶ τῶν τόπων, εἰς οὓς ὑστάτους ἧκον τοὺς ἐπιφανεστάτους (ἐπιφανέστατοι δὲ οἱ πορθμοὶ καὶ τὰ ἐπικείμενα ὄρη καὶ αἱ νησῖδες πρὸς τὸ ἀποδηλοῦν ἐσχατιάς τε καὶ ἀρχὰς τόπων), ἐκλιπόντων δὲ τῶν χειροκμήτων ὑπομνημάτων μετενεχθῆναι | |
65 | τοὔνομα εἰς τοὺς τόπους, εἴτε τὰς νησῖδάς τις βούλεται λέγειν εἴτε τὰς ἄκρας τὰς ποιούσας τὸν πορθμόν. Τοῦτο γὰρ ἤδη διορίσασθαι χαλεπόν, ποτέροις χρὴ προσάψαι τὴν ἐπίκλησιν διὰ τὸ ἀμφοτέροις ἐοικέναι τὰς Στήλας. λέγω δ’ ἐοικέναι, διότι ἐν τοῖς τοιούτοις ἵδρυνται τόποις, οἳ σαφῶς τὰς ἐσχατιὰς ὑπαγορεύουσι, | |
70 | καθ’ ὃ καὶ στόμα εἴρηται ὁ πορθμὸς καὶ οὗτος καὶ ἄλλοι πλείους· τὸ δὲ στόμα πρὸς μὲν εἴσπλουν ἀρχή ἐστι, πρὸς δὲ ἔκπλουν ἔσχατον. τὰ οὖν ἐπὶ τῷ στόματι νησίδια, ἔχοντα τὸ εὐπερίγραφόν τε καὶ σημειῶδες, οὐ φαύλως στήλαις ἀπεικάζοι τις ἄν· ὡς δ’ αὕτως καὶ τὰ ὄρη τὰ ἐπικείμενα τῷ πορθμῷ καὶ ἐξοχήν τινα τοιαύτην ἐμφαίνοντα, οἵαν αἱ στυλίδες ἢ αἱ | |
75 | στῆλαι. καὶ ὁ Πίνδαρος οὕτως ἂν ὀρθῶς λέγοι πύλας Γαδειρίδας, εἰ ἐπὶ τοῦ στόματος νοοῖντο αἱ στῆλαι· πύλαις γὰρ ἔοικε τὰ στόματα. Τὰ δὲ Γάδειρα οὐκ ἐν τοιούτοις ἵδρυται τόποις, ὥστε ἀποδηλοῦν ἐσχα‐ τιάν, ἀλλ’ ἐν μέσῃ πως κεῖται μεγάλῃ παραλίᾳ κολπώδει. τὸ δὲ ἐπ’ αὐτὰς ἀναφέρειν τὰς ἐν τῷ Ἡρακλείῳ στήλας τῷ ἐνθάδε ἧττον εὔλογον, ὡς | |
80 | ἐμοὶ φαίνεται· οὐ γὰρ ἐμπόρων, ἀλλ’ ἡγεμόνων μᾶλλον ἀρξάντων τοῦ ὀνόματος τούτου, κρατῆσαι πιθανὸν τὴν δόξαν, καθάπερ καὶ ἐπὶ τῶν Ἰνδικῶν στηλῶν. ἄλλως τε καὶ ἡ ἐπιγραφή, ἥν φασιν, οὐκ ἀφίδρυμα ἱερὸν δηλοῦσα, ἀλλὰ ἀναλώματος κεφάλαιον, ἀντιμαρτυρεῖ τῷ λόγῳ· τὰς γὰρ Ἡρακλείους στήλας μνημεῖα εἶναι δεῖ τῆς ἐκείνου μεγαλουργίας, οὐ τῆς | |
85 | Φοινίκων δαπάνης. 7. Φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῷ Ἡρακλείῳ τῷ ἐν Γαδείροις εἶναι, βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ πότιμον, ἣν ταῖς παλιρ‐ ροίαις τῆς θαλάττης ἀντιπαθεῖν, κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν, κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην. αἰτιᾶται δ’ ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους | |
90 | εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων, ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν, γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς, ὥστ’ ἀναβλύειν εὐπόρως. | |
95 | Ἀρτεμίδωρος δὲ ἀντειπὼν τούτῳ καὶ ἅμα παρ’ αὑτοῦ τινα θεὶς αἰτίαν, μνησθεὶς δὲ καὶ τῆς Σιλανοῦ δόξης τοῦ συγγραφέως, οὔ μοι δοκεῖ μνήμης | |
ἄξια εἰπεῖν, ὡς ἂν ἰδιώτης περὶ ταῦτα καὶ αὐτὸς καὶ Σιλανός. Ποσειδώνιος δὲ ψευδῆ λέγων τὴν ἱστορίαν εἶναι ταύτην δύο φησὶν εἶναι φρέατα ἐν τῷ Ἡρακλείῳ καὶ τρίτον ἐν τῇ πόλει· τῶν δ’ ἐν τῷ Ἡρακλείῳ | 44 | |
26(100) | τὸ μὲν μικρότερον ὑδρευομένων συνεχῶς αὐθωρὸν καὶ ἐκλείπειν, καὶ διαλι‐ πόντων τῆς ὑδρείας πληροῦσθαι πάλιν· τὸ δὲ μεῖζον δι’ ὅλης τῆς ἡμέρας τὴν ὑδρείαν ἔχον, μειούμενον μέντοι, καθάπερ καὶ τἆλλα φρέατα πάντα, νύκτωρ πληροῦσθαι, μηκέτι ὑδρευομένων· ἐπειδὴ δὲ συμπίπτει κατὰ τὸν τῆς συμπληρώσεως καιρὸν ἡ ἄμπωτις πολλάκις, πεπιστεῦσθαι κενῶς ὑπὸ | |
105 | τῶν ἐγχωρίων τὴν ἀντιπάθειαν. ὅτι μὲν οὖν ἡ ἱστορία πεπίστευται, καὶ οὗτος εἴρηκε, καὶ ἡμεῖς ἐν τοῖς παραδόξοις θρυλουμένην παρειλήφαμεν. Ἠκούομεν δὲ καὶ φρέατα εἶναι, τὰ μὲν πρὸ τῆς πόλεως ἐν τοῖς κήποις, τὰ δὲ ἐντός, διὰ δὲ τὴν μοχθηρίαν τοῦ ὕδατος κατὰ τὴν πόλιν δεξαμενὰς ἐπιπολάζειν τοῦ λακκαίου ὕδατος. εἰ μέντοι καὶ τούτων τι τῶν φρεάτων | |
110 | ἐπιδείκνυται τὴν τῆς ἀντιπαθείας ὑπόνοιαν, οὐκ ἴσμεν· τὰς δ’ αἰτίας, εἴπερ συμβαίνει ταῦτα οὕτως, ὡς ἐν χαλεποῖς ἀποδέχεσθαι δεῖ. εἰκὸς μὲν γὰρ οὕτως ἔχειν, ὡς ὁ Πολύβιός φησιν· εἰκὸς δὲ καὶ τῶν φλεβῶν τινας τῶν πηγαίων νοτισθείσας ἔξωθεν χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν, ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῥεῖθρον | |
115 | εἰς τὴν κρήνην· νοτίζεσθαι δ’ ἀναγκαῖον, ἐπικλύσαντος τοῦ κύματος. εἰ δ’, ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῇ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ περὶ τὰς ἀμπώτεις ἔοικεν, εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ κατ’ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν, ὧν δὴ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν, κατ’ ἄλλους | |
120 | δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος· καὶ συνεξαίροντα μὲν ἐκείνην, ὥστε πλημμυρεῖν, ὅταν οἷον ἡ ἐκπνοὴ γίνηται, τὸ οἰκεῖον ἀπο‐ λείπει ῥεῖθρον, πάλιν δ’ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον, ὅταν κἀκείνη λάβῃ τὴν ἀναχώρησιν. 8. Οὐκ οἶδα δὲ πῶς κατ’ ἄλλα δεινοὺς ἀποφαίνων ὁ Ποσειδώνιος τοὺς | |
125 | Φοίνικας, ἐνταῦθα μωρίαν μᾶλλον ἢ δριμύτητα αὐτῶν κατέγνωκεν· ἡμέρα μὲν γὰρ καὶ νὺξ τῇ τοῦ ἡλίου περιφορᾷ μετρεῖται, τοτὲ μὲν ὑπὸ γῆς ὄντος, τοτὲ δὲ ὑπὲρ γῆς φαινομένου· φησὶ δὲ τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον, τὴν μὲν ἡμερήσιον ἀποδιδοῦσαν, τὴν δὲ μηνιαίαν, τὴν δ’ ἐνιαυσιαίαν συμπαθῶς τῇ σελήνῃ. | |
130 | Ὅταν γὰρ αὕτη ζῳδίου μέγεθος ὑπερέχῃ τοῦ ὁρίζοντος, ἄρχεσθαι διοιδεῖν τὴν θάλατταν καὶ ἐπιβαίνειν τῆς γῆς αἰσθητῶς μέχρι μεσου‐ ρανήσεως· ἐκκλίναντος δὲ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν τὸ πέλαγος κατ’ ὀλίγον, ἕως ἂν ζῴδιον ὑπερέχῃ τῆς δύσεως ἡ σελήνη· εἶτα μένειν τοσοῦτον ἐν τῇ αὐτῇ καταστάσει χρόνον, ὅσον ἡ σελήνη συνάπτει πρὸς αὐτὴν τὴν | |
135 | δύσιν, καὶ ἔτι μᾶλλον τοσοῦτον, ὅσον κινηθεῖσα ὑπὸ γῆς ζῴδιον ἀπόσχοι ἂν τοῦ ὁρίζοντος· εἶτ’ ἐπιβαίνειν πάλιν ἕως τοῦ ὑπὸ γῆν μεσουρανήματος· | |
εἶτ’ ἀναχωρεῖν, ἕως ἂν πρὸς τὰς ἀνατολὰς περιχωρήσασα ἡ σελήνη ζῴδιον τοῦ ὁρίζοντος ἀπόσχῃ· μένειν δέ, μέχρις ἂν ζῴδιον ὑπὲρ γῆς μετεωρισθῇ, καὶ πάλιν ἐπιβαίνειν. ταύτην μὲν εἶναι λέγει τὴν ἡμερήσιον περίοδον. | 45 | |
140 | Τὴν δὲ μηνιαίαν, ὅτι μέγισται μὲν αἱ παλίρροιαι γίγνονται περὶ τὰς συνόδους, εἶτα μειοῦνται μέχρι διχοτόμου· πάλιν δ’ αὔξονται μέχρι πανσε‐ λήνου, καὶ μειοῦνται πάλιν ἕως διχοτόμου φθινάδος· εἶθ’ ἕως τῶν συνόδων αἱ αὐξήσεις· πλεονάζειν δὲ καὶ χρόνῳ καὶ τάχει τὰς αὐξήσεις. Τὰς δ’ ἐνιαυσιαίας παρὰ τῶν ἐν Γαδείροις πυθέσθαι φησί, λεγόντων | |
145 | ὡς κατὰ θερινὰς τροπὰς μάλιστα αὔξοιντο καὶ αἱ ἀναχωρήσεις καὶ αἱ ἐπιβάσεις. εἰκάζει δ’ αὐτὸς ἀπὸ τῶν τροπῶν μειοῦσθαι μὲν ἕως ἰσημερίας, αὔξεσθαι δὲ ἕως χειμερινῶν τροπῶν· εἶτα μειοῦσθαι μέχρι ἐαρινῆς ἰσημερίας· εἶτ’ αὔξεσθαι μέχρι θερινῶν τροπῶν. Τῶν δὴ περιόδων τούτων οὐσῶν καθ’ ἑκάστην ἡμέραν καὶ νύκτα, τὸν | |
26(150) | συνάμφω χρόνον δὶς μὲν ἐπιβαινούσης τῆς θαλάττης, δὶς δὲ ἀναχωρούσης, τεταγμένως δὲ καὶ τῶν ἡμερησίων χρόνων καὶ τῶν νυκτερινῶν, πῶς οἷόν τε πολλάκις μὲν συμβαίνειν κατὰ τὰς ἀμπώτεις τὴν πλήρωσιν τοῦ φρέατος, μὴ πολλάκις δὲ τὴν λειψυδρίαν; ἢ πολλάκις μέν, μὴ ἰσάκις δέ; ἢ καὶ ἰσάκις, τοὺς δὲ Γαδειρίτας ταῦτα μὲν μὴ ἱκανοὺς γενέσθαι τηρῆσαι τὰ | |
155 | καθ’ ἡμέραν γινόμενα, τὰς δ’ ἐνιαυσίους περιόδους ἐκ τῶν ἅπαξ συμβαι‐ νόντων κατ’ ἔτος τηρῆσαι; [τὰ καθ’ ἡμέραν γινόμενα] ἀλλὰ μὴν ὅτι γε πιστεύει αὐτοῖς, δῆλον ἐξ ὧν καὶ προσεικάζει γίνεσθαι τὰς μειώσεις καὶ πάλιν αὐξήσεις ἀπὸ τροπῶν ἐπὶ τροπάς τε ἑτέρας κἀκεῖθεν πάλιν ἐπανό‐ δους. καὶ μὴν οὐδὲ ἐκεῖνο εἰκός, ὅτι τηρητικοὶ ὄντες τὰ μὲν συμβαίνοντα | |
160 | οὐκ εἶδον, τοῖς δὲ μὴ συμβαίνουσιν ἐπίστευσαν. 9. Φησὶ δ’ οὖν Σέλευκον τὸν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης καὶ ἀνωμα‐ λίαν τινὰ ἐν τούτοις καὶ ὁμαλότητα λέγειν κατὰ τὰς τῶν ζῳδίων διαφοράς· ἐν μὲν γὰρ τοῖς ἰσημερινοῖς ζῳδίοις τῆς σελήνης οὔσης ὁμαλίζειν τὰ πάθη, ἐν δὲ τοῖς τροπικοῖς ἀνωμαλίαν εἶναι καὶ πλήθει καὶ τάχει, τῶν | |
165 | δ’ ἄλλων ἑκάστου κατὰ τοὺς συνεγγισμοὺς εἶναι τὴν ἀναλογίαν. αὐτὸς δὲ κατὰ τὰς θερινὰς τροπὰς περὶ τὴν πανσέληνόν φησιν ἐν τῷ Ἡρακλείῳ γενόμενος τῷ ἐν Γαδείροις πλείους ἡμέρας μὴ δύνασθαι συνεῖναι τὰς ἐνιαυσίους διαφοράς. περὶ μέντοι τὴν σύνοδον ἐκείνου τοῦ μηνὸς τηρῆσαι μεγάλην παραλλαγὴν ἐν Ἰλίπᾳ τῆς τοῦ Βαίτιος ἀνακοπῆς παρὰ τὰς | |
170 | ἔμπροσθεν, ἐν αἷς οὐδὲ ἕως ἡμίσους τὰς ὄχθας ἔβρεχε· τότε δ’ ὑπερχεῖσθαι τὸ ὕδωρ, ὥσθ’ ὑδρεύεσθαι τοὺς στρατιώτας αὐτόθι (διέχει δ’ Ἰλίπα τῆς θαλάττης περὶ ἑπτακοσίους σταδίους)· τῶν δ’ ἐπὶ θαλάττῃ πεδίων καὶ ἐπὶ τριάκοντα σταδίους εἰς βάθος καλυπτομένων ὑπὸ τῆς πλημμυρίδος, ὥστε καὶ νήσους ἀπολαμβάνεσθαι, τὸ τῆς κρηπῖδος ὕψος τῆς τε τοῦ νεὼ | |
175 | τοῦ ἐν τῷ Ἡρακλείῳ καὶ τῆς τοῦ χώματος, ὃ τοῦ λιμένος πρόκειται τοῦ ἐν Γαδείροις, οὐδ’ ἐπὶ δέκα πήχεις καλυπτόμενον ἀναμετρῆσαί φησι· | |
κἂν προσθῇ δέ τις τὸ διπλάσιον τούτου κατὰ τὰς γενομένας ποτὲ παραυ‐ ξήσεις, 〈οὐδ’〉 οὕτω παρασχεῖν ἂν τὴν ἔμφασιν, ἣν ἐν τοῖς πεδίοις παρέχε‐ ται τὸ μέγεθος τῆς πλημμυρίδος. | 46 | |
180 | Τοῦτο μὲν δὴ τὸ πάθος κοινὸν ἱστορεῖται κατὰ πᾶσαν τὴν κύκλῳ παρωκεανῖτιν, τὸ δὲ τοῦ Ἴβηρος ποταμοῦ καινὸν καὶ ἴδιόν φησιν οὗτος· πλημμυρεῖν γὰρ ἔσθ’ ὅτε καὶ χωρὶς ὄμβρων καὶ χιόνων, ἐπειδὰν τὰ βόρεια πνεύματα πλεονάσῃ, αἰτίαν δ’ εἶναι τὴν λίμνην, δι’ ἧς ῥεῖ· συνεκ‐ βάλλεσθαι γὰρ τὸ λιμναῖον ὑπὸ τῶν ἀνέμων. | |
185 | 10. Ἱστορεῖ δὲ καὶ δένδρον ἐν Γαδείροις ὄζους ἔχον καμπτομένους εἰς ἔδαφος, πολλάκις δὲ φύλλα ξιφοειδῆ πηχυαῖα τὸ μῆκος, πλάτος δὲ τετραδάκτυλα. περὶ δὲ Νέαν Καρχηδόνα δένδρον ἐξ ἀκάνθης φλοιὸν ἀφιέναι, ἐξ οὗ ὑφάσματα γίνεται κάλλιστα. τῷ μὲν οὖν ἐν Γαδείροις καὶ ἡμεῖς οἴδαμεν ὅμοιον ἐν Αἰγύπτῳ κατὰ τὴν τῶν κλάδων κατάκαμψιν, | |
190 | τοῖς δὲ φύλλοις ἀνόμοιον, οὐδὲ καρπὸν ἔχον· τοῦτο δ’ ἔχειν φησί. τὰ δ’ ἀκάνθινα ὑφαίνεται καὶ ἐν Καππαδοκίᾳ, φέρει δ’ οὐδὲν δένδρον τὴν ἄκανθαν, ἐξ ἧς ὁ φλοιός, ἀλλὰ χαμαίζηλος ἡ βοτάνη. τῷ δὲ δένδρῳ τῷ ἐν Γαδείροις καὶ τοῦτο προσιστόρηται, ὅτι κλάδου μὲν ἀποκλωμένου γάλα ῥεῖ, ῥίζης δὲ τεμνομένης μιλτῶδες ὑγρὸν ἀναφέρεται. | |
195 | Τοσαῦτα καὶ περὶ Γαδείρων. 11. Αἱ δὲ Καττιτερίδες δέκα μέν εἰσι, κεῖνται δ’ ἐγγὺς ἀλλήλων, πρὸς ἄρκτον ἀπὸ τοῦ τῶν Ἀρτάβρων λιμένος πελάγιαι· μία δ’ αὐτῶν ἔρημός ἐστι, τὰς δ’ ἄλλας οἰκοῦσιν ἄνθρωποι μελάγχλαινοι, ποδήρεις ἐνδε‐ δυκότες τοὺς χιτῶνας, ἐζωσμένοι περὶ τὰ στέρνα, μετὰ ῥάβδων περιπα‐ | |
26(200) | τοῦντες, ὅμοιοι ταῖς τραγικαῖς Ποιναῖς· ζῶσι δ’ ἀπὸ βοσκημάτων νομα‐ δικῶς τὸ πλέον. μέταλλα δὲ ἔχοντες καττιτέρου καὶ μολύβδου κέραμον ἀντὶ τούτων καὶ τῶν δερμάτων διαλλάττονται καὶ ἅλας καὶ χαλκώματα πρὸς τοὺς ἐμπόρους. πρότερον μὲν οὖν Φοίνικες μόνοι τὴν ἐμπορίαν ἔστελ‐ λον ταύτην ἐκ τῶν Γαδείρων, κρύπτοντες ἅπασι τὸν πλοῦν· τῶν δὲ Ῥω‐ | |
205 | μαίων ἐπακολουθούντων ναυκλήρῳ τινί, ὅπως καὶ αὐτοὶ γνοῖεν τὰ ἐμπο‐ ρεῖα, φθόνῳ ὁ ναύκληρος ἑκὼν εἰς τέναγος ἐξέβαλε τὴν ναῦν, ἐπαγαγὼν δ’ εἰς τὸν αὐτὸν ὄλεθρον καὶ τοὺς ἑπομένους, αὐτὸς ἐσώθη διὰ ναυαγίου καὶ ἀπέλαβε δημοσίᾳ τὴν τιμὴν ὧν ἀπέβαλε φορτίων. οἱ Ῥωμαῖοι δὲ ὅμως πειρώμενοι πολλάκις ἐξέμαθον τὸν πλοῦν· ἐπειδὴ δὲ καὶ Πόπλιος | |
210 | Κράσσος, διαβὰς ἐπ’ αὐτούς, ἔγνω τὰ μέταλλα ἐκ μικροῦ βάθους ὀρυττό‐ μενα καὶ τοὺς ἄνδρας εἰρηναίους, ἐκ περιουσίας ἤδη τὴν θάλατταν ἐργά‐ ζεσθαι ταύτην τοῖς ἐθέλουσιν ἐπέδειξε, καίπερ οὖσαν πλείω τῆς διειργού‐ σης [εἰς] τὴν Πρεττανικήν. | |
Καὶ περὶ μὲν Ἰβηρίας καὶ τῶν προκειμένων νήσων ταῦτα. | 47 | |
27(n) | Strabo 4,1,1 | |
1 | Ἐφεξῆς δ’ ἐστὶν ἡ ὑπὲρ τῶν Ἄλπεων Κελτική. ταύτης δὲ καὶ τὸ σχῆμα ὑπογέγραπται πρότερον τυπωδῶς καὶ τὸ μέγεθος· νυνὶ δὲ λεκτέον τὰ καθ’ ἕκαστα. Οἱ μὲν δὴ τριχῆ διῄρουν, Ἀκυϊτανοὺς καὶ Βέλγας καλοῦντες καὶ Κέλ‐ | |
5 | τας· τοὺς μὲν Ἀκυϊτανοὺς τελέως ἐξηλλαγμένους οὐ τῇ γλώττῃ μόνον, ἀλλὰ καὶ τοῖς σώμασιν, ἐμφερεῖς Ἴβηρσι μᾶλλον ἢ Γαλάταις· τοὺς δὲ λοιποὺς Γαλατικοὺς μὲν τὴν ὄψιν, ὁμογλώττους δ’ οὐ πάντας, ἄλλ’ ἐνίους μικρὸν παραλλάττοντας ταῖς γλώτταις· καὶ 〈αἱ〉 πολιτεῖαι δὲ καὶ οἱ βίοι μικρὸν ἐξηλλαγμένοι εἰσίν. Ἀκυϊτανοὺς μὲν οὖν καὶ Κέλτας ἔλεγον τοὺς | |
10 | πρὸς τῇ Πυρήνῃ, διωρισμένους τῷ Κεμμένῳ ὄρει. εἴρηται γὰρ ὅτι τὴν Κελτικὴν ταύτην ἀπὸ μὲν τῆς δύσεως ὁρίζει τὰ Πυρηναῖα ὄρη, προσαπτό‐ μενα τῆς ἑκατέρωθεν θαλάττης, τῆς τε ἐντὸς καὶ τῆς ἐκτός· ἀπὸ δὲ τῶν ἀνατολῶν ὁ Ῥῆνος, παράλληλος ὢν τῇ Πυρήνῃ· τὰ δ’ ἀπὸ τῶν ἄρκτων καὶ τῆς μεσημβρίας, τὰ μὲν ὁ ὠκεανὸς περιείληφεν, ἀρξάμενος ἀπὸ τῶν | |
15 | βορείων ἄκρων τῆς Πυρήνης μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου, τὰ δ’ ἐξ ἐναντίας ἡ κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλαττα, 〈ἀρξαμένη ἀπὸ τῶν νοτίων ἄκρων τῆς Πυρήνης μέχρι τῆς ἐκβολῆς τοῦ Οὐάρου ποταμοῦ, ὃς ἀφορίζει τὴν Ναρβωνῖτιν ἀπὸ τῆς Ἰταλίας,〉 καὶ αἱ Ἄλπεις ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι μέχρι τῶν πηγῶν τοῦ Ῥήνου. τῇ δὲ Πυρήνῃ πρὸς | |
20 | ὀρθὰς ἦκται τὸ Κέμμενον ὄρος διὰ μέσων τῶν πεδίων, καὶ παύεται κατὰ μέσα πλησίον Λουγδούνου, περὶ δισχιλίους ἐκταθὲν σταδίους. Ἀκυϊτανοὺς μὲν τοίνυν ἔλεγον τοὺς τὰ βόρεια τῆς [Πυρήνης] 〈Κεμμέ‐ νησ〉 μέρη κατέχοντας [καὶ τῆς Κεμμένης] μέχρι πρὸς τὸν ὠκεανὸν τὰ ἐντὸς Γαρούνα ποταμοῦ, Κέλτας δὲ τοὺς ἐπὶ θάτερα μέρη καθήκοντας | |
25 | καὶ τὴν κατὰ Μασσαλίαν καὶ Νάρβωνα θάλατταν, ἁπτομένους δὲ καὶ τῶν Ἀλπίων ὀρῶν ἐνίων, Βέλγας δ’ ἔλεγον τοὺς λοιπούς τε τῶν παρωκε‐ ανιτῶν μέχρι τῶν ἐκβολῶν τοῦ Ῥήνου καί τινας τῶν παροικούντων τὸν Ῥῆνον καὶ τὰς Ἄλπεις. οὕτω δὲ καὶ ὁ θεὸς Καῖσαρ ἐν τοῖς Ὑπομνήμασιν εἴρηκεν. | |
28a(n) | Strabo 4,1,2 | |
1 | 2. Ἅπασα μὲν οὖν ἐστιν αὕτη ποταμοῖς κατάρρυτος ἡ χώρα, τοῖς μὲν ἐκ τῶν Ἄλπεων καταφερομένοις, τοῖς δ’ ἐκ τοῦ Κεμμένου καὶ τῆς Πυρή‐ νης, καὶ τοῖς μὲν εἰς τὸν ὠκεανὸν ἐκβάλλουσι, τοῖς δὲ εἰς τὴν ἡμετέραν θάλατταν. δι’ ὧν δὲ φέρονται χωρίων, πεδία ἐστὶ τὰ πλεῖστα καὶ γεωλο‐ | |
5 | φίαι, διάρρους ἔχουσαι πλωτούς. οὕτως δ’ εὐφυῶς ἴσχει τὰ ῥεῖθρα πρὸς | |
ἄλληλα, ὥστ’ ἐξ ἑκατέρας τῆς θαλάττης εἰς ἑκατέραν κατακομίζεσθαι, πορευομένων τῶν φορτίων ἐπ’ ὀλίγον καὶ διὰ πεδίων εὐμαρῶς· τὸ δὲ πλέον τοῖς ποταμοῖς, τοῖς μὲν ἀναγομένων, τοῖς δὲ καταγομένων. ἔχει δέ τι πλεονέκτημα πρὸς τοῦτο ὁ Ῥοδανός· καὶ γὰρ πολλαχόθεν ἐστὶ σύρρους, | 48 | |
10 | ὥσπερ εἰρήσεται, καὶ συνάπτει πρὸς τὴν ἡμετέραν θάλατταν κρείττω τῆς ἐκτὸς οὖσαν, καὶ διὰ χώρας διέξεισι τῆς εὐδαιμονεστάτης τῶν ταύτῃ. | |
28b(n) | Strabo 4,1,14 | |
1 | 14. Ἵδρυται δ’ ἡ Τολῶσσα κατὰ τὸ στενότατον τοῦ ἰσθμοῦ τοῦ διείργον‐ τος ἀπὸ τῆς κατὰ Νάρβωνα θαλάττης τὸν ὠκεανόν, ὅν φησι Ποσειδώνιος ἐλάττω τῶν τρισχιλίων σταδίων. ἄξιον δ’ ἀντὶ πάντων ἐπισημήνασθαι πάλιν, ὅπερ εἴπομεν πρότερον, τὴν ὁμολογίαν τῆς χώρας πρός τε τοὺς | |
5 | ποταμοὺς καὶ τὴν θάλατταν τήν τ’ ἐκτὸς ὁμοίως καὶ τὴν ἐντός· εὕροι γὰρ ἄν τις ἐπιστήσας οὐκ ἐλάχιστον μέρος τοῦθ’ ὑπάρχον τῆς τῶν τόπων ἀρετῆς, λέγω δὲ τὸ τὰς χρείας ἐπιπλέκεσθαι τὰς τοῦ βίου μετὰ ῥᾳστώνης ἅπασι πρὸς ἅπαντας καὶ τὰς ὠφελείας ἀνεῖσθαι κοινάς, μάλιστα δὲ νῦν, ἡνίκα ἄγοντες σχολὴν ἀπὸ τῶν ὅπλων ἐργάζονται τὴν χώραν ἐπιμελῶς, | |
10 | καὶ τοὺς βίους κατασκευάζονται πολιτικούς· ὥστε ἐπὶ τῶν τοιούτων κἂν τὸ τῆς προνοίας ἔργον ἐπιμαρτυρεῖσθαί τις ἂν δόξειεν, οὐχ ὅπως ἔτυχεν, ἀλλ’ ὡς ἂν μετὰ λογισμοῦ τινος διακειμένων τῶν τόπων. ὁ μέν γε Ῥοδα‐ νὸς πολύν τε ἔχει τὸν ἀνάπλουν καὶ μεγάλοις φορτίοις καὶ ἐπὶ πολλὰ μέρη τῆς χώρας διὰ τὸ τοὺς ἐμπίπτοντας εἰς αὐτὸν ποταμοὺς ὑπάρχειν πλωτοὺς | |
15 | καὶ διαδέχεσθαι τὸν φόρτον πλεῖστον. ὁ δ’ Ἄραρ ἐκδέχεται καὶ ὁ Δοῦβις ὁ εἰς τοῦτον ἐμβάλλων, εἶτα πεζεύεται μέχρι τοῦ Σηκοάνα ποταμοῦ, κἀν‐ τεῦθεν ἤδη καταφέρεται εἰς τὸν ὠκεανὸν καὶ τοὺς Ληξοβίους καὶ Καλέτους, ἐκ δὲ τούτων εἰς τὴν Πρεττανικὴν ἐλάττων ἢ ἡμερήσιος δρόμος ἐστίν. ἐπεὶ δ’ ἐστὶν ὀξὺς καὶ δυσανάπλους ὁ Ῥοδανός, τινὰ τῶν ἐντεῦθεν φορτίων | |
20 | πεζεύεται μᾶλλον ταῖς ἁρμαμάξαις, ὅσα εἰς Ἀρουέρνους κομίζεται καὶ τὸν Λείγηρα ποταμόν, καίπερ τοῦ Ῥοδανοῦ καὶ τούτοις πλησιάζοντος ἐκ μέρους· ἀλλ’ ἡ ὁδὸς πεδιὰς οὖσα καὶ οὐ πολλή, περὶ ὀκτακοσίους στα‐ δίους, ἐπάγεται μὴ χρήσασθαι τῷ ἀνάπλῳ διὰ τὸ πεζεύεσθαι ῥᾷον· ἐντεῦθεν δ’ ὁ Λείγηρ εὐφυῶς ἐκδέχεται· ῥεῖ δὲ ἐκ τῶν Κεμμένων εἰς τὸν | |
25 | ὠκεανόν. ἐκ δὲ Νάρβωνος ἀναπλεῖται μὲν ἐπὶ μικρὸν τῷ Ἄτακι, πεζεύεται δὲ πλέον ἐπὶ τὸν Γαρούναν ποταμόν, καὶ τοῦθ’ ὅσον ὀκτακοσίων ἢ ἑπτακο‐ σίων σταδίων· ῥεῖ δὲ καὶ ὁ Γαρούνας εἰς τὸν ὠκεανόν. | |
29(n) | Strabo 4,1,7f. | |
1 | Ἓν μὲν οὖν ἔχει παράδοξον ἡ προειρημένη παραλία, τὸ περὶ τοὺς ὀρυκτοὺς ἰχθῦς, ἕτερον δὲ μεῖζον τούτου σχεδόν τι, τὸ λεχθησόμενον. μεταξὺ γὰρ τῆς Μασσαλίας καὶ τῶν ἐκβολῶν τοῦ Ῥοδανοῦ πεδίον ἐστὶ τῆς θαλάττης | |
διέχον εἰς ἑκατὸν σταδίους, τοσοῦτον δὲ καὶ τὴν διάμετρον, κυκλοτερὲς | 49 | |
5 | τὸ σχῆμα· καλεῖται δὲ Λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος. μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν, ὑποπεφυκυῖαν ἐχόντων αὑτοῖς ἄγρωστιν, ἀφ’ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν· ἐν μέσῳ δ’ ὕδατα καὶ ἁλυκίδες ἐνίσταν‐ ται καὶ ἅλες. ἅπασα μὲν οὖν καὶ ἡ ὑπερκειμένη χώρα προσήνεμός ἐστι, διαφερόντως δ’ εἰς τὸ πεδίον τοῦτο 〈τὸ〉 μελαμβόρειον καταιγίζει, πνεῦμα | |
10 | βίαιον καὶ φρικῶδες· φασὶ γοῦν σύρεσθαι καὶ κυλινδεῖσθαι τῶν λίθων ἐνίους, κατακλᾶσθαι δὲ τοὺς ἀνθρώπους ἀπὸ τῶν ὀχημάτων καὶ γυμνοῦ‐ σθαι καὶ ὅπλων καὶ ἐσθῆτος ἀπὸ τῆς ἐμπνοῆς. Ἀριστοτέλης μὲν οὖν φησιν ὑπὸ σεισμῶν, τῶν καλουμένων βραστῶν, ἐκπεσόντας τοὺς λίθους εἰς τὴν ἐπιφάνειαν συνολισθεῖν εἰς τὰ κοῖλα τῶν | |
15 | χωρίων. Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ, καὶ διὰ τοῦτο εἰς πλείονας μερισθῆναι λίθους, καθάπερ τοὺς ποταμίους κάχληκας καὶ τὰς ψήφους τὰς αἰγιαλίτιδας, ὁμοίους δὲ καὶ λείους καὶ ἰσομεγέθεις τῇ ὁμοιότητι· καὶ τὴν αἰτίαν ἀποδεδώκασιν ἀμφότεροι. Ἀπίθανος μὲν οὖν ὁ παρ’ ἀμφοῖν λόγος· ἀνάγκη γὰρ τοὺς οὕτω συνεστῶ‐ | |
20 | τας λίθους οὐ καθ’ ἑαυτοὺς ἢ ἐξ ὑγροῦ παγέντας μεταβαλεῖν, 〈ἢ〉 ἐκ πετρῶν μεγάλων ῥήγματα συνεχῆ λαβουσῶν ἀποκριθῆναι. τὸ μέντοι δυσαπο‐ λόγητον Αἰσχύλος καταμαθών, ἢ παρ’ ἄλλου λαβὼν εἰς μῦθον ἐξετόπισε. φησὶ γοῦν Προμηθεὺς παρ’ αὐτῷ, καθηγούμενος Ἡρακλεῖ τῶν ὁδῶν τῶν ἀπὸ Καυκάσου πρὸς τὰς Ἑσπερίδας (fr. 199 N.2)· | |
25 | ἥξεις δὲ Λιγύων εἰς ἀτάρβητον στρατόν, ἔνθ’ οὐ μάχης, σάφ’ οἶδα, καὶ θοῦρός περ ὢν μέμψῃ· πέπρωται γάρ σε καὶ βέλη λιπεῖν ἐνταῦθ’· ἑλέσθαι δ’ οὔ τιν’ ἐκ γαίας λίθον ἕξεις, ἐπεὶ πᾶς χῶρός ἐστι μαλθακός. | |
30 | ἰδὼν δ’ ἀμηχανοῦντά ς’ ὁ Ζεὺς οἰκτερεῖ, νεφέλην δ’ ὑποσχὼν νιφάδι γογγύλων πέτρων ὑπόσκιον θήσει χθόν’, οἷς ἔπειτα σὺ βαλὼν διώσει ῥᾳδίως Λίγυν στρατόν· ὥσπερ οὐ κρεῖττον ὄν, φησὶν ὁ Ποσειδώνιος, εἰς αὐτοὺς τοὺς Λίγυας | |
35 | ἐμβαλεῖν τοὺς λίθους καὶ καταχῶσαι πάντας, ἢ τοσούτων δεόμενον ποιῆσαι λίθων τὸν Ἡρακλέα. τὸ μὲν οὖν τοσούτων ἀναγκαῖον ἦν, εἴπερ καὶ πρὸς ὄχλον παμπληθῆ· ὥστε ταύτῃ γε πιθανώτερος ὁ μυθογράφος τοῦ ἀνασκευάζοντος τὸν μῦθον. ἀλλὰ καὶ τὰ ἄλλα πεπρῶσθαι φήσας ὁ ποιητὴς οὐκ ἐᾷ μέμφεσθαι φιλαιτίως. καὶ γὰρ ἐν τοῖς περὶ τῆς προνοίας | |
40 | καὶ τῆς εἱμαρμένης λόγοις εὕροι τις ἂν πολλὰ τοιαῦτα τῶν ἀνθρωπίνων καὶ τῶν φύσει γινομένων, ὥστ’ ἐπ’ αὐτῶν φάναι πολὺ κρεῖττον εἶναι τόδε ἢ τόδε γενέσθαι, οἷον εὔομβρον εἶναι τὴν Αἴγυπτον, ἀλλὰ μὴ τὴν Αἰθιοπίαν ποτίζειν τὴν γῆν· καὶ τὸν Πάριν εἰς Σπάρτην πλέοντα ναυαγίῳ | |
περιπεσεῖν, ἀλλὰ μὴ τὴν Ἑλένην ἁρπάσαντα δίκας τῖσαι τοῖς ἀδικη‐ | 50 | |
45 | θεῖσιν ὕστερον, ἡνίκα τοσοῦτον ἀπειργάσατο φθόρον Ἑλλήνων καὶ βαρβά‐ ρων· ὅπερ Εὐριπίδης (fr. 1082 N.) ἀνήνεγκεν εἰς τὸν Δία· Ζεὺς γὰρ κακὸν μὲν Τρωσὶ πῆμα δ’ Ἑλλάδι θέλων γενέσθαι ταῦτ’ ἐβούλευσεν πατήρ. 8. Περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος μὲν ἐπιτιμᾷ | |
29(50) | Τιμαίῳ, φήσας εἶναι μὴ πεντάστομον, ἀλλὰ δίστομον. Ἀρτεμίδωρος δὲ τρίστομον λέγει. Μάριος δ’ ὕστερον, ὁρῶν τυφλόστομον γινόμενον ἐκ τῆς προχώσεως καὶ δυσείσβολον, καινὴν ἔτεμε διώρυχα καὶ ταύτῃ δεξάμενος τὸ πλέον τοῦ ποταμοῦ Μασσαλιώταις ἔδωκεν ἀριστεῖον κατὰ τὸν πρὸς Ἄμβρωνας καὶ Τωυγενοὺς πόλεμον. | |
30(n) | Strabo 4,1,11 | |
1 | Φέρεται δ’ ἀπὸ τῶν Ἄλπεων οὗτος (ὁ Ῥοδανὸς) πολὺς καὶ σφοδρός, ὅς γε καὶ διὰ λίμνης ἐξιὼν τῆς Λημέννης φανερὸν δείκνυσι τὸ ῥεῖθρον ἐπὶ πολλοὺς σταδίους. | |
31(n) | Strabo 4,2,1 | |
1 | Ἐνταῦθα δ’ ἐστὶ καὶ ὁ κόλπος ὁ ποιῶν τὸν ἰσθμὸν πρὸς τὸν ἐν τῇ Ναρβω‐ νίτιδι παραλίᾳ Γαλατικὸν κόλπον, ὁμώνυμος ἐκείνῳ καὶ αὐτός. ἔχουσι δὲ Τάρβελλοι τὸν κόλπον, παρ’ οἷς ἐστι τὰ χρυσεῖα σπουδαιότατα πάντων· ἐν γὰρ βόθροις ὀρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται καὶ χειροπληθεῖς | |
5 | χρυσίου πλάκες, ἔσθ’ ὅτε μικρᾶς ἀποκαθάρσεως δεόμεναι. τὸ δὲ λοιπὸν ψῆγμά ἐστι καὶ βῶλοι, καὶ αὗται κατεργασίαν οὐ πολλὴν ἔχουσαι. | |
32(n) | Strabo 4,2,3 | |
1 | Βιτ〈υ〉ίτου δέ, τοῦ πρὸς τὸν Μάξιμον καὶ τὸν Δομήτιον πολεμήσαντος, ὁ πατὴρ Λουέριος τοσοῦτον πλούτῳ λέγεται καὶ τρυφῇ διενεγκεῖν, ὥστε ποτὲ ἐπίδειξιν ποιούμενος τοῖς φίλοις τῆς εὐπορίας ἐπ’ ἀπήνης φέρεσθαι διὰ πεδίου, χρυσοῦ νόμισμα καὶ ἀργύρου δεῦρο κἀκεῖσε διασπείρων, ὥστε | |
5 | συλλέγειν ἐκείνους ἀκολουθοῦντας. | |
33(n) | Strabo 4,4,2 | |
1 | 2. Τὸ δὲ σύμπαν φῦλον, ὃ νῦν Γαλλικόν τε καὶ Γαλατικὸν καλοῦσιν, ἀρειμάνιόν τ’ ἐστι καὶ θυμικὸν καὶ ταχὺ πρὸς μάχην, ἄλλως δὲ ἁπλοῦν καὶ οὐ κακόηθες. διὰ δὲ τοῦτο ἐρεθισθέντες μὲν ἀθρόοι συνίασιν πρὸς τοὺς ἀγῶνας καὶ φανερῶς καὶ οὐ μετὰ περισκέψεως, ὥστε καὶ εὐμεταχείριστοι | |
5 | γίνονται τοῖς καταστρατηγεῖν ἐθέλουσι· καὶ γὰρ ὅτε βούλεται καὶ ὅπου | |
καὶ ἀφ’ ἧς ἔτυχε προφάσεως παροξύνας τις αὐτοὺς ἑτοίμους ἔσχε πρὸς τὸν κίνδυνον, πλὴν βίας καὶ τόλμης οὐδὲν ἔχοντας τὸ συναγωνιζόμενον. παραπεισθέντες δὲ εὐμαρῶς ἐνδιδόασι πρὸς τὸ χρήσιμον, ὥστε καὶ παι‐ δείας ἅπτεσθαι καὶ λόγων. τῆς δὲ βίας τὸ μὲν ἐκ τῶν σωμάτων ἐστὶ | 51 | |
10 | μεγάλων ὄντων, τὸ δ’ ἐκ τοῦ πλήθους· συνίασι δὲ κατὰ πλῆθος ῥᾳδίως διὰ τὸ ἁπλοῦν καὶ αὐθέκαστον, συναγανακτούντων τοῖς ἀδικεῖσθαι δοκοῦ‐ σιν ἀεὶ τῶν πλησίον. | |
34(n) | Strabo 4,4,4—6 | |
1 | 4. Παρὰ πᾶσι δ’ ὡς ἐπίπαν τρία φῦλα τῶν τιμωμένων διαφερόντως ἐστί, βάρδοι τε καὶ οὐάτεις καὶ δρυΐδαι· βάρδοι μὲν ὑμνηταὶ καὶ ποιηταί, οὐάτεις δὲ ἱεροποιοὶ καὶ φυσιολόγοι, δρυΐδαι δὲ πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι· δικαιότατοι δὲ νομίζονται καὶ διὰ τοῦτο | |
5 | πιστεύονται τάς τε ἰδιωτικὰς κρίσεις καὶ τὰς κοινάς, ὥστε καὶ πολέμους διῄτων πρότερον καὶ παρατάττεσθαι μέλλοντας ἔπαυον, τὰς δὲ φονικὰς δίκας μάλιστα τούτοις ἐπετέτραπτο δικάζειν. ὅταν τε φορὰ τούτων ᾖ, φορὰν καὶ τῆς χώρας νομίζουσιν ὑπάρχειν. ἀφθάρτους δὲ λέγουσι καὶ οὗτοι καὶ 〈οἱ〉 ἄλλοι τὰς ψυχὰς καὶ τὸν κόσμον, ἐπικρατήσειν δέ ποτε | |
10 | καὶ πῦρ καὶ ὕδωρ. 5. Τῷ δ’ ἁπλῷ καὶ θυμικῷ πολὺ τὸ ἀνόητον καὶ ἀλαζονικὸν πρόσεστι καὶ τὸ φιλόκοσμον· χρυσοφοροῦσί τε γάρ, περὶ μὲν τοῖς τραχήλοις στρεπτὰ ἔχοντες, περὶ δὲ τοῖς βραχίοσι καὶ τοῖς καρποῖς ψέλια, καὶ τὰς ἐσθῆτας βαπτὰς φοροῦσι καὶ χρυσοπάστους οἱ ἐν ἀξιώματι. ὑπὸ τῆς τοιαύτης δὲ | |
15 | κουφότητος ἀφόρητοι μὲν νικῶντες, ἐκπλαγεῖς δ’ ἡττηθέντες ὁρῶνται. πρόσεστι δὲ τῇ ἀνοίᾳ καὶ τὸ βάρβαρον καὶ τὸ ἔκφυλον, ὃ τοῖς προσβόρροις ἔθνεσι παρακολουθεῖ πλεῖστον, τὸ ἀπὸ τῆς μάχης ἀπιόντας τὰς κεφαλὰς τῶν πολεμίων ἐξάπτειν ἐκ τῶν αὐχένων τῶν ἵππων, κομίσαντας δὲ προσ‐ πατταλεύειν [τὴν θέαν] τοῖς προπυλαίοις. φησὶ γοῦν Ποσειδώνιος αὐτὸς | |
20 | ἰδεῖν ταύτην 〈τὴν θέαν〉 πολλαχοῦ καὶ τὸ μὲν πρῶτον ἀηθίζεσθαι, μετὰ δὲ ταῦτα φέρειν πράως διὰ τὴν συνήθειαν. τὰς δὲ τῶν ἐνδόξων κεφαλὰς κεδροῦντες ἐπεδείκνυον τοῖς ξένοις, καὶ οὐδὲ πρὸς ἰσοστάσιον χρυσὸν ἀπολυτροῦν ἠξίουν. καὶ τούτων δ’ ἔπαυσαν αὐτοὺς Ῥωμαῖοι, καὶ τῶν κατὰ τὰς θυσίας καὶ μαντείας ὑπεναντίων τοῖς παρ’ ἡμῖν νομίμοις. ἄνθρωπον | |
25 | δὲ κατεσπεισμένον παίσαντες εἰς νῶτον μαχαίρᾳ ἐμαντεύοντο ἐκ τοῦ σφαδασμοῦ. ἔθυον δὲ οὐκ ἄνευ δρυϊδῶν. καὶ ἄλλα δὲ ἀνθρωποθυσιῶν εἴδη λέγεται· καὶ γὰρ κατετόξευόν τινας καὶ ἀνεσταύρουν ἐν τοῖς ἱεροῖς καὶ κατασκευάσαντες κολοσσὸν χόρτου καὶ ξύλων, ἐμβαλόντες εἰς τοῦτον βοσκήματα καὶ θηρία παντοῖα καὶ ἀνθρώπους ὡλοκαύτουν. | |
30 | 6. Ἐν δὲ τῷ ὠκεανῷ φησιν εἶναι νῆσον μικρὰν οὐ πάνυ πελαγίαν, προκειμένην τῆς ἐκβολῆς τοῦ Λείγηρος ποταμοῦ· οἰκεῖν δὲ ταύτην τὰς | |
τῶν Ναμνιτῶν γυναῖκας, Διονύσῳ κατεχομένας καὶ ἱλασκομένας τὸν θεὸν τοῦτον τελεταῖς τε καὶ ἄλλαις ἱεροποιίαις [ἐξιλεουμένας]· οὐκ ἐπιβαίνειν δὲ ἄνδρα τῆς νήσου, τὰς δὲ γυναῖκας αὐτὰς πλεούσας κοινωνεῖν τοῖς | 52 | |
35 | ἀνδράσι καὶ πάλιν ἐπανιέναι. ἔθος δ’ εἶναι κατ’ ἐνιαυτὸν ἅπαξ τὸ ἱερὸν ἀποστεγάζεσθαι καὶ στεγάζεσθαι πάλιν αὐθημερὸν πρὸ δύσεως, ἑκάστης φορτίον ἐπιφερούσης· ἧς δ’ ἂν ἐκπέσῃ τὸ φορτίον, διασπᾶσθαι ταύτην ὑπὸ τῶν ἄλλων· φερούσας δὲ τὰ μέρη περὶ τὸ ἱερὸν μετ’ εὐασμοῦ μὴ παύεσθαι πρότερον, πρὶν παύσωνται τῆς λύττης· ἀεὶ δὲ συμβαίνειν ὥστε | |
40 | τινὰ ἐμπίπτειν τὴν τοῦτο πεισομένην. Τοῦτο δ’ ἔτι μυθωδέστερον εἴρηκεν Ἀρτεμίδωρος τὸ περὶ τοὺς κόρακας συμβαῖνον. λιμένα γάρ τινα τῆς παρωκεανίτιδος ἱστορεῖ Δύο κοράκων ἐπονομαζόμενον, φαίνεσθαι δ’ ἐν τούτῳ δύο κόρακας τὴν δεξιὰν πτέρυγα παράλευκον ἔχοντας· τοὺς οὖν περί τινων ἀμφισβητοῦντας, ἀφικομένους | |
45 | δεῦρο ἐφ’ ὑψηλοῦ τόπου σανίδα θέντας ἐπιβάλλειν ψαιστά, ἑκάτερον χωρίς· τοὺς δ’ ὄρνεις ἐπιπτάντας τὰ μὲν ἐσθίειν, τὰ δὲ σκορπίζειν· οὗ δ’ ἂν σκορπισθῇ τὰ ψαιστά, ἐκεῖνον νικᾶν. ταῦτα μὲν οὖν μυθωδέστερα λέγει, περὶ δὲ τῆς Δήμητρος καὶ Κόρης πιστότερα, ὅτι φησὶν εἶναι νῆσον πρὸς τῇ Πρεττανικῇ, καθ’ ἣν ὅμοια τοῖς ἐν Σαμοθρᾴκῃ περὶ τὴν Δήμητραν | |
34(50) | καὶ τὴν Κόρην ἱεροποιεῖται. καὶ τοῦτο δὲ τῶν πιστευομένων ἐστίν, ὅτι ἐν τῇ Κελτικῇ φύεται δένδρον ὅμοιον συκῇ, καρπὸν δ’ ἐκφέρει παραπλή‐ σιον κιοκράνῳ Κορινθιουργεῖ· ἐπιτμηθεὶς δ’ οὗτος, ἀφίησιν ὀπὸν θανά‐ σιμον πρὸς τὰς ἐπιχρίσεις τῶν βελῶν. καὶ τοῦτο δὲ τῶν θρυλουμένων ἐστίν, ὅτι πάντες Κελτοὶ ἡδονικοί τέ εἰσι, καὶ οὐ νομίζεται παρ’ αὐτοῖς | |
55 | αἰσχρὸν τὸ τῆς ἀκμῆς ἀφειδεῖν τοὺς νέους. | |
35(n) | Strabo 5,1,8 | |
1 | Ποσειδώνιος δέ φησι ποταμὸν τὸν Τίμαυον ἐκ τῶν ὀρῶν φερόμενον κατα‐ πίπτειν εἰς βέρεθρον, εἶθ’ ὑπὸ γῆς ἐνεχθέντα περὶ ἑκατὸν καὶ τριάκοντα σταδίους ἐπὶ τῇ θαλάττῃ τὴν ἐκβολὴν ποιεῖσθαι. | |
36(n) | Strabo 5,2,1 | |
1 | Δευτέρα δὲ λεγέσθω ἡ Λιγυστικὴ ἡ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσι, μεταξὺ ἱδρυμένη τῆς νῦν λεχθείσης Κελτικῆς καὶ τῆς Τυρρηνίας, οὐδὲν ἔχουσα περιηγήσεως ἄξιον, πλὴν ὅτι κωμηδὸν ζῶσι, τραχεῖαν γῆν ἀροῦντες καὶ σκάπτοντες, μᾶλλον δὲ λατομοῦντες, ὥς φησι Ποσειδώνιος. | |
37(n) | Strabo 5,2,6 | |
1 | Τοῦτό τε δὴ παράδοξον ἡ νῆσος ἔχει καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι πάλιν τῷ χρόνῳ τὰ μεταλλευθέντα, καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τοὺς ἐν Ἰν‐ | |
δοῖς ἅλας, οὕς φησι Κλείταρχος. | 53 | |
38(n) | Strabo 5,4,8 | |
1 | Ὑπέρκειται δὲ τῶν τόπων τούτων ὄρος τὸ Οὐεσούιον, ἀγροῖς περιοικού‐ μενον παγκάλοις πλὴν τῆς κορυφῆς· αὕτη δ’ ἐπίπεδος μὲν πολὺ μέρος ἐστίν, ἄκαρπος δ’ ὅλη, ἐκ δὲ τῆς ὄψεως τεφρώδης, καὶ κοιλάδας φαίνει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν, ὡς ἂν ἐκβεβρωμένων | |
5 | ὑπὸ πυρός· ὥστε τεκμαίροιτ’ ἄν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρός, σβεσθῆναι δ’ ἐπιλιπούσης τῆς ὕλης. τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτ’ αἴτιον, ὥσπερ ἐν τῇ Κατάνῃ, φασί, τὸ κατατεφρωθὲν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. ἔχει μὲν γὰρ τὸ λιπαῖνον καὶ τὴν | |
10 | ἐκπυρουμένην βῶλον καὶ τὴν ἐκφέρουσαν τοὺς καρπούς· πλεονάζουσα μὲν οὖν τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία, καθάπερ ἡ θειώδης πᾶσα, ἐξικμασθεῖσα δὲ καὶ λαβοῦσα σβέσιν καὶ ἐκτέφρωσιν εἰς καρπογονίαν μετέβαλε. | |
39(n) | Strabo 5,4,9 | |
1 | Ἐντεῦθεν καὶ ὁ μῦθος, ὅτι φασὶ τὸν Τυφῶνα ὑποκεῖσθαι τῇ νήσῳ ταύτῃ, στρεφομένου δὲ τὰς φλόγας ἀναφυσᾶσθαι καὶ τὰ ὕδατα, ἔστι δ’ ὅτε καὶ νησῖδας ἐχούσας ζέον ὕδωρ. πιθανώτερον δὲ Πίνδαρος εἴρηκεν ἐκ τῶν φαινομένων ὁρμηθείς, ὅτι πᾶς ὁ πόρος οὗτος, ἀπὸ τῆς Κυμαίας ἀρξάμενος | |
5 | μέχρι τῆς Σικελίας, διάπυρός ἐστι, καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας πρός τε ἀλλήλας καὶ πρὸς τὴν ἤπειρον. διόπερ ἥ τε Αἴτνη τοιαύτην ἔχειν δείκνυται φύσιν, οἵαν ἱστοροῦσιν ἅπαντες, καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ τὴν Δικαιαρχίαν καὶ Νεάπολιν καὶ Βαΐας χωρία καὶ αἱ Πιθηκοῦσσαι. ταῦτ’ οὖν διανοηθεὶς τῷ παντὶ τόπῳ | |
10 | τούτῳ φησὶν (Pyth. 1, 18ff.) ὑποκεῖσθαι τὸν Τυφῶνα· νῦν γε μὰν ταί θ’ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τ’ αὐτοῦ πιέζει στέρνα λαχνάεντα. | |
15 | καὶ Τίμαιος δὲ περὶ τῶν Πιθηκουσσῶν φησιν ὑπὸ τῶν παλαιῶν πολλὰ παραδοξολογεῖσθαι, μικρὸν δὲ πρὸ ἑαυτοῦ τὸν Ἐπωμέα λόφον ἐν μέσῃ τῇ νήσῳ τιναγέντα ὑπὸ σεισμῶν ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάττης ἐξῶσαι [πάλιν] ἐπὶ τὸ πέλαγος, τὸ δ’ ἐκτεφρωθὲν τῆς γῆς, μετεωρισμὸν λαβόν, κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ | |
20 | ἐπὶ τρεῖς τὴν θάλατταν ἀναχωρῆσαι σταδίους, ἀναχωρήσασαν 〈δὲ〉 μετ’ οὐ πολὺ ὑποστρέψαι καὶ τῇ παλιρροίᾳ κατακλύσαι τὴν νῆσον, καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῇ πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῇ ἠπείρῳ φυγεῖν ἐκ | |
τῆς παραλίας εἰς τὴν 〈ἄνω〉 Καμπανίαν. | 54 | |
40(n) | Strabo 6,1,6 | |
1 | Ὠνομάσθη δὲ Ῥήγιον, εἴθ’, ὥς φησιν Αἰσχύλος, διὰ τὸ συμβὰν πάθος τῇ χώρᾳ ταύτῃ· ἀπορραγῆναι γὰρ ἀπὸ τῆς ἠπείρου τὴν Σικελίαν ὑπὸ σεισ‐ μῶν, ἄλλοι τε κἀκεῖνος (fr. 402 N.) εἴρηκεν· ἀφ’ οὗ δὴ Ῥήγιον κικλήσκεται. | |
5 | τεκμαίρονται δ’ ἀπὸ τῶν περὶ τὴν Αἴτνην συμπτωμάτων καὶ τῶν κατ’ ἄλλα μέρη τῆς Σικελίας καὶ τῶν κατὰ Λιπάραν καὶ τὰς περὶ αὐτὴν νήσους, ἔτι δὲ τῶν κατὰ τὰς Πιθηκούσσας καὶ τὴν προσεχῆ περαίαν ἅπασαν οὐκ ἀπεικὸς ὑπάρχειν καὶ τοῦτο συμβῆναι. νυνὶ μὲν οὖν ἀνεῳγμένων τούτων τῶν στομάτων, δι’ ὧν τὸ πῦρ ἀναφυσᾶται καὶ μύδροι καὶ ὕδατα | |
10 | ἐκπίπτει, σπάνιόν τι σείεσθαί φασι τὴν περὶ τὸν Πορθμὸν γῆν, τότε δὲ πάντων ἐμπεφραγμένων τῶν εἰς τὴν ἐπιφάνειαν πόρων, ὑπὸ γῆς σμυχό‐ μενον τὸ πῦρ καὶ τὸ πνεῦμα σεισμοὺς ἀπειργάζετο σφοδρούς, μοχλευόμενοι δ’ οἱ τόποι πρὸς τὴν βίαν τῶν ἀνέμων ὑπεῖξάν ποτε καὶ ἀναρραγέντες ἐδέξαντο τὴν ἑκατέρωθεν θάλατταν καὶ ταύτην καὶ τὴν μεταξὺ τῶν | |
15 | ἄλλων τῶν ταύτῃ νήσων. καὶ γὰρ ἡ Προχύτη καὶ Πιθηκοῦσσαι ἀποσπάσ‐ ματα τῆς ἠπείρου καὶ αἱ Καπρίαι καὶ ἡ Λευκωσία καὶ Σειρῆνες καὶ Οἰνω‐ τρίδες. αἱ δὲ καὶ ἐκ τοῦ πελάγους ἀνέδυσαν, καθάπερ καὶ νῦν πολλαχοῦ συμβαίνει· τὰς μὲν γὰρ πελαγίας ἐκ βυθοῦ μᾶλλον ἀνενεχθῆναι πιθανόν, τὰς δὲ προκειμένας τῶν ἀκρωτηρίων καὶ πορθμῷ διῃρημένας ἐντεῦθεν | |
20 | ἀπερρωγέναι δοκεῖν εὐλογώτερον. Πλὴν εἴτε διὰ ταῦτα τοὔνομα τῇ πόλει γέγονεν, εἴτε διὰ τὴν ἐπιφάνειαν τῆς πόλεως, ὡς ἂν βασίλειον τῇ Λατίνῃ φωνῇ ... | |
41(n) | Strabo 6,2,1 | |
1 | Ἔστι δ’ ἡ Σικελία τρίγωνος τῷ σχήματι, καὶ διὰ τοῦτο Τρινακρία μὲν πρότερον, Θρινακία δ’ ὕστερον προσηγορεύθη, μετονομασθεῖσα εὐφω‐ νότερον. τὸ δὲ σχῆμα διορίζουσι τρεῖς ἄκραι, Πελωριὰς μὲν ἡ πρὸς τὴν Καῖνυν καὶ τὴν στυλίδα [καὶ] τὴν Ῥηγίνων ποιοῦσα τὸν Πορθμόν, | |
5 | Πάχυνος δὲ ἡ ἐκκειμένη πρὸς ἕω καὶ τῷ Σικελικῷ κλυζομένη πελάγει, βλέπουσα πρὸς τὴν Πελοπόννησον καὶ τὸν ἐπὶ Κρήτης πόρον· τρίτη δ’ ἐστὶν ἡ προσεχὴς τῇ Λιβύῃ, βλέπουσα πρὸς ταύτην ἅμα καὶ τὴν χειμερινὴν δύσιν, Λιλύβαιον. τῶν δὲ πλευρῶν, ἃς ἀφορίζουσιν αἱ τρεῖς ἄκραι, δύο μέν εἰσι κοῖλαι μετρίως, ἡ δὲ τρίτη κυρτή, ἡ ἀπὸ τοῦ Λιλυβαίου καθήκουσα | |
10 | πρὸς τὴν Πελωριάδα, ἥπερ μεγίστη ἐστί, σταδίων χιλίων καὶ ἑπτακοσίων, ὡς Ποσειδώνιος εἴρηκε προσθεὶς καὶ εἴκοσι. τῶν δ’ ἄλλων ἡ ἐπὶ Πάχυνον ἀπὸ τοῦ Λιλυβαίου μείζων τῆς ἑτέρας· ἐλαχίστη δὲ ἡ τῷ Πορθμῷ καὶ τῇ Ἰταλίᾳ προσεχής, ἡ ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Πάχυνον, σταδίων ὅσον χιλίων καὶ ἑκατὸν καὶ τριάκοντα. τὸν δὲ περίπλουν ὁ Ποσειδώνιος | |
15 | σταδίων τετρακοσίων ἐπὶ τοῖς τετρακισχιλίοις ἀποφαίνει. ... Ποσειδώνιός τε τοῖς κλίμασιν ἀφορίζων τὴν νῆσον, [καὶ] πρὸς ἄρκτον μὲν τὴν Πελωριάδα, πρὸς νότον δὲ Λιλύβαιον, πρὸς ἕω δὲ τὸν Πάχυνον τίθησιν. ἀνάγκη δέ, τῶν κλιμάτων ἐν παραλληλογράμμῳ σχήματι δια‐ στελλομένων, τὰ ἐγγραφόμενα τρίγωνα, καὶ μάλιστα ὅσα σκαληνὰ καὶ | 55 |
20 | ὧν οὐδεμία πλευρὰ 〈οὐδεμιᾷ πλευρᾷ〉 τῶν τοῦ παραλληλογράμμου ἐφαρ‐ μόττει, ἀναρμόστως ἔχειν πρὸς τὰ κλίματα διὰ τὴν λόξωσιν. | |
42(n) | Strabo 6,2,3 | |
1 | Ὑπέρκειται δὲ μάλιστα τῆς Κατάνης ἡ Αἴτνη, καὶ τῶν περὶ τοὺς κρατῆρας παθῶν πλεῖστον κοινωνεῖ· καὶ γὰρ οἱ ῥύακες εἰς τὴν Καταναίαν ἐγγυτάτω καταφέρονται, καὶ τὰ περὶ τοὺς εὐσεβεῖς ἐκ〈εῖ〉 τεθρύληται τὸν Ἀμφίνομον καὶ τὸν Ἀναπίαν, οἳ τοὺς γονέας ἐπὶ τῶν ὤμων ἀράμενοι διέσωσαν ἐπι‐ | |
5 | φερομένου τοῦ κακοῦ. ὅταν δ’, ὁ Ποσειδώνιός φησι, γίνηται τὰ περὶ τὸ ὄρος, κατατεφροῦται πολλῷ βάθει τὰ Καταναίων χωρία· ἡ μὲν οὖν σποδός, λυπήσασα πρὸς καιρόν, εὐεργετεῖ τὴν χώραν χρόνοις ὕστερον· εὐάμπελον γὰρ παρέχεται καὶ χρηστόκαρπον, τῆς ἄλλης οὐχ ὁμοίως οὔσης εὐοίνου· τάς τε ῥίζας, 〈ἃσ〉 ἐκφέρει τὰ κατατεφρωθέντα χωρία, πιαίνειν | |
10 | [δ’] ἐπὶ τοσοῦτον τὰ πρόβατά φασιν, ὥστε πνίγεσθαι· διόπερ ἐκ τῶν ὤτων ἀφαιροῦσιν αἷμα δι’ ἡμερῶν τεσσάρων ἢ πέντε, καθάπερ τοῦτο καὶ κατὰ τὴν Ἐρύθειαν συμβαῖνον εἰρήκαμεν. ὁ δὲ ῥύαξ εἰς πῆξιν μετα‐ βάλλων ἀπολιθοῖ τὴν ἐπιφάνειαν τῆς γῆς ἐφ’ ἱκανὸν βάθος, ὥστε λατο‐ μίας εἶναι χρείαν τοῖς ἀνακαλύψαι βουλομένοις τὴν ἐξ ἀρχῆς ἐπιφάνειαν. | |
15 | τακείσης γὰρ ἐν τοῖς κρατῆρσι τῆς πέτρας, εἶτ’ ἀναβληθείσης, τὸ ὑπερ‐ χυθὲν τῆς κορυφῆς ὑγρὸν πηλός ἐστι μέλας, ῥέων κατὰ τῆς ὀρεινῆς· εἶτα πῆξιν λαβὼν γίνεται λίθος μυλίας, τὴν αὐτὴν φυλάττων χρόαν, ἣν ῥέων εἶχε. καὶ ἡ σποδὸς δὲ καιομένων τῶν λίθων ὡς ἀπὸ τῶν ξύλων γίνεται· καθάπερ οὖν τὸ πήγανον τῇ ξυλίνῃ σποδῷ τρέφεται, τοιοῦτον ἔχειν τι | |
20 | οἰκείωμα πρὸς τὴν ἄμπελον εἰκὸς τὴν Αἰτναίαν σποδόν. | |
43(n) | Strabo 6,2,7—11 | |
1 | Φησὶ δ’ ὁ Ποσειδώνιος οἷον ἀκροπόλεις ἐπὶ θαλάττης δύο τὰς Συρακούσας ἱδρῦσθαι καὶ τὸν Ἔρυκα, μέσην δ’ ἀμφοῖν ὑπερκεῖσθαι τῶν κύκλῳ πεδίων τὴν Ἔνναν. [Κεκάκωται δὲ καὶ ἡ Λεοντίνη πᾶσα, Ναξίων οὖσα καὶ αὐτὴ τῶν | |
5 | αὐτόθι· τῶν μὲν γὰρ ἀτυχημάτων ἐκοινώνησαν ἀεὶ τοῖς Συρακουσίοις, τῶν δ’ εὐτυχημάτων οὐκ ἀεί.] 8. Πλησίον δὲ τῶν Κεντορίπων ἐστὶ πόλισμα, ἡ μικρὸν ἔμπροσθεν | |
λεχθεῖσα Αἴτνη, τοὺς ἀναβαίνοντας ἐπὶ τὸ ὄρος δεχομένη καὶ παρα‐ πέμπουσα· ἐντεῦθεν γὰρ ἀρχὴ τῆς ἀκρωρείας. ἔστι δὲ ψιλὰ τὰ ἄνω χωρία | 56 | |
10 | καὶ τεφρώδη καὶ χιόνος μεστὰ τοῦ χειμῶνος, τὰ κάτω δὲ δρυμοῖς καὶ φυτείαις διείληπται παντοδαπαῖς. ἔοικε δὲ λαμβάνειν μεταβολὰς πολλὰς τὰ ἄκρα τοῦ ὄρους διὰ τὴν νομὴν τοῦ πυρός, τοτὲ μὲν εἰς ἕνα κρατῆρα συμφερομένου, τοτὲ δὲ σχιζομένου, καὶ τοτὲ μὲν ῥύακας ἀναπέμποντος, τοτὲ δὲ φλόγας καὶ λιγνῦς, ἄλλοτε δὲ καὶ μύδρους ἀναφυσῶντος· ἀνάγκη | |
15 | δὲ τοῖς πάθεσι τούτοις τούς τε ὑπὸ γῆν πόρους συμμεταβάλλειν καὶ τὰ στόμια ἐνίοτε πλείω κατὰ τὴν ἐπιφάνειαν 〈εἶναι〉 τὴν πέριξ. οἱ δ’ οὖν νεωστὶ ἀναβάντες διηγοῦντο ἡμῖν, ὅτι καταλάβοιεν ἄνω πεδίον ὁμαλόν, ὅσον εἴκοσι σταδίων τὴν περίμετρον, κλειόμενον ὀφρύϊ τεφρώδει, τειχίου τὸ ὕψος ἔχοντι, ὥστε δεῖν καθαλέσθαι τοὺς εἰς τὸ πεδίον προελθεῖν | |
20 | βουλομένους· ὁρᾶν τ’ ἐ〈ν〉 τῷ μέσῳ βουνὸν τεφρώδη τὴν χρόαν, οἵαπερ καὶ ἡ ἐπιφάνεια καθεωρᾶτο τοῦ πεδίου, ὑπὲρ δὲ τοῦ βουνοῦ νέφος ὄρθιον διανεστηκὸς εἰς ὕψος ὅσον διακοσίων ποδῶν ἠρεμοῦν (εἶναι γὰρ καὶ νηνεμίαν), εἰκάζειν δὲ καπνῷ· δύο δὲ τολμήσαντας προελθεῖν εἰς τὸ πεδίον, ἐπειδὴ θερμοτέρας ἐπέβαινον τῆς ψάμμου καὶ βαθυτέρας, ἀνα‐ | |
25 | στρέψαι, μηδὲν ἔχοντας περιττότερον φράζειν τῶν φαινομένων τοῖς πόρ‐ ρωθεν ἀφορῶσι. νομίζειν δ’ ἐκ τῆς τοιαύτης ὄψεως πολλὰ μυθεύεσθαι, καὶ μάλιστα οἷά φασί τινες περὶ Ἐμπεδοκλέους, ὅτι καθάλοιτο εἰς τὸν κρατῆρα καὶ καταλίποι τοῦ πάθους ἴχνος τῶν ἐμβάδων τὴν ἑτέραν, ἃς ἐφόρει χαλκᾶς· εὑρεθῆναι γὰρ ἔξω μικρὸν ἄποθεν τοῦ χείλους τοῦ κρατῆ‐ | |
30 | ρος, ὡς ἀνερριμμένην ὑπὸ τῆς βίας τοῦ πυρός· οὔτε γὰρ προσιτὸν εἶναι τὸν τόπον οὔθ’ ὁρατόν, εἰκάζειν τε μηδὲ[ν] καταρριφῆναί τι δύνασθαι ἐκεῖσε ὑπὸ τῆς ἀντιπνοίας τῶν ἐκ βάθους ἀνέμων καὶ τῆς θερμότητος, ἣν προαπαντᾶν εὔλογον πόρρωθεν πρὶν ἢ τῷ στομίῳ τοῦ κρατῆρος προσ‐ πελάσαι· εἰ δὲ καταρριφθείη, φθάνοι ἂν διαφθαρὲν πρὶν ἀναρριφῆναι | |
35 | πάλιν, ὁποῖον παρελήφθη πρότερον. τὸ μὲν οὖν ἐκλείπειν ποτὲ τὰ πνεύ‐ ματα καὶ τὸ πῦρ, ἐπιλειπούσης τῆς ὕλης, οὐκ ἄλογον, οὐ μὴν ἐπὶ τοσοῦτόν γε, ὥστ’ ἀντὶ τῆς τοσαύτης βίας ἐφικτὸν ἀνθρώπῳ γενέσθαι τὸν πλη‐ σιασμόν. Ὑπέρκειται δ’ ἡ Αἴτνη μᾶλλον μὲν τῆς κατὰ τὸν Πορθμὸν καὶ τὴν | |
40 | Καταναίαν παραλίας, ἀλλὰ καὶ τῆς κατὰ τὸ Τυρρηνικὸν πέλαγος καὶ τὰς Λιπαραίων νήσους. νύκτωρ μὲν οὖν καὶ φέγγη φαίνεται λαμπρὰ ἐκ τῆς κορυφῆς, μεθ’ ἡμέραν δὲ καπνῷ καὶ ἀχλύϊ κατέχεται. 9. Ἀνταίρει δὲ τῇ Αἴτνῃ τὰ Νευρώδη ὄρη ταπεινότερα μέν, πλάτει δὲ πολὺ παραλλάττοντα. ἅπασα δ’ ἡ νῆσος κοίλη κατὰ γῆς ἐστι, ποταμῶν | |
45 | καὶ πυρὸς μεστή, καθάπερ τὸ Τυρρηνικὸν πέλαγος, ὡς εἰρήκαμεν, μέχρι τῆς Κυμαίας. θερμῶν γοῦν ὑδάτων ἀναβολὰς κατὰ πολλοὺς ἔχει τόπους ἡ νῆσος, ὧν τὰ μὲν Σελινούντια 〈καὶ τὰ〉 κατὰ Ἱμέραν ἁλμυρά ἐστι, τὰ | |
δὲ Αἰγεσταῖα πότιμα. περὶ Ἀκράγαντα δὲ λίμναι τὴν μὲν γεῦσιν ἔχουσι θαλάττης, τὴν δὲ φύσιν διάφορον· οὐδὲ γὰρ τοῖς ἀκολύμβοις βαπτίζεσθαι | 57 | |
43(50) | συμβαίνει, ξύλων τρόπον ἐπιπολάζουσιν. οἱ Παλικοὶ δὲ κρατῆρας ἔχουσιν ἀναβάλλοντας ὕδωρ εἰς θολοειδὲς ἀναφύσημα καὶ πάλιν εἰς τὸν αὐτὸν δεχομένους μυχόν. τὸ δὲ περὶ Μάταυρον σπήλαιον ἐντὸς ἔχει σύριγγα εὐμεγέθη καὶ ποταμὸν δι’ αὐτῆς ῥέοντα ἀφανῆ μέχρι πολλοῦ διαστήματος, εἶτ’ ἀνακύπτοντα πρὸς τὴν ἐπιφάνειαν, καθάπερ Ὀρόντης ἐν τῇ Συρίᾳ, | |
55 | καταδὺς εἰς τὸ μεταξὺ χάσμα Ἀπαμείας καὶ Ἀντιοχείας, ὃ καλοῦσι Χάρυβδιν, ἀνατέλλει πάλιν ἐν τετταράκοντα σταδίοις· τὰ δὲ παραπλήσια καὶ ὁ Τίγρις ἐν τῇ Μεσοποταμίᾳ καὶ ὁ Νεῖλος ἐν τῇ Λιβύῃ μικρὸν πρὸ τῶν πηγῶν. τὸ δὲ περὶ Στύμφαλον ὕδωρ ἐπὶ διακοσίους σταδίους ὑπὸ γῆν ἐνεχθὲν ἐν τῇ Ἀργείᾳ τὸν Ἐρασῖνον ἐκδίδωσι ποταμόν, καὶ πάλιν | |
60 | τὸ πρὸς τὴν Ἀρκαδικὴν Ἀσέαν ὑποβρύχιον ὠσθὲν ὀψέ ποτε τόν τ’ Εὐρώ‐ ταν καὶ τὸν Ἀλφειὸν ἀναδίδωσιν, ὥστε καὶ πεπιστεῦσθαι μυθῶδές τι, ὅτι τῶν ἐπιφημισθέντων στεφάνων ἑκατέρῳ καὶ ῥιφέντων εἰς τὸ κοινὸν ῥεῦμα ἀναφαίνεται κατὰ τὸν ἐπιφημισμὸν ἑκάτερος ἐν τῷ οἰκείῳ ποταμῷ. εἴρηται δὲ καὶ τὸ λεγόμενον περὶ τοῦ Τιμαύου. | |
65 | 10. Συγγενῆ δὲ καὶ τούτοις καὶ τοῖς κατὰ τὴν Σικελίαν πάθεσι τὰ περὶ τὰς Λιπαραίων νήσους καὶ αὐτὴν τὴν Λιπάραν δείκνυται. εἰσὶ δ’ ἑπτὰ μὲν τὸν ἀριθμόν, μεγίστη δ’ ἡ Λιπάρα, ⸢Κνιδίων ἄποικος, ἐγγυτάτω τῆς Σικελίας κειμένη, μετά γε τὴν Θέρμεσσαν· ἐκαλεῖτο δὲ πρότερον Μελιγουνίς· ἡγήσατο δὲ καὶ στόλῳ καὶ πρὸς τὰς τῶν Τυρρηνῶν ἐπιδρομὰς | |
70 | πολὺν χρόνον ἀντέσχεν, ὑπηκόους ἔχουσα τὰς νῦν λεγομένας Λιπαραίων νήσους, ἃς Αἰόλου τινὲς προσαγορεύουσι. καὶ δὴ καὶ τὸ ἱερὸν τοῦ Ἀπόλ‐ λωνος ἐκόσμησε πολλάκις τὸ ἐν Δελφοῖς ἀπὸ τῶν ἀκροθινίων·⸣ ἔχει δὲ καὶ γῆν εὔκαρπον καὶ στυπτηρίας μέταλλον εὐπρόσοδον καὶ θερμὰ ὕδατα καὶ πυρὸς ἀναπνοάς. | |
75 | Ταύτης δὲ μεταξύ πώς ἐστι καὶ τῆς Σικελίας 〈ἡ Θέρμεσσα〉, ἣν νῦν Ἱερὰν Ἡφαίστου καλοῦσι, πετρώδης πᾶσα καὶ ἔρημος 〈καὶ〉 διάπυρος· ἔχει δ’ ἀναπνοὰς τρεῖς ὡς ἂν ἐκ τριῶν κρατήρων. ἐκ δὲ τοῦ μεγίστου καὶ μύδρους αἱ φλόγες ἀναφέρουσιν, οἳ προσκεχώκασιν ἤδη πολὺ μέρος τοῦ πόρου. ἐκ δὲ τῆς τηρήσεως πεπίστευται, διότι τοῖς ἀνέμοις συμπαρο‐ | |
80 | ξύνονται καὶ αἱ φλόγες αἵ τε ἐνταῦθα καὶ αἱ κατὰ τὴν Αἴτνην, παυομένων δὲ παύονται καὶ αἱ φλόγες. οὐκ ἄλογον δέ· καὶ γὰρ οἱ ἄνεμοι γεννῶνται καὶ τρέφονται, τὴν ἀρχὴν λαβόντες ἀπὸ τῶν ἐκ γῆς 〈καὶ〉 θαλάττης ἀνα‐ θυμιάσεων, ὥστ’ ἀπὸ συγγενοῦς ὕλης καὶ πάθους καὶ τὸ πῦρ ἐξαπτόμενον οὐκ ἐᾷ θαυμάζειν τοὺς ὁρῶντας ἀμωσγέπως τὰ τοιάδε ... | |
85 | 11. Τὴν μὲν δὴ Λιπάραν καὶ τὴν Θέρμεσσαν εἰρήκαμεν. ἡ δὲ Στρογ‐ γύλη καλεῖται μὲν ἀπὸ τοῦ σχήματος, ἔστι δὲ καὶ αὐτὴ διάπυρος, βίᾳ | |
μὲν φλογὸς λειπομένη, τῷ δὲ φέγγει πλεονεκτοῦσα· ἐνταῦθα δὲ τὸν Αἴολον οἰκῆσαί φασι. τετάρτη δ’ ἐστὶ Διδύμη, καὶ αὕτη δ’ ἀπὸ τοῦ σχήματος ὠνόμασται. τῶν δὲ λοιπῶν Ἐρικοῦσσα μὲν καὶ Φοινικοῦσσα ἀπὸ τῶν | 58 | |
90 | φυτῶν κέκληνται, ἀνεῖνται δὲ εἰς νομάς. ἑβδόμη δ’ ἐστὶν Εὐώνυμος, πελαγία μάλιστα καὶ ἔρημος· ὠνόμασται δ’, ὅτι μάλιστα τοῖς ἐκ Λιπάρας εἰς Σικελίαν πλέουσιν εὐώνυμός ἐστι. Πολλάκις δὲ καὶ φλόγες εἰς τὴν ἐπιφάνειαν τοῦ πελάγους τοῦ περὶ τὰς νήσους ὤφθησαν ἐπιδραμοῦσαι, τῶν κατὰ βάθους κοιλιῶν [τοῦ | |
95 | πυρὸς] ἀναστομωθέντος πόρου τινός, καὶ τοῦ 〈πυρὸσ〉 βιασαμένου πρὸς τὸ ἐκτός. Ποσειδώνιος δὲ κατὰ τὴν ἑαυτοῦ μνήμην φησὶ περὶ τροπὰς θερινὰς ἅμα τῇ ἕῳ μεταξὺ τῆς Ἱερᾶς καὶ τῆς Εὐωνύμου πρὸς ὕψος ἀρθεῖσαν ἐξαίσιον τὴν θάλατταν ὁραθῆναι, καὶ συμμεῖναί τινα χρόνον ἀναφυσωμένην συνεχῶς, εἶτα παύσασθαι· τοὺς δὲ τολμήσαντας προσ‐ | |
43(100) | πλεῖν, ἰδόντας νεκροὺς ἰχθύας ἐλαυνομένους ὑπὸ τοῦ ῥοῦ [τοὺς δὲ] καὶ θέρμῃ καὶ δυσωδίᾳ πληγέντας φυγεῖν, ἓν δὲ τῶν πλοιαρίων τὸ μᾶλλον πλησιάσαν τοὺς μὲν τῶν ἐνόντων ἀποβαλεῖν, τοὺς δ’ εἰς Λιπάραν μόλις σῶσαι, τοτὲ μὲν ἔκφρονας γινομένους ὁμοίως τοῖς ἐπιληπτικοῖς, τοτὲ δ’ ἀνατρέχοντας εἰς τοὺς οἰκείους λογισμούς· πολλαῖς δ’ ἡμέραις ὕστερον | |
105 | ὁρᾶσθαι πηλὸν ἐπανθοῦντα τῇ θαλάττῃ, πολλαχοῦ δὲ καὶ φλόγας ἐκπι‐ πτούσας καὶ καπνοὺς καὶ λιγνύας, ὕστερον δὲ παγῆναι καὶ γενέσθαι τοῖς μυλίταις λίθοις ἐοικότα τὸν πάγον· τὸν δὲ τῆς Σικελίας στρατηγόν, Τίτον Φλαμινῖ〈ν〉ον, δηλῶσαι τῇ συγκλήτῳ, τὴν δὲ πέμψασαν ἐκθύσασθαι ἔν τε τῷ νησιδίῳ καὶ ἐν Λιπάραις τοῖς τε καταχθονίοις θεοῖς καὶ τοῖς | |
110 | θαλαττίοις. | |
44a(n) | Strabo 7, 2,1—3 | |
1 | 1Περὶ δὲ Κίμβρων τὰ μὲν οὐκ εὖ λέγεται, τὰ δ’ ἔχει 〈ἀ〉πιθανότητας οὐ μετρίας. οὔτε γὰρ τὴν τοιαύτην αἰτίαν τοῦ πλάνητας γενέσθαι καὶ λῃστρικοὺς ἀποδέξαιτ’ ἄν τις, ὅτι χερρόνησον οἰκοῦντες μεγάλῃ πλημ‐ μυρίδι ἐξελαθεῖεν ἐκ τῶν τόπων· ⸢καὶ γὰρ νῦν ἔχουσι τὴν χώραν ἣν | |
5 | εἶχον πρότερον, καὶ ἔπεμψαν τῷ Σεβαστῷ δῶρον τὸν ἱερώτατον παρ’ αὐτοῖς λέβητα, αἰτούμενοι φιλίαν καὶ ἀμνηστίαν τῶν ὑπηργμένων, τυ‐ χόντες δὲ ὧν ἠξίουν ἀπῆραν· γελοῖον δὲ τῷ φυσικῷ καὶ αἰωνίῳ πάθει δὶς ἑκάστης ἡμέρας συμβαίνοντι προσοργισθέντας ἀπελθεῖν ἐκ τοῦ τόπου. ἔοικε δὲ πλάσματι τὸ συμβῆναί ποτε ὑπερβάλλουσαν πλημμυρίδα· ἐπιτά‐ | |
10 | σεις μὲν γὰρ καὶ ἀνέσεις δέχεται, τεταγμένας δὲ καὶ περιοδιζούσας, ὁ ὠκεανὸς ἐν τοῖς τοιούτοις πάθεσιν.⸣ οὐκ εὖ δ’ οὐδὲ ὁ φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς Κίμβρους, οὐδ’ ὅτι ἀφοβίαν οἱ Κελτοὶ ἀσ‐ κοῦντες κατακλύζεσθαι τὰς οἰκίας ὑπομένουσιν, εἶτ’ ἀνοικοδομοῦσι, καὶ ὅτι πλείων αὐτοῖς συμβαίνει φθόρος ἐξ ὕδατος ἢ πολέμου, ὅπερ Ἔφορός | |
15 | φησιν. ἡ γὰρ τάξις ἡ τῶν πλημμυρίδων καὶ τὸ τὴν ἐπικλυζομένην χώραν | |
εἶναι γνώριμον οὐκ ἔμελλε ταύτας τὰς ἀτοπίας παρέξειν. δὶς γὰρ ἑκάστης ἡμέρας τούτου συμβαίνοντος τὸ μηδ’ ἅπαξ αἰσθάνεσθαι φυσικὴν οὖσαν τὴν παλίρροιαν καὶ ἀβλαβῆ, καὶ οὐ μόνοις τούτοις συμβαίνουσαν ἀλλὰ τοῖς παρωκεανίταις πᾶσι, πῶς οὐκ ἀπίθανον; οὐδὲ Κλείταρχος εὖ· φησὶ | 59 | |
20 | γὰρ τοὺς ἱππέας ἰδόντας τὴν ἔφοδον τοῦ πελάγους ἀφιππάσασθαι καὶ φεύγοντας ἐγγὺς γενέσθαι τοῦ περικαταληφθῆναι. οὔτε δὲ τοσούτῳ τάχει τὴν ἐπίβασιν ὁρμωμένην ἱστοροῦμεν, ἀλλὰ λεληθότως προσιοῦσαν τὴν θάλατταν· οὔτε τὸ καθ’ ἡμέραν γινόμενον καὶ πᾶσιν ἔναυλον ἤδη ὂν τοῖς πλησιάζειν μέλλουσι πρὶν ἢ θεάσασθαι, τοσοῦτον ἔμελλε παρέξεσθαι | |
25 | φόβον ὥστε φεύγειν, ὡς ἂν εἰ ἐξ ἀδοκήτου προσέπεσε. 2. Ταῦτά τε δὴ δικαίως ἐπιτιμᾷ τοῖς συγγραφεῦσι Ποσειδώνιος καὶ οὐ κακῶς εἰκάζει, διότι λῃστρικοὶ ὄντες καὶ πλάνητες οἱ Κίμβροι καὶ μέχρι τῶν περὶ τὴν Μαιῶτιν ποιήσαιντο στρατείαν, ἀπ’ ἐκείνων δὲ καὶ ὁ Κιμμέριος κληθείη Βόσπορος, οἷον Κιμβρικός, Κιμμερίους τοὺς Κίμ‐ | |
30 | βρους ὀνομασάντων τῶν Ἑλλήνων. φησὶ δὲ καὶ Βοΐους τὸν Ἑρκύνιον δρυμὸν οἰκεῖν πρότερον, τοὺς δὲ Κίμβρους ὁρμήσαντας ἐπὶ τὸν τόπον τοῦτον, ἀποκρουσθέντας ὑπὸ τῶν Βοΐων ἐπὶ τὸν Ἴστρον καὶ τοὺς Σκορ‐ δίσκους Γαλάτας καταβῆναι, εἶτ’ ἐπὶ Τευρίστας καὶ Ταυρίσκους, καὶ τούτους Γαλάτας, εἶτ’ ἐπὶ Ἑλουηττίους, πολυχρύσους μὲν ἄνδρας εἰρη‐ | |
35 | ναίους δέ· ὁρῶντας δὲ τὸν ἐκ τῶν λῃστηρίων πλοῦτον ὑπερβάλλοντα τοῦ παρ’ ἑαυτοῖς τοὺς Ἑλουηττίους ἐπαρθῆναι, μάλιστα δ’ αὐτῶν Τιγυρίνους τε καὶ Τωυγένους, ὥστε καὶ συνεξορμῆσαι. πάντες μέντοι κατελύθησαν ὑπὸ τῶν Ῥωμαίων αὐτοί τε οἱ Κίμβροι καὶ οἱ συναράμενοι τούτοις, οἱ μὲν ὑπερβαλόντες τὰς Ἄλπεις εἰς τὴν Ἰταλίαν οἱ δ’ ἔξω τῶν Ἄλπεων. | |
40 | 3. Ἔθος δέ τι τῶν Κίμβρων διηγοῦνται τοιοῦτον, ὅτι ταῖς γυναιξὶν αὐτῶν συστρατευούσαις παρηκολούθουν προμάντεις ἱέρειαι πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες· τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήν‐ των ξιφήρεις, καταστέψασαι δ’ αὐτοὺς ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον | |
45 | ἀμφορέων εἴκοσιν· εἶχον δὲ ἀναβάθραν, ἣν ἀναβᾶσα ... ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο, ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχνευον ἀναφθεγγόμεναι νίκην τοῖς οἰκείοις. ἐν δὲ τοῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περιτεταμένας τοῖς γέρροις τῶν ἁρμαμαξῶν, | |
44a(50) | ὥστ’ ἀποτελεῖσθαι ψόφον ἐξαίσιον. | |
44b(n) | Strabo 4,3,3 | |
1 | Φασὶ δὲ καὶ πολυχρύσους τοὺς Ἑλουηττίους μηδὲν μέντοι ἧττον ἐπὶ λῃστείαν τραπέσθαι, τὰς τῶν Κίμβρων εὐπορίας ἰδόντας· ἀφανισθῆναι | |
δ’ αὐτῶν τὰ δύο φῦλα, τριῶν ὄντων, κατὰ στρατείας. | 60 | |
45(n) | Strabo 7,3,1—4.7 | |
1 | Διὰ δὲ τὴν ἄγνοιαν τῶν τόπων τούτων οἱ τὰ Ῥιπαῖα ὄρη καὶ τοὺς Ὑπερ‐ βορείους μυθοποιοῦντες λόγου ἠξίωνται, καὶ ἃ Πυθέας ὁ Μασσαλιώτης κατεψεύσατο ταῦτα τῆς παρωκεανίτιδος, προσχήματι χρώμενος τῇ περὶ τὰ οὐράνια καὶ τὰ μαθηματικὰ ἱστορίᾳ. ἐκεῖνοι μὲν οὖν ἐάσθωσαν· οὐδὲ | |
5 | γὰρ εἴ τινα Σοφοκλῆς τραγῳδεῖ περὶ τῆς Ὠρειθυίας λέγων ὡς ἀναρπα‐ γεῖσα ὑπὸ Βορέου κομισθείη „ὑπέρ τε πόντον πάντ’ ἐπ’ ἔσχατα χθονὸς νυκτός τε πηγὰς οὐρανοῦ τ’ ἀναπτυχάς, Φοίβου [τε] παλαιὸν κῆπον“, οὐδὲν ἂν εἴη πρὸς τὰ νῦν, ἀλλ’ ἐατέον, ὥσπερ καὶ ἐν τῷ Φαίδρῳ ὁ Σωκρά‐ της. ἃ δὲ ἔκ τε τῆς παλαιᾶς ἱστορίας καὶ τῆς νῦν παρειλήφαμεν, ταῦτα | |
10 | λέγωμεν. 2. Οἱ τοίνυν Ἕλληνες τοὺς [τε] Γέτας Θρᾷκας ὑπελάμβανον· ᾤκουν δ’ ἐφ’ ἑκάτερα τοῦ Ἴστρου καὶ οὗτοι καὶ οἱ Μυσοὶ Θρᾷκες ὄντες καὶ αὐτοὶ καὶ οὓς νῦν Μοισοὺς καλοῦσιν, ἀφ’ ὧν ὡρμήθησαν καὶ οἱ νῦν μετα‐ ξὺ Λυδῶν καὶ Φρυγῶν καὶ Τρώων οἰκοῦντες Μυσοί. καὶ αὐτοὶ δ’ οἱ Φρύγες | |
15 | Βρίγες εἰσί, Θρᾴκιόν τι ἔθνος, καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θυνοί, δοκῶ δὲ καὶ τοὺς Μαριανδυνούς. οὗτοι μὲν οὖν τελέως ἐκλελοίπασι πάντες τὴν Εὐρώπην, οἱ δὲ Μυσοὶ συνέμειναν. καὶ Ὅμηρον 〈δ’〉 ὀρθῶς εἰκάζειν μοι δοκεῖ Ποσειδώνιος [δὲ] τοὺς ἐν τῇ Εὐρώπῃ Μυσοὺς κατονομάζειν (λέγω δὲ τοὺς ἐν τῇ Θρᾴκῃ) | |
20 | ὅταν φῇ „αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ, νόσφιν ἐφ’ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν Μυσῶν τ’ ἀγχεμάχων.“ ἐπεὶ εἴ γε τοὺς κατὰ τὴν Ἀσίαν Μυσοὺς δέχοιτό τις, ἀπηρτημένος ἂν εἴη ὁ λόγος. τὸ γὰρ ἀπὸ τῶν Τρώων τρέψαντα τὴν ὅρασιν ἐπὶ τὴν Θρᾳκῶν γῆν συγκατα‐ λέγειν ταύτῃ τὴν τῶν Μυσῶν, τῶν οὐ νόσφιν ὄντων ἀλλ’ ὁμόρων τῇ | |
25 | Τρῳάδι καὶ ὄπισθεν αὐτῆς ἱδρυμένων καὶ ἑκατέρωθεν, διειργομένων δ’ ἀπὸ τῆς Θρᾴκης πλατεῖ Ἑλλησπόντῳ, συγχέοντος ἂν εἴη τὰς ἠπείρους καὶ ἅμα τῆς φράσεως οὐκ ἀκούοντος. τὸ γὰρ „πάλιν τρέπεν“ μάλιστα μέν ἐστιν εἰς τοὐπίσω· ὁ δ’ ἀπὸ τῶν Τρώων μεταφέρων τὴν ὄψιν ἐπὶ τοὺς μὴ ὄπισθεν αὐτῶν ἢ ἐκ πλαγίων ὄντας προσωτέρω μὲν μεταφέρει, | |
30 | εἰς τοὐπίσω δ’ οὐ πάνυ. καὶ τὸ ἐπιφερόμενον δ’ αὐτοῦ τούτου μαρτύριον, ὅτι τοὺς ἱππημολγοὺς καὶ γαλακτοφάγους καὶ ἀβίους συνῆψεν αὐτοῖς, οἵπερ εἰσὶν οἱ ἁμάξοικοι Σκύθαι καὶ Σαρμάται. καὶ γὰρ νῦν ἀναμέμικται ταῦτα τὰ ἔθνη τοῖς Θρᾳξὶ καὶ τὰ Βασταρνικά, μᾶλλον μὲν τοῖς ἐκτὸς Ἴστρου, ἀλλὰ καὶ τοῖς ἐντός. τούτοις δὲ καὶ τὰ Κελτικά, οἵ τε Βόιοι | |
35 | καὶ Σκορδίσκοι καὶ Ταυρίσκοι. τοὺς δὲ Σκορδίσκους ἔνιοι Σκορδίστας καλοῦσι· καὶ τοὺς Ταυρίσκους δὲ Τευρίσκους καὶ Ταυρίστας φασί. 3. Λέγει δὲ τοὺς Μυσοὺς ὁ Ποσειδώνιος καὶ ἐμψύχων ἀπέχεσθαι κατ’ | |
εὐσέβειαν, διὰ δὲ τοῦτο καὶ θρεμμάτων· μέλιτι δὲ χρῆσθαι καὶ γάλακτι καὶ τυρῷ ζῶντας καθ’ ἡσυχίαν, διὰ δὲ τοῦτο καλεῖσθαι θεοσεβεῖς τε | 61 | |
40 | καὶ καπνοβάτας· εἶναι δέ τινας τῶν Θρᾳκῶν οἳ χωρὶς γυναικὸς ζῶσιν, οὓς κτίστας καλεῖσθαι, ἀνιερῶσθαί τε διὰ τιμὴν καὶ μετὰ ἀδείας ζῆν· τούτους δὴ συλλήβδην ἅπαντας τὸν ποιητὴν εἰπεῖν ἀγαυοὺς ἱππημολγοὺς γλακτοφάγους ἀβίους τε, δικαιοτάτους ἀνθρώπους. ἀβίους δὲ προσα‐ γορεύειν μάλιστα ὅτι χωρὶς γυναικῶν, ἡγούμενον ἡμιτελῆ τινα βίον τὸν | |
45 | χῆρον, καθάπερ καὶ τὸν οἶκον ἡμιτελῆ τὸν Πρωτεσιλάου διότι χῆρος· ἀγχεμάχους δὲ τοὺς Μυσούς, ὅτι ἀπόρθητοι, καθὰ οἱ ἀγαθοὶ πολεμισταί· δεῖν δὲ ἐν τῷ τρισκαιδεκάτῳ γράφειν ἀντὶ τοῦ „Μυσῶν τ’ ἀγχεμάχων“ 〈„Μοισῶν τ’ ἀγχεμάχων“〉. 4. Τὸ μὲν οὖν τὴν γραφὴν κινεῖν ἐκ τοσούτων ἐτῶν εὐδοκιμήσασαν | |
45(50) | περιττὸν ἴσως· πολὺ γὰρ πιθανώτερον ὠνομάσθαι μὲν ἐξ ἀρχῆς Μυσούς, μετωνομάσθαι δὲ ὡς νῦν. τοὺς ἀβίους δὲ τοὺς χήρους οὐ μᾶλλον ἢ τοὺς ἀνεστίους καὶ τοὺς ἁμαξοίκους δέξαιτ’ ἄν τις· μάλιστα γὰρ περὶ τὰ συμ‐ βόλαια καὶ τὴν τῶν χρημάτων ἐκτίμησιν συνισταμένων τῶν ἀδικημάτων, τοὺς οὕτως ἀπ’ ὀλίγων εὐτελῶς ζῶντας δικαιοτάτους εὔλογον κληθῆναι· | |
55 | ἐπεὶ καὶ οἱ φιλόσοφοι τῇ σωφροσύνῃ τὴν δικαιοσύνην ἐγγυτάτω τιθέντες τὸ αὔταρκες καὶ τὸ λιτὸν ἐν τοῖς πρώτοις ἐζήλωσαν· ἀφ’ οὗ καὶ προεκ‐ πτώσεις τινὰς αὐτῶν παρέωσαν ἐπὶ τὸν κυνισμόν. τὸ δὲ χήρους γυναικῶν οἰκεῖν οὐδεμίαν τοιαύτην ἔμφασιν ὑπογράφει, καὶ μάλιστα παρὰ τοῖς Θρᾳξὶ καὶ τούτων τοῖς Γέταις ... | |
60 | Τὸ μὲν οὖν ἰδίως τοὺς ἀγύνους τῶν Γετῶν εὐσεβεῖς νομίζεσθαι παρά‐ λογόν τι ἐμφαίνει· τὸ δ’ ἰσχύειν ἐν τῷ ἔθνει τούτῳ τὴν περὶ τὸ θεῖον σπουδὴν ἔκ τε ὧν εἶπε Ποσειδώνιος οὐκ ἀπιστητέον καὶ ἐκ τῆς ἄλλης ἱστορίας. 7. Νυνὶ δὲ περὶ Θρᾳκῶν ἐλέγομεν „Μυσῶν τ’ ἀγχεμάχων καὶ | |
65 | ἀγαυῶν ἱππημολγῶν, γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων“, βουλόμενοι συγκρῖναι τά τε ὑφ’ ἡμῶν καὶ τὰ ὑπὸ Ποσειδωνίου λεχθέντα καὶ τὰ ὑπὸ τούτων. | |
46(n) | Strabo 7,5,8 | |
1 | Ἐν δὲ τῇ χώρᾳ τῶν Ἀπολλωνιατῶν καλεῖταί τι νυμφαῖον· πέτρα δ’ ἐστὶ πῦρ ἀναδιδοῦσα, ὑπ’ αὐτῇ δὲ κρῆναι ῥέουσι χλιαροῦ καὶ ἀσφάλτου, καιο‐ μένης, ὡς εἰκός, τῆς βώλου τῆς ἀσφαλτίτιδος· μέταλλον δ’ αὐτῆς ἔστι πλησίον ἐπὶ λόφου· τὸ δὲ τμηθὲν ἐκπληροῦται πάλιν τῷ χρόνῳ, τῆς ἐγχων‐ | |
5 | νυμένης εἰς τὰ ὀρύγματα γῆς μεταβαλλούσης εἰς ἄσφαλτον, ὥς φησι Πο‐ σειδώνιος. λέγει δ’ ἐκεῖνος καὶ τὴν ἀμπελῖτιν γῆν ἀσφαλτώδη τὴν ἐν Σελευκείᾳ τῇ Πιερίᾳ μεταλλευομένην ἄκος τῆς φθειριώσης ἀμπέλου· | |
χρισθεῖσαν γὰρ μετ’ ἐλαίου φθείρειν τὸ θηρίον πρὶν ἐπὶ τοὺς βλαστοὺς τῆς ῥίζης ἀναβῆναι· τοιαύτην δ’ εὑρεθῆναι καὶ ἐν Ῥόδῳ πρυτανεύοντος | 62 | |
10 | αὐτοῦ, πλείονος δ’ ἐλαίου δεῖσθαι. | |
47a(n) | Strabo 11,1,5 | |
1 | 5. Τοῖς δὲ μεταβαίνουσιν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν ἐν τῇ γεω‐ γραφίᾳ τὰ πρὸς βορρᾶν ἐστι πρῶτα τῆς εἰς δύο διαιρέσεως, ὥστε ἀπὸ τούτων ἀρκτέον. αὐτῶν δὲ τούτων πρῶτά ἐστι τὰ περὶ τὸν Τάναϊν, ὅν‐ περ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὅριον ὑπεθέμεθα. ἔστι δὲ ταῦτα τρόπον | |
5 | τινὰ χερρονησίζοντα· περιέχεται γὰρ ἐκ μὲν τῆς ἑσπέρας τῷ ποταμῷ τῷ Τανάιδι καὶ τῇ Μαιώτιδι μέχρι τοῦ Βοσπόρου καὶ τῆς Εὐξείνου παραλίας τῆς τελευτώσης εἰς τὴν Κολχίδα· ἐκ δὲ τῶν ἄρκτων τῷ Ὠκεανῷ μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης· ἕωθεν δὲ αὐτῇ ταύτῃ τῇ θαλάττῃ μέχρι τῶν μεθορίων τῆς τε Ἀλβανίας καὶ τῆς Ἀρμενίας, καθ’ ἃ ὁ Κῦρος | |
10 | καὶ ὁ Ἀράξης ἐκδιδοῦσι ποταμοί, ῥέοντες ὁ μὲν διὰ τῆς Ἀρμενίας, Κῦρος δὲ διὰ τῆς Ἰβηρίας καὶ τῆς Ἀλβανίας· ἐκ νότου δὲ τῇ ἀπὸ τῆς ἐκβολῆς τοῦ Κύρου μέχρι τῆς Κολχίδος, ὅσον τρισχιλίων οὔσῃ σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν, δι’ Ἀλβανῶν καὶ Ἰβήρων, ὥστε ἰσθμοῦ λόγον ἔχειν. οἱ δ’ ἐπὶ τοσοῦτον συναγαγόντες τὸν ἰσθμὸν ἐφ’ ὅσον Κλείταρχος, | |
15 | ἐπίκλυστον φήσας ἐξ ἑκατέρου τοῦ πελάγους, οὐδ’ ἂν λόγου ἀξιοῖντο. Ποσειδώνιος δὲ χιλίων καὶ πεντακοσίων εἴρηκε τὸν ἰσθμόν, ὅσον καὶ τὸν ἀπὸ Πηλουσίου ἰσθμὸν εἰς τὴν Ἐρυθράν. „δοκῶ δέ“ φησί „μὴ πολὺ διαφέρειν μηδὲ τὸν ἀπὸ τῆς Μαιώτιδος εἰς τὸν ὠκεανόν.“ | |
47b(n) | Strabo 17,1,21 | |
1 | Ὁ δὲ μεταξὺ ἰσθμὸς Πηλουσίου καὶ τοῦ μυχοῦ τοῦ καθ’ Ἡρώων πόλιν χιλίων μέν ἐστι σταδίων, ὡς δὲ Ποσειδώνιός φησιν ἐλαττόνων ἢ χιλίων καὶ πεντακοσίων. | |
47a(n) | Strabo 11,1,6 | |
19 | 6. Οὐκ οἶδα δὲ πῶς ἄν τις περὶ τῶν ἀδήλων αὐτῷ πιστεύσειε μηδὲν | |
20 | εἰκὸς ἔχοντι εἰπεῖν περὶ αὐτῶν, ὅταν περὶ τῶν φανερῶν οὕτω παραλόγως λέγῃ, καὶ ταῦτα φίλος Πομπηίῳ γεγονὼς τῷ στρατεύσαντι ἐπὶ τοὺς Ἴβηρας καὶ τοὺς Ἀλβανοὺς μέχρι τῆς ἐφ’ ἑκάτερα θαλάττης τῆς τε Κασπίας καὶ τῆς Κολχικῆς. φασὶ γοῦν ἐν Ῥόδῳ γενόμενον τὸν Πομ‐ πήιον, ἡνίκα ἐπὶ τὸν λῃστρικὸν πόλεμον ἐξῆλθεν (εὐθὺς δ’ ἔμελλε καὶ | |
25 | ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη), παρατυχεῖν διαλεγομένῳ τῷ Ποσειδωνίῳ, ἀπιόντα δ’ ἐρέσθαι εἴ τι προστάττει, τὸν δ’ εἰπεῖν „αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων.“ προστίθει δὲ τούτοις ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε τὴν περὶ αὐτόν. διὰ δὴ ταῦτα | |
ἐχρῆν φροντίσαι τἀληθοῦς πλέον τι. | 63 | |
48(n) | Strabo 11,9,3 | |
1 | Εἰρηκότες δὲ πολλὰ περὶ τῶν Παρθικῶν νομίμων ἐν τῇ ἕκτῃ τῶν ἱστο‐ ρικῶν ὑπομνημάτων βίβλῳ, δευτέρᾳ δὲ τῶν μετὰ Πολύβιον, παραλείψομεν ἐνταῦθα, μὴ ταυτολογεῖν δόξωμεν, τοσοῦτον εἰπόντες μόνον ὅτι τῶν Παρ‐ θυαίων συνέδριόν φησιν εἶναι Ποσειδώνιος διττόν, τὸ μὲν συγγενῶν τὸ | |
5 | δὲ σοφῶν καὶ μάγων, ἐξ ὧν ἀμφοῖν τοὺς βασιλεῖς καθίστασθαι. | |
49(n) | Strabo 11,4,2 | |
1 | Ὁ δὲ Κῦρος ὁ διαρρέων τὴν Ἀλβανίαν καὶ οἱ ἄλλοι ποταμοὶ οἱ πληροῦντες ἐκεῖνον ταῖς μὲν τῆς γῆς ἀρεταῖς προσλαμβάνουσι, τὴν δὲ θάλατταν ἀλλοτριοῦσιν. ἡ γὰρ χοῦς προσπίπτουσα πολλὴ πληροῖ τὸν πόρον, ὥστε καὶ τὰς ἐπικειμένας νησῖδας ἐξηπειροῦσθαι καὶ τενάγη ποιεῖν ἀνώμαλα | |
5 | καὶ δυσφύλακτα· τὴν δ’ ἀνωμαλίαν ἐπιτείνουσιν αἱ ἐκ τῶν πλημμυρίδων ἀνακοπαί. καὶ δὴ καὶ εἰς στόματα δώδεκά φασι μεμερίσθαι τὰς ἐκβολάς, τὰ μὲν τυφλὰ τὰ δὲ παντελῶς ἐπίπεδα ὄντα καὶ μηδὲ[ν] ὕφορμον ἀπολεί‐ ποντα· ἐπὶ πλείους γοῦν ἢ ἑξήκοντα σταδίους ἀμφικλύστου τῆς ᾐόνος οὔσης τῇ θαλάττῃ καὶ τοῖς ποταμοῖς, ἅπαν εἶναι μέρος αὐτῆς ἀπροσπέ‐ | |
10 | λαστον, τὴν δὲ χοῦν καὶ μέχρι πεντακοσίων παρήκειν σταδίων θινώδη ποιοῦσαν τὸν αἰγιαλόν. πλησίον δὲ καὶ ὁ Ἀράξης ἐμβάλλει τραχὺς ἐκ τῆς Ἀρμενίας ἐκπίπτων· ἣν δὲ ἐκεῖνος προωθεῖ χοῦν πορευτὸν ποιῶν τὸ ῥεῖθρον, ταύτην ὁ Κῦρος ἀναπληροῖ. | |
50(n) | Strabo 12,2,7. 8 | |
1 | Μικρὸν δ’ ἔτι προϊοῦσι καὶ πυρίληπτα πεδία καὶ μεστὰ βόθρων πυρὸς ἐπὶ σταδίους πολλοὺς ὥστε πόρρωθεν ἡ κομιδὴ τῶν ἐπιτηδείων, καὶ τὸ δοκοῦν δὲ πλεονέκτημα παρακείμενον ἔχει κίνδυνον· ἀξύλου γὰρ ὑπαρχού‐ σης σχεδόν τι τῆς συμπάσης Καππαδοκίας ὁ Ἀργαῖος ἔχει περικείμενον | |
5 | δρυμὸν ὥστε ἐγγύθεν ὁ ξυλισμὸς πάρεστιν, ἀλλ’ οἱ ὑποκείμενοι τῷ δρυμῷ τόποι καὶ αὐτοὶ πολλαχοῦ πυρὰ ἔχουσιν, ἅμα δὲ καὶ ὕφυδροί εἰσι ψυχρῷ ὕδατι, οὔτε τοῦ πυρὸς οὔτε τοῦ ὕδατος εἰς τὴν ἐπιφάνειαν ἐκκύπτοντος, ὥστε καὶ ποάζειν τὴν πλείστην· ἔστι δ’ ὅπου καὶ ἑλῶδές ἐστι τὸ ἔδαφος καὶ νύκτωρ ἐξάπτονται φλόγες ἀπ’ αὐτοῦ. οἱ μὲν οὖν ἔμπειροι φυλαττό‐ | |
10 | μενοι τὸν ξυλισμὸν ποιοῦνται, τοῖς δὲ πολλοῖς κίνδυνός ἐστι, καὶ μάλιστα τοῖς κτήνεσιν ἐμπίπτουσιν εἰς ἀδήλους βόθρους πυρός ... Καὶ τὸ λατομεῖον δὲ ποιεῖ δύσχρηστον καίπερ εὔχρηστον ὄν· πλαταμῶ‐ νες γὰρ εἰσίν, ἀφ’ ὧν τὴν λιθείαν ἔχειν ἄφθονον συμβαίνει τοῖς Μαζακη‐ νοῖς πρὸς τὰς οἰκοδομίας, καλυπτόμεναι δ’ ὑπὸ τῶν ὑδάτων αἱ πλάκες | |
15 | ἀντιπράττουσι. καὶ ταῦτα δ’ ἐστὶ τὰ ἕλη πανταχοῦ πυρίληπτα. | |
51(n) | Strabo 12,3,20 | |
1 | Οὐ γὰρ νῦν μὲν δυνατὸν γέγονεν ἐκ Χαλύβων Χαλδαίους λεχθῆναι, πρότε‐ | |
ρον δ’ οὐκ ἐνῆν ἀντὶ Ἀλύβων Χάλυβας, καὶ ταῦτα τῶν ὀνομάτων μετα‐ πτώσεις πολλὰς δεχομένων καὶ μάλιστα ἐν τοῖς βαρβάροις· Σίντιες γὰρ ἐκαλοῦντό τινες τῶν Θρᾳκῶν, εἶτα Σιντοί, εἶτα Σάιοι, παρ’ οἷς φησιν | 64 | |
5 | Ἀρχίλοχος τὴν „ἀσπίδα ῥῖψαι ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο, τὴν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων.“ οἱ δ’ αὐτοὶ οὗτοι Σαπαῖοι νῦν ὀνομάζονται· πάντες γὰρ οὗτοι περὶ Ἄβδηρα τὴν οἴκησιν εἶχον καὶ τὰς περὶ Λῆμνον νήσους· ὁμοίως δὲ καὶ Βρῦγοι καὶ Βρύγες καὶ Φρύγες οἱ αὐτοί, καὶ Μυσοὶ [καὶ Μέρονες] καὶ Μαίονες καὶ Μῄονες· οὐ χρεία δὲ | |
10 | πλεονάζειν. | |
52(n) | Strabo 13,1,67 | |
1 | Φασὶ δ’ ἐν τῇ Πιτάνῃ τὰς πλίνθους ἐπιπολάζειν ἐν τοῖς ὕδασι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ γῆ τις πέπονθε· κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν ὥστ’ ἐποχεῖσθαι. ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἔκ τινος γῆς ἀργιλώδους, ᾗ τὰ ἀργυρώματα ἐκμάττεται, πλίνθους πηγνυ‐ | |
5 | μένας καὶ ἐπιπλεούσας. | |
53(n) | Strabo 16,1,15 | |
1 | Ποσειδώνιος δέ φησι τοῦ ἐν τῇ Βαβυλωνίᾳ νάφθα τὰς πηγὰς τὰς μὲν εἶναι λευκοῦ τὰς δὲ μέλανος· τούτων δὲ τὰς μὲν εἶναι θείου ὑγροῦ (λέγω δὲ τὰς τοῦ λευκοῦ· ταύτας δ’ εἶναι τὰς ἐπισπώσας τὰς φλόγας), τὰς δὲ τοῦ μέλανος ἀσφάλτου ὑγρᾶς, ᾧ ἀντ’ ἐλαίου τοὺς λύχνους κάουσι. | |
54(n) | Strabo 16,2,4 | |
1 | Οἰκείως δὲ τῇ τετραπόλει καὶ εἰς σατραπείας διῄρητο τέτταρας ἡ Σελευ‐ κίς, ὥς φησι Ποσειδώνιος, εἰς ὅσας καὶ ἡ κοίλη Συρία, εἰς μίαν δ’ ἡ Παραποταμία. | |
55(n) | Strabo 16,2,7 | |
1 | 7. Ῥεῖ δὲ τῆς πόλεως πλησίον Ὀρόντης ποταμός· οὗτος δ’ ἐκ τῆς κοίλης Συρίας τὰς ἀρχὰς ἔχων εἶθ’ ὑπὸ γῆν ἐνεχθεὶς ἀναδίδωσι πάλιν τὸ ῥεῦμα, καὶ διὰ τῆς Ἀπαμέων εἰς τὴν Ἀντιόχειαν προελθὼν πλησιάσας τῇ πόλει πρὸς τὴν θάλατταν καταφέρεται τὴν κατὰ Σελεύκειαν· τὸ δ’ ὄνομα τοῦ | |
5 | γεφυρώσαντος αὐτὸν Ὀρόντου μετέλαβε, καλούμενος πρότερον Τυφών. μυθεύουσι δ’ ἐνταῦθά που τὰ περὶ τὴν κεραύνωσιν τοῦ Τυφῶνος καὶ τοὺς Ἀρίμους, περὶ ὧν εἴπομεν καὶ πρότερον· φασὶ δὲ τυπτόμενον τοῖς κεραυ‐ νοῖς (εἶναι δὲ δράκοντα) φεύγειν κατάδυσιν ζητοῦντα· τοῖς μὲν οὖν ὁλκοῖς ἐντεμεῖν τὴν γῆν καὶ ποιῆσαι τὸ ῥεῖθρον τοῦ ποταμοῦ, καταδύντα δ’ | |
10 | εἰς γῆν ἀναρρῆξαι τὴν πηγήν· ἐκ δὲ τούτου γενέσθαι τοὔνομα τῷ ποταμῷ. | 65 |
56(n) | Strabo 16,2,17 | |
1 | 17. Τῶν δὲ πεδίων τὸ μὲν πρῶτον τὸ ἀπὸ τῆς θαλάττης Μάκρας καλεῖται καὶ Μάκρα πεδίον· ἐν τούτῳ δὲ Ποσειδώνιος ἱστορεῖ τὸν δράκοντα πεπτω‐ κότα ὁραθῆναι νεκρόν, μῆκος σχεδόν τι καὶ πλεθριαῖον, πάχος δ’ ὥσθ’ ἱππέας ἑκατέρωθεν παραστάντας ἀλλήλους μὴ καθορᾶν, χάσμα δὲ ὥστ’ | |
5 | ἔφιππον δέξασθαι, τῆς δὲ φολίδος λεπίδα ἑκάστην ὑπεραίρουσαν θυρεοῦ. | |
57a(n) | Strabo 16,2,24 | |
1 | 24. Σιδώνιοι δὲ πολύτεχνοί τινες παραδέδονται καὶ καλλίτεχνοι, καθά‐ περ καὶ ὁ ποιητὴς δηλοῖ· πρὸς δὲ καὶ φιλόσοφοι περί τε ἀστρονομίαν καὶ ἀριθμητικήν, ἀπὸ τῆς λογιστικῆς ἀρξάμενοι καὶ τῆς νυκτιπλοίας· ἐμπο‐ ρικὸν γὰρ καὶ ναυκληρικὸν ἑκάτερον· ⸢καθάπερ καὶ τῶν Αἰγυπτίων | |
5 | εὕρεμα γεωμετρίαν φασὶν ἀπὸ τῆς χωρομετρίας, ἣν ὁ Νεῖλος ἀπεργάζεται συγχέων τοὺς ὅρους κατὰ τὰς ἀναβάσεις. τοῦτο μὲν οὖν παρ’ Αἰγυπτίων ἥκειν εἰς τοὺς Ἕλληνας πεπιστεύκασιν, ἀστρονομίαν δὲ καὶ ἀριθμητικὴν παρὰ Φοινίκων· νυνὶ δὲ πάσης καὶ τῆς ἄλλης φιλοσοφίας εὐπορίαν πολὺ πλείστην λαβεῖν ἔστιν ἐκ τούτων τῶν πόλεων.⸣ εἰ δὲ δεῖ Ποσειδωνίῳ | |
10 | πιστεῦσαι, καὶ τὸ περὶ τῶν ἀτόμων δόγμα παλαιόν ἐστιν ἀνδρὸς Σιδωνίου Μώχου πρὸ τῶν Τρωικῶν χρόνων γεγονότος. | |
57b(n) | Sext. Emp. 9,363 | |
1 | (καὶ τῶν σώματα φαμένων ...) Δημόκριτος δὲ καὶ Ἐπίκουρος ἀτόμους, εἰ μή τι ἀρχαιοτέραν ταύτην θετέον τὴν δόξαν, καὶ ὡς ἔλεγεν ὁ Στωϊκὸς Ποσειδώνιος, ἀπὸ Μώχου τινὸς ἀνδρὸς Φοίνικος καταγομένην. | |
58(n) | Strabo 16,2,26 | |
1 | 26. Ἱστορεῖται δὲ παράδοξον πάθος τῶν πάνυ σπανίων κατὰ τὸν αἰγιαλὸν τοῦτον τὸν μεταξὺ τῆς τε Τύρου καὶ τῆς Πτολεμαΐδος. καθ’ ὃν γὰρ καιρὸν οἱ Πτολεμαεῖς μάχην συνάψαντες πρὸς Σαρπηδόνα τὸν στρατηγὸν ἐλείφθη‐ σαν ἐν τῷ τόπῳ τούτῳ τροπῆς γενομένης λαμπρᾶς, ἐπέκλυσεν ἐκ τοῦ | |
5 | πελάγους κῦμα τοὺς φεύγοντας ὅμοιον πλημμυρίδι, καὶ τοὺς μὲν εἰς τὸ πέλαγος ἀφήρπασε καὶ διέφθειρεν, οἱ δ’ ἐν τοῖς κοίλοις τόποις ἔμειναν νεκροί· διαδεξαμένη δὲ ἡ ἄμπωτις πάλιν ἀνεκάλυψε καὶ ἔδειξε τὰ σώματα τῶν κειμένων ἀναμὶξ ἐν νεκροῖς ἰχθύσι. τοιαῦτα δὲ καὶ περὶ τὸ Κάσιον συμβαίνει τὸ πρὸς Αἰγύπτῳ, σπασμῷ τινι ὀξεῖ καὶ ἁπλῷ περιπιπτούσης | |
10 | τῆς γῆς καὶ εἰς ἑκάτερον μεταβαλλομένης ἅπαξ, ὥστε τὸ μὲν μετεωρισθὲν αὐτῆς μέρος ἀπαγαγεῖν τὴν θάλατταν, τὸ δὲ συνιζῆσαν δέξασθαι, τραπο‐ μένης δὲ τὴν ἀρχαίαν πάλιν ἕδραν ἀπολαβεῖν τὸν τόπον, τοτὲ μὲν οὖν καὶ ἐξαλλάξεώς τινος γενομένης τοτὲ δ’ οὔ, τάχα καὶ περιόδοις τισὶν ἐνδεδεμένων τῶν τοιούτων παθῶν ἀδήλοις ἡμῖν, καθάπερ τοῦτο καὶ ἐπὶ | |
15 | τῶν κατὰ τὸν Νεῖλον ἀναβάσεων λέγεται διαφόρων γινομένων, ἄδηλον | |
δὲ τὴν τάξιν ἐχουσῶν. | 66 | |
59(n) | Strabo 16,2,41 | |
1 | Καὶ ὁ φοινικὼν δὲ τοιοῦτος, ἔχων τὸν καρυωτὸν φοίνικα ἐνταῦθα μόνον, πλὴν τοῦ Βαβυλωνίου καὶ τοῦ ἐπέκεινα πρὸς τὴν ἕω· | |
60(n) | Strabo 16,2,42—44 | |
1 | 42. ⸢Ἡ δὲ Σιρβωνὶς λίμην πολλὴ μέν ἐστι· καὶ γὰρ χιλίων σταδίων εἰρήκασί τινες τὸν κύκλον· τῇ μέντοι παραλίᾳ παρεκτέταται μικρῷ τι πλέον τῶν διακοσίων σταδίων μῆκος ἐπιλαμβάνουσα⸣, ἀγχιβαθής, βαρύ‐ τατον ἔχουσα ὕδωρ, ὥστε μὴ δεῖν κολύμβου, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρι | |
5 | ὀμφαλοῦ προβάντα εὐθὺς ἐξαίρεσθαι· μεστὴ δ’ ἐστὶν ἀσφάλτου· αὕτη [τοῦτο] δὲ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων ὡς ἂν ζέοντος ὕδατος· κυρτουμένη δ’ ἡ ἐπιφάνεια λόφου φαντασίαν παρέχει· συναναφέρεται δὲ καὶ ἄσβολος πολλή, καπνώδης μὲν πρὸς δὲ τὴν ὄψιν ἄδηλος, ὑφ’ ἧς κατιοῦται καὶ χαλκὸς καὶ ἄργυρος καὶ | |
10 | πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ· ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνω‐ ρίζουσιν οἱ περιοικοῦντες ἀρχομένην τὴν ἀναβολὴν τοῦ ἀσφάλτου, καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ, ποιησάμενοι σχεδίας καλα‐ μίνας. ἔστι δ’ ἡ ἄσφαλτος γῆς βῶλος, ὑγραινομένη μὲν ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη, πάλιν δὲ μεταβάλλουσα εἰς πάγον ἰσχυρὸν | |
15 | ὑπὸ τοῦ ψυχροῦ ὕδατος, οἷόν ἐστι τὸ τῆς λίμνης ὕδωρ, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι· εἶτ’ ἐπιπολάζουσα διὰ τὴν φύσιν τοῦ ὕδατος, καθ’ ἣν ἔφαμεν μηδὲ κολύμβου δεῖσθαι, μηδὲ βαπτίζεσθαι τὸν ἐμβάντα ἀλλ’ ἐξαί‐ ρεσθαι· προσπλεύσαντες δὲ ταῖς σχεδίαις κόπτουσι καὶ φέρονται τῆς ἀσφάλτου ὅσον ἕκαστος δύναται. | |
20 | 43. Τὸ μὲν οὖν συμβαῖνον τοιοῦτον· γόητας δὲ ὄντας σκήπτεσθαί φησιν ἐπῳδὰς ὁ Ποσειδώνιος τοὺς ἀνθρώπους καὶ οὖρα καὶ ἄλλα δυσώδη ὑγρὰ [ἃ] περικαταχέαντας καὶ ἐκπιάσαντας πήττειν τὴν ἄσφαλτον, εἶτα τέμνειν· εἰ μή τίς ἐστιν ἐπιτηδειότης τῶν οὔρων τοιαύτη, καθάπερ καὶ ἐν ταῖς κύστεσι τῶν λιθιώντων, καὶ ἐκ τῶν παιδικῶν οὔρων ἡ χρυσό‐ | |
25 | κολλα συνίσταται· ἐν μέσῃ δὲ τῇ λίμνῃ τὸ πάθος συμβαίνειν εὔλογον, ὅτι καὶ ἡ πηγὴ τοῦ πυρὸς καὶ τῆς ἀσφάλτου κατὰ μέσον ἐστὶ καὶ τὸ πλῆθος· ἄτακτος δὲ ἡ ἀναφύσησις, ὅτι καὶ ἡ τοῦ πυρὸς κίνησις οὐκ ἔχει τάξιν ἡμῖν φανεράν, ὥσπερ καὶ ἄλλων πνευμάτων πολλῶν. τοιαῦτα δὲ καὶ τὰ ἐν Ἀπολλωνίᾳ τῇ Ἠπειρώτιδι. | |
30 | 44. Τοῦ δ’ ἔμπυρον τὴν χώραν εἶναι καὶ ἄλλα τεκμήρια φέρουσι πολλά· καὶ γὰρ πέτρας τινὰς ἐπικεκαυμένας δεικνύουσι τραχείας περὶ Μοασάδα καὶ σήραγγας πολλαχοῦ καὶ γῆν τεφρώδη, σταγόνας τε πίττης ἐκ λισσά‐ δων λειβομένας καὶ δυσώδεις πόρρωθεν ποταμοὺς ζέοντας, κατοικίας τε ἀνατετραμμένας σποράδην· ὥστε πιστεύειν τοῖς θρυλουμένοις ὑπὸ τῶν | |
35 | ἐγχωρίων, ὡς ἄρα ᾠκοῦντό ποτε τρισκαίδεκα πόλεις ἐνταῦθα, ὧν τῆς μητροπόλεως Σοδόμων σώζοιτο κύκλος ἑξήκοντά που σταδίων· ὑπὸ δὲ σεισμῶν καὶ ἀναφυσημάτων πυρὸς καὶ θερμῶν ὑδάτων ἀσφαλτωδῶν τε καὶ θειωδῶν ἡ λίμνη προπέσοι καὶ πέτραι πυρίληπτοι γένοιντο, αἵ τε πόλεις αἳ μὲν καταποθεῖεν, ἃς δ’ ἐκλίποιεν οἱ δυνάμενοι φυγεῖν. Ἐρατο‐ | 67 |
40 | σθένης δέ φησι τἀναντία, λιμναζούσης τῆς χώρας ἐκρήγμασιν ἀνακα‐ λυφθῆναι τὴν πλείστην, καθάπερ τὴν Θετταλίαν. | |
61(n) | Strabo 16,4,20 | |
1 | Λέγεται δὲ καὶ διότι ὁ σμάραγδος καὶ ὁ βήρυλλος ἐν τοῖς τοῦ χρυσίου μετάλλοις ἐγγίνεται. εἰσὶ δὲ καὶ ἅλες εὐώδεις ἐν Ἄραψιν, ὥς φησι Ποσει‐ δώνιος. | |
62a(n) | Strabo 16,4,27 | |
1 | 27. Τοῦ δὲ ποιητοῦ λέγοντος „Αἰθίοπάς θ’ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβούσ“ (Od. IV 84), διαποροῦσι· καὶ περὶ τῶν Σιδονίων μέν, εἴτε τινὰς χρὴ λέγειν τῶν ἐν τῷ Περσικῷ κόλπῳ κατοικούντων, ὧν ἄποικοι οἱ παρ’ ἡμῖν Σιδώνιοι, καθάπερ καὶ Τυρίους τινὰς ἐκεῖ νησιώτας ἱστοροῦσι καὶ | |
5 | Ἀραδίους, ὧν ἀποίκους τοὺς παρ’ ἡμῖν φασιν, εἰτ’ αὐτοὺς τοὺς Σιδωνίους· ἀλλὰ μᾶλλον περὶ τῶν Ἐρεμβῶν ἡ ζήτησις, εἴτε τοὺς Τρωγλοδύτας ὑπονοητέον λέγεσθαι, καθάπερ οἱ τὴν ἐτυμολογίαν βιαζόμενοι ἀπὸ τοῦ εἰς τὴν ἔραν ἐμβαίνειν, ὅπερ ἐστὶν εἰς τὴν γῆν, εἴτε τοὺς Ἄραβας. ὁ μὲν οὖν Ζήνων ὁ ἡμέτερος μεταγράφει οὕτως „καὶ Σιδονίους Ἄραβάς τε“. | |
10 | πιθανώτερον δὲ Ποσειδώνιος γράφει τῷ παρὰ μικρὸν ἀλλάξαι „καὶ Σιδονίους καὶ Ἀραμβούσ“, ὡς τοῦ ποιητοῦ τοὺς νῦν Ἄραβας οὕτω καλέ‐ σαντος, καθάπερ καὶ ὑπὸ τῶν ἄλλων ὠνομάζοντο κατ’ αὐτόν. φησὶ δὲ ταῦτα τρία ἔθνη συνεχῆ ἀλλήλοις ἱδρυμένα ὁμογένειάν τινα ἐμφαίνειν πρὸς ἄλληλα, καὶ διὰ 〈τοῦ〉το παρακειμένοις ὀνόμασι κεκλῆσθαι, τοὺς | |
15 | μὲν Ἀρμενίους τοὺς δὲ Ἀραμαίους τοὺς δὲ Ἀραμβούς· ὥσπερ δὲ ἀπὸ ἔθνους 〈ἑνὸσ〉 ὑπολαμβάνειν ἐστὶν εἰς τρία διῃρῆσθαι κατὰ τὰς τῶν κλιμάτων διαφορὰς ἀεὶ καὶ μᾶλλον ἐξαλλαττομένων, οὕτω καὶ τοῖς ὀνόμασι χρή‐ σασθαι πλείοσιν ἀνθ’ ἑνός. οὐδ’ οἱ Ἐρεμνοὺς γράφοντες πιθανοί· τῶν γὰρ Αἰθιόπων μᾶλλον ἴδιον. λέγει δὲ καὶ τοὺς Ἀρίμους ὁ ποιητής, οὕς | |
20 | φησι Ποσειδώνιος δέχεσθαι δεῖν μὴ τόπον τινὰ τῆς Συρίας ἢ τῆς Κιλι‐ κίας ἢ ἄλλης τινὸς γῆς, ἀλλὰ τὴν Συρίαν αὐτήν· Ἀραμαῖοι γὰρ οἱ ἐν αὐτῇ· τάχα δ’ οἱ Ἕλληνες Ἀριμαίους ἐκάλουν ἢ Ἀρίμους. αἱ δὲ τῶν ὀνομάτων μεταπτώσεις καὶ μάλιστα τῶν βαρβαρικῶν πολλαί· καθάπερ τὸν Δαριήκην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζιριν Παρύσατιν, Ἀταργάτιν | |
25 | δὲ τὴν Ἀθάραν· Δερκετὼ δ’ αὐτὴν Κτησίας καλεῖ. | 68 |
62b(n) | Eustathios Il. 2,782 | |
1 | Ἑτέρωθι δέ φησιν [sc. ὁ Στράβων] ὅτι Ἄριμοι κατὰ Ποσειδώνιον οὐ τόπος Συρίας ἢ Κιλικίας, ἀλλὰ αὐτὴ ἡ Τυρία, ἤγουν ἡ περὶ Τύρον χώρα· Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ. | |
63(n) | Strabo 17,1,5 | |
1 | Εἰ γὰρ ἄρα, τοῦτ’ ἐχρῆν ζητεῖν ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δή ποτε θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῇ Θηβαΐδι καὶ τῇ περὶ Συήνην οὐ συμπίπτουσιν ὄμβροι· τὸ δ’ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν, μηδὲ τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε. | |
5 | φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρ‐ χαίων δὲ φυσικῶν εἷς οὗτος), ἐκεῖνον δὲ παρὰ Θαλοῦ, τὸν δὲ παρ’ Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον „ἂψ δ’ εἰς Αἰγύπτοιο διιπετέος ποτα‐ μοῖο“. ἀλλ’ ἐῶ ταῦτα πολλῶν εἰρηκότων ὧν ἀρκέσει δύο μηνῦσαι τοὺς | |
10 | ποιήσαντας καθ’ ἡμᾶς τὸ περὶ τοῦ Νείλου βιβλίον, Εὔδωρόν τε καὶ Ἀρίστωνα τὸν ἐκ τῶν περιπάτων. | |
64(n) | Strabo 17,1,35—36 | |
1 | Θαυμαστὴν δὲ καὶ τὴν λίμνην ἔχει τὴν Μοίριδος καλουμένην, πελαγίαν τῷ μεγέθει καὶ τῇ χρόᾳ θαλαττοειδῆ. καὶ τοὺς αἰγιαλοὺς δὲ ἔστιν ὁρᾶν ἐοικότας τοῖς θαλαττίοις, ὡς ὑπονοεῖν τὰ αὐτὰ περὶ τῶν κατὰ Ἄμμωνα τόπων καὶ τούτων (καὶ γὰρ οὐδὲ πάμπολυ ἀφεστᾶσιν ἀλλήλων καὶ τοῦ | |
5 | Παραιτονίου) μὴ ὥσπερ τὸ ἱερὸν ἐκεῖνο εἰκάζειν ἔστι πρότερον ἐπὶ τῇ θαλάττῃ ἱδρῦσθαι διὰ τὸ πλῆθος τῶν τεκμηρίων, καὶ ταῦθ’ ὁμοίως τὰ χωρία πρότερον ἐπὶ τῇ θαλάττῃ ὑπῆρχεν, ἡ δὲ κάτω Αἴγυπτος καὶ τὰ μέχρι τῆς λίμνης τῆς Σιρβωνίτιδος πέλαγος ἦν, σύρρουν τυχὸν ἴσως τῇ Ἐρυθρᾷ τῇ κατὰ Ἡρώων πόλιν καὶ τὸν Αἰλανίτην μυχόν. | |
10 | 36. Εἴρηται δὲ περὶ τούτων διὰ πλειόνων ἐν τῷ πρώτῳ ὑπομνήματι τῆς γεωγραφίας, καὶ νῦν δ’ ἐπὶ τοσοῦτον ὑπομνηστέον 〈τὸ〉 τῆς φύσεως ἅμα καὶ τὸ τῆς προνοίας ἔργον εἰς ἓν συμφέροντας· τὸ μὲν τῆς φύσεως, ὅτι τῶν πάντων ὑφ’ ἓν συννευόντων τὸ τοῦ ὅλου μέσον καὶ σφαιρουμένων περὶ τοῦτο, τὸ μὲν πυκνότατον καὶ μεσαίτατόν ἐστιν ἡ γῆ, τὸ δ’ ἧττον | |
15 | τοιοῦτον καὶ ἐφεξῆς τὸ ὕδωρ, ἑκάτερον δὲ σφαῖρα, ἡ μὲν στερεά, ἡ δὲ κοίλη ἐντὸς ἔχουσα τὴν γῆν· τὸ δὲ τῆς προνοίας, ὅτι βεβούληται καὶ αὐτὴ ποικίλτριά τις οὖσα καὶ μυρίων ἔργων δημιουργὸς ἐν τοῖς πρώτοις ζῷα γεννᾶν ὡς πολὺ διαφέροντα τῶν ἄλλων καὶ τούτων τὰ κράτιστα θεούς τε καὶ ἀνθρώπους, ὧν ἕνεκεν καὶ τὰ ἄλλα συνέστηκε. τοῖς μὲν οὖν θεοῖς | |
20 | ἀπέδειξε τὸν οὐρανὸν τοῖς δ’ ἀνθρώποις τὴν γῆν, τὰ ἄκρα τῶν τοῦ κόσμου | |
μερῶν· ἄκρα δὲ τῆς σφαίρας τὸ μέσον καὶ τὸ ἐξωτάτω. ἀλλ’ ἐπειδὴ τῇ γῇ περίκειται τὸ ὕδωρ, οὐκ ἔστι δ’ ἔνυδρον ζῷον ὁ ἄνθρωπος, ἀλλὰ χερσαῖον καὶ ἐναέριον καὶ πολλοῦ κοινωνικὸν φωτός, ἐποίησεν ἐξοχὰς ἐν τῇ γῇ πολλὰς καὶ εἰσοχάς, ὥστ’ ἐν αἷς μὲν ἀπολαμβάνεσθαι τὸ σύμπαν | 69 | |
25 | ἢ καὶ τὸ πλέον ὕδωρ ἀποκρύπτον τὴν ὑπ’ αὐτῷ γῆν, ἐν αἷς δ’ ἐξέχειν τὴν γῆν ἀποκρύπτουσαν ὑφ’ ἑαυτῇ τὸ ὕδωρ, πλὴν ὅσον χρήσιμον τῷ ἀνθρω‐ πείῳ γένει καὶ τοῖς περὶ αὐτὸ ζῴοις καὶ φυτοῖς. ἐπεὶ δ’ ἐν κινήσει συνεχεῖ τὰ σύμπαντα καὶ μεταβολαῖς μεγάλαις (οὐ γὰρ οἷόν τε ἄλλως τὰ τοιαῦτα καὶ τοσαῦτα καὶ τηλικαῦτα ἐν τῷ κόσμῳ διοικεῖσθαι), ὑποληπτέον μήτε | |
30 | τὴν γῆν ἀεὶ συμμένειν οὕτως ὥστ’ ἀεὶ τηλικαύτην εἶναι μηδὲν προστι‐ θεῖσαν ἑαυτῇ μηδ’ ἀφαιροῦσαν, μήτε τὸ ὕδωρ, μηδὲ τὴν ἕδραν ἔχειν τὴν αὐτὴν ἑκάτερον, καὶ ταῦτα εἰς ἄλληλα φυσικωτάτης οὔσης καὶ ἐγγυτάτω τῆς μεταπτώσεως, ἀλλὰ καὶ τῆς γῆς πολλὴν εἰς ὕδωρ μεταβάλλειν, καὶ τῶν ὑδάτων πολλὰ χερσοῦσθαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ ἐν τῇ γῇ, καθ’ | |
35 | ἣν αὐτὴν τοσαῦται διαφοραί· ἡ μὲν γὰρ εὔθρυπτος ἡ δὲ στερεὰ καὶ πετρώδης καὶ σιδηρῖτις καὶ οὕτως ἐπὶ τῶν ἄλλων. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγρᾶς οὐσίας, ἡ μὲν ἁλμυρὶς ἡ δὲ γλυκεῖα καὶ πότιμος, ἡ δὲ φαρμα‐ κώδης καὶ σωτήριος καὶ ὀλέθριος καὶ ψυχρὰ καὶ θερμή. τί οὖν θαυμαστὸν εἴ τινα μέρη τῆς γῆς ἃ νῦν οἰκεῖται θαλάττῃ πρότερον κατείχετο, τὰ δὲ | |
40 | νῦν πελάγη πρότερον ᾠκεῖτο; καθάπερ καὶ πηγὰς τὰς πρότερον ἐκλιπεῖν συνέβη, τὰς δ’ ἀνεῖσθαι, καὶ ποταμοὺς καὶ λίμνας, οὕτω δὲ καὶ ὄρη καὶ πεδία εἰς ἄλληλα μεταπίπτειν· περὶ ὧν καὶ πρότερον εἰρήκαμεν πολλὰ καὶ νῦν εἰρήσθω. | |
65(n) | Strabo 17,3,4 | |
1 | Φέρει δὲ καὶ γαλᾶς αἰλούροις ἴσας καὶ ὁμοίας πλὴν ὅτι τὰ ῥύγχη προ‐ πέπτωκε μᾶλλον, πιθήκων τε πάμπολυ πλῆθος, περὶ ὧν καὶ Ποσειδώνιος εἴρηκεν ὅτι πλέων ἐκ Γαδείρων εἰς τὴν Ἰταλίαν προσενεχθείη τῇ Λιβυκῇ παραλίᾳ καὶ ἴδοι τῶν θηρίων μεστόν τινα τούτων ἁλιτενῆ δρυμόν, τῶν | |
5 | μὲν ἐπὶ τοῖς δένδρεσι τῶν δ’ ἐπὶ γῆς, ἐχόντων ἐνίων καὶ σκύμνους καὶ ἐπεχόντων μαστόν· γελᾶν οὖν ὁρῶν βαρυμάστους, ἐνίους δὲ φαλακρούς, τοὺς δὲ κηλήτας καὶ ἄλλα τοιαῦτα ἐπιφαίνοντας σίνη. | |
66(n) | Strabo 17,3,10 | |
1 | 10. Ποσειδώνιος δ’ οὐκ οἶδ’ εἰ ἀληθεύει φήσας ὀλίγοις καὶ μικροῖς διαρρεῖσθαι ποταμοῖς τὴν Λιβύην· αὐτοὺς γάρ, οὓς Ἀρτεμίδωρος εἴρηκε, τοὺς μεταξὺ τῆς Λυγγὸς καὶ Καρχηδόνος, καὶ πολλοὺς εἴρηκε καὶ μεγά‐ λους. ἐν δὲ τῇ μεσογαίᾳ ταῦτ’ ἀληθέστερον εἰπεῖν· εἴρηκε δὲ τούτου τὴν | |
5 | αἰτίαν αὐτός· μὴ γὰρ κατομβρεῖσθαι τοῖς ἀρκτικοῖς μέρεσι, καθάπερ οὐδὲ τὴν Αἰθιοπίαν φασί· διὸ πολλάκις λοιμικὰ ἐμπίπτειν ὑπὸ αὐχμῶν | |
καὶ τὰς λίμνας τελμάτων πίμπλασθαι καὶ τὴν ἀκρίδα ἐπιπολάζειν. ἔτι φησὶ τὰ μὲν ἀνατολικὰ ὑγρὰ εἶναι, τὸν γὰρ ἥλιον ἀνίσχοντα ταχὺ παραλ‐ λάττειν, τὰ δ’ ἑσπέρια ξηρά, ἐκεῖ γὰρ καταστρέφειν. ὑγρὰ γὰρ καὶ ξηρά, | 70 | |
10 | τὰ μὲν παρ’ ὑδάτων ἀφθονίαν ἢ σπάνιν λέγεται, τὰ δὲ παρὰ τὴν τῶν ἡλίων· βούλεται δὲ λέγειν τὰ παρὰ τοὺς ἡλίους· ταῦτα δὲ πάντες ἀρκτι‐ κοῖς καὶ μεσημβρινοῖς κλίμασιν ἀφορίζουσι· καὶ μὴν ἀνατολικά τε καὶ δυσμικά, τὰ μὲν πρὸς τὰς οἰκήσεις λεγόμενα, καθ’ ἑκάστην τὴν οἴκησιν καὶ τὴν μετάπτωσιν τῶν ὁριζόντων ἄλλα καὶ ἄλλα ἐστίν, ὥστ’ οὐδ’ ἔνεστι | |
15 | καθολικῶς εἰπεῖν ἐπὶ τῶν ἀπεριλήπτων τὸ πλῆθος, ὅτι τὰ μὲν ἀνατολικὰ ὑγρά, τὰ δὲ δυσμικὰ ξηρά. ὡς δὲ λέγεται πρὸς τὴν οἰκουμένην ὅλην καὶ τὰς ἐσχατιὰς τὰς τοιαύτας, οἵα καὶ ἡ Ἰνδικὴ καὶ ἡ Ἰβηρία, λέγοι ἄν, εἰ ἄρα, τὴν τοιαύτην ἀπόφασιν. τίς οὖν ἡ πιθανότης τῆς αἰτιολογίας; ἐν γὰρ περιφορᾷ συνεχεῖ τε καὶ ἀδιαλείπτῳ τοῦ ἡλίου τίς ἂν εἴη καταστροφή; | |
20 | τό τε τάχος τῆς παραλλαγῆς πανταχοῦ ἴσον. ἄλλως τε παρὰ τὴν ἐνάρ‐ γειάν ἐστι, τὰ ἔσχατα τῆς Ἰβηρίας ἢ τῆς Μαυρουσίας τὰ πρὸς δύσιν ξηρὰ λέγειν ἁπάντων μάλιστα· καὶ γὰρ τὸ περιέχον εὔκρατον ἔχει καὶ πλείστων ὑδάτων εὐπορεῖ. εἰ δὲ τὸ καταστρέφειν τοιοῦτον εἴληπται, ὅτι ἐνταῦθα 〈κατὰ〉 τὰ ὕστατα τῆς οἰκουμένης ὑπὲρ γῆς γίνεται, τί τοῦτο | |
25 | συντείνει πρὸς ξηρασίαν; καὶ γὰρ ἐνταῦθα καὶ ἐν τοῖς ἄλλοις τόποις τῆς οἰκουμένης τοῖς ταὐτοκλινέσι τὸν ἴσον διαλιπὼν χρόνον τὸν τῆς νυκτὸς ἐπάνεισι πάλιν καὶ θερμαίνει τὴν γῆν. | |
67(n) | Strabo 17,3,23 | |
1 | Ἔστι δ’ ἡ τὸ σίλφιον φέρουσα στενὴ καὶ παραμήκης καὶ παράξηρος, μῆκος μὲν ὡς ἐπὶ τὰς ἀνατολὰς ἰόντι ὅσον σταδίων χιλίων, πλάτος δὲ τριακοσίων ἢ μικρῷ πλειόνων τό γε γνώριμον· εἰκάζειν μὲν γὰρ ἅπασαν πάρεστι διηνεκῶς τὴν ἐπὶ τοῦ αὐτοῦ παραλλήλου κειμένην τοιαύτην εἶναι | |
5 | κατά τε τοὺς ἀέρας καὶ τὴν τοῦ φυτοῦ φοράν· ἐπεὶ δ’ ἐμπίπτουσιν ἐρημίαι πλείους, 〈οὐ〉 τοὺς πάντας τόπους ἴσμεν. | |
68a(n) | Agathemeros Geogr. inform. 1,2 | |
1 | Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δὲ κεῖσθαι τὴν Ἑλλάδα, καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ Δημόκριτος (Vors. 68 B 15) πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον τὸ μῆκος τοῦ πλάτους ἔχουσα· συνῄνεσε | |
5 | τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός (109 Wehrli)· Εὔδοξος (276a Lasserre) δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους, ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ διπλοῦ· Κράτης (8a Mette) δὲ ὡς ἡμικύκλιον, Ἵππαρχος δὲ τραπε‐ | |
ζοειδῆ, ἄλλοι οὐροειδῆ, Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσόπλατον ἀπὸ νότου εἰς βορρᾶν, στενὴν πρὸς ἕω καὶ δύσιν, τὰ πρὸς | 71 | |
10 | εὖρον δ’ ὅμως πλατύτερα 〈τὰ〉 πρὸς τὴν Ἰνδικήν. | |
68b(n) | Eustathios Il. 7,446 | |
1 | Τὴν δὲ οἰκουμένην γῆν Ποσειδώνιος μὲν ὁ Στωϊκὸς καὶ Διονύσιος σφενδο‐ νοειδῆ φασι, Δημόκριτος δὲ προμήκη, τραπεζοειδῆ δὲ Ἵππαρχος. | |
68c(n) | Eustathios Dionys. Per. 1 | |
1 | Προμήκης ... δίκην σφενδόνης. τοιαύτη γὰρ τὸ σχῆμα ἡ οἰκουμένη γῆ, καθὰ καὶ Ποσειδωνίῳ δοκεῖ. διὸ καὶ εἰς δύο κώνους τέμνεται ἡ οἰκουμένη, ὡς ἐν τοῖς μετὰ ταῦτα ἐρεῖ ὁ Διονύσιος· ὧν εἷς μὲν ὁ ἀποτελῶν τὴν Ἀσίαν, εἷς δὲ ὁ ἐκ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ἀπαρτιζόμενος. τῆς δὲ τοιαύτης | |
5 | οἰκουμενικῆς σφενδόνης τὰ ὀξύτερα μὲν πρός τε τῇ ἀνατολῇ ἐστι καὶ πρὸς τῇ δύσει, ἃ δὴ κελεύθους ἠελίου καλεῖ, τὰ εὐρύτερα δὲ πρός τε τῷ ἀρκτώῳ κεῖται μέρει καὶ τῷ νοτίῳ· ὥστε τῶν δύο κώνων ὁμοῦ κατὰ τὰς βάσεις ὄντων τὸ μὲν κατὰ τὰς κορυφὰς ὀξὺ πρὸς ἕω κεῖσθαι καὶ δυσμάς, τὸ δὲ κατὰ τὰς βάσεις εὐρὺ πρὸς νότον καὶ βορρᾶν. | |
70(n) | Scholion Apoll. Rhod. 2,675 | |
1 | Ὑπερβορέους μὴ εἶναι τελέως φησὶν Ἡρόδοτος (4,36), ἐπεί, εἰ εἰσὶν ὑπερβόρειοί τινες, πάντως καὶ ὑπερνότιοι. Ποσειδώνιος δὲ εἶναί φησι | |
τοὺς Ὑπερβορέους, κατοικεῖν δὲ περὶ τὰς Ἄλπεις τῆς Ἰταλίας. | 72 | |
74(n) | Proklos Tim. III 125, 11—14 | |
1 | ... καὶ τὸν Κάνωβον ⸢μηκέτι⸣ φαίνεσθαι βραχείαν μὲν ὑπὲρ τὸν ὁρίζοντα ποιοῦντα περίοδον τοῖς ἐν τῷ τρίτῳ κλίματι, τοῖς δὲ ἐν Ῥόδῳ παρα‐ ξέοντα τὸν ὁρίζοντα, καθάπερ λέγει Ποσειδώνιος. | |
75(n) | Symeon Seth, De utilit. corporum caelestium 44 | |
1 | Ἀμέλει τοι καὶ νῦν οἱ ὑπὸ τὸν ἰσημερινὸν οἰκοῦντες ἱκανῶς τῆς τοῦ ἀέρος εὐκρασίας ἐπαπολαύουσι διὰ τὴν τοῦ ἡλίου μετάβασιν, ὡς ἱστορεῖ Ποσει‐ δώνιος καὶ οἱ ἀπὸ τῶν ἐκεῖσε μερῶν πρὸς τὰ ἡμέτερα κλίματα παραγεγο‐ νότες ἡμῖν διηγήσαντο. εἶτα οὐ μόνον ἡ ὑπὸ τὸν παράλληλον ἐκεῖνον | |
5 | κύκλον χώρα ἀοίκητος ἂν ἦν, ἀλλὰ καὶ αἱ πλησίον διὰ τὴν ὑπερβολὴν τῆς θερμότητος καὶ τὴν τοῦ ἡλίου ἐπιμονὴν ἄχρι καὶ κ μοιρῶν διαστή‐ | |
ματος ἢ καὶ πλείονος, καὶ αἱ μετὰ ταύτας χῶραι ὀλίγαι ἂν ἦσαν πάνυ καὶ στενοχωρόταται, αἱ τῆς εὐκρασίας τοῦ ἀέρος μικρόν τι μεταλαμβάνουσαι, ἀνόνητοι δὲ πᾶσαι καὶ ἀτελεσφόρητοι, μήτε χειμῶνος ἐν αὐταῖς γινομένου | 75 | |
10 | διὰ τὴν τοῦ ἡλίου ἀπόστασιν, μήτε θέρους διὰ τὴν ἐγγύτητα μήτε ἔαρος διὰ τὸ μὴ προηγεῖσθαι θέρους. τὰ δὲ τούτων ἐπέκειν’ ἂν ἦν πάντως διὰ τὴν τῆς ψύξεως ὑπερβολὴν ἀοίκητα οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ πᾶσι τοῖς ζῴοις, καὶ τῶν Κιμμερίων μηδὲν ἀποδέοντα. καὶ ὅλη ἄρα ἡ γῆ διὰ τὰς ἐκ τῆς τοιαύτης κινήσεως ὑπερβολικὰς καταστάσεις καὶ τὸ ἀνάρμο‐ | |
15 | στον ἀοίκητος ἔμεινεν ἄν. | 76 |
77(n) | Ptolemaios Tetrab. 2,2, S. 58,19—61,3 | |
1 | Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ’ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκεν ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως. τῆς γὰρ καθ’ ἡμᾶς οἰκου‐ μένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους | |
5 | παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι τοῦ θερινοῦ τρο‐ πικοῦ, κατὰ κορυφὴν λαμβάνοντες τὸν ἥλιον καὶ διακαιόμενοι μέλανές τε τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνε‐ σπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπίπαν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ τοῦ καύματος 〈οὐ〉 | |
10 | συνέχειαν τῶν οἰκήσεων· οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς οὕτως ὁρῶμεν ἔχοντας, ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρ’ αὐτοῖς ἐμφανί‐ ζοντα τὴν διαπύρωσιν. οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ | |
15 | ζῳδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες κατεψυγμένοι μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας θρεπτικωτάτης οὔσης καὶ ὑπὸ μηδενὸς ἀναπινομένης θερμοῦ λευκοί τε τὰ χρώματά εἰσι καὶ τετανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ αὐτοὶ | |
20 | τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους 〈οὐ〉 συνέχειαν τῶν οἰκήσεων· ἀκολου‐ θεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ τούτους ὡς ἐπίπαν Σκύθας. οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρ’ αὐτοῖς τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημ‐ | |
25 | βρινὰς παρόδους ἀφισταμένου, τῆς τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς μὲν διαφερούσης, ἀλλ’ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης. ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς ἤθεσιν ἥμεροι τυγχάνουσι. τούτων δὲ οἱ πρὸς νότον ὡς | |
30 | ἐπίπαν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ζῳδιακοῦ καὶ τῶν περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπιβόλους ἔχουσι καὶ διερευνητικὰς καὶ | |
τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς. καθόλου δὲ πάλιν οἱ | 77 | |
35 | μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις εἰκότως τῆς ἡλιακῆς φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθ’ ὃ καὶ ἐν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν καὶ εὐτονίαν. οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι | |
40 | καὶ τὰς ψυχὰς ἁπαλώτεροι, καὶ τὰ πολλὰ κρύπτοντες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει πάντοτε τῆς σελήνης τὰς πρώτας ἐπιτολὰς καὶ ἀπὸ συνόδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτε‐ ρινὸν δοκεῖ κλίμα καὶ θηλυκὸν καὶ εὐώνυμον, ἀντικείμενον τῷ ἀνατολικῷ. | |
78(n) | Diodor 2,49—53 | |
1 | Ἡ δ’ ἐχομένη τῆς ἀνύδρου καὶ ἐρήμου χώρας Ἀραβία τοσοῦτο διαφέρει ταύτης ὥστε διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ φυομένων καρπῶν τε καὶ τῶν ἄλλων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι. κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ | |
5 | καθόλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται· τήν τε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴς τε τὴν οἰκουμένην ἅπασαν διαπόμπιμον λιβανωτὸν [ἀπ’ αὐτῆς] αἱ ταύτης ἐσχατιαὶ φέρουσι. τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι | |
10 | τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς θεῶν τιθέμενα παρ’ ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῷ δείγματι ὑπάρχοντα παρ’ ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι. τό τε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς | |
15 | τόπους. ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον. πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας. καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός. διὸ καὶ κατά τινας τόπους | |
20 | τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλ‐ λευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται· ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περιέχοντος προσπέσωσι ψεκάδες, τὸ διατηκόμενον ὑπὸ τῆς ἰκμάδος συρρεῖ εἰς τὰς ἁρμογὰς τῶν λίθων, καὶ πηγνύμενον συμφυεῖς ἀπεργάζεται τοίχους. μεταλλεύεται δὲ | |
25 | κατὰ τὴν Ἀραβίαν καὶ ὁ προσαγορευόμενος ἄπυρος χρυσός, οὐχ ὥσπερ παρὰ τοῖς ἄλλοις ἐκ ψηγμάτων καθεψόμενος, ἀλλ’ εὐθὺς ὀρυττόμενος εὑρίσκεται τὸ 〈μὲν〉 μέγεθος καρύοις κασταναϊκοῖς παραπλήσιος, τὴν δὲ χρόαν οὕτω φλογώδης ὥστε τοὺς ἐντιμοτάτους λίθους ὑπὸ τῶν τεχνιτῶν ἐνδεθέντας ποιεῖν τὰ κάλλιστα τῶν κοσμημάτων. θρεμμάτων τε παντο‐ | |
30 | δαπῶν τοσοῦτο κατ’ αὐτὴν ὑπάρχει πλῆθος ὥστε ἔθνη πολλὰ νομάδα βίον ᾑρημένα δύνασθαι καλῶς διατρέφεσθαι, σίτου μὲν μὴ προσδεόμενα, τῇ δ’ ἀπὸ τούτων δαψιλείᾳ χορηγούμενα. θηρίων τε πλῆθος ἀλκίμων ἡ προσορίζουσα τῇ Συρίᾳ τρέφει· καὶ γὰρ λέοντας καὶ παρδάλεις ἐν αὐτῇ πολλῷ πλείονας καὶ μείζους καὶ ταῖς ἀλκαῖς διαφόρους πεφυκέναι ἤπερ | 78 |
35 | ἐν τῇ Λιβύῃ συμβέβηκε· πρὸς δὲ τούτοις οἱ καλούμενοι Βαβυλώνιοι τίγρεις. φέρει δὲ καὶ ζῷα διφυῆ καὶ μεμιγμένα ταῖς ἰδέαις, ὧν αἱ μὲν ὀνομαζόμεναι στρουθοκάμηλοι περιειλήφασι τοῖς τύποις μίγματα χηνῶν καὶ καμήλων ἀκολούθως τῇ προσηγορίᾳ. τὸ μὲν γὰρ μέγεθος ἔχουσι νεογενεῖ καμήλῳ παραπλήσιον, τὰς δὲ κεφαλὰς πεφρικυίας θριξὶ λεπταῖς, τοὺς δ’ ὀφθαλ‐ | |
40 | μοὺς μεγάλους καὶ κατὰ τὴν χρόαν μέλανας, ἀπαραλλάκτους κατὰ τὸν τύπον καὶ τὸ χρῶμα τοῖς τῶν καμήλων. μακροτράχηλον δ’ ὑπάρχον ῥύγχος ἔχει βραχὺ παντελῶς καὶ εἰς ὀξὺ συνηγμένον. ἐπτέρωται δὲ ταρσοῖς μαλακοῖς [καὶ] τετριχωμένοις, καὶ δυσὶ σκέλεσι στηριζόμενον καὶ ποσὶ διχήλοις χερσαῖον ἅμα φαίνεται καὶ πτηνόν. διὰ δὲ τὸ βάρος οὐ δυνάμενον | |
45 | ἐξᾶραι καὶ πέτεσθαι κατὰ τῆς γῆς ὠκέως ἀκροβατεῖ, καὶ διωκόμενον ὑπὸ τῶν ἱππέων τοῖς ποσὶ τοὺς ὑποπίπτοντας λίθους οὕτως εὐτόνως ἀποσφεν‐ δονᾷ πρὸς τοὺς διώκοντας ὥστε πολλάκις καρτεραῖς πληγαῖς αὐτοὺς περιπίπτειν. ἐπειδὰν δὲ περικατάληπτον ᾖ, τὴν κεφαλὴν εἴς τινα θάμνον ἢ τοιαύτην σκέπην ἀποκρύπτεται, οὐχ, ὡς οἴονταί τινες, ἀφροσύνῃ καὶ | |
78(50) | νωθρότητι ψυχῆς διὰ τὸ μὴ βλέπειν ἑτέρους μηδ’ αὐτὸ βλέπεσθαι δια‐ λαμβάνον ὑφ’ ἑτέρων, ἀλλὰ διὰ τὸ τοῦ σώματος ἔχειν τοῦτο τὸ μέρος ἀσθενέστατον σκέπην αὑτῷ πρὸς σωτηρίαν περιποιεῖ· ἀγαθὴ γὰρ ἡ φύσις διδάσκαλος ἅπασι τοῖς ζῴοις πρὸς διατήρησιν οὐ μόνον ἑαυτῶν, ἀλλὰ καὶ τῶν γεννωμένων, διὰ τῆς συγγενοῦς φιλοζωίας τὰς διαδοχὰς | |
55 | εἰς ἀΐδιον ἄγουσα διαμονῆς κύκλον. αἱ δὲ καλούμεναι καμηλοπαρδάλεις τὴν [μὲν] μίξιν ἀμφοτέρων ἔχουσι τῶν ἐν τῇ προσηγορίᾳ περιειλημμένων ζῴων. τῷ μὲν γὰρ μεγέθει μικρότεραι τῶν καμήλων εἰσὶ καὶ βραχυ‐ τραχηλότεραι, τὴν δὲ κεφαλὴν καὶ τὴν τῶν ὀμμάτων διάθεσιν παρδάλει παρεμφερεῖς διατετύπωνται· τὸ δὲ κατὰ τὴν ῥάχιν κύρτωμα παρεμφερὲς | |
60 | ἔχουσαι καμήλῳ τῷ χρώματι καὶ τῇ τριχώσει παρδάλεσιν ἐοίκασιν· ὁμοίως δὲ καὶ τὴν οὐρὰν μακρὰν ἔχουσαι τὴν τοῦ θηρίου φύσιν ἀποτυποῦνται. γίνονται δὲ καὶ τραγέλαφοι καὶ βούβαλοι καὶ ἄλλα πλείω γένη δίμορφα ζῴων καὶ τὴν σύνθεσιν ἐκ τῶν πλεῖστον τὴν φύσιν κεχωρισμένων ἔχοντα, περὶ ὧν τὰ κατὰ μέρος μακρὸν ἂν εἴη γράφειν. δοκεῖ γὰρ ἡ συνεγγίζουσα | |
65 | χώρα τῇ μεσημβρίᾳ τὴν ἀφ’ ἡλίου δύναμιν ζωτικωτάτην οὖσαν πολλὴν ἐμπνεῖσθαι, καὶ διὰ τοῦτο πολλῶν καὶ ποικίλων, ἔτι δὲ καλῶν ζῴων φύσεις γεννᾶν. διὰ δὲ τὰς αὐτὰς αἰτίας κατὰ μὲν τὴν Αἴγυπτον τούς τε κροκοδείλους φύεσθαι καὶ τοὺς ποταμίους ἵππους, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ τὴν τῆς Λιβύης ἔρημον ἐλεφάντων τε πλῆθος καὶ παντοδαπῶν ὄφεών | |
70 | τε καὶ τῶν ἄλλων θηρίων καὶ δρακόντων ἐξηλλαγμένων τοῖς τε μεγέθεσι καὶ ταῖς ἀλκαῖς, ὁμοίως δὲ καὶ τοὺς περὶ τὴν Ἰνδικὴν ἐλέφαντας, ὑπερβάλ‐ λοντας τοῖς τε ὄγκοις καὶ πλήθεσιν, ἔτι δὲ ταῖς ἀλκαῖς. Οὐ μόνον δ’ ἐν ταύταις ταῖς χώραις ζῷα γεννᾶται ταῖς ἰδέαις ἐξηλ‐ λαγμένα διὰ τὴν ἀφ’ ἡλίου συνεργίαν καὶ δύναμιν, ἀλλὰ καὶ λίθων παν‐ | 79 |
75 | τοίων ἐκφύσεις διάφοροι ταῖς χρόαις καὶ ταῖς λαμπρότησι διαφανεῖς. τοὺς γὰρ κρυστάλλους λίθους ἔχειν τὴν σύστασιν ἐξ ὕδατος καθαροῦ παγέντος οὐχ ὑπὸ ψύχους, ἀλλ’ ὑπὸ θείου πυρὸς δυνάμεως, δι’ ἣν ἀσή‐ πτους μὲν αὐτοὺς διαμένειν, βαφῆναι δὲ πολυμόρφως ἀναθυμιάσει πνεύ‐ ματος. σμαράγδους γὰρ καὶ τὰ καλούμενα βηρύλλια κατὰ τὰς ἐν τοῖς | |
80 | χαλκουργείοις μεταλλείας γινόμενα διὰ τὴν ἀπὸ τῶν θείων βαφὴν καὶ σύνδεσιν συγχρῴζεσθαι, τοὺς δὲ χρυσολίθους ὑπὸ καπνώδους ἀναθυ‐ μιάσεως ἡλίου θερμότητι φυομένους λέγουσι τυγχάνειν τούτου τοῦ χρώ‐ ματος. διὸ καὶ τοὺς ὀνομαζομένους ψευδοχρύσους κατασκευάζεσθαι διὰ τοῦ θνητοῦ καὶ ὑπ’ ἀνθρώπων γεγονότος πυρὸς βαπτομένων τῶν κρυ‐ | |
85 | στάλλων. ταῖς δὲ τῶν ἀνθράκων φύσεσι φωτὸς δύναμιν ἐμπιληθεῖσαν τῇ πήξει φασὶν ἀποτελεῖν τῷ μᾶλλον καὶ ἧττον τὰς ἐν αὐτοῖς διαφοράς. παραπλησίως δὲ καὶ τὰς τῶν ὀρνέων μορφὰς ἐπιχρῴζεσθαι, τὰς μὲν ὁλοπορφύρους φαινομένας, τὰς δὲ κατὰ μέρος παντοίαις χρόαις διειλημ‐ μένας· τὰ μὲν γὰρ φλόγινα, τὰ δὲ κροκώδη, τινὰ δὲ σμαραγδίζοντα, πολλὰ | |
90 | δὲ χρυσοειδῆ φαίνεσθαι κατὰ τὰς πρὸς τὸ φῶς ἐγκλίσεις αὐτῶν, καὶ καθ‐ όλου πολυειδεῖς καὶ δυσερμηνεύτους ἀποτελεῖσθαι χρόας· ὅπερ καὶ ἐπὶ τῆς κατ’ οὐρανὸν ἴριδος ὁρᾶσθαι γινόμενον ὑπὸ τοῦ περὶ τὸν ἥλιον φωτός. ἐκ δὲ τούτων τοὺς φυσιολόγους συλλογιζομένους ἀποφαίνεσθαι διότι καὶ τὴν ἄνωθεν [τῆς] τῶν προειρημένων ἐκ φύσεως ποικιλίαν ἔβαψεν ἡ συγ‐ | |
95 | γενὴς θερμασία, συνεργήσαντος ἡλίου τοῦ ζωοποιοῦντος τὰς ἑκάστων μορφάς. καθόλου δὲ καὶ τῆς περὶ τὰ ἄνθη διαφορᾶς τῆς χρόας καὶ τῆς τῆς γῆς ποικιλίας τοῦτον ὑπάρχειν αἴτιον καὶ δημιουργόν· οὗ τὴν φυσικὴν ἐνέργειαν τὰς θνητὰς τέχνας μιμησαμένας βάπτειν ἕκαστα καὶ ποικίλλειν, μαθητρίας γενομένας τῆς φύσεως. τὰ μὲν γὰρ χρώματα τὸ φῶς ἀπεργά‐ | |
78(100) | ζεσθαι, τὰς δὲ ὀσμὰς τῶν καρπῶν καὶ τὰς ἰδιότητας τῶν χυλῶν, ἔτι δὲ τὰ μεγέθη τῶν ζῴων καὶ τὰς ἑκάστου διαθέσεις, πρὸς δὲ τούτοις τὰς τῆς γῆς ἰδιότητας, γεννᾶν τὴν περὶ τὸν ἥλιον θερμασίαν, εἰς πολυτραφῆ χώραν καὶ γόνιμον ὕδωρ ἐνθάλπουσαν καὶ δημιουργὸν γινομένην τῆς ἑκάστου φύσεως. διόπερ οὔτε ἡ Παρία λύγδος οὔτ’ ἄλλη θαυμαζομένη | |
105 | πέτρα τοῖς Ἀραβίοις λίθοις ἐξισωθῆναι δύναται, ὧν λαμπροτάτη μὲν ἡ λευκότης, βαρύτατος δὲ ὁ σταθμός, ἡ δὲ λειότης ὑπερβολὴν ἑτέροις οὐκ ἀπολείπουσα. αἰτία δὲ τῆς χώρας τῆς κατὰ μέρος ἰδιότητος, καθάπερ προεῖπον, ἡ περὶ τὸν ἥλιον δύναμις, θερμασίᾳ μὲν πήξασα, ξηρότητι δὲ πιλήσασα, φέγγει δὲ λαμπρύνασα. διὸ καὶ τὸ τῶν ὀρνέων γένος πλείστης | |
110 | θερμασίας κεκοινωνηκὸς ἐγένετο διὰ μὲν τὴν κουφότητα πτηνόν, διὰ δὲ τὴν ἀφ’ ἡλίου συνεργίαν ποικίλον, καὶ μάλιστα κατὰ τὰς προκειμένας ἡλίῳ χώρας. ἡ μὲν γὰρ Βαβυλωνία ταώνων ἐκτρέφει πλῆθος παντοίαις χρόαις ἐπηνθισμένων, αἱ δὲ τῆς Συρίας ἐσχατιαὶ ψιττακοὺς καὶ πορφυ‐ ρίωνας καὶ μελεαγρίδας καὶ ἄλλας ζῴων ἰδίας φύσεις τοῖς χρώμασι καὶ | 80 |
115 | ποικίλας συγκρίσεις. ὁ δ’ αὐτὸς λόγος καὶ κατὰ τὰς ἄλλας χώρας τῆς γῆς τὰς κατὰ τὴν ὁμοίαν κλίσιν κειμένας, λέγω δ’ Ἰνδικὴν καὶ τὴν Ἐρυθρὰν θάλατταν, ἔτι δὲ Αἰθιοπίαν καί τινα μέρη τῆς Λιβύης. ἀλλὰ τῆς μὲν πρὸς ἀνατολὰς κεκλιμένης πιοτέρας οὔσης εὐγενέστερα καὶ μείζονα φύεται ζῷα· τῆς δ’ ἄλλης ἀεὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον ἕκαστα ταῖς διαθέσεσι γεν‐ | |
120 | νᾶται. ὁμοίως δὲ καὶ τῶν δένδρων οἱ φοίνικες κατὰ μὲν τὴν Λιβύην αὐχμη‐ ροὺς καὶ μικροὺς ἐκφέρουσι καρπούς, τῆς δὲ Συρίας κατὰ μὲν τὴν Κοίλην οἱ καρυωτοὶ προσαγορευόμενοι γεννῶνται, διάφοροι κατά τε τὴν γλυ‐ κύτητα καὶ τὸ μέγεθος, ἔτι δὲ τοὺς χυμούς. τούτων δὲ πολλῷ μείζους κατὰ τὴν Ἀραβίαν καὶ τὴν Βαβυλωνίαν ὁρᾶν ἔστι γινομένους, κατὰ μὲν | |
125 | τὸ μέγεθος ἓξ δακτύλων ὄντας, τῇ δὲ χρόᾳ τοὺς μὲν μηλίνους, τοὺς δὲ φοινικοῦς, ἐνίους δὲ πορφυρίζοντας· ὥσθ’ ὑπ’ αὐτῶν ἅμα καὶ τὴν ὄψιν τέρπεσθαι καὶ τὴν γεῦσιν ψυχαγωγεῖσθαι. τὰ δὲ στελέχη τῶν φοινίκων τὸ μὲν μῆκος ἀέριον ἔχει, τὴν δὲ περιφέρειαν ψιλὴν πανταχόθεν μέχρι τῆς κορυφῆς. ἀκρόκομα δ’ ὄντα διαφόρους ἔχει τὰς ἀπὸ τῆς κόμης διαθέ‐ | |
130 | σεις· τὰ μὲν γὰρ πάντῃ τοὺς ῥάδικας ἔχει περικεχυμένους, καὶ κατὰ μέσον ἔκ τινος περιρραγέντος φλοιοῦ βοτρυώδη καρπὸν ἀνίησι, τὰ δὲ ἐφ’ ἓν μέρος ἔχοντα κεκλιμένας τὰς ἐπὶ τῆς κορυφῆς κόμας σχηματισμὸν ἀπο‐ τελεῖ λαμπάδος ἀπαιθυσσομένης, ἔνια δ’ ἐπ’ ἀμφότερα τὰ μέρη περι‐ κλώμενα καὶ διπλῇ τῇ καταθέσει τῶν κλάδων ἀμφίχαιτα γινόμενα γρα‐ | |
135 | φικὴν ἀποτελεῖ τὴν πρόσοψιν. | 81 |
80(n) | Diodor 1,1,3 | |
1 | Ἔπειτα πάντας ἀνθρώπους, μετέχοντας μὲν τῆς πρὸς ἀλλήλους συγγενεί‐ ας, τόποις δὲ καὶ χρόνοις διεστηκότας, ἐφιλοτιμήθησαν ὑπὸ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἀγαγεῖν, ὥσπερ τινὲς ὑπουργοὶ τῆς θείας προνοίας γενηθέντες. ἐκείνη τε γὰρ τὴν τῶν ὁρωμένων ἄστρων διακόσμησιν καὶ | |
5 | τὰς τῶν ἀνθρώπων φύσεις εἰς κοινὴν ἀναλογίαν συνθεῖσα κυκλεῖ συνεχῶς ἅπαντα τὸν αἰῶνα, τὸ ἐπιβάλλον ἑκάστοις ἐκ τῆς πεπρωμένης μερίζουσα, οἵ τε τὰς κοινὰς τῆς οἰκουμένης πράξεις καθάπερ μιᾶς πόλεως ἀναγρά‐ ψαντες ἕνα λόγον καὶ κοινὸν χρηματιστήριον τῶν συντετελεσμένων ἀπέ‐ δειξαν τὰς ἑαυτῶν πραγματείας. | |
81(n) | Athenaeus VI 274a—e. 275a | |
1 | Πάτριος μὲν γὰρ ἦν αὐτοῖς [sc. τοῖς ἀρχαίοις Ῥωμαίοις], ὥς φησι Ποσει‐ δώνιος, καρτερία καὶ λιτὴ δίαιτα καὶ τῶν ἄλλων τῶν ὑπὸ τὴν κτῆσιν ἀφελὴς καὶ ἀπερίεργος χρῆσις, ἔτι δὲ εὐσέβεια μὲν θαυμαστὴ περὶ τὸ δαιμόνιον, δικαιοσύνη δὲ καὶ πολλὴ τοῦ πλημμελεῖν εὐλάβεια πρὸς πάντας | |
5 | ἀνθρώπους μετὰ τῆς κατὰ γεωργίαν ἀσκήσεως. τοῦτο δ’ ἔστιν ἐκ τῶν πατρίων θυσιῶν ὧν ἐπετέλουν ἰδεῖν· ὁδούς τε γὰρ ἐπορεύοντο τεταγμένας καὶ ὡρισμένας καὶ τεταγμένα ἔφερον καὶ ἔλεγον ἐν ταῖς εὐχαῖς καὶ ἔδρων ἐν ταῖς ἱερουργίαις, ἀφελῆ τε ταῦτα καὶ λιτά, καὶ οὐδὲν πλέον τῶν κατὰ φύσιν οὔτε ἠμφιεσμένοι καὶ περὶ τὰ σώματα ἔχοντες οὔτε ἀπαρχόμενοι, | |
10 | ἐσθῆτάς τε εἶχον καὶ ὑποδέσεις εὐτελεῖς πίλους τε ταῖς κεφαλαῖς περιέκειντο προβατείων δερμάτων δασεῖς, κεράμεα δὲ καὶ χαλκᾶ τὰ διακονήματα ἐκόμιζον κἀν τούτοις βρωτὰ καὶ ποτὰ πάντων ἀπεριεργότατα, ἄτοπον ἡγούμενοι τοῖς μὲν θεοῖς πέμπειν κατὰ τὰ πάτρια, αὑτοῖς δὲ χορηγεῖν | |
κατὰ τὰ ἐπείσακτα· καίτοι γε τὰ μὲν εἰς ἡμᾶς δαπανώμενα τῇ χρείᾳ | 82 | |
15 | μετρεῖται, τὰ δ’ εἰς τοὺς θεοὺς ἀπαρχαί τινές εἰσι. Μούκιος γοῦν Σκευόλας τρίτος ἐν Ῥώμῃ τὸν Φάνιον ἐτήρει νόμον αὐτὸς καὶ Αἴλιος Τουβέρων καὶ Ῥουτίλιος Ῥοῦφος ὁ τὴν πάτριον ἱστορίαν γεγραφώς. ἐκέλευε δ’ ὁ νόμος τριῶν μὲν πλείονας τῶν ἔξω τῆς οἰκίας μὴ ὑποδέχεσθαι, κατὰ ἀγορὰν δὲ τῶν πέντε· τοῦτο δὲ τρὶς τοῦ μηνὸς ἐγίνετο. ὀψωνεῖν δὲ πλείονος | |
20 | τῶν δυεῖν δραχμῶν καὶ ἡμίσους οὐκ ἐπέτρεπεν· κρέως δὲ καπνιστοῦ δεκαπέντε τάλαντα δαπανᾶν εἰς τὸν ἐνιαυτὸν ἐπεχώρει καὶ ὅσα γῆ φέρει λάχανα καὶ ὀσπρέων ἑψήματα. σμικρᾶς δὲ πάνυ τῆς δαπάνης ὑπαρχούσης διὰ τὸ τοὺς παρανομοῦντας καὶ ἀφειδῶς ἀναλίσκοντας ἀνατετιμηκέναι τὰ ὤνια πρὸς τὸ ἐλευθεριώτερον νομίμως προήρχοντο· ὁ μὲν γὰρ Τουβέρων | |
25 | παρὰ τῶν ἐν τοῖς ἰδίοις ἀγροῖς ὄρνιθας ὠνεῖτο δραχμιαίους, ὁ δὲ Ῥουτί‐ λιος παρὰ τῶν ἁλιευόντων αὑτοῦ δούλων τριωβόλου τὴν μνᾶν τοῦ ὄψου καὶ μάλιστα τοῦ θυριανοῦ καλουμένου· μέρος δ’ ἐστὶ τοῦτο θαλασσίου κυνὸς οὕτω καλούμενον. ὁ δὲ Μούκιος παρὰ τῶν εὐχρηστουμένων ὑπ’ αὐτοῦ πρὸς τὸν αὐτὸν τύπον ἐποιεῖτο τὴν διατίμησιν. ἐκ τοσούτων οὖν μυριάδων | |
30 | ἀνθρώπων οὗτοι μόνοι τὸν νόμον ἐνόρκως ἐτήρουν καὶ δῶρον οὐδὲ τὸ μικρότατον ἐδέχοντο· αὐτοὶ δ’ ἄλλοις ἐδίδοσαν καὶ φίλοις τοῖς ἀπὸ παι‐ δείας ὁρμωμένοις μεγάλα· καὶ γὰρ ἀντείχοντο τῶν ἐκ τῆς στοᾶς δογ‐ μάτων. ... Οὕτως ὀλιγοδεεῖς ἦσαν οἱ τὴν Ἰταλίαν κατοικοῦντες, ὥστε καὶ καθ’ | |
35 | ἡμᾶς ἔτι, φησὶν ὁ Ποσειδώνιος, οἱ σφόδρα εὐκαιρούμενοι τοῖς βίοις ἦγον τοὺς υἱοὺς ὕδωρ μὲν ὡς τὸ πολὺ πίνοντας, ἐσθίοντας ὅτι ἂν τύχῃ. καὶ πολλάκις, φησίν, πατὴρ ἢ μήτηρ υἱὸν ἠρώτα, πότερον ἀπίους ἢ κάρυα βούλεται δειπνῆσαι, καὶ τούτων τι φαγὼν ἠρκεῖτο καὶ ἐκοιμᾶτο. | |
82(n) | Athenaeus IV 153cd | |
1 | Ἐν δὲ τῇ β „ἐν τῇ Ῥωμαίων“ φησίν (ὁ Ποσειδώνιος) „πόλει ὅταν εὐω‐ χῶνται ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, δειπνίζοντος τοῦ κατὰ καιρὸν θριαμβεύοντος, καὶ ἡ παρασκευὴ τῆς εὐωχίας Ἡρακλεωτική ἐστι. διοινοχοεῖται μὲν γὰρ οἰνόμελι, τὰ δὲ βρώματα ἄρτοι μεγάλοι καὶ καπνι‐ | |
5 | στὰ κρέα ἑφθὰ καὶ τῶν προσφάτως καθιερευθέντων ὀπτὰ δαψιλῆ. παρὰ δὲ Τυρρηνοῖς δὶς τῆς ἡμέρας τράπεζαι πολυτελεῖς παρασκευάζονται ἄνθιναί τε στρωμναὶ καὶ ἐκπώματα ἀργυρᾶ παντοδαπά, καὶ δούλων πλῆθος εὐπρεπῶν παρέστηκεν ἐσθήσεσι πολυτελέσι κεκοσμημένων.“ | |
83(n) | Diodor 5,40 | |
1 | 40. Λείπεται δ’ ἡμῖν εἰπεῖν περὶ τῶν Τυρρηνῶν. οὗτοι γὰρ τὸ μὲν πα‐ λαιὸν ἀνδρείᾳ διενεγκόντες χώραν πολλὴν κατεκτήσαντο καὶ πόλεις | |
ἀξιολόγους καὶ πολλὰς ἔκτισαν. ὁμοίως δὲ καὶ ναυτικαῖς δυνάμεσιν ἰσχύσαντες καὶ πολλοὺς χρόνους θαλαττοκρατήσαντες τὸ μὲν παρὰ τὴν | 83 | |
5 | Ἰταλίαν πέλαγος ἀφ’ ἑαυτῶν ἐποίησαν Τυρρηνικὸν προσαγορευθῆναι, τὰ δὲ κατὰ τὰς πεζὰς δυνάμεις ἐκπονήσαντες τήν τε σάλπιγγα [λεγομένην] ἐξεῦρον, εὐχρηστοτάτην μὲν εἰς τοὺς πολέμους, ἀπ’ ἐκείνων δ’ ὀνομα‐ σθεῖσαν Τυρρηνήν, τό τε περὶ τοὺς [ἡγουμένους] στρατηγοὺς ἀξίωμα κατεσκεύασαν, περιθέντες τοῖς ἡγουμένοις ῥαβδούχους καὶ δίφρον ἐλε‐ | |
10 | φάντινον καὶ περιπόρφυρον τήβενναν, ἔν τε ταῖς οἰκίαις τὰ περίστῳα πρὸς τὰς τῶν θεραπευόντων ὄχλων ταραχὰς ἐξεῦρον 〈δι’〉 εὐχρηστίαν· ὧν τὰ πλεῖστα Ῥωμαῖοι μιμησάμενοι καὶ πρὸς τὸ κάλλιον αὐξήσαντες μετήνεγκαν ἐπὶ τὴν ἰδίαν πολιτείαν. γράμματα δὲ καὶ φυσιολογίαν καὶ θεολογίαν ἐξεπόνησαν ἐπὶ πλέον, καὶ τὰ περὶ τὴν κεραυνοσκοπίαν μάλιστα | |
15 | πάντων ἀνθρώπων ἐξειργάσαντο· διὸ καὶ μέχρι τῶν νῦν χρόνων οἱ τῆς οἰκουμένης σχεδὸν ὅλης ἡγούμενοι θαυμάζουσί τε τοὺς ἄνδρας καὶ κατὰ τὰς ἐν τοῖς κεραυνοῖς διοσημείας τούτοις ἐξηγηταῖς χρῶνται. χώραν δὲ νεμόμενοι πάμφορον, καὶ ταύτην ἐξεργαζόμενοι, καρπῶν ἀφθονίαν ἔχουσιν οὐ μόνον πρὸς τὴν ἀρκοῦσαν διατροφήν, ἀλλὰ καὶ πρὸς ἀπόλαυσιν δαψιλῆ | |
20 | καὶ τρυφὴν ἀνήκουσαν. παρατίθενται γὰρ δὶς τῆς ἡμέρας τραπέζας πολυ‐ τελεῖς καὶ τἄλλα τὰ πρὸς τὴν ὑπερβάλλουσαν τρυφὴν οἰκεῖα, στρωμνὰς μὲν ἀνθεινὰς κατασκευάζοντες, ἐκπωμάτων δ’ ἀργυρῶν παντοδαπῶν πλῆθος καὶ τῶν διακονούντων οἰκετῶν οὐκ ὀλίγον ἀριθμὸν ἡτοιμακότες· καὶ τούτων οἱ μὲν εὐπρεπείᾳ διαφέροντές εἰσιν, οἱ δ’ ἐσθῆσι πολυτελεστέ‐ | |
25 | ραις ἢ κατὰ δουλικὴν ἀξίαν κεκόσμηνται. οἰκήσεις τε παντοδαπὰς ἰδια‐ ζούσας ἔχουσι παρ’ αὐτοῖς οὐ μόνον οἱ ἄρχοντες, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ πλείους. καθόλου δὲ τὴν μὲν ἐκ παλαιῶν χρόνων παρ’ αὐτοῖς ζηλου‐ μένην ἀλκὴν ἀποβεβλήκασιν, ἐν πότοις δὲ καὶ ῥᾳθυμίαις ἀνάνδροις βιοῦντες οὐκ ἀλόγως τὴν τῶν πατέρων δόξαν ἐν τοῖς πολέμοις ἀποβε‐ | |
30 | βλήκασι. συνεβάλετο δ’ αὐτοῖς πρὸς τὴν τρυφὴν οὐκ ἐλάχιστον καὶ ἡ τῆς χώρας ἀρετή· πάμφορον γὰρ καὶ παντελῶς εὔγειον νεμόμενοι παντὸς καρποῦ πλῆθος ἀποθησαυρίζουσιν. καθόλου γὰρ ἡ Τυρρηνία παντελῶς εὔγειος οὖσα πεδίοις ἀναπεπταμένοις ἐγκάθηται καὶ βουνοειδέσιν ἀνα‐ στήμασι τόπων διείληπται γεωργησίμοις· ὑγρὰ δὲ μετρίως ἐστὶν οὐ μόνον | |
35 | κατὰ τὴν χειμερινὴν ὥραν, ἀλλὰ καὶ κατὰ τὸν τοῦ θέρους καιρόν. | |
84(n) | Eunapios Excerpta de sententiis 36 (Const. Exc. IV S. 84) | |
1 | Ὅτι ὁ Ποσειδώνιος ἔλεγεν ἀπελθόντος Ἀλεξάνδρου τὸ στρατόπεδον ἐοικέναι τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι. | |
85(n) | Diodor 32,9c. 10. 11. 12 | |
1 | 9c. Ὅτι Πτολεμαῖος ὁ Φιλομήτωρ ἧκεν εἰς Συρίαν συμμαχήσων Ἀλεξ‐ άνδρῳ διὰ οἰκειότητα. καταγνοὺς δὲ αὐτοῦ τῆς ψυχῆς παντελῆ ἀδυναμίαν | |
καὶ προσποιηθεὶς ἐπιβουλεύεσθαι τὴν μὲν θυγατέρα Κλεοπάτραν ἀπή‐ γαγε πρὸς Δημήτριον, καὶ συνθέμενος φιλίαν ἐνεγγύησεν αὐτῷ ταύτην. οἱ | 84 | |
5 | δὲ περὶ τὸν Ἱέρακα καὶ Διόδοτον τοῦ Ἀλεξάνδρου κατεγνωκότες, τὸν δὲ Δημήτριον φοβούμενοι διὰ τὰς εἰς τὸν πατέρα γεγενημένας ἁμαρτίας, ἀνέσεισαν τοὺς Ἀντιοχεῖς πρὸς ἀπόστασιν, καὶ τὸν Πτολεμαῖον εἰς τὴν πόλιν δεξάμενοι διάδημα περιέθηκαν καὶ τὴν βασιλείαν ἐνεχείρισαν. ὁ δὲ τῆς μὲν βασιλείας οὐκ ὀρεγόμενος, τὴν δὲ Κοίλην Συρίαν ἐπιθυμῶν | |
10 | προσκτήσασθαι, συνέθετο πρὸς Δημήτριον κοινοπραγίαν ἰδίᾳ, κυριεύειν Πτολεμαῖον τῆς Συρίας, τὸν δὲ Δημήτριον τῆς πατρῴας βασιλείας. (Const. Exc. 3, 203—204) 10,1. Ὁ δὲ Ἀλέξανδρος ἀπὸ μὲν τῆς μάχης μετὰ πεντακοσίων τὴν φυγὴν ἐποιήσατο τῆς Ἀραβίας εἰς τὰς καλουμένας Ἄβας πρὸς | |
15 | Διοκλέα τὸν δυνάστην, πρὸς ὃν ἦν καὶ τὸν υἱὸν Ἀντίοχον προεκτεθειμένος ὄντα νήπιον. εἶθ’ οἱ μὲν περὶ τὸν Ἡλιάδην καὶ Κάσιον ἡγεμόνες, οἳ συνῆσαν Ἀλεξάνδρῳ, λάθρᾳ διεπρεσβεύσαντο περὶ τῆς ἰδίας ἀσφαλείας, ἐπαγγελλόμενοι δολοφονήσειν τὸν Ἀλέξανδρον· συγχωρήσαντος δὲ τοῦ Δημητρίου περὶ ὧν ἠξίουν, οὐ μόνον προδόται τοῦ βασιλέως ἀλλὰ καὶ | |
20 | φονεῖς ἐγενήθησαν. Ἀλέξανδρος μὲν οὖν ὑπὸ τῶν φίλων τοῦτον τὸν τρόπον ἀνῃρέθη. (Const. Exc. 3, 204; Photius, Bibl. 377B) 10,2. Οὐκ ἄξιον δὲ παρελθεῖν τὴν γενομένην περιπέτειαν πρὸ τῆς Ἀλεξάνδρου τελευτῆς, διὰ δὲ τὸ παράδοξον ἴσως ἀπιστηθησομένην. Ἀλεξάνδρου γὰρ τοῦ βασιλέως βραχὺ πρὸ τῶν ἐνεστώτων χρόνων χρη‐ | |
25 | στηριαζομένου κατὰ τὴν Κιλικίαν, ἔνθα φασὶν Ἀπόλλωνος Σαρπηδονίου ἱερὸν εἶναι, ἀνελεῖν αὐτῷ λέγεται τὸν θεὸν φυλάξασθαι τὸν τόπον τὸν ἐνεγκόντα τὸν δίμορφον. καὶ τότε μὲν αἰνιγματώδη τὸν χρησμὸν εἶναι δόξαι, ὕστερον μέντοι μετὰ τὴν τελευτὴν τοῦ βασιλέως ἐπιγνωσθῆναι τὸ λόγιον διὰ τοιαύτας τινὰς αἰτίας. | |
30 | Τῆς Ἀραβίας ἐν ταῖς καλουμέναις Ἄβαις ᾤκει τις Διόφαντος ὄνομα, τὸ δὲ γένος Μακεδών. οὗτος ἐγχώριον Ἀραβίαν γυναῖκα γήμας ἐγέννησε υἱὸν μὲν ὁμώνυμον ἑαυτῷ, θυγατέρα δὲ τὴν προσαγορευθεῖσαν Ἡραΐδα. τὸν μὴν οὖν υἱὸν πρὸ τῆς ἀκμῆς ἐπεῖδε τελευτήσαντα, τὴν δὲ θυγατέρα γάμου ἔχουσαν ὥραν προικίσας συγκατῴκισέ τινι ὄνομα Σαμιάδῃ. οὗτος | |
35 | μὲν οὖν συμβιώσας τῇ γαμηθείσῃ χρόνον ἐνιαύσιον ἀπεδήμησε μακρὰν ἀποδημίαν. τὴν δ’ Ἡραΐδα φασὶν ἀρρωστίᾳ περιπεσεῖν παραδόξῳ καὶ παντελῶς ἀπιστουμένῃ. φλεγμονὴν γὰρ ἰσχυρὰν γενέσθαι περὶ τὸ ἦτρον αὐτῆς. ἐπὶ πλέον δὲ οἰδήσαντος τοῦ τόπου, ἔπειτα τῶν πυρετῶν μεγάλων συνεπιγινομένων, καταδοξάσαι τοὺς ἰατροὺς ἕλκωσιν γεγονέναι περὶ τὸν | |
40 | τράχηλον τῆς μήτρας. χρωμένων δὲ αὐτῶν θεραπείαις αἷς ὑπελάμβανον καταστελεῖν τὰς φλεγμονάς, ἑβδομαίας δ’ οὔσης ῥῆξιν ἐπιγενέσθαι τῆς ἐπιφανείας, καὶ προπεσεῖν ἐκ τῶν τῆς Ἡραΐδος γυναικείων αἰδοῖον ἀνδρεῖον ἔχον διδύμους προσκειμένους. τὴν δὲ ῥῆξιν τούτων καὶ τὸ πάθος γενέσθαι μήτε ἰατροῦ μήτ’ ἄλλων τῶν ἔξωθεν παρόντων πλὴν μητρὸς καὶ | |
45 | δύο θεραπαινίδων. τότε μὲν οὖν ἀχανεῖς γενομένας διὰ τὸ παράδοξον τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιήσασθαι τῆς Ἡραΐδος καὶ κατασιωπῆσαι τὸ γεγονός. τὴν δὲ ἀπολυθεῖσαν τῆς νόσου τὴν ἐσθῆτα φορεῖν γυναικείαν, καὶ τὴν ἄλλην ἀγωγὴν οἰκουρὸν καὶ ὕπανδρον διαφυλάττειν. καταδοξά‐ ζεσθαι δὲ ὑπὸ τῶν συνειδότων τὴν περιπέτειαν ἑρμαφρόδιτον εἶναι, καὶ | 85 |
85(50) | κατὰ τὴν γεγενημένην μετ’ ἀνδρὸς συμβίωσιν, τῆς κατὰ φύσιν ἐπιπλοκῆς ἀντιπραττούσης, δοκεῖν αὐτὴν ταῖς ἀρρενικαῖς συμπεριφοραῖς καθωμι‐ λῆσθαι. λανθανούσης δὲ τοὺς ἐκτὸς τῆς διαθέσεως ταύτης, ἐπανελθεῖν τὸν Σαμιάδην, καὶ καθάπερ ἦν ἐπιβάλλον τὴν γαμηθεῖσαν ἐπιζητεῖν· οὐ τολμώσης δ’ ἐκείνης εἰς ὄψιν ἐλθεῖν διὰ τὴν αἰσχύνην, τὸν Σαμιάδην | |
55 | φασὶ βαρέως ἐνεγκεῖν. ἐπικειμένου δὲ συνεχέστερον καὶ ἀπαιτοῦντος τὴν σύμβιον, καὶ τοῦ πατρὸς μὴ συγχωροῦντος μέν, αἰσχυνομένου δὲ τὴν αἰτίαν εἰπεῖν, εἰς μέγα ηὔξετο ἡ διαφορά. ἐπενεγκεῖν τε διὰ τοῦτο δίκην τῷ πατρὶ περὶ τῆς ἰδίας γυναικός, τῆς τύχης ὥσπερ ἐν δράμασι τὸ παρά‐ δοξον τῆς περιπετείας ἀγούσης εἰς ἔγκλημα. συνεδρευσάντων δὲ τῶν | |
60 | κριτῶν καὶ λόγων ῥηθέντων συμπαρεῖναι μὲν τῇ κρίσει τὸ ἀμφισβητού‐ μενον σῶμα, διαπορεῖν δὲ τοὺς δικαστὰς πότερον προσήκει τὸν ἄνδρα τῆς γυναικὸς ἢ τὸν πατέρα τῆς θυγατρὸς κυριεύειν. πέρας τῶν κριτῶν οἰομέ‐ νων δεῖν ἀκολουθεῖν τἀνδρὶ τὴν γαμηθεῖσαν, τὴν ἀλήθειαν διασαφῆσαι, καὶ θυμῷ τετολμηκότι τὴν καθυποκρινομένην ἐσθῆτα λύσασαν δεῖξαι | |
65 | πᾶσι τὸ τῆς φύσεως ἄρρεν, ῥῆξαί τε φωνὴν δεινοπαθοῦσαν, εἴ τινες ἀναγ‐ κάζουσι συνοικεῖν ἀνδρὶ τὸν ἄνδρα. πάντων δὲ καταπλαγέντων καὶ φωνῇ θαυμαζούσῃ τὸ παράδοξον ἐπισημαινομένων, τὴν μὲν Ἡραΐδα φασὶν ἀποκαλυφθείσης τῆς αἰσχύνης μεταμφιάσασθαι τὸν γυναικεῖον κό‐ σμον εἰς νεανίσκου διάθεσιν, τοὺς δὲ ἰατρούς, ἐπιδειχθέντων αὐτοῖς τῶν | |
70 | φανέντων, γνῶναι ὅτι κατεκέκρυπτο φύσις ἄρρενος ἐν ᾠοειδεῖ τόπῳ φύσεως θηλείας, καὶ δέρματος περιειληφότος παρὰ τὸ σύνηθες τὴν φύσιν σύντρησις ἐγεγένητο, δι’ ὧν ἐξωδεύοντο τὰ περιττώματα· διόπερ τὸν προ‐ σεσυριγγωμένον τόπον ἑλκώσαντας δεῖν κατουλῶσαι, τὴν δὲ ἀνδρὸς φύσιν εὔκοσμον ποιήσαντας [σὺν] ἐνδεχομένῃ δόξαι κεχρῆσθαι θεραπείᾳ. τὴν | |
75 | δ’ Ἡραΐδα μετονομασθεῖσαν Διόφαντον εἰς τοὺς ἱππεῖς καταλεχθῆναι, καὶ σὺν τῷ βασιλεῖ παραταξάμενον εἰς τὰς Ἄβας συναναχωρῆσαι. διὸ καὶ τὸν πρότερον ἀγνοούμενον χρησμὸν τότε γνωσθῆναι, σφαγέντος τοῦ βασιλέως ἐν ταῖς Ἄβαις καθ’ ὃν τόπον ὁ δίμορφος ἐγεγένητο. τὸν δὲ Σαμιάδην λέγουσιν, ἔρωτι καὶ τῇ προγεγενημένῃ συνηθείᾳ δεδουλωμένον, | |
80 | αἰσχύνῃ τε τοῦ παρὰ φύσιν γάμου συνεχόμενον, τῆς μὲν οὐσίας τὸν Διό‐ φαντον ἀναδεῖξαι διαθήκῃ κληρονόμον, ἑαυτὸν δὲ τοῦ ζῆν μεταστῆσαι, ὥστε τὴν μὲν γυναῖκα γεγενημένην ἀνδρὸς ἀναλαβεῖν δόξαν καὶ τόλμαν, τὸν δ’ ἄνδρα γυναικείας ψυχῆς ἀσθενέστερον γενέσθαι. 11. Παραπλησία δὲ ταύτῃ τῇ διαθέσει συνετελέσθη περιπέτεια τριά‐ | |
85 | κοντα ἔτεσιν ὕστερον ἐν τῇ πόλει τῶν Ἐπιδαυρίων. ἦν γάρ τις Ἐπιδαυρία, | |
κόρη μὲν εἶναι δοκοῦσα, γονέων δὲ ὀρφανή, Καλλὼ δ’ ὄνομα. αὕτη τὸν ἐπὶ τῆς φύσεως ἀποδεδειγμένον ταῖς γυναιξὶ πόρον ἄτρητον εἶχεν, παρὰ δὲ τὸν καλούμενον κτένα συριγγωθέντος τόπου ἐκ γενετῆς τὰς περιττώ‐ σεις τῶν ὑγρῶν ἐξέκρινεν. εἰς δὲ τὴν ἀκμὴν τῆς ἡλικίας παραγενομένη | 86 | |
90 | συνῳκίσθη τινὶ τῶν πολιτῶν. διετῆ μὲν οὖν χρόνον συνεβίωσε τἀνδρί, τὴν μὲν γυναικείαν ἐπιπλοκὴν οὐκ ἐπιδεχομένη, τὴν δὲ παρὰ φύσιν ὁμιλίαν ὑπομένειν ἀναγκαζομένη. μετὰ δὲ ταῦτα φλεγμονῆς αὐτῇ συμβάσης περὶ τὸν κτένα καὶ δεινῶν ἀλγηδόνων ἐπιγενομένων συνεκλήθη πλῆθος ἰατρῶν. καὶ τῶν μὲν ἄλλων οὐδεὶς ὑπισχνεῖτο θεραπεύειν, φαρμακοπώλης δέ τις | |
95 | ἐπαγγελλόμενος ὑγιάσειν ἔτεμε τὸν ἐπηρμένον τόπον, ἐξ οὗπερ ἐξέπεσεν ἀνδρὸς αἰδοῖα, δίδυμοι καὶ καυλὸς ἄτρητος. πάντων δὲ τὸ παράδοξον καταπλαγέντων ὁ φαρμακοπώλης ἐβοήθει τοῖς λειπομένοις μέρεσι τῆς πηρώσεως. τὸ μὲν οὖν πρῶτον τὸ αἰδοῖον ἄκρον ἐπιτεμὼν συνέτρησεν εἰς τὸν οὐρητῆρα, καὶ καθεὶς ἀργυροῦν καυλίσκον ταύτῃ τὰ περιττώματα | |
85(100) | τῶν ὑγρῶν ἐξεκόμιζε, τὸν δὲ σεσυριγγωμένον τόπον ἑλκώσας συνέφυσε. καὶ τοῦτον τὸν τρόπον ὑγιοποιήσας διπλοῦν ἀπῄτει τὸν μισθόν· ἔφη γὰρ αὑτὸν παρειληφέναι γυναῖκα νοσοῦσαν, καθεστακέναι δὲ νεανίσκον ὑγιαί‐ νοντα. ἡ δὲ Καλλὼ τὰς μὲν ἐκ τῶν ἱστῶν κερκίδας καὶ τὴν ἄλλην τῶν γυναικῶν ταλασιουργίαν ἀπέθετο, μεταλαβοῦσα δὲ ἀνδρὸς ἐσθῆτα καὶ | |
105 | τὴν ἄλλην διάθεσιν μετωνομάσθη Κάλλων, ἑνὸς στοιχείου ἐπὶ τῷ τέλει τοῦ Ν προστεθέντος. λέγεται δ’ ὑπό τινων ὅτι πρὸ τοῦ μεταλαβεῖν τὴν εἰς ἄνδρα μορφὴν ἱέρεια τῆς Δήμητρος ἐγεγένητο, καὶ τὰ τοῖς ἄρρεσιν ἀόρατα ἰδοῦσα κρίσιν ἔσχεν ἀσεβείας. 12. Ὁμοίως δ’ ἐν τῇ Νεαπόλει καὶ κατ’ ἄλλους τόπους πλείονας | |
110 | ἱστοροῦνται γεγονέναι τοιαῦται περιπέτειαι, οὐκ ἄρρενος καὶ θηλείας φύσεως εἰς δίμορφον τύπον δημιουργηθείσης, ἀδύνατον γὰρ τοῦτο, ἀλλὰ τῆς φύσεως διὰ τῶν τοῦ σώματος μερῶν ψευδογραφούσης εἰς ἔκπληξιν καὶ ἀπάτην τῶν ἀνθρώπων. διόπερ καὶ ἡμεῖς τὰς περιπετείας ταύτας ἀναγραφῆς ἠξιώσαμεν, οὐ ψυχαγωγίας ἀλλ’ ὠφελείας ἕνεκα τῶν ἀναγι‐ | |
115 | νωσκόντων. πολλοὶ γὰρ τέρατα τὰ τοιαῦτα νομίζοντες εἶναι δεισιδαι‐ μονοῦσιν, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἔθνη καὶ πόλεις. κατ’ ἀρχὰς γοῦν τοῦ Μαρσικοῦ πολέμου πλησίον τῆς Ῥώμης οἰκοῦντά φασιν Ἰταλικόν, γεγαμηκότα παραπλήσιον τοῖς εἰρημένοις ἀνδρόγυνον, προσαγγεῖλαι τῇ συγκλήτῳ, τὴν δὲ δεισιδαιμονήσασαν καὶ τοῖς ἀπὸ Τυρρηνίας ἱεροσκόποις | |
120 | πεισθεῖσαν ζῶντα προστάξαι καῦσαι. τοῦτον μὲν οὖν ὁμοίας κεκοινωνη‐ κότα φύσεως, ἀλλ’ οὐ πρὸς ἀλήθειαν τέρας γεγενημένον, φασὶν ἀγνοίᾳ τῆς νόσου παρὰ τὸ προσῆκον ἀπολωλέναι. μετ’ ὀλίγον δὲ καὶ παρ’ Ἀθη‐ ναίοις τοῦ τοιούτου γενομένου διὰ τὴν ἄγνοιαν τοῦ πάθους ζῶντά φασι κατακαῆναι. καὶ γὰρ τὰς λεγομένας ὑαίνας τινὲς μυθολογοῦσιν ἄρρενας | |
125 | ἅμα καὶ θηλείας ὑπάρχειν, καὶ παρ’ ἐνιαυτὸν ἀλλήλας ὀχεύειν, τῆς ἀλη‐ θείας οὐχ οὕτως ἐχούσης. ἑκατέρου γὰρ τοῦ γένους ἁπλῆν ἔχοντος καὶ ἀνεπίμικτον τὴν φύσιν, προσώρισται τὸ ψευδογραφοῦν καὶ παρακρουό‐ | |
μενον τοὺς εἰκῇ θεωροῦντας· τῇ μὲν γὰρ θηλείᾳ πρόσκειταί τι κατὰ τὴν φύσιν παρεμφερὲς ἄρρενι μορίῳ, τῷ δὲ ἄρρενι κατὰ τὸ ἐναντίον ἔμφασις | 87 | |
130 | θηλείας φύσεως. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν ζῴων, γινομένων μὲν πρὸς ἀλήθειαν πολλῶν καὶ παντοδαπῶν τεράτων, μὴ τρεφομένων δὲ καὶ εἰς τελείαν αὔξησιν ἐλθεῖν οὐ δυναμένων. ταῦτα μὲν εἰρήσθω πρὸς διόρθωσιν δεισιδαιμονίας. (Photius, Bibl. 377—379B.) | |
86(n) | Athenaeus IV 176bc | |
1 | Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς Στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε· «παραζωνίδια καὶ λογχάρι’ ἀνειληφότες ἰῷ καὶ ῥύπῳ κεκρυμμένα, πετά‐ σια δ’ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι | |
5 | δ’ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα». | |
87(n) | Athenaeus XIV 649d | |
1 | Καὶ Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς Στοᾶς ἐν τῇ τρίτῃ τῶν Ἱστοριῶν γράφει οὕτως· «φέρει δὲ καὶ τὸ πέρσειον ἡ Ἀραβία καὶ ἡ Συρία καὶ τὸ καλού‐ μενον βιστάκιον· ὃ δὴ βοτρυώδη τὸν καρπὸν ἀφίησι λευκόφαιον ὄντα καὶ μακρόν, παρεμφερῆ τοῖς δακρύοις, ἃ δὴ ῥαγῶν τρόπον ἀλλήλοις ἐπι‐ | |
5 | βάλλει, τὰ δ’ ἔνδον ἔγχλωρον καὶ τοῦ κοκκίου τῶν στροβίλων ἧττον μὲν εὔχυμον, εὐώδη δὲ μᾶλλον.» | |
88(n) | Athenaeus VI 252e | |
1 | Ποσειδώνιος δ’ ὁ Ἀπαμεύς, ὕστερον δὲ Ῥόδιος χρηματίσας, ἐν τῇ τετάρτῃ τῶν Ἱστοριῶν Ἱέρακά φησι τὸν Ἀντιοχέα πρότερον λυσιῳδοῖς ὑπαυλοῦντα ὕστερον γενέσθαι κόλακα δεινὸν Πτολεμαίου τοῦ ἑβδόμου βασιλέως τοῦ καὶ Εὐεργέτου ἐπικληθέντος καὶ τὰ μέγιστα δυνηθέντα | |
5 | παρ’ αὐτῷ, καθάπερ καὶ παρὰ τῷ Φιλομήτορι, ὕστερον ὑπ’ αὐτοῦ δια‐ φθαρῆναι. | |
89(n) | Diodor 5,33—38 | |
1 | 33. Ἡμεῖς δ’ ἀρκούντως περὶ Κελτῶν εἰρηκότες μεταβιβάσομεν τὴν ἱστορίαν ἐπὶ τοὺς πλησιοχώρους τούτοις Κελτίβηρας. οὗτοι γὰρ τὸ πα‐ λαιὸν περὶ τῆς χώρας ἀλλήλοις διαπολεμήσαντες, οἵ τε Ἴβηρες καὶ οἱ Κελτοί, καὶ μετὰ ταῦτα διαλυθέντες καὶ τὴν χώραν κοινῇ κατοικήσαντες, | |
5 | ἔτι δ’ ἐπιγαμίας πρὸς ἀλλήλους συνθέμενοι, διὰ τὴν ἐπιμιξίαν ταύτης ἔτυχον τῆς προσηγορίας. δυεῖν δ’ ἐθνῶν ἀλκίμων μιχθέντων καὶ χώρας ὑποκειμένης ἀγαθῆς, συνέβη τοὺς Κελτίβηρας ἐπὶ πολὺ τῇ δόξῃ προελθεῖν, | |
καὶ Ῥωμαίοις πολλοὺς χρόνους ἀντιταξαμένους μόγις καταπολεμηθῆναι. δοκοῦσι δ’ οὗτοι κατὰ τοὺς πολέμους οὐ μόνον ἱππεῖς ἀγαθούς, ἀλλὰ καὶ | 88 | |
10 | πεζοὺς παρέχεσθαι διαφόρους ταῖς ἀλκαῖς καὶ ταῖς καρτερίαις. φοροῦσι δ’ οὗτοι σάγους μέλανας τραχεῖς καὶ παραπλήσιον ἔχοντας τὸ ἔριον ταῖς αἰγείαις θριξίν. ὁπλίζονται δέ τινες τῶν Κελτιβήρων Γαλατικοῖς θυρεοῖς κούφοις, τινὲς δὲ κυρτίαις κυκλοτερέσιν ἀσπίδων ἐχούσαις τὰ μεγέθη, καὶ περὶ τὰς κνήμας τριχίνας εἰλοῦσι κνημῖδας, περὶ δὲ τὰς κεφαλὰς κράνη | |
15 | χαλκᾶ περιτίθενται φοινικοῖς ἠσκημένα λόφοις. ξίφη δ’ ἀμφίστομα καὶ σιδήρῳ διαφόρῳ κεχαλκευμένα φοροῦσιν, ἔχοντες σπιθαμιαίας παραξιφί‐ δας, αἷς χρῶνται κατὰ τὰς ἐν ταῖς μάχαις συμπλοκάς. ἴδιον δέ τι παρ’ αὐτοῖς ἐστι περὶ τὴν τῶν ὅπλων τῶν ἀμυντηρίων κατασκευήν· ἐλάσματα γὰρ σιδή‐ ρου κατακρύπτουσιν εἰς τὴν γῆν, καὶ ταῦτα ἐῶσι μέχρι ἂν ὅτου διὰ τὸν χρό‐ | |
20 | νον τοῦ ἰοῦ περιφαγόντος τὸ ἀσθενὲς τοῦ σιδήρου καταλειφθῇ τὸ στερεώτα‐ τον, ἐξ οὗ κατασκευάζουσι διάφορα ξίφη καὶ τἆλλα τὰ πρὸς πόλεμον ἀνή‐ κοντα. τὸ δ’ οὕτω κατασκευασθὲν ὅπλον πᾶν τὸ ὑποπεσὸν διαιρεῖ, ἀφ’ οὗπερ οὔτε θυρεὸς οὔτε κράνος οὔτε ὀστοῦν ὑπομένει τὴν πληγὴν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς τοῦ σιδήρου. διμάχαι δ’ ὄντες, ἐπειδὰν ἀπὸ τῶν | |
25 | ἵππων ἀγωνισάμενοι νικήσωσι, καταπηδῶντες καὶ τὴν τῶν πεζῶν τάξιν μεταλαμβάνοντες θαυμαστὰς ποιοῦνται μάχας. ἴδιον δέ τι καὶ παράδοξον νόμιμον παρ’ αὐτοῖς ἐστιν· ἐπιμελεῖς γὰρ ὄντες καὶ καθάρειοι ταῖς διαίταις ἓν ἔργον ἐπιτηδεύουσι βάναυσον καὶ πολλῆς ἀκαθαρσίας κεκοι‐ νωνηκός· παρ’ ἕκαστα γὰρ τὸ σῶμα λοῦσιν οὔρῳ, καὶ τοὺς ὀδόντας παρα‐ | |
30 | τρίβοντες ταύτην ἡγοῦνται θεραπείαν εἶναι τοῦ σώματος. 34. Τοῖς δ’ ἤθεσι πρὸς μὲν τοὺς κακούργους καὶ πολεμίους ὑπάρχου‐ σιν ὠμοί, πρὸς δὲ τοὺς ξένους ἐπιεικεῖς καὶ φιλάνθρωποι. τοὺς γὰρ ἐπι‐ δημήσαντας ξένους ἅπαντες ἀξιοῦσι παρ’ αὑτοῖς ποιεῖσθαι τὰς καταλύ‐ σεις καὶ πρὸς ἀλλήλους ἁμιλλῶνται περὶ τῆς φιλοξενίας· οἷς δ’ ἂν οἱ | |
35 | ξένοι συνακολουθήσωσι, τούτους ἐπαινοῦσι καὶ θεοφιλεῖς ἡγοῦνται. τρο‐ φαῖς δὲ χρῶνται κρέασι παντοδαποῖς καὶ δαψιλέσι καὶ οἰνομέλιτος πό‐ ματι, χορηγούσης τῆς χώρας τὸ μὲν μέλι παμπληθές, τὸν δ’ οἶνον παρὰ τῶν ἐπιπλεόντων ἐμπόρων ὠνούμενοι. χαριέστατον δὲ τῶν πλησιοχώρων ἐθνῶν [αὐτοῖς] ἐστι τὸ τῶν Οὐακκαίων ὀνομαζομένων σύστημα· οὗτοι | |
40 | γὰρ καθ’ ἕκαστον ἔτος διαιρούμενοι τὴν χώραν γεωργοῦσι, καὶ τοὺς καρποὺς κοινοποιούμενοι μεταδιδόασιν ἑκάστῳ τὸ μέρος, καὶ τοῖς νοσφι‐ σαμένοις τι γεωργοῖς θάνατον τὸ πρόστιμον τεθείκασι. τῶν δ’ Ἰβήρων ἀλκιμώτατοι μέν εἰσιν οἱ καλούμενοι Λυσιτανοί, φοροῦσι δ’ ἐν τοῖς πολέ‐ μοις πέλτας μικρὰς παντελῶς, διαπεπλεγμένας νεύροις καὶ δυναμένας | |
45 | σκέπειν τὸ σῶμα περιττότερον διὰ τὴν στερεότητα· ταύτην δ’ ἐν ταῖς μάχαις μεταφέροντες εὐλύτως ἄλλοτε ἄλλως ἀπὸ τοῦ σώματος διακρού‐ ονται φιλοτέχνως πᾶν τὸ φερόμενον ἐπ’ αὐτοὺς βέλος. χρῶνται δὲ καὶ | |
σαυνίοις ὁλοσιδήροις ἀγκιστρώδεσι, φοροῦσι δὲ κράνη καὶ ξίφη παρα‐ πλήσια Κελτίβηρσιν. ἀκοντίζουσι δ’ εὐστόχως καὶ μακράν, καὶ καθόλου | 89 | |
89(50) | καρτεροπληγεῖς ὑπάρχουσιν. εὐκίνητοι δ’ ὄντες καὶ κοῦφοι ῥᾳδίως καὶ φεύγουσι καὶ διώκουσι, κατὰ δὲ τὰς ἐν ταῖς συστάσεσι τῶν δεινῶν ὑπο‐ μονὰς πολὺ λείπονται τῶν Κελτιβήρων. ἐπιτηδεύουσι δὲ κατὰ μὲν τὴν εἰρήνην ὄρχησίν τινα κούφην καὶ περιέχουσαν πολλὴν εὐτονίαν σκελῶν, ἐν δὲ τοῖς πολέμοις πρὸς ῥυθμὸν ἐμβαίνουσι καὶ παιᾶνας ᾄδουσιν, ὅταν | |
55 | ἐπίωσι τοῖς ἀντιτεταγμένοις. ἴδιον δέ τι παρὰ τοῖς Ἴβηρσι καὶ μάλιστα παρὰ τοῖς Λυσιτανοῖς ἐπιτηδεύεται· τῶν γὰρ ἀκμαζόντων ταῖς ἡλικίαις οἱ μάλιστα ἀπορώτατοι ταῖς οὐσίαις, ῥώμῃ δὲ σώματος καὶ θράσει διαφέ‐ ροντες, ἐφοδιάσαντες αὑτοὺς ἀλκῇ καὶ τοῖς ὅπλοις εἰς τὰς ὀρεινὰς δυσχω‐ ρίας ἀθροίζονται, συστήματα δὲ ποιήσαντες ἀξιόλογα κατατρέχουσι τὴν | |
60 | Ἰβηρίαν καὶ λῃστεύοντες πλούτους ἀθροίζουσι· καὶ τοῦτο διατελοῦσι πράττοντες μετὰ πάσης καταφρονήσεως· κούφοις γὰρ χρώμενοι καθο‐ πλισμοῖς καὶ παντελῶς ὄντες εὐκίνητοι καὶ ὀξεῖς δυσχειρότατοι τοῖς ἄλλοις εἰσί. καθόλου δὲ τὰς ἐν τοῖς ὄρεσι δυσχωρίας καὶ τραχύτητας ἡγούμενοι πατρίδας εἶναι, εἰς ταύτας καταφεύγουσι, δυσδιεξόδους οὔσας | |
65 | μεγάλοις καὶ βαρέσι στρατοπέδοις. διὸ καὶ Ῥωμαῖοι πολλάκις ἐπ’ αὐτοὺς στρατεύσαντες τῆς μὲν πολλῆς καταφρονήσεως ἀπέστησαν αὐτούς, εἰς τέλος δὲ τὰ λῃστήρια καταλῦσαι πολλάκις φιλοτιμηθέντες οὐκ ἠδυνή‐ θησαν. 35. Ἐπεὶ δὲ τὰ περὶ τῶν Ἰβήρων διήλθομεν, οὐκ ἀνοίκειον εἶναι | |
70 | διαλαμβάνομεν περὶ τῶν ἐν αὐτῇ μετάλλων ἀργυρείων διελθεῖν· αὕτη γὰρ ἡ χώρα σχεδόν τι πλεῖστον καὶ κάλλιστον ἔχει μεταλλευόμενον ἄργυρον καὶ πολλὰς τοῖς ἐργαζομένοις παρέχεται προσόδους. εἴρηται μὲν οὖν ἡμῖν καὶ ἐν ταῖς πρὸ ταύτης βίβλοις ἐν ταῖς περὶ Ἡρακλέους πράξεσι τὰ κατὰ τὴν Ἰβηρίαν ὄρη τὰ καλούμενα Πυρηναῖα· ταῦτα δὲ καὶ κατὰ τὸ ὕψος | |
75 | καὶ κατὰ τὸ μέγεθος ὑπάρχει διάφορα τῶν ἄλλων· παρήκει γὰρ ἀπὸ τῆς κατὰ τὴν μεσημβρίαν θαλάττης σχεδὸν ἄχρι πρὸς τὸν ὑπὸ τὰς ἄρκτους ὠκεανόν, διείργοντα 〈δὲ〉 τὴν Γαλατίαν καὶ τὴν Ἰβηρίαν, ἔτι δὲ τὴν Κελτ‐ ιβηρίαν, παρεκτείνει σταδίους ὡς τρισχιλίους. πολλῶν δ’ ὄντων ἐν αὐτοῖς δρυμῶν καὶ πυκνῶν τοῖς δένδρεσι, φασὶν ἐν τοῖς παλαιοῖς χρόνοις ὑπό | |
80 | τινων νομέων ἀφέντων πῦρ κατακαῆναι παντελῶς ἅπασαν τὴν ὀρεινὴν χώραν· διὸ καὶ συχνὰς ἡμέρας συνεχῶς πυρὸς ἐπιφλέγοντος τακῆναι τὴν ἐπιφάνειαν τῆς γῆς, καὶ τὰ μὲν ὄρη διὰ τὸ συμβεβηκὸς κληθῆναι Πυρη‐ ναῖα, τὴν δ’ ἐπιφάνειαν τῆς κατακεκαυμένης χώρας ἀργύρῳ ῥυῆναι πολλῷ, καὶ χωνευθείσης τῆς φύσεως, ἐξ ἧς ὁ ἄργυρος κατασκευάζεται, ῥύακας | |
85 | γενέσθαι πολλοὺς ἀργύρου καθαροῦ. τῆς δὲ τούτου χρείας ἀγνοουμένης παρὰ τοῖς ἐγχωρίοις, τοὺς Φοίνικας ἐμπορίαις χρωμένους καὶ τὸ γεγονὸς μαθόντας ἀγοράζειν τὸν ἄργυρον μικρᾶς τινος ἀντιδόσεως ἄλλων φορτίων. διὸ δὴ τοὺς Φοίνικας μετακομίζοντας εἴς τε τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν | |
καὶ τἆλλα πάντα ἔθνη μεγάλους περιποιήσασθαι πλούτους. ἐπὶ τοσοῦτο | 90 | |
90 | δὲ τοὺς ἐμπόρους διατεῖναι τῆς φιλοκερδίας, ὥστε ἐπειδὰν καταγόμων ὄντων τῶν πλοίων περιττεύῃ πολὺς ἄργυρος, ἐκκόπτειν τὸν ἐν ταῖς ἀγκύραις μόλιβδον, καὶ ἐκ τοῦ ἀργύρου τὴν ἐκ τοῦ μολίβδου χρείαν ἀλλάτ‐ τεσθαι. διόπερ ἐπὶ πολλοὺς χρόνους οἱ Φοίνικες διὰ τῆς τοιαύτης ἐμπορίας ἐπὶ πολὺ[ν] λαβόντες [χρόνον] αὔξησιν ἀποικίας πολλὰς ἀπέστειλαν, τὰς | |
95 | μὲν εἰς Σικελίαν καὶ τὰς σύνεγγυς ταύτης νήσους, τὰς δ’ εἰς τὴν Λιβύην καὶ Σαρδόνα καὶ τὴν Ἰβηρίαν. 36. Ὕστερον δὲ πολλοῖς χρόνοις οἱ μὲν Ἴβηρες μαθόντες τὰ περὶ τὸν ἄργυρον ἰδιώματα κατεσκεύασαν ἀξιόλογα μέταλλα· διόπερ ἄργυρον κάλλι‐ στον καὶ σχεδόν τι πλεῖστον κατασκευάζοντες μεγάλας ἐλάμβανον προσό‐ | |
89(100) | δους. ὁ δὲ τρόπος τῆς μεταλλείας καὶ τῶν ἔργων τοιοῦτός τίς ἐστι παρὰ τοῖς Ἴβηρσιν. ὄντων χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου μετάλλων θαυμαστῶν, οἱ μὲν ἐργαζόμενοι τὰ χαλκουργεῖα τὸ τέταρτον μέρος χαλκοῦ καθαροῦ ἐκ τῆς ὀρυττομένης γῆς λαμβάνουσι, τῶν δ’ ἀργυρευόντων τινὲς ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν ἐξαίρουσι τάλαντον· πᾶσα γὰρ ἡ βῶλός ἐστι | |
105 | ψήγματος συμπεπηγότος καὶ ἀπολάμποντος μεστή. διὸ καὶ θαυμάσαι τις ἂν τήν τε τῆς χώρας φύσιν καὶ τὴν φιλοπονίαν τῶν ἐργαζομένων αὐτὴν ἀνθρώπων. τὸ μὲν οὖν πρῶτον οἱ τυχόντες τῶν ἰδιωτῶν προσεκαρτέρουν τοῖς μετάλλοις, καὶ μεγάλους ἀπεφέροντο πλούτους διὰ τὴν ἑτοιμότητα καὶ δαψίλειαν τῆς ἀργυρίτιδος γῆς· ὕστερον δὲ τῶν Ῥωμαίων κρατησάν‐ | |
110 | των τῆς Ἰβηρίας, πλῆθος Ἰταλῶν ἐπεπόλασε τοῖς μετάλλοις, καὶ με‐ γάλους ἀπεφέροντο πλούτους διὰ τὴν φιλοκερδίαν. ὠνούμενοι γὰρ πλῆθος ἀνδραπόδων παραδιδόασι τοῖς ἐφεστηκόσι ταῖς μεταλλικαῖς ἐργασίαις· οὗτοι δὲ κατὰ πλείονας τόπους ἀνοίξαντες στόμια καὶ κατὰ βάθους ὀρύτ‐ τοντες τὴν γῆν ἐρευνῶσι τὰς πολυαργύρους καὶ πολυχρύσους πλάκας τῆς | |
115 | γῆς· καταβαίνοντές τε οὐ μόνον εἰς μῆκος, ἀλλὰ καὶ εἰς βάθος παρεκτεί‐ νοντες ἐπὶ πολλοὺς σταδίους τὰ ὀρύγματα, καὶ πλαγίας καὶ σκολιὰς δια‐ δύσεις ποικίλως μεταλλουργοῦντες, ἀνάγουσιν ἐκ βυθῶν τὴν τὸ κέρδος αὐτοῖς παρεχομένην βῶλον. 37. Μεγάλην δ’ ἔχει παραλλαγὴν τὰ μέταλλα ταῦτα συγκρινόμενα τοῖς | |
120 | κατὰ τὴν Ἀττικήν. ἐκεῖνα μὲν γὰρ οἱ μεταλλεύοντες καὶ πρὸς ταῖς ἐργασίαις μεγάλας προϊέμενοι δαπάνας ἃ μὲν ἤλπισαν ἐνίοτε λαβεῖν οὐκ ἔλαβον, ἃ δ’ εἶχον ἀπέβαλον, ὥστε δοκεῖν αὐτοὺς ὥσπερ αἰνίγματος τρόπον ἀτυχεῖν· οἱ δὲ κατὰ τὴν Σπανίαν μεταλλουργοὶ 〈ἀκολούθωσ〉 ταῖς ἐλπίσι μεγάλους σωρεύουσι πλούτους ἐκ τούτων τῶν ἐργασιῶν. τῶν γὰρ | |
125 | πρώτων ἔργων ἐπιτυγχανομένων διὰ τὴν τῆς γῆς εἰς τοῦτο τὸ γένος ἀρετὴν ἀεὶ μᾶλλον εὑρίσκουσι λαμπροτέρας φλέβας, γεμούσας ἀργύρου τε καὶ χρυσοῦ· πᾶσα γὰρ ἡ σύνεγγυς γῆ διαπέπλεκται πολυμερῶς τοῖς ἑλιγμοῖς τῶν ῥάβδων. ἐνίοτε δὲ καὶ κατὰ βάθους ἐμπίπτουσι ποταμοῖς ῥέουσιν ὑπὸ τὴν γῆν, ὧν τῆς βίας περιγίνονται διακόπτοντες τὰς ῥύσεις | |
130 | αὐτῶν τὰς ἐμπιπτούσας τοῖς ὀρύγμασι πλαγίοις. ταῖς γὰρ ἀδιαψεύστοις τοῦ κέρδους προσδοκίαις πιεζόμενοι πρὸς τὸ τέλος ἄγουσι τὰς ἰδίας ἐπι‐ βολάς, καὶ τὸ πάντων παραδοξότατον, ἀπαρύτουσι τὰς ῥύσεις τῶν ὑδάτων τοῖς Αἰγυπτιακοῖς λεγομένοις κοχλίαις, οὓς Ἀρχιμήδης ὁ Συρακόσιος εὗρεν, ὅτε παρέβαλεν εἰς Αἴγυπτον· διὰ δὲ τούτων συνεχῶς ἐκ διαδοχῆς | 91 |
135 | παραδιδόντες μέχρι τοῦ στομίου, τὸν τῶν μετάλλων τόπον ἀναξηραίνουσι καὶ κατασκευάζουσιν εὔθετον πρὸς τὴν τῆς ἐργασίας πραγματείαν. φιλοτέχνου δ’ ὄντος τοῦ ὀργάνου καθ’ ὑπερβολήν, διὰ τῆς τυχούσης ἐργασίας ἄπλατον ὕδωρ ἀναρριπτεῖται παραδόξως, καὶ πᾶν τὸ ποτάμιον ῥεῦμα ῥᾳδίως ἐκ βυθοῦ πρὸς τὴν ἐπιφάνειαν ἐκχεῖται. ⸢θαυμάσαι δ’ ἄν τις | |
140 | εἰκότως τοῦ τεχνίτου τὴν ἐπίνοιαν οὐ μόνον ἐν τούτοις, ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς καὶ μείζοσι, διαβεβοημένοις κατὰ πᾶσαν τὴν οἰκουμένην, περὶ ὧν τὰ κατὰ μέρος ὅταν ἐπὶ τὴν Ἀρχιμήδους ἡλικίαν ἔλθωμεν ἀκριβῶς διέξιμεν.⸣ 38. Οἱ δ’ οὖν ταῖς ἐργασίαις τῶν μετάλλων ἐνδιατρίβοντες τοῖς μὲν κυρίοις ἀπίστους τοῖς πλήθεσι προσόδους περιποιοῦσιν, αὐτοὶ δὲ κατὰ γῆς | |
145 | ἐν τοῖς ὀρύγμασι καὶ καθ’ ἡμέραν καὶ νύκτα καταξαινόμενοι τὰ σώματα. πολλοὶ μὲν ἀποθνήσκουσι διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθείας· ἄνεσις γὰρ ἢ παῦλα τῶν ἔργων οὐκ ἔστιν αὐτοῖς, ἀλλὰ [ταῖς] τῶν ἐπιστατῶν πληγαῖς ἀναγκαζόντων ὑπομένειν τὴν δεινότητα τῶν κακῶν ἀτυχῶς προΐενται τὸ ζῆν, τινὲς δὲ ταῖς δυνάμεσι τῶν σωμάτων καὶ ταῖς τῶν | |
89(150) | ψυχῶν καρτερίαις ὑπομένοντες πολυχρόνιον ἔχουσι τὴν ταλαιπωρίαν· αἱ‐ ρετώτερος γὰρ αὐτοῖς ὁ θάνατός ἐστι τοῦ ζῆν διὰ τὸ μέγεθος τῆς ταλαι‐ πωρίας. πολλῶν δ’ ὄντων περὶ τὰς προειρημένας μεταλλείας παραδόξων, οὐχ ἥκιστ’ ἄν τις θαυμάσειε διότι τῶν μεταλλουργείων οὐδὲν πρόσφατον ἔχει τὴν ἀρχήν, πάντα δ’ ὑπὸ τῆς Καρχηδονίων φιλαργυρίας ἀνεῴχθη | |
155 | καθ’ ὃν καιρὸν καὶ τῆς Ἰβηρίας ἐπεκράτουν. ἐκ τούτων γὰρ ἔσχον τὴν ἐπὶ πλέον αὔξησιν, μισθούμενοι τοὺς κρατίστους στρατιώτας καὶ διὰ τούτων πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμήσαντες. καθόλου γὰρ ἀεὶ Καρχηδόνιοι διεπολέμουν οὔτε πολιτικοῖς στρατιώταις οὔτε τοῖς ἀπὸ τῶν συμμάχων ἀθροιζομένοις πεποιθότες, ἀλλὰ καὶ Ῥωμαίους καὶ | |
160 | Σικελιώτας καὶ τοὺς κατὰ τὴν Λιβύην οἰκοῦντας εἰς [τοὺς] μεγίστους ἦγον κινδύνους καταπλουτομαχοῦντες ἅπαντας διὰ τὴν ἐκ τῶν μετάλλων γινομένην εὐπορίαν. δεινοὶ γάρ, ὡς ἔοικεν, ὑπῆρξαν οἱ Φοίνικες ἐκ πα‐ λαιῶν χρόνων εἰς τὸ κέρδος εὑρεῖν, οἱ δ’ ἀπὸ τῆς Ἰταλίας εἰς τὸ 〈μηδὲν〉 μηδενὶ τῶν ἄλλων καταλιπεῖν. | |
165 | Γίνεται δὲ καὶ καττίτερος ἐν πολλοῖς τόποις τῆς Ἰβηρίας, οὐκ ἐξ ἐπιπολῆς εὑρισκόμενος, ὡς ἐν ταῖς ἱστορίαις τινὲς τεθρυλήκασιν, ἀλλ’ ὀρυττόμενος καὶ χωνευόμενος ὁμοίως ἀργύρῳ τε καὶ χρυσῷ. ὑπεράνω γὰρ τῆς τῶν Λυσιτανῶν χώρας ἔστι μέταλλα πολλὰ τοῦ καττιτέρου, 〈καὶ〉 κατὰ τὰς προκειμένας τῆς Ἰβηρίας ἐν τῷ ὠκεανῷ νησῖδας τὰς ἀπὸ τοῦ συμβε‐ | |
170 | βηκότος Καττιτερίδας ὠνομασμένας. πολὺς δὲ καὶ ἐκ τῆς Πρεττανικῆς νήσου διακομίζεται πρὸς τὴν κατ’ ἀντικρὺ κειμένην Γαλατίαν, καὶ διὰ τῆς μεσογείου Κελτικῆς ἐφ’ ἵππων ὑπὸ τῶν ἐμπόρων ἄγεται παρά τε τοὺς Μασσαλιώτας καὶ εἰς τὴν ὀνομαζομένην πόλιν Ναρβῶνα· αὕτη δ’ ἐστὶν ἄποικος μὲν Ῥωμαίων, διὰ δὲ τὴν εὐκαιρίαν [καὶ τὴν εὐπορίαν] | 92 |
175 | μέγιστον ἐμπόριον ἔχουσα τῶν ἐν ἐκείνοις τοῖς τόποις. | |
90(n) | Athenaeus IX 401a | |
1 | Μνημονεύει δ’ αὐτῶν (sc. τῶν κουνίκλων) καὶ Ποσειδώνιος ὁ φιλόσοφος ἐν τῇ Ἱστορίᾳ· καὶ ἡμεῖς εἴδομεν πολλοὺς κατὰ τὸν ἀπὸ Δικαιαρχείας πλοῦν ἐπὶ Νέαν πόλιν. νῆσος γάρ ἐστιν οὐ μακρὰν τῆς γῆς κατὰ τὰ τελευταῖα μέρη τῆς Δικαιαρχείας ὑπ’ ὀλίγων μὲν κατοικουμένη, πολλοὺς | |
5 | δ’ ἔχουσα τοὺς κουνίκλους τούτους. | |
91(n) | Strabo 3,4,13 | |
1 | Φησὶ δὲ Ποσειδώνιος Μᾶρκον Μάρκελλον πράξασθαι φόρον ἐκ τῆς Κελτιβηρίας τάλαντα ἑξακόσια· ἐξ οὗ τεκμαίρεσθαι πάρεστιν ὅτι καὶ πολλοὶ ἦσαν οἱ Κελτίβηρες καὶ χρημάτων εὐποροῦντες, καίπερ οἰκοῦντες χώραν παράλυπρον. Πολυβίου δ’ εἰπόντος (25,1,1) τριακοσίας αὐτῶν | |
5 | καταλῦσαι πόλεις Τιβέριον Γράκχον, κωμῳδῶν φησι τοῦτο τῷ Γράκχῳ χαρίσασθαι τὸν ἄνδρα, τοὺς πύργους καλοῦντα πόλεις, ὥσπερ ἐν ταῖς θριαμβικαῖς πομπαῖς. | |
92(n) | Plutarch Marc. 1 | |
1 | Μάρκον δὲ Κλαύδιον τὸν πεντάκις ὑπατεύσαντα Ῥωμαίων Μάρκου μὲν υἱὸν γενέσθαι λέγουσι, κληθῆναι δὲ τῶν ἀπὸ τῆς οἰκίας πρῶτον Μάρκελ‐ λον, ὅπερ ἐστὶν Ἀρήιον, ὥς φησι Ποσειδώνιος. ἦν γὰρ τῇ μὲν ἐμπειρίᾳ πολεμικός, τῷ δὲ σώματι ῥωμαλέος, τῇ δὲ χειρὶ πλήκτης, τῇ δὲ φύσει | |
5 | φιλοπόλεμος κἀν τούτῳ δὴ πολὺ τὸ γαῦρον καὶ ἀγέρωχον ἐπιφαίνων ἐν τοῖς ἀγῶσι, τῷ δὲ ἄλλῳ τρόπῳ σώφρων, φιλάνθρωπος, Ἑλληνικῆς παιδείας καὶ λόγων ἄχρι τοῦ τιμᾶν καὶ θαυμάζειν τοὺς κατορθοῦντας ἐραστής, αὐτὸς δ’ ὑπ’ ἀσχολιῶν ἐφ’ ὅσον ἦν πρόθυμος ἀσκῆσαι καὶ μαθεῖν οὐκ ἐξικόμενος. | |
93(n) | Plutarch Marc. 20 | |
1 | 20. Τῶν δὲ Ῥωμαίων τοῖς ἐκτὸς ἀνθρώποις δεινῶν μὲν εἶναι πόλεμον μεταχειρίσασθαι καὶ φοβερῶν εἰς χεῖρας ἐλθεῖν νομιζομένων, εὐγνωμο‐ σύνης δὲ καὶ φιλανθρωπίας καὶ ὅλως πολιτικῆς ἀρετῆς ὑποδείγματα μὴ δεδωκότων, πρῶτος δοκεῖ τότε Μάρκελλος ὑποδεῖξαι τοῖς Ἕλλησι δικαιο‐ | |
5 | τέρους Ῥωμαίους. οὕτω γὰρ ἐχρῆτο τοῖς συμβάλλουσι καὶ τοσαῦτα καὶ | |
πόλεις καὶ ἰδιώτας εὐεργέτησεν, ὥστε εἴ τι περὶ Ἔνναν ἢ Μεγαρεῖς ἢ Συρα‐ κουσίους ἔργον ἦν εἰργασμένον οὐκ ἐπιεικὲς αὐτοῖς, τοῦτο τῶν πεπονθότων αἰτίᾳ μᾶλλον ἢ τῶν πεποιηκότων δοκεῖν γεγονέναι. μνησθήσομαι δὲ ἑνὸς ἀπὸ πολλῶν. πόλις ἐστὶ τῆς Σικελίας Ἐγγύιον οὐ μεγάλη, ἀρχαία δὲ πάνυ | 93 | |
10 | καὶ διὰ θεῶν ἐπιφάνειαν ἔνδοξος, ἃς καλοῦσι Ματέρας. ἵδρυμα λέγεται Κρητῶν γενέσθαι τὸ ἱερόν· καὶ λόγχας τινὰς ἐδείκνυσαν καὶ κράνη χαλκᾶ, τὰ μὲν ἔχοντα Μηριόνου τὰ δὲ Οὐλίξου, τουτέστιν Ὀδυσσέως, ἐπιγραφάς, ἀνατεθεικότων ταῖς θεαῖς. ταύτην προθυμότατα καρχηδονίζουσαν Νικίας, ἀνὴρ πρῶτος τῶν πολιτῶν, ἔπειθε μεταθέσθαι πρὸς Ῥωμαίους, ἀνα‐ | |
15 | φανδὸν ἐν ταῖς ἐκκλησίαις παρρησιαζόμενος καὶ κακῶς φρονοῦντας ἐξε‐ λέγχων τοὺς ὑπεναντίους. οἱ δὲ φοβούμενοι τὴν δύναμιν αὐτοῦ καὶ τὴν δόξαν ἐβουλεύσαντο συναρπάσαι καὶ παραδοῦναι τοῖς Φοίνιξιν. αἰσθό‐ μενος οὖν ὁ Νικίας ἤδη [καὶ] παραφυλαττόμενον ἀδήλως ἑαυτόν, ἐξέφερεν ἐν φανερῷ λόγους περὶ τῶν Ματέρων ἀνεπιτηδείους καὶ πολλὰ πρὸς τὴν | |
20 | νομιζομένην ἐπιφάνειαν καὶ δόξαν ὡς ἀπιστῶν καὶ καταφρονῶν ἔπραττεν, ἡδομένων τῶν ἐχθρῶν, ὅτι τὴν μεγίστην αἰτίαν αὐτὸς ἐφ’ ἑαυτὸν ὧν πείσεται παρεῖχε. γεγονότων δὲ τῶν πρὸς τὴν σύλληψιν ἑτοίμων ἦν μὲν ἐκκλησία τῶν πολιτῶν, ὁ δὲ Νικίας μεταξύ τι λέγων καὶ συμβου‐ λεύων πρὸς τὸν δῆμον ἐξαίφνης ἀφῆκεν εἰς τὴν γῆν τὸ σῶμα· καὶ μικρὸν | |
25 | διαλιπών, οἷον εἰκός, ἡσυχίας σὺν ἐκπλήξει γενομένης, τὴν κεφαλὴν ἐπάρας καὶ περιενεγκὼν ὑποτρόμῳ φωνῇ καὶ βαρείᾳ κατὰ μικρὸν συντεί‐ νων καὶ παροξύνων τὸν ἦχον, ὡς ἑώρα φρίκῃ καὶ σιωπῇ κατεχόμενον τὸ θέατρον, ἀπορρίψας τὸ ἱμάτιον καὶ περιρρηξάμενος τὸν χιτωνίσκον ἡμί‐ γυμνος ἀναπηδήσας ἔθεε πρὸς τὴν ἔξοδον τοῦ θεάτρου βοῶν ὑπὸ τῶν | |
30 | Ματέρων ἐλαύνεσθαι. 〈καὶ〉 μηδενὸς τολμῶντος ἅψασθαι μηδὲ ἀπαντῆσαι διὰ δεισιδαιμονίαν ἀλλ’ ἐκτρεπομένων, ἐπὶ τὰς πύλας ἐξέδραμεν, οὔτε φωνῆς τινὸς οὔτε κινήσεως πρεπούσης δαιμονῶντι καὶ παραφρονοῦντι φεισάμενος. ἡ δὲ γυνὴ συνειδυῖα καὶ συντεχνάζουσα τῷ ἀνδρί, λαβοῦσα τὰ παιδία πρῶτον μὲν ἱκέτις προσεκυλινδεῖτο τοῖς μεγάροις τῶν θεῶν, | |
35 | ἔπειτα πλανώμενον ἐκεῖνον προσποιουμένη ζητεῖν κωλύοντος οὐδενὸς ἀσφαλῶς ἀπῆλθεν ἐκ τῆς πόλεως. καὶ διεσώθησαν μὲν οὕτως εἰς Συρα‐ κούσας πρὸς Μάρκελλον. ἐπεὶ δὲ πολλὰ τοὺς Ἐγγυίνους ὑβρίσαντας καὶ πλημμελήσαντας ἐλθὼν Μάρκελλος ἔδησε πάντας ὡς τιμωρησόμενος, ὁ δὲ Νικίας ἐδάκρυσε παρεστώς, τέλος δὲ χειρῶν καὶ γονάτων ἁπτόμενος | |
40 | παρῃτεῖτο τοὺς πολίτας ἀπὸ τῶν ἐχθρῶν ἀρξάμενος, ἐπικλασθεὶς ἀφῆκε πάντας καὶ τὴν πόλιν οὐδὲν ἠδίκησε, τῷ δὲ Νικίᾳ χώραν τε πολλὴν καὶ δωρεὰς πολλὰς ἔδωκε. ταῦτα μὲν οὖν Ποσειδώνιος ὁ φιλόσοφος ἱστόρησε. | |
94a(n) | Plutarch Marc. 9,7 | |
1 | Ὁ δὲ Ποσειδώνιός φησι τὸν μὲν Φάβιον θυρεὸν καλεῖσθαι, τὸν δὲ Μάρ‐ | |
κελλον ξίφος. | 94 | |
94b(n) | Plutarch Fab. Max. 19,1—4 | |
1 | 19. Ἐπεὶ δ’ Ἀννίβαν ἐπύθοντο μετὰ τὴν μάχην (bei Cannae) ἀπο‐ τετράφθαι πρὸς τὴν ἄλλην Ἰταλίαν, ἀναθαρρήσαντες ἐξέπεμπον ἡγεμόνας καὶ στρατεύματα. τούτων δ’ ἐπιφανέστατοι Φάβιός τε Μάξιμος καὶ Κλαύδιος Μάρκελλος ἦσαν, ἀπὸ τῆς ἐναντίας σχεδὸν προαιρέσεως θαυμα‐ | |
5 | ζόμενοι παραπλησίως. ὁ μὲν γάρ, ὥσπερ ἐν τοῖς περὶ αὐτοῦ γεγραμμένοις εἴρηται (Marcell. 9), περιλαμπὲς τὸ δραστήριον ἔχων καὶ γαῦρον ... ἐν τῷ παραβόλῳ καὶ ἰταμῷ καὶ πρὸς ἄνδρα τολμηρὸν τὸν Ἀννίβαν ἀντι‐ τολμῶντι [τῷ] τρόπῳ πολέμου συνίστατο τοὺς πρώτους ἀγῶνας· Φάβιος δὲ ... ἤλπιζε μηδενὸς μαχομένου μηδ’ ἐρεθίζοντος τὸν Ἀννίβαν αὐτὸν | |
10 | ἐπηρεάσειν ἑαυτῷ καὶ κατατριβήσεσθαι περὶ τὸν πόλεμον ... διὸ τοῦτον μὲν ὁ Ποσειδώνιός φησι θυρεόν, τὸν δὲ Μάρκελλον ξίφος ὑπὸ τῶν Ῥω‐ μαίων καλεῖσθαι, κιρναμένην δὲ τὴν Φαβίου βεβαιότητα καὶ ἀσφάλειαν τῇ Μαρκέλλου συντονίᾳ σωτήριον γενέσθαι τοῖς Ῥωμαίοις. | |
95(n) | Plutarch Marc. 30,6—9 | |
1 | Ἦν δὲ ἀνάθημα Μαρκέλλου δίχα τῶν ἐν Ῥώμῃ γυμνάσιον μὲν ἐν Κατάνῃ τῆς Σικελίας, ἀνδριάντες δὲ καὶ πίνακες τῶν ἐκ Συρακουσῶν ἔν τε Σαμο‐ θρᾴκῃ παρὰ τοῖς θεοῖς οὓς Καβείρους ὠνόμαζον, καὶ περὶ Λίνδον ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς. ἐκεῖ δὲ αὐτοῦ τῷ ἀνδριάντι τοῦτ’ ἦν ἐπιγεγραμ‐ | |
5 | μένον, ὡς Ποσειδώνιός φησι, τὸ ἐπίγραμμα· Οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ, Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων, ἑπτάκι τὰν ὑπάταν ἀρχὰν ἐν Ἄρηϊ φυλάξας, πάμπολυν ἀντιπάλοις ἐγκατέχευε φόνον. | |
10 | τὴν γὰρ ἀνθύπατον ἀρχήν, ἣν δὶς ἦρξε, ταῖς πέντε προσκατηρίθμησεν ὑπατείαις ὁ τὸ ἐπίγραμμα ποιήσας. | |
96a(n) | Diodor 33,1,1—4 | |
1 | 1. Ὅτι Λυσιτανοί, φησί, τὸ μὲν πρῶτον οὐκ ἔχοντες ἀξιόχρεων ἡγεμόνα εὐάλωτοι καθίσταντο Ῥωμαίοις πολεμοῦντες, ὕστερον δὲ Ὑριάτθου κυρήσαντες μεγάλα Ῥωμαίους ἔβλαψαν. ἦν μὲν οὖν οὗτος τῶν παρὰ τὸν ὠκεανὸν οἰκούντων Λυσιτανῶν, ποιμαίνων 〈δ’〉 ἐκ παιδὸς ὀρείῳ βίῳ | |
5 | κατέστη συνήθης, συνεργὸν ἔχων καὶ τὴν τοῦ σώματος φύσιν· καὶ γὰρ | |
ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν [λοιπῶν] μελῶν εὐκινησίᾳ πολὺ διήνεγκε τῶν 〈λοιπῶν〉 Ἰβήρων. συνείθισε δὲ αὑτὸν τροφῇ μὴν ὀλίγῃ, γυμνασίοις δὲ πολλοῖς χρῆσθαι, καὶ ὕπνῳ μέχρι μόνου τοῦ ἀναγκαίου, καθόλου δὲ σιδηροφορῶν συνεχῶς καὶ θηρίοις καὶ λῃσταῖς εἰς ἀγῶνας καθιστάμενος, | 95 | |
10 | περιβόητος ἐγένετο παρὰ τοῖς πλήθεσι, καὶ ἡγεμὼν αὐτοῖς ᾑρέθη, καὶ ταχὺ σύστημα περὶ ἑαυτὸν λῃστῶν ἤθροισε. καὶ προκόπτων ἐν τοῖς πολέμοις οὐ μόνον ἐθαυμαστώθη δι’ ἀλκήν, ἀλλὰ καὶ στρατηγεῖν ἔδοξε διαφερόντως. ἦν δὲ καὶ δίκαιος ἐν ταῖς διανομαῖς τῶν λαφύρων καὶ κατ’ ἀξίαν τοὺς ἀνδραγαθήσαντας ἐξῆρε τοῖς δώροις. προϊὼν δὲ οὐκέτι λῃστήν, | |
15 | ἀλλὰ δυνάστην αὑτὸν ἀναδείξας ἐπολέμησε Ῥωμαίοις, καὶ πολλαῖς ἐκρά‐ τησε μάχαις, ὡς καὶ στρατηγὸν Ῥωμαίων Οὐιτέλλιον αὐτῷ καταπο‐ λεμῆσαι στρατῷ καὶ αἰχμάλωτον λαβεῖν καὶ ξίφει ἀνελεῖν, καὶ πολλὰ ἕτερα εὐημερῆσαι κατὰ πόλεμον, ἕως Φάβιος στρατηγὸς τοῦ πρὸς αὐτὸν πολέμου κεχειροτόνητο. ἐκεῖθεν δ’ ἐλαττοῦσθαι ἤρξατο ἐπ’ οὐκ ὀλίγον. | |
20 | εἶτα ἀναλαβὼν καὶ κατευδοκιμήσας Φαβίου, εἰς συνθήκας αὐτὸν ἐλθεῖν ἀναξίους Ῥωμαίων ἠνάγκασεν. ἀλλ’ ὅ γε Καιπίων στρατηγεῖν καθ’ Ὑριάτθου αἱρεθεὶς τάς τε συνθήκας ἠκύρωσε, καὶ πολλάκις Ὑρίατθον ἐλαττώσας, εἶτα εἰς ἔσχατον ἥττης συνελάσας, ὥστε καὶ πρὸς σπονδὰς ὁρᾶν, διὰ τῶν οἰκείων ἐδολοφόνησε. καὶ τὸν διαδεξάμενον αὐτοῦ τὴν | |
25 | στρατηγίαν Ταύταμον καὶ τοὺς μετ’ αὐτοῦ καταπληξάμενος, καὶ σπονδὰς οἵας ἐβούλετο θέσθαι παρασκευασάμενος, ἔδωκε χώραν καὶ πόλιν εἰς κατοίκησιν. (Phot., Bibl. 383—384) | |
96b(n) | Diodor 33,1,5 | |
1 | Ὅτι Ὑρίατθος ὁ λῄσταρχος ὁ Λυσιτανὸς καὶ δίκαιος ἦν ἐν ταῖς διανομαῖς τῶν λαφύρων καὶ κατ’ ἀξίαν τιμῶν τοὺς ἀνδραγαθήσαντας ἐξαιρέτοις δώροις, ἔτι δὲ οὐδὲν ἁπλῶς ἐκ τῶν κοινῶν νοσφιζόμενος. διὸ καὶ συνέ‐ βαινε τοὺς 〈Λυσιτανοὺσ〉 προθυμότατα συγκινδυνεύειν αὐτῷ τιμῶντας | |
5 | οἱονεί τινα κοινὸν εὐεργέτην καὶ σωτῆρα. | |
97(n) | Diodor 33,2 | |
1 | 2. Ὅτι ὁ Πλαύτιος ὁ ἑξαπέλεκυς στρατηγὸς τῶν Ῥωμαίων κακὸς προστάτης ἐγένετο ἐν τῇ ἐπαρχίᾳ· ἀνθ’ ὧν κατάκριτος ἐν τῇ πατρίδι γενόμενος ἐπὶ τῷ τεταπεινωκέναι τὴν ἀρχήν, ἔφυγεν ἐκ τῆς Ῥώμης. | |
98(n) | Diodor 33,3 | |
1 | 3. Ὅτι κατὰ τὴν Συρίαν Ἀλέξανδρος ὁ βασιλεὺς διὰ τὴν ἀσθένειαν τῆς ψυχῆς ἄχρηστος ὢν εἰς προστασίαν βασιλείας, τὰ κατὰ τὴν Ἀντιό‐ | |
χειαν ἐπέτρεψεν Ἱέρακι καὶ Διοδότῳ. | 96 | |
99(n) | Diodor 33,4,1—4 | |
1 | 4. Ὅτι Δημήτριος, τεταπεινωμένης τῆς κατ’ Αἴγυπτον βασιλείας, καὶ μόνος ἀπολειφθείς, ἀπολελύσθαι διέλαβεν ἑαυτὸν παντὸς κινδύνου. διόπερ τῆς συνήθους τοῖς ὄχλοις ἀρεσκείας καταφρονήσας, καὶ βαρύτερος ἀεὶ μᾶλλον τοῖς προστάγμασι γινόμενος, ἀπέσκηψεν εἰς ὠμότητα τυραννικὴν | |
5 | καὶ ποικίλων ἀνομημάτων ὑπερβολάς. αἰτία δ’ ἦν αὐτῷ τῆς διαθέσεως ταύτης οὐ μόνον ἡ φύσις, ἀλλὰ καὶ ὁ τῆς βασιλείας προεστηκώς· οὗτος γὰρ ἀσεβὴς ὢν καὶ ῥᾳδιουργὸς πάντων τῶν κακῶν εἰσηγητὴς ἐγίνετο, κολακεύων 〈τὸ〉 μειράκιον καὶ προτρεπόμενος πρὸς τὰς αἰσχίστας πράξεις. τὸ μὲν οὖν πρῶτον τοὺς ἐν τῷ πολέμῳ γεγονότας ἀλλοτρίους οὐ μετρίαις | |
10 | ἐπιτιμήσεσιν ἐκόλαζεν, ἀλλὰ τιμωρίαις ἐξηλλαγμέναις περιέβαλλεν. ἔπειτα τῶν Ἀντιοχέων χρωμένων πρὸς αὐτὸν τῇ συνήθει πικρίᾳ, ξενικὴν δύναμιν ἀξιόλογον ἐπ’ αὐτοὺς συνεστήσατο, καὶ τὰ μὲν ὅπλα παρείλετο, τῶν δὲ μὴ προαιρουμένων παραδοῦναι τοὺς μὲν ἐν χειρῶν νόμῳ διέφθειρε, τοὺς δὲ ἐν ταῖς οἰκίαις μετὰ τέκνων καὶ γυναικῶν κατεκέντησε. μεγάλης | |
15 | δὲ ταραχῆς γενομένης περὶ τὸν παροπλισμόν, τὰ πλεῖστα τῆς πόλεως ἐνέπρησε. πολλοὺς δὲ τῶν καταιτιαθέντων τιμωρησάμενος, εἰς τὸ βασι‐ λικὸν ταμιεῖον τὰς οὐσίας ἀνέλαβε. διὰ δὲ τὸν φόβον καὶ τὸ μῖσος πολλοὶ τῶν Ἀντιοχέων φυγόντες ἐκ τῆς πατρίδος ἠλῶντο καθ’ ὅλην τὴν Συρίαν, τηροῦντες τοὺς κατὰ τοῦ βασιλέως καιρούς. ὁ δὲ Δημήτριος ὑπάρχων | |
20 | αὐτοῖς πολέμιος, οὐ διέλιπε ποιῶν σφαγὰς καὶ φυγὰς καὶ χρημάτων ἀφαι‐ ρέσεις, πολὺ καὶ τὴν τοῦ πατρὸς χαλεπότητα καὶ μιαιφονίαν ὑπερβα‐ λόμενος. καὶ γὰρ ἐκεῖνος οὐ βασιλικὴν ἐπιείκειαν, ἀλλὰ τυραννικὴν παρα‐ νομίαν ἐζηλωκὼς ἀνηκέστοις κακοῖς τοὺς ὑποταττομένους περιεβεβλήκει· ὥστε συνέβαινε τοὺς μὲν ἀπὸ ταύτης τῆς οἰκίας βασιλεῖς διὰ τὴν παρανο‐ | |
25 | μίαν μισεῖσθαι, τοὺς δὲ ἀπὸ τῆς ἑτέρας διὰ τὴν ἐπιείκειαν ἀγαπᾶσθαι. διὸ καὶ παρ’ ἕκαστον ἀγῶνες καὶ πόλεμοι συνεχεῖς ἐγίνοντο κατὰ Συρίαν, ἐφεδρευόντων ἀλλήλοις ἀεὶ τῶν δυναστῶν τῶν ἀφ’ ἑκάστης οἰκίας. καὶ γὰρ τὰ πλήθη διὰ τὴν τῶν κατιόντων ἀεὶ βασιλέων ἀρέσκειαν εὐθέτως εἶχε πρὸς τὰς μεταβολάς. (F 96b—99 Const. Exc. 2(1), 294—295) | |
100(n) | Diodor 33,4a | |
1 | 4a. Ὅτι Διόδοτός τις ἐπικαλούμενος Τρύφων, ὑπάρχων δὲ ἐν πολλῷ ἀξιώματι τῶν παρὰ τῷ βασιλεῖ φίλων, ὁρῶν τὰς ὁρμὰς τῶν ὄχλων καὶ τὸ πρὸς τὸν δυνάστην μῖσος, ἀποστὰς τοῦ Δημητρίου καὶ ταχὺ πολλοὺς εὑρὼν κοινωνοῦντας τῆς προαιρέσεως τοὺς περὶ τὴν Λάρισαν, διωνο‐ | |
5 | μασμένους ἐπ’ ἀνδρείᾳ καὶ τὴν ἐνθάδε κατοικίαν εἰληφότας δι’ ἀνδραγα‐ θίαν, ἀποίκους δὲ ὄντας τῆς Θετταλικῆς Λαρίσης, καὶ τοῖς ἀπὸ Σελεύκου τοῦ Νικάτορος βασιλεῦσι γεγονότας συμμάχους 〈ἔταξε〉 κατὰ τὸ πρῶτον | |
ἄγημα τῆς ἱππικῆς δυνάμεως, ἐποιήσατο δὲ σύμμαχον καὶ τὸν τῆς Ἀρα‐ βίας δυνάστην Ἰάμβλιχον, ὃς ἐτύγχανεν ἔχων παρα〈κατα〉θήκην Ἀντίοχον | 97 | |
10 | τὸν Ἐπιφανῆ χρηματίζοντα, παῖδα μὲν τὴν ἡλικίαν, υἱὸν δὲ ὄντα Ἀλε‐ ξάνδρου· τούτῳ μὲν οὖν διάδημα περιθεὶς καὶ τὴν ἁρμόζουσαν βασιλεῖ θεραπείαν κατήγαγεν ἐπὶ τὴν πατρῴαν ἀρχήν· ὑπελάμβανε γάρ, ὅπερ ἦν εἰκός, τὰ πλήθη μεταβολῆς ὀρεγόμενα προθύμως τὸν παῖδα κατάξειν διὰ τὴν ἐπιείκειαν τῶν 〈προτέρων〉 βασιλέων καὶ διὰ τὴν τοῦ τότε ἄρχοντος | |
15 | παρανομίαν. καὶ πρῶτον μὲν ἀθροίσας μέτριον σύστημα κατεστρατοπέ‐ δευσε παρὰ πόλιν Χαλκίδα, κειμένην ἐν τοῖς μεθορίοις τῆς Ἀραβίας, δυναμένην δὲ δυνάμεις ἐνδιατριβούσας διαθρέψαι καὶ παρέχεσθαι τὴν ἀσφάλειαν. ἐντεῦθέν τε ὁρμώμενος προσηγάγετο τοὺς πλησιοχώρους, καὶ τῶν πρὸς πόλεμον χρησίμων τὰς παρασκευὰς ἐποιεῖτο. ὁ δὲ Δημήτριος | |
20 | πρῶτον μὲν ὡς λῃστοῦ τινος κατεφρόνει, καὶ τοῖς στρατιώταις συλλαβεῖν αὐτὸν προσέταξε· μετὰ δὲ ταῦτα παράδοξον δύναμιν περιποιησαμένου, καὶ πρόσχημα τῆς ἰδίας τόλμης λαβόντος τὴν τοῦ παιδὸς κάθοδον ἐπὶ τὴν βασιλείαν, ἔγνω στρατηγὸν ἐπ’ αὐτὸν ἐκπέμπειν. (Const. Exc. 3,204—205) | |
101(n) | Athenaeus VIII 333b—d | |
1 | Οἶδα δὲ καὶ Ποσειδώνιον τὸν ἀπὸ τῆς Στοᾶς εἰπόντα [καὶ] περὶ πλήθους ἰχθύων τάδε· «ὅτε Τρύφων ὁ Ἀπαμεὺς ὁ τὴν τῶν Σύρων βασιλείαν ἁρπά‐ σας ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ περὶ Πτολε‐ μαΐδα πόλιν καὶ ὡς ὁ Σαρπηδὼν λειφθεὶς ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν | |
5 | μετὰ τῶν ἰδίων στρατιωτῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλη‐ σίαλον νικήσαντες τῇ μάχῃ, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῇ γῇ καὶ πάντας αὐτοὺς ἐπέκλυσεν διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν συμφορὰν | |
10 | ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυσαν Ποσειδῶνι τροπαίῳ πρὸς τοῖς προ‐ αστείοις τῆς πόλεως.» | |
102a(n) | Diodor 33,5,1—3 | |
1 | 5. Ὅτι οἱ τὴν Ἄραδον οἰκοῦντες ὑπέλαβον καιρὸν εἰληφέναι πρὸς τὴν τῶν Μαραθηνῶν ἀπώλειαν. ἀποστείλαντες οὖν ἐν ἀπορρήτοις πρὸς Ἀμμώνιον τὸν προεστηκότα τῆς βασιλείας ἔπεισαν τριακοσίοις ταλάντοις παραδοῦναι τὴν Μάραθον αὐτοῖς. ὁ δὲ Ἰσίδωρον αὐτοῖς ἀπέστειλε λόγῳ | |
5 | μὲν ὡς ἐφ’ ἑτέρας χρείας, ἔργῳ δὲ τὴν πόλιν ἐξαιρήσοντα καὶ παρα‐ δώσοντα τοῖς Ἀραδίοις. οἱ δὲ Μαραθηνοὶ τὸν κεκυρωμένον καθ’ αὑτῶν | |
ὄλεθρον ἀγνοοῦντες, τοὺς δὲ Ἀραδίους ὁρῶντες ἐν προτιμήσει παρὰ τῷ βασιλεῖ φερομένους, ἔγνωσαν τοὺς μὲν παρὰ τοῦ βασιλέως στρατιώτας εἰς τὴν πόλιν μὴ προσδέχεσθαι, τῶν δὲ Ἀραδίων αὐτοὺς ἱκέτας γενέσθαι. | 98 | |
10 | εὐθὺς οὖν τῶν πρεσβυτάτων τοὺς ἐπιφανεστάτους παρ’ ἑαυτοῖς δέκα πρεσβευτὰς ἐξέπεμψαν εἰς τὴν Ἄραδον ἱκετηρίαν κομίζοντας μεθ’ ἑαυτῶν καὶ τὰ παλαιότατα τῶν κατὰ τὴν πόλιν ἀφιδρυμάτων· ὑπελάμ‐ βανον γὰρ ἐλέῳ συγγενείας καὶ θεῶν εὐσεβείᾳ μεταθήσειν τὴν πᾶσαν ὀργὴν τῶν Ἀραδίων. οἱ δὲ κατὰ τὰς δεδομένας ἐντολὰς ἐκβάντες τῆς | |
15 | νηὸς εἰς ἱκεσίαν καὶ δέησιν ἐτρέποντο τῶν ὄχλων. οἱ δὲ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι κατεφρόνησαν μὲν τῶν κοινῶν τῆς ἱκεσίας νόμων, παρ’ οὐδὲν δὲ ἡγήσαντο τὴν τῶν συγγενικῶν ἀφιδρυμάτων καὶ θεῶν εὐσέβειαν· διόπερ τὰ μὲν τῶν θεῶν ἀγάλματα συντρίψαντες ὑβριστικῶς κατεπάτησαν, τοὺς δὲ πρεσβευτὰς ἐπεβάλοντο τοῖς λίθοις καταλεύειν. | |
20 | πρεσβυτέρων δέ τινων ἐπιλαβομένων τῆς ὁρμῆς τῶν ὄχλων, μόγις διὰ τὴν τούτων ἐντροπὴν τοῦ βάλλειν ἀποσχόμενοι προσέταξαν εἰς τὴν φυλακὴν αὐτοὺς ἀπαγαγεῖν. (Const. Exc. 1,405) | |
102b(n) | Diodor 33,5,4—6 | |
1 | 5. Ὅτι οἱ Ἀράδιοι ταῖς ψυχαῖς ἀνηρτημένοι τοὺς πρεσβευτὰς ἠτίμασαν. ἐπιβοωμένων δὲ τῶν ἀτυχούντων τὴν ἱερὰν τῶν ἱκετῶν τιμὴν καὶ τὴν ἄδειαν τῆς τῶν πρεσβευτῶν ἀσυλίας, παροξυνθέντες οἱ τολμηρότατοι τῶν νέων ἐξεκέντησαν τοὺς ἱκέτας. οἱ δὲ ἀνόσιον φόνον ἐπιτελεσάμενοι συνέ‐ | |
5 | δραμον ἐπὶ τὴν ἐκκλησίαν, καὶ τοῖς ἑαυτῶν παρανομήμασι συνεπιχειρονο‐ μοῦντες ἄλλην κατὰ τῶν Μαραθηνῶν ἐπιβουλὴν ἀσεβῆ συνεστήσαντο· περιελόμενοι γὰρ τῶν σφαγέντων τοὺς δακτυλίους ἔπεμψαν ὡς παρὰ τῶν πρεσβευτῶν ἐπιστολὴν πρὸς τὸν δῆμον τῶν Μαραθηνῶν, ἐν ᾗ ἐδήλουν ἐπαγγελλομένους τοὺς Ἀραδίους πέμψειν στρατιώτας τοὺς βοηθήσοντας, | |
10 | ὅπως πιστευσάντων τῶν Μαραθηνῶν ὡς πρὸς ἀλήθειαν ἔχειν συμμάχους ἀποστελλομένους προσδεχθῶσιν οἱ παρ’ αὐτῶν στρατιῶται. οὐ μὴν ἠδυνήθησάν γε τὴν ἄνομον ἐπιβολὴν εἰς πέρας ἀγαγεῖν, ἀνδρὸς εὐσεβοῦς καὶ δικαίου κατελεήσαντος τὴν τύχην τῶν μελλόντων πάσχειν ἀνήκεστα· τῶν γὰρ Ἀραδίων πάντα τὰ πλοῖα παρελομένων, ὅπως μηδεὶς δυνηθῇ | |
15 | δηλῶσαι τοῖς ἐπιβουλευομένοις τὴν κατ’ αὐτῶν σκευωρίαν, θαλαττουργός τις πρὸς τοὺς Μαραθηνοὺς οἰκείως διακείμενος, καὶ τὸν αὐλῶνα τὸν περὶ ἐκείνους τοὺς τόπους ἐργαζόμενος, παρῃρημένης αὐτοῦ τῆς ἁλιάδος διενή‐ ξατο νυκτὸς τὸν πόρον, καὶ παραβόλως διήνυσε τοὺς ὀκτὼ σταδίους, καὶ ἐδήλωσε τοῖς Μαραθηνοῖς τὴν κατ’ αὐτῶν ἐπιβουλήν. οἱ δὲ Ἀράδιοι | |
20 | γνόντες διὰ τῶν κατασκόπων μεμηνυμένην τὴν ἰδίαν ἐπιβολήν, ἀπέστησαν τῆς διὰ τῶν ἐπιστολῶν κακουργίας. | |
(Const. Exc. 1,405 und 2(1), 295—296) | 99 | |
103(n) | Diodor 33,5a | |
1 | 5a. Ὅτι κατὰ τὴν Πισιδίαν Μοαγέτης τις ἦν, τὸ μὲν γένος Βουβωνεύς, ἀξίωμα δὲ μέγιστον ἔχων τῶν περὶ τοὺς τόπους τούτους κατοικούντων, διά τε τὴν ἐπιφάνειαν στρατηγὸς αἱρούμενος. ἐπὶ πολὺ δὲ ἰσχύων σωματο‐ φύλακας ἔσχε, καὶ φανερῶς ἑαυτὸν ἀνέδειξε τύραννον. μετὰ δέ τινας | |
5 | χρόνους ἀδελφὸς αὐτοῦ Σεμίας, σπεύδων εἰς ἑαυτὸν περιστῆσαι τὴν δυνα‐ στείαν, καὶ πιστευόμενος ὡς ἂν ἀδελφός, ἀνεῖλε τὸν Μοαγέτην καὶ τὴν τυραννίδα διεδέξατο. οἱ δὲ υἱοὶ τοῦ σφαγέντος, ἀντίπαιδες ἔτι τὴν ἡλικίαν ὄντες, ὑπό τινος συγγενοῦς ἀπήχθησαν εἰς τὴν Τερμησσὸν λαθραίως· ἐν ταύτῃ δὲ τραφέντες καὶ γενηθέντες ἐνήλικοι τόν τε πατρῷον φόνον | |
10 | μετῆλθον, καὶ τὸν τύραννον ἀνελόντες δυναστεύειν οὐ προείλοντο, τῇ δὲ πατρίδι τὴν δημοκρατίαν ἀποκατέστησαν. (Const. Exc. 3,205) | |
104a(n) | Diodor 33,6 | |
1 | 6. Ὅτι ὁ Πτολεμαῖος ὁ τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος ἀδελφὸς βασιλεύσας ἐξ ἀνομημάτων ἤρξατο μεγάλων διοικεῖν τὰ κατὰ τὴν βασι‐ λείαν· πολλοὺς μὲν γὰρ ψευδέσιν αἰτίαις περιβάλλων ὡς ἐπιβουλεύοντας αὐτῷ ὠμῶς καὶ παρανόμως ἀνῄρει, ἄλλους δὲ ποικίλαις προφάσεσι συκο‐ | |
5 | φαντῶν ὡς ἀδικοῦντας ἐφυγάδευε, καὶ τὰς τούτων οὐσίας ἀφῃρεῖτο. ἐφ’ οἷς δυσχεραινόντων καὶ ἀγανακτούντων, τὴν παρὰ πάντων ὀργὴν ἐπαναιρούμενος ταχὺ τοῖς ὑποτεταγμένοις ἦλθεν εἰς μῖσος. ὅμως ἐβασί‐ λευσεν ἔτη πεντεκαίδεκα. (Const. Exc. 2(1), 296) | |
104b(n) | Diodor 33,6a | |
1 | 6a. Διόδωρος δέ φησιν ὅτι πεντεκαίδεκα (ἔτη) ὁ νεώτερος Πτολεμαῖος ἐβασίλευσε μετὰ τὸν πρεσβύτερον ἀδελφόν, πολλάς τε παρανομίας διε‐ πράξατο τήν τε ἰδίαν ἀδελφὴν Κλεοπάτραν γήμας καὶ πολλοὺς περι‐ βάλλων ψευδέσιν ὡς ἐπιβουλεύοντας αὐτῷ, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς | |
5 | δὲ συκοφαντίαις φυγαδεύων καὶ τὰς οὐσίας αὐτῶν ἀφαιρούμενος. (Georg. Syncell., 539 Dind.) | |
105a(n) | Diodor 33,7,1—3 | |
1 | 7. Ὅτι Ὑρίατθος, πολλῶν παρατεθέντων κατὰ τὸν γάμον ἀργυρῶν τε καὶ χρυσῶν ἐκπωμάτων καὶ ποικίλων καὶ παντοδαπῶν ὑφασμάτων, τῇ λόγχῃ προσαιωρησάμενος ἀπεθεώρει τὸ τοιοῦτον πλῆθος, οὐ θαυμάζων οὐδὲ ἐκπληττόμενος, ἀλλὰ μᾶλλον καταφρονήσεως ἔννοιαν ἐπιφαίνων. καὶ | |
5 | πολλὰ εἰπὼν πραγματικῶς, ἀποκρίσει μιᾷ πολλὰς ἐμφάσεις ἀπέλιπεν | |
ἀχαριστίας εἰς τοὺς εὐεργέτας καὶ ἀφροσύνης διὰ τὸ μέγα φρονεῖν ἐπὶ τοῖς ἀστάτοις τῆς τύχης δωρήμασι, τὸ δὲ μέγιστον, ὅτι καὶ αὐτὸς ὁ περιβόητος τοῦ συγκηδεστοῦ πλοῦτος δοῦλος ἦν τοῦ τὴν λόγχην ἔχοντος, πρὸς δὲ τούτοις ὅτι χάριν αὐτῷ μᾶλλον ὀφείλει, δίδωσι δὲ οὐδὲν ἴδιον τῷ | 100 | |
10 | κυρίῳ πάντων. ὁ δ’ οὖν Ὑρίατθος οὔτε ἐλούσατο λιπαρούντων οὔτε κατεκλίθη· τραπέζης δὲ παρατεθείσης παντοδαπῶν βρωμάτων, ἀφελὼν ἄρτους καὶ κρέα τοῖς μεθ’ ἑαυτοῦ πορευθεῖσιν ἔδωκε, καὶ αὐτὸς ἀπὸ χειρῶν βραχέα προσενεγκάμενος ἄγειν ἐκέλευσε τὴν νύμφην. θύσας δὲ τοῖς θεοῖς καὶ τὰ νομιζόμενα παρ’ Ἴβηρσι ποιήσας ἐπέθετο τὴν παρ‐ | |
15 | θένον ἐπὶ τὴν ἵππον, καὶ παραχρῆμα ἀπήλαυνεν εἰς τὰς ἐν τοῖς ὄρεσιν ἀποσκευάς· ὑπελάμβανε γὰρ τὴν μὲν αὐτάρκειαν μέγιστον ὑπάρχειν πλοῦτον, τὴν δὲ ἐλευθερίαν πατρίδα, τὴν δὲ ἐκ τῆς ἀνδρείας ὑπεροχὴν βεβαιοτάτην κτῆσιν. ἦν δὲ ὁ ἀνὴρ οὗτος καὶ κατὰ τὰς ὁμιλίας εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύσεως ἀμωμήτους φέρων τοὺς | |
20 | λόγους. (Const. Exc. 2(1), 296—297) | |
105b(n) | Diodor 33,7,4—7; 33,8 | |
1 | Ὅτι ὁ Ὑρίατθος, ἐπὶ τὸν γάμον πολλῶν προτεθέντων ὑφασμάτων καὶ πολυτελῶν, ὡς ἄδην εἶχε τῆς θέας, ἐπηρώτησε τὸν Ἀστόλπαν. εἶτα ταῦθ’ ὁρῶντες οἱ Ῥωμαῖοι παρὰ σοὶ κατὰ τὰς ἑστιάσεις πῶς τῆς τούτων πολυτελείας ἀπείχοντο, δυνάμενοι ταῦτ’ ἀφαιρεῖσθαι διὰ τὴν ἐξουσίαν; | |
5 | τοῦ δὲ εἰπόντος ὅτι πολλῶν ἰδόντων οὐδεὶς ἐπεβάλετο λαβεῖν ἢ αἰτῆσαι, Τί οὖν, εἶπεν, ἄνθρωπε, διδόντων σοι τὴν ἄδειαν καὶ τὴν ἀσφαλῆ τούτων ἀπόλαυσιν τῶν κρατούντων, καταλιπὼν τούτους ἐπεθύμησας τῆς ἐμῆς ἀγραυλίας καὶ ἀγενείας οἰκεῖος γενέσθαι; ἦν δὲ οὗτος κατὰ τὰς ὁμιλίας εὔστοχος, ὡς ἂν ἐξ αὐτοδιδάκτου καὶ ἀδιαστρόφου φύσεως φέρων τοὺς | |
10 | λόγους. καὶ γὰρ τῶν τὴν Τύκκην οἰκούντων οὐδέποτε μενόντων ἐπὶ τῆς αὐτῆς αἱρέσεως, ἀλλ’ ὁτὲ μὲν πρὸς Ῥωμαίους, ὁτὲ δὲ πρὸς αὐτὸν ἀφιστα‐ μένων, καὶ πολλάκις τοῦτο πραττόντων, αἶνόν τινα διελθὼν οὐκ ἀσόφως ἔσκωψεν ἅμα καὶ ἐπέπληξε τὸ τῆς κρίσεως αὐτῶν ἀβέβαιον. ἔφη γάρ τινα μέσον ἤδη τὴν ἡλικίαν ὄντα γῆμαι δύο γυναῖκας, καὶ τὴν μὲν νεωτέραν | |
15 | ἐξομοιοῦν ἑαυτῇ φιλοτιμουμένην τὸν ἄνδρα ἐκ τῆς κεφαλῆς τὰς πολιὰς ἐκτίλλειν αὐτοῦ, τὴν δὲ γραῦν τὰς μελαίνας, καὶ πέρας ὑπ’ ἀμφοτέρων αὐτὸν ἐκτιλλόμενον ταχὺ γενέσθαι φαλακρόν. τὸ παραπλήσιον δὲ καὶ τοῖς τὴν Τύκκην οἰκοῦσιν ἔσεσθαι· τῶν μὲν γὰρ Ῥωμαίων ἀποκτεινόντων τοὺς ἀλλοτρίως πρὸς αὐτοὺς ἔχοντας, τῶν δὲ Λυσιτανῶν ἀναιρούντων τοὺς | |
20 | αὑτῶν ἐχθρούς, ταχὺ τὴν πόλιν ἐρημωθήσεσθαι. πολλὰ δὲ καὶ ἕτερά φασιν αὐτὸν ἐν βραχέσιν ἀποφθέγξασθαι, τῆς μὲν ἐγκυκλίου παιδείας ἄπειρον | |
ὄντα, πρακτικῇ δὲ συνέσει πεπαιδευμένον· ἀνδρὸς γὰρ ἀκολούθως τῇ φύσει ζῶντος σύντομος λόγος ἐστὶν ἀρετῇ συνησκημένος, τὸ δὲ ἀφελείᾳ λόγου βραχέως καὶ ἀπερίττως ῥηθὲν τοῦ μὲν εἰπόντος ἀπόφθεγμα γίνεται, | 101 | |
25 | τοῦ δὲ ἀκούσαντος ἀπομνημόνευμα. 8. Ὅτι φιλεῖ ἡ μὲν ἀσθένεια καὶ ταπεινότης ἀεὶ τὴν λιτὴν αὐτάρκειαν καὶ τὸ δίκαιον, ἡ δὲ ὑπεροχὴ τὴν πλεονεξίαν καὶ τὴν ἐκ τῆς ἀδικίας παρανομίαν. (Const. Exc. 4,382) | |
106(n) | Diodor 33,9 | |
1 | 9. Ὅτι ὁ Δημήτριος ἐν Λαοδικείᾳ διατρίβων ῥᾳθύμως διῆγε, πότους τε συνάγων καὶ ταῖς πολυτελεστάταις ἀπολαύσεσιν ἐκκεχυμένως χρώ‐ μενος· ὁμοίως δὲ κατὰ τὴν ἀγωγὴν ὁ αὐτὸς διέμεινεν εἰς πολλοὺς εἰκῇ παρανομῶν καὶ μὴ δυνάμενος ὑπὸ τῶν ἐλαττωμάτων διορθωθῆναι. | |
107(n) | Diodor 33,10—11 | |
1 | 10. Ὅτι οἱ Κνώσιοι τῶν πρωτείων ἀντείχοντο. προῆγε δὲ αὐτοὺς ἐπὶ τὴν τῆς ἡγεμονίας φιλοτιμίαν τὸ παλαιὸν ἀξίωμα τῆς πόλεως καὶ τῶν προγόνων ἡ διαβεβοημένη δόξα κατὰ τοὺς ἡρωικοὺς χρόνους· τόν τε γὰρ Δία παρ’ αὐτοῖς τετράφθαι μυθολογοῦσί τινες καὶ Μίνω τὸν θαλαττοκρα‐ | |
5 | τήσαντα Κνώσιον ὄντα παιδευθῆναι ὑπὸ Διὸς καὶ πολὺ τῶν ἄλλων ἀρετῇ διενεγκεῖν. (F 106. 107 Const. Exc. 2(1), 297) 11. Ὅτι κατὰ τὸν μῦθον τὸν λεγόμενον περὶ Ἀγαμέμνονος, ὡς ἔθετο ἀρὰν κατὰ τῶν ἀπολειφθέντων εἰς Κρήτην στρατιωτῶν, παλαιὰ διαμένει παρὰ τοῖς Κρησὶ παροιμία δι’ ἑνὸς στίχου μηνύουσα τὴν νῦν γενηθεῖσαν | |
10 | περιπέτειαν· αἰαῖ, Περγάμιοι παρά τοι κακὸν ἡγήσαντο. (Const. Exc. 4,383) | |
108(n) | Diodor 33,12—13 | |
1 | 12. Ὅτι κατὰ τὴν Αἴγυπτον τὸν Πτολεμαῖον διὰ τὴν πρὸς τοὺς ἀρχομέ‐ νους ὠμότητα καὶ παρανομίαν οὐ μετρίως ἐμίσει τὸ πλῆθος· παράλληλος γὰρ ὁ τούτου τρόπος πρὸς τὸν τοῦ Φιλομήτορος θεωρούμενος οὐδὲ σύγκρι‐ σιν ἐπεδέχετο διὰ τὰς παρ’ ἀμφοτέροις ὑπερβολάς, τοῦ μὲν ἐπιεικείας, | |
5 | τοῦ δὲ ὠμότητος καὶ μιαιφονίας. διὸ 〈καὶ〉 τὰ πλήθη [καὶ] πρὸς μετα‐ βολὴν οἰκείως ἔχοντα τὸν τῆς ἀπο[κατα]στάσεως ἐκαραδόκει καιρόν. 13. Ὅτι Πτολεμαίου κατὰ τὴν Μέμφιν ἐνθρονιζομένου τοῖς βασι‐ λείοις κατὰ τοὺς Αἰγυπτίων νόμους, παῖς ἐγένετο ἐκ τῆς Κλεοπάτρας | |
τῷ βασιλεῖ. ἡσθεὶς δὲ διαφερόντως προσηγόρευσε τὸν παῖδα Μεμφίτην | 102 | |
10 | ἀπὸ τῆς πόλεως καθ’ ἣν τὰς θυσίας ἐπιτελοῦντος ἐγεννήθη. ἄγων δὲ παιδογόνια, καὶ τῇ συνήθει μιαιφονίᾳ χρώμενος, προσέταξεν ἀποκτεῖναι τῶν Κυρηναίων τοὺς συγκαταγαγόντας μὲν αὐτὸν εἰς τὴν Αἴγυπτον, ἐγκαλουμένους δὲ ἐπί τισι δικαίαις παρρησίαις διὰ τὴν παλλακὴν Εἰρήνην. | |
109(n) | Diodor 33,14,1—5 | |
1 | 14. Ὅτι Διήγυλις ὁ τῶν Θρᾳκῶν βασιλεὺς παραλαβὼν τὴν βασιλείαν, καὶ παραδόξως αὐτῷ τῶν ἀγαθῶν ἐπιρρεόντων, οὐκέτι τῶν ὑποτεταγμένων ὡς φίλων καὶ συμμάχων ἦρχεν, ἀλλ’ ὡς ἀργυρωνήτων ἀνδραπόδων ἢ πολεμίων αἰχμαλώτων ὠμῶς ἐδέσποζε. πολλοὺς μὲν γὰρ καλοὺς καὶ | |
5 | ἀγαθοὺς ἄνδρας Θρᾳκῶν ἀνεῖλε μετ’ αἰκίας, οὐκ ὀλίγους δὲ ὕβριζε καὶ ταῖς ἐσχάταις παροινίαις περιέβαλλεν. οὐ γὰρ ἦν οὐ γυναικός, οὐ παιδὸς αὐτῷ κάλλος ἄθικτον, οὐ κατασκευὴ κτημάτων πολυτελὴς ἀναφαίρετος, ἀλλὰ πᾶσαν τὴν ὑφ’ ἑαυτὸν δυναστείαν ἐπλήρου παρανομίας. ἐπόρθει δὲ καὶ τῶν Ἑλληνίδων πόλεων τὰς πλησιοχώρους, καὶ τῶν ἁλισκομένων | |
10 | οὓς μὲν ὕβριζεν, οὓς δὲ δειναῖς καὶ παρηλλαγμέναις αἰκίαις ἐτιμωρεῖτο. κυριεύσας δὲ ὁ αὐτὸς πόλεως Λυσιμαχείας, τεταγμένης ὑπὸ τὸν Ἄτταλον, τὴν μὲν πόλιν ἐνέπρησε, τῶν δ’ αἰχμαλώτων ἐπιλέξας τοὺς ἀξιολογω‐ τάτους ἰδίαις καὶ παρηλλαγμέναις κατ’ αὐτῶν ἐχρήσατο τιμωρίαις. παίδων μὲν γὰρ ἀποκόπτων χεῖρας καὶ πόδας καὶ κεφαλὰς ἐξῆπτε ταῦτα | |
15 | φέρειν τοῖς τῶν γονέων τραχήλοις, ἀνδρῶν δὲ καὶ γυναικῶν ἐκταμὼν διήλλαττεν ἀμφοτέρων τὰ μέλη, καὶ τινὰς μὲν χειροκοπήσας διεμέλιζε τὰ σώματα κατὰ ῥάχιν, ἔστι δ’ ὅτε καὶ τὰς διακοπὰς ἐπ’ ἄκραις ταῖς λόγχαις ἔφερεν, ὡς Φάλαριν καὶ τὸν Κασσανδρέων τύραννον Ἀπολλόδω‐ ρον ὑπερβάλλειν ὠμότητι. παραλιπὼν δ’ ἄν τις τὰ λοιπὰ τῆς περὶ αὐτὸν | |
20 | μιαιφονίας ἐξ ἑνὸς τοῦ μέλλοντος λέγεσθαι τεκμήραιτο τὴν ὑπερβολὴν τῆς ὠμότητος. γάμων ἀγομένων τούτῳ κατά τι Θρᾳκικὸν παλαιὸν ἔθος δύο νεανίσκους Ἕλληνας ἐκ τῆς Ἀτταλικῆς βασιλείας καθ’ ὁδοιπορίαν συνήρπασεν, ἀδελφοὺς μὲν ὑπάρχοντας, τῇ δὲ εὐπρεπείᾳ διαφόρους, τὸν μὲν ἴουλον κατάγοντα, τὸν δὲ ὑπογραφὴν ἄρτι λαμβάνοντα ταύτης τῆς | |
25 | ἀκμῆς. τούτους ἀμφοτέρους καταστέψας ἱερείου τρόπον εἰσήγαγε, καὶ τὸν μὲν νεώτερον κατατείνας μακρὸν διὰ τῶν ὑπηρετῶν ὡς μέσον διακό‐ ψων, ἀνεφώνησεν ὡς οὐχ ὁμοίοις ἱερείοις δεῖ χρῆσθαι τοὺς ἰδιώτας καὶ τοὺς βασιλεῖς. κλάοντος δὲ τοῦ πρεσβυτέρου καὶ φιλάδελφον πάθος προ‐ φαίνοντος, καὶ τιθέντος ἑαυτὸν ὑπὸ τὸν σίδηρον, προσέταξε τοῖς ὑπηρέταις | |
30 | καὶ τοῦτον ὁμοίως τεῖναι μακρόν. διπλασιάζων δὲ τὴν ὠμότητα, καὶ μιᾷ πληγῇ καθ’ ἑκατέρου χρησάμενος, ἐν ἀμφοτέροις εὐστόχησε, παιᾶνι τῶν θεωμένων ἐπισημηνάντων τὴν κατόρθωσιν. πολλὰ δὲ καὶ ἄλλα παράνομα | |
ἐποίησεν. | 103 | |
110(n) | Diodor 33,15,1—2 | |
1 | 15. Ὅτι ὁ Ἄτταλος ἀκούων τὸν Διήγυλιν παρὰ τοῖς ὑποτεταγμένοις διαβεβλῆσθαι διά τε τὴν πλεονεξίαν καὶ τὴν ὑπερβολὴν τῆς ὠμότητος, ἐζήλωσε τὴν ἐναντίαν προαίρεσιν. διὸ καὶ τοὺς ἁλισκομένους τῶν Θρᾳκῶν ἀπολύων μετὰ φιλανθρωπίας, πολλοὺς ἔσχε κήρυκας τῆς ἰδίας ἐπιεικείας. | |
5 | ἃ δὴ πυνθανόμενος ὁ Διήγυλις τῶν μὲν ἀποχωρούντων τοὺς ὁμήρους δειναῖς ὕβρεσι καὶ παρανόμοις αἰκίαις περιέβαλλεν, ὧν ἦσάν τινες τῶν ἀσθενε‐ στάτων παίδων ἡλικίᾳ καὶ φύσει. καὶ γὰρ τούτων οἱ μὲν διαμεμελισμένοι τὰ σώματα ποικίλως, οἱ δὲ κεφαλὰς καὶ χεῖρας καὶ πόδας ἀφῃρημένοι· καὶ τούτων οἱ μὲν ἐπὶ σκόλοψιν, οἱ δὲ ἐπὶ δένδρεσιν ἀνήρτηντο. οὐκ ὀλίγας | |
10 | δὲ καὶ τῶν γυναικῶν ἀνεπτυγμένας τὰ σώματα πρὸς ὕβριν τε ἦν ἰδεῖν 〈καὶ〉 πρὸς ταῖς τοῦ θανάτου συμφοραῖς [προκειμένας] παντοίας διαθέσεις αἰσχύνης ἐξ ὑπερηφανίας βαρβάρων συντετελεσμένας, αἳ τοῖς μὲν πρά‐ ξασιν ὠμότητος ἀναισχύντου δεῖγμα προέκειντο, τῶν 〈δὲ〉 θεωρούντων καὶ τὸν ἥμερον ἐχόντων λογισμὸν πολλοὺς ἐξεκαλοῦντο πρὸς τὸν τῶν | |
15 | ἠτυχηκότων ἔλεον. (F 108—110 Const. Exc. 2(1), 298—300) | |
111(n) | Diodor 33,16,1—2 | |
1 | 16. Ὅτι Νομαντῖνοι καὶ Τερμήσσιοι περὶ διαλύσεως διαπρεσβευσά‐ μενοι πρὸς Ῥωμαίους, συνεχώρησαν αὐτοῖς τὴν εἰρήνην ἐπὶ τούτοις· δοῦναι τῶν πόλεων ἑκατέραν Ῥωμαίοις ὁμήρους τριακοσίους, σάγους ἐνακισχιλίους, βύρσας τρισχιλίας, ἵππους πολεμιστὰς ὀκτακοσίους, ὅπλα | |
5 | πάντα, καὶ ταῦτα πράξαντας φίλους εἶναι καὶ συμμάχους. ταχθείσης δὲ ἡμέρας ἐν ᾗ ταῦτα συντελεῖν ἔδει τὰς πόλεις, κατὰ τὰς ὁμολογίας πάντα ἐτέλεσαν. ὡς δὲ ἐπὶ τελευτῆς ἔδει τὴν τῶν ὅπλων παράδοσιν ποιήσασθαι, ὀδυρμός τις εὐγενὴς ἦν καὶ παράστασις ψυχῆς πρὸς ἐλευθερίαν ἐνέπεσε τοῖς πλήθεσι. διὸ πρὸς ἀλλήλους ἐδεινοπάθουν εἰ γυναικῶν τρόπον γυμνώ‐ | |
10 | σουσιν ἑαυτοὺς ὅπλων, μεταμελόμενοι δὲ τοῖς ψηφισθεῖσιν ἀλλήλους κατεμέμφοντο, καὶ πατέρες μὲν υἱοῖς ἐνεκάλουν, παῖδες δὲ γονεῦσι, γυναῖκες δὲ ἀνδράσι. καὶ ἐπὶ τὴν ἐξ ἀρχῆς διάθεσιν ἀναδραμόντες καὶ τῶν ὅπλων οὐ παραχωρήσαντες, ἀνεκαίνισαν τὸν πρὸς Ῥωμαίους πόλεμον. (Const. Exc. 1,406) | |
112(n) | Diodor 33,17,1—3 | |
1 | 17. Ὅτι τοῦ Πομπηίου ἐλθόντος ἐπὶ πόλιν τὴν καλουμένην Λαγνί, καὶ ταύτην πολιορκοῦντος, οἱ Νουμαντῖνοι βουλόμενοι βοηθῆσαι τοῖς ὁμο‐ εθνέσιν ἔπεμψαν στρατιώτας τετρακοσίους νυκτός. οἳ τούτους ἀσμένως δεξάμενοι σωτῆρας ἀπεκάλουν καὶ δωρεαῖς ἐτίμων. μετὰ δὲ ἡμέρας | |
5 | ὀλίγας καταπλαγέντες καὶ τὴν πόλιν προδιδόντες τοῖς σώμασιν ᾔτουν ἀσφάλειαν. τοῦ δὲ Πομπηίου δόντος ἀπόκρισιν ὡς οὐκ ἂν ἄλλως ποιήσαιτο πρὸς αὐτοὺς ὁμολογίας, εἰ μὴ πρῶτον ἐκδώσουσι τοὺς συμμάχους, τὸ μὲν πρῶτον ἐντρεπόμενοι τὸ πρὸς τοὺς εὐεργέτας ἀνόμημα διεκαρτέρουν· τοῦ δὲ δεινοῦ πλησίον ὄντος διεπρεσβεύοντο, καὶ τῇ τῶν φίλων ἀπωλείᾳ τὴν | 104 |
10 | σωτηρίαν αὑτοῖς ἐπεχείρουν περιποιῆσαι. οὐ μὴν ἔλαθόν γε τοὺς ἐπιβου‐ λευομένους, ἀλλὰ τοῦτο μαθόντες πρὸς ἀλκὴν ἐτράποντο, καὶ νυκτὸς τοῖς κατὰ τὴν πόλιν ἐπιθέμενοι πολὺν ἐποίουν φόνον. ὁ δὲ Πομπήιος τοῦ θορύ‐ βου αἰσθόμενος, καὶ κλίμακας προσερείσας τοῖς τείχεσιν, ἐκυρίευσε τῆς πόλεως. καὶ τοὺς μὲν εὐγενεῖς ἅπαντας ἀπέσφαξε, τοὺς δὲ συμμάχους | |
15 | ὄντας διακοσίους τὸν ἀριθμὸν ἀπέλυσε τῶν κινδύνων, ἅμα μὲν ἐλεήσας κινδυνεύουσαν ἀρετὴν καὶ τὸ περὶ τοὺς ἀκληροῦντας γενόμενον πάθος δι’ ἀχαριστίαν, ἅμα δὲ τὴν Νουμαντί〈ν〉ων εὔνοιαν πρὸς Ῥωμαίους πόρρω‐ θεν ἐκκαλούμενος ταῖς εὐεργεσίαις. τὴν δὲ πόλιν κατέσκαψεν. | |
113(n) | Diodor 33,18 | |
1 | 18. Ὅτι ὁ Ἀρσάκης ὁ βασιλεὺς ἐπιείκειαν καὶ φιλανθρωπίαν ζηλώσας αὐτομάτην ἔσχε τὴν ἐπίρροιαν τῶν ἀγαθῶν καὶ τὴν βασιλείαν ἐπὶ πλέον ηὔξησε· μέχρι 〈γὰρ〉 τῆς Ἰνδικῆς διατείνας τῆς ὑπὸ τὸν Πῶρον γενομένης χώρας ἐκυρίευσεν ἀκινδύνως. εἰς τηλικοῦτο δὲ μέγεθος προαχθεὶς βασι‐ | |
5 | λείας οὐκ ἐζήλωσε τρυφὴν οὐδὲ ὑπερηφανίαν, ἅπερ ταῖς πλείσταις δυνα‐ στείαις ἀκολουθεῖν εἴωθεν, ἀλλ’ ἐπιείκειαν μὲν πρὸς τοὺς ὑποτεταγμέ‐ νους, ἀνδρείαν δὲ πρὸς τοὺς ἀντιταττομένους. καθόλου δὲ πολλῶν ἐθνῶν ἐγκρατὴς γενόμενος τὰ παρ’ ἑκάστοις ἄριστα τῶν νομίμων κατέδειξε τοῖς Πάρθοις. (F 112. 113 Const. Exc. 2(1), 300) | |
114(n) | Athenaeus IV 152f—153a | |
1 | Ἐν δὲ τῇ πέμπτῃ περὶ Πάρθων διηγούμενός φησιν· «ὁ δὲ καλούμενος φίλος τραπέζης μὲν οὐ κοινωνεῖ, χαμαὶ δ’ ὑποκαθήμενος ἐφ’ ὑψηλῆς κλίνης κατακειμένῳ τῷ βασιλεῖ τὸ παραβληθὲν ὑπ’ αὐτοῦ κυνιστὶ σιτεῖται, καὶ πολλάκις διὰ τὴν τυχοῦσαν αἰτίαν ἀποσπασθεὶς τοῦ χαμαιπετοῦς | |
5 | δείπνου ῥάβδοις καὶ ἱμᾶσιν ἀστραγαλωτοῖς μαστιγοῦται καὶ γενόμενος αἱμόφυρτος τὸν τιμωρησάμενον ὡς εὐεργέτην ἐπὶ τὸ ἔδαφος πρηνὴς προ[σ]πεσὼν προσκυνεῖ.» | |
115(n) | Athenaeus I 28d | |
1 | Ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν, ὅν φησι Ποσειδώνιος κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι κατα‐ | |
φυτευσάντων τὰς ἀμπέλους. | 105 | |
116(n) | Athenaeus II 45f—46a | |
1 | Οὐ δεῖ δὲ προπίνειν καθὰ τοὺς Καρμ〈α〉νούς φησι Ποσειδώνιος· τούτους γὰρ φιλοφρονουμένους ἐν τοῖς συμποσίοις λύειν τὰς ἐπὶ τῷ προσώπῳ φλέβας καὶ τὸ καταρρέον αἷμα μιγνύντας τῷ πόματι προσφέ‐ ρεσθαι, τέλος φιλίας νομίζοντας τὸ γεύεσθαι τοῦ ἀλλήλων αἵματος. | |
5 | μετὰ δὲ τὴν προσφορὰν ταύτην συγχρίεσθαι τὴν κεφαλὴν μύρῳ, μάλιστα μὲν ῥοδίνῳ, εἰ δὲ μή, μηλίνῳ 〈ἢ ἰρίνῳ ἢ ναρδίνῳ〉 εἰς τὸ ἀποκρούεσθαι τὰ ἀπὸ τοῦ πότου καὶ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν οἴνων ἀναθυμιά‐ σεως· [εἰ δὲ μὴ, ἰρίνῳ ἢ ναρδίνῳ]. | |
117(n) | Diodor 33,19 | |
1 | 19. Ὅτι ὁ ὕπατος Ποπίλλιος Ὑριάτθου περὶ διαλέξεως ἀξιοῦντος ἔκρινε προστάττειν καθ’ ἕκαστα τῶν ἀρεσκόντων, ὅπως μὴ λεχθέντων ἀθρόων ἀπογνοὺς ἀποθηριωθῇ πρὸς πόλεμον ἀκατάλλακτον. (Const. Exc. 4,383) | |
118(n) | Diodor 33,20 | |
1 | 20. Ὅτι Γαλαίστης τις Ἀθαμὰν τὸ γένος, υἱὸς δὲ Ἀμυνάνδρου τοῦ βεβασιλευκότος Ἀθαμάνων, γένει καὶ πλούτῳ καὶ δόξῃ πολὺ προέχων τῶν ὁμοεθνῶν, ἐγένετο φίλος Πτολεμαίου τοῦ Φιλομήτορος. ἐν δὲ τῇ πρὸς Δημήτριον μάχῃ τῶν δυνάμεων τῶν ἀπὸ Ἀλεξανδρείας ἡγεμὼν | |
5 | ἐγεγόνει. οὗτος μετὰ τὴν ἧτταν καὶ τελευτὴν Πτολεμαίου ἐλθὼν εἰς διαβολὰς ψευδεῖς ὡς ἑκουσίως τοῖς πολεμίοις καταπροέμενος τὰ πράγ‐ ματα, καὶ τοῦ διαδεξαμένου τὴν βασιλείαν Πτολεμαίου τὰς δωρεὰς ἀφελομένου καὶ χαλεπῶς διακειμένου πρὸς αὐτόν, φοβηθεὶς ἀπεχώρησεν εἰς τὴν Ἑλλάδα. ἐκπεσόντων δὲ καὶ ἄλλων πολλῶν ἐκ τῆς Αἰγύπτου διὰ | |
10 | τὴν πρὸς τοὺς ὀψωνιαζομένους στρατιώτας στάσιν, ἀνέλαβε τοὺς φυγάδας· φήσας δὲ ἐν παρακαταθήκῃ τὸν βασιλέα Πτολεμαῖον τὸν Φιλομήτορα δεδωκέναι παιδίον αὐτῷ τρέφειν ἐκ τῆς Κλεοπάτρας ἐπὶ βασιλείᾳ, καὶ τούτῳ διάδημα περιθείς, καὶ συναγωνιστὰς ἔχων πολλοὺς φυγάδας, παρεσκευάζετο κατάγειν ἐπὶ τὴν πατρῴαν βασιλείαν τὸν παῖδα. | |
119(n) | Diodor 33,21 | |
1 | 21. Ὅτι Αὔδας καὶ Διτάλκης καὶ Νικορόντης ἐκ πόλεως Ὄρσωνος, οἰκεῖοι δὲ ἀλλήλων καὶ φίλοι, θεωροῦντες τὴν περὶ τὸν Ὑρίατθον ὑπεροχὴν καταπονουμένην ὑπὸ Ῥωμαίων, καὶ περὶ αὑτῶν δείσαντες, καταθέσθαι τινὰ χάριν τοῖς Ῥωμαίοις ἔκριναν, δι’ ἧς ἑαυτοῖς περιποιήσασθαι τὴν | |
5 | ἀσφάλειαν 〈δύναιντο〉. ὁρῶντες γὰρ τὸν Ὑρίατθον ἐπιθυμοῦντα καταλύ‐ σασθαι τὸν πόλεμον, ἐπηγγείλαντο πείσειν Καιπίωνα συνθέσθαι τὴν εἰρήνην, ἐὰν αὐτοὺς ἀπολύσῃ πρεσβευτὰς περὶ διαλύσεων. προθύμως δὲ τοῦ δυνάστου συγχωρήσαντος, οὗτοι μὲν συντόμως 〈παρα〉γενόμενοι πρὸς τὸν Καιπίωνα ῥᾳδίως ἔπεισαν δοῦναί σφισιν αὐτοῖς τὴν ἀσφάλειαν, ἐπαγ‐ | 106 |
10 | γελλομένοις δολοφονήσειν τὸν Ὑρίατθον. δόντες οὖν καὶ λαβόντες περὶ τούτων πίστεις ταχέως ἐπανῆλθον εἰς τὴν παρεμβολήν· εἰπόντες δὲ πεπεικέναι τοὺς Ῥωμαίους περὶ τῆς εἰρήνης, εἰς ἐλπίδας ἀγαθὰς ἤγαγον τὸν Ὑρίατθον, σπεύδοντες τῆς ἀληθοῦς ἐννοίας ἀπαγαγεῖν αὐτοῦ τὴν διάνοιαν ὡς προσωτάτω. πιστευόμενοι δ’ ὑπ’ αὐτοῦ διὰ τὴν φιλίαν νυκτὸς | |
15 | ἔλαθον εἰς τὴν σκηνὴν παρεισελθόντες, καὶ τοῖς ξίφεσι διαχρησάμενοι τὸν Ὑρίατθον πληγαῖς εὐκαίροις, ἐκ τῆς παρεμβολῆς ἐκπηδήσαντες παραχρῆμα διὰ τῆς ὀρεινῆς ἀνοδίαις χρησάμενοι διεσώθησαν πρὸς Και‐ πίωνα. (F 118. 119 Const. Exc. 3,205—206) | |
120(n) | Diodor 33,21a | |
1 | 21a. Ὅτι τὸ σῶμα τοῦ Ὑριάτθου ταφῆς παραδόξου καὶ μεγαλοπρεποῦς ἠξίωσαν, καὶ διακοσίοις ζεύγεσι μονομάχων ἀγῶνα πρὸς τῷ τάφῳ συνετέλεσαν, τιμῶντες αὐτοῦ τὴν διαβεβοημένην ἀνδρείαν. ὁμολογουμέ‐ νως γὰρ ἦν πολεμικώτατος μὲν ἐν τοῖς κινδύνοις, στρατηγικώτατος δὲ | |
5 | ἐν τῷ προϊδέσθαι τὸ συμφέρον, τὸ δὲ μέγιστον, διετέλεσε πάντα τὸν τῆς στρατηγίας χρόνον ἀγαπώμενος ὑπὸ τῶν στρατιωτῶν ὡς οὐδεὶς ἕτερος. κατὰ μὲν γὰρ τὰς ἐκ τῆς λῃστείας διανομὰς οὐδὲν πλέον ἀπεφέρετο τῆς τοῖς ἰδιώταις ἐπιβαλλούσης μοίρας, ἀπὸ δὲ τῶν αὐτῷ πορισθέντων ἐτίμα τοὺς ἀξίους χάριτος καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν ὑπελάμβανεν. | |
10 | ὑπῆρχε δὲ καὶ νήπτης καὶ ἀγρυπνητικὸς καὶ παντὸς πόνου καὶ κινδύνου κατεξανεστηκώς, ἔτι δὲ πάσης ἡδονῆς κρείττων. αἱ δὲ ἀποδείξεις τῆς περὶ αὐτὸν ἀρετῆς ἐμφανεῖς εἰσιν· ἕνδεκα γὰρ ἔτη δυναστεύοντος αὐτοῦ Λυσιτανῶν οὐ μόνον αἱ δυνάμεις ἀστασίαστοι διέμειναν, ἀλλὰ καὶ σχεδὸν ἀνίκητοι. μετὰ δὲ τὴν τούτου τελευτὴν τὸ σύστημα τῶν Λυσιτανῶν διε‐ | |
15 | λύθη στερηθὲν τῆς τούτου προστασίας. | |
121(n) | Diodor 33,22 | |
1 | 22. Ὅτι Πτολεμαῖος 〈ἐμισήθη〉 διὰ τὴν ὠμότητα καὶ μιαιφονίαν καὶ διὰ τὰς ἀνέδην τῶν αἰσχίστων ἡδονῶν ἀπολαύσεις καὶ τὸ τοῦ σώματος ἀγεννὲς πάχος, διὸ Φύσκων ἐκαλεῖτο. ὁ δὲ στρατηγὸς Ἱέραξ ἐν τοῖς πολεμικοῖς ἔργοις θαυμαστὸς ὢν καὶ κατὰ τὰς ἐντεύξεις τοῖς ὄχλοις | |
5 | εὔθετος, ἔτι δὲ μεγαλόψυχος, συνέσχε τὴν τοῦ Πτολεμαίου βασιλείαν· τούτου γὰρ ἀπορουμένου χρημάτων, καὶ τῶν στρατιωτῶν βουλομένων ἀφίστασθαι πρὸς Γαλαίστην διὰ τὸ μὴ κομίζεσθαι τοὺς μισθούς, ἐκ τῆς | |
ἰδίας οὐσίας ὀψωνιάσας τὴν δύναμιν διωρθώσατο τὴν ὅλην μεταβολήν. | 107 | |
122(n) | Diodor 33,23 | |
1 | Ὅτι τοῦ Πτολεμαίου παντελῶς οἱ Αἰγύπτιοι κατεφρόνησαν, ὁρῶντες ἔν τε ταῖς ὁμιλίαις ὄντα παιδαριώδη καὶ πρὸς τὰς αἰσχίστας ἡδονὰς ἐκκεχυ‐ μένον καὶ διὰ τὴν ἀκολασίαν τὸ σῶμα γυναικῶδες περιπεποιημένον. (F 120—122 Const. Exc. 2(1), 301) | |
123(n) | Diodor 33,28 | |
1 | 28. Ὅτι κατὰ τὴν Συρίαν Διόδοτος ὁ Τρύφων ἐπικαλούμενος ἀνῃρηκὼς Ἀντίοχον τὸν Ἀλεξάνδρου τὸν ἐπὶ βασιλείᾳ τρεφόμενον, παῖδα τὴν ἡλι‐ κίαν ὄντα, περιέθετο διάδημα, τῆς βασιλείασ[, καὶ] κρατήσας ἐρήμου, 〈καὶ〉 αὑτὸν ἀνηγόρευσε βασιλέα, καὶ 〈κατὰ〉 τῶν σατραπῶν καὶ τῶν | |
5 | στρατηγῶν τοῦ ἀπὸ τοῦ βασιλικοῦ γένους πολεμεῖν ἐπειρᾶτο. περὶ μὲν γὰρ τὴν Μεσοποταμίαν ἦν Διονύσιος ὁ Μῆδος, περὶ δὲ τὴν Κοίλην Συρίαν οἱ περὶ τὸν Σαρπηδόνα καὶ Παλαμήδην, ἐν δὲ τῇ παρὰ θάλατταν Σελευ‐ κείᾳ Αἰσχρίων, ἔχων μεθ’ ἑαυτοῦ τὴν βασίλισσαν Κλεοπάτραν, Δημη‐ τρίου δὲ γυναῖκα τοῦ ζωγρηθέντος ὑπ’ Ἀρσάκου. (Const. Exc. 3,206) | |
124(n) | Diodor 33,28a | |
1 | 28a. Ὅτι Τρύφων ἐξ ἰδιώτου βασιλεὺς γεγονὼς ἔσπευδε τὴν δυνα‐ στείαν αὑτῷ διὰ δόγματος συγκλητικοῦ βεβαιῶσαι. διόπερ κατασκευάσας Νίκην χρυσῆν ἄγουσαν ὁλκὴν χρυσίνων μυρίων, ἐξαπέστειλε πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς ταύτην κομιοῦντας τῷ δήμῳ· ὑπελάμβανε γὰρ τοὺς | |
5 | Ῥωμαίους, ἅμα μὲν διὰ τὸ λυσιτελές, ἅμα δὲ διὰ τὸ εὐοιώνιστον εἶναι, προσδέξασθαι τὴν Νίκην καὶ προσαγορευθῆναι βασιλέα. εὗρε δὲ τὴν σύγκλητον [πάνυ] πανουργοτέραν ἑαυτοῦ καὶ τοὺς ἀπάτῃ παρακρουομέ‐ νους συνέσει καταστρατηγοῦσαν· τὸ μὲν γὰρ δῶρον ἐδέξατο καὶ τὴν εὐφημίαν μετὰ τοῦ λυσιτελοῦς ἐτήρησεν, ἀντὶ δὲ Τρύφωνος μεταχρηματί‐ | |
10 | σασα τὴν δόσιν εἰς τὸν ὑπ’ αὐτοῦ δολοφονηθέντα βασιλέα τὴν ἐπιγραφὴν ἐποιήσατο. διὰ δὲ ταύτης τῆς πράξεως ἀνέδειξεν ἑαυτὴν μισοπονηροῦσαν ἐπὶ τῇ τοῦ παιδὸς ἀναιρέσει καὶ δωρεὰς ἀσεβῶν ἀνδρῶν οὐ προσδεχο‐ μένην. (Const. Exc. 1,406) | |
125a(n) | Plutarch max. cum princ. 777a | |
1 | Ἂν δ’ ἄρχοντος ἀνδρὸς καὶ πολιτικοῦ καὶ πρακτικοῦ καθάψηται καὶ τοῦτον ἀναπλήσῃ καλοκἀγαθίας, πολλοὺς δι’ ἑνὸς ὠφέλησεν ... καὶ Σκιπίων μετεπέμψατο Παναίτιον, ὅτ’ αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν ‘ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην‘ ἐφορώμενον (Od. 17,487), ὥς φησι | |
5 | Ποσειδώνιος. | 108 |
125b(n) | Plutarch reg. et imp. apophth. 200e—201a | |
1 | 13. Ἐκπεμφθέντα δὲ 〈τρίτον〉 αὐτὸν ὑπὸ τῆς βουλῆς [τρίτον], ὥς φησι Κλειτόμαχος, ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντα (Od. 17,487), πόλεων ἐθνῶν βασιλέων ἐπίσκοπον, ὡς εἰς Ἀλεξάνδρειαν ἧκε καὶ τῆς | |
5 | νεὼς ἀποβὰς ἐβάδιζε κατὰ τῆς κεφαλῆς ἔχων τὸ ἱμάτιον, ἠξίουν ἀποκα‐ λύψασθαι παραθέοντες οἱ Ἀλεξανδρεῖς καὶ δεῖξαι ποθοῦσιν αὐτοῖς τὸ πρόσωπον· τοῦ δ’ ἀποκαλυψαμένου κραυγὴν καὶ κρότον ἐποίησαν. τοῦ δὲ βασιλέως μόλις ἁμιλλωμένου βαδίζουσιν αὐτοῖς δι’ ἀργίαν καὶ τρυφὴν τοῦ σώματος ὁ Σκιπίων ἀτρέμα πρὸς τὸν Παναίτιον ψιθυρίσας εἶπεν | |
10 | ‘ἤδη τι τῆς ἐπιδημίας ἡμῶν Ἀλεξανδρεῖς ἀπολελαύκασι· δι’ ἡμᾶς γὰρ ἑωράκασι τὸν βασιλέα περιπατοῦντα.‘ | |
125c(n) | Athenaeus VI 273ab | |
1 | Σώφρονες δ’ ἦσαν καὶ πάντα ἄριστοι οἱ ἀρχαῖοι Ῥωμαῖοι. Σκιπίων γοῦν ὁ Ἀφρικανὸς ἐπίκλην ἐκπεμπόμενος ὑπὸ τῆς συγκλήτου ἐπὶ τὸ κατα‐ στήσασθαι τὰς κατὰ τὴν οἰκουμένην βασιλείας, ἵνα τοῖς προσήκουσιν ἐγχειρισθῶσιν, πέντε μόνους 〈συν〉επήγετο οἰκέτας, ὡς ἱστορεῖ Πολύβιος | |
5 | (Fr. 76 B.W.) καὶ Ποσειδώνιος. καὶ ἑνὸς ἀποθανόντος κατὰ τὴν ὁδοιπο‐ ρίαν ἐπέστειλε τοῖς οἰκείοις ἄλλον ἀντ’ ἐκείνου πριαμένους πέμψαι αὐτῷ. | |
126(n) | Athenaeus XII 549de | |
1 | Τοιοῦτος ἐγεγόνει καὶ Πτολεμαῖος ὁ ἕβδομος Αἰγύπτου βασιλεύσας, ὁ αὑτὸν μὲν Εὐεργέτην ἀνακηρύττων, ὑπὸ δὲ Ἀλεξανδρέων Κακεργέτης ὀνομαζόμενος. Ποσειδώνιος γοῦν ὁ Στωικός, συναποδημήσας Σκιπίωνι τῷ Ἀφρικανῷ κληθέντι εἰς Ἀλεξάνδρειαν καὶ θεασάμενος αὐτόν, γράφει | |
5 | ἐν ἑβδόμῃ τῶν Ἱστοριῶν οὕτως· «διὰ δὲ τρυφὴν διέφθαρτο τὸ σῶμα ὑπὸ παχύτητος καὶ γαστρὸς μεγέθους, ἣν δυσπερίληπτον εἶναι συνέ‐ βαινεν· ἐφ’ ἧς χιτωνίσκον ἐνδεδυκὼς ποδήρη μέχρι τῶν καρπῶν χειρῖδας ἔχοντα 〈περιῄει〉· προῄει δὲ οὐδέποτε πεζός, εἰ μὴ διὰ Σκιπίωνα.» | |
127(n) | Diodor 33,28b | |
1 | 28b. Ὅτι ἧκον εἰς Ἀλεξάνδρειαν οἱ περὶ τὸν Σκιπίωνα τὸν Ἀφρικανὸν πρεσβευταὶ κατασκεψόμενοι τὴν ὅλην βασιλείαν. ὁ δὲ Πτολεμαῖος μετὰ μεγάλης ἀπαντήσεως καὶ παρασκευῆς προσδεξάμενος τοὺς ἄνδρας, τάς τε ἑστιάσεις πολυτελεῖς ἐποιεῖτο καὶ τὰ βασίλεια περιάγων ἐπεδείκνυτο | |
5 | καὶ τὴν ἄλλην τὴν βασιλικὴν γάζαν. οἱ δὲ τῶν Ῥωμαίων πρέσβεις ἀρετῇ διαφέροντες τοῖς μὲν βρωτοῖς ὀλίγοις καὶ πρὸς ὑγίειαν διατείνουσι χρώ‐ μενοι κατεφρόνουν τῆς πολυτελείας, ὡς διαφθειρούσης καὶ ψυχὴν καὶ σῶμα, τῶν δὲ ὑπὸ τοῦ βασιλέως θαυμαζομένων ἐν παρέργῳ τὴν θέαν ὡς οὐδενὸς ἀξίων ποιησάμενοι τὰ θέας ἄξια πρὸς ἀλήθειαν ἐπολυπραγ‐ | 109 |
10 | μόνησαν ἀκριβῶς, τῆς πόλεως τὴν θέσιν καὶ τὸ βάρος καὶ τὰς περὶ τὸν Φάρον ἰδιότητας, πρὸς δὲ τούτοις ἀναπλεύσαντες εἰς Μέμφιν τὴν ἀρετὴν τῆς χώρας καὶ τὰς κατὰ τὸν Νεῖλον εὐκαιρίας, τό τε πλῆθος τῶν κατ’ Αἴγυπτον πόλεων καὶ τὰς ἀναριθμήτους τῶν οἰκητόρων μυριάδας καὶ τὴν ὀχυρότητα τῆς Αἰγύπτου καὶ τὴν ὅλην τῆς χώρας ὑπεροχήν, ὡς εὖ | |
15 | διάκειται πρὸς ἡγεμονίας ἀσφάλειάν τε καὶ μέγεθος. καὶ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τῶν τόπων ἐπιτεύγματα, διέλαβον μεγίστην ἡγεμονίαν δύνασθαι συσταθῆναι, τυχούσης τῆς βασι‐ λείας ταύτης ἀξίων τῶν ἡγεμόνων. οἱ μὲν οὖν πρεσβευταὶ κατασκεψά‐ μενοι τὰ κατὰ τὴν Αἴγυπτον, ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίας τὴν | |
20 | ἀναγωγὴν ἐποιήσαντο. καθόλου δὲ καὶ τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπῆλθον, καὶ παρὰ πᾶσι σώφρονα καὶ θαυμαστὴν ποιησάμενοι τὴν ἐπι‐ δημίαν μεγάλης ἀποδοχῆς ἔτυχον, καὶ [τὰ πλεῖστα μέρη τῆς οἰκουμένης ἐπεληλυθότες] μετ’ εὐφημίας ὑπὸ πάντων συμφωνουμένης ἐπανῆλθον. τῶν γὰρ ἐχόντων τὰς ἀμφισβητήσεις οὓς μὲν διηλλάχεσαν ἀλλήλοις, οὓς | |
25 | δ’ ἐπεπείκεσαν τὰ δίκαια ποιῆσαι τοῖς ἐγκαλοῦσι, τοὺς δὲ ἀναισχυντοῦντας διὰ τῆς ἀνάγκης κατεστάλκεσαν, τοὺς δὲ δυσδιακρίτους ἀνεπεπόμφεσαν ἐπὶ τὴν σύγκλητον. ὡμιληκότες δὲ βασιλεῦσι καὶ δήμοις, καὶ τὴν προϋπ‐ άρχουσαν αὐτοῖς φιλίαν πρὸς ἅπαντας ἀνανεωσάμενοι, πρὸς εὔνοιαν τὴν ἡγεμονίαν ἐπηύξησαν, καὶ πάντες ταῖς αἱρέσεσιν οἰκείως διατεθέντες | |
30 | ἐξαπέστειλαν πρεσβευτὰς εἰς τὴν Ῥώμην, καὶ [τοὺς περὶ Σκιπίωνα πρέσβεις] ἐπῄνεσαν, ὅτι τοιούτους ἄνδρας ἐξέπεμψαν. (Const. Exc. 1,406—407) | |
128(n) | Diodor 33,24—26 | |
1 | 24. Ὅτι ἡ πόλις ἡ καλουμένη Κόντοβρις ἀπέστειλε πρεσβευτὰς πρὸς Ῥωμαίους, οἳ κατὰ τὰς δεδομένας ἐντολὰς προύλεγον ἀπαλλάττεσθαι τὴν ταχίστην ἐκ τῆς χώρας πρὶν ἤ τι παθεῖν· καὶ γὰρ τῶν ἄλλων τοὺς τολμήσαντας ἐμβαλεῖν εἰς τούσδε τοὺς τόπους πολεμίᾳ δυνάμει πάντας | |
5 | ἀπολωλέναι. ὁ δὲ ὕπατος τούτοις ἀπεκρίθη διότι Λυσιτανοὶ μὲν καὶ Κελτί‐ βηρες μάλιστα ἐπιτηδεύουσιν ἀπειλεῖν μεγάλα καὶ πλεονεκτεῖν, Ῥωμαῖοι δὲ κολάζειν τοὺς ἀδικοῦντας καὶ καταφρονεῖν τῶν ἀπειλῶν· προσήκειν οὖν μὴ ταῖς ἀπειλαῖς, ἀλλὰ ταῖς χερσὶν ἐπιδείκνυσθαι τὴν ἀνδρείαν, ἧς δὴ πεῖραν λήψεσθαι τὴν ἀκριβεστάτην. | |
10 | 25. Ἔκρινε κρεῖττον εἶναι μαχομένους ἀποθανεῖν ἐπιφανῶς ἢ γυμνὰ | |
τὰ σώματα τῶν ὅπλων εἰς τὴν αἰσχίστην παραδοῦναι δουλείαν. 26. Ὁ δὲ Ἰούνιος παρακαλέσας τοὺς στρατιώτας, εἰ καί ποτε, νῦν ἀνδραγαθῆσαι καὶ τῶν προγεγονότων κατορθωμάτων ἀξίους φανῆναι. — ὅμως οὐκ ἔκαμνον ταῖς ψυχαῖς, κατισχύοντος τοῦ λογισμοῦ τὴν τῶν | 110 | |
15 | σωμάτων ἀσθένειαν. Ὅτι διεδόθη ἡ τῶν Ῥωμαίων πρὸς μὲν τοὺς ἀντιπραττομένους ἀπαρ‐ αίτητος τιμωρία, πρὸς δὲ τοὺς πειθαρχοῦντας ἡ τῆς ἐπιεικείας ὑπερβολή. (Const. Exc. 4,383) | |
129(n) | Plutarch Brut. 1 | |
1 | Σερβιλία δὲ ἡ μήτηρ ἀνέφερε τὸ γένος εἰς Ἄλαν Σερβίλιον, ὃς Μαιλίου Σπορίου τυραννίδα κατασκευαζομένου ... ἀπέκτεινε. τοῦτο μὲν οὖν ὁμο‐ λογούμενόν ἐστι. τὸ δὲ πατρῷον γένος οἱ διὰ τὸν Καίσαρος φόνον ἔχθραν τινὰ καὶ δυσμένειαν ἀποδεικνύμενοι πρὸς Βροῦτον οὔ φασιν εἰς τὸν | |
5 | ἐκβαλόντα Ταρκυνίους ἀνήκειν· οὐδὲν γὰρ ἐκείνῳ λειφθῆναι γένος ἀνε‐ λόντι τοὺς υἱούς, ἀλλὰ δημότην τοῦτον, οἰκονόμου υἱὸν ὄντα Βρούτου, ἄρτι καὶ πρώην εἰς ἄρχοντα προελθεῖν. Ποσειδώνιος δ’ ὁ φιλόσοφος τοὺς μὲν ἐνηλίκους φησὶν ἀπολέσθαι τοῦ Βρούτου παῖδας ὡς ἱστόρηται, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ’ οὗ τὸ γένος ὡρμῆσθαι· καὶ τῶν γε καθ’ αὑτὸν | |
10 | ἐκ τῆς οἰκίας γεγονότων ἐπιφανῶν ἀνδρῶν ἀναφέρειν ἐνίους πρὸς τὸν ἀνδριάντα τοῦ Βρούτου τὴν ὁμοιότητα τῆς ἰδέας. | |
130(n) | Diodor 33,27 | |
1 | 27. Ὅτι ὁ Αἰμίλιος ὁ ὕπατος διὰ τὴν βαρύτητα καὶ δυσκινησίαν τοῦ σώματος τῇ διὰ τὸν ὄγκον ὑπεροχῇ καὶ τῷ πλήθει τῶν περικεχυμένων σαρκῶν ἄχρηστος ἦν ἐν ταῖς κατὰ πόλεμον ἐνεργείαις. (Const. Exc. 2(1), 301—302) | |
131a(n) | Diodor 34/35,1 | |
1 | 1. Ὡς Ἀντίοχος ὁ βασιλεύς, φησίν, ἐπολιόρκει τὰ Ἱεροσόλυμα, οἱ δὲ Ἰουδαῖοι μέχρι μέν τινος ἀντέσχον, ἐξαναλωθέντων δὲ τῶν ἐπιτηδείων ἁπάντων ἠναγκάσθησαν περὶ διαλύσεως διαπρεσβεύσασθαι. οἱ δὲ πλείους αὐτῷ τῶν φίλων συνεβούλευον κατὰ κράτος αἱρήσειν τὴν πόλιν καὶ τὸ | |
5 | γένος ἄρδην ἀνελεῖν τῶν Ἰουδαίων· μόνους γὰρ ἁπάντων ἐθνῶν ἀκοινω‐ νήτους εἶναι τῆς πρὸς ἄλλο ἔθνος ἐπιμιξίας καὶ πολεμίους ὑπολαμβάνειν πάντας. ἀπεδείκνυον δὲ καὶ τοὺς προγόνους αὐτῶν ὡς ἀσεβεῖς καὶ μισου‐ μένους ὑπὸ τῶν θεῶν ἐξ ἁπάσης τῆς Αἰγύπτου πεφυγαδευμένους. τοὺς γὰρ ἀλφοὺς ἢ λέπρας ἔχοντας ἐν τοῖς σώμασι καθαρμοῦ χάριν ὡς ἐναγεῖς | |
10 | συναθροισθέντας ὑπερορίους ἐκβεβλῆσθαι· τοὺς δὲ ἐξορισθέντας κατα‐ λαβέσθαι μὲν τοὺς περὶ τὰ Ἱεροσόλυμα τόπους, συστησαμένους δὲ τὸ τῶν Ἰουδαίων ἔθνος παραδόσιμον ποιῆσαι τὸ μῖσος τὸ πρὸς τοὺς ἀνθρώ‐ | |
πους· διὰ τοῦτο δὲ καὶ νόμιμα παντελῶς ἐξηλλαγμένα καταδεῖξαι, τὸ μηδενὶ ἄλλῳ ἔθνει τραπέζης κοινωνεῖν μηδ’ εὐνοεῖν τὸ παράπαν. ὑπέ‐ | 111 | |
15 | μνησαν δὲ αὐτὸν καὶ περὶ τοῦ προγενομένου μίσους τοῖς προγόνοις πρὸς τοῦτο τὸ ἔθνος. Ἀντίοχος γὰρ ὁ προσαγορευθεὶς Ἐπιφανὴς καταπολε‐ μήσας τοὺς Ἰουδαίους εἰσῆλθεν εἰς τὸν ἄδυτον τοῦ θεοῦ σηκόν, οὗ νόμιμον εἰσιέναι μόνον τὸν ἱερέα· εὑρὼν δὲ ἐν αὐτῷ λίθινον ἄγαλμα ἀνδρὸς βαθυ‐ πώγωνος καθήμενον ἐπ’ ὄνου, μετὰ χεῖρας ἔχον βιβλίον, τοῦτο μὲν ὑπέ‐ | |
20 | λαβε Μωυσέως εἶναι τοῦ κτίσαντος τὰ Ἱεροσόλυμα καὶ συστησαμένου τὸ ἔθνος, πρὸς δὲ τούτοις νομοθετήσαντος τὰ μισάνθρωπα καὶ παράνομα ἔθη τοῖς Ἰουδαίοις, αὐτὸς δὲ στυγήσας τὴν μισανθρωπίαν πάντων ἐθνῶν ἐφιλοτιμήθη καταλῦσαι τὰ νόμιμα. διὸ τῷ ἀγάλματι τοῦ κτίστου καὶ τῷ ὑπαίθρῳ βωμῷ τοῦ θεοῦ μεγάλην ὗν θύσας, τό τε αἷμα προσέχεεν | |
25 | αὐτοῖς, καὶ τὰ κρέα σκευάσας προσέταξε τῷ μὲν ἀπὸ τούτων ζωμῷ τὰς ἱερὰς αὐτῶν βίβλους καὶ περιεχούσας τὰ μισόξενα νόμιμα καταρρᾶναι, τὸν δὲ ἀθάνατον λεγόμενον παρ’ αὐτοῖς λύχνον καὶ καόμενον ἀδιαλείπτως ἐν τῷ ναῷ κατασβέσαι, τῶν τε κρεῶν ἀναγκάσαι προσενέγκασθαι τὸν ἀρχιερέα καὶ τοὺς ἄλλους Ἰουδαίους. ταῦτα δὴ διεξιόντες οἱ φίλοι τὸν | |
30 | Ἀντίοχον παρεκάλουν μάλιστα μὲν ἄρδην ἀνελεῖν τὸ ἔθνος, εἰ δὲ μή, καταλῦσαι τὰ νόμιμα καὶ συναναγκάσαι τὰς ἀγωγὰς μεταθέσθαι. ὁ δὲ βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὸ ἦθος ἥμερος, λαβὼν ὁμήρους ἀπέλυσε τῶν ἐγκλημάτων τοὺς Ἰουδαίους, φόρους τε τοὺς ὀφειλομένους πρα‐ ξάμενος καὶ τὰ τείχη περιελὼν τῶν Ἱεροσολύμων. (Phot. Bibl. 379) | |
132(n) | Plutarch reg. et imp. apophth. 184e | |
1 | Τῶν δ’ Ἰουδαίων, πολιορκοῦντος αὐτοῦ τὰ Ἱεροσόλυμα, πρὸς τὴν μεγί‐ στην ἑορτὴν αἰτησαμένων ἑπτὰ ἡμερῶν ἀνοχὰς οὐ μόνον ἔδωκε ταύτας, ἀλλὰ καὶ ταύρους χρυσόκερως παρασκευασάμενος καὶ θυμιαμάτων καὶ ἀρωμάτων πλῆθος ἄχρι τῶν πυλῶν ἐπόμπευσε· καὶ παραδοὺς τοῖς ἐκεί‐ | |
5 | νων ἱερεῦσι τὴν θυσίαν αὐτὸς ἐπανῆλθεν εἰς τὸ στρατόπεδον. οἱ δ’ Ἰου‐ δαῖοι θαυμάσαντες εὐθὺς ἑαυτοὺς μετὰ τὴν ἑορτὴν ἐνεχείρισαν. | |
133(n) | Strabo 16,2,35—39 | |
1 | 35. Μωσῆς γάρ τις τῶν Αἰγυπτίων ἱερέων, ἔχων τι μέρος τῆς 〈κάτω〉 | |
καλουμένης χώρας, ἀπῆρεν ἐκεῖσε ἐνθένδε δυσχεράνας τὰ καθεστῶτα, καὶ συνεξῆραν αὐτῷ πολλοὶ τιμῶντες τὸ θεῖον. ἔφη γὰρ ἐκεῖνος καὶ ἐδί‐ δασκεν, ὡς οὐκ ὀρθῶς φρονοῖεν οἱ Αἰγύπτιοι θηρίοις εἰκάζοντες καὶ | 112 | |
5 | βοσκήμασι τὸ θεῖον οὐδ’ οἱ Λίβυες, οὐκ εὖ δὲ οὐδ’ οἱ Ἕλληνες ἀνθρωπομόρ‐ φους τυποῦντες· εἴη γὰρ ἓν τοῦτο μόνον θεὸς τὸ περιέχον ἡμᾶς ἅπαντας καὶ γῆν καὶ θάλατταν, ὃ καλοῦμεν οὐρανὸν καὶ κόσμον καὶ τὴν τῶν ὄντων φύσιν. τούτου δὴ τίς ἂν εἰκόνα πλάττειν θαρρήσειεν νοῦν ἔχων ὁμοίαν τινὶ τῶν παρ’ ἡμῖν; ἀλλ’ ἐᾶν δεῖν πᾶσαν ξοανοποιίαν, τέμενος 〈δ’〉 ἀφορί‐ | |
10 | σαντας καὶ σηκὸν ἀξιόλογον τιμᾶν ἕδους χωρίς. ⸢ἐγκοιμᾶσθαι δὲ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν ἄλλων ἄλλους τοὺς εὐονείρουσ⸣, καὶ προσδοκᾶν δεῖν ἀγαθὸν παρὰ τοῦ θεοῦ καὶ δῶρον ἀεί τι καὶ σημεῖον τοὺς σωφρόνως ζῶντας καὶ μετὰ δικαιοσύνης, τοὺς δ’ ἄλλους μὴ προσδοκᾶν. 36. Ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων ἔπεισεν εὐγνώμονας ἄνδρας οὐκ | |
15 | ὀλίγους καὶ ἀπήγαγεν ἐπὶ τὸν τόπον τοῦτον, ὅπου νῦν ἐστι τὸ ἐν τοῖς Ἱεροσολύμοις κτίσμα. κατέσχε δὲ ῥᾳδίως οὐκ ἐπίφθονον ὂν τὸ χωρίον οὐδ’ ὑπὲρ οὗ ἄν τις ἐσπουδασμένως μαχέσαιτο· ἔστι γὰρ πετρῶδες, αὐτὸ μὲν εὔυδρον, τὴν δὲ κύκλῳ χώραν ἔχον λυπρὰν καὶ ἄνυδρον, τὴν δ’ ἐντὸς ἑξήκοντα σταδίων καὶ ὑπόπετρον. ἅμα δ’ ἀντὶ τῶν ὅπλων τὰ ἱερὰ προὐ‐ | |
20 | βάλλετο καὶ τὸ θεῖον, ἵδρυσιν τούτου ζητεῖν ἀξιῶν καὶ παραδώσειν ὑπισχνούμενος τοιοῦτον σεβασμὸν καὶ τοιαύτην ἱεροποιίαν, ἥτις οὔτε δαπά‐ ναις ὀχλήσει τοὺς χρωμένους οὔτε θεοφορίαις οὔτε ἄλλαις πραγματείαις ἀτόποις. οὗτος μὲν οὖν εὐδοκιμήσας τούτοις συνεστήσατο ἀρχὴν οὐ τὴν τυχοῦσαν, ἁπάντων προσχωρησάντων ῥᾳδίως τῶν κύκλῳ διὰ τὴν ὁμιλίαν | |
25 | καὶ τὰ προτεινόμενα. 37. Οἱ δὲ διαδεξάμενοι χρόνους μέν τινας ἐν τοῖς αὐτοῖς διέμενον δικαιοπραγοῦντες καὶ θεοσεβεῖς ὡς ἀληθῶς ὄντες. ἔπειτ’ ἐφισταμένων ἐπὶ τὴν ἱεροσύνην τὸ μὲν πρῶτον δεισιδαιμόνων, ἔπειτα τυραννικῶν ἀνθρώπων, ἐκ μὲν τῆς δεισιδαιμονίας αἱ τῶν βρωμάτων ἀποσχέσεις, | |
30 | ὧνπερ καὶ νῦν ἔθος ἐστὶν αὐτοῖς ἀπέχεσθαι, καὶ 〈αἱ〉 περιτομαὶ καὶ αἱ ἐκτομαὶ καὶ εἴ τινα τοιαῦτα ἐνομίσθη, ἐκ δὲ τῶν τυραννίδων τὰ λῃστήρια. οἱ μὲν γὰρ ἀφιστάμενοι τὴν χώραν ἐκάκουν καὶ αὐτὴν καὶ τὴν γειτνιῶσαν, οἱ δὲ συμπράττοντες τοῖς ἄρχουσι καθήρπαζον τὰ ἀλλότρια καὶ τῆς Συρίας κατεστρέφοντο καὶ τῆς Φοινίκης πολλήν. ἦν δ’ ὅμως εὐπρέπειά | |
35 | τις περὶ τὴν ἀκρόπολιν αὐτῶν, οὐχ ὡς τυραννεῖον βδελυττομένων, ἀλλ’ ὡς ἱερὸν σεμνυνόντων καὶ σεβομένων. 38. Πέφυκε γὰρ οὕτω καὶ κοινόν ἐστι τοῦτο καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις. πολιτικοὶ γὰρ ὄντες ἀπὸ προστάγματος κοινοῦ ζῶσιν· ἄλλως γὰρ οὐχ οἷόν τε τοὺς πολλοὺς ἕν τι καὶ ταὐτὸ ποιεῖν ἡρμοσμένως | |
40 | ἀλλήλοις, ὅπερ ἦν τὸ πολιτεύεσθαι, καὶ ἄλλως πως νέμειν βίον κοινόν. | |
τὸ δὲ πρόσταγμα διττόν· ἢ γὰρ παρὰ θεῶν ἢ παρὰ ἀνθρώπων. καὶ οἵ γε ἀρχαῖοι τὸ παρὰ τῶν θεῶν ἐπρέσβευον μᾶλλον καὶ ἐσέμνυνον· καὶ διὰ τοῦτο καὶ ὁ χρηστηριαζόμενος ἦν τότε πολὺς καὶ τρέχων εἰς μὲν Δωδώνην, ὅπως | 113 | |
45 | ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσῃ (Od. 14,328), συμβούλῳ τῷ Διὶ χρώμενος, εἰς δὲ Δελφοὺς τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν, εἰ μηκέτ’ εἴη (Eurip. Phoen. 36), αὐτὸς δὲ ὁ παῖς | |
133(50) | ἔστειχε τοὺς τεκόντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου (Eurip. Phoen. 34). καὶ ὁ Μίνως παρὰ τοῖς Κρησὶν ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής (Od. 19,179), δι’ ἐννέα ἐτῶν, ὥς φησι Πλάτων (Minos 319c), ἀναβαίνων ἐπὶ τὸ | |
55 | ἄντρον τοῦ Διὸς καὶ παρ’ ἐκείνου τὰ προστάγματα λαμβάνων καὶ παρακομίζων εἰς τοὺς ἀνθρώπους. τὰ δ’ ὅμοια ἐποίει καὶ Λυκοῦργος ὁ ζηλωτὴς αὐτοῦ· πυκνὰ γάρ, ὡς ἔοικεν, ἀποδημῶν ἐπυνθάνετο παρὰ τῆς Πυθίας, ἃ προσήκει παραγγέλλειν τοῖς Λακεδαιμονίοις. 39. Ταῦτα γὰρ ὅπως ποτὲ ἀληθείας ἔχει, παρά γε τοῖς ἀνθρώποις | |
60 | ἐπεπίστευτο καὶ ἐνενόμιστο, καὶ διὰ τοῦτο καὶ οἱ μάντεις ἐτιμῶντο, ὥστε καὶ βασιλείας ἀξιοῦσθαι, ὡς τὰ παρὰ τῶν θεῶν ἡμῖν ἐκφέροντες παραγγέλματα καὶ ἐπανορθώματα καὶ ζῶντες καὶ ἀποθανόντες, καθάπερ καὶ ὁ Τειρεσίας, τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια. | |
65 | οἴῳ πεπνῦσθαι· τοὶ δὲ σκιαὶ ἀΐσσουσι (Od. 10,495). τοιοῦτος δὲ ὁ Ἀμφιάρεως καὶ ὁ Τροφώνιος καὶ 〈ὁ〉 Ὀρφεὺς καὶ ὁ Μουσαῖος καὶ ὁ παρὰ τοῖς Γέταις θεός, ⸢τὸ μὲν παλαιὸν⸣ Ζάμολξις Πυθαγόρειός τις, ⸢καθ’ ἡμᾶς δὲ ὁ τῷ Βυρεβίστᾳ θεσπίζων Δεκαίνεοσ⸣· παρὰ δὲ τοῖς Βοσπο‐ ρηνοῖς Ἀχαίκαρος, παρὰ δὲ τοῖς Ἰνδοῖς οἱ γυμνοσοφισταί, παρὰ δὲ τοῖς | |
70 | Πέρσαις οἱ Μάγοι καὶ νεκυομάντεις καὶ ἔτι οἱ λεγόμενοι λεκανομάντεις καὶ ὑδρομάντεις, παρὰ δὲ τοῖς Ἀσσυρίοις οἱ Χαλδαῖοι, παρὰ δὲ τοῖς Ῥωμαίοις οἱ Τυρρηνικοὶ ἱεροσκόποι. τοιοῦτος δέ τις ἦν καὶ ὁ Μωσῆς καὶ οἱ διαδεξάμενοι ἐκεῖνον, τὰς μὲν ἀρχὰς λαβόντες οὐ φαύλας, ἐκτραπό‐ μενοι δ’ ἐπὶ τὸ χεῖρον. | |
134(n) | Diodor 1,94,1—2 | |
1 | 94. ⸢Ῥητέον δ’ ἡμῖν καὶ περὶ τῶν γενομένων νομοθετῶν κατ’ Αἴγυπτον | |
τῶν οὕτως ἐξηλλαγμένα καὶ παράδοξα νόμιμα καταδειξάντων. μετὰ γὰρ τὴν παλαιὰν τοῦ κατ’ Αἴγυπτον βίου κατάστασιν, τὴν μυθολογουμένην γεγονέναι ἐπί τε τῶν θεῶν καὶ τῶν ἡρώων, πεῖσαί φασι πρῶτον ἐγγράπ‐ | 114 | |
5 | τοις νόμοις χρήσασθαι τὰ πλήθη τὸν Μνεύην, ἄνδρα καὶ τῇ ψυχῇ μέγαν καὶ τῷ βίῳ κοινότατον τῶν μνημονευομένων. προσποιηθῆναι δ’ αὐτῷ τὸν Ἑρμῆν δεδωκέναι τούτους, ὡς μεγάλων ἀγαθῶν αἰτίους ἐσομένους, καθά‐ περ⸣ παρ’ Ἕλλησι ποιῆσαί φασιν (sc. τοὺς νόμους) ἐν μὲν τῇ Κρήτῃ Μίνωα, παρὰ δὲ Λακεδαιμονίοις Λυκοῦργον, τὸν μὲν παρὰ Διός, τὸν δὲ | |
10 | παρ’ Ἀπόλλωνος φήσαντα τούτους παρειληφέναι. καὶ παρ’ ἑτέροις δὲ πλείοσιν ἔθνεσι παραδέδοται τοῦτο τὸ γένος τῆς ἐπινοίας ὑπάρξαι καὶ πολλῶν ἀγαθῶν αἴτιον γενέσθαι τοῖς πεισθεῖσι· παρὰ μὲν γὰρ τοῖς Ἀριανοῖς Ζαθραύστην ἱστοροῦσι τὸν ἀγαθὸν δαίμονα προσποιήσασθαι τοὺς νόμους αὐτῷ διδόναι, παρὰ δὲ τοῖς ὀνομαζομένοις Γέταις τοῖς ἀπα‐ | |
15 | θανατίζουσι Ζάλμοξιν ὡσαύτως τὴν κοινὴν Ἑστίαν, παρὰ δὲ τοῖς Ἰου‐ δαίοις Μωυσῆν τὸν Ἰαὼ ἐπικαλούμενον θεόν, εἴτε θαυμαστὴν καὶ θείαν ὅλως ἔννοιαν εἶναι κρίναντας τὴν μέλλουσαν ὠφελήσειν ἀνθρώπων πλῆθος, εἴτε καὶ πρὸς τὴν ὑπεροχὴν καὶ δύναμιν τῶν εὑρεῖν λεγομένων τοὺς νόμους ἀποβλέψαντα τὸν ὄχλον μᾶλλον ὑπακούσεσθαι διαλαβόντας. | |
20 | ⸢δεύτερον δὲ νομοθέτην Αἰγύπτιοί φασι γενέσθαι Σάσυχιν usw.⸣ | |
135(n) | Strabo 7,3,4—5 | |
1 | Τὸ μὲν οὖν ἰδίως τοὺς ἀγύνους τῶν Γετῶν εὐσεβεῖς νομίζεσθαι παράλογόν τι ἐμφαίνει· τὸ δ’ ἰσχύειν ἐν τῷ ἔθνει τούτῳ τὴν περὶ τὸ θεῖον σπουδὴν ἔκ τε ὧν εἶπε Ποσειδώνιος οὐκ ἀπιστητέον [καὶ ἐμψύχων ἀπέχεσθαι δι’ εὐσέβειαν] καὶ ἐκ τῆς ἄλλης ἱστορίας. λέγεται γάρ τινα τῶν Γετῶν | |
5 | ὄνομα Ζάμολξιν δουλεῦσαι Πυθαγόρᾳ καί τινα τῶν οὐρανίων παρ’ ἐκεί‐ νου μαθεῖν, τὰ δὲ καὶ παρ’ Αἰγυπτίων πλανηθέντα καὶ μέχρι δεῦρο· ἐπανελθόντα δ’ εἰς τὴν οἰκείαν σπουδασθῆναι παρὰ τοῖς ἡγεμόσι καὶ τῷ ἔθνει προλέγοντα τὰς ἐπισημασίας, τελευτῶντα δὲ πεῖσαι τὸν βασιλέα κοινωνὸν τῆς ἀρχῆς αὐτὸν λαβεῖν ὡς τὰ παρὰ τῶν θεῶν ἐξαγγέλλειν | |
10 | ἱκανόν· καὶ κατ’ ἀρχὰς μὲν ἱερέα κατασταθῆναι τοῦ μάλιστα τιμωμένου παρ’ αὐτοῖς θεοῦ, μετὰ ταῦτα δὲ καὶ θεὸν προσαγορευθῆναι, καὶ κατα‐ λαβόντα ἀντρῶδές τι χωρίον ἄβατον τοῖς ἄλλοις ἐνταῦθα διαιτᾶσθαι, σπάνιον ἐντυγχάνοντα τοῖς ἐκτὸς πλὴν τοῦ βασιλέως καὶ τῶν θεραπόντων· συμπράττειν δὲ τὸν βασιλέα ὁρῶντα τοὺς ἀνθρώπους προσέχοντας ἑαυτῷ | |
15 | πολὺ πλέον ἢ πρότερον, ὡς ἐκφέροντι τὰ προστάγματα κατὰ συμβουλὴν θεῶν. τουτὶ δὲ τὸ ἔθος διέτεινεν ἄχρι καὶ εἰς ἡμᾶς, ἀεί τινος εὑρισκομένου τοιούτου τὸ ἦθος, ὃς τῷ μὲν βασιλεῖ σύμβουλος ὑπῆρχε, παρὰ δὲ τοῖς Γέταις ὠνομάζετο θεός· καὶ τὸ ὄρος ὑπελήφθη ἱερόν, καὶ προσαγο‐ ρεύουσιν οὕτως· ὄνομα δ’ αὐτῷ Κωγαίονον ὁμώνυμον τῷ παραρρέοντι | |
20 | ποταμῷ. | 115 |
136a(n) | Athenaeus XII 542b | |
1 | Ποσειδώνιος δ’ ἐν τῇ ὀγδόῃ τῶν Ἱστοριῶν περὶ Δαμοφίλου λέγων τοῦ Σικελιώτου, δι’ ὃν ὁ δουλικὸς ἐκινήθη πόλεμος, ὅτι τρυφῆς ἦν οἰκεῖος, γράφει καὶ ταῦτα· τρυφῆς οὖν δοῦλος ἦν καὶ κακουργίας, διὰ μὲν τῆς χώρας τετρακύκλους ἀπήνας περιαγόμενος καὶ ἵππους καὶ θεράποντας | |
5 | ὡραίους καὶ παραδρομὴν ἀνάγωγον κολάκων τε καὶ παίδων στρατιωτικῶν. ὕστερον δὲ πανοικίᾳ ἐφυβρίστως κατέστρεψε τὸν βίον ὑπὸ τῶν οἰκετῶν περιυβρισθείς. | |
136b(n) | Diodor 34/35,2,1—18 Mitte | |
1 | Ὅτι μετὰ τὴν Καρχηδονίων κατάλυσιν 〈πέντε〉 ἐπὶ ἑξήκοντα ἔτεσι τῶν Σικελῶν εὐροούντων ἐν πᾶσιν, ὁ δουλικὸς αὐτοῖς ἐπανέστη πόλεμος ἐξ αἰτίας τοιαύτης. ἐπὶ πολὺ τοῖς βίοις ἀναδραμόντες καὶ μεγάλους περι‐ ποιησάμενοι πλούτους συνηγόραζον οἰκετῶν πλῆθος, οἷς ἐκ τῶν σωματο‐ | |
5 | τροφείων ἀγεληδὸν ἀπαχθεῖσιν εὐθὺς χαρακτῆρας ἐπέβαλλον καὶ στιγμὰς τοῖς σώμασιν. ἐχρῶντο δὲ αὐτῶν τοῖς μὲν νέοις νομεῦσι, τοῖς δ’ ἄλλοις ὥς πῃ ἑκάστῳ ἡ χρεία ἐπέβαλλε. βαρέως δ’ αὐτοῖς κατά τε τὰς ὑπηρεσίας ἐχρῶντο, καὶ ἐπιμελείας παντελῶς ὀλίγης ἠξίουν, ὅσα τε ἐντρέφεσθαι καὶ ὅσα ἐνδύσασθαι. ἐξ ὧν οἱ πλείους ἀπὸ λῃστείας τὸ ζῆν ἐπορίζοντο, καὶ | |
10 | μεστὰ φόνων ἦν ἅπαντα, καθάπερ στρατευμάτων διεσπαρμένων τῶν λῃστῶν. οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν κυρίων οἳ ἐδέσποζον τῶν λῃστῶν, ἠναγκά‐ ζοντο περιορᾶν λῃστευομένην τὴν ἐπαρχίαν· οἱ πλεῖστοι γὰρ τῶν κτητό‐ ρων ἱππεῖς ὄντες τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατη‐ | |
15 | γορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ τοῖς ἄρχουσιν ὑπῆρχον. πιεζόμενοι δὲ οἱ δοῦλοι ταῖς ταλαιπωρίαις, καὶ πληγαῖς τὰ πολλὰ παρα‐ λόγως ὑβριζόμενοι, οὐχ ὑπέμενον. συνιόντες οὖν ἀλλήλοις κατὰ τὰς εὐκαι‐ ρίας συνελάλουν περὶ ἀποστάσεως, ἕως εἰς ἔργον τὴν βουλὴν ἤγαγον. ἦν δέ τις οἰκέτης Σύρος Ἀντιγένους Ἐνναίου, τὸ γένος ἐκ τῆς Ἀπαμείας, | |
20 | ἄνθρωπος μάγος καὶ τερατουργὸς τὸν τρόπον. οὗτος προσεποιεῖτο θεῶν ἐπιτάγμασι καθ’ ὕπνον προλέγειν τὰ μέλλοντα, καὶ πολλοὺς διὰ τὴν εἰς τοῦτο τὸ μέρος εὐφυΐαν ἐξηπάτα. ἐντεῦθεν προϊὼν οὐ μόνον ἐξ ὀνείρων ἐμαντεύετο, ἀλλὰ καὶ ἐγρηγορότως θεοὺς ὁρᾶν ὑπεκρίνετο καὶ ἐξ αὐτῶν ἀκούειν τὰ μέλλοντα. πολλῶν δ’ ὑπ’ αὐτοῦ σχεδιαζομένων ἀπὸ τύχης ἔνια | |
25 | πρὸς ἀλήθειαν ἐξέβαινε· καὶ τῶν μὲν μὴ γινομένων ὑπ’ οὐδενὸς ἐλεγχομέ‐ νων, τῶν δὲ συντελουμένων ἐπισημασίας τυγχανόντων, προκοπὴν ἐλάμβα‐ νεν ἡ περὶ αὐτὸν δόξα. τελευταῖον διά τινος μηχανῆς πῦρ μετά τινος ἐνθουσιασμοῦ καὶ φλόγα διὰ τοῦ στόματος ἠφίει, καὶ οὕτω τὰ μέλλοντα ἀπεφοίβαζεν. εἰς γὰρ κάρυον ἤ τι τοιοῦτο τετρημένον ἐξ ἑκατέρου μέρους | |
30 | ἐνετίθει πῦρ καὶ τὴν συνέχειν αὐτὸ δυναμένην ὕλην· εἶτα ἐντιθεὶς τῷ | |
στόματι καὶ προσπνέων ποτὲ μὲν σπινθῆρας, ποτὲ δὲ φλόγα, ἐξέκαεν. οὗτος πρὸ τῆς ἀποστάσεως ἔλεγε τὴν Συρίαν θεὸν ἐπιφαινομένην αὐτῷ λέγειν ὅτι βασιλεύσει· καὶ τοῦτο οὐ πρὸς ἄλλους μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν κύριον αὑτοῦ διετέλει λέγων. εἰς δὲ γέλωτα τρεπομένου τοῦ | 116 | |
35 | πράγματος, ὁ μὲν Ἀντιγένης ψυχαγωγούμενος ἐπὶ τῇ τερατείᾳ παρῆγε τὸν Εὔνουν εἰς τὰ σύνδειπνα, τοῦτο γὰρ ὄνομα τῷ τερατίᾳ, καὶ διηρώτα περὶ τῆς βασιλείας καὶ πῶς ἑκάστῳ χρήσεται τῶν παρόντων· τοῦ δὲ ἀτρέπτως πάντα διηγουμένου, καὶ ὡς μετρίως χρήσεται τοῖς κυρίοις, καὶ τὸ σύνολον ποικίλως τερατευομένου, γέλωτες ἐγίνοντο τοῖς παρα‐ | |
40 | κεκλημένοις, καί τινες αὐτῶν ἀπὸ τῆς τραπέζης ἀξιολόγους μερίδας αἴροντες ἐδωροῦντο, ἐπιλέγοντες ὅπως, ὅταν γένηται βασιλεύς, τῆς χάρι‐ τος μνημονεύοι. οὐ μὴν ἀλλ’ ἡ τερατεία προῆλθεν εἰς ἀληθινὸν ἀποτέ‐ λεσμα βασιλείας, καὶ τὴν ἀνταπόδοσιν τοῖς παρὰ τὰ δεῖπνα δεξιωσα‐ μένοις ἐν γέλωτι οὐ χωρὶς σπουδῆς ἐποιήσατο τῆς χάριτος. ἀρχὴ δὲ τῆς | |
45 | ὅλης ἀποστάσεως ἐγένετο τοιαύτη. Δαμόφιλός τις ἦν Ἐνναῖος, τὴν δ’ οὐσίαν μεγαλόπλουτος, ὑπερήφανος δὲ τὸν τρόπον. οὗτος κακῶς εἰς ὑπερβολὴν ἐκέχρητο τοῖς δούλοις, καὶ ἡ γυνὴ δὲ Μεγαλλὶς ἀντεφιλονείκει τἀνδρὶ πρὸς τὴν τιμωρίαν καὶ τὴν ἄλλην ἀπανθρωπίαν τὴν περὶ τοὺς δούλους. ἐξ ὧν ἀποθηριωθέντες οἱ προπηλακιζόμενοι συνέθεντο πρὸς | |
136b(50) | ἀλλήλους ὑπὲρ ἀποστάσεως καὶ φόνου τῶν κυρίων. καὶ πρὸς τὸν Εὔνουν ἐλθόντες ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευ‐ μένον. ὁ δὲ μετὰ τερατείας, ὡς εἰώθει, συνθέμενος ὅτι συγχωροῦσι, παραχρῆμα πείθει ἔχεσθαι τῆς ἐγχειρήσεως. εὐθὺς οὖν τετρακοσίους τῶν ὁμοδούλων συνήθροισαν, καὶ ὡς ἂν ὁ καιρὸς ἐδίδου, καθοπλισθέντες | |
55 | εἰς τὴν Ἔνναν τὴν πόλιν εἰσπίπτουσιν, ἀφηγουμένου αὐτῶν καὶ τοῦ πυρὸς τὰς φλόγας τερατευομένου τούτοις τοῦ Εὔνου. ταῖς δ’ οἰκίαις ἐπεισελθόντες πλεῖστον φόνον εἰργάζοντο, μηδ’ αὐτῶν τῶν ὑπομαζίων φειδόμενοι. ἀλλὰ ταῦτα μὲν τῆς θηλῆς ἀποσπῶντες προσήρασσον τῇ γῇ· εἰς δὲ τὰς γυναῖκας οὐδ’ ἔστιν εἰπεῖν, καὶ ταῦτα βλεπόντων τῶν ἀνδρῶν, | |
60 | ὅσα ἐνύβριζόν τε καὶ ἐνησέλγαινον, πολλοῦ αὐτοῖς πλήθους τῶν ἀπὸ τῆς πόλεως δούλων προστεθέντος, οἳ καὶ κατὰ τῶν κυρίων πρότερον τὰ ἔσχατα ἐνδεικνύμενοι οὕτω πρὸς τὸν τῶν ἄλλων φόνον ἐτρέποντο. οἱ δὲ περὶ τὸν Εὔνουν πυθόμενοι τὸν Δαμόφιλον ὅτι κατὰ τὸν πλησίον τῆς πόλεως περίκηπον διατρίβει μετὰ τῆς γυναικός, εἷλκον ἐκεῖθεν διά τινων | |
65 | ἐξ αὑτῶν σταλέντων αὐτόν τε καὶ τὴν γυναῖκα δεδεμένους ἐξαγκωνίσαντες, πολλὰς κατὰ τὴν ὁδὸν ὕβρεις ὑποσχόντας. μόνης δὲ τῆς θυγατρὸς αὐτῶν οἱ δοῦλοι ὤφθησαν εἰς πάντα φεισάμενοι διὰ τὸ φιλάνθρωπον αὐτῆς ἦθος καὶ περὶ τοὺς δούλους συμπαθὲς καὶ βοηθητικὸν κατὰ δύναμιν· ἐξ ὧν ἐδείκνυτο τῶν δούλων οὐχὶ ὠμότης εἶναι φύσεως τὰ γινόμενα εἰς τοὺς | |
70 | ἄλλους, ἀλλὰ τῶν προϋπηργμένων εἰς αὐτοὺς ἀδικημάτων ἀνταπόδοσις. τὸν δὲ Δαμόφιλον καὶ τὴν Μεγαλλίδα εἰς τὴν πόλιν οἱ ἀπεσταλμένοι ἑλ‐ | |
κύσαντες, ὥσπερ ἔφημεν, εἰς τὸ θέατρον εἰσήγαγον, συνεληλυθότος ἐν‐ ταῦθα τοῦ πλήθους τῶν ἀποστατῶν. καὶ τοῦ Δαμοφίλου τεχνάσασθαί τι πρὸς τὴν σωτηρίαν ἐγχειρήσαντος, καὶ πολλοὺς τοῦ πλήθους τοῖς λόγοις | 117 | |
75 | ἐπαγομένου, Ἑρμείας καὶ Ζεῦξις πικρῶς πρὸς αὐτὸν διακείμενοι πλάνον τε ἀπεκάλουν καὶ οὐκ ἀναμείναντες τὴν ἀκριβῆ τοῦ δήμου κρίσιν ὁ μὲν διὰ τῶν πλευρῶν τὸ ξίφος ὠθεῖ, ὁ δὲ πελέκει τὸν τράχηλον ἔκοψεν. ἐκεῖ‐ θεν αἱρεῖται βασιλεὺς ὁ Εὔνους οὔτε δι’ ἀνδρείαν οὔτε διὰ στρατηγίαν, διὰ δὲ μόνην τερατείαν καὶ τὸ τῆς ἀποστάσεως ἄρξαι, ἅμα δὲ καὶ τῆς | |
80 | προσηγορίας οἱονεί τινα καλὸν οἰωνὸν ἐχούσης πρὸς τὴν τῶν ὑποταττο‐ μένων εὔνοιαν. τῶν ὅλων δὲ τοῖς ἀποστάταις καταστὰς κύριος, καὶ συνα‐ γαγὼν ἐκκλησίαν, ἀνεῖλε μὲν τοὺς ἐζωγρημένους τῶν Ἐνναίων, ὅσοις οὐκ ἦν ἡ τέχνη ὅπλα ἐργάζεσθαι, ἐκείνους δὲ δεδεμένους τοῖς ἔργοις ὑπέ‐ βαλεν, ἔδωκε δὲ καὶ ταῖς θεραπαίναις τὴν Μεγαλλίδα χρήσασθαι ὡς ἂν | |
85 | βούλοιντο· καὶ αὗται κατεκρήμνισαν αἰκισάμεναι. καὶ αὐτὸς δὲ τοὺς ἰδίους ἀνεῖλε κυρίους Ἀντιγένη καὶ Πύθωνα. περιθέμενος δὲ διάδημα καὶ πάντα τὰ ἄλλα τὰ περὶ αὑτὸν βασιλικῶς διακοσμήσας, τήν τε συμβι‐ οῦσαν αὐτῷ, Σύραν καὶ συμπολῖτιν οὖσαν, βασίλισσαν ἀποδείξας, συνέ‐ δρους τε τοὺς συνέσει δοκοῦντας διαφέρειν ποιησάμενος, ὧν ἦν Ἀχαιὸς | |
90 | καὶ τοὔνομα καὶ τὸ γένος, ἀνὴρ καὶ βουλῇ καὶ χειρὶ διαφέρων, καὶ ἐν τρισὶν ἡμέραις πλείους τῶν ἑξακισχιλίων τὸν δυνατὸν καθοπλίσας τρόπον, καὶ ἑτέρους συνεπαγόμενος ἀξίναις καὶ πελέκεσι χρωμένους ἢ σφενδόναις ἢ δρεπάνοις ἢ ξύλοις πεπυρακτωμένοις ἢ καὶ μαγείρων ὀβελοῖς, ἐπῄει πᾶσαν λεηλατῶν τὴν χώραν, καὶ πλῆθος ἄπειρον οἰκετῶν προσλαμβάνων | |
95 | ἐθάρρησε καὶ στρατηγοῖς Ῥωμαίων πολεμῆσαι, καὶ συμπλακεὶς τῷ πλή‐ θει πολλάκις ἐκράτησεν, ἔχων ἤδη στρατιώτας ὑπὲρ τοὺς μυρίους. ἐν τούτῳ δὲ Κλέων τις Κίλιξ ἄλλων δούλων ἀποστάσεως ἦρξε. καὶ πάντων ταῖς ἐλπίσι μετεωρισθέντων ὡς ἀντιπολεμήσει τὰ στασιάσαντα πρὸς ἀλλήλους καὶ αὐτοὶ ἑαυτοὺς οἱ ἀποστάται διαφθείροντες ἐλευθερώσουσι | |
136b(100) | τὴν Σικελίαν τῆς στάσεως, παρὰ δόξαν ἀλλήλοις συνέβησαν, τοῦ Κλέωνος ὑποταγέντος ψιλῷ τοῦ Εὔνου προστάγματι καὶ τὴν τοῦ στρατηγοῦ οἷα δὴ βασιλεῖ χρείαν ἀποπληροῦντος, ἔχοντος οἰκεῖον πλῆθος στρατιωτῶν πεντακισχιλίων· ἡμέραι δ’ ἐγγὺς ἦσαν ἀπὸ τῆς ἀποστάσεως τριάκοντα. καὶ μετὰ βραχὺ ἐκ Ῥώμης ἥκοντι στρατηγῷ Λευκίῳ Ὑψαίῳ, ἔχοντι | |
105 | στρατιώτας ἐκ Σικελίας ὀκτακισχιλίους, εἰς πόλεμον καταστάντες οἱ ἀποστάται ἐνίκησαν, πλῆθος ὄντες δισμύριοι. (Phot. Bibl. 384—386) | |
136c(n) | Diodor 34/35,2,25—31 | |
1 | Ὅτι οὐδέποτε στάσις ἐγένετο τηλικαύτη δούλων ἡλίκη συνέστη ἐν τῇ Σικελίᾳ, δι’ ἣν πολλαὶ μὲν πόλεις δειναῖς περιέπεσον συμφοραῖς, ἀναρίθ‐ μητοι δὲ ἄνδρες καὶ γυναῖκες μετὰ τέκνων ἐπειράθησαν τῶν μεγίστων ἀτυχημάτων, πᾶσα δὲ ἡ νῆσος ἐκινδύνευσε πεσεῖν εἰς ἐξουσίαν δραπετῶν, | |
5 | ὅρον τῆς ἐξουσίας τιθεμένων τὴν τῶν ἐλευθέρων ὑπερβολὴν τῶν ἀκληρη‐ μάτων. καὶ ταῦτα ἀπήντησε τοῖς μὲν πολλοῖς ἀνελπίστως καὶ παραδόξως, | |
τοῖς δὲ πραγματικῶς ἕκαστα δυναμένοις κρίνειν οὐκ ἀλόγως ἔδοξε συμβαί‐ νειν. διὰ γὰρ τὴν ὑπερβολὴν τῆς εὐπορίας τῶν τὴν κρατίστην νῆσον ἐκκαρπουμένων ἅπαντες σχεδὸν οἱ τοῖς πλούτοις προκεκοφότες ἐζήλωσαν | 118 | |
10 | τὸ μὲν πρῶτον τρυφήν, εἶθ’ ὑπερηφανίαν καὶ ὕβριν. ἐξ ὧν ἁπάντων αὐξανομένης ἐπ’ ἴσης τῆς τε κατὰ τῶν οἰκετῶν κακουχίας καὶ τῆς κατὰ τῶν δεσποτῶν ἀλλοτριότητος, ἐρράγη ποτὲ σὺν καιρῷ τὸ μῖσος. ἐξ οὗ χωρὶς παραγγέλματος πολλαὶ μυριάδες συνέδραμον οἰκετῶν ἐπὶ τὴν τῶν δεσποτῶν ἀπώλειαν. τὸ παραπλήσιον δὲ γέγονε καὶ κατὰ τὴν Ἀσίαν κατὰ | |
15 | τοὺς αὐτοὺς καιρούς, Ἀριστονίκου μὲν ἀντιποιησαμένου τῆς μὴ προση‐ κούσης βασιλείας, τῶν δὲ δούλων διὰ τὰς ἐκ τῶν δεσποτῶν κακουχίας συναπονοησαμένων ἐκείνῳ καὶ μεγάλοις ἀτυχήμασι πολλὰς πόλεις περι‐ βαλόντων. Ὅτι παραπλησίως καὶ πρὸς τὰς γεωργίας ἕκαστος τῶν πολλὴν χώραν | |
20 | κεκτημένων ὅλα σωματοτροφεῖα συνηγόραζον· 〈ὧν εἰώθεσαν〉 τοὺς μὲν πέδαις δεσμεύειν, τοὺς δὲ ταῖς βαρύτησι τῶν ἔργων καταπονεῖν, πάντας δὲ τοῖς ὑπερηφάνοις χαρακτῆρσι κατέστιζον. διὸ καὶ τοσοῦτο τῶν οἰκετῶν ἐπέκλυσε πλῆθος ἅπα〈σα〉ν Σικελίαν ὥστε τοὺς ἀκούοντας τὴν ὑπερβολὴν μὴ πιστεῦσαι. καὶ γὰρ τῶν Σικελιωτῶν οἱ πολλοὺς πλούτους κεκτημένοι | |
25 | διημιλλῶντο πρὸς τὰς τῶν Ἰταλιωτῶν ὑπερηφανίας τε καὶ πλεονεξίας καὶ κακουργίας. εἰς τοιαύτην γὰρ συνήθειαν ῥᾳδιουργίας τοὺς νομεῖς ἤγαγον οἱ πολλοὺς οἰκέτας κεκτημένοι τῶν Ἰταλικῶν ὥστε τροφὰς μὲν μὴ παρέχειν, ἐπιτρέπειν δὲ λῃστεύειν. τοιαύτης δοθείσης ἐξουσίας ἀν‐ θρώποις διὰ μὲν τὴν ἰσχὺν τῶν σωμάτων δυναμένοις πᾶν τὸ κριθὲν | |
30 | ἐπιτελεῖν, διὰ δὲ τὴν ἄνεσιν καὶ σχολὴν εὐκαιροῦσι, διὰ δὲ τὴν τῆς τροφῆς ἔνδειαν ἀναγκαζομένοις ταῖς παραβόλοις ἐγχειρεῖν πράξεσι, συνέβη ταχὺ τὴν παρανομίαν αὐξηθῆναι. τὸ γὰρ πρῶτον ἐν τοῖς ἐπιφανε‐ στάτοις τόποις τοὺς καθ’ ἕνα καὶ δύο τὰς ὁδοιπορίας ποιουμένους ἐφό‐ νευον· εἶτα ἐπὶ τὰς τῶν ἀσθενεστέρων ἐπαύλεις νυκτὸς ἀθρόοι συντρέ‐ | |
35 | χοντες ἐξῄρουν βίᾳ ταύτας καὶ τὰς κτήσεις διήρπαζον καὶ τοὺς ἀνθιστα‐ μένους ἀνῄρουν. ἀεὶ δὲ μᾶλλον τῆς τόλμης προβαινούσης, οὔτε τοῖς ὁδοιπόροις νυκτὸς ἡ Σικελία βάσιμος ἦν οὔτε τοῖς ἐπὶ τῆς χώρας ζῆν εἰωθόσιν ἀσφαλὴς ἐπὶ ταύτης ἡ διατριβή, πάντα δὲ βίας καὶ λῃστείας καὶ παντοδαπῶν φόνων ἦν μεστά. τοῖς δὲ νομεῦσιν ἀγραυλίας γεγενημένης | |
40 | καὶ σκευῆς στρατιωτικῆς, εὐλόγως ἅπαντες ἐνεπιμπλῶντο φρονήματος καὶ θράσους. περιφέροντες γὰρ ῥόπαλα καὶ λόγχας καὶ καλαύροπας ἀξιο‐ λόγους καὶ δέρματα λύκων ἢ συάγρων ἐσκεπασμένοι τὰ σώματα, κατα‐ πληκτικὴν εἶχον τὴν πρόσοψιν καὶ πολεμικῶν ἔργων οὐ πόρρω κειμένην. κυνῶν τε ἀλκίμων ἄθροισμα συνεπόμενον ἑκάστῳ καὶ τροφῆς καὶ γάλακτος | |
45 | καὶ κρεῶν παρακειμένων πλῆθος ἐξηγρίου τάς τε ψυχὰς καὶ τὰ σώματα. | |
ἦν οὖν πᾶσα χώρα μεστὴ καθάπερ στρατευμάτων διεσπαρμένων, ὡς ἂν ὑπὸ τῆς τῶν κυρίων ἐπιτροπῆς τοῦ θράσους τῶν δούλων καθωπλισμένου. οἱ δὲ στρατηγοὶ κωλύειν μὲν ἐπεχείρουν τὴν ἀπόνοιαν τῶν οἰκετῶν, κολάζειν δὲ οὐ τολμῶντες διὰ τὴν ἰσχὺν καὶ τὸ βάρος τῶν δεσποτῶν | 119 | |
136c(50) | ἠναγκάζοντο περιορᾶν τὴν ἐπαρχίαν λῃστευομένην. οἱ πλεῖστοι γὰρ τῶν κτητόρων ἱππεῖς ὄντες ἐντελεῖς τῶν Ῥωμαίων, καὶ κριταὶ τοῖς ἀπὸ τῶν ἐπαρχιῶν κατηγορουμένοις στρατηγοῖς γινόμενοι, φοβεροὶ ταῖς ἀρχαῖς ὑπῆρχον. (Const. Exc. 2(1), 302—303) | |
136d(n) | Diodor 34/35,2,32—33 | |
1 | Ὅτι οἱ περὶ τὰς γεωργίας ἀσχολούμενοι τῶν Ἰταλικῶν παμπληθεῖς οἰκέτας ὠνούμενοι, καὶ πάντας χαράττοντες τοῖς στίγμασι, τροφὰς μὲν οὐχ ἱκανὰς παρείχοντο, τῇ δὲ βαρύτητι τῶν ἔργων κατέξαινον 〈αὔξοντεσ〉 τὴν παρ’ αὑτῶν ταλαιπωρίαν. | |
5 | Ὅτι οὐ μόνον κατὰ τὰς πολιτικὰς δυναστείας τοὺς ἐν ὑπεροχῇ ὄντας ἐπιεικῶς χρὴ προσφέρεσθαι τοῖς ταπεινοτέροις, ἀλλὰ καὶ κατὰ τοὺς ἰδιωτικοὺς βίους πρᾴως προσενεκτέον τοῖς οἰκέταις τοὺς εὖ φρονοῦντας. ἡ γὰρ ὑπερηφανία καὶ βαρύτης ἐν μὲν ταῖς πόλεσιν ἀπεργάζεται στάσεις ἐμφυλίους τῶν ἐλευθέρων, ἐν δὲ τοῖς κατὰ μέρος τῶν ἰδιωτῶν οἴκοις | |
10 | δούλων ἐπιβουλὰς τοῖς δεσπόταις καὶ ἀποστάσεις φοβερὰς κοινῇ ταῖς πόλεσι κατασκευάζει. ὅσῳ δ’ ἂν τὰ τῆς ἐξουσίας εἰς ὠμότητα καὶ παρα‐ νομίαν ἐκτρέπηται, τοσούτῳ μᾶλλον καὶ τὰ τῶν ὑποτεταγμένων ἤθη πρὸς ἀπόνοιαν ἀποθηριοῦται· πᾶς γὰρ ὁ τῇ τύχῃ ταπεινὸς τοῦ μὲν καλοῦ καὶ τῆς δόξης ἑκουσίως ἐκχωρεῖ τοῖς ὑπερέχουσι, τῆς δὲ καθηκούσης | |
15 | φιλανθρωπίας στερισκόμενος πολέμιος γίνεται τῶν ἀνημέρως δεσπο‐ ζόντων. (Const. Exc. 2(1), 303 und 4,383—384) | |
136e(n) | Diodor 34/35, 2,34—36. 38. 37. 24b. 39—42 | |
1 | Ὅτι Δαμόφιλός τις ἦν τὸ γένος Ἐνναῖος, τὴν οὐσίαν μεγαλόπλουτος, τὸν τρόπον ὑπερήφανος, ὃς πολλὴν χώρας περίοδον γεωργῶν, παμπληθεῖς δὲ βοσκημάτων ἀγέλας κεκτημένος, οὐ μόνον τὴν τρυφὴν τῶν κατὰ Σικελίαν Ἰταλικῶν ἐζήλωσεν, ἀλλὰ καὶ τὸ κατὰ τοὺς οἰκέτας πλῆθος καὶ | |
5 | τὴν εἰς τούτους ἀπανθρωπίαν καὶ βαρύτητα. ἐπὶ μὲν γὰρ τῆς χώρας ἵππους τε πολυτελεῖς καὶ τετρακύκλους ἀπήνας μετ’ οἰκετῶν στρατιωτι‐ κῶν περιήγετο· πρὸς δὲ τούτοις εὐπρεπῶν παίδων πλῆθος, ἔτι δὲ κολάκων ἀνάγωγον παραδρομὴν ἔχειν ἐφιλοτιμεῖτο. κατὰ δὲ τὴν πόλιν καὶ τὰς ἐπαύλεις ἀργυρωμάτων ἐκθέσεις τορευτῶν καὶ στρωμάτων θαλαττίων | |
10 | πολυτελείας ἐκπονούμενος παρετίθετο τραπέζας ὑπερηφάνους καὶ βασι‐ λικὰς ταῖς δαψιλείαις, ὑπεραίρων τὴν Περσικὴν τρυφὴν ταῖς δαπάναις καὶ | |
πολυτελείαις, ὑπερέβαλε 〈δὲ〉 καὶ κατὰ τὴν ὑπερηφανίαν. ἀνάγωγος γὰρ καὶ ἀπαιδευτότροπος ἐξουσίας ἀνυπευθύνου καὶ τύχης μεγαλοπλούτου κυριεύ‐ σας τὸ μὲν πρῶτον κόρον ἐγέννησεν, εἶθ’ ὕβριν, τὸ δὲ τελευταῖον ὄλεθρον | 120 | |
15 | ἑαυτῷ καὶ συμφορὰς μεγάλας τῇ πατρίδι. ἀγοράζων γὰρ οἰκετῶν πλῆθος ὑβριστικῶς αὐτοῖς προσεφέρετο, στίγμασι σιδήρου χαράττων τὰ σώματα τῶν ἐλευθέρων μὲν ἐν 〈ταῖσ〉 πατρίσι γεγενημένων, αἰχμαλωσίας δὲ καὶ δουλικῆς τύχης πεπειραμένων. καὶ τούτων τοὺς μὲν πέδαις δεσμεύων εἰς τὰς συνεργασίας ἐνέβαλλε, τοὺς δὲ νομεῖς ἀποδεικνύων οὔτ’ ἐσθῆτας οὔτε | |
20 | τροφὰς ἐχορήγει τὰς ἁρμοττούσας. (Const. Exc. 2(1),304) Ὅτι Δαμόφιλος ὁ Ἐνναῖός ποτε προσελθόντων αὐτῷ τινων οἰκετῶν γυμνῶν καὶ διαλεγομένων ὑπὲρ ἐσθῆτος οὐκ ἠνέσχετο τὴν ἔντευξιν, ἀλλ’ εἰπών, Τί γάρ; οἱ διὰ τῆς χώρας ὁδοιποροῦντες γυμνοὶ βαδίζουσι, καὶ οὐχ ἑτοίμην παρέχονται τὴν χορηγίαν τοῖς χρείαν ἔχουσιν ἱματίων; [ἀλλ’] | |
25 | ἐπέταξε προσδῆσαι τοῖς κίοσι καὶ πληγὰς ἐμφορήσας ἐξαπέστειλεν ὑπερ‐ ηφάνως. (Const. Exc. 4,384) Ὅτι ὁ αὐτὸς Δαμόφιλος διὰ τὴν αὐθάδειαν καὶ τὴν ὠμότητα τῶν τρόπων οὐκ ἦν ἡμέρα καθ’ ἣν οὐκ ᾐκίζετό τινας τῶν οἰκετῶν ἐπ’ αἰτίαις οὐ δι‐ καίαις. οὐχ ἧττον δὲ ἡ γυνὴ τούτου Μεγαλλὶς χαίρουσα ταῖς ὑπερηφάνοις | |
30 | τιμωρίαις ὠμῶς προσεφέρετο ταῖς θεραπαινίσι καὶ τῶν οἰκετῶν τοῖς ὑποπεσοῦσι. καὶ διὰ τὴν ἐξ ἀμφοτέρων ὕβριν καὶ τιμωρίαν ἀπεθηριώθησαν οἱ δοῦλοι πρὸς τοὺς κυρίους, καὶ διαλαβόντες μηδὲν ἔτι χεῖρον τῶν παρ‐ όντων αὐτοῖς κακῶν ἀπαντήσεσθαι. (Const. Exc. 2(1),304) Ὅτι συνετίθεντο πρὸς ἀλλήλους οἱ δοῦλοι περὶ ἀποστάσεως καὶ | |
35 | φόνου τῶν κυρίων. παρελθόντες δὲ πρὸς τὸν Εὔνουν οὐκ ἄπωθεν διατρί‐ βοντα, ἠρώτων εἰ συγχωρεῖται παρὰ τῶν θεῶν αὐτοῖς τὸ βεβουλευμένον. ὁ δὲ τερατευόμενος μετ’ ἐνθουσιασμοῦ, καὶ περὶ τίνων ἥκουσιν 〈ἀκούσασ〉 διεσάφησεν ὅτι διδόασιν αὐτοῖς οἱ θεοὶ τὴν ἀπόστασιν, ἐὰν μηδεμίαν ὑπερβολὴν ποιησάμενοι παραχρῆμα [μὲν] ἐγχειρήσωσι ταῖς ἐπιβολαῖς· | |
40 | ὑπὸ γὰρ τῆς πεπρωμένης αὐτοῖς κεκυρῶσθαι [τὴν] πατρίδα τὴν Ἔνναν, οὖσαν ἀκρόπολιν ὅλης τῆς νήσου. τοιούτων λόγων ἀκούσαντες καὶ δια‐ λαβόντες ὅτι τὸ δαιμόνιον αὐτοῖς συνεπιλαμβάνεται τῆς προαιρέσεως, οὕτω παρέστησαν ταῖς ψυχαῖς πρὸς τὴν ἀπόστασιν ὥστε μηδεμίαν ἀνα‐ βολὴν τῶν δεδογμένων ποιεῖσθαι. εὐθὺς οὖν τοὺς μὲν δεδεμένους ἔλυον, | |
45 | τῶν δὲ ἄλλων τοὺς πλησίον διατρίβοντας συλλαβόμενοι περὶ τετρακοσίους συνήθροισαν ἐπί τινος ἀγροῦ πλησίον ὄντος τῆς Ἔννης. συνθέμενοι δὲ πρὸς ἀλλήλους, καὶ πίστεις ἐπὶ σφαγίων ἐνόρκους νυκτὸς ποιησάμενοι, καθωπλίσθησαν ὥς ποτ’ οὖν ὁ καιρὸς συνεχώρει· πάντες δὲ τὸ κράτιστον τῶν ὅπλων τὸν θυμὸν ἀνελάμβανον κατὰ τῆς ἀπωλείας τῶν ὑπερηφάνων | |
136e(50) | κυρίων. καὶ τούτων ἀφηγεῖτο Εὔνους, καὶ παρακαλοῦντες ἀλλήλους περὶ μέσας νύκτας εἰσέπεσον εἰς τὴν πόλιν καὶ πολλοὺς ἀνῄρουν. | |
(Const. Exc. 3,206—207) Ὅτι κατὰ τὴν Σικελίαν ἦν τοῦ Δαμοφίλου θυγάτηρ, παρθένος μὲν τὴν ἡλικίαν, ἁπλότητι δὲ τρόπων καὶ φιλανθρωπίᾳ διαφέρουσα. αὕτη τοὺς | 121 | |
55 | μαστιζομένους ὑπὸ τῶν γονέων ἀεὶ φιλοτίμως εἰώθει παρηγορεῖσθαι, καὶ τοῖς δεδεμένοις τῶν οἰκετῶν ἐπαρκοῦσα διὰ τὴν ἐπιείκειαν θαυμαστῶς ὑπὸ πάντων ἠγαπᾶτο. καὶ τότ’ οὖν τῆς προγεγενημένης χάριτος ξενο‐ λογησάσης αὐτῇ τὸν παρὰ τῶν εὖ πεπονθότων ἔλεον, οὐ μόνον οὐδεὶς ἐτόλμησε μεθ’ ὕβρεως ἐπιβαλεῖν τῇ κόρῃ τὰς χεῖρας, ἀλλὰ πάντες ἄθικτον | |
60 | πάσης ὕβρεως τὴν ἀκμὴν αὐτῆς ἐτήρησαν. προχειρισάμενοι δ’ ἐξ αὑτῶν τοὺς εὐθέτους, ὧν ἐκτενέστατος ἦν Ἑρμείας, ἀπήγαγον εἰς Κατάνην πρός τινας οἰκείους. (Const. Exc. 2(1),305) Ὅτι ἀπηγριωμένων τῶν ἀποστατῶν δούλων πρὸς ὅλην τὴν οἰκίαν τῶν δεσποτῶν, καὶ τρεπομένων πρὸς ἀπαραίτητον ὕβριν καὶ τιμωρίαν, ὑπέφαι‐ | |
65 | νον ὡς οὐ δι’ ὠμότητα φύσεως, ἀλλὰ διὰ τὰς προγεγενημένας εἰς αὐτοὺς ὑπερηφανίας ἐλύττων πρὸς τὴν 〈τῶν〉 προαδικησάντων κόλασιν τραπέν‐ τες. —Ὅτι καὶ παρὰ τοῖς οἰκέταις αὐτοδίδακτός ἐστιν ἡ φύσις εἰς δικαίαν ἀπόδοσιν χάριτός τε καὶ τιμωρίας. (Const. Exc. 4,384) Ὅτι ὁ Εὔνους μετὰ τὸ ἀναγορευθῆναι βασιλεὺς πάντας ἀνελών, ἐκκλέ‐ | |
70 | ψας μόνους ἀφῆκε τοὺς ἐν τοῖς ἔμπροσθεν χρόνοις κατὰ τὰς [ἐκ] τοῦ κυρίου συμπεριφορὰς ἐν τοῖς συνδείπνοις ἀποδεδεγμένους αὐτὸν ἔν τε τῇ μαντικῆ καὶ κατὰ τὰς 〈ἐκ〉 τῆς τραπέζης δόσεις φιλανθρώπους· ὥστε θαυμάσαι 〈ἦν〉 τήν τε τῆς τύχης περιπέτειαν καὶ τὸ τὴν κατὰ τῶν εὐτε‐ λεστάτων εὐεργεσίαν ἀμειφθῆναι σὺν καιρῷ τηλικαύτῃ χάριτι. | |
75 | (Const. Exc. 2(1),305) Ὅτι Ἀχαιὸς ὁ τοῦ βασιλέως Ἀντιόχου σύμβουλος, τοῖς πραττομένοις ὑπὸ τῶν δραπετῶν οὐκ εὐαρεστούμενος, ἐπετίμα τε τοῖς τολμωμένοις ὑπ’ αὐτῶν καὶ μάλα θρασέως προέλεγεν ὅτι συντόμου τεύξονται τιμωρίας. ὃν ὁ Εὔνους παρρησιαζόμενον τοσοῦτον ἀπέσχε τοῦ θανάτῳ περιβαλεῖν | |
80 | ὥστε οὐ μόνον ἐδωρήσατο τὴν τῶν δεσποτῶν οἰκίαν, ἀλλὰ καὶ σύμβουλον ἐποιήσατο. (Const. Exc. 4,384) | |
136f(n) | Diodor 34/35,2,43 | |
1 | Ὅτι καὶ ἄλλη τις ἐγένετο ἀπόστασις δραπετῶν καὶ σύστημα ἀξιόλογον. Κλέων γάρ τις Κίλιξ ἐκ τῶν περὶ τὸν Ταῦρον τόπων, συνήθης ὢν ἐκ παίδων τῷ λῃστρικῷ βίῳ, καὶ κατὰ τὴν Σικελίαν νομεὺς γεγονὼς ἱππο‐ φορβίων, οὐ διέλιπεν ὁδοιδοκῶν καὶ παντοδαποὺς φόνους ἐπιτελούμενος. | |
5 | ὃς πυθόμενος τὴν κατὰ τὸν Εὔνουν προκοπὴν καὶ τὰς 〈τῶν〉 μετ’ αὐτοῦ δραπετῶν εὐημερίας ἀποστάτης ἐγένετο, καί τινας τῶν πλησίον οἰκετῶν πείσας συναπονοήσασθαι κατέτρεχε τὴν πόλιν τῶν Ἀκραγαντίνων καὶ τὴν | |
πλησιόχωρον πᾶσαν. (Const. Exc. 2(1),305) | 122 | |
137(n) | Diodor 34/35,2,44—48 | |
1 | Ὅτι ἡ κατεπείγουσα χρεία καὶ σπάνις ἠνάγκαζε πάντα δοκιμάζειν τοὺς ἀποστάτας δούλους, οὐ διδοῦσα τὴν τῶν κρειττόνων ἐκλογήν. Ὅτι ὑπῆρχεν οὐ διοσημίας δεόμενον τὸ συλλογίσασθαι τῆς πόλεως τὸ εὐάλωτον· φανερὸν γὰρ ἦν καὶ τοῖς εὐηθεστάτοις ὅτι τῶν τειχῶν διὰ τὴν | |
5 | πολυχρόνιον εἰρήνην κατερρυηκότων, καὶ πολλῶν ἐξ αὐτῆς στρατιωτῶν ἀπολωλότων, ἔσται τῆς πόλεως εὐκατόρθωτος ἡ πολιορκία. Ὅτι ὁ Εὔνους ἐκτὸς βέλους ἐπιστήσας τὴν δύναμιν ἐβλασφήμει τοὺς Ῥωμαίους, ἀποφαινόμενος οὐχ ἑαυτούς, ἀλλ’ ἐκείνους εἶναι δραπέτας τῶν κινδύνων. μίμους δὲ ἐξ ἀποστάσεως τοῖς ἔνδον ἐπεδείκνυτο, δι’ ὧν | |
10 | οἱ δοῦλοι τὰς 〈ἀπὸ〉 τῶν ἰδίων κυρίων ἀποστασίας ἐξεθεάτριζον, ὀνειδί‐ ζοντες αὐτῶν τὴν ὑπερηφανίαν καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν ὄλεθρον προαγούσης ὕβρεως. Ὅτι τὰ ἐξηλλαγμένα δυστυχήματα, εἰ καί τινες πεπεισμένοι τυγχά‐ νουσι μηδενὸς τῶν τοιούτων ἐπιστροφὴν ποιεῖσθαι τὸ θεῖον, ἀλλ’ οὖν γε | |
15 | σύμφορόν ἐστι τῷ κοινῷ βίῳ τὴν ἐκ θεῶν δεισιδαιμονίαν ἐντετηκέναι ταῖς τῶν πολλῶν ψυχαῖς. ὀλίγοι γὰρ 〈οἱ〉 δι’ ἀρετὴν ἰδίαν δικαιοπραγοῦντες, τὸ δὲ πολὺ φῦλον τῶν ἀνθρώπων νομικαῖς κολάσεσι καὶ ταῖς ἐκ θεοῦ τιμωρίαις ἀπέχεται τῶν κακουργημάτων. Ὅτι πολλῶν καὶ μεγάλων κακῶν ἐπισυμβάντων τοῖς Σικελιώταις, | |
20 | τούτοις ἅπασιν ὁ δημοτικὸς ὄχλος οὐχ οἷον συνέπασχεν, ἀλλὰ τοὐναντίον ἐπέχαιρε προσεπιφθονῶν ἀνίσου τύχης καὶ ἀνωμάλου ζωῆς. ὁ γὰρ φθόνος ἐκ τῆς προγεγενημένης λύπης μετέβαλεν εἰς χαράν, ὁρῶν τὸ λαμπρὸν τῆς τύχης μεταπεπτωκὸς εἰς τὸ πρότερον ὑπ’ αὐτῆς ὑπερορώμενον σχῆμα, καὶ τὸ πάντων δεινότατον, οἱ μὲν ἀποστάται, προνοηθέντες ἐμφρόνως | |
25 | περὶ τοῦ μέλλοντος, οὔτε τὰς ἐπαύλεις ἐνεπύριζον οὔτε τὰς ἐν αὐταῖς κτήσεις καὶ καρπῶν ἀποθέσεις ἐλυμαίνοντο, τῶν τε πρὸς τὴν γεωργίαν ὡρμηκότων ἀπείχοντο, οἱ δὲ δημοτικοὶ διὰ τὸν φθόνον, ἐπὶ τῇ προφάσει τῶν δραπετῶν, ἐξιόντες ἐπὶ τὴν χώραν οὐ μόνον τὰς κτήσεις διήρπαζον, ἀλλὰ καὶ τὰς ἐπαύλεις ἐνεπύριζον. (Const. Exc. 4,384—385) | |
138(n) | Diodor 34/35,3 | |
1 | 3. Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ὁ βασιλεὺς προσφάτως διαδεδεγμένος τὴν ἀρχὴν ἀλλοτρίαν ἔσχε διάθεσιν τῶν προβεβασιλευκότων. καὶ γὰρ ἐκεῖνοι χρηστότητι καὶ φιλανθρωπίᾳ χρώμενοι ταῖς βασιλείαις ἐνευδαι‐ μόνησαν· οὗτος δὲ γενόμενος ὠμὸς καὶ μιαιφόνος πολλοὺς τῶν ὑπὸ τὴν | |
5 | βασιλείαν τεταγμένων ἀνηκέστοις συμφοραῖς καὶ σφαγαῖς περιέβαλε. τῶν δὲ πατρῴων φίλων τοὺς δυνατωτάτους ὑποπτεύσας ὡς κατ’ αὐτοῦ τι βουλευσαμένους, ἔκρινε δεῖν ἅπαντας ἐκποδὼν ποιήσασθαι. ἐπιλεξά‐ | |
μενος οὖν τῶν βαρβάρων μισθοφόρων τοὺς ἀγριωτάτους εἰς φόνον, ἀπλή‐ στους δὲ εἰς χρημάτων περιουσίαν, τούτους ἔν τισιν οἰκήμασι κατέκρυψεν | 123 | |
10 | ἐν τοῖς βασιλείοις, τῶν δὲ φίλων τοὺς ὑποπτευομένους μετεπέμπετο. παραγενομένων δὲ τῶν φίλων, πάντας ἀπέκτεινεν, ἔχων ὑπηρέτας οἰκείους τῆς ἰδίας μιαιφονίας. εὐθὺς δὲ τέκνα καὶ γυναῖκας τούτων προσέταξε τῆς αὐτῆς τιμωρίας ἀξιῶσαι. τῶν δὲ ἄλλων φίλων τῶν ἐπ’ ἐξουσίᾳ στρατιω‐ τῶν ἢ πόλεων τεταγμένων οὓς μὲν ἐδολοφόνησεν, οὓς δὲ συλλαβὼν πανοι‐ | |
15 | κίους ἀνεῖλε. διὰ 〈δὲ〉 τὴν ὠμότητα μισηθεὶς οὐ μόνον ὑπὸ τῶν ἀρχομένων, ἀλλὰ καὶ τῶν πλησιοχώρων, πάντας τοὺς ὑποτεταγμένους ἐποίησε μετεώρους πρὸς καινοτομίαν. (Const. Exc. 2(1),305—306) | |
139(n) | Diodor 34/35,4,1—2 | |
1 | 4. Ὅτι οἱ πλεῖστοι τῶν ἁλόντων βαρβάρων κατὰ τὰς ὁδοιπορίας ἀγό‐ μενοι οἱ μὲν ἑαυτούς, οἱ δὲ ἀλλήλους ἀνῄρουν, οὐχ ὑπομένοντες τὴν ἐκ τῆς δουλείας ὕβριν. παῖς δέ τις ἄνηβος παραστὰς τρισὶν ἀδελφαῖς κοιμω‐ μέναις διὰ τὸν κόπον, ταύτας ἀπέσφαξεν· ἑαυτὸν δὲ οὐ φθάσας ἀνελεῖν | |
5 | ὑπὸ τῶν συλλαβόντων ἀνεκρίνετο δι’ ἣν αἰτίαν τὰς ἀδελφὰς ἀπέκτεινε. τούτοις μὲν οὖν ἀπεκρίθη διότι τοῦ ζῆν οὐδὲν ἄξιον αὐταῖς κατελέλειπτο, αὐτὸς δὲ τροφῆς ἀποσχόμενος ἐνδείᾳ κατέστρεψε τὸν βίον. Ὅτι οἱ αὐτοὶ αἰχμάλωτοι ὡς ἐπὶ τοὺς ὅρους τῆς χώρας κατήντησαν, ῥίψαντες ἑαυτοὺς εἰς ἔδαφος τήν τε γῆν κατεφίλουν μετ’ οἰμωγῆς καὶ | |
10 | τῆς κόνεως εἰς τοὺς κόλπους ἀνελάμβανον, ὥστε εἰς ἔλεον καὶ συμπάθειαν ἅπαν τραπῆναι τὸ στρατόπεδον. ἕκαστος γὰρ τοῖς κοινοῖς τῆς φύσεως πάθεσιν ἐχειροῦτο θείῳ φόβῳ, θεωρῶν ὅτι καὶ βαρβάρων ψυχαὶ θηριώ‐ δεις, ὅταν ἡ τύχη διαζεύγνυσι τὸ σύνηθες ἀπὸ τῆς πατρίδος, ὅμως οὐκ ἐπιλανθάνονται τῆς πρὸς τὴν θρέψασαν γῆν φιλοστοργίας. | |
15 | (Const. Exc. 4,386) | |
140(n) | Diodor 34/35,5 | |
1 | 5. Ὅτι Τιβέριος ὁ Γράκχος ἦν υἱὸς Τιβερίου 〈τοῦ〉 δὶς ὑπατευκότος καὶ πολέμους ἐπιφανεῖς καὶ μεγάλους κεχειρικότος, ἔτι δὲ καλῶς πεπολιτευ‐ μένου, θυγατριδοῦς δὲ Ποπλίου Σκιπίωνος τοῦ καταπεπολεμηκότος Ἀν‐ νίβαν καὶ Καρχηδονίους. ἐξ ἀμφοτέρων δὲ τῶν γονέων ἐπισημοτάτου | |
5 | γένους πεφυκώς, ἰδίᾳ πολὺ προεῖχε τῶν ἡλικιωτῶν συνέσει τε καὶ λόγου δεινότητι καὶ τὸ σύνολον πάσῃ παιδείᾳ, καὶ δυνάμενος παρρησίαν ἄγειν πρὸς τὴν ὑπεροχὴν τῶν ἀντιπραττόντων. (Const. Exc. 2(1),306) | |
141(n) | Diodor 34/35,6—7 | |
1 | 6. Καὶ συνέρρεον εἰς τὴν Ῥώμην οἱ ὄχλοι ἀπὸ τῆς χώρας ὡσπερεὶ | |
ποταμοί τινες εἰς τὴν πάντα δυναμένην δέχεσθαι θάλατταν. οἱ δὲ ὄχλοι μετεωρισθέντες πρὸς τὸ βοηθεῖν ἑαυτοῖς, νόμον μὲν ἔχοντες ἡγεμόνα καὶ σύμμαχον, προστάτην δὲ ἄρχοντα τὸν μήτε χάριτος μήτε φόβου δοῦλον, | 124 | |
5 | ὑπὲρ δὲ τοῦ τὴν χώραν ἀνακτήσασθαι τῷ δήμῳ πάντα πόνον καὶ κίνδυνον ὑπομένειν κεκρικότα μέχρι τῆς ἐσχάτης ἀναπνοῆς. *** ἔχων πλῆθος οὐ νεοσύλλογον καὶ φυλῶδες, ἀλλὰ τὸ πρακτικώτατον τοῦ δήμου καὶ τοῖς βίοις κάρπιμον. διὸ καὶ τῆς βίας ἐν ἀμφοτέροις τοῖς μέ‐ ρεσι ταλαντευομένης καὶ τῆς ῥοπῆς δεῦρο κἀκεῖσε πάλιν ἐκκλινούσης, | |
10 | πολλῶν μυριάδων ἠθροισμένων τὰ μέρη βιαίως συνίσταντο καὶ καθάπερ ἐν τῇ θαλάττῃ κυμάτων φαντασίαι καὶ διαθέσεις ἐγίνοντο κατὰ τὰς τοῦ πλήθους ἐκκλησίας. 7. Ὅτι ὁ Ὀκτάβιος μετὰ τὴν καθαίρεσιν οὔθ’ ὁμολογῶν ἑαυτὸν ἰδιώτην ὑπάρχειν οὔθ’ ὡς ἄρχων τολμῶν πρᾶξαί τι δημαρχικόν, ἔμενε | |
15 | κατὰ τὴν ἰδίαν οἰκίαν ἡσυχάζων. καίτοι γε ἐξῆν αὐτὸν οὕτως ἔχειν ὅτε ὁ Γράκχος εἰσέφερε ψήφισμα περὶ τῆς κατ’ ἀρχὴν ἀφαιρέσεως αὐτοῦ, κἀκεῖνον ἅμα ψήφισμα κυροῦν περιέχον τὴν ἀφαίρεσιν τῆς Γράκχου δημαρχίας· ἢ γὰρ ἂν ἑκάτεροι κατέστησαν ἰδιῶται τῶν ψηφισμάτων ἐννόμων ὄντων, ἢ πάλιν διακατεῖχον τὴν ἀρχὴν δοξάντων παρανόμως | |
20 | εἰσενηνέχθαι. Οὗτος μὲν οὖν ἀμετάπτωτον ἔχων τὴν ἐπὶ τὸν ὄλεθρον ὁρμὴν ταχὺ τῆς προσηκούσης κολάσεως ἔτυχεν. καὶ ὁ Σκιπίων ξύλον ἁρπάσας ἐκ τῶν παρακειμένων, ὁ γὰρ θυμὸς παντὸς τοῦ δοκοῦντος εἶναι δυσκόλου περιε‐ γένετο, *** | |
25 | Ὅτι προσέπεσε τοῖς περὶ τὸ στρατόπεδον ἡ τοῦ Γράκχου τελευτή, καὶ τὸν Ἀφρικανόν φασιν ἐπιβοῆσαι τοιαῦτα· ὡς ἀπόλοιτο καὶ ἄλλος ὅτις τοιαῦτά γε ῥέζοι. (Const. Exc. 4,386—387) | |
142(n) | Diodor 34/35,8—9 | |
1 | 8. Ὅτι οἱ Σύροι οἱ δραπέται τῶν αἰχμαλώτων τὰς χεῖρας ἀπέκοπτον, οὐκ ἀρκούμενοι ταῖς παρὰ τοὺς καρποὺς τομαῖς, ἀλλὰ σὺν αὐτοῖς τοῖς βραχίοσιν [συν]ἀκρωτηριάζοντες. 9. Ὅτι τοῖς καταφαγοῦσι τοὺς ἱερωμένους ἰχθῦς οὐκ ἦν παῦλα τῶν | |
5 | κακῶν· τὸ γὰρ δαιμόνιον ὥσπερ ἐπίτηδες εἰς παραδειγματισμὸν τοῖς ἄλλοις ἅπαντας τοὺς ἀπονενοημένους περιεῖδεν ἀβοηθήτους. οὗτοι μὲν οὖν ἀκολούθως τῇ παρὰ θεῶν κολάσει καὶ τῆς διὰ τῆς ἱστορίας βλασφη‐ μίας τετευχότες ἀπήλαυσαν τῆς δικαίας ἐπιτιμήσεως. | |
(Const. Exc. 2(1),306; 4,387) | 125 | |
143(n) | Diodor 34/35,10 | |
1 | 10. Ὅτι ἡ σύγκλητος δεισιδαιμονοῦσα ἐξαπέστειλεν εἰς Σικελίαν [περὶ τοὺς Σιβύλλης χρησμοὺς] κατὰ Σιβυλλιακὸν λόγιον. οἱ δὲ ἐπελθόντες καθ’ ὅλην τὴν Σικελίαν τοὺς τῷ Αἰτναίῳ Διὶ καθιδρυμένους βωμούς, θυσιάσαν‐ τες καὶ περιφράγματα ποιήσαντες ἀβάτους ἀπεδείκνυον τοὺς τόπους πλὴν | |
5 | τοῖς ἔχουσι καθ’ ἕκαστον πολίτευμα πατρίους θύειν θυσίας. | |
144(n) | Diodor 34/35,11 | |
1 | 11. Ὅτι ἦν τις Γόργος Μοργαντῖνος ἐπικαλούμενος Κάμβαλος, πλούτῳ καὶ δόξῃ διαφέρων, ὃς ἐπὶ κυνηγίαν ὁρμήσας, καὶ περιπεσὼν λῃστηρίῳ δραπετῶν, ἔφευγε πεζὸς πρὸς τὴν πόλιν. ἀπαντήσαντος δὲ αὐτῷ Γόργου τοῦ τούτου πατρὸς ἐφ’ ἵππου, καὶ καθαλλομένου καὶ παραδιδόντος τὸν | |
5 | ἵππον, ὅπως ἐφαλόμενος ἀφιππεύσῃ πρὸς τὴν πόλιν, οὔθ’ ὁ παῖς τὴν ἰδίαν σωτηρίαν τῆς τοῦ πατρὸς προέκρινεν οὔθ’ ὁ πατὴρ προσεδέχετο τῷ τοῦ τέκνου θανάτῳ διαφυγεῖν τὸν κίνδυνον. δεομένων δὲ ἀλλήλων μετὰ δακρύων καὶ διαφιλοτιμουμένων ὑπὲρ εὐσεβείας τε καὶ φιλοστοργίας, σύγκρισίν τε λαμβάνοντος ἤθους φιλοτέκνου πρὸς τρόπον φιλοπάτορα, | |
10 | συνέβη τοὺς λῃστὰς ἐπιφανέντας ἀμφοτέρους ἀνελεῖν. (F 143. 144 Const. Exc. 2(1),306—307) | |
145(n) | Diodor 34/35,2,18 Mitte—19 | |
1 | Μετ’ οὐ πολὺ δὲ ἀθροίζεται τὸ σύστημα αὐτῶν εἰς μυριάδας εἴκοσι, καὶ πολλοῖς τοῖς πρὸς Ῥωμαίους πολέμοις ἐνευδοκιμήσαντες ἔλαττον αὐτοὶ ἔπταιον. οὗ διαβοηθέντος κατά τε Ῥώμην δούλων ἀπόστασις ἑκατὸν πεντήκοντα συνομοσάντων ἀνήπτετο, καὶ κατὰ τὴν Ἀττικὴν ὑπὲρ χιλίων, | |
5 | ἔν τε Δήλῳ καὶ κατ’ ἄλλους πολλοὺς τόπους· οὓς τάχει τε τῆς βοηθείας καὶ τῇ σφοδρᾷ κολάσει τῆς τιμωρίας οἱ καθ’ ἕκαστον ἐπιμεληταὶ τῶν κοινῶν θᾶττον ἠφάνισαν, σωφρονίσαντες καὶ τὸ ἄλλο ὅσον ἦν ἐπὶ ἀπο‐ στάσει μετέωρον. (Phot. Bibl. 386) | |
146(n) | Diodor 34/35,2,20—24 | |
1 | Κατὰ δὲ Σικελίαν ηὔξετο τὸ κακόν, καὶ πόλεις ἡλίσκοντο αὔτανδροι καὶ πολλὰ στρατόπεδα ὑπὸ τῶν ἀποστατῶν κατεκόπησαν, ἕως Ῥουπίλιος ὁ Ῥωμαίων στρατηγὸς τὸ Ταυρομένιον ἀνεσώσατο Ῥωμαίοις, καρτερῶς μὲν αὐτὸ πολιορκήσας, καὶ εἰς ἄφατον ἀνάγκην καὶ λιμὸν τοὺς ἀποστάτας | |
5 | συγκλείσας, ὥστε ἀρξαμένους ἐκ παίδων βορᾶς καὶ διελθόντας διὰ γυναι‐ κῶν μηδὲ τῆς αὑτῶν ἀλληλοφαγίας μηδ’ ὅλως φείσασθαι· ὅτε καὶ Κο‐ μανὸν τὸν ἀδελφὸν Κλέωνος φεύγοντα 〈ἐκ〉 τῆς πολιορκουμένης πόλεως | |
εἷλε. καὶ τὸ τελευταῖον Σαραπίωνος Σύρου τὴν ἄκραν προδόντος συμπάν‐ των τῶν ἐν τῇ πόλει δραπετῶν ὁ στρατηγὸς ἐκυρίευσεν· οὓς καὶ αἰκισά‐ | 126 | |
10 | μενος κατεκρήμνισεν. ἐκεῖθεν ἐπὶ τὴν Ἔνναν ἐλθὼν παραπλησίως ἐπο‐ λιόρκει, εἰς ἐσχάτην ἀνάγκην συγκλείων τὰς τῶν ἀποστατῶν ἐλπίδας. καὶ Κλέωνα τὸν στρατηγὸν ἐξελθόντα τῆς πόλεως καὶ ἡρωικῶς ἀγωνισά‐ μενον μετ’ ὀλίγων ὑπὸ τῶν τραυμάτων δείξας νεκρόν, εἷλε καὶ ταύτην προδοσίᾳ τὴν πόλιν, ἐπεὶ οὐδ’ ἦν ἁλώσιμος διὰ τὴν ὀχυρότητα βίᾳ χειρός. | |
15 | ὁ δὲ Εὔνους ἀναλαβὼν τοὺς σωματοφύλακας ὄντας χιλίους ἔφυγεν ἀνάν‐ δρως εἴς τινας παρακρήμνους τόπους. ἀλλ’ οἱ μὲν σὺν αὐτῷ ἄφυκτον τὸ περὶ αὑτοὺς δεινὸν ἐπιστάμενοι, ἤδη γὰρ καὶ ὁ στρατηγὸς Ῥουπίλιος ἐπ’ αὐτοὺς ἤλαυνεν, ἀλλήλους τοῖς ξίφεσιν ἔσφαζον ἀπαυχενίσαντες· ὁ δὲ τερατίας Εὔνους καὶ βασιλεὺς καταφυγὼν διὰ δειλίαν ἔν τισι κοιλάσιν | |
20 | ἐξειλκύσθη ἅμα τεττάρων, μαγείρου καὶ ἀρτοποιοῦ καὶ τοῦ τρίβοντος αὐτὸν ἐν τῷ λουτρῷ καὶ τετάρτου τοῦ παρὰ τοὺς πότους εἰωθότος ψυχα‐ γωγεῖν αὐτόν. καὶ παραδοθεὶς εἰς φυλακήν, καὶ τοῦ σώματος αὐτοῦ δια‐ λυθέντος εἰς φθειρῶν πλῆθος, οἰκείως τῆς περὶ αὐτὸν ῥᾳδιουργίας κατέ‐ στρεψε τὸν βίον ἐν τῇ Μοργαντίνῃ. ἐντεῦθεν Ῥουπίλιος ἐπιτρέχων ὅλην | |
25 | τὴν Σικελίαν ἅμα λογάσιν ὀλίγοις θᾶττον ἤπερ τις ἤλπισε παντὸς αὐτὴν ἠλευθέρωσε λῃστηρίου. Ὅτι ὁ τῶν ἀποστατῶν βασιλεὺς Εὔνους ἑαυτὸν μὲν Ἀντίοχον, Σύρους δὲ τῶν ἀποστατῶν τὸ πλῆθος ἐπωνόμασεν. (Phot. Bibl. 386) | |
147(n) | Athenaeus VI 263 cd | |
1 | Ποσειδώνιος δέ φησιν ὁ ἀπὸ τῆς Στοᾶς ἐν τῇ τῶν Ἱστοριῶν ἑνδεκάτῃ· «πολλούς τινας ἑαυτῶν οὐ δυναμένους προίστασθαι διὰ τὸ τῆς διανοίας ἀσθενὲς ἐπιδοῦναι ἑαυτοὺς εἰς τὴν τῶν συνετωτέρων ὑπηρεσίαν, ὅπως παρ’ ἐκείνων τυγχάνοντες τῆς εἰς τὰ ἀναγκαῖα ἐπιμελείας αὐτοὶ πάλιν | |
5 | ἀποδιδῶσιν ἐκείνοις δι’ αὑτῶν ἅπερ ἂν ὦσιν ὑπηρετεῖν δυνατοί. καὶ τούτῳ τῷ τρόπῳ Μαριανδυνοὶ μὲν Ἡρακλεώταις ὑπετάγησαν, διὰ τέλους ὑποσχόμενοι θητεύσειν παρέχουσιν αὐτοῖς τὰ δέοντα, προσδιαστειλάμενοι μηδενὸς αὐτῶν ἔσεσθαι πρᾶσιν ἔξω τῆς Ἡρακλεωτῶν χώρας, ἀλλ’ ἐν αὐτῇ μόνον τῇ ἰδίᾳ χώρᾳ». | |
148(n) | Diodor 34/35,12 | |
1 | 12. Ὅτι ὁ τοῦ Διηγύλιος υἱὸς Ζιβέλμιος, ἐζηλωκὼς τὰς τοῦ πατρὸς μιαιφονίας, μνησικακῶν δὲ ὑπὲρ τῶν εἰς Διήγυλιν τοῖς Θρᾳξὶ πραχθέντων, ἐπὶ τοσοῦτον προῆλθεν ὠμότητος καὶ παρανομίας ὥστε τοὺς προσκό‐ ψαντας πανοικίους τιμωρεῖσθαι. ἐπὶ γὰρ ταῖς τυχούσαις αἰτίαις τοὺς μὲν | |
5 | διεμέλιζε, τοὺς δὲ ἀνεσταύρου, τοὺς δὲ καὶ ζῶντας ἐνεπύριζε. γονέων δὲ ἐν ὄμμασι καὶ κόλποις ἐγκατέσφαζε τέκνα, καὶ κρεανομῶν τὰ σώματα | |
παρετίθει τοῖς συγγενεστάτοις, ἀνανεούμενος τὰς παλαιὰς ἐκείνας Τηρέως ἢ Θυέστου θοινάς. οἱ δὲ Θρᾷκες συλλαβόντες τὸν Ζιβέλμιον, τὸ μὲν καθ’ ἓν αὐτὸν ἀντιδιατιθέναι σχεδὸν ἀδύνατον ὑπῆρχε· πῶς γὰρ ἐνδεχόμενον | 127 | |
10 | ἦν ἓν σῶμα τὴν εἰς ὅλον ἔθνος παρανομίαν γενομένην ἀναδέξασθαι; ὅμως δ’ ἐκ τῶν ἐνδεχομένων ἐφιλοτιμήθησαν πᾶσαν ὕβριν καὶ τιμωρίαν προσα‐ γαγεῖν τῷ σώματι. (Const. Exc. 2(1),307) | |
149(n) | Diodor 34/35,13 | |
1 | Ὅτι τοῦ Ἀττάλου τοῦ πρώτου βασιλέως χρηστηριαζομένου περί τινος ἀπαυτοματίσαι τὴν Πυθίαν φασί, θάρσει, ταυρόκερως, ἕξεις βασιληίδα τιμὴν καὶ παῖδες παίδων, τούτων γε μὲν οὐκέτι παῖδες. | |
5 | (Const. Exc. 4,387) | |
150(n) | Diodor 34/35,14 | |
1 | 14. Ὅτι ὁ Πτολεμαῖος ὁ Φύσκων προσαγορευόμενος, πυθόμενος τὴν τῆς Κλεοπάτρας πρὸς αὐτὸν ἀλλοτρίωσιν, καὶ οὐ δυνάμενος ἄλλως αὐτὴν λυπῆσαι, πρᾶξιν ἀνοσιωτάτην ἐτόλμησεν ἐπιτελέσασθαι· μιμησάμενος γὰρ τὴν τῆς Μηδείας ὠμότητα καὶ μιαιφονίαν, τὸν κοινὸν 〈αὐτοῦ〉 τε | |
5 | κἀκείνης υἱὸν ἔσφαξεν ἐν τῇ Κύπρῳ, παῖδα μὲν ὄντα τὴν ἡλικίαν, ὀνομα‐ ζόμενον δὲ Μεμφίτην. οὐκ ἀρεσθεὶς δὲ τῷ ἀσεβήματι τούτῳ, πολλῷ μεῖζον μύσος ἕτερον ἐπετελέσατο· ἀκρωτηριάσας γὰρ τὸ σῶμα τοῦ παιδὸς καὶ ἐνθεὶς εἴς τινα κίστην προσέταξέ τινι τῶν ὑπηρετῶν εἰς τὴν Ἀλεξάν‐ δρειαν διακομίσαι. κατὰ τύχην δὲ σύνεγγυς ὄντων τῇ Κλεοπάτρᾳ τῶν | |
10 | γενεθλίων, τῇ πρὸ τούτων νυκτὶ θεῖναι τὴν κίστην πρὸ τῶν βασιλείων παρεσκευάσατο. οὗ συντελεσθέντος, καὶ τῆς περιστάσεως ἐπιγνωσθείσης, ἡ Κλεοπάτρα πένθος ἤρατο, καὶ τὸ πλῆθος παντελῶς ἀπεθηριώθη πρὸς τὸν Πτολεμαῖον. (Const. Exc. 2(1),307—308) | |
151a(n) | Athenaeus XII 540bc | |
1 | Ἐν δὲ τῇ τεσσαρεσκαιδεκάτῃ περὶ τοῦ ὁμωνύμου αὐτοῦ Ἀντιόχου (sc. τοῦ Σιδήτου) λέγων τοῦ ἐπ’ Ἀρσάκην εἰς Μηδίαν στρατεύσαντός φησιν ὅτι ὑποδοχὰς ἐποιεῖτο καθ’ ἡμέραν ὀχλικάς, ἐν αἷς χωρὶς τῶν ἀνα‐ λισκομένων καὶ ἐκφατνιζομένων σωρευμάτων ἕκαστος ἀπέφερε τῶν | |
5 | ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα· καὶ μετὰ ταῦτα μελιπήκτων καὶ στεφάνων ἐκ σμύρνης καὶ λιβανωτοῦ 〈σὺν〉 ἀνδρομήκεσι | |
λημνίσκων χρυσῶν πιλήμασιν πλήθη. | 128 | |
151b(n) | Athenaeus V 210cd | |
1 | Ὁ γὰρ τῷ προειρημένῳ Ἀντιόχῳ ὁμώνυμος βασιλεύς, Δημητρίου δ’ υἱός, ὡς ἱστορεῖ Ποσειδώνιος, ὑποδοχὰς ποιούμενος καθ’ ἡμέραν ὀχλικὰς χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων usw. bis σὺν ἀνδρομήκεσι λημνί‐ σκων χρυσῶν πιλήμασι πλήθη. | |
152(n) | Diodor 34/35,15 | |
1 | 15. Ὅτι τῆς ἐαρινῆς ὥρας τῇ χλιᾷ τηκούσης τὴν χιόνα, καὶ τῶν καρπῶν ἐκ τοῦ συνεχοῦς πάγου πρὸς τὴν φυὴν καὶ βλάστησιν προϊόντων, τῶν δὲ ἀνθρώπων ἐπὶ τὰς πράξεις ὡρμημένων, ὁ Ἀρσάκης ἀποπειραθῆναι βου‐ λόμενος τῶν πολεμίων πρεσβευτὰς ἀπέστειλε περὶ εἰρήνης, οἷς Ἀντίοχος | |
5 | [μὲν] ἔδωκεν ἀποκρίσεις διότι συγχωρήσει τὴν εἰρήνην, ἐὰν 〈μὲν〉 τὸν ἀδελφὸν Δημήτριον ἀπολύσας τῆς αἰχμαλωσίας παραδῷ, τῶν δὲ δυνα‐ στειῶν τῶν ἀφῃρημένων ἐκχωρήσῃ, τὴν δὲ πάτριον δυναστείαν ἔχων τελῇ φόρον· ὁ δὲ Ἀρσάκης προσκόψας τῇ βαρύτητι τῶν ἀποκρίσεων ἐπ’ αὐτὸν ὥρμησεν. | |
153(n) | Diodor 34/35,16 | |
1 | 16. Ὅτι τῶν τοῦ Ἀντιόχου φίλων παρακαλούντων μὴ συνάπτειν μάχην πρὸς πολλαπλασίους Πάρθους, δύνασθαι γὰρ αὐτοὺς εἰς τὴν ὑπερκειμένην ὀρεινὴν καταφυγόντας ἀποτρίψασθαι τῇ δυσχωρίᾳ τὸν ἀπὸ τῶν ἱππέων κίνδυνον, ὁ Ἀντίοχος οὐδενὶ τρόπῳ προσεδέχετο τοὺς λόγους, ἀποφαινό‐ | |
5 | μενος αἰσχρὸν εἶναι τοὺς νενικηκότας δεδιέναι τὰς τῶν προηττημένων τόλμας. παρακαλέσας οὖν τοὺς μεθ’ ἑαυτοῦ πρὸς τὸν κίνδυνον, ἀνεδέχετο τὴν τῶν βαρβάρων ἔφοδον εὐρώστως. (F 152. 153 Const. Exc. 4,387—388) | |
154(n) | Athenaeus IV 153 ab | |
1 | Ἐν δὲ τῇ ιϛ περὶ Σελεύκου διηγούμενος τοῦ βασιλέως ὡς εἰς Μηδίαν ἀνελθὼν καὶ πολεμῶν Ἀρσάκει ᾐχμαλωτίσθη ὑπὸ τοῦ βαρβάρου καὶ ὡς πολὺν χρόνον παρὰ τῷ Ἀρσάκει διέτριψεν ἀγόμενος βασιλικῶς, γράφει καὶ ταῦτα· «παρὰ Πάρθοις ἐν τοῖς δείπνοις ὁ βασιλεὺς τήν τε κλίνην | |
5 | ἐφ’ ἧς μόνος κατέκειτο μετεωροτέραν τῶν ἄλλων καὶ κεχωρισμένην εἶχε καὶ τὴν τράπεζαν μόνῳ καθάπερ ἥρωι πλήρη βαρβαρικῶν θοιναμάτων παρακειμένην.» | |
155(n) | Athenaeus X 439de | |
1 | Φιλοπότης δ’ ἦν καὶ ὁ ὁμώνυμος αὐτῷ Ἀντίοχος, ὁ ἐν Μηδίᾳ πρὸς Ἀρσάκην | |
πολεμήσας, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεὺς ἐν τῇ ἑκκαιδεκάτῃ τῶν Ἱστοριῶν. ἀναιρεθέντος γοῦν αὐτοῦ τὸν Ἀρσάκην θάπτοντα αὐτὸν λέγειν· «ἔσφηλέν σε, Ἀντίοχε, θάρσος καὶ μέθη· ἤλπιζες γὰρ ἐν μεγάλοις ποτη‐ | 129 | |
5 | ρίοις τὴν Ἀρσάκου βασιλείαν ἐκπιεῖν.» | |
156(n) | Diodor 34/35,17,1—2 | |
1 | 17. Ὅτι κατὰ τὴν Ἀντιόχειαν ἀναμαθόντες τὸν θάνατον Ἀντιόχου οὐ μόνον κοινὸν ἡ πόλις ἐπήρατο πένθος, ἀλλὰ καὶ πᾶς ἰδιωτικὸς οἶκος κατη‐ φείας καὶ θρήνων ἐπληροῦτο, καὶ μάλιστα τοῦ περὶ τὰς γυναῖκας ὀδυρμοῦ τὸ πάθος ἐκκάοντος. τριάκοντα γὰρ μυριάδων ἀπολομένων σὺν τοῖς ἐκτὸς | |
5 | τῆς τάξεως ἀναβεβηκόσιν οὐκ ἦν εὑρεῖν οἰκίαν ἄμοιρον ἀτυχήματος. αἱ μὲν γὰρ ἀδελφούς, αἱ δὲ ἄνδρας, αἱ δὲ υἱοὺς ἀπολωλότας ἐπένθουν, πολλαὶ δὲ παρθένοι καὶ παῖδες ὀρφανοὶ γεγονότες τὴν ἐρημίαν ἑαυτῶν κατωδύ‐ ροντο, μέχρι ὅτου τῆς λύπης ὁ κάλλιστος ἰατρὸς χρόνος ἐξέλυσε τὴν ἀκμὴν τοῦ πένθους. | |
10 | Ὅτι ὁ στρατηγὸς Ἀντιόχου Ἀθήναιος πλεῖστα ἐν ταῖς ἐπισταθμίαις εἰργασμένος κακά, τῆς φυγῆς κατάρξας καὶ τὸν Ἀντίοχον ἐγκαταλιπὼν τῆς προσηκούσης καταστροφῆς ἔτυχε. διεκπεσόντος γὰρ αὐτοῦ πρός τινας κώμας ἠδικημένας ἐν ταῖς ἐπισταθμίαις, οὐδεὶς αὐτὸν ἐδέξατο εἰς οἰκίαν οὐδὲ τροφῆς μετέδωκεν, ἀλλὰ κατὰ τὴν χώραν ἀλώμενος λιμῷ κατέστρεψε | |
15 | τὸν βίον. (Const. Exc. 4,388;2(1),308) | |
157a(n) | Athenaeus XII 527ef | |
1 | Ποσειδώνιος δ’ 〈ἐν〉 ἑκκαιδεκάτῃ 〈τῶν〉 Ἱστοριῶν περὶ τῶν κατὰ τὴν Συρίαν πόλεων λέγων ὡς ἐτρύφων γράφει καὶ ταῦτα· «τῶν γοῦν ἐν ταῖς πόλεσιν ἀνθρώπων διὰ τὴν εὐβοσίαν τῆς χώρας ἀπὸ τῆς περὶ τὰ ἀναγκαῖα κακοπαθείας συνόδους νεμόντων πλείονας, ἐν αἷς εὐωχοῦντο συνεχῶς, | |
5 | τοῖς μὲν γυμνασίοις ὡς βαλανείοις χρώμενοι, ἀλειφόμενοι [δ’] ἐλαίῳ πολυτελεῖ καὶ μύροις, τοῖς δὲ γραμματείοις (οὕτως γὰρ ἐκάλουν τὰ κοινὰ τῶν συνδείπνων) ὡς [ἐν] οἰκητηρίοις ἐνδιαιτώμενοι καὶ τὸ πλεῖον 〈μέροσ〉 τῆς ἡμέρας γαστριζόμενοι ἐν αὐτοῖς οἴνοις καὶ βρώμασιν, ὥστε καὶ προσαποφέρειν πολλά, καὶ καταυλούμενοι πρὸς χελωνίδος πολυ‐ | |
10 | κρότου ψόφον, ὥστε τὰς πόλεις ὅλας τοιούτοις κελάδοις συνηχεῖσθαι.» | |
157b(n) | Athenaeus V 210ef | |
1 | Καὶ οἱ κατὰ τὴν Συρίαν δὲ πάντες, φησί (ὁ Ποσειδώνιος), διὰ τὴν τῆς χώρας εὐβοσίαν ἀπὸ τῆς περὶ τἀναγκαῖα κακοπαθείας συνόδους ἔνεμον πλείους, ἵνα εὐωχοῖντο συνεχῶς usw. bis ὡς οἰκητηρίοις ἐνδιαιτώμενοι | |
καὶ τὸ πλεῖον μέρος usw. | 130 | |
158(n) | Athenaeus XI 466bc | |
1 | Ποσειδώνιος δ’ ἐν ιϛ τῶν Ἱστοριῶν λυσίμαχόν φησι τὸν Βαβυλώνιον, καλέσαντα ἐπὶ δεῖπνον Ἵμερον τὸν τυραννήσαντα οὐ μόνον Βαβυλωνίων ἀλλὰ καὶ Σελευκέων μετὰ τριακοσίων, μετὰ τὸ τὰς τραπέζας ἀρθῆναι τετράμνουν ἑκάστῳ τῶν τριακοσίων ἔκπωμα δοῦναι ἀργυροῦν καὶ σπον‐ | |
5 | δοποιησάμενον προπιεῖν ἅμα πᾶσιν· καὶ ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια. | |
159(n) | Diodor 34/35,18—19 | |
1 | 18. Ὅτι Ἀρσάκης ὁ Πάρθων βασιλεὺς καταπεπολεμηκὼς Ἀντίοχον διενοεῖτο καταβαίνειν ἐπὶ τὴν Συρίαν, ἐλπίζων ῥᾳδίως αὐτῆς κυριεύσειν. οὐ μὴν ἐξουσίαν ἔλαβε τῆς στρατείας, ἀλλὰ τῷ μεγέθει τῶν ἐπιτετευ‐ γμένων ἡ τύχη πολλαπλασίους αὐτῷ κινδύνους καὶ συμφορὰς ἐπέστησεν. | |
5 | οἶμαι γὰρ ἐκ θεοῦ τοῖς ἀνθρώποις οὐδὲν εἰλικρινὲς δίδοται τῶν ἀγαθῶν, ἀλλ’ ὡς ἐπίτηδες τοῖς μὲν καλοῖς 〈τὰ〉 φαῦλα, τοῖς δὲ κακοῖς ἐπεισάγει τὰ ἀγαθὰ τὸ δαιμόνιον. οὐ μὴν ἡ τύχη γε ἐπελάθετο τῆς ἰδίας φύσεως, ἀλλὰ καθάπερ κοπιῶσα τῷ τοὺς αὐτοὺς συνεχῶς εὖ ποιεῖν, τηλικαύτην τὴν παλίρροιαν εἰργάσατο τοῦ πολέμου παντὸς ὥστε τοὺς εὐημεροῦντας | |
10 | εἰς τέλος ταπεινῶσαι. 19. Ὅτι Ἀρσάκης ὁ τῶν Πάρθων βασιλεὺς ἀλλοτρίως πρὸς Σελευ‐ κεῖς διακείμενος, καὶ μνησικακῶν ἐπὶ ταῖς ὕβρεσι καὶ ταῖς τιμωρίαις αἷς ἐχρήσαντο κατ’ Ἐνίου τοῦ στρατηγοῦ, καὶ τῶν Σελευκέων ἀποστειλάν‐ των πρέσβεις καὶ παρακαλούντων συγγνώμης τυχεῖν ἐπὶ τοῖς γεγονόσι | |
15 | καὶ βουλομένων αὐτῶν ἀπόκρισιν λαβεῖν, ἤγαγε τοὺς πρέσβεις ἐπὶ τὸν τόπον οὗπερ Πιτθίδης [τυφλὸς] ἐκάθητο ἐπὶ τῆς γῆς ἐκτετυφλωμένος, καὶ προσέταξεν ἀπαγγέλλειν τοῖς Σελευκεῦσιν ὅτι πάντας αὐτοὺς δεῖ τὰ αὐτὰ παθεῖν. οἱ δὲ φοβηθέντες τῶν μὲν προγεγενημένων συμφορῶν ἐπελάθοντο διὰ τὴν ὑπερβολὴν τῶν προσδοκωμένων δεινῶν· ἀεὶ γὰρ | |
20 | ἡ καινότης τῶν κακῶν ἀμαυροῦν εἴωθε τὰς προγεγενημένας ἀτυχίας τοῖς ἀνθρώποις. (Const. Exc. 4,388—389) | |
160(n) | Diodor 34/35,20 | |
1 | 20. Ὅτι ἀποσταλεὶς παρὰ Πτολεμαίου τοῦ πρεσβυτέρου Ἡγέλοχος στρατηγὸς ἐπὶ Μαρσύαν τὸν τῶν Ἀλεξανδρέων στρατηγὸν μετὰ δυνάμεως, αὐτόν τε ἐζώγρησε καὶ τὴν μετ’ αὐτοῦ δύναμιν ἄρδην ἀνεῖλεν. ἐπαναχθέντος δὲ τοῦ Μαρσύου πρὸς τὸν βασιλέα, καὶ πάντων προσδοκώντων τιμωρίας | |
5 | αὐτὸν τεύξεσθαι τῆς μεγίστης, ἀπέλυσεν αὐτὸν τῶν ἐγκλημάτων· μετενόει γὰρ ἤδη καὶ ταῖς φιλανθρωπίαις ἔσπευδε διορθώσασθαι τὴν τῶν ὄχλων | |
πρὸς αὑτὸν ἀποθηρίωσιν. | 131 | |
161(n) | Diodor 34/35,21 | |
1 | 21. Ὅτι Εὐήμερος ὁ τῶν Πάρθων βασιλεύς, Ὑρκάνιος ὢν τὸ γένος, ὠμότητι δὲ ὑπερβάλλων πάντας τοὺς μνημονευομένους τυράννους, οὐκ ἔστιν ὁποῖον τιμωρίας γένος ἀπέλιπε. πολλοὺς δὲ τῶν Βαβυλωνίων καὶ ἐπὶ ταῖς τυχούσαις αἰτίαις πανοικίους ἐξανδραποδισάμενος εἰς τὴν Μηδίαν | |
5 | ἐξέπεμψε, προστάξας λαφυροπωλῆσαι. καὶ τῆς Βαβυλῶνος τὴν ἀγορὰν καί τινα τῶν ἱερῶν ἐνέπρησε καὶ τὸ κράτιστον τῆς πόλεως διέφθειρε. | |
162(n) | Diodor 34/35,22 | |
1 | 27. Ὅτι Ἀλέξανδρος ὁ Ζαβινᾶς ἐπικληθείς, ἀξιολόγων ἡγεμόνων ἀποστάντων Ἀντιπάτρου καὶ Κλονίου καὶ Ἀερόπου, τούτους καταλαβο‐ μένους Λαοδίκειαν ἐξεπολιόρκησεν. καὶ χρησάμενος μεγαλοψύχως αὐτοῖς ἀπέλυσε τῶν ἐγκλημάτων· ἦν γὰρ πρᾷος καὶ συγγνωμονικός, ἔτι δὲ ἐν | |
5 | ταῖς ὁμιλίαις καὶ ἐν ταῖς ἐντεύξεσι προσηνής. ὧν χάριν διαφερόντως ὑπὸ τῶν πολλῶν ἠγαπᾶτο. (F 160—162 = Const. Exc. 2(1),308—309) | |
163a(n) | Diodor 4,19 Ende, 4,20,1—3 | |
1 | (Ἡρακλῆς) τῆς νῦν καλουμένης Γαλατίας τὴν πεδιάδα διεξιὼν ἐποιήσατο τὴν πορείαν διὰ τῆς Λιγυστικῆς. 20. Οἱ δὲ ταύτην τὴν χώραν οἰκοῦντες Λίγυες νέμονται γῆν τραχεῖαν καὶ παντελῶς λυπράν· τῶν δ’ ἐγχωρίων ταῖς ἐργασίαις καὶ ταῖς τῆς | |
5 | κακοπαθείας ὑπερβολαῖς φέρει καρποὺς πρὸς βίαν ὀλίγους. διὸ καὶ τοῖς ὄγκοις εἰσὶ συνεσταλμένοι καὶ διὰ τὴν συνεχῆ γυμνασίαν εὔτονοι· τῆς γὰρ κατὰ τὴν τρυφὴν ῥᾳστώνης πολὺ κεχωρισμένοι ἐλαφροὶ μὲν ταῖς εὐκινη‐ σίαις εἰσίν, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσι ταῖς ἀλκαῖς διάφοροι. καθόλου δὲ τῶν πλησιοχώρων τὸ πονεῖν συνεχῶς ἠσκηκότων, καὶ τῆς χώρας | |
10 | πολλῆς ἐργασίας προσδεομένης, εἰθίκασι τὰς γυναῖκας τῶν κακοπαθειῶν τῶν ἐν ταῖς ἐργασίαις κοινωνοὺς ποιεῖσθαι. μισθοῦ δὲ παρ’ ἀλλήλοις ἐργα‐ ζομένων τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν, ἴδιόν τι καὶ παράδοξον καθ’ ἡμᾶς συνέβη περὶ μίαν γυναῖκα γενέσθαι. ἔγκυος γὰρ οὖσα καὶ μετὰ τῶν ἀνδρῶν ἐργαζομένη μισθοῦ, μεταξὺ συνε‐ | |
15 | χομένη ταῖς ὠδῖσιν ἀπῆλθεν εἴς τινας θάμνους ἀθορύβως· ἐν οἷς τεκοῦσα, καὶ τὸ παιδίον φύλλοις ἐνειλήσασα, τοῦτο μὲν ἀπέκρυψεν, αὐτὴ δὲ συμμίξα‐ σα τοῖς ἐργαζομένοις τὴν αὐτὴν ἐκείνοις ὑπέμεινε κακοπάθειαν, οὐδὲν δηλώ‐ σασα περὶ τοῦ συμβεβηκότος. τοῦ βρέφους δὲ κλαυθμυριζομένου, καὶ τῆς πράξεως φανερᾶς γενομένης, ὁ μὲν ἐφεστηκὼς οὐδαμῶς ἠδύνατο πεῖσαι | |
20 | παύσασθαι τῶν ἔργων· ἡ δ’ οὐ πρότερον ἀπέστη τῆς κακοπαθείας, ἕως ὁ μισθωσάμενος ἐλεήσας καὶ τὸν μισθὸν ἀποδοὺς ἀπέλυσε τῶν ἔργων. | |
163b(n) | Diodor 5,39 | |
1 | Ἡμεῖς δ’ ἐπεὶ τὰ κατὰ τοὺς Γαλάτας καὶ τοὺς Κελτίβηρας, ἔτι δ’ | |
Ἴβηρας διήλθομεν, ἐπὶ τοὺς Λίγυας μεταβησόμεθα. οὗτοι γὰρ νέμονται μὲν χώραν τραχεῖαν καὶ παντελῶς λυπράν, τοῖς δὲ πόνοις καὶ ταῖς κατὰ τὴν λειτουργίαν συνεχέσι κακοπαθείαις ἐπίπονόν τινα βίον καὶ ἀτυχῆ ζῶσι. | 132 | |
5 | καταδένδρου γὰρ τῆς χώρας οὔσης, οἱ μὲν αὐτῶν ὑλοτομοῦσι δι’ ὅλης τῆς ἡμέρας σιδηροφοροῦντες ἐνεργοὺς πελέκεις καὶ βαρεῖς, οἱ δὲ τὴν γῆν ἐργαζόμενοι τὸ πλέον πέτρας λατομοῦσι διὰ τὴν ὑπερβολὴν τῆς τραχύτητος· οὐδεμίαν γὰρ βῶλον τοῖς ἐργαλείοις ἀνασπῶσιν ἄνευ λίθου. καὶ τοιαύτην ἔχοντες ἐν τοῖς ἔργοις κακοπάθειαν τῇ συνεχείᾳ περιγίνονται τῆς φύσεως, | |
10 | καὶ πολλὰ μοχθήσαντες ὀλίγους καρποὺς καὶ μόγις λαμβάνουσι. διὰ δὲ τὴν συνέχειαν τῶν γυμνασιῶν καὶ τὸ τῆς τροφῆς ἐλλιπὲς τοῖς σώμασιν ὑπάρ‐ χουσιν ἰσχνοὶ καὶ εὔτονοι. πρὸς δὲ τὴν κακοπάθειαν ταύτην συνεργοὺς ἔχουσι τὰς γυναῖκας, εἰθισμένας ἐπ’ ἴσης τοῖς ἀνδράσιν ἐργάζεσθαι. κυνηγίας δὲ ποιοῦνται συνεχεῖς, ἐν αἷς πολλὰ τῶν θηρίων χειρούμενοι τὴν | |
15 | ἐκ τῶν καρπῶν σπάνιν διορθοῦνται. διόπερ ἐμβιοῦντες ὄρεσι χιονοβολουμέ‐ νοις καὶ τραχύτητας ἀπίστους ὀρειβατεῖν εἰωθότες, εὔτονοι καὶ μυώδεις γίνονται τοῖς σώμασιν. ἔνιοι δὲ διὰ τὴν παρ’ αὐτοῖς σπανοκαρπίαν πίνουσι μὲν ὕδωρ, σαρκο‐ φαγοῦσι δὲ τὰς τῶν ἡμέρων τε καὶ ἀγρίων ζῴων σάρκας καὶ τῶν ἀπὸ τῆς | |
20 | χώρας λαχάνων ἐμπίμπλανται, τὴν χώραν ἔχοντες ἄβατον τοῖς προσφιλεσ‐ τάτοις τῶν θεῶν Δήμητρι καὶ Διονύσῳ. νυκτερεύουσι δ’ ἐπὶ τῆς χώρας σπανίως μὲν ἔν τισιν εὐτελέσιν ἐπαύλεσιν ἢ καλιαῖς, τὰ δὲ πολλὰ ἐν ταῖς κοίλαις πέτραις καὶ σπηλαίοις αὐτοφυέσι καὶ δυναμένοις σκέπην ἱκανὴν παρέχεσθαι. | |
25 | ἀκολούθως δὲ τούτοις καὶ τἆλλα ποιοῦσι, διαφυλάττοντες τὸν ἀρχαῖον καὶ ἀκατάσκευον βίον. καθόλου δ’ ἐν τοῖς τόποις 〈τούτοισ〉 αἱ μὲν γυναῖκες ἀνδρῶν, οἱ δ’ ἄνδρες θηρίων ἔχουσιν εὐτονίαν καὶ ἀλκήν. πολλάκις γοῦν φασιν ἐν ταῖς στρατείαις τὸν μέγιστον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνῃρῆσθαι. | |
30 | ὁπλισμὸν δ’ ἔχουσιν οἱ Λίγυες ἐλαφρότερον τῶν Ῥωμαίων τῇ κατασκευῇ· σκεπάζει γὰρ αὐτοὺς παραμήκης θυρεὸς εἰς τὸν Γαλατικὸν ῥυθμὸν δεδημιουρ‐ γημένος καὶ χιτὼν συνειλημμένος ζωστῆρι, καὶ περιτίθενται θηρίων δορὰς καὶ ξίφος σύμμετρον· τινὲς δ’ αὐτῶν διὰ τὴν ἐπιμιξίαν τῆς Ῥωμαίων πολιτείας μετεσχημάτισαν τὸν ὁπλισμόν, ἐξομοιοῦντες ἑαυτοὺς τοῖς ἡγου‐ | |
35 | μένοις. θρασεῖς δ’ εἰσὶ καὶ γενναῖοι οὐ μόνον εἰς πόλεμον, ἀλλὰ καὶ πρὸς τὰς ἐν τῷ βίῳ περιστάσεις τὰς ἐχούσας δεινότητας. ἐμπορευόμενοι γὰρ πλέουσι τὸ Σαρδόνιον καὶ τὸ Λιβυκὸν πέλαγος, ἑτοίμως ἑαυτοὺς ῥιπτοῦντες εἰς ἀβοηθή‐ τους κινδύνους· σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελεστέροις καὶ | |
40 | τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις ὑπομέ‐ | |
νουσι τὰς ἐκ τῶν χειμώνων φοβερωτάτας περιστάσεις καταπληκτικῶς. | 133 | |
164(n) | Diodor 34/35,23 | |
1 | 23. Ὅτι Σεξτίου τὴν τῶν Γαλατῶν πόλιν ἑλόντος καὶ τοὺς ἐν αὐτῇ λαφυροπωλοῦντος, Κράτων τις ὄνομα, γεγονὼς φιλορώμαιος καὶ διὰ τοῦτο πολλὰς ὕβρεις καὶ βασάνους ὑπὸ τῶν ἀποστάντων πολιτῶν ὑπομε‐ μενηκώς, ἤγετο δέσμιος μετὰ τῶν ἄλλων αἰχμαλώτων. ἰδὼν δὲ χρηματί‐ | |
5 | ζοντα τὸν ὕπατον, καὶ δηλώσας ὅστις ἦν καὶ ὅτι πολλοὺς καὶ πολλάκις ὑπὸ τῶν πολιτῶν ὑποστὰς κινδύνους, ὥσπερ ὑπὲρ Ῥωμαίων πολιτευόμε‐ νος, οὐ μόνον αὐτὸς μεθ’ ὅλης τῆς συγγενείας ἀπολυθεὶς ἀπέλαβε τὴν κτῆσιν, ἀλλὰ καὶ διὰ τὴν εἰς τοὺς Ῥωμαίους εὔνοιαν ἐξουσίαν ἔλαβεν ἐνακοσίους τῶν πολιτῶν ἐκ τῆς δουλείας ἐξελέσθαι· ὁ γὰρ ὕπατος μεγα‐ | |
10 | λοψυχότερον τῆς ἰδίας ἐλπίδος αὐτῷ προσηνέχθη, πρὸ ὀφθαλμῶν τιθεὶς τοῖς Γαλάταις τὴν εἰς ἑκάτερον μέρος τῶν Ῥωμαίων ὑπερβολὴν φιλαν‐ θρωπίας καὶ τιμωρίας. (Const. Exc. 2(1),309) | |
165(n) | Diodor 34/35,24—27 | |
1 | 24. Τὸ δὲ πλῆθος οὐ μόνον λαβόντι τὴν ἀρχήν, ἀλλὰ καὶ μεταπορευο‐ μένῳ καὶ πρὸ τοῦ μετιέναι παρηκολούθει, καὶ καταπλέοντι ἐκ τῆς Σαρδό‐ νος ἀπήντα καὶ ἐκβάντα μετ’ εὐφημίας καὶ κρότων ἐδέχετο. τοσαύτη πρὸς αὐτὸν ἦν εὐνοίας ὀχλικῆς ὑπερβολή. | |
5 | 25. Ὅτι ὁ Γράκχος δημηγορήσας 〈περὶ〉 τοῦ καταλῦσαι ἀριστοκρα‐ τίαν, δημοκρατίαν δὲ συστῆσαι, καὶ ἐφικόμενος τῆς ἁπάντων εὐχρηστίας τῶν μερῶν, οὐκέτι συναγωνιστάς, ἀλλὰ καθάπερ αὐθέντας εἶχε τούτους ὑπὲρ τῆς ἰδίας τόλμης. δεδεκασμένος γὰρ ἕκαστος ταῖς ἰδίαις ἐλπίσιν ὡς ὑπὲρ ἰδίων ἀγαθῶν τῶν εἰσφερομένων νόμων ἕτοιμος ἦν πάντα κίνδυνον | |
10 | ὑπομένειν. τῶν μὲν γὰρ συγκλητικῶν τὸ δικάζειν ἀφελόμενος καὶ ἀποδεί‐ ξας τοὺς ἱππεῖς κριτὰς τὸ χεῖρον τῆς πολιτείας τοῦ κρείττονος κύριον ἐποίησε, καὶ τὴν προϋπάρχουσαν τῷ συνεδρίῳ πρὸς τοὺς ἱππεῖς σύμπνοιαν διαστήσας βαρὺν τὸν ὄχλον κατ’ ἀμφοτέρων κατεσκεύασε, διὰ δὲ τῆς πάντων διχοστασίας ἑαυτῷ δυναστείαν κατασκευάζων καὶ τὸ κοινὸν τα‐ | |
15 | μιεῖον εἰς αἰσχρὰς καὶ ἀκαίρους δαπάνας καὶ χάριτας ἀναλίσκων εἰς ἑαυτὸν πάντας ἀποβλέπειν ἐποίησε, καὶ τῇ μὲν τῶν δημοσιωνῶν τόλμῃ καὶ πλεονεξίᾳ τὰς ἐπαρχίας ὑπορρίψας ἐπεσπάσατο παρὰ τῶν ὑποτεταγ‐ μένων δίκαιον μῖσος κατὰ τῆς ἡγεμονίας, τοῖς δὲ στρατιώταις διὰ τῶν νόμων τὰ τῆς ἀρχαίας ἀγωγῆς αὐστηρὰ καταχαρισάμενος ἀπείθειαν καὶ | |
20 | ἀναρχίαν εἰσήγαγεν εἰς τὴν πολιτείαν· τῶν γὰρ ἀρχόντων καταφρόνησις κατεξανίσταται καὶ τῶν νόμων. ἐκ δὲ τούτων τῶν ἐθῶν ὀλέθριος ἀνομία | |
καὶ πόλεως ἀνατροπὴ γίνεται. Ὅτι ὁ Γράκχος ἐπὶ τοσοῦτο προέβη δυναστείας καὶ ὕβρεως ὥστε τῶν ὄχλων κρινάντων ἐκβαλεῖν τὸν Ὀκτάβιον ἐκ τῆς πόλεως ἀφῆκεν αὐτὸν | 134 | |
25 | εἰπὼν τῷ δήμῳ διότι ταύτην χάριν δίδωσι τῇ μητρὶ προεντετευγμένος ὑπ’ αὐτῆς. 26. Ὅτι ὁ Ποπίλιος μετὰ δακρύων ὑπὸ τῶν ὄχλων προεπέμφθη ἐκβαλ‐ λόμενος ἐκ τῆς πόλεως. οὐ γὰρ ἠγνόει τὸ πλῆθος τὸ τῆς ἐκβολῆς ἄδικον, ἀλλὰ τῇ κατ’ αὐτοῦ δωροδοκίᾳ δεκαζόμενον ἀπεστέρητο τῆς μισοπονη‐ | |
30 | ρούσης παρρησίας. 27. Ὅτι ἑπτακαίδεκα φυλαὶ τὸν νόμον ἀπεδοκίμαζον, ἄλλαι δὲ ταύταις ἴσαι παρεδέχοντο· τῆς δὲ ὀκτωκαιδεκάτης διαριθμουμένης μία ψῆφος ὑπερῆρε τῶν κυρούντων τὸν νόμον. τῆς δὲ τοῦ δήμου κρίσεως εἰς οὕτω μικρὰν ῥοπὴν συγκλειομένης ὁ Γράκχος ἠγωνία ὡς ὑπὲρ τοῦ ζῆν κινδυ‐ | |
35 | νεύων, τῇ δὲ προσθήκῃ μιᾶς γνώμης μαθὼν ἑαυτὸν νικῶντα μετὰ χαρᾶς ἀνεφθέγξατο· Τὸ μὲν ξίφος ἐπίκειται τοῖς ἐχθροῖς, περὶ δὲ τῶν ἄλλων ὡς ἂν ἡ τύχη βραβεύσῃ στέρξομεν. (Const. Exc. 4,389—390) | |
166(n) | Diodor 34/35,28 | |
1 | 28. Ὅτι ὁ Ἀλέξανδρος οὐ πιστεύων τοῖς ὄχλοις διά τε τὴν ἀπειρίαν τῶν ἐν τῷ πολέμῳ κινδύνων καὶ τὴν πρὸς τὰς μεταβολὰς ὀξύτητα, παρα‐ τάξασθαι μὲν οὐκ ἐτόλμησε, διενοεῖτο δὲ συσκευάσασθαι τὰ βασιλικὰ χρήματα καὶ τὰ τῶν θεῶν ἀναθήματα συλῆσαι, καὶ μετὰ τούτων νυκτὸς | |
5 | ἀπᾶραι εἰς τὴν Ἑλλάδα. συλᾶν δὲ ἐπιβαλόμενος διά τινων βαρβάρων τὸ τοῦ Διὸς ἱερόν, καὶ φωραθείς, ἐκινδύνευσε μὲν μετὰ τῆς δυνάμεως ἐκ χειρὸς τυχεῖν τῆς ἁρμοττούσης τιμωρίας, φθάσας δὲ καὶ διαδρὰς μετ’ ὀλίγων ἐπεβάλετο φεύγειν εἰς Σελεύκειαν. τῆς δὲ φήμης αὐτὸν κατατα‐ χούσης, οἱ Σελευκεῖς ἀκούσαντες τὰ περὶ τὴν ἱεροσυλίαν ἀπέκλεισαν | |
10 | αὐτὸν τῆς πόλεως. ὁ δὲ ἀποπεσὼν καὶ ταύτης τῆς ἐπιβολῆς, ὥρμησε φεύ‐ γειν ἐπὶ τὸ Ποσίδειον, ἀντεχόμενος τῶν παραθαλαττίων τόπων. Ὅτι Ἀλέξανδρος μετὰ τὸ ἱεροσυλῆσαι ἔφευγεν ἐπὶ τὸ Ποσίδειον. εἵπετο δὲ αὐτῷ, ὡς ἔοικε, τὸ δαιμόνιον ἀόρατον ἐκ ποδῶν διῶκον, καὶ τῇ κατ’ αὐτοῦ τιμωρίᾳ συνεργὸν γινόμενον συνέκλειεν εἰς τὸ τυχεῖν τῆς | |
15 | ἁρμοττούσης δίκης· συλληφθεὶς γὰρ ἀνήχθη πρὸς τὸν Ἀντίοχον εἰς τὴν παρεμβολὴν δυσὶν ἡμέραις ὕστερον τῆς ἱεροσυλίας. οὕτως ἀνέκφευκτος ἡ τιμωρὸς δίκη μετέρχεται τὴν τῶν ἀσεβῶν τόλμαν· ἐγρηγορυῖαι γὰρ διώκουσι τοὺς ἀνοσίους Ποιναί, σύντομον τὴν τιμωρίαν φέρουσαι. ἄρτι γὰρ βασιλεὺς ἦν καὶ τεττάρων μυριάδων στρατοπεδευουσῶν ἀφηγεῖτο, καὶ | |
20 | 〈νῦν〉 δεδεμένος ἐπανήγετο πρὸς ὕβριν καὶ τιμωρίαν πολεμίων. Ὅτι ἀγομένου δεδεμένου διὰ τῆς παρεμβολῆς Ἀλεξάνδρου τοῦ βασι‐ | |
λέως τῆς Συρίας, τοῦτο ἄπιστον ἐδόκει οὐ 〈μόνον〉 τοῖς ἀκούουσιν, ἀλλὰ καὶ τοῖς ὁρῶσιν· τὴν γὰρ ἐνάργειαν τῆς αἰσθήσεως τὸ μηδέποτ’ ἂν γενέσθαι προσδοκηθὲν εἰς τοὐναντίον ῥέπειν ἐβιάζετο. ἐπεὶ δὲ διὰ τῆς | 135 | |
25 | ὁράσεως ἐβεβαιοῦτο τἀληθές, ἅπαντες θαυμάζοντες ἀνέλυον ἀπὸ τῆς θέας, οἱ μὲν ἀθρόοις καὶ συμπαθέσι φωναῖς ἐπισημαινόμενοι τὴν τοῦ δαιμονίου δύναμιν, οἱ δὲ ποικίλως ἐπιφθεγγόμενοι τὸ τῆς τύχης ἄστατον, τὸ παλίντροπον τῶν ἀνθρωπίνων, τὴν ὀξύτητα τῆς παλιρροίας, ὡς εὐ‐ μετάβολος ὁ βίος, 〈οἷόν〉 τις οὐκ ἂν προσεδόκησεν. | |
30 | (Const. Exc. 4,390—391) | |
167(n) | Diodor 34/35,28a. 29. 30 | |
1 | 28a. Ὅτι πολλοὺς ἔχων τοὺς συναγωνιστὰς ἀντετάττετο ὁ Γράκχος, καὶ ἀεὶ καὶ μᾶλλον ταπεινούμενος καὶ παρὰ προσδοκίαν ἀποπίπτων εἰς λύτταν τινὰ καὶ μανιώδη διάθεσιν ἐνέπιπτε. συναγαγὼν γὰρ τοὺς συνω‐ μότας εἰς τὴν ἰδίαν οἰκίαν, καὶ μετὰ τοῦ Φλάκκου συνεδρεύσας, ἔκρινε | |
5 | τοῖς ὅπλοις δεῖν κρατεῖν τῶν ἀντιπραττόντων καὶ τὰς χεῖρας τοῖς τε ἄρχουσι καὶ τῇ συγκλήτῳ προσφέρειν. διὸ παρεκελεύσατο πᾶσιν ὑπὸ ταῖς τηβένναις φέρειν ξίφη καὶ συνακολουθοῦντας αὐτῷ τὸν νοῦν προσέχειν τοῖς παραγγελλομένοις. Ὀπιμίου δὲ βουλευομένου εἰς τὸ Καπιτώλιον περὶ τοῦ συμφέροντος, ὥρμησεν ἐκεῖσε μετὰ τῶν καχεκτῶν· εὑρὼν δὲ τὸν νεὼ | |
10 | προκατειλημμένον καὶ πλῆθος τῶν ἀρίστων ἠθροισμένον, ἀπεχώρησεν εἰς τὴν ὀπίσω τοῦ νεὼ στοὰν ἀδημονῶν καὶ ποινηλατούμενος. οὕτω δ’ αὐτοῦ παροιστρηκότος, Κόιντός τις συνήθειαν ἔχων πρὸς αὐτὸν προσέ‐ πεσε τοῖς γόνασιν αὐτοῦ δεόμενος μηδὲν βίαιον ἢ ἀνήκεστον πρᾶξαι κατὰ τῆς πατρίδος· ὁ δὲ τυραννικῶς ἤδη διεξάγων αὐτὸν μὲν προέωσε πρηνῆ | |
15 | ἐπὶ τὴν γῆν, τοῖς δὲ ἀκολουθοῦσι προσέταξε διαχειρίσασθαι, καὶ ταύτην ἀρχὴν ποιήσασθαι τῆς κατὰ τῶν ἐναντιουμένων τιμωρίας. ὁ δὲ ὕπατος καταπλαγεὶς τόν τε φόνον ἐδήλωσε τῇ συγκλήτῳ καὶ τὴν κατ’ αὐτῶν ἐπίθεσιν. (Const. Exc. 3,207) 29. Ὅτι μετὰ τὸ ἀποθανεῖν τὸν Γράκχον ὑπὸ τοῦ ἰδίου δούλου, τῶν | |
20 | γεγονότων αὐτοῦ φίλων Λεύκιος Οὐιτέλλιος πρῶτος ἐπιστὰς τῷ πτώματι αὐτοῦ οὐχ ὅπως ἠχθέσθη τῇ συμφορᾷ τοῦ τετελευτηκότος, ἀλλὰ τὴν κεφαλὴν ἀφελὼν καὶ κομίσας πρὸς ἑαυτὸν εἰς οἶκον ἰδίαν τινὰ πλεονεξίας ἐπίνοιαν καὶ ὠμότητος ὑπερβολὴν ἐπεδείξατο. ὁ γὰρ ὕπατος ἦν ἐπικε‐ κηρυχὼς τῷ τὴν κεφαλὴν ἀπενέγκαντι δώσειν ἰσόσταθμον χρυσίον· ὁ δὲ | |
25 | τὸν τράχηλον διατρήσας καὶ τὸν ἐγκέφαλον ἐκκενώσας ἐνέτηξεν ἀντὶ τούτου μόλυβδον, ἀναδοὺς δὲ τὴν κεφαλὴν ἐκομίσατο μὲν τὸ χρυσίον, κατεγνώσθη δὲ εἰς ἅπαντα τὸν βίον ἐπὶ προδοσίᾳ φιλίας. ὁμοίως δὲ οἱ Φλάκκοι διεχειρίσθησαν. (Const. Exc. 2(1), 309—310) 30. Ὅτι ὁ Φλάκκος ... τῆς προγραφῆς ... [παρὰ] τὴν προσδοκίαν | |
30 | ... ἡ παρανομία ... (Const. Exc. 4,391) | 136 |
168(n) | Athenaeus XIII 594de | |
1 | Ἅρπαλος δ’ ὁ Μακεδὼν ὁ τῶν Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατηνά‐ λωσεν ἑταίραν οὖσαν. καὶ ἀποθανούσῃ πολυτάλαντον μνημεῖον κατε‐ σκεύασεν· «ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς ταφάς» ὥς φησι Ποσειδώνιος ἐν | |
5 | τῇ δευτέρᾳ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν, «τεχνιτῶν τῶν ἐπισημοτάτων χορῷ μεγάλῳ καὶ παντοίοις ὀργάνοις καὶ συμφωνίαις παρέπεμπε τὸ σῶμα.» | |
169(n) | Diodor 5,25—32 | |
1 | 25. Ἐπεὶ δὲ περὶ τῆς τῶν Γαλατῶν προσηγορίας διήλθομεν, καὶ περὶ τῆς χώρας αὐτῶν δέον ἐστὶν εἰπεῖν. ἡ τοίνυν Γαλατία κατοικεῖται μὲν ὑπὸ πολλῶν ἐθνῶν διαφόρων τοῖς μεγέθεσι· τὰ μέγιστα γὰρ αὐτῶν σχεδὸν εἴκοσι μυριάδας ἀνδρῶν ἔχει, τὰ δ’ ἐλάχιστα πέντε μυριάδας, ὧν ἕν ἐστι | |
5 | πρὸς Ῥωμαίους ἔχον συγγένειαν παλαιὰν καὶ φιλίαν τὴν μέχρι τῶν καθ’ ἡμᾶς χρόνων διαμένουσαν. κειμένη δὲ κατὰ τὸ πλεῖστον ὑπὸ τὰς ἄρκτους χειμέριός ἐστι καὶ ψυχρὰ διαφερόντως. κατὰ γὰρ τὴν χειμερινὴν ὥραν ἐν ταῖς συννεφέσιν ἡμέραις ἀντὶ μὲν τῶν ὄμβρων χιόνι πολλῇ νίφεται, κατὰ δὲ τὰς αἰθρίας κρυστάλλῳ καὶ πάγοις ἐξαισίοις πλήθει, δι’ ὧν | |
10 | οἱ ποταμοὶ πηγνύμενοι διὰ τῆς ἰδίας φύσεως γεφυροῦνται· οὐ μόνον γὰρ οἱ τυχόντες ὁδῖται κατ’ ὀλίγους κατὰ τοῦ κρυστάλλου πορευόμενοι διαβαί‐ νουσιν, ἀλλὰ καὶ στρατοπέδων μυριάδες μετὰ σκευοφόρων καὶ ἁμαξῶν γεμουσῶν ἀσφαλῶς περαιοῦνται. πολλῶν δὲ καὶ μεγάλων ποταμῶν ῥε‐ όντων διὰ τῆς Γαλατίας καὶ τοῖς ῥείθροις ποικίλως τὴν πεδιάδα γῆν | |
15 | τεμνόντων, οἱ μὲν ἐκ λιμνῶν ἀβύσσων ῥέουσιν, οἱ δ’ ἐκ τῶν ὀρῶν ἔχουσι τὰς πηγὰς καὶ τὰς ἐπιρροίας· τὴν δ’ ἐκβολὴν οἱ μὲν εἰς τὸν ὠκεανὸν ποι‐ οῦνται, οἱ δ’ εἰς τὴν καθ’ ἡμᾶς θάλατταν. μέγιστος δ’ ἐστὶ τῶν εἰς τὸ καθ’ ἡμᾶς πέλαγος ῥεόντων ὁ Ῥοδανός, τὰς μὲν πηγὰς ἔχων ἐν τοῖς Ἀλπείοις ὄρεσι, πέντε δὲ στόμασιν ἐξερευγόμενος εἰς τὴν θάλατταν. | |
20 | τῶν δ’ εἰς τὸν ὠκεανὸν ῥεόντων μέγιστοι δοκοῦσιν ὑπάρχειν ὅ τε Δανούβιος καὶ ὁ Ῥῆνος, ⸢ὃν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις Καῖσαρ ὁ κληθεὶς θεὸς ἔζευξε παραδόξως, καὶ περαιώσας πεζῇ τὴν δύναμιν ἐχειρώσατο τοὺς πέραν κατοικοῦντας αὐτοῦ Γαλάτασ⸣. πολλοὶ δὲ καὶ ἄλλοι πλωτοὶ ποταμοὶ κατὰ τὴν Κελτικήν εἰσι, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. πάντες δὲ σχεδὸν ὑπὸ | |
25 | τοῦ πάγου πηγνύμενοι γεφυροῦσι τὰ ῥεῖθρα, καὶ τοῦ κρυστάλλου διὰ τὴν φυσικὴν λειότητα ποιοῦντος τοὺς διαβαίνοντας ὀλισθάνειν, ἀχύρων ἐπι‐ βαλλομένων ἐπ’ αὐτοὺς ἀσφαλῆ τὴν διάβασιν ἔχουσιν. 26. Ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει κατὰ τὴν πλείστην τῆς Γαλατίας, περὶ οὗ παραλιπεῖν οὐκ ἄξιον ἡγούμεθα. ἀπὸ γὰρ θερινῆς | |
30 | δύσεως καὶ ἄρκτου πνεῖν εἰώθασιν ἄνεμοι τηλικαύτην ἔχοντες σφο‐ δρότητα καὶ δύναμιν, ὥστε ἀναρπάζειν ἀπὸ τῆς γῆς λίθους χειροπλη‐ | |
θιαίους τοῖς μεγέθεσι καὶ τῶν ψηφίδων ἁδρομερῆ κονιορτόν· καθόλου δὲ καταιγίζοντες λάβρως ἁρπάζουσιν ἀπὸ μὲν τῶν ἀνδρῶν τὰ ὅπλα καὶ τὰς ἐσθῆτας, ἀπὸ δὲ τῶν ἵππων τοὺς ἀναβάτας. διὰ δὲ τὴν ὑπερβολὴν | 137 | |
35 | τοῦ ψύχους διαφθειρομένης τῆς κατὰ τὸν ἀέρα κράσεως οὔτ’ οἶνον οὔτ’ ἔλαιον φέρει· διόπερ τῶν Γαλατῶν οἱ τούτων τῶν καρπῶν στερισκόμενοι πόμα κατασκευάζουσιν ἐκ τῆς κριθῆς τὸ προσαγορευόμενον ζῦθος, καὶ τὰ κηρία πλύνοντες τῷ τούτων ἀποπλύματι χρῶνται. κάτοινοι δ’ ὄντες καθ’ ὑπερβολὴν τὸν εἰσαγόμενον ὑπὸ τῶν ἐμπόρων οἶνον ἄκρατον ἐμ‐ | |
40 | φοροῦνται, καὶ διὰ τὴν ἐπιθυμίαν λάβρῳ χρώμενοι τῷ ποτῷ καὶ μεθυ‐ σθέντες εἰς ὕπνον ἢ μανιώδεις διαθέσεις τρέπονται. διὸ καὶ πολλοὶ τῶν Ἰταλικῶν ἐμπόρων διὰ τὴν συνήθη φιλαργυρίαν ἕρμαιον ἡγοῦνται τὴν τῶν Γαλατῶν φιλοινίαν. οὗτοι γὰρ διὰ μὲν τῶν πλωτῶν ποταμῶν πλοίοις, διὰ δὲ τῆς πεδιάδος χώρας ἁμάξαις κομίζοντες τὸν οἶνον, ἀντιλαμβά‐ | |
45 | νουσι τιμῆς πλῆθος ἄπιστον· διδόντες γὰρ οἴνου κεράμιον ἀντιλαμβά‐ νουσι παῖδα, τοῦ πόματος διάκονον ἀμειβόμενοι. 27. Κατὰ γοῦν τὴν Γαλατίαν ἄργυρος μὲν οὐ γίνεται τὸ σύνολον, χρυσὸς δὲ πολύς, ὃν τοῖς ἐγχωρίοις ἡ φύσις ἄνευ μεταλλείας καὶ κακο‐ παθείας ὑπουργεῖ. ἡ γὰρ τῶν ποταμῶν ῥύσις σκολιοὺς τοὺς ἀγκῶνας | |
169(50) | ἔχουσα, [καὶ] τοῖς τῶν παρακειμένων ὀρῶν ὄχθοις προσαράττουσα καὶ μεγάλους ἀπορρηγνῦσα κολωνούς, πληροῖ χρυσοῦ ψήγματος. τοῦτο δ’ οἱ περὶ τὰς ἐργασίας ἀσχολούμενοι συνάγοντες ἀλήθουσιν [ἢ συγκόπ‐ τουσι] τὰς ἐχούσας τὸ ψῆγμα βώλους, διὰ δὲ τῶν ὑδάτων τῆς φύσεως τὸ γεῶδες πλύναντες παραδιδόασιν ἐν ταῖς καμίνοις εἰς τὴν χωνείαν. τούτῳ | |
55 | δὲ τῷ τρόπῳ σωρεύοντες χρυσοῦ πλῆθος καταχρῶνται πρὸς κόσμον οὐ μόνον αἱ γυναῖκες, ἀλλὰ καὶ οἱ ἄνδρες. περὶ μὲν γὰρ τοὺς καρποὺς καὶ τοὺς βραχίονας ψέλια φοροῦσι, περὶ δὲ τοὺς αὐχένας κρίκους παχεῖς ὁλο‐ χρύσους καὶ δακτυλίους ἀξιολόγους, ἔτι δὲ χρυσοῦς θώρακας. ἴδιον δέ τι καὶ παράδοξον παρὰ τοῖς ἄνω Κελτοῖς ἐστι περὶ τὰ τεμένη τῶν θεῶν | |
60 | γινόμενον· ἐν γὰρ τοῖς ἱεροῖς καὶ τεμένεσιν ἐπὶ τῆς χώρας ἀνειμένοις ἔρ‐ ριπται πολὺς χρυσὸς ἀνατεθειμένος τοῖς θεοῖς, καὶ τῶν ἐγχωρίων οὐδεὶς ἅπτεται τούτου διὰ τὴν δεισιδαιμονίαν, καίπερ ὄντων τῶν Κελτῶν φιλ‐ αργύρων καθ’ ὑπερβολήν. 28. Οἱ δὲ Γαλάται τοῖς μὲν σώμασίν εἰσιν εὐμήκεις, ταῖς δὲ σαρξὶ | |
65 | κάθυγροι καὶ λευκοί, ταῖς δὲ κόμαις οὐ μόνον ἐκ φύσεως ξανθοί, ἀλλὰ καὶ διὰ τῆς κατασκευῆς ἐπιτηδεύουσιν αὔξειν τὴν φυσικὴν τῆς χρόας ἰδιότητα. τιτάνου γὰρ ἀποπλύματι σμῶντες τὰς τρίχας συνεχῶς [καὶ] ἀπὸ τῶν μετώπων ἐπὶ τὴν κορυφὴν καὶ τοὺς τένοντας ἀνασπῶσιν, ὥστε τὴν πρόσοψιν αὐτῶν φαίνεσθαι Σατύροις καὶ Πᾶσιν ἐοικυῖαν· παχύνονται | |
70 | γὰρ αἱ τρίχες ἀπὸ τῆς κατεργασίας, ὥστε μηδὲν τῆς τῶν ἵππων χαίτης διαφέρειν. τὰ δὲ γένεια τινὲς μὲν ξυρῶνται, τινὲς δὲ μετρίως ὑποτρέφουσιν· οἱ δ’ εὐγενεῖς τὰς μὲν παρειὰς ἀπολειαίνουσι, τὰς δ’ ὑπήνας ἀνειμένας | |
ἐῶσιν, ὥστε τὰ στόματα αὐτῶν ἐπικαλύπτεσθαι. διόπερ ἐσθιόντων μὲν αὐτῶν ἐμπλέκονται ταῖς τροφαῖς, πινόντων δὲ καθαπερεὶ διά τινος | 138 | |
75 | ἡθμοῦ φέρεται τὸ πόμα. δειπνοῦσι δὲ καθήμενοι πάντες οὐκ ἐπὶ θρόνων, ἀλλ’ ἐπὶ τῆς γῆς, ὑποστρώμασι χρώμενοι λύκων ἢ κυνῶν δέρμασι. δια‐ κονοῦνται δ’ ὑπὸ τῶν νεωτάτων παίδων ἐχόντων ἡλικίαν, ἀρρένων τε καὶ θηλειῶν. πλησίον δ’ αὐτῶν ἐσχάραι κεῖνται γέμουσαι πυρὸς καὶ λέβητας ἔχουσαι καὶ ὀβελοὺς πλήρεις κρεῶν ὁλομερῶν. τοὺς δ’ ἀγαθοὺς ἄνδρας | |
80 | ταῖς καλλίσταις τῶν κρεῶν μοίραις γεραίρουσι, καθάπερ καὶ ὁ ποιητὴς τὸν Αἴαντα παρεισάγει τιμώμενον ὑπὸ τῶν ἀριστέων, ὅτε πρὸς Ἕκτορα μονομαχήσας ἐνίκησε νώτοισιν δ’ Αἴαντα διηνεκέεσσι γέραιρε (Il. 7, 321), καλοῦσι δὲ καὶ τοὺς ξένους ἐπὶ τὰς εὐωχίας, καὶ μετὰ τὸ δεῖπνον ἐπε‐ | |
85 | ρωτῶσι, τίνες εἰσὶ καὶ τίνων χρείαν ἔχουσιν. εἰώθασι δὲ καὶ παρὰ τὸ δεῖπνον ἐκ τῶν τυχόντων πρὸς τὴν διὰ τῶν λόγων ἅμιλλαν καταστάντες, ἐκ προκλήσεως μονομαχεῖν πρὸς ἀλλήλους, παρ’ οὐδὲν τιθέμενοι τὴν τοῦ βίου τελευτήν· ἐνισχύει γὰρ παρ’ αὐτοῖς ὁ Πυθαγόρου λόγος, ὅτι τὰς ψυχὰς τῶν ἀνθρώπων ἀθανάτους εἶναι συμβέβηκε καὶ δι’ ἐτῶν | |
90 | ὡρισμένων πάλιν βιοῦν, εἰς ἕτερον σῶμα τῆς ψυχῆς εἰσδυομένης. διὸ καὶ κατὰ τὰς ταφὰς τῶν τετελευτηκότων ἐνίους ἐπιστολὰς γεγραμμένας τοῖς οἰκείοις τετελευτηκόσιν ἐμβάλλειν εἰς τὴν πυράν, ὡς τῶν τετε‐ λευτηκότων ἀναγνωσομένων ταύτας. 29. Ἐν δὲ ταῖς ὁδοιπορίαις καὶ ταῖς μάχαις χρῶνται συνωρίσιν, ἔχοντος | |
95 | τοῦ ἅρματος ἡνίοχον καὶ παραβάτην. ἀπαντῶντες δὲ τοῖς ἐφιππεύουσιν ἐν τοῖς πολέμοις σαυνιάζουσι τοὺς ἐναντίους, καὶ καταβάντες τὴν ἀπὸ τοῦ ξίφους συνίστανται μάχην. ἔνιοι δ’ αὐτῶν ἐπὶ τοσοῦτο τοῦ θανάτου καταφρονοῦσιν, ὥστε γυμνοὺς καὶ περιεζωσμένους καταβαίνειν εἰς τὸν κίνδυνον. ἐπάγονται δὲ καὶ θεράποντας ἐλευθέρους ἐκ τῶν πενήτων κατα‐ | |
169(100) | λέγοντες, οἷς ἡνιόχοις καὶ παρασπισταῖς χρῶνται κατὰ τὰς μάχας. κατὰ δὲ τὰς παρατάξεις εἰώθασι προάγειν τῆς παρατάξεως καὶ προκαλεῖσθαι τῶν ἀντιτεταγμένων τοὺς ἀρίστους εἰς μονομαχίαν, προανασείοντες τὰ ὅπλα καὶ καταπληττόμενοι τοὺς ἐναντίους. ὅταν δέ τις ὑπακούσῃ πρὸς τὴν μάχην, τάς τε τῶν προγόνων ἀνδραγαθίας ἐξυμνοῦσι καὶ τὰς ἑαυτῶν | |
105 | ἀρετὰς προφέρονται, καὶ τὸν ἀντιταττόμενον ἐξονειδίζουσι καὶ ταπει‐ νοῦσι καὶ τὸ σύνολον τὸ θάρσος τῆς ψυχῆς τοῖς λόγοις προαφαιροῦνται. τῶν δὲ πεσόντων πολεμίων τὰς κεφαλὰς ἀφαιροῦντες περιάπτουσι τοῖς αὐχέσι τῶν ἵππων· τὰ δὲ σκῦλα τοῖς θεράπουσι παραδόντες ᾑμαγμένα λαφυραγωγοῦσιν, ἐπιπαιανίζοντες καὶ ᾄδοντες ὕμνον ἐπινίκιον, καὶ τὰ | |
110 | ἀκροθίνια ταῦτα ταῖς οἰκίαις προσηλοῦσιν ὥσπερ οἱ ἐν κυνηγίαις τισὶ κεχειρωμένοι τὰ θηρία. τῶν δ’ ἐπιφανεστάτων πολεμίων κεδρώσαντες τὰς κεφαλὰς ἐπιμελῶς τηροῦσιν ἐν λάρνακι, καὶ τοῖς ξένοις ἐπιδεικνύουσι σεμνυνόμενοι διότι τῆσδε τῆς κεφαλῆς τῶν προγόνων τις ἢ πατὴρ ἢ καὶ αὐτὸς πολλὰ χρήματα διδόμενα οὐκ ἔλαβε. φασὶ δέ τινας αὐτῶν καυχᾶσθαι | |
115 | διότι χρυσὸν ἀντίσταθμον τῆς κεφαλῆς οὐκ ἐδέξαντο, βάρβαρόν τινα μεγα‐ λοψυχίαν ἐπιδεικνύμενοι· οὐ γὰρ τὸ μὴ πωλεῖν τὰ σύσσημα τῆς ἀρετῆς εὐγενές, ἀλλὰ τὸ πολεμεῖν τὸ ὁμόφυλον τετελευτηκὸς θηριῶδες. 30. Ἐσθῆσι δὲ χρῶνται καταπληκτικαῖς, χιτῶσι μὲν βαπτοῖς χρώ‐ μασι παντοδαποῖς διηνθισμένοις καὶ ἀναξυρίσιν, ἃς ἐκεῖνοι βράκας προσ‐ | 139 |
120 | αγορεύουσιν· ἐπιπορποῦνται δὲ σάγους ῥαβδωτοὺς ἐν μὲν τοῖς χειμῶσι δασεῖς, κατὰ δὲ τὸ θέρος ψιλούς, πλινθίοις πυκνοῖς καὶ πολυανθέσι διει‐ λημμένους. ὅπλοις δὲ χρῶνται θυρεοῖς μὲν ἀνδρομήκεσι, πεποικιλμέ‐ νοις ἰδιοτρόπως· τινὲς δὲ καὶ ζῴων χαλκῶν ἐξοχὰς ἔχουσιν, οὐ [μόνον] πρὸς κόσμον, ἀλλὰ [καὶ] πρὸς ἀσφάλειαν εὖ δεδημιουργημένας. κράνη δὲ | |
125 | χαλκᾶ περιτίθενται μεγάλας ἐξοχὰς ἐξ ἑαυτῶν ἔχοντα καὶ παμμεγέθη φαντασίαν ἐπιφέροντα τοῖς χρωμένοις, ὧν τοῖς μὲν πρόσκειται συμφυῆ κέρατα, τοῖς δὲ ὀρνέων ἢ τετραπόδων ζῴων ἐκτετυπωμέναι προτομαί. σάλπιγγας δ’ ἔχουσιν ἰδιοφυεῖς καὶ βαρβαρικάς· ἐμφυσῶσι γὰρ ταύταις καὶ προβάλλουσιν ἦχον τραχὺν καὶ πολεμικῆς ταραχῆς οἰκεῖον. θώρακας | |
130 | δ’ ἔχουσιν οἱ μὲν σιδηροῦς ἁλυσιδωτούς, οἱ δὲ τοῖς ὑπὸ τῆς φύσεως δεδο‐ μένοις ἀρκοῦνται, γυμνοὶ μαχόμενοι. ἀντὶ δὲ τοῦ ξίφους σπάθας ἔχουσι μακρὰς σιδηραῖς ἢ χαλκαῖς ἁλύσεσιν ἐξηρτημένας, παρὰ τὴν δεξιὰν λα‐ γόνα παρατεταμένας. τινὲς δὲ τοὺς χιτῶνας ἐπιχρύσοις ἢ καταργύροις ζωστῆρσι συνέζωνται. προβάλλονται δὲ λόγχας, ἃς ἐκεῖνοι λαγκίας κα‐ | |
135 | λοῦσι, πηχυαῖα τῷ μήκει τοῦ σιδήρου καὶ ἔτι μείζω τὰ ἐπιθήματα ἐχού‐ σας, πλάτει δὲ βραχὺ λείποντα διπαλαίστων· τὰ μὲν γὰρ ξίφη τῶν παρ’ ἑτέροις σαυνίων εἰσὶν οὐκ ἐλάττω, τὰ δὲ σαυνία τὰς ἀκμὰς ἔχει τῶν ξιφῶν μείζους. τούτων δὲ τὰ μὲν ἐπ’ εὐθείας κεχάλκευται, τὰ δ’ ἑλικοειδῆ δι’ ὅλων ἀνάκλασιν ἔχει πρὸς τὸ καὶ κατὰ τὴν πληγὴν μὴ μόνον τέμνειν | |
140 | ἀλλὰ καὶ θραύειν τὰς σάρκας καὶ κατὰ τὴν ἀνακομιδὴν τοῦ δόρατος σπαράττειν τὸ τραῦμα. 31. Αὐτοὶ δ’ εἰσὶ τὴν πρόσοψιν καταπληκτικοὶ καὶ ταῖς φωναῖς βα‐ ρυηχεῖς καὶ παντελῶς τραχύφωνοι, κατὰ δὲ τὰς ὁμιλίας βραχυλόγοι καὶ αἰνιγματίαι, [καὶ] τὰ πολλὰ αἰνιττόμενοι συνεκδοχικῶς· πολλὰ δὲ λέγον‐ | |
145 | τες ἐν ὑπερβολαῖς ἐπ’ αὐξήσει μὲν ἑαυτῶν, μειώσει δὲ τῶν ἄλλων, ἀπει‐ ληταί τε καὶ ἀνατατικοὶ καὶ τετραγῳδημένοι ὑπάρχουσι, ταῖς δὲ διανοίαις ὀξεῖς καὶ πρὸς μάθησιν οὐκ ἀφυεῖς. εἰσὶ δὲ παρ’ αὐτοῖς καὶ ποιηταὶ μελῶν, οὓς βάρδους ὀνομάζουσιν. οὗτοι δὲ μετ’ ὀργάνων ταῖς λύραις ὁμοίων ᾄδοντες οὓς μὲν ὑμνοῦσιν, οὓς δὲ βλασφημοῦσι. φιλόσοφοί τέ τινές εἰσι | |
169(150) | καὶ θεολόγοι περιττῶς τιμώμενοι, οὓς δρουίδας ὀνομάζουσι. χρῶνται δὲ καὶ μάντεσιν, ἀποδοχῆς μεγάλης ἀξιοῦντες αὐτούς· οὗτοι δὲ διά τε τῆς οἰωνοσκοπίας καὶ διὰ τῆς τῶν ἱερείων θυσίας τὰ μέλλοντα προλέ‐ γουσι, καὶ πᾶν τὸ πλῆθος ἔχουσιν ὑπήκοον. μάλιστα δ’ ὅταν περί τινων μεγάλων ἐπισκέπτωνται, παράδοξον καὶ ἄπιστον ἔχουσι νόμιμον· ἄνθρω‐ | |
155 | πον γὰρ κατασπείσαντες τύπτουσι μαχαίρᾳ κατὰ τὸν ὑπὲρ τὸ διάφραγμα τόπον, καὶ πεσόντος τοῦ πληγέντος ἐκ τῆς πτώσεως καὶ τοῦ σπαραγμοῦ τῶν μελῶν, ἔτι δὲ τῆς τοῦ αἵματος ῥύσεως τὸ μέλλον νοοῦσι, παλαιᾷ τινι καὶ πολυχρονίῳ παρατηρήσει περὶ τούτων πεπιστευκότες. ἔθος δ’ αὐτοῖς ἐστι μηδένα θυσίαν ποιεῖν ἄνευ φιλοσόφου· διὰ γὰρ τῶν ἐμπείρων τῆς | 140 |
160 | θείας φύσεως ὡσπερεί τινων ὁμοφώνων τὰ χαριστήρια τοῖς θεοῖς φασι δεῖν προσφέρειν, καὶ διὰ τούτων οἴονται δεῖν τἀγαθὰ αἰτεῖσθαι. οὐ μόνον δ’ ἐν ταῖς εἰρηνικαῖς χρείαις, ἀλλὰ καὶ κατὰ τοὺς πολέμους τούτοις μά‐ λιστα πείθονται καὶ τοῖς μελῳδοῦσι ποιηταῖς, οὐ μόνον οἱ φίλοι, ἀλλὰ καὶ οἱ πολέμιοι· πολλάκις ἐν ταῖς παρατάξεσι πλησιαζόντων ἀλλήλοις | |
165 | τῶν στρατοπέδων καὶ τοῖς ξίφεσιν ἀνατεταμένοις καὶ ταῖς λόγχαις προ‐ βεβλημέναις, εἰς τὸ μέσον οὗτοι προελθόντες παύουσιν αὐτούς, ὥσπερ τινὰ θηρία κατεπᾴσαντες. οὕτω καὶ παρὰ τοῖς ἀγριωτάτοις βαρβάροις ὁ θυμὸς εἴκει τῇ σοφίᾳ καὶ ὁ Ἄρης αἰδεῖται τὰς Μούσας. 32. Χρήσιμον δ’ ἐστὶ διορίσαι τὸ παρὰ πολλοῖς ἀγνοούμενον. τοὺς | |
170 | γὰρ ὑπὲρ Μασσαλίας κατοικοῦντας ἐν τῷ μεσογείῳ καὶ τοὺς παρὰ τὰς Ἄλπεις, ἔτι δὲ τοὺς ἐπὶ τάδε τῶν Πυρηναίων ὀρῶν Κελτοὺς ὀνομάζουσι, τοὺς δ’ ὑπὲρ ⸢ταύτησ⸣ τῆς Κελτικῆς εἰς τὰ πρὸς ἄρκτον νεύοντα μέρη παρά τε τὸν ὠκεανὸν καὶ τὸ Ἑρκύνιον ὄρος καθιδρυμένους καὶ πάντας τοὺς ἑξῆς μέχρι τῆς Σκυθίας Γαλάτας προσαγορεύουσιν· οἱ δὲ Ῥωμαῖοι | |
175 | πάλιν πάντα ταῦτα τὰ ἔθνη συλλήβδην μιᾷ προσηγορίᾳ περιλαμβάνουσιν, ὀνομάζοντες Γαλάτας ἅπαντας. αἱ δὲ γυναῖκες τῶν Γαλατῶν οὐ μόνον τοῖς μεγέθεσι παραπλήσιοι τοῖς ἀνδράσιν εἰσίν, ἀλλὰ καὶ ταῖς ἀλκαῖς ἐνάμιλλοι. τὰ δὲ παιδία παρ’ αὐτοῖς ἐκ γενετῆς ὑπάρχει πολιὰ κατὰ τὸ πλεῖστον· προβαίνοντα δὲ ταῖς ἡλικίαις εἰς τὸ τῶν πατέρων χρῶμα ταῖς | |
180 | χρόαις μετασχηματίζεται. ἀγριωτάτων δ’ ὄντων τῶν ὑπὸ τὰς ἄρκτους κατοικούντων καὶ τῶν τῇ Σκυθίᾳ πλησιοχώρων, φασί τινας ἀνθρώπους ἐσθίειν, ὥσπερ καὶ τῶν Πρεττανῶν τοὺς κατοικοῦντας τὴν ὀνομαζομένην Ἴριν. διαβεβοημένης δὲ τῆς τούτων ἀλκῆς καὶ ἀγριότητος, φασί τινες ἐν τοῖς παλαιοῖς χρόνοις τοὺς τὴν Ἀσίαν ἅπασαν καταδραμόντας, ὀνομα‐ | |
185 | ζομένους δὲ Κιμμερίους, τούτους εἶναι, βραχὺ τοῦ χρόνου τὴν λέξιν φθείραντος, ἐν τῇ τῶν καλουμένων Κίμβρων προσηγορίᾳ. ζηλοῦσι γὰρ ἐκ παλαιοῦ λῃστεύειν ἐπὶ τὰς ἀλλοτρίας χώρας ἐπερχόμενοι καὶ κατα‐ φρονεῖν ἁπάντων. ⸢οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν Ῥώμην ἑλόντες, τὸ δὲ ἱερὸν τὸ ἐν Δελφοῖς συλήσαντες, καὶ πολλὴν μὲν τῆς Εὐρώπης, οὐκ | |
190 | ὀλίγην δὲ καὶ τῆς Ἀσίας φορολογήσαντες, καὶ τῶν καταπολεμηθέντων τὴν χώραν κατοικήσαντες, οἱ διὰ τὴν πρὸς τοὺς Ἕλληνας ἐπιπλοκὴν Ἑλληνογαλάται κληθέντες, τὸ δὲ τελευταῖον πολλὰ καὶ μεγάλα στρατό‐ πεδα Ῥωμαίων συντρίψαντες.⸣ ἀκολούθως δὲ τῇ κατ’ αὐτοὺς ἀγριότητι καὶ περὶ τὰς θυσίας ἐκτόπως ἀσεβοῦσι· τοὺς γὰρ κακούργους κατὰ πεν‐ | |
195 | ταετηρίδα φυλάξαντες ἀνασκολοπίζουσι τοῖς θεοῖς καὶ μετ’ ἄλλων πολ‐ | |
λῶν ἀπαρχῶν καθαγίζουσι, πυρὰς παμμεγέθεις κατασκευάζοντες. χρῶν‐ ται δὲ καὶ τοῖς αἰχμαλώτοις ὡς ἱερείοις πρὸς τὰς τῶν θεῶν τιμάς. τινὲς δ’ αὐτῶν καὶ τὰ κατὰ πόλεμον ληφθέντα ζῷα μετὰ τῶν ἀνθρώπων ἀπο‐ κτείνουσιν ἢ κατακάουσιν ἤ τισιν ἄλλαις τιμωρίαις ἀφανίζουσι. γυναῖκας | 141 | |
169(200) | δ’ ἔχοντες εὐειδεῖς ἥκιστα ταύταις προσέχουσιν, ἀλλὰ πρὸς τὰς τῶν ἀρρένων ἐπιπλοκὰς ἐκτόπως λυττῶσιν. εἰώθασι δ’ ἐπὶ δοραῖς θηρίων χαμαὶ καθεύδοντες ἐξ ἀμφοτέρων τῶν μερῶν παρακοίτοις συγκυλίεσθαι. τὸ δὲ πάντων παραδοξότατον, τῆς ἰδίας εὐσχημοσύνης ἀφροντιστοῦντες τὴν τοῦ σώματος ὥραν ἑτέροις εὐκόλως προΐενται, καὶ τοῦτο αἰσχρὸν οὐχ | |
205 | ἡγοῦνται, ἀλλὰ μᾶλλον ὅταν τις αὐτῶν χαριζομένων μὴ προσδέξηται τὴν διδομένην χάριν, ἄτιμον ἡγοῦνται. | |
170(n) | Athenaeus IV 151e—152f | |
1 | Ποσειδώνιος δὲ ὁ ἀπὸ τῆς Στοᾶς ἐν ταῖς Ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προῄρητο φιλοσοφίας πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων «Κελτοί» φησί «τὰς τροφὰς προτίθενται χόρτον ὑπο‐ βάλλοντες καὶ ἐπὶ τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ τῆς γῆς ἐπηρμένων. | |
5 | ἡ τροφὴ δ’ ἐστὶν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν ὕδατι καὶ ὀπτὰ ἐπ’ ἀνθράκων ἢ ὀβελίσκων. προσφέρονται δὲ ταῦτα καθαρείως μέν, λεοντω‐ δῶς δέ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δὲ ᾖ τι δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες, ὃ τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. προσφέρονται δὲ καὶ ἰχθῦς οἵ τε παρὰ | |
10 | τοὺς ποταμοὺς οἰκοῦντες καὶ παρὰ τὴν ἐντὸς καὶ τὴν ἔξω θάλασσαν, καὶ τούτους δὲ ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ κυμίνου. τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίῳ δ’ οὐ χρῶνται διὰ σπάνιν, καὶ διὰ τὸ ἀσύν‐ ηθες ἀηδὲς αὐτοῖς φαίνεται. ὅταν δὲ πλείονες συνδειπνῶσι, κάθηνται μὲν ἐν κύκλῳ, μέσος δὲ ὁ κράτιστος ὡς ἂν κορυφαῖος χοροῦ, διαφέρων | |
15 | τῶν ἄλλων ἢ κατὰ τὴν πολεμικὴν εὐχέρειαν ἢ κατὰ γένος ἢ κατὰ πλοῦτον. ὁ δ’ ὑποδεχόμενος παρ’ αὐτόν, ἐφεξῆς δ’ ἑκατέρωθε κατ’ ἀξίαν ἧς ἔχουσιν ὑπεροχῆς. καὶ οἱ μὲν τοὺς θυρεοὺς ὁπλοφοροῦντες ἐκ τῶν ὀπίσω παρεστᾶ‐ σιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντικρὺ καθήμενοι κύκλῳ καθάπερ οἱ δεσπόται συνευωχοῦνται. τὸ δὲ ποτὸν οἱ διακονοῦντες ἐν ἀγγείοις περι‐ | |
20 | φέρουσιν ἐοικόσι μὲν ἀμβίκοις, ἢ κεραμέοις ἢ ἀργυροῖς· καὶ γὰρ τοὺς πίνακας ἐφ’ ὧν τὰς τροφὰς προτίθενται τοιούτους ἔχουσιν, οἳ δὲ χαλκοῦς, οἳ δὲ κάνεα ξύλινα καὶ πλεκτά. τὸ δὲ πινόμενόν ἐστι παρὰ μὲν τοῖς πλου‐ τοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν χώρας παρακομιζόμενος. ἄκρατος δ’ οὗτος· ἐνίοτε δὲ καὶ ὀλίγον ὕδωρ παραμίγνυται. παρὰ δὲ | |
25 | τοῖς ὑποδεεστέροις ζύθος πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς πολλοῖς καθ’ αὑτό· καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου· πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ ὁ παῖς ἐπὶ τὰ δεξιὰ καὶ τὰ λαιά· οὕτως διακονοῦνται. καὶ τοὺς θεοὺς προσκυνοῦσιν ἐπὶ τὰ δεξιὰ στρεφόμενοι.» | |
30 | Ἔτι ὁ Ποσειδώνιος διηγούμενος καὶ τὸν Λουερνίου τοῦ Βιτύιτος πατρὸς | |
πλοῦτον τοῦ ὑπὸ Ῥωμαίων καθαιρεθέντος φησὶ δημαγωγοῦντα αὐτὸν τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι διὰ τῶν πεδίων καὶ 〈δια〉σπείρειν χρυσὸν καὶ ἄργυρον ταῖς ἀκολουθούσαις τῶν Κελτῶν μυριάσι, φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ᾧ πληροῦν μὲν ληνοὺς πολυτελοῦς πό‐ | 142 | |
35 | ματος, παρασκευάζειν δὲ τοσοῦτο βρωμάτων πλῆθος ὥστε ἐφ’ ἡμέρας πλείονας ἐξεῖναι τοῖς βουλομένοις εἰσερχομένοις τῶν παρασκευασθέντων ἀπολαύειν ἀδιαλείπτως διακονουμένους. ἀφορίσαντος δ’ αὐτοῦ προθεσμίαν ποτὲ τῆς θοίνης ἀφυστερήσαντά τινα τῶν βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ᾠδῆς ὑμνεῖν αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δ’ ἀπο‐ | |
40 | θρηνεῖν ὅτι ὑστέρηκε· τὸν δὲ τερφθέντα θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῷ παρατρέχοντι. ἀνελόμενον δ’ ἐκεῖνον πάλιν ὑμνεῖν λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφ’ ἧς ἁρματηλατεῖ χρυσὸν καὶ εὐεργεσίας ἀνθρώ‐ ποις φέρει. ταῦτα μὲν οὖν ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ ἱστόρησεν. | |
171a(n) | Athenaeus IV 154a—c | |
1 | Ποσειδώνιος δ’ ἐν τρίτῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν «Κελτοί» φησίν «ἐνίοτε παρὰ τὸ δεῖπνον μονομαχοῦσιν. ἐν γὰρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμαχοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ μέχρι τραύ‐ ματος προΐασιν καὶ ἐκ τούτου ἐρεθισθέντες, ἐὰν μὴ ἐπισχῶσιν οἱ παρόν‐ | |
5 | τες, καὶ ἕως ἀναιρέσεως ἔρχονται. τὸ δὲ παλαιόν» φησίν «ὅτι παρατε‐ θέντων κωλήνων τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν· εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θανάτου. ἄλλοι δ’ ἐν θεάτρῳ λαβόντες ἀργύριον ἢ χρυσίον, οἳ δὲ οἴνου κεραμίων ἀριθμόν, ἵνα καὶ πιστωσάμενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησά‐ | |
10 | μενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει.» | |
171b(n) | Eustathios Od. 8,475 | |
1 | Ὅτι δὲ οὐ νῶτα μόνον ἀλλὰ καὶ μηρὰ ἦν περισπούδαστα δηλοῖ φασι Ποσειδώνιος γράψας ὅτι ἔν τισι μερισμοῖς τὸ μηρίον ὁ κράτιστος ἐλάμ‐ βανεν. εἰ δέ τις ἕτερος ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες ἄχρι θανάτου. | |
172(n) | Athenaeus VI 246cd | |
1 | Ποσειδώνιος δ’ ὁ Ἀπαμεὺς ἐν τῇ κ καὶ τρίτῃ τῶν Ἱστοριῶν «Κελτοί» φησί «περιάγονται μεθ’ αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι | |
παρασίτους. οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγουσιν ἀνθρώ‐ πους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ μέρος ἐκείνων ἀκροωμένων. | 143 | |
5 | τὰ δὲ ἀκούσματα αὐτῶν εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δὲ οὗτοι τυγχάνουσι μετ’ ᾠδῆς ἐπαίνους λέγοντες.» | |
173(n) | Diodor 34/35,30abc | |
1 | 30a. Ὅτι οἱ Σκορδίσκοι κομίσαντες λάφυρα ... προέτρεψαν ἄλλους γενέσθαι τῆς ὁμοίας προαιρέσεως καὶ νομίζειν ... τοῖς ὅπλοις ἄγειν καὶ φέρειν ... τῶν ἀνδραγαθούντων εἶναι· βεβαιώσαντες γὰρ τὸν τῆς φύσεως νόμον τοῖς ἰσχυροτέροις τὰς τῶν ἀσθενησάντων κτήσεις διαρ‐ | |
5 | πάζονται. 30b. Ὅτι οἱ Σκορδίσκοι ὕστερον ἀναστελλόμενοι πορείαν ἐπεφήναντο καὶ τὴν Ῥώμην ἐπικρατεῖν οὐ διὰ τὴν ἰδίαν δύναμιν ἀλλὰ διὰ τὴν αὐτῶν ἀσθένειαν. 30c. Ὅτι ἡ φρόνησις δοκοῦσα πάντων κυριεύειν ὑπὸ μόνης τῆς τύχης | |
10 | ἡττᾶται· καὶ γὰρ πόλλ’ ἃ διὰ σύνεσιν καὶ ἀγχίνοιαν ... πολλάκις ἡ ταύτης ἐπήρεια παραδόξως ἐμιάνατο ... τὰ δι’ ἀφροσύνην ἀπορηθέντα παρὰ τὰς ἁπάντων ἐλπίδας διωρθώσατο, ὥσθ’ ὁ μὲν εὐμενοῦς αὐτῆς λαβόμενος διάγει ἀδιαλείπτως σχεδὸν ἀνὰ πάσας ἐπιβολὰς ἐπιτυγχάνων ... οἱ δὲ ... πταίουσιν ἐν ταῖς κατὰ μέρος πράξεσι ... | |
15 | (Const. Exc. 4,391—392) | |
174(n) | Athenaeus IX 369cd | |
1 | Ποσειδώνιος δ’ ὁ ἀπὸ τῆς Στοᾶς ἐν τῇ τετάρτῃ καὶ εἰκοστῇ τῶν Ἱστο‐ ριῶν περὶ τὴν 〈Δ〉αλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. | |
175(n) | Diodor 34/35,31 | |
1 | 31. Ὅτι κατὰ τὴν Λιβύην παραταξαμένων ἀλλήλοις τῶν βασιλέων Ἰογόρθας κρατήσας τῇ μάχῃ πολλοὺς ἀνεῖλε τῶν Νομάδων, ὁ δὲ Ἀτάρβας ὁ ἀδελφὸς αὐτοῦ καταφυγὼν εἰς Κίρταν, καὶ συγκλεισθεὶς εἰς πολιορκίαν, ἐξαπέστειλε πρεσβευτὰς εἰς Ῥώμην μὴ περιιδεῖν βασιλέα φίλον καὶ | |
5 | σύμμαχον κινδυνεύοντα. ἡ δὲ σύγκλητος ἔπεμψε πρέσβεις λῦσαι τὴν πολιορκίαν. οὐ προσέχοντος δὲ Ἰογόρθα, πάλιν ἑτέρους ἔπεμψαν ἀξίωμα μεῖζον ἔχοντας. ὁμοίως δὲ καὶ τούτων ἀπράκτων ἐπανελθόντων, ὁ Ἰογόρ‐ θας περιταφρεύσας τὴν πόλιν ἐνδείᾳ κατεπόνησε τοὺς ἐν τῇ πόλει, τὸν | |
δὲ ἀδελφὸν ἐξελθόντα μεθ’ ἱκετηρίας, καὶ τῆς μὲν βασιλείας ἐξιστάμενον, | 144 | |
10 | τὸ δὲ ζῆν αἰτούμενον, ἀπέσφαξεν, οὐκ ἐντραπεὶς οὔτε συγγένειαν οὔτε τὸν τῆς ἱκεσίας νόμον. ὁμοίως δὲ καὶ τῶν Ἰταλῶν τοὺς συμμαχήσαντας τἀδελφῷ πάντας αἰκισάμενος ἀπέκτεινεν. (Const. Exc. 2(1),310) | |
176(n) | Diodor 34/35,32 | |
1 | 32. Ὅτι ὁ βασιλεὺς τῶν Νομάδων Ἰογόρθας θαυμάσας τὴν ἀνδρα‐ γαθίαν τῶν Ῥωμαίων καὶ τὰς ἀρετὰς αὐτῶν ἐπαινέσας ἐν τοῖς ἰδίοις φίλοις ἀπεφήνατο διότι τούτοις ... δι’ ἁπάσης τῆς Λιβύης ... | |
177(n) | Diodor 34/35,32a | |
1 | 32a. Ὅτι προσπεσούσης τῆς ἀγγελίας περὶ τῆς τοῦ ... τελευτῆς καὶ τῶν μετ’ αὐτοῦ ... πολὺς θόρυβος καὶ πένθος ἐπῄει τὴν πόλιν· πολλοὶ μὲν γὰρ παῖδες ὀρφανοὶ ..., οὐκ ὀλίγοι δὲ ἀδελφοὶ ... (F 176. 177 Const. Exc. 4,392) | |
178(n) | Diodor 34/35,33 | |
1 | 33. Ὅτι Νασικᾶς ὁ ὕπατος ὑπῆρχεν ἀνὴρ καὶ κατ’ ἀρετὴν ἀξιόλογος καὶ κατὰ τὴν εὐγένειαν θαυμαζόμενος· ἐξ ἐκείνου γὰρ ἦν τοῦ γένους ἐξ οὗ τοὺς Ἀφρικανοὺς καὶ τοὺς Ἀσιαγενεῖς καὶ τοὺς Ἱσπανοὺς ὀνομάζε‐ σθαι συμβέβηκεν, ὧν ὁ μὲν τὴν Λιβύην, ὁ δὲ τὴν Ἀσίαν, ὁ δὲ τὴν Ἱσπα‐ | |
5 | νίαν καταστρεψάμενος ἔτυχε τῆς ἀπὸ τῶν πράξεων φερωνύμου προσηγο‐ ρίας. καὶ πρὸς δὲ τῇ κοινῇ τοῦ γένους δόξῃ πατέρα καὶ πάππον ἔσχεν ἐπιφανεστάτους Ῥωμαίων· ἄμφω μὲν γὰρ προεκάθισαν τοῦ συνεδρίου καὶ πρώτην ἐπεῖχον γνώμην μέχρι τῆς τελευτῆς, ὁ δὲ πάππος αὐτοῦ καὶ κατὰ δόγμα τῆς συγκλήτου τῶν πολιτῶν ἄριστος ἐκρίθη. ἐν μὲν γὰρ τοῖς τῆς | |
10 | Σιβύλλης χρησμοῖς εὑρέθη γεγραμμένον ὅτι δεῖ τοὺς Ῥωμαίους ἱδρύ‐ σασθαι νεὼν τῆς μεγάλης μητρὸς τῶν θεῶν, καὶ τῶν μὲν ἱερῶν τὴν καταγωγὴν ἐκ Πεσσινοῦντος τῆς Ἀσίας ποιήσασθαι, τὴν δὲ ἐκδοχὴν αὐτῶν ἐν τῇ Ῥώμῃ γενέσθαι πανδημεὶ τῆς ἀπαντήσεως γινομένης, καὶ τῶν τε ἀνδρῶν τὸν ἄριστον καὶ γυναικῶν ὁμοίως [τὴν ἀγαθὴν καὶ] τούτους | |
15 | ἀφηγεῖσθαι τῆς ἀπαντήσεως [γενομένης] καὶ δέξασθαι τὰ ἱερὰ τῆς θεᾶς. τῆς δὲ συγκλήτου πάντα συντελούσης κατὰ τὸν χρησμόν, ἐκρίθη τῶν μὲν ἀνδρῶν ἄριστος Πόπλιος Νασικᾶς, τῶν δὲ γυναικῶν Οὐαλερία. οὐ μόνον γὰρ τῇ πρὸς θεοὺς εὐσεβείᾳ διαφέρειν ἔδοξεν, ἀλλὰ καὶ πολιτικὸς ὑπῆρξε καὶ συνετὸς ἐν τῷ τὴν γνώμην ἀποφαίνεσθαι. μετὰ γὰρ τὸν Ἀννιβιακὸν | |
20 | πόλεμον Μάρκος μὲν Κάτων ὁ ἐπικληθεὶς Δημοσθένης εἰώθει λέγειν παρ’ | |
ἕκαστον ἐν τῇ συγκλήτῳ κατὰ τὴν ἀπόφασιν τῆς ἰδίας γνώμης Καρχη‐ δόνα μὴ εἶναι, καὶ τοῦτο ἐποίει πολλάκις οὐχ ὑποκειμένης περὶ τούτου βουλῆς, ἀλλ’ ἑτέρων τινῶν ζητουμένων. ὁ δὲ Νασικᾶς ἀεὶ τοὐναντίον ἀπεφαίνετο Καρχηδόνα διὰ παντὸς εἶναι. ἑκατέρα μὲν οὖν ἀπόφασις | 145 | |
25 | ἐδόκει τῷ συνεδρίῳ μεγάλην ἔχειν ἀναθεώρησιν· τοῖς δὲ διαφέρουσι τῇ φρονήσει πολὺ προτερεῖν ἡ τοῦ Νασικᾶ διελαμβάνετο. οὐ γὰρ ἐκ τῆς ἄλλων ἀσθενείας ἔκριναν δεῖν θεωρεῖσθαι τὴν τῆς Ῥώμης ἰσχύν, ἀλλ’ ἐκ τοῦ φαίνεσθαι τῶν μεγάλων μείζονα. πρὸς δὲ τούτοις σωζομένης μὲν τῆς Καρχηδόνος ὁ ἀπὸ ταύτης φόβος ἠνάγκαζεν ὁμονοεῖν τοὺς Ῥω‐ | |
30 | μαίους καὶ τῶν ὑποτεταγμένων ἐπιεικῶς καὶ ἐνδόξως ἄρχειν, ὧν οὐδὲν κάλλιόν ἐστι πρὸς ἡγεμονίας διαμονήν τε καὶ αὔξησιν· ἀπολομένης δὲ τῆς ἀντιπάλου πόλεως πρόδηλος ἦν ἐν μὲν τοῖς πολίταις ἐμφύλιος πόλε‐ μος ἐσόμενος, ἐκ δὲ τῶν συμμάχων ἁπάντων μῖσος εἰς τὴν ἡγεμονίαν διὰ τὴν εἰς αὐτοὺς ἐκ τῶν ἀρχόντων πλεονεξίαν τε καὶ παρανομίαν. ἅπερ | |
35 | ἅπαντα συνέβη τῇ Ῥώμῃ μετὰ 〈τὴν〉 τῆς Καρχηδόνος κατασκαφήν· καὶ γὰρ ἐπικίνδυνοι δημαγωγίαι καὶ χώρας ἀναδασμοὶ καὶ συμμάχων ἀπο‐ στάσεις μεγάλαι καὶ ἐμφύλιοι πόλεμοι πολυετεῖς καὶ φοβεροὶ καὶ τἄλλα τὰ προαγορευθέντα ὑπὸ τοῦ Σκιπίωνος ἠκολούθησεν. ὁ τούτου δὲ υἱὸς πρεσβύτης ὢν τὴν ἡλικίαν [καὶ] Τιβέριον Γράκχον τυραννεῖν ἐπιχειρή‐ | |
40 | σαντα ταῖς ἰδίαις χερσὶν ἀπέκτεινε, προηγούμενος τῆς συγκλήτου. τῆς δὲ πληθύος ἀγανακτούσης καὶ τεθηριωμένης πρὸς τοὺς τὸν φόνον δρά‐ σαντας, ἔτι δὲ τῶν δημάρχων καθ’ ἕνα τῶν συγκλητικῶν προαγαγόντων ἐπὶ τὰ ἔμβολα καὶ ἐπερωτώντων τίς ἔστιν ὁ ἀνελών, οἱ μὲν ἄλλοι ἅπαντες κατεπτηχότες τὴν τῶν ὄχλων ὁρμὴν καὶ βίαν ἠρνοῦντο καὶ τὰς ἀποκρίσεις | |
45 | ἐξηλλάττοντο, ὁ δὲ Σκιπίων μόνος ὡμολόγησεν ὑφ’ ἑαυτοῦ γεγονέναι τὴν ἀναίρεσιν, ἐπειπὼν ὡς τοὺς μὲν ἄλλους ὁ Γράκχος ἐλάνθανεν ἐπιτιθέμενος τυραννίδι, ἑαυτὸν δὲ καὶ τὴν σύγκλητον οὐκ ἔλαθεν. ὁ δὲ ὄχλος, καίπερ ἀγανακτῶν, ἡσύχασεν ἐντραπεὶς τὸ βάρος καὶ τὴν παρρησίαν τἀνδρός. ἀλλὰ μὴν καὶ ὁ τούτου υἱός, κατὰ τὸν ὑποκείμενον ἐνιαυτὸν τελευτήσας, | |
178(50) | ἀδωροδόκητος μὲν ἅπαντα τὸν βίον διετέλεσε, μετασχὼν δὲ τῆς πολιτείας, καὶ τῷ βίῳ πρὸς ἀλήθειαν, ἀλλ’ οὐ τοῖς λόγοις μόνοις φιλοσοφήσας, ἀκόλουθον ἔσχε τῇ τοῦ γένους διαδοχῇ καὶ τὴν τῆς ἀρετῆς κληρονομίαν. (Const. Exc. 2(1),310—311) | |
179(n) | Athenaeus XV 692cd | |
1 | Ἥδιστον δέ, ἄνδρες φίλοι, ἀναγινώσκων τὴν ὀγδόην καὶ εἰκοστὴν τῶν Ποσειδωνίου Ἱστοριῶν περὶ μύρων τι λεγόμενον ἐτήρησα ... φησὶ γὰρ ὁ φιλόσοφος· «ἐν Συρίᾳ ἐν τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχου‐ μένοις δοθῶσιν οἱ στέφανοι, εἰσίασίν τινες μύρων Βαβυλωνίων ἔχοντες | |
5 | ἀσκίδια καὶ πόρρωθεν ἐκ τούτων περιπορευόμενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παρα‐ | |
ραίνοντες.» | 146 | |
180a(n) | Athenaeus XII 540ab | |
1 | Ἀντίοχον δὲ τὸν Γρυπὸν ἐπικαλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῇ ὀγδόῃ καὶ εἰκοστῇ τῶν Ἱστοριῶν τὰς ἐπὶ Δάφνῃ πανηγύρεις ἐπιτε‐ λοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν. ἐν αἷς τὸ μὲν πρῶτον ἀναδόσεις ἐγί‐ γνοντο ὁλομελῶν βρωμάτων, εἶτ’ ἤδη καὶ ζώντων χηνῶν καὶ λαγωῶν | |
5 | καὶ δορκάδων· «ἀνεδίδοντο δέ» φησίν «καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦ‐ σιν καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων. ἔδει δὲ ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν καὶ λαβεῖν [τε] τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.» | |
180b(n) | Athenaeus V 210e | |
1 | 〈Ὁ〉 αὐτός φησι Ποσειδώνιος· «τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ’ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων χηνῶν 〈καὶ〉 λα‐ γωῶν usw. ... πιεῖν ἕκαστον καὶ λαβεῖν τὴν κάμηλον» usw. | |
181(n) | Diodor 34/35,34 | |
1 | 34. Ὅτι ὁ Ἀντίοχος ὁ Κυζικηνὸς ἀρτίως παρειληφὼς τὴν βασιλείαν ἐξέπεσεν εἰς μέθας καὶ τρυφὴν ἀγεννῆ καὶ ζηλώματα βασιλείας ἀλλο‐ τριώτατα. ἔχαιρε γὰρ μίμοις καὶ προδείκταις καὶ καθόλου πᾶσι τοῖς θαυματοποιοῖς, καὶ τὰ τούτων ἐπιτηδεύματα μανθάνειν ἐφιλοτιμεῖτο. | |
5 | ἐπετήδευσε δὲ καὶ νευροσπαστεῖν καὶ δι’ αὑτοῦ κινεῖν ζῷα πενταπήχεα κατάργυρα καὶ κατάχρυσα καὶ ἕτερα πλείονα τοιαῦτα μηχανήματα. οὐκ εἶχε δ’ ἑλεπόλεων οὐδὲ ὀργάνων πολιορκητικῶν κατασκευάς, ἃ καὶ δόξαν μεγάλην καὶ χρείας ἀξιολόγους ἂν παρέσχετο. ἐνεθουσία δὲ καὶ πρὸς κυνηγίας ἀκαίρους, καὶ πολλάκις νύκτωρ λάθρᾳ τῶν φίλων μετὰ δυεῖν | |
10 | ἢ τριῶν οἰκετῶν ἐξιὼν ἐπὶ τὴν χώραν ἐκυνήγει λέοντας καὶ παρδάλεις καὶ ὗς ἀγρίους. παραβόλως δὲ συμπλεκόμενος ἀλόγοις θηρίοις πολλάκις ἦλθεν εἰς τοὺς ἐσχάτους κινδύνους. (Const. Exc. 2(1),312) | |
182(n) | Diodor 34/35,35.35a | |
1 | 35. Ὅτι Μικίψας ὁ Μασσανάσσου υἱὸς τοῦ Νομάδων βασιλέως εἶχε καὶ ἄλλους υἱοὺς πλείους, μάλιστα δὲ προτετιμημένους Ἀτάρβαν τὸν πρεσβύτατον τῶν παίδων καὶ Ἰάμψαμον καὶ Μικίψαν, ὃς ἐπιεικέστατος τῶν κατὰ Λιβύην βασιλέων γενόμενος καὶ πολλοὺς τῶν πεπαιδευμένων | |
5 | Ἑλλήνων μεταπεμπόμενος, συνεβίου τούτοις. πολλὴν δὲ ἐπιμέλειαν ποιούμενος παιδείας, μάλιστα δὲ φιλοσοφίας, ἐνεγήρασε τῇ δυναστείᾳ καὶ τῇ φιλοσοφίᾳ. (Const. Exc. 2(1),310—311) 35a. Ὅτι ἧκεν εἰς τὴν Ῥώμην ἀπὸ τοῦ βασιλικοῦ γένους ὑπάρχων | |
Ἰογόρθας ἕτερος, ἀντιποιούμενος τῆς Νομαδικῆς βασιλείας. εὐδοκιμοῦντος | 147 | |
10 | δὲ αὐτοῦ καθ’ ὑπερβολήν, ὁ Ἰογόρθας μισθωσάμενός τινας σφαγεῖς τοῦτον μὲν ἐδολοφόνησεν, αὐτὸς δὲ οὐδενὸς κωλύοντος ἐπανῆλθεν εἰς τὴν βασιλείαν. (Const. Exc. 3,207—208) | |
183(n) | Diodor 34/35,36 | |
1 | 36. Ὅτι Κοντωνιατός τις ὁ βασιλεὺς τῆς Γαλατικῆς πόλεως τῆς οὕτω καλουμένης Ἰοντώρας συνέσει καὶ στρατηγίᾳ διάφορος ἦν, φίλος δὲ 〈καὶ〉 σύμμαχος Ῥωμαίων, ὡς ἂν ἐν τοῖς ἔμπροσθεν χρόνοις διατετριφὼς ἐν Ῥώμῃ καὶ κεκοινωνηκὼς ἀρετῆς καὶ ἀγωγῆς νομίμου, διὰ Ῥωμαίων | |
5 | δὲ παρειληφὼς τὴν ἐν Γαλατίᾳ βασιλείαν. (Const. Exc. 2(1),313) | |
184(n) | Plutarch Mar. 1 | |
1 | Γαΐου Μαρίου τρίτον οὐκ ἔχομεν εἰπεῖν ὄνομα, καθάπερ οὐδὲ Κοΐντου Σερτωρίου τοῦ κατασχόντος Ἰβηρίαν οὐδὲ Λευκίου Μομμίου τοῦ Κόρινθον ἑλόντος· ὁ γὰρ Ἀχαϊκὸς τούτῳ γε τῆς πράξεως ἐπώνυμον γέγονεν, ὡς ὁ Ἀφρικανὸς Σκιπίωνι καὶ ὁ Μακεδονικὸς Μετέλλῳ. ἐξ οὗ καὶ μάλιστα | |
5 | Ποσειδώνιος ἐλέγχειν οἴεται τοὺς τὸ τρίτον ὄνομα Ῥωμαίοις κύριον εἶναι νομίζοντας, οἷον τὸν Κάμιλλον καὶ τὸν Μάρκελλον καὶ τὸν Κάτωνα· γίνεσθαι γὰρ 〈ἂν〉 ἀνωνύμους τοὺς ἀπὸ μόνων τῶν δυεῖν προσαγορευο‐ μένους. λανθάνει δ’ ἑαυτὸν ὅτι τούτῳ τῷ λόγῳ πάλιν αὐτὸς ἀνωνύμους ποιεῖ[ται] τὰς γυναῖκας· οὐδεμιᾷ γὰρ γυναικὶ τίθεται τῶν ὀνομάτων τὸ | |
10 | πρῶτον, ὅπερ οἴεται κύριον ὄνομα Ῥωμαίοις ὑπάρχειν ὁ Ποσειδώνιος· τῶν δ’ ἄλλων τὸ μὲν κοινὸν ἀπὸ συγγενείας, τοὺς Πομπηίους καὶ τοὺς Μαλλίους καὶ τοὺς Κορνηλίους, ὥσπερ ἂν Ἡρακλείδας τις εἴποι καὶ Πελοπίδας, [τοῦ] τὸ δὲ προσηγορικὸν ἐξ ἐπιθέτου πρὸς τὰς φύσεις ἢ τὰς πράξεις ἢ τὰ τοῦ σώματος εἴδη καὶ πάθη τίθεσθαι, τὸν Μακρῖνον καὶ | |
15 | τὸν Τορκουᾶτον καὶ τὸν Σύλλαν, οἷόν ἐστιν ὁ Μνήμων ἢ ὁ Γρυπὸς ἢ ὁ Καλλίνικος. | |
185(n) | Diodor 34/35,38 | |
1 | 38. Ὅτι ὁ Μάριος εἷς ὢν τῶν συμβούλων καὶ τῶν πρεσβευτῶν ὑπὸ τοῦ στρατηγοῦ παρεθεωρεῖτο, ταπεινότατος ὢν τῶν πρεσβευτῶν τῇ δόξῃ· οἱ μὲν γὰρ ἄλλοι τοῖς ἀξιώμασι καὶ ταῖς εὐγενείαις ὑπερέχοντες μεγάλης ἀποδοχῆς ἐτύγχανον ὑπὸ τοῦ στρατηγοῦ, οὗτος δὲ δοκῶν γεγονέναι δημο‐ | |
5 | σιώνης καὶ τὰς ὑποδεεστέρας ἀρχὰς μόγις εἰληφὼς ἐν ταῖς εἰς δόξαν προ‐ αγωγαῖς παρεθεωρεῖτο. καὶ τῶν μὲν ἄλλων ἕκαστος περιφεύγων πᾶσαν 〈ἐν〉 τοῖς πολεμικοῖς ἔργοις κακοπάθειαν ᾑρεῖτο τὴν ῥᾳθυμίαν καὶ ῥᾳ‐ | |
στώνην, οὗτος δὲ πρὸς τοὺς ἐν ταῖς μάχαις κινδύνους πολλάκις ἡγεμὼν ἐκπεμπόμενος τὴν μὲν ἐκ τούτων ἀτιμίαν 〈οὐ〉 προσεποιεῖτο, ὁμοίως δ’ | 148 | |
10 | ἑαυτὸν εἰς τὰς τοιαύτας λειτουργίας ἐπιδιδοὺς πολλὴν ἐμπειρίαν περιε‐ ποιήσατο τῶν πολεμικῶν ἔργων. ὢν δὲ εὐφυὴς πρὸς ἀγῶνας καὶ κινδύ‐ νους, καὶ τούτους ὑπομένων προθύμως, ταχὺ μεγάλην ἐκτήσατο δύναμιν καὶ δόξαν ἐπ’ ἀνδρείᾳ. ἐπιεικῶς δὲ τοῖς στρατιώταις προσφερόμενος καὶ ταῖς δωρεαῖς καὶ ταῖς ὁμιλίαις καὶ συμπεριφοραῖς κεχαρισμέναις τοῖς | |
15 | ὑποτεταγμένοις χρώμενος, μεγάλην εὔνοιαν ἐν τοῖς στρατιώταις περιε‐ ποιήσατο. πάντες γὰρ τῆς εὐεργεσίας χάριν ἀποδιδόντες ἐν ταῖς μετὰ τούτου μάχαις φιλοτιμότερον ἠγωνίζοντο, συναύξοντες αὐτοῦ τὴν ἡγε‐ μονίαν· εἰ δὲ τύχοι τις τῶν ἄλλων πρεσβευτῶν ἡγούμενος, ἐθελοκακοῦντες ἀπεδειλίων κατὰ τοὺς ἀναγκαιοτάτους καιρούς. καὶ συνέβαινε κατὰ | |
20 | τὸ πλεῖστον ἐν μὲν ταῖς τῶν ἄλλων ἡγεμονίαις Ῥωμαίους ἡττᾶσθαι, κατὰ δὲ τὰς τοῦ Μαρίου παρουσίας ἀεὶ νικᾶν. (Const. Exc. 2(1),313—314) | |
186(n) | Diodor 34/35,39 | |
1 | 39. Ὅτι Βόκχος ὁ κατὰ τὴν Λιβύην βασιλεύων πολλὰ καταμεμψάμενος τοῖς πείσασιν αὐτὸν πολεμεῖν τοῖς Ῥωμαίοις, πρέσβεις ἔπεμψε πρὸς τὸν Μάριον, περὶ μὲν τῶν ἡμαρτημένων αἰτούμενος συγγνώμην, ἀξιῶν δὲ φιλίαν συνθέσθαι καὶ πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι Ῥωμαίοις. τοῦ | |
5 | δὲ Μαρίου κελεύσαντος περὶ τούτων πρεσβεύειν πρὸς τὴν σύγκλητον, ὁ μὲν βασιλεὺς ἐξαπέστειλεν εἰς τὴν Ῥώμην πρεσβευτὰς περὶ τούτων, ἡ δὲ σύγκλητος αὐτοῖς ἀπόκρισιν ἔδωκεν ἁπάντων τεύξεσθαι τῶν φιλανθρώπων τὸν Βόκχον, ἐὰν Μάριον πείσῃ. τοῦ δὲ Μαρίου σπεύδοντος αἰχμάλωτον λαβεῖν Ἰογόρθαν τὸν βασιλέα, ὑπακούσας ὁ Βόκχος καὶ μεταπεμψάμενος | |
10 | τοῦτον, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, συνέλαβε τὸν Ἰογόρθαν, καὶ δήσας παρέδωκε Λευκίῳ Σύλλᾳ τῷ ταμίᾳ τῷ πρὸς τὴν παράληψιν ἐκπεμφθέντι. τῇ δὲ τούτου συμφορᾷ τὴν ἰδίαν σωτηρίαν πορι‐ σάμενος διελύθη τῆς παρὰ τῶν Ῥωμαίων τιμωρίας. (Const. Exc. 1,407—408) | |
187(n) | Diodor 34/35,39a | |
1 | 39a. Ὅτι ὁ πρεσβύτερος Πτολεμαῖος ἐν Σελευκείᾳ τῇ πόλει ὢν συγ‐ κεκλειμένος, ὑπό τινος τῶν φίλων ἐπιβουλευθείς, τὸν μὲν ἐπιβουλεύσαντα συλλαβὼν ἐτιμωρήσατο, εἰς δὲ τὸ λοιπὸν οὐ τοῖς τυχοῦσι φίλοις ἑαυτὸν ἐπίστευσεν. (Const. Exc. 3,208) | |
188(n) | Athenaeus IV 153e | |
1 | Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσειδώνιος ἐν τῇ τριακοστῇ, ἄριστον προσφέ‐ ρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον | |
ἄκρατον. | 149 | |
189(n) | Diodor 34/35,37 | |
1 | 37. ... Κάρβωνος καὶ Σιλανοῦ· τοσούτου δὲ πλήθους ἀνῃρημένου οἱ μὲν υἱούς, οἱ δὲ ἀδελφοὺς ἐπένθουν, τινὲς δὲ πατέρων ὀρφανοὶ παῖδες ἀπολελειμμένοι τὴν τῶν γονέων ἀπώλειαν καὶ τὴν Ἰταλίας ἐρημίαν κατωδύροντο, πλεῖσται δὲ γυναῖκες ἀνδρῶν ἐστερημέναι χηρείας ἀτυχοῦς | |
5 | ἐλάμβανον πεῖραν. ἡ δὲ σύγκλητος μεγαλοψύχως φέρουσα τὴν συμφορὰν τά τε πολλὰ πένθη καὶ τὴν ὑπερβολὴν τῶν κλαυθμῶν [τὸ πολὺ] κατέ‐ στελλε καὶ τὴν ἐπὶ τῇ συμφορᾷ λύπην ἐπικρυπτομένη βαρέως ἔφερεν. (Const. Exc. 4,392) | |
190(n) | Strabo 4,1,13 | |
1 | Καὶ τοὺς Τεκτόσαγας δέ φασι μετασχεῖν τῆς ἐπὶ Δελφοὺς στρατείας, [καὶ] τούς τε θησαυροὺς τοὺς εὑρεθέντας παρ’ αὐτοῖς ὑπὸ Καιπίωνος τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἐν πόλει Τολώσσῃ τῶν ἐκεῖθεν χρημάτων μέρος εἶναί φασι, προσθεῖναι δὲ τοὺς ἀνθρώπους καὶ ἐκ τῶν ἰδίων οἴκων | |
5 | ἀνιεροῦντας καὶ ἐξιλασκομένους τὸν θεόν· προσαψάμενον δ’ αὐτῶν τὸν Καιπίωνα διὰ τοῦτο ἐν δυστυχήμασι καταστρέψαι τὸν βίον, ὡς ἱερόσυλον ἐκβληθέντα ὑπὸ τῆς πατρίδος, διαδόχους δ’ ἀπολιπόντα παῖδας, ἃς συνέβη καταπορνευθείσας, ὡς εἴρηκε Τιμαγένης, αἰσχρῶς ἀπολέσθαι. πιθανώ‐ τερος δ’ ἐστὶν ὁ Ποσειδωνίου λόγος· τὰ μὲν γὰρ εὑρεθέντα ἐν τῇ Τολώσσῃ | |
10 | χρήματα μυρίων που καὶ πεντακισχιλίων ταλάντων γενέσθαι φησί, τὰ μὲν ἐν σηκοῖς ἀποκείμενα, τὰ δ’ ἐν λίμναις ἱεραῖς, οὐδεμίαν κατασκευὴν ἔχοντα, ἀλλ’ ἀργὸν χρυσίον καὶ ἄργυρον· τὸ δ’ ἐν Δελφοῖς ἱερὸν κατ’ ἐκείνους ἤδη τοὺς χρόνους ὑπάρξαι κενὸν τῶν τοιούτων, σεσυλημένον ὑπὸ τῶν Φωκέων κατὰ τὸν ἱερὸν πόλεμον· εἰ δὲ καί τι ἐλείφθη, διανεί‐ | |
15 | μασθαι πολλούς· οὐδὲ σωθῆναι δὲ αὐτοὺς εἰκὸς εἰς τὴν οἰκείαν, ἀθλίως ἀπαλλάξαντας μετὰ τὴν ἐκ Δελφῶν ἀποχώρησιν καὶ σκεδασθέντας ἄλλους ἐπ’ ἄλλα μέρη κατὰ διχοστασίαν. ἀλλ’, ὥσπερ ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι πλείους, ἡ χώρα πολύχρυσος οὖσα καὶ δεισιδαιμόνων ἀνθρώπων καὶ οὐ πολυτελῶν τοῖς βίοις πολλαχοῦ [τῆς Κελτικῆς] ἔσχε θησαυρούς· | |
20 | μάλιστα δ’ αὐτοῖς αἱ λίμναι τὴν ἀσυλίαν παρεῖχον, εἰς ἃς καθίεσαν ἀργύρου ἢ καὶ χρυσοῦ βάρη. οἱ γοῦν Ῥωμαῖοι κρατήσαντες τῶν τόπων ἀπέδοντο τὰς λίμνας δημοσίᾳ, καὶ τῶν ὠνησαμένων πολλοὶ μύλους εὗρον σφυρηλάτους ἀργυροῦς. ἐν δὲ τῇ Τολώσσῃ καὶ τὸ ἱερὸν ἦν ἅγιον, τιμώ‐ μενον σφόδρα ὑπὸ τῶν περιοίκων, καὶ τὰ χρήματα ἐπλεόνασε διὰ τοῦτο, | |
25 | πολλῶν ἀνατιθέντων, καὶ μηδενὸς προσάπτεσθαι θαρροῦντος. | |
191(n) | Plutarch Mar. 11,2—14 | |
1 | Ἄρτι γὰρ ἀπηγγελμένης αὐτοῖς τῆς Ἰουγούρθα συλλήψεως, αἱ περὶ | |
Τευτόνων καὶ Κίμβρων φῆμαι προσέπιπτον, ἀπιστίαν μὲν ἐν ἀρχῇ παρασχοῦσαι πλήθους τε καὶ ῥώμης τῶν ἐπερχομένων στρατῶν, ὕστερον δὲ τῆς ἀληθείας ὑποδεέστεραι φανεῖσαι. μυριάδες μὲν γὰρ αἱ μάχιμοι | 150 | |
5 | τριάκοντα σὺν ὅπλοις ἐχώρουν, ὄχλοι δὲ παίδων καὶ γυναικῶν ἐλέγοντο πολλῷ πλείους συμπεριάγεσθαι, γῆς χρῄζοντες ἣ θρέψει τοσοῦτον πλῆ‐ θος, καὶ πόλεων ἐν αἷς ἱδρυθέντες βιώσονται, καθάπερ πρὸ αὐτῶν ἐπυν‐ θάνοντο Κελτοὺς τῆς Ἰταλίας τὴν ἀρίστην κατασχεῖν, Τυρρηνῶν ἀφε‐ λομένους. αὐτοὶ μὲν γὰρ ἀμειξίᾳ τῇ πρὸς ἑτέρους μήκει τε χώρας ἣν | |
10 | ἐπῆλθον ἠγνοοῦντο, τίνες ὄντες ἀνθρώπων ἢ πόθεν ὁρμηθέντες ὥσπερ νέφος ἐμπέσοιεν Γαλατίᾳ καὶ Ἰταλίᾳ ⸢καὶ μάλιστα μὲν εἰκάζοντο Γερ‐ μανικὰ γένη τῶν καθηκόντων ἐπὶ τὸν βόρειον ὠκεανὸν εἶναι τοῖς μεγέ‐ θεσι τῶν σωμάτων καὶ τῇ χαροπότητι τῶν ὀμμάτων, καὶ ὅτι Κίμβρους ἐπονομάζουσι Γερμανοὶ τοὺς λῃστάς. εἰσὶ δ’ οἳ τὴν Κελτικὴν διὰ βάθος | |
15 | χώρας καὶ μέγεθος ἀπὸ τῆς ἔξω θαλάσσης καὶ τῶν ὑπαρκτίων κλιμάτων πρὸς ἥλιον ἀνίσχοντα κατὰ τὴν Μαιῶτιν ἐπιστρέφουσαν ἅπτεσθαι τῆς Ποντικῆς Σκυθίας λέγουσι, κἀκεῖθεν τὰ γένη μεμεῖχθαι· τούτους ἐξανα‐ στάντας οὐκ ἐκ μιᾶς ὁρμῆς οὐδὲ συνεχῶς, ἀλλ’ ἔτους ὥρᾳ καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τοὔμπροσθεν ἀεὶ χωροῦντας πολέμῳ, χρόνοις πολλοῖς ἐπελ‐ | |
20 | θεῖν τὴν ἤπειρον. διὸ καὶ πολλὰς κατὰ μέρος ἐπικλήσεις ἐχόντων, κοινῇ Κελτοσκύθας τὸν στρατὸν ὠνόμαζον.⸣ ἄλλοι δέ φασι Κιμμερίων τὸ μὲν πρῶτον ὑφ’ Ἑλλήνων τῶν πάλαι γνωσθὲν[των] οὐ μέγα γενέσθαι τοῦ παντὸς μόριον, ἀλλὰ φυγὴν ἢ στάσιν τινὰ βιασθεῖσαν ὑπὸ Σκυθῶν εἰς Ἀσίαν ἀπὸ τῆς Μαιώτιδος διαπερᾶσαι Λυγδάμιος ἡγουμένου· τὸ δὲ | |
25 | πλεῖστον αὐτῶν καὶ μαχιμώτατον ἐπ’ ἐσχάτοις οἰκοῦν παρὰ τὴν ἔξω θάλασσαν, γῆν μὲν νέμεσθαι σύσκιον καὶ ὑλώδη καὶ δυσήλιον πάντῃ διὰ βάθος καὶ πυκνότητα δρυμῶν, οὓς μέχρι τῶν Ἑρκυνίων εἴσω διήκειν, οὐρανοῦ δ’ εἰληχέναι, καθ’ ὃ δοκεῖ μέγα λαμβάνων ὁ πόλος ἔξαρμα διὰ τὴν ἔγκλισιν τῶν παραλλήλων, ὀλίγον ἀπολείπειν τοῦ κατὰ κορυφὴν | |
30 | ἱσταμένου σημείου πρὸς τὴν οἴκησιν, αἵ θ’ ἡμέραι βραχύτητι καὶ μήκει πρὸς τὰς νύκτας ἴσαι κατανέμεσθαι τὸν χρόνον· διὸ καὶ τὴν εὐπορίαν τοῦ μυθεύματος Ὁμήρῳ γενέσθαι πρὸς τὴν νεκυίαν. ἔνθεν οὖν τὴν ἔφοδον εἶναι τῶν βαρβάρων τούτων ἐπὶ τὴν Ἰταλίαν, Κιμμερίων μὲν ἐξ ἀρχῆς, τότε δὲ Κίμβρων οὐκ ἀπὸ τρόπου προσαγορευομένων. ἀλλὰ ταῦτα μὲν | |
35 | εἰκασμῷ μᾶλλον ἢ κατὰ βέβαιον ἱστορίαν λέγεται. τὸ δὲ πλῆθος οὐκ ἔλαττον, ἀλλὰ πλέον εἶναι τοῦ λεχθέντος ὑπὸ πολλῶν ἱστόρηται. θυμὸν δὲ καὶ τόλμαν ἀνυπόστατοι καὶ χειρῶν ἔργα παρὰ τὰς μάχας ὀξύτητι καὶ βίᾳ πυρὸς ἐοικότες ἐπῄεσαν, οὐδενὸς ἀντέχοντος αὐτῶν πρὸς τὴν ἔφοδον, ἀλλὰ πάντων μὲν ὅσους ἐπῆλθον ἐν λόγῳ λείας ἀγομένων καὶ φερομένων, | |
40 | πολλῶν δὲ καὶ μεγάλων Ῥωμαϊκῶν στρατοπέδων καὶ στρατηγῶν, ὅσοι | |
προεκάθηντο τῆς ἐκτὸς Ἄλπεων Γαλατίας, ἀνηρπασμένων ἀκλεῶς. οἳ ἐπεσπάσαντο· νικήσαντες γὰρ οἷς ἐνέτυχον καὶ χρημάτων πολλῶν κρατή‐ σαντες, ἔγνωσαν μηδαμοῦ γῆς ἑαυτοὺς ἱδρύειν, πρὶν 〈ἂν〉 ἀνατρέψωσι τὴν Ῥώμην καὶ διαπορθήσωσι τὴν Ἰταλίαν. | 151 | |
192a(n) | Diodor 36, 1—2 | |
1 | 1. Ὅτι ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐν Ῥώμῃ, καθ’ οὓς Μάριος μὲν τοὺς κατὰ Λιβύην βασιλεῖς Βόκχον καὶ Ἰουγούρθαν κατεπολέμησε μεγάλῃ παρατάξει, καὶ πολλὰς μὲν τῶν Λιβύων μυριάδας ἀνεῖλεν, ὕστερον δὲ αὐτὸν Ἰουγούρθαν συλληφθέντα ὑπὸ Βόκχου, ὥστε τυχεῖν συγγνώμης | |
5 | παρὰ Ῥωμαίων ὑπὲρ ὧν αὐτοῖς κατέστη πρὸς πόλεμον, λαβὼν ἐκεῖθεν αἰχμάλωτον εἶχε, μεγίστοις δὲ πταίσμασι τοῖς κατὰ Γαλατίαν τῶν Κίμ‐ βρων πολεμούντων Ῥωμαῖοι περιπεσόντες ἠθύμουν, κατὰ τοὺς αὐτοὺς χρόνους ἧκόν τινες ἀπὸ Σικελίας ἀπόστασιν ἀγγέλλοντες οἰκετῶν εἰς πολλὰς ἀριθμουμένων μυριάδας. οὗ προσαγγελθέντος ἐν πολλῇ περι‐ | |
10 | στάσει τὸ Ῥωμαϊκὸν ἅπαν συνεχόμενον διετέλει, ὡς ἂν στρατιωτῶν ἐπι‐ λέκτων σχεδὸν ἑξακισμυρίων ἐν τῷ πρὸς Κίμβρους κατὰ Γαλατίαν πολέμῳ διολωλότων, καὶ ἀπόρων ὄντων εἰς ἀποστολὴν στρατιωτῶν λογάδων. 2. Πρὸ δὲ τῆς κατὰ τὴν Σικελίαν τῶν δούλων ἐπαναστάσεως ἐγέ‐ νοντο κατὰ τὴν Ἰταλίαν πλείους ἀποστάσεις ὀλιγοχρόνιοι καὶ μικραί, | |
15 | καθάπερ τοῦ δαιμονίου προσημαίνοντος τὸ μέγεθος τῆς ἐσομένης κατὰ τὴν Σικελίαν ἐπαναστάσεως, πρώτη μὲν ἡ περὶ Νουκερίαν, τριάκοντα οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέντων, δευτέρα ἡ περὶ τὴν Καπύην, διακοσίων οἰκετῶν ἐπαναστάντων καὶ ταχὺ καταλυθέντων. τρίτη δὲ παράδοξος γέγονέ τις. ἦν Τίτος μὲν Οὐέττιος, ἱππεὺς [μὲν] | |
20 | Ῥωμαίων, μεγαλοπλούτου δὲ πατρὸς παῖς. οὗτος ἠράσθη θεραπαινίδος ἀλλοτρίας κάλλει διαφερούσης. συμπλακεὶς δ’ αὐτῇ καὶ εἰς ἔρωτα παρά‐ δοξον αὐτῆς ἐμπεσὼν ἐξηγόρασεν αὐτήν, οὕτω τοῦ τε μανιώδους ἔρωτος βιαζομένου καὶ τοῦ κυρίου τῆς κόρης τὴν πρᾶσιν μόλις κατανεύσαντος, ταλάντων Ἀττικῶν ἑπτά, καὶ χρόνον ὥρισε καθ’ ὃν ἀποτίσει τὸ χρέος· | |
25 | ἐπιστεύετο δὲ διὰ τὴν πατρῴαν περιουσίαν. ἐνστάντος δὲ τοῦ ὁρισθέντος, καὶ μὴ ἔχων ἀποδοῦναι, πάλιν ἔταξε τριάκοντα ἡμερῶν προθεσμίαν. ὡς δὲ καὶ ταύτης ἐπιστάσης οἱ μὲν ἀπῄτουν, ὁ δὲ οὐδὲν πλέον εἶχεν ἀνύειν, ὁ δ’ ἔρως ἤκμαζεν, ἐπεχείρησε πράξει παραλογωτάτῃ· ἐπιβου‐ λεύει μὲν γὰρ τοὺς ἀπαιτοῦντας, ἑαυτῷ δὲ μοναρχικὴν ἐξουσίαν περιέθηκε. | |
30 | συναγοράσας γὰρ πεντακοσίας πανοπλίας, καὶ χρόνον τῆς τιμῆς συντάξας, καὶ πιστευθείς, λάθρᾳ πρὸς ἀγρόν τινα παρακομίσας τοὺς ἰδίους ἀνέσεισε πρὸς ἀπόστασιν οἰκέτας, τετρακοσίους ὄντας. εἶτα ἀναλαβὼν διάδημα καὶ περιβόλαιον πορφυροῦν καὶ ῥαβδούχους καὶ τὰ ἄλλα σύσσημα τῆς ἀρχῆς, | |
καὶ βασιλέα ἑαυτὸν συνεργίᾳ τῶν δούλων ἀναδείξας, τοὺς μὲν ἀπαιτοῦντας | 152 | |
35 | καὶ μάλιστα τὴν φορὰν αὐτῶν κακῶς ἀγωνισάμενοι κατὰ τῆς Ῥώμης τὴν τιμὴν τῆς κόρης ῥαβδίσας ἐπελέκισεν, ἐξοπλίσας δὲ τοὺς οἰκέτας ἐπῄει τὰς σύνεγγυς ἐπαύλεις, καὶ τοὺς μὲν προθύμως συναφισταμένους καθώπλιζε, τοὺς δ’ ἀντιπράττοντας ἀνῄρει. ταχὺ δὲ συναγαγὼν στρατι‐ ώτας πλείους τῶν ἑπτακοσίων καὶ τούτους εἰς ἑκατονταρχίας καταλέξας, | |
40 | ἐνεβάλετο χάρακα καὶ τοὺς ἀφισταμένους ὑπεδέχετο. τῆς δ’ ἀποστάσεως εἰς Ῥώμην ἀπαγγελθείσης, ἡ σύγκλητος ἐμφρόνως περὶ αὐτῆς ἐβουλεύ‐ σατο καὶ κατώρθωσε. τῶν γὰρ κατὰ πόλιν στρατηγῶν ἀπέδειξεν ἕνα πρὸς τὴν τῶν δραπετῶν σύλληψιν, Λεύκιον Λούκουλλον. οὗτος δὲ αὐθη‐ μερὸν ἐκ τῆς Ῥώμης ἐπιλέξας στρατιώτας ἑξακοσίους, εἰς τὴν Καπύην | |
45 | ἦλθε συναθροίσας πεζοὺς μὲν τετρακισχιλίους, ἱππεῖς δὲ τετρακοσίους. ὁ δὲ Οὐέττιος τὴν ὁρμὴν τοῦ Λουκούλλου πυθόμενος κατελάβετο λόφον καρτερόν, ἔχων τοὺς πάντας πλέον τῶν τρισχιλίων καὶ πεντακοσίων. καὶ τὸ μὲν πρῶτον συμβολῆς γενομένης ἐπλεονέκτησαν οἱ δραπέται ἐκ τό‐ πων ὑπερδεξίων μαχόμενοι· μετὰ δὲ ταῦτα τὸν μὲν στρατηγὸν τοῦ Οὐετ‐ | |
192a(50) | τίου Ἀπολλώνιον διαφθείρας ὁ Λούκουλλος καὶ τῇ δημοσίᾳ πίστει τὴν ἄφεσιν τῆς τιμωρίας βεβαιώσας, ἔπεισεν αὐτὸν προδότην γενέσθαι τῶν συναποστατῶν. διὸ καὶ τούτου συνεργοῦντος τοῖς Ῥωμαίοις καὶ τὰς χεῖρας προσφέροντος τῷ Οὐεττίῳ, φοβηθεὶς τὴν ἐκ τῆς ἁλώσεως τιμω‐ ρίαν ἑαυτὸν ἀπέσφαξεν, αὐτίκα συναπολωλότων καὶ τῶν τῆς ἀποστάσεως | |
55 | κεκοινωνηκότων πλὴν τοῦ προδόντος Ἀπολλωνίου. καὶ ταῦτα μὲν πρὸ τῆς κατὰ Σικελίαν, ὥσπερ προοιμιαζόμενα ταύτῃ, μεγίστης ἀποστάσεως· ἥτις ἀρχὴν ἔλαβε τοιαύτην. (Phot. Bibl. 386—387b) | |
192b(n) | Diodor 36,2a | |
1 | Ὅτι πολλαὶ ἐπαναστάσεις ἐγένοντο οἰκετῶν, πρώτη μὲν ἡ περὶ τὴν Νου‐ κερίαν, τριάκοντα οἰκετῶν συνωμοσίαν ποιησαμένων καὶ ταχὺ κολασθέν‐ των, δευτέρα δὲ ἡ περὶ Καπύην, διακοσίων οἰκετῶν ἐπαναστάντων καὶ ταχὺ κολασθέντων· τρίτη δὲ ἀπόστασις ἐγένετο παράδοξος καὶ πολὺ τὰς | |
5 | εἰθισμένας διαλλάττουσα. ἦν γάρ τις Τίτος μὲν Οὐέττιος, ἱππεὺς δὲ Ῥωμαίων, ὃς ἔχων πατέρα μεγαλόπλουτον καὶ νέος ὢν παντελῶς εἰς ἐπιθυμίαν ἦλθεν ἀλλοτρίας θεραπαινίδος κάλλει διαφερούσης. ἐπιπλα‐ κεὶς δὲ αὐτῇ καὶ συμβιώσας ἱκανόν τινα χρόνον εἰς ἔρωτα παράδοξον ἐνέπεσε καὶ διάθεσιν μανίᾳ παρεμφερῆ. διὰ γὰρ τὴν φιλοστοργίαν ἐπιβα‐ | |
10 | λόμενος ἐξαγοράσαι τὴν παιδίσκην, τὸ μὲν πρῶτον ἔσχε τὸν δεσπότην αὐτῆς ἀντιπράττοντα, μετὰ δὲ ταῦτα τῷ μεγέθει τῆς τιμῆς προτρεψά‐ μενος ἐξηγόρασεν αὐτὴν ταλάντων Ἀττικῶν ἑπτά, καὶ τὴν ἀπόδοσιν τῆς τιμῆς εἰς τακτὸν χρόνον συνέθετο. πιστευθεὶς δὲ τοῦ χρήματος διὰ τὴν τοῦ πατρὸς εὐπορίαν ἀπήγαγε τὴν θεραπαινίδα, καὶ καταδὺς εἴς τινα | |
15 | τῶν πατρικῶν ἀγρῶν ἐξεπλήρου τὴν ἰδίαν ἐπιθυμίαν. ὡς δὲ ὁ συγκείμενος τοῦ χρέους χρόνος διῆλθεν, ἧκον οἱ πεμφθέντες εἰς τὴν ἀπαίτησιν· ὁ δὲ εἰς τὴν τριακοστὴν ἡμέραν ἀναβαλόμενος τὴν ἀπόλυσιν, καὶ τὸ μὲν χρῆμα | |
οὐ δυνάμενος πορίσαι, τῷ δὲ ἔρωτι δουλεύων, ἐπεχείρησε πράξει παρα‐ λογωτάτῃ. διὰ γὰρ τοῦ πάθους τὴν ὑπερβολὴν καὶ τὴν ἐκ τῆς ἀναβολῆς | 153 | |
20 | ἐπακολουθοῦσαν αἰσχύνην ἐξετράπη πρὸς διαλογισμοὺς παιδαριώδεις καὶ πολλῆς ἀφροσύνης μεστούς. πρὸ ὀφθαλμῶν γὰρ λαμβάνων τὸν ἐσόμενον τῆς ἐρωμένης διαχωρισμόν, τοῖς μὲν ἀπαιτοῦσι τὴν τιμὴν ἀνέλπιστον ἐπιβουλὴν συνεστήσατο. (Const. Exc. 3,208) | |
193(n) | Athenaeus VI 272 ef | |
1 | Καὶ αἱ πολλαὶ δὲ αὗται Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργά‐ ζοντο τὰ μέταλλα. Ποσειδώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι δὲ τὴν ἐπὶ Σουνίῳ ἀκρόπολιν καὶ ἐπὶ πολὺν | |
5 | χρόνον πορθῆσαι τὴν Ἀττικήν. οὗτος δ’ ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίᾳ ἡ δευτέρα τῶν δούλων ἐπανάστασις ἐγένετο. | |
194a(n) | Diodor 36,3—6 | |
1 | 3. Κατὰ τὴν ἐπὶ τοὺς Κίμβρους τοῦ Μαρίου στρατείαν ἔδωκεν ἡ σύγ‐ κλητος ἐξουσίαν τῷ Μαρίῳ ἐκ τῶν πέραν θαλάττης ἐθνῶν μεταπέμπεσθαι συμμαχίαν. ὁ μὲν οὖν Μάριος ἐξέπεμψε πρὸς Νικομήδην τὸν τῆς Βιθυ‐ νίας βασιλέα περὶ βοηθείας· ὁ δὲ ἀπόκρισιν ἔδωκε τοὺς πλείους τῶν | |
5 | Βιθυνῶν ὑπὸ τῶν δημοσιωνῶν διαρπαγέντας δουλεύειν ἐν ταῖς ἐπαρχίαις. τῆς δὲ συγκλήτου ψηφισαμένης ὅπως μηδεὶς σύμμαχος ἐλεύθερος ἐν ἐπαρχίᾳ δουλεύῃ καὶ τῆς τούτων ἐλευθερώσεως οἱ στρατηγοὶ πρόνοιαν ποιῶνται, τότε κατὰ τὴν Σικελίαν ὢν στρατηγὸς Λικίνιος Νερούας ἀκο‐ λούθως τῷ δόγματι συχνοὺς τῶν δούλων ἠλευθέρωσε, κρίσεις προθείς, | |
10 | ὡς ἐν ὀλίγαις ἡμέραις πλείους τῶν ὀκτακοσίων τυχεῖν τῆς ἐλευθερίας. καὶ ἦσαν πάντες οἱ κατὰ τὴν νῆσον δουλεύοντες μετέωροι πρὸς τὴν ἐλευ‐ θερίαν. οἱ δ’ ἐν ἀξιώμασι συνδραμόντες παρεκάλουν τὸν στρατηγὸν ἀποστῆναι ταύτης τῆς ἐπιβολῆς. ὁ δ’ εἴτε χρήμασι πεισθεὶς εἴτε χάριτι δουλεύσας, τῆς μὲν τῶν κριτηρίων τούτων σπουδῆς ἀπέστη καὶ τοὺς | |
15 | προσιόντας ἐπὶ τῷ τυχεῖν τῆς ἐλευθερίας ἐπιπλήττων εἰς τοὺς ἰδίους κυρίους προσέταττεν ἐπαναστρέφειν. οἱ δὲ δοῦλοι συστραφέντες καὶ τῶν Συρακουσῶν ἀπαλλαγέντες καὶ καταφυγόντες εἰς τὸ τῶν Παλικῶν τέμε‐ νος, διελάλουν πρὸς ἀλλήλους ὑπὲρ ἀποστάσεως. ἐκεῖθεν ἐν πολλοῖς τόποις τῆς τῶν οἰκετῶν τόλμης ἐκδήλου γινομένης, πρῶτοι τῆς ἐλευ‐ | |
20 | θερίας ἀντεποιήσαντο κατὰ τὴν Ἁλικυαίων χώραν ἀδελφῶν δυεῖν μεγα‐ | |
λοπλούτων οἰκέται τριάκοντα, ὧν ἡγεῖτο Ὀάριος ὄνομα· οἳ πρῶτον μὲν νυκτὸς κοιμωμένους τοὺς ἰδίους δεσπότας ἀπέσφαξαν, εἶτα ἐπὶ τὰς γειτνιώσας ἐπαύλεις παρελθόντες παρεκάλουν ἐπὶ τὴν ἐλευθερίαν τοὺς δούλους· καὶ ἐν αὐτῇ τῇ νυκτὶ συνέδραμον πλείους τῶν ἑκατὸν εἴκοσι. | 154 | |
25 | καὶ καταλαβόμενοι χωρίον φύσει ὀχυρὸν τοῦτο μᾶλλον ἀπωχύρωσαν, προσδεξάμενοι καὶ ἑτέρους δούλους ὡπλισμένους ὀγδοήκοντα. ὁ δὲ στρα‐ τηγὸς τῆς ἐπαρχίας Λικίνιος Νερούας κατὰ τάχος αὐτοῖς ἐπελθὼν καὶ πολιορκῶν ἄπρακτον ἔσχε τὴν σπουδήν. ἐπεὶ δὲ βίᾳ ἀνάλωτον τὸ φρού‐ ριον ἑώρα, ἐπὶ τὴν προδοσίαν ὁρμᾷ, καὶ σωτηρίας ὑποσχέσεσι Γάιον | |
30 | Τιτίνιον ἐπικαλούμενον Γαδαῖον ἀναπείσας, ἦν δ’ οὗτος πρὸ δυεῖν ἐτῶν καταδικασθεὶς μὲν θανάτῳ, τὴν τιμωρίαν δ’ ἐκφυγὼν καὶ πολλοὺς τῶν κατὰ τὴν χώραν ἐλευθέρων κατὰ λῃστείαν ἀναιρῶν, οὐδένα δὲ τῶν οἰκετῶν παραλυπῶν, εἶχεν ὑπηρέτην τοῦ σκοποῦ. οὗτος ἔχων αὑτῷ πιστοὺς οἰκέτας ἱκανοὺς πρόσεισι τῷ φρουρίῳ τῶν ἀποστατῶν, ὡς δὴ | |
35 | συμμεθέξων τοῦ κατὰ Ῥωμαίων πολέμου· εὐμενῶς δὲ καὶ φιλοφρόνως προσδεχθεὶς ᾑρέθη διὰ τὴν ἀνδρείαν καὶ στρατηγός, καὶ προύδωκε τὸ φρούριον. τῶν δ’ ἀποστατῶν οἱ μὲν μαχόμενοι κατεκόπησαν, οἱ δὲ τὴν ἀπὸ τῆς ἁλώσεως δεδιότες τιμωρίαν ἑαυτοὺς κατεκρήμνισαν. ἡ μὲν οὖν πρώτη τῶν δραπετῶν στάσις κατελύθη τὸν εἰρημένον τρόπον. | |
40 | 4. Τῶν δὲ στρατιωτῶν πρὸς τὰ οἰκεῖα ἤθη ἀπολυθέντων, ἧκόν τινες ἀπαγγέλλοντες ὅτι Πόπλιον Κλόνιον, γενόμενον ἱππέα Ῥωμαίων, ἐπανα‐ στάντες οἱ δοῦλοι κατέσφαξαν ὀγδοήκοντα ὄντες, καὶ ὅτι πλῆθος ἀγεί‐ ρουσι. καὶ ὁ μὲν στρατηγὸς ἑτέρων βουλαῖς παρακρουσθείς, ἤδη καὶ τῶν πλείστων στρατιωτῶν ἀπολελυμένων, καιρὸν παρεῖχε διὰ τῆς ἀνα‐ | |
45 | βολῆς τοῖς ἀποστάταις βέλτιον αὑτοὺς ἀσφαλίσασθαι. προῆγε δὲ μετὰ τῶν ἐνόντων στρατιωτῶν, καὶ διαβὰς τὸν Ἄλβαν ποταμὸν παρῆλθε τοὺς ἀποστάτας διατρίβοντας ἐν ὄρει καλουμένῳ Καπριανῷ, καὶ κατήντησεν εἰς πόλιν Ἡράκλειαν. ἐκ γοῦν τοῦ μὴ προσβαλεῖν αὐτοῖς τὸν στρατηγὸν ἀτολμίαν αὐτοῦ διαφημίσαντες συχνοὺς ἀνέσειον τῶν οἰκετῶν. καὶ πολλῶν | |
194a(50) | συρρεόντων καὶ τὸν δυνατὸν τρόπον εἰς μάχην παρασκευαζομένων, ἐν ἑπτὰ ταῖς πρώταις ἡμέραις καθωπλίσθησαν πλείους τῶν ὀκτακοσίων, ἐφεξῆς δ’ ἐγένοντο τῶν δισχιλίων οὐκ ἐλάττους. πυθόμενος δ’ ἐν Ἡρα‐ κλείᾳ τὴν αὔξησιν αὐτῶν ὁ στρατηγὸς ἡγεμόνα προεχειρίσατο Μάρκον Τιτίνιον, δοὺς αὐτῷ στρατιώτας τοὺς ἐκ τῆς Ἔννης φρουροὺς ἑξακοσίους. | |
55 | οὗτος δὲ μάχῃ προσβαλὼν τοῖς ἀποστάταις, ἐπεὶ καὶ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ἐπλεονέκτουν ἐκεῖνοι, ἐτράπη σὺν τοῖς περὶ αὐτόν, πολλῶν μὲν ἀναιρεθέντων, τῶν δὲ λοιπῶν ῥιψάντων τὰ ὅπλα καὶ φυγῇ μόλις διασωθέντων. καὶ οἱ ἀποστάται ὅπλων τε εὐπορήσαντες τοσούτων ἀθρόον καὶ νίκης θρασύτερον εἴχοντο τῶν ἔργων, καὶ πάντες τῶν δού‐ | |
60 | λων ἐμετεωρίζοντο πρὸς ἀπόστασιν. καὶ πολλῶν καθ’ ἡμέραν ἀφιστα‐ μένων σύντομον καὶ παράδοξον ἐλάμβανον αὔξησιν, ὡς ἐν ὀλίγαις ἡμέ‐ ραις πλείους γενέσθαι τῶν ἑξακισχιλίων. ὅτε δὴ καὶ εἰς ἐκκλησίαν συνελ‐ θόντες καὶ βουλῆς προτεθείσης πρῶτον μὲν εἵλοντο βασιλέα τὸν ὀνο‐ | |
μαζόμενον Σαλούιον, δοκοῦντα τῆς ἱεροσκοπίας ἔμπειρον εἶναι καὶ ταῖς | 155 | |
65 | γυναικείαις θέαις αὐλομανοῦντα. οὗτος βασιλεύσας τὰς μὲν πόλεις ἀργίας 〈αἰτίασ〉 καὶ τρυφῆς νομίζων ἐξέκλινεν, εἰς τρία δὲ μερίσας τοὺς ἀποστάτας καὶ ἴσους ἡγεμόνας ἐγκαταστήσας ταῖς μερίσι, προσέταξεν ἐπιέναι τὴν χώραν καὶ πρὸς ἕνα τόπον καὶ καιρὸν ἅπαντας ἀπαντᾶν. διὸ πολλῶν ἐκ τῆς ἐπελασίας ἄλλων τε ζῴων καὶ ἵππων εὐπορήσαντες, ἐν ὀλίγῳ χρόνῳ | |
70 | κατεσκευάσθησαν ἱππεῖς μὲν πλείους τῶν δισχιλίων, πεζοὶ δὲ οὐκ ἐλάτ‐ τους τῶν δισμυρίων, ἤδη καὶ γυμνασίαις πολεμικαῖς ἐνδιαπρέποντες. προσπεσόντες οὖν ἄφνω πόλει ὀχυρᾷ Μοργαντίνῃ προσβολὰς ἐνεργεῖς καὶ συνεχεῖς ἐποιοῦντο. ὁ δὲ στρατηγὸς ὡς βοηθήσων τῇ πόλει ἐπελθών, νυκτοπορίᾳ χρησάμενος, ἔχων μεθ’ ἑαυτοῦ Ἰταλιώτας τε καὶ ἐκ Σικε‐ | |
75 | λίας σχεδὸν στρατιώτας μυρίους, κατέλαβε τοὺς ἀποστάτας ἀσχολου‐ μένους περὶ τὴν πολιορκίαν, καὶ ἐπιθέμενος αὐτῶν τῇ παρεμβολῇ καὶ εὑρὼν ὀλίγους μὲν τοὺς φυλάττοντας, πλῆθος δὲ γυναικῶν αἰχμαλώτων καὶ λείας ἄλλης παντοδαποῦς, ῥᾳδίως ἐξεῖλε τὴν στρατοπεδείαν. καὶ ταύτην μὲν διήρπασεν, ἐπὶ δὲ τὴν Μοργαντίνην ἦγεν. οἱ δ’ ἀποστάται | |
80 | ἐξαίφνης ἀντεπιθέμενοι, καὶ ὑπερδέξιον τὴν στάσιν ἔχοντες, βιαίως τε ἐπιρράξαντες, εὐθὺς ἐπὶ προτερήματος ἦσαν· οἱ δὲ τοῦ στρατηγοῦ ἐτρά‐ πησαν πρὸς φυγήν. τοῦ δὲ βασιλέως τῶν ἀποστατῶν κήρυγμα ποιησα‐ μένου μηδένα κτείνειν τῶν τὰ ὅπλα ῥιπτούντων, οἱ πλεῖστοι ῥιπτοῦντες ἔφευγον. καὶ τούτῳ τῷ τρόπῳ καταστρατηγήσας τοὺς πολεμίους ὁ | |
85 | Σαλούιος τήν τε παρεμβολὴν ἀνεκτήσατο καὶ περιβόητον νίκην ἀπενεγκά‐ μενος πολλῶν ὅπλων ἐκυρίευσεν. ἀπέθανον δὲ ἐν τῇ μάχῃ τῶν Ἰταλιω‐ τῶν τε καὶ Σικελῶν οὐ πλείους ἑξακοσίων διὰ τὴν τοῦ κηρύγματος φιλαν‐ θρωπίαν, ἑάλωσαν δὲ περὶ τετρακισχιλίους. ὁ δὲ Σαλούιος, πολλῶν πρὸς αὐτὸν ἀπὸ τοῦ κατορθώματος συρρεόντων, διπλασιάσας τὴν ἰδίαν δύναμιν, | |
90 | ἐκράτει τῶν ὑπαίθρων, καὶ πολιορκεῖν πάλιν ἐπεχείρει τὴν Μοργαντίνην, κηρύγμα〈τι〉 δοὺς τοῖς ἐν αὐτῇ δούλοις τὴν ἐλευθερίαν. τῶν δὲ κυρίων ἀντιπροτεινόντων αὐτοῖς ταύτην, εἰ σφίσι συναγωνίσαιντο, εἵλοντο μᾶλ‐ λον τὴν ἀπὸ τῶν κυρίων, καὶ προθύμως ἀγωνισάμενοι ἀπετρίψαντο τὴν πολιορκίαν. ὁ δὲ στρατηγὸς μετὰ ταῦτα τὴν ἐλευθερίαν ἀνατρέψας αὐτο‐ | |
95 | μολῆσαι τοὺς πλείστους παρεσκεύασε τοῖς ἀποστάταις. 5. Περὶ δὲ τὴν Αἰγεσταίων καὶ Λιλυβαϊτῶν χώραν, ἔτι δὲ τῶν ἄλλων τῶν πλησιοχώρων, ἐνόσει πρὸς ἀπόστασιν τὰ πλήθη τῶν οἰκετῶν. γίνεται δὲ τούτων ἀρχηγὸς Ἀθηνίων ὄνομα, ἀνὴρ ἀνδρείᾳ διαφέρων, Κίλιξ τὸ γένος. οὗτος οἰκονόμος ὢν δυοῖν ἀδελφῶν μεγαλοπλούτων, καὶ τῆς ἀστρο‐ | |
194a(100) | μαντικῆς πολλὴν ἔχων ἐμπειρίαν, ἔπεισε τῶν οἰκετῶν πρῶτον μὲν τοὺς ὑφ’ ἑαυτὸν τεταγμένους περὶ διακοσίους ὄντας, ἔπειτα τοὺς γειτνιῶντας, ὥστε ἐν πέντε ἡμέραις συναχθῆναι πλείους τῶν χιλίων. ὑπὸ δὲ τούτων αἱρεθεὶς βασιλεὺς καὶ διάδημα περιθέμενος ἐναντίαν τοῖς ἄλλοις ἅπασιν | |
ἀποστάταις τὴν διάθεσιν ἐποιεῖτο. οὐ γὰρ προσεδέχετο πάντας τοὺς ἀφι‐ | 156 | |
105 | σταμένους, ἀλλὰ τοὺς ἀρίστους ποιούμενος στρατιώτας τοὺς ἄλλους ἠνάγκαζε μένοντας ἐπὶ τῶν προγεγενημένων ἐργασιῶν ἐπιμελεῖσθαι τῆς ἰδίας ἕκαστον οἰκονομίας καὶ τάξεως, ἐξ ὧν καὶ τροφὰς ἀφθόνους τῶν στρατιωτῶν ἐχορηγεῖτο. προσεποιεῖτο δὲ τοὺς θεοὺς αὐτῷ διὰ τῶν ἄστρων προσημαίνειν ὡς ἔσοιτο τῆς Σικελίας συμπάσης βασιλεύς· διὸ | |
110 | δεῖν αὐτῆς τε τῆς χώρας καὶ τῶν ἐν αὐτῇ ζῴων τε καὶ καρπῶν ὡς ἰδίων φείδεσθαι. τέλος ἀθροίσας ὑπὲρ τοὺς μυρίους ἐτόλμησε πόλιν ἀπόρθητον τὸ Λιλύβαιον πολιορκεῖν. μηδὲν δὲ ἀνύων μετανίστατο αὐτῆς, εἰπὼν αὐτῷ τοὺς θεοὺς τοῦτο ἐπιτάττειν· ἐπιμένοντας γὰρ 〈ἂν〉 τῇ πολιορκίᾳ δυστυ‐ χήματος πειραθῆναι. παρασκευαζομένου δὲ αὐτοῦ τὴν ἀπὸ τῆς πόλεως | |
115 | ἀναχώρησιν κατέπλευσάν τινες ἐν ταῖς ναυσὶ κομίζοντες ἐπιλέκτους Μαυρουσίους, οἳ ἐπὶ βοήθειαν ἦσαν ἀπεσταλμένοι τοῖς Λιλυβαΐταις, ἔχοντες ἡγούμενον ὃς ὠνομάζετο Γόμων. οὗτος σὺν τοῖς ἅμ’ αὐτῷ κατὰ νύκτα καὶ ἀνελπίστως ἐπιθέμενος τοὺς περὶ Ἀθηνίωνα ὁδοιποροῦντας, πολλοὺς καταβαλόντες, οὐκ ὀλίγους δὲ τραυματίσαντες, εἰς τὴν πόλιν | |
120 | ἐπανῆλθον. διόπερ οἱ ἀποστάται τὴν ἐκ τῆς ἀστρομαντείας πρόρρησιν ἐθαύμαζον. 6. Εἶχε δὲ τὴν Σικελίαν πᾶσαν σύγχυσις καὶ κακῶν Ἰλιάς. οὐ γὰρ οἱ δοῦλοι μόνον, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ ἄποροι πᾶσαν ἁρπαγὴν καὶ παρανομίαν ἐργαζόμενοι, καὶ τοὺς περιτυγχάνοντας δούλους τε καὶ ἐλευ‐ | |
125 | θέρους, ὅπως μηδεὶς ἀπαγγέλλοι τὴν περὶ αὐτοὺς ἀπόνοιαν, ἐφόνευον ἀναιδῶς. διὸ καὶ πάντες οἱ κατὰ τὰς πόλεις ὑπελάμβανον τὰ μὲν ἐντὸς τειχῶν μόλις εἶναι ἴδια, τὰ δ’ ἐκτὸς ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χειροκρασίας. καὶ ἄλλα δὲ πολλὰ πολλοῖς ἄτοπα κατὰ τὴν Σικελίαν ἐτολμᾶτο. (Photios Bibl. 387—389) | |
194b(n) | Diodor 36,11 | |
1 | 11. Ὅτι οὐ μόνον τὸ πλῆθος τῶν οἰκετῶν τὸ πρὸς τὴν ἀπόστασιν ὡρμημένον κατέτρεχεν, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ τὰς ἐπὶ χώρας κτή‐ σεις οὐκ ἔχοντες ἐτρέποντο πρὸς ἁρπαγὴν καὶ παρανομίαν. οἱ γὰρ ἐλλι‐ πεῖς ταῖς οὐσίαις διὰ τὴν ἀπορίαν ἅμα καὶ παρανομίαν ἐξεχέοντο κατὰ | |
5 | συστροφὰς ἐπὶ τὴν χώραν, καὶ τὰς μὲν ἀγέλας τῶν θρεμμάτων ἀπήλαυ‐ νον, τοὺς δ’ ἐν τοῖς σταθμοῖς τεθησαυρισμένους καρποὺς διήρπαζον, καὶ τοὺς περιτυγχάνοντας ἀνέδην ἐλευθέρους τε καὶ δούλους ἐφόνευον, ὅπως μηδεὶς ἀπαγγείλῃ τὴν περὶ αὐτοὺς ἀπόνοιάν τε καὶ παρανομίαν. ἀναρχίας δ’ οὔσης διὰ τὸ μηδεμίαν Ῥωμαϊκὴν ἀρχὴν δικαιοδοτεῖν, πάντες ἀνυπ‐ | |
10 | εύθυνον ἐξουσίαν ἔχοντες πολλὰς καὶ μεγάλας συμφορὰς ἀπειργάζοντο· διὸ καὶ πᾶς τόπος ἔγεμεν ἁρπαγῆς βιαίου ταῖς τῶν εὐπόρων οὐσίαις ἐνεξ‐ ουσιαζούσης. οἱ δὲ πρότερον ἐν ταῖς πόλεσι πρωτεύοντες ταῖς τε δόξαις | |
καὶ τοῖς πλούτοις τότε διὰ τὴν ἀνέλπιστον τῆς τύχης μεταβολὴν οὐ μόνον ὑπὸ τῶν δραπετῶν ὑβριστικῶς ἀπέβαλλον τὰς εὐπορίας, ἀλλὰ καὶ ὑπὸ | 157 | |
15 | τῶν ἐλευθέρων ἐπηρεαζόμενοι καρτερεῖν ἠναγκάζοντο. διὸ καὶ πάντες ὑπελάμβανον τὰ μὲν ἐντὸς τῶν πυλῶν μόγις ὑπάρχειν ἴδια, τὰ δὲ ἐκτὸς τῶν τειχῶν ἀλλότρια καὶ δοῦλα τῆς παρανόμου χειροκρατίας εἶναι. καθ‐ όλου δ’ ἦν κατὰ πόλεις φυρμὸς καὶ σύγχυσις τῶν κατὰ νόμους δικαίων. οἱ γὰρ ἀποστάται τῶν ὑπαίθρων κρατοῦντες ἀνεπίβατον ἐποιοῦντο τὴν | |
20 | χώραν, μνησικακοῦντες τοῖς δεσπόταις, οὐκ ἐμπιμπλάμενοι δὲ τῶν ἀνελ‐ πίστων εὐτυχημάτων· οἱ δὲ ἐντὸς τῶν τειχῶν δοῦλοι νοσοῦντες ταῖς ψυχαῖς καὶ μετεωριζόμενοι πρὸς ἀπόστασιν φοβερώτατοι τοῖς κυρίοις ὑπῆρχον. (Const. Exc. 2(1),314) | |
195(n) | Plutarch Mar. 15,1—5 | |
1 | 15. Πυνθανόμενος δὲ τοὺς πολεμίους ὁ Μάριος ἐγγὺς εἶναι διὰ ταχέων ὑπερέβαλε τὰς Ἄλπεις· καὶ τειχίσας στρατόπεδον παρὰ τῷ Ῥοδανῷ ποταμῷ, συνήγαγεν εἰς αὐτὸ χορηγίαν ἄφθονον, ὡς μηδέποτε παρὰ τὸν τοῦ συμφέροντος λογισμὸν ἐκβιασθείη δι’ ἔνδειαν τῶν ἀναγκαίων εἰς | |
5 | μάχην καταστῆναι. τὴν δὲ κομιδὴν ὧν ἐδεῖτο τῷ στρατεύματι μακρὰν καὶ πολυτελῆ πρότερον οὖσαν πρὸς τὴν θάλασσαν αὐτὸς εἰργάσατο ῥᾳδίαν καὶ ταχεῖαν. τὰ γὰρ στόματα τοῦ Ῥοδανοῦ, πρὸς τὰς ἀνακοπὰς τῆς θα‐ λάττης ἰλύν τε πολλὴν λαμβάνοντα καὶ θῖνα πηλῷ βαθεῖ συμπεπιλη‐ μένην ὑπὸ τοῦ κλύδωνος, χαλεπὸν καὶ ἐπίπονον καὶ βραδύπορον τοῖς | |
10 | σιταγωγοῖς ἐποίει τὸν εἴσπλουν. ὁ δὲ τρέψας ἐνταῦθα τὸν στρατὸν σχολά‐ ζοντα, τάφρον μεγάλην ἐνέβαλε, καὶ ταύτῃ πολὺ μέρος τοῦ ποταμοῦ μετα‐ στήσας περιήγαγεν εἰς ἐπιτήδειον αἰγιαλόν, βαθὺ μὲν καὶ ναυσὶ μεγάλαις ἔποχον, λεῖον δὲ καὶ ἄκλυστον στόμα λαβοῦσαν πρὸς τὴν θάλασσαν. αὕτη μὲν οὖν ἔτι ἀπ’ ἐκείνου τὴν ἐπωνυμίαν φυλάττει ... Τεύτονες | |
15 | δὲ καὶ Ἄμβρωνες (sc. ἔλαχον χωρεῖν) διὰ Λιγύων ἐπὶ Μάριον παρὰ θάλατταν. | |
196(n) | Diodor 36,12 | |
1 | Ὅτι Σατορνῖνος ὁ δήμαρχος ζηλώσας βίον ἀκόλαστον καὶ ταμίας ὑπάρ‐ χων εἰς τὴν ἐξ Ὠστίας εἰς Ῥώμην τοῦ σίτου παρακομιδὴν ἐτάχθη, διὰ δὲ τὴν ῥᾳθυμίαν καὶ φαυλότητα τῆς ἀγωγῆς δόξας κακῶς προεστάναι τῆς προειρημένης ἐπιμελείας, ἐπιτιμήσεως ἔτυχε προσηκούσης· ἡ γὰρ σύγ‐ | |
5 | κλητος παρελομένη τὴν ἐξουσίαν παρέδωκεν ἄλλοις τὴν ἐπιστασίαν ταύτην. διορθωσάμενος δὲ τὴν προϋπάρχουσαν ἀκολασίαν καὶ τοῦ σώ‐ φρονος ἀντεχόμενος βίου, δημαρχίας ὑπὸ τοῦ δήμου κατηξιώθη. | |
(Const. Exc. 2(1),314—315) | 158 | |
197(n) | Diodor 36,7—8 | |
1 | 7. Ὁ δὲ τὴν Μοργαντίνην πολιορκήσας Σαλούιος, ἐπιδραμὼν τὴν χώραν μέχρι τοῦ Λεοντίνου πεδίου, ἤθροισεν αὑτοῦ τὸ σύμπαν στράτευμα, ἐπιλέκτους ἄνδρας οὐκ ἐλάττους τῶν τρισμυρίων, καὶ θύσας τοῖς Παλι‐ κοῖς ἥρωσι τούτοις μὲν ἀνέθηκε μίαν τῶν ἁλουργῶν περιπορφύρων στολὴν | |
5 | χαριστήρια τῆς νίκης, αὐτὸς δ’ ἀναγορεύσας ἑαυτὸν βασιλέα Τρύφων μὲν ὑπὸ τῶν ἀποστατῶν προσηγορεύετο, διανοούμενος δὲ τὰ Τριόκαλα κατα‐ λαβέσθαι καὶ κατασκευάσαι βασίλεια πέμπει καὶ πρὸς Ἀθηνίωνα, με‐ ταπεμπόμενος αὐτὸν ὡς στρατηγὸν βασιλεύς. πάντες μὲν οὖν ὑπελάμβανον τὸν Ἀθηνίωνα τῶν πρωτείων ἀντιποιήσεσθαι, καὶ διὰ τὴν στάσιν τῶν | |
10 | ἀποστατῶν ῥᾳδίως καταλυθήσεσθαι τὸν πόλεμον· ἡ δὲ τύχη καθάπερ ἐπίτηδες αὔξουσα τὰς τῶν δραπετῶν δυνάμεις, ὁμονοῆσαι τοὺς τούτων ἡγεμόνας ἐποίησεν. ἧκε μὲν γὰρ συντόμως μετὰ τῆς δυνάμεως ἐπὶ τὰ Τριόκαλα ὁ Τρύφων, ἧκε δὲ καὶ Ἀθηνίων μετὰ τρισχιλίων, ὑπακούων ὡς στρατηγὸς βασιλεῖ τῷ Τρύφωνι, τὴν ἄλλην αὑτοῦ δύναμιν κατατρέχειν | |
15 | τὴν χώραν καὶ ἀνασείειν πρὸς ἀπόστασιν τοὺς οἰκέτας ἀπεσταλκώς. μετὰ δὲ ταῦτα ὑπονοήσας ὁ Τρύφων τὸν Ἀθηνίωνα ἐπιθήσεσθαι ἐν καιρῷ παρέδωκεν εἰς φυλακήν. τὸ δὲ φρούριον ὀχυρώτατον ὂν κατεσκεύαζε πολυτελέσι κατασκευαῖς καὶ ἐπὶ μᾶλλον ὠχύρου. Τριόκαλα δὲ αὐτό φασιν ὠνομάσθαι διὰ τὸ τρία καλὰ ἔχειν, πρῶτον μὲν ναματιαίων ὑδάτων | |
20 | πλῆθος διαφόρων τῇ γλυκύτητι, δεύτερον παρακειμένην χώραν ἀμπελό‐ φυτόν τε καὶ ἐλαιόφυτον καὶ γεωργεῖσθαι δυναμένην θαυμαστῶς, τρίτον ὑπερβάλλουσαν ὀχυρότητα, ὡς ἂν οὔσης μεγάλης πέτρας ἀνα‐ λώτου· ἣν καὶ περιβόλῳ πόλεως σταδίων ὀκτὼ προσπεριβαλὼν καὶ τα‐ φρεύσας βαθείᾳ τάφρῳ βασιλείοις ἐχρῆτο, πάσῃ ἀφθονίᾳ τῶν κατὰ τὸν | |
25 | βίον ἁπάντων πεπληρωμένην. κατεσκεύασε δὲ καὶ βασιλικὴν οἰκίαν καὶ ἀγορὰν δυναμένην δέξασθαι πλῆθος ἀνθρώπων. ἐξελέξατο δὲ καὶ τῶν φρονήσει διαφερόντων ἀνδρῶν τοὺς ἱκανούς, οὓς ἀποδείξας συμβούλους ἐχρῆτο συνέδροις αὐτοῖς· τήβεννάν τε περιπόρφυρον περιεβάλλετο καὶ πλατύσημον ἔδυ χιτῶνα κατὰ τοὺς χρηματισμούς, καὶ ῥαβδούχους εἶχε | |
30 | μετὰ πελέκεων τοὺς προηγουμένους, καὶ τἄλλα πάντα ὅσα ποιοῦσί τε καὶ ἐπικοσμοῦσι βασιλείαν ἐπετήδευε. 8. Προχειρίζεται δὲ κατὰ τῶν ἀποστατῶν ἡ σύγκλητος τῶν Ῥω‐ μαίων Λεύκιον Λικίνιον Λούκουλλον, ἔχοντα στρατιώτας μυρίους μὲν καὶ τετρακισχιλίους Ῥωμαίους καὶ Ἰταλούς, Βιθυνοὺς δὲ καὶ Θετταλοὺς | |
35 | καὶ Ἀκαρνᾶνας ὀκτακοσίους, ἐκ δὲ τῆς Λευκανίας ἑξακοσίους, ὧν ἡγεῖτο Κλέπτιος, ἀνὴρ στρατηγικὸς καὶ ἐπ’ ἀνδρείᾳ περιβόητος, ἔτι δὲ καὶ ἑτέρους ἑξακοσίους, ὡς γενέσθαι σύμπαντας ἑξακισχιλίους καὶ μυρίους, οὓς ἔχων κατέλαβε τὴν Σικελίαν. ὁ δὲ Τρύφων ἀπολύσας Ἀθηνίωνα τῆς | |
αἰτίας ἐβουλεύετο περὶ τοῦ πρὸς Ῥωμαίους πολέμου. καὶ τῷ μὲν ἤρε‐ | 159 | |
40 | σκεν ἐν τοῖς Τριοκάλοις ἀγωνίζεσθαι, Ἀθηνίων δὲ συνεβούλευε μὴ συγ‐ κλείειν ἑαυτοὺς εἰς πολιορκίαν, ἀλλ’ ἐν ὑπαίθρῳ διαγωνίζεσθαι. κρατη‐ σάσης δὲ ταύτης τῆς βουλῆς κατεστρατοπέδευσαν πλησίον Σκιρθαίας, ὄντες οὐκ ἐλάττους τῶν τετρακισμυρίων· ἀπεῖχε δ’ αὐτῶν ἡ Ῥωμαίων παρεμβολὴ στάδια δυοκαίδεκα. τὸ μὲν οὖν πρῶτον ἐγίνοντο συνεχεῖς | |
45 | ἀκροβολισμοί· εἶτα παραταξαμένων ἑκατέρων, καὶ τῆς μάχης ὧδε κἀ‐ κεῖσε ῥεπούσης καὶ πολλῶν ἑκατέρωθεν πιπτόντων, ὁ μὲν Ἀθηνίων ἔχων συναγωνιζομένους διακοσίους ἱππεῖς ἐπικρατῶν πάντα τὸν περὶ αὑτὸν τόπον νεκρῶν ἐπλήρωσε, τρωθεὶς δ’ εἰς ἀμφότερα τὰ γόνατα καὶ τρίτην λαβὼν ἄχρηστος ἐγένετο πρὸς τὴν μάχην· ἐξ οὗ οἱ δραπέται ταῖς ψυχαῖς | |
197(50) | πεσόντες πρὸς φυγὴν ἐτράπησαν. ὁ δὲ Ἀθηνίων ὡς νεκρὸς ὢν ἔλαθε, καὶ προσποιηθεὶς τετελευτηκέναι τῆς νυκτὸς ἐπιλαβούσης διεσώθη. ἐπε‐ κράτησαν δὲ λαμπρῶς οἱ Ῥωμαῖοι, φυγόντων καὶ τῶν μετὰ Τρύφωνος καὶ αὐτοῦ ἐκείνου· καὶ πολλῶν κατὰ τὴν φυγὴν κοπέντων τέλος οὐκ ἐλάτ‐ τους τῶν δισμυρίων ἀνῃρέθησαν. οἱ δὲ λοιποὶ τῆς νυκτὸς συνεργούσης | |
55 | διέφυγον εἰς τὰ Τριόκαλα· καίτοι ῥᾴδιον ἦν ἐπιδιώξαντι τῷ στρατηγῷ καὶ τούτους ἀνελεῖν. ἐπὶ τοσοῦτον δ’ ἐτεταπείνωτο τὸ οἰκετικὸν ὥστε καὶ ἐβουλεύσαντο ἐπὶ τοὺς κυρίους ἐπαναδραμεῖν καὶ σφᾶς αὐτοῖς ἐγχειρίσαι· πλὴν ἐπεκράτησεν ἡ γνώμη τῶν μέχρι τελευτῆς ὑποθεμένων ἀγωνίσασθαι καὶ μὴ τοῖς ἐχθροῖς ἑαυτοὺς καταπροδοῦναι. μετὰ δ’ ἐνάτην ἡμέραν ὁ | |
60 | στρατηγὸς ἧκε πολιορκήσων τὰ Τριόκαλα. καὶ τὰ μὲν ἀναιρῶν, τὰ δὲ ἀναιρούμενος, ἔλαττον ἔχων ἀπηλλάγη, καὶ οἱ ἀποστάται αὖθις ἐφρονη‐ ματίζοντο. ἤνυε δὲ τῶν δεόντων ὁ στρατηγὸς εἴτε διὰ ῥᾳστώνην εἴτε διὰ δωροδοκίαν οὐδέν· ἀνθ’ ὧν καὶ δίκην ὕστερον κριθεὶς Ῥωμαίοις ἔδωκε. (Phot. Bibl. 389—390) | |
198(n) | Diodor 36,9,1—2 | |
1 | 9. Γάιος δὲ Σερουίλιος καταπεμφθεὶς στρατηγὸς διάδοχος Λουκούλλου οὐδ’ αὐτός τι ἄξιον μνήμης ἔπραξε· διὸ καὶ ὁμοίως Λουκούλλῳ ὕστερον φυγῇ κατεδικάσθη. τελευτήσαντος δὲ Τρύφωνος διάδοχος τῆς ἀρχῆς ὁ Ἀθηνίων καθίσταται, καὶ τοῦτο μὲν πόλεις ἐπολιόρκει, τοῦτο δὲ πᾶσαν | |
5 | τὴν χώραν ἀδεῶς κατέτρεχε καὶ πολλῶν ἐκυρίευσε, τοῦ Σερουιλίου μηδὲν ἀντιπράττοντος. (Phot. Bibl. 390) Ὁ Λούκουλλος ὁ στρατηγὸς πυθόμενος διαβεβηκέναι τὸν πορθμὸν Σερουίλιον Γάιον στρατηγὸν ἐπὶ τὴν διαδοχὴν τοῦ πολέμου, τούς τε στρα‐ τιώτας ἀπέλυσε καὶ τὰς χάρακας καὶ κατασκευὰς ἐνέπρησε, βουλόμενος | |
10 | τὸν διαδεχόμενον τὴν ἀρχὴν μηδεμίαν ἔχειν ἀξιόλογον ἀφορμὴν εἰς τὸν πόλεμον. βλασφημούμενος γὰρ ἐπὶ τῷ δοκεῖν τὸν πόλεμον αὔξειν, ὑπε‐ λάμβανε τῇ ταπεινώσει καὶ ἀδοξίᾳ καὶ τὴν ἑαυτοῦ κατηγορίαν καταλύσειν. | |
(Const. Exc. 4,392—393) | 160 | |
199(n) | Plutarch Mar. 17,1—5 | |
1 | Ταῦτ’ ἀκούων ὁ Μάριος ἥδετο, καὶ κατεπράυνεν αὐτούς, ὡς οὐκ ἐκείνοις ἀπιστῶν, ἀλλ’ ἔκ τινων λογίων τὸν τῆς νίκης ἅμα καιρὸν καὶ τόπον ἐκδε‐ χόμενος. καὶ γάρ τινα Σύραν γυναῖκα, Μάρθαν ὄνομα, μαντεύεσθαι λεγο‐ μένην ἐν φορείῳ κατακειμένην σεμνῶς περιήγετο, καὶ θυσίας ἔθυεν | |
5 | ἐκείνης κελευούσης. ἣν πρότερον μὲν ἀπήλασεν ἡ σύγκλητος, ἐντυχεῖν ὑπὲρ τούτων βουλομένην καὶ τὰ μέλλοντα προθεσπίζουσαν, ἐπεὶ δὲ πρὸς τὰς γυναῖκας εἰσιοῦσα διάπειραν ἐδίδου, καὶ μάλιστα τῇ Μαρίου παρα‐ καθίζουσα παρὰ τοὺς ἀγῶνας τῶν μονομάχων ἐπιτυχῶς προηγόρευε τὸν μέλλοντα νικᾶν, ἀναπεμφθεῖσα πρὸς Μάριον ὑπ’ ἐκείνης ἐθαυμάζετο. | |
10 | καὶ τὰ πολλὰ μὲν ἐν φορείῳ παρεκομίζετο, πρὸς δὲ τὰς θυσίας κατῄει φοινικίδα διπλῆν ἐμπεπορπημένη καὶ λόγχην ἀναδεδεμένην ταινίαις καὶ στεφανώμασι φέρουσα. τοῦτο μὲν οὖν τὸ δρᾶμα πολλοῖς ἀμφισβήτησιν παρεῖχεν, εἴτε πεπεισμένος ὡς ἀληθῶς εἴτε πλαττόμενος καὶ συνυπο‐ κρινόμενος ἐπιδείκνυται τὴν ἄνθρωπον. | |
200(n) | Diodor 36,13 | |
1 | 13. Ὅτι Βαττάκης τις ὄνομα ἧκε, φησίν, ἐκ Πεσσινοῦντος τῆς Φρυ‐ γίας, ἱερεὺς ὑπάρχων τῆς μεγάλης τῶν θεῶν μητρός. οὗτος κατὰ πρόσ‐ ταγμα τῆς θεοῦ παρεῖναι φήσας τοῖς ἄρχουσιν ἐνέτυχε καὶ τῇ συγ‐ κλήτῳ, λέγων τὸ ἱερὸν τῆς θεοῦ μεμιάνθαι καὶ δεῖν αὐτῇ δημοσίᾳ καθαρ‐ | |
5 | μοὺς ἐπὶ τῆς Ῥώμης συντελεσθῆναι. ἐφόρει δὲ ἐσθῆτα καὶ τὴν περὶ τὸ σῶμα ἄλλην κατασκευὴν ἐξηλλαγμένην καὶ ὑπὸ τῶν Ῥωμαίων ἐθῶν οὐκ ἐπιχωρουμένην· χρυσοῦν τε γὰρ στέφανον εἶχεν ὑπερμεγέθη καὶ στολὴν ἀνθίνην διάχρυσον, βασιλικὴν ἀξίαν ἐπιφαίνουσαν. ποιησάμενος δὲ λόγους ἐπὶ τῶν ἐμβόλων ἐν τῷ δήμῳ, καὶ τὸ πλῆθος εἰς δεισιδαιμονίαν ἐμβαλών, | |
10 | καταλύματος μὲν δημοσίου καὶ ξενίων ἠξιώθη, τὸν δὲ στέφανον ἐκωλύθη φορεῖν ὑφ’ ἑνὸς τῶν δημάρχων Αὔλου Πομπηίου. διά τινος δ’ ἑτέρου δημάρχου προαχθεὶς ἐπὶ τὰ ἔμβολα, καὶ περὶ τῆς εἰς τὸ ἱερὸν ἁγνείας ἐπερωτώμενος, ἀποκρίσεις ἐποιεῖτο δεισιδαιμονίαν περιεχούσας. κατα‐ στασιασθεὶς δὲ ὑπὸ τοῦ Πομπηίου, καὶ μεθ’ ὕβρεως ἀπαλλαγεὶς ἐπὶ τὴν | |
15 | κατάλυσιν, οὐκέτι προεπορεύετο, λέγων μὴ μόνον ἑαυτὸν ἀσεβῶς προ‐ πεπηλακίσθαι, ἀλλὰ καὶ τὴν θεόν. ὁ δὲ Πομπήιος παραχρῆμα μὲν λάβρῳ πυρετῷ συνεσχέθη, μετὰ δὲ ταῦτα ἄφωνος γενόμενος καὶ καταληφθεὶς κυναγχικῷ πάθει τριταῖος κατέστρεψε τὸν βίον, παρὰ τοῖς πολλοῖς ὑπο‐ ληφθεὶς θείᾳ τινὶ προνοίᾳ ἀνθ’ ὧν εἰς τὸν ἱερέα καὶ τὴν θεὸν ἐπλημμέ‐ | |
20 | λησε τοῦ ζῆν ἐστερῆσθαι· σφόδρα γὰρ Ῥωμαῖοι δεισιδαιμονοῦσι. διόπερ | |
ὁ Βαττάκης λαβὼν τὴν συγχώρησιν τῆς κατὰ τὴν ἱερὰν στολὴν κατα‐ σκευῆς, καὶ τιμηθεὶς ἀξιολόγοις ξενίοις, ὑπὸ πολλῶν ἀνδρῶν τε καὶ γυναι‐ κῶν προεπέμφθη τὴν ἐκ τῆς Ῥώμης ἐπάνοδον ποιούμενος. (Phot. Bibl. 390—391) | 161 | |
201(n) | Plutarch Mar. 19,1—20,3 | |
1 | 19. Οἱ μὲν οὖν στρατιῶται καίπερ ἀσχάλλοντες ἐπείθοντο· τῆς δὲ θεραπείας τὸ πλῆθος, οὔτ’ αὐτοὶ ποτὸν οὔθ’ ὑποζυγίοις ἔχοντες, ἀθρόοι κατέβαινον ἐπὶ τὸν ποταμόν, οἱ μὲν ἀξίνας, οἱ δὲ πελέκεις, ἔνιοι δὲ καὶ ξίφη καὶ λόγχας ἅμα τοῖς ὑδρίοις ἀναλαβόντες, ὡς καὶ διὰ μάχης ὑδρευ‐ | |
5 | σόμενοι. τούτοις τὸ πρῶτον ὀλίγοι προσεμάχοντο τῶν πολεμίων· ἔτυχον γὰρ ἀριστῶντες οἱ πολλοὶ μετὰ λουτρόν, οἱ δ’ ἐλούοντο· ῥήγνυσι γὰρ αὐτόθι ναμάτων θερμῶν πηγὰς ὁ χῶρος· καὶ μέρος τι περὶ ταῦτα τοὺς βαρβάρους εὐπαθοῦντας καὶ πανηγυρίζοντας ἡδονῇ καὶ θαύματι τοῦ τό‐ που κατέλαβον οἱ Ῥωμαῖοι. πρὸς δὲ τὴν κραυγὴν πλειόνων συντρεχόν‐ | |
10 | των, τῷ τε Μαρίῳ χαλεπὸν ἦν ἔτι τοὺς στρατιώτας ἐπισχεῖν περὶ τῶν οἰκετῶν δεδιότας, καὶ τῶν πολεμίων τὸ μαχιμώτατον μέρος, ὑφ’ οὗ προήττηντο Ῥωμαῖοι μετὰ Μαλλίου καὶ Καιπίωνος πρότερον—Ἄμ‐ βρωνες ὠνομάζοντο, καὶ πλῆθος ὑπὲρ τρισμυρίους αὐτοὶ καθ’ ἑαυτοὺς ἦσαν—, ἀναΐξαντες ἐπὶ τὰς πανοπλίας ἐχώρουν. τὰ μὲν οὖν σώματα | |
15 | πλησμονῇ βεβαρημένοι, τοῖς δὲ φρονήμασι γαῦροι καὶ διακεχυμένοι πρὸς τὸν ἄκρατον, οὐκ ἀτάκτοις οὐδὲ μανιώδεσι φερόμενοι δρόμοις οὐδ’ ἄναρ‐ θρον ἀλαλαγμὸν ἱέντες, ἀλλὰ κρούοντες ῥυθμῷ τὰ ὅπλα καὶ συναλλό‐ μενοι, πάντες ἅμα τὴν αὑτῶν ἐφθέγγοντο πολλάκις προσηγορίαν· ἌΜ‐ ΒΡΩΝΕΣ, εἴτ’ ἀνακαλούμενοι σφᾶς αὐτούς, εἴτε τοὺς πολεμίους τῇ | |
20 | προδηλώσει προεκφοβοῦντες. τῶν δ’ Ἰταλικῶν πρῶτοι καταβαίνοντες ἐπ’ αὐτοὺς Λίγυες, ὡς ἤκουσαν βοώντων καὶ συνῆκαν, ἀντεφώνουν καὶ αὐτοὶ τὴν πάτριον ἐπίκλησιν αὑτῶν· ἼΓΓΑΥΝΟΙ· σφᾶς γὰρ αὐτοὺς οὕτως κατὰ γένος ὀνομάζουσι Λίγυες. πυκνὸν οὖν καὶ παράλληλον ἀντήχει πρὶν εἰς χεῖρας συνελθεῖν τὸ ἀναφώνημα· καὶ τῶν στρατιωτῶν ἑκατέροις | |
25 | ἀνὰ μέρος συναναφθεγγομένων καὶ φιλοτιμουμένων πρῶτον ἀλλήλους τῷ μεγέθει τῆς βοῆς ὑπερβαλέσθαι, παρώξυνε καὶ διηρέθιζε τὸν θυμὸν ἡ κραυγή. τοὺς μὲν οὖν Ἄμβρωνας διέσπασε τὸ ῥεῖθρον· οὐ γὰρ ἔφθασαν εἰς τάξιν καταστῆναι διαβάντες, ἀλλὰ τοῖς πρώτοις εὐθὺς μετὰ δρόμου τῶν Λιγύων προσπεσόντων, ἐν χερσὶν ἦν ἡ μάχη· τοῖς δὲ Λίγυσι τῶν Ῥω‐ | |
30 | μαίων ἐπιβοηθούντων καὶ φερομένων ἄνωθεν ἐπὶ τοὺς βαρβάρους, βια‐ σθέντες ἐτράποντο. καὶ πλεῖστοι μὲν αὐτοῦ περὶ τὸ ῥεῖθρον ὠθούμενοι κατ’ ἀλλήλων ἐπαίοντο καὶ κατεπίμπλασαν φόνου καὶ νεκρῶν τὸν ποτα‐ μόν, τοὺς δὲ διαβάντες οἱ Ῥωμαῖοι μὴ τολμῶντας ἀναστρέφειν ἔκτεινον, ἄχρι τοῦ στρατοπέδου καὶ τῶν ἁμαξῶν φεύγοντας. ἐνταῦθα δ’ αἱ γυναῖκες | |
35 | ἀπαντῶσαι μετὰ ξιφῶν καὶ πελέκεων, δεινὸν τετριγυῖαι καὶ περίθυμον, ἠμύνοντο τοὺς φεύγοντας ὁμοίως καὶ τοὺς διώκοντας, τοὺς μὲν ὡς προ‐ δότας, τοὺς δ’ ὡς πολεμίους, ἀναπεφυρμέναι μαχομένοις καὶ χερσὶ γυμναῖς τούς τε θυρεοὺς τῶν Ῥωμαίων ἀποσπῶσαι καὶ τῶν ξιφῶν ἐπιλαμβανό‐ μεναι, καὶ τραύματα καὶ διακοπὰς σωμάτων ὑπομένουσαι, μέχρι τελευ‐ | 162 |
40 | τῆς ἀήττητοι τοῖς θυμοῖς. τὴν μὲν οὖν παραποτάμιον μάχην οὕτω κατὰ τύχην μᾶλλον ἢ γνώμῃ τοῦ στρατηγοῦ γενέσθαι λέγουσιν. 20. Ἐπεὶ δὲ πολλοὺς τῶν Ἀμβρώνων οἱ Ῥωμαῖοι διαφθείραντες ἀνεχώρησαν ὀπίσω καὶ σκότος ἐπέσχεν, οὐχ ὥσπερ ἐπ’ εὐτυχήματι το‐ σούτῳ τὸν στρατὸν ἐδέξαντο παιᾶνες ἐπινίκιοι καὶ πότοι κατὰ σκηνὰς | |
45 | καὶ φιλοφροσύναι περὶ δεῖπνα καὶ τὸ πάντων ἥδιστον ἀνδράσιν εὐτυχῶς μεμαχημένοις, ὕπνος ἤπιος, ἀλλ’ ἐκείνην μάλιστα τὴν νύκτα φοβερὰν καὶ ταραχώδη διήγαγον. ἦν μὲν γὰρ αὐτοῖς ἀχαράκωτον τὸ στρατόπεδον καὶ ἀτείχιστον, ἀπελείποντο δὲ τῶν βαρβάρων ἔτι πολλαὶ μυριάδες ἀήττη‐ τοι, καὶ συμμεμειγμένων τούτοις ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων, | |
201(50) | ὀδυρμὸς ἦν διὰ νυκτὸς οὐ κλαυθμοῖς οὐδὲ στεναγμοῖς ἀνθρώπων ἐοικώς, ἀλλὰ θηρομιγής τις ὠρυγὴ καὶ βρύχημα μεμειγμένον ἀπειλαῖς καὶ θρήνοις ἀναπεμπόμενον ἐκ πλήθους τοσούτου τά τε πέριξ ὄρη καὶ τὰ κοῖλα τοῦ ποταμοῦ περιεφώνει. καὶ κατεῖχε φρικώδης ἦχος τὸ πεδίον, τοὺς δὲ Ῥωμαίους δέος αὐτόν τε τὸν Μάριον ἔκπληξις, ἄκοσμόν τινα | |
55 | καὶ ταραχώδη νυκτομαχίαν προσδεχόμενον. | |
202(n) | Diodor 36,14 | |
1 | 14. Ὅτι ἔθος ἦν τοῖς Ῥωμαίων στρατιώταις, ἡνίκα ὁ στρατηγὸς αὐτῶν σὺν αὐτοῖς μάχῃ πρός τινας τῶν πολεμίων συμπλακεὶς ὑπὲρ τοὺς ἑξακι‐ σχιλίους τῶν ἐχθρῶν ἐφαίνετο ἀνελών, ἰμπεράτορα αὐτὸν ἀναγορεύειν καὶ ἀποκαλεῖν, ὅ ἐστι βασιλέα. (Phot. Bibl. 391) | |
203(n) | Plutarch Mar. 21,6—8 | |
1 | Ἕτεροι δὲ περὶ τῆς δωρεᾶς τῶν λαφύρων οὐχ ὁμολογοῦσιν οὐδὲ περὶ τοῦ πλήθους τῶν πεσόντων. Μασσαλιήτας μέντοι λέγουσι τοῖς ὀστέοις περι‐ θριγκῶσαι τοὺς ἀμπελῶνας, τὴν δὲ γῆν, τῶν νεκρῶν καταναλωθέντων ἐν αὐτῇ καὶ διὰ χειμῶνος ὄμβρων ἐπιπεσόντων, οὕτως ἐκλιπανθῆναι καὶ | |
5 | γενέσθαι διὰ βάθους περίπλεω τῆς σηπεδόνος ἐνδύσης, ὥστε καρπῶν ὑπερβάλλον εἰς ὥρας πλῆθος ἐξενεγκεῖν, καὶ μαρτυρῆσαι τῷ Ἀρχιλόχῳ (fr. 148 B.4) λέγοντι πιαίνεσθαι πρὸς τοῦ τοιούτου τὰς ἀρούρας. ἐπιεικῶς δὲ ταῖς μεγάλαις μάχαις ἐξαισίους ὑετοὺς ἐπικαταρρήγνυσθαι λέγουσιν, εἴτε δαιμονίου τινὸς τὴν γῆν καθαροῖς καὶ διιπετέσιν ἁγνίζοντος ὕδασι | |
10 | καὶ κατακλύζοντος, εἴτε τοῦ φόνου καὶ τῆς σηπεδόνος ἐξανιείσης ὑγρὰν καὶ βαρεῖαν ἀναθυμίασιν, ἣ τὸν ἀέρα συνίστησιν, εὔτρεπτον ὄντα καὶ | |
ῥᾴδιον μεταβάλλειν ἀπὸ σμικροτάτης ἐπὶ πλεῖστον ἀρχῆς. | 163 | |
204(n) | Athenaeus VI 246d | |
1 | Ἐν δὲ τῇ τετάρτῃ καὶ τριακοστῇ ὁ αὐτὸς συγγραφεὺς (Poseidonios) Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως. | |
205(n) | Athenaeus IV 153bc | |
1 | Ἱστορῶν δὲ καὶ περὶ Ἡρακλέωνος τοῦ Βεροιαίου, ὃς ὑπὸ τοῦ Γρυποῦ καλουμένου Ἀντιόχου τοῦ βασιλέως προαχθεὶς μικροῦ δεῖν τῆς βασι‐ λείας ἐξέβαλε τὸν εὐεργέτην, γράφει ἐν τῇ 〈λ〉δ τῶν Ἱστοριῶν τάδε· «ἐποιεῖτό τε τῶν στρατιωτῶν τὰς κατακλίσεις ἐπὶ τοῦ ἐδάφους ἐν | |
5 | ὑπαίθρῳ ἀνὰ χιλίους δειπνίζων. τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ δὲ ποτὸν κεκραμένος οἶνος οἷος δήποτε ὕδατι ψυχρῷ. διηκόνουν δὲ ἄνδρες μαχαιροφόροι, καὶ σιωπὴ ἦν εὔτακτος.» | |
206(n) | Diodor 36,10 | |
1 | 10. Τοῦ δ’ ἐνιαυσίου χρόνου διελθόντος ὕπατος ἐν Ῥώμῃ Γάιος Μάριος ᾑρέθη τὸ πέμπτον καὶ Γάιος Ἀκύλλιος· ὧν ὁ Ἀκύλλιος στρατηγὸς κατὰ τῶν ἀποστατῶν σταλεὶς διὰ τῆς ἰδίας ἀνδρείας ἐπιφανεῖ μάχῃ τοὺς ἀπο‐ στάτας ἐνίκησε. καὶ πρὸς αὐτὸν δὲ τὸν βασιλέα τῶν ἀποστατῶν Ἀθηνίωνα | |
5 | συμβαλὼν ἡρωικὸν ἀγῶνα συνεστήσατο. καὶ τοῦτον μὲν ἀνεῖλεν, αὐτὸς δ’ εἰς τὴν κεφαλὴν τρωθεὶς ἐθεραπεύθη. καὶ στρατεύει ἐπὶ τοὺς ὑπολειπο‐ μένους τῶν ἀποστατῶν, ὄντας μυρίους. οὐχ ὑπομεινάντων δὲ τὴν ἔφο‐ δον, ἀλλ’ εἰς τὰ ὀχυρώματα καταφυγόντων, ὅμως Ἀκύλλιος οὐκ ἐνεδίδου πάντα πράττων, ἕως αὐτοὺς ἐκπολιορκήσας ἐχειρώσατο. ἔτι δ’ ὑπολειπο‐ | |
10 | μένων χιλίων, καὶ στρατηγὸν ἐχόντων τὸν Σάτυρον, τὸ μὲν πρῶτον ἐπε‐ βάλετο διὰ τῶν ὅπλων αὐτοὺς χειρώσασθαι, μετὰ δὲ ταῦτα διαπρεσβευ‐ όντων καὶ παραδόντων ἑαυτοὺς τῆς μὲν παραυτίκα τιμωρίας ἀπέλυσεν, ἀπαγαγὼν δὲ εἰς τὴν Ῥώμην θηριομάχας αὐτοὺς ἐποίησε. τοὺς δέ φασί τινες ἐπιφανεστάτην ποιήσασθαι τοῦ βίου καταστροφήν· τῆς μὲν γὰρ | |
15 | πρὸς τὰ θηρία μάχης ἀποστῆναι, ἀλλήλους δὲ ἐπὶ τῶν δημοσίων βωμῶν κατασφάξαι, καὶ τὸν τελευταῖον αὐτὸν τὸν Σάτυρον ἀνελόντα [τοῦτον δ’] ἐπὶ πᾶσιν αὐτοχειρίᾳ ἡρωικῶς καταστρέψαι. ὁ μὲν οὖν κατὰ Σικελίαν τῶν οἰκετῶν πόλεμος, διαμείνας ἔτη σχεδόν που τέτταρα, τραγικὴν ἔσχε τὴν καταστροφήν. (Phot. Bibl. 390) | |
207(n) | Strabo 7,4,3 | |
1 | Αὕτη (sc. πόλις Χερρόνησος ἡ Ταυρική) δ’ ἦν πρότερον αὐτόνομος, | |
πορθουμένη δὲ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα, στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους βαρβάρους· ταῦτα δ’ ἦν ἐπὶ Ῥωμαίους παρασκευή. ἐκεῖνος | 164 | |
5 | μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατιὰν ἅμα πρός τε τοὺς Σκύθας ἐπολέμει Σκίλουρόν τε καὶ τοὺς Σκιλούρου παῖδας τοὺς περὶ Πάλακον, οὓς Ποσειδώνιος μὲν πεντήκοντά φησιν, Ἀπολλωνίδης δὲ ὀγδοήκοντα· ἅμα δὲ τούτους τε ἐχειρώσατο βίᾳ καὶ Βοσπόρου κατέστη κύριος παρ’ ἑκόντος λαβὼν Πα(ι)ρισάδου τοῦ | |
10 | κατέχοντος. | |
208(n) | Diodor 36,15 | |
1 | 15. Ὅτι εἰς τὴν Ῥώμην ἧκον πρεσβευταὶ Μιθριδάτου τοῦ βασιλέως, κομίζοντες μεθ’ αὑτῶν χρημάτων πλῆθος πρὸς τὴν τῆς συγκλήτου δωρο‐ δοκίαν. ὁ δὲ Σατορνῖνος δόξας ἀφορμὴν ἔχειν κατὰ τῆς συγκλήτου, μεγά‐ λην ὕβριν τῇ πρεσβείᾳ ἐνεδείξατο. καὶ τῶν συγκλητικῶν παροξυνάντων | |
5 | τοὺς πρεσβευτὰς καὶ συνεργήσειν ἐπαγγελλομένων, οἱ καθυβρισθέντες ἐπήνεγκαν κρίσιν τῷ Σατορνίνῳ περὶ τῆς εἰς αὐτοὺς ὕβρεως. τοῦ δὲ ἀγῶνος ὄντος δημοσίου καὶ μεγάλου διὰ τὴν τῶν πρεσβευτῶν ἀσυλίαν καὶ τὴν συνήθη παρὰ τοῖς Ῥωμαίοις ὑπὲρ τῶν πρεσβειῶν μισοπονηρίαν· ὁ δὲ Σατορνῖνος θανάτου κατηγορούμενος ὑπὸ τῶν συγκλητικῶν, ὡς ἂν | |
10 | ἐκείνων δικαζόντων τὰς τοιαύτας κρίσεις, εἰς τοὺς μεγίστους ἐνέπεσε φόβους τε καὶ κινδύνους, καὶ διὰ τὸ μέγεθος τῶν ὑποκειμένων ἀγώνων πτήξας κατέφυγεν ἐπὶ τὸν κοινὸν τῶν ἀκληρούντων ἔλεον, καὶ τὴν ἐσθῆτα τὴν πολυτελῆ κατέθετο, πιναρὰν δὲ μεταμφιασάμενος καὶ κόμην καὶ πώγωνα τρέφων περιῄει [εἰς] τοὺς κατὰ τὴν πόλιν ὄχλους, καὶ τοῖς μὲν | |
15 | πρὸς τὰ γόνατα πίπτων, τοῖς δὲ ταῖς χερσὶν ἐπιφυόμενος ἐδεῖτο καὶ μετὰ δακρύων καθικέτευε βοηθῆσαι τοῖς ἀκληρήμασι· καταστασιάζεσθαι γὰρ ἑαυτὸν ἀπεφαίνετο παρὰ πᾶν τὸ δίκαιον ὑπὸ τῆς συγκλήτου, καὶ τοῦτο πάσχειν ἑαυτὸν ἀπεδείκνυε διὰ τὴν εἰς τὸν δῆμον εὔνοιαν, καὶ τοὺς αὐτοὺς ἔχειν ἐχθρούς τε καὶ κατηγόρους καὶ κριτάς. τοῦ δὲ δήμου συνεξαιρο‐ | |
20 | μένου ταῖς δεήσεσι, πολλαὶ μυριάδες συνέδραμον ἐπὶ τὸ κριτήριον, καὶ παραδόξως ἀπελύθη. καὶ συνεργὸν ἔχων τὸν δῆμον πάλιν ἀνερρήθη δήμ‐ αρχος. (Const. Exc. 1,408—409) | |
209(n) | Diodor 36,16 | |
1 | 16. Ὅτι περὶ τῆς τοῦ Μετέλλου φυγῆς ἐπ’ ἔτη δύο γινομένων λόγων ἐν ταῖς ἐκκλησίαις, ὁ υἱὸς αὐτοῦ κόμην ὑποτρέφων καὶ πώγωνα καὶ πιναρὰν ἔχων ἐσθῆτα περιῄει κατὰ τὴν ἀγοράν, δεόμενος τῶν πολιτῶν, καὶ μετὰ δακρύων προσπίπτων τοῖς ἑκάστου γόνασιν ᾐτεῖτο τὴν τοῦ πατρὸς κάθο‐ | |
5 | δον. ὁ μὲν οὖν δῆμος, καίπερ οὐ βουλόμενος ἀφορμὴν διδόναι τοῖς φυγάσι τῆς καθόδου παρὰ τοὺς νόμους, ὅμως διὰ τὸν ἔλεον τοῦ νεανίσκου καὶ τὴν ὑπὲρ τοῦ γονέως σπουδὴν κατήγαγε τὸν Μέτελλον, καὶ τὸν υἱὸν αὐτοῦ διὰ τὴν περὶ τὸν γεννήσαντα γεγενημένην φιλοτιμίαν εὐσεβῆ προσηγό‐ ρευσεν. (Const. Exc. 2(1),315) | 165 |
210(n) | Athenaeus XI 494f—495a | |
1 | ΠΑΝΑΘΗΝΑΙΚΟΝ. Ποσειδώνιος ὁ φιλόσοφος ἐν ἕκτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν ὡς οὕτω καλουμένων τινῶν ποτηρίων μέμνηται γράφων οὕτως· «ἦσαν δὲ καὶ ὀνύχινοι σκύφοι καὶ συνθέσεις τούτων μέχρι δικοτύ‐ λων, καὶ Παναθηναικὰ μέγιστα, τὰ μὲν δίχοα, τὰ δὲ καὶ μείζονα.» | |
211a(n) | Diodor 37,2,1 | |
1 | 2. Ὅτι τὸν Μαρσικὸν ὀνομασθέντα πόλεμον ἐπὶ τῆς αὑτοῦ ἡλικίας Διόδωρος μείζονα πάντων τῶν προγεγονότων ἀποφαίνεται. ὠνομάσθαι δέ φησι Μαρσικὸν ἐκ τῶν ἀρξάντων τῆς ἀποστάσεως, ἐπεὶ σύμπαντές γε Ἰταλοὶ κατὰ Ῥωμαίων τοῦτον ἐξήνεγκαν τὸν πόλεμον. αἰτίαν δὲ | |
5 | πρώτην γενέσθαι τοῦ πολέμου τὸ μεταπεσεῖν τοὺς Ῥωμαίους ἀπὸ τῆς εὐτάκτου καὶ λιτῆς ἀγωγῆς καὶ ἐγκρατοῦς, δι’ ἧς ἐπὶ τοσοῦτον ηὐξήθησαν, εἰς ὀλέθριον ζῆλον τρυφῆς καὶ ἀκολασίας. (Phot. Bibl. 391) | |
211b(n) | Diodor 37,3,1—5 | |
1 | 3. Ὅτι τὸ παλαιὸν οἱ Ῥωμαῖοι νόμοις τε καὶ ἀγωγαῖς ἀρίστοις χρώ‐ μενοι κατ’ ὀλίγον ηὐξήθησαν ἐπὶ τοσοῦτον ὥστε ἡγεμονίαν ἐπιφανεστά‐ την καὶ μεγίστην τῶν μνημονευομένων κατακτήσασθαι. ἐν δὲ τοῖς νεω‐ τέροις καιροῖς, καταπεπολεμημένων μὲν τῶν πλείστων ἐθνῶν, πολυ‐ | |
5 | χρονίου δὲ εἰρήνης γενομένης, μετέπεσεν ἐν τῇ Ῥώμῃ τὸ τῆς ἀρχαίας ἀγωγῆς εἰς ὀλέθριον ζῆλον. ἐτράπησαν γὰρ οἱ νέοι μετὰ τὴν ἐκ τῶν πολέμων ἄνεσιν εἰς τρυφὴν καὶ ἀκολασίαν, χορηγὸν ἔχοντες τὸν πλοῦτον ταῖς ἐπιθυμίαις. προεκρίνετο γὰρ κατὰ τὴν πόλιν τῆς μὲν λιτότητος ἡ πολυτέλεια, τῆς δὲ τῶν πολεμικῶν ἔργων μελέτης ἡ ῥᾳστώνη· μακάριος | |
10 | δ’ ὑπείληπτο τοῖς πολλοῖς οὐχ ὁ ταῖς ἀρεταῖς κεκοσμημένος, ἀλλ’ ὁ ταῖς προσηνεστάταις ἡδοναῖς πάντα τὸν τοῦ ζῆν χρόνον ἐπαπολαύων. διὸ καὶ δείπνων πολυδαπάνων παραθέσεις ἐπεπόλασαν καὶ μύρων θαυμαζομένων εὐωδίαι καὶ στρωμνῆς ἀνθινῆς καὶ μεγαλοπλούτου παρασκευαὶ τρικλίνων τ’ ἐξ ἐλέφαντος καὶ ἀργύρου καὶ τῶν ἄλλων τῶν πολυτελεστάτων ὑλῶν | |
15 | περιττῶς δεδημιουργημένων κατασκευαί. τῶν δὲ οἴνων ὁ μὲν μετρίως τέρπων τὴν γεῦσιν ἀπεδοκιμάζετο, Φαλέρνος δὲ καὶ Χῖος καὶ πᾶς ὁ τούτοις ἐφάμιλλον ἔχων ἡδονήν, ἰχθύων τε καὶ τῶν ἄλλων χρηστῶν τὰ | |
πρωτεύοντα πρὸς ἀπόλαυσιν ἀνέδην ἀνηλίσκοντο. ἀκολούθως δὲ τούτοις οἱ νέοι κατὰ τὴν ἀγορὰν ἐφόρουν ἐσθῆτας διαφόρους μὲν ταῖς μαλακότησι, | 166 | |
20 | διαφανεῖς δὲ καὶ κατὰ τὴν λεπτότητα ταῖς γυναικείαις παρεμφερεῖς. καὶ πάντα τὰ πρὸς ἡδονὴν καὶ ἀλαζονείαν ὀλέθριον ἀνήκοντα παρασκευαζό‐ μενοι ταχὺ τὰς τούτων τιμὰς εἰς ἄπιστον ὑπερβολὴν ἤγαγον· τοῦ μὲν γὰρ οἴνου τὸ κεράμιον ἐπωλεῖτο δραχμῶν ἑκατόν, τῶν δὲ Ποντικῶν ταρίχων τὸ κεράμιον δραχμῶν τετρακοσίων, τῶν δὲ μαγείρων οἱ διαφέροντες | |
25 | ὀψαρτυτικαῖς φιλοτεχνίαις ταλάντων τεττάρων, οἱ δὲ ταῖς εὐμορφίαις ἐκπρεπεῖς παράκοιτοι πολλῶν ταλάντων. ἀδιορθώτου δ’ οὔσης τῆς ἐπὶ τὸ κακὸν ὁρμῆς, ἐπεβάλοντό τινες τῶν τὰς ἀρχὰς λαμβανόντων ἐν ταῖς ἐπαρχίαις μετατίθεσθαι 〈τὸν〉 τῆς προειρημένης ἀγωγῆς ζῆλον, καὶ τὸν ἑαυτῶν βίον περίοπτον ὄντα διὰ τὴν ἐξουσίαν ἀρχέτυπον εἰς μίμησιν | |
30 | τιθέναι τῶν καλῶν ἐπιτηδευμάτων. (Const. Exc. 2(1),315—316) | |
211c(n) | Diodor 37,3,6 | |
1 | Ὅτι Μᾶρκος Κάτων, ἀνὴρ σώφρων καὶ ἀγωγῇ καλῇ διαφέρων, ἐν 〈τῇ〉 συγκλήτῳ κατηγορῶν τῆς ἐπιπολαζούσης ἐν τῇ Ῥώμῃ τρυφῆς ἔφησεν 〈ἐν〉 μόνῃ τῇ πόλει ταύτῃ τὰ μὲν κεράμια τῶν Ποντικῶν ταρίχων ὑπάρχειν τιμιώτερα τῶν ζευγηλατῶν, τοὺς δ’ ἐρωμένους τῶν ἀγρῶν. | |
212(n) | Diodor 37,4 | |
1 | 4. Ὅτι φησὶν ὁ ἱστορικὸς Διόδωρος, Μνησθήσομαί τινων παραδείγμα‐ τος ἕνεκα καὶ ἐπαίνου δικαίου καὶ 〈τοῦ〉 τῷ κοινῷ βίῳ συμφέροντος, ἵν’ οἱ μὲν πονηροὶ τῶν ἀνθρώπων διὰ τῆς κατὰ τὴν ἱστορίαν βλασφημίας ἀποτρέπωνται τῆς ἐπὶ τὴν κακίαν ὁρμῆς, οἱ δὲ ἀγαθοὶ διὰ τοὺς ἐκ τῆς | |
5 | αἰωνίου δόξης ἐπαίνους ἀντέχεσθαι τῶν καλῶν ἐπιτηδευμάτων ὀρέγωνται. (F 211c. 212 = Const. Exc. 4,394—395) | |
213(n) | Diodor 37,5.6 | |
1 | 5. Ὅτι Κόιντος Σκαιουόλας μεγίστην εἰσηνέγκατο σπουδὴν διὰ τῆς ἰδίας ἀρετῆς διορθώσασθαι τὴν φαυλότητα τοῦ ζήλου. ἐκπεμφθεὶς γὰρ εἰς τὴν Ἀσίαν στρατηγός, ἐπιλεξάμενος τὸν ἄριστον τῶν φίλων σύμβου‐ λον Κόιντον Ῥοτίλιον μετ’ αὐτοῦ συνήδρευε βουλευόμενος καὶ πάντα | |
5 | διατάττων καὶ κρίνων τὰ κατὰ τὴν ἐπαρχίαν. καὶ πᾶσαν τὴν δαπάνην ἔκρινεν ἐκ τῆς ἰδίας οὐσίας ποιεῖσθαι τοῖς τε συνεκδήμοις καὶ αὑτῷ. εἶτα λιτότητι καὶ ἀφελείᾳ χρώμενος καὶ ἀκεραίῳ τῇ δικαιοσύνῃ τὴν ἐπαρχίαν | |
ἀνέλαβεν ἐκ τῶν προγεγονότων ἀκληρημάτων. οἱ γὰρ προγεγονότες κατὰ τὴν Ἀσίαν δημοσιῶναι, κοινωνοὺς ἐσχηκότες τοὺς ἐν τῇ Ῥώμῃ τὰς | 167 | |
10 | δημοσίας κρίσεις διαδικάζοντας, ἀνομημάτων ἐπεπληρώκεσαν τὴν ἐπαρχίαν. Ὅτι Μούκιος ὁ Σκαιουόλας ταῖς μὲν δικαιοδοσίαις ἀδιαφθόροις καὶ ἀκριβέσι χρησάμενος οὐ μόνον πάσης συκοφαντίας ἀπήλλαξε τοὺς κατὰ τὴν ἐπαρχίαν, ἀλλὰ καὶ τὰ τῶν δημοσιωνῶν ἀνομήματα διωρθώσατο. | |
15 | πᾶσι γὰρ τοῖς ἠδικημένοις ἀκριβῆ κριτήρια προστατεύων καταδίκους ἐν ἅπασιν ἐποίει τοὺς δημοσιώνας, καὶ τὰς μὲν ἀργυρικὰς βλάβας τοῖς ἠδικη‐ μένοις ἐκτίνειν ἠνάγκαζε, τὰ δὲ θανατικὰ τῶν ἐγκλημάτων ἠξίου κρίσεως θανατικῆς. ὅτε δὴ τὸν κορυφαῖον τούτων οἰκονόμον, διδόντα μὲν ὑπὲρ τῆς ἐλευθερίας πολλὰ χρήματα καὶ συμπεφωνηκότα πρὸς τοὺς κυρίους, | |
20 | φθάσας τὴν ἀπολύτρωσιν καὶ θανάτου καταδικάσας ἀνεσταύρωσεν. Ὅτι ὁ αὐτὸς τοὺς δημοσιώνας κατεδίκαζε καὶ τοῖς ἠδικημένοις ἐνε‐ χείριζε. καὶ συνέβαινε τοὺς ὀλίγῳ πρότερον διὰ τὴν καταφρόνησιν καὶ πλεονεξίαν πολλὰ παρανομοῦντας παρ’ ἐλπίδας ὑπὸ τῶν ἠδικημένων ἀπά‐ γεσθαι πρὸς τοὺς καταδίκους. καὶ τὰς συνήθεις τοῖς στρατηγοῖς καὶ τοῖς | |
25 | συνεκδήμοις δαπάνας ἐκ τῆς ἰδίας οὐσίας ποιούμενος, ταχὺ τὰς εὐνοίας τῶν συμμαχούντων εἰς τὴν Ῥώμην ἀνεκτήσατο. (Const. Exc. 2(1), 316—317) 6. Ὅτι τὸ προϋπάρχον εἰς τὴν ἡγεμονίαν μῖσος ἡ τοῦ στρατηγοῦ σύνεσις καὶ ἀρετὴ τοῖς ἐνδεχομένοις βοηθήμασι διωρθώσαντο, καὶ παρὰ μὲν | |
30 | τοῖς εὐεργετηθεῖσι τιμῶν ἰσοθέων ἔτυχε, παρὰ δὲ τῶν πολιτῶν πολλὰς ἀμοιβὰς τῶν κατορθωμάτων ἀπέλαβε. (Const. Exc. 4,395) | |
214(n) | Diodor 37,5a | |
1 | 5a. ... ἐφρόνει· ὡς δὲ ἔνιοι, ὅτι κατὰ διαθήκην τῷ ἑτέρῳ υἱῷ τὰ πλείω κατέλιπε τῆς οὐσίας, τοῖς ὅλοις ἐκινδύνευσεν. ὁ γὰρ νεανίσκος τόλμῃ καὶ προπετείᾳ διαφέρων, περιθέμενος διάδημα καὶ βασιλέα Μακεδόνων ἑαυτὸν ἀναδείξας, παρεκάλει 〈τοὺσ〉 πολλοὺς ἀφίστασθαι Ῥωμαίων καὶ | |
5 | τὴν προγεγενημένην Μακεδόσι πάτριον βασιλείαν ἀνακτᾶσθαι. πολλῶν δὲ συντρεχόντων ὡς ἁρπαγῆς ἐσομένης, ὁ [δὲ] Ἐξήκεστος ἀγωνιάσας ἐξέπεμψέ τινα τὸν διασαφήσοντα Σεντίῳ τῷ στρατηγῷ τὴν περὶ τὸν υἱὸν ἀπόνοιαν· διεπέμψατο δὲ πρὸς Κότυν τὸν βασιλέα Θρᾳκῶν, ἀξιῶν μεταπέμψασθαι τὸν νεανίσκον καὶ πεῖσαι τῆς ἐπιβολῆς ἀποστῆναι. ὁ δὲ | |
10 | ἔχων φιλίαν πρὸς Εὐφάνην μετεπέμψατο αὐτόν, καὶ παρακατασχὼν ἡμέ‐ ρας τινὰς παρέδωκε τῷ πατρί, καὶ ἀπελύθη τῶν διαβολῶν. | |
(Const. Exc. 3,208—209) | 168 | |
215(n) | Diodor 37,7—8 | |
1 | 7. Ῥητέον δὲ ἡμῖν καὶ περὶ τῶν ἐκ ταπεινοτέρας μὲν δόξης ὁρμηθέντων, ὀρεχθέντων δ’ οὐχ ἑτέρας ἐπιβολῆς τῶν προειρημένων· ἐπ’ ἴσης γὰρ τοῖς ἐν ἀξιώμασι μεγάλοις καὶ τοῖς ὑποδεεστέροις τῆς ἀρετῆς ζῆλος ἔγκειται. (Const. Exc. 4,395) | |
5 | 8. Ὅτι Λεύκιος Ἀσύλλιος, πατρὸς μὲν ὑπάρχων τεταμιευκότος, ἐκπεμφ‐ θεὶς δὲ στρατηγὸς εἰς Σικελίαν, κατέλαβε τὴν ἐπαρχίαν διεφθαρμένην, ἀνεκτήσατο δὲ τὴν νῆσον χρησάμενος τοῖς καλλίστοις ἐπιτηδεύμασι. παραπλησίως γὰρ τῷ Σκαιουόλᾳ προεχειρίσατο τὸν ἄριστον τῶν φίλων πρεσβευτήν τε καὶ σύμβουλον, ὃς ἦν Γάιος, ἐπικαλούμενος δὲ Λόγγος, | |
10 | ζηλωτὴς τῆς ἀρχαίας καὶ σώφρονος ἀγωγῆς, καὶ Πόπλιον σὺν τούτῳ, πρωτεύοντα τῇ δόξῃ τῶν ἐν Συρακούσαις κατοικούντων ἱππέων· χωρὶς γὰρ τῶν ἐκ τῆς τύχης ἀγαθῶν καὶ ταῖς κατὰ ψυχὴν ἀρεταῖς διέφερε. σημεῖον δὲ τῆς εὐσεβείας αἱ θυσίαι καὶ αἱ ἐν τοῖς ἱεροῖς κατασκευαὶ καὶ τὰ ἀναθήματα, τῆς δὲ σωφροσύνης τὸ τὰς αἰσθήσεις μέχρι τῆς ἐσχάτης | |
15 | τοῦ βίου γραμμῆς ἀσινεῖς ἔχειν, τῆς δὲ παιδείας τε καὶ φιλανθρωπίας τὸ προτιμᾶσθαι παρ’ αὐτῷ περιττότερον τοὺς πεπαιδευμένους· καθόλου δὲ τοὺς ἀπό τινος ἐπαινουμένης μούσης ὁρμωμένους εὐηργέτει, συλλαμ‐ βάνων ἐκ τῆς ἰδίας οὐσίας ἀφειδῶς. οἷς δυσὶν ὁ Σύλλιος προσαναπαυό‐ μενος ὁμοτοίχους μὲν οἰκίας εἰς κατάλυσιν παρεσκευάσατο, συνήδρευε | |
20 | δὲ μετὰ τούτων τὰ κατὰ τὴν δικαιοδοσίαν ἐπακριβούμενος καὶ πάντα φιλοτεχνῶν [δὲ] πρὸς ἐπανόρθωσιν τῆς ἐπαρχίας. Ὅτι 〈ὁ〉 αὐτὸς *** τὴν δικαιοδοσίαν πρὸς τὰ συμφέροντα φιλοτιμηθεὶς τὴν συκοφαντίαν ἐκ τῆς ἀγορᾶς ἐφυγάδευσε, τῆς δὲ τῶν ἀσθενεστέρων βοηθείας μεγίστην ἐποιήσατο φροντίδα. τῶν γὰρ ἄλλων στρατηγῶν | |
25 | εἰωθότων διδόναι προστάτας τοῖς ὀρφανοῖς καὶ γυναιξὶν ἐρήμοις συγ‐ γενῶν, οὗτος ἑαυτὸν τούτων ἀνέδειξε φροντιστήν· διά τε τῆς ἰδίας σκέψεως καὶ φροντίδος διακρίνων τὰς ἐν τούτοις ἀμφισβητήσεις πᾶσιν ἀπένειμε τὴν πρέπουσαν τοῖς καταδυναστευομένοις ἐπικουρίαν. καθόλου δὲ πάντα τὸν τῆς ἀρχῆς χρόνον διατελέσας εἰς ἐπανόρθωσιν τῶν ἰδιωτικῶν καὶ τῶν | |
30 | δημοσίων ἀδικημάτων, ἀποκατέστησε τὴν νῆσον εἰς τὴν πάλαι ποτὲ μακαριζομένην εὐδαιμονίαν. (Const. Exc. 2(1), 317—318) | |
216(n) | Diodor 37,2,2—3 | |
1 | Ἐκ γὰρ τῆς διαφθορᾶς ταύτης στασιάσαντος τοῦ δημοτικοῦ πρὸς τὴν σύγκλητον, εἶτα ἐκείνης ἐπικαλεσαμένης τοὺς ἐκ τῆς Ἰταλίας ἐπικου‐ ρῆσαι, καὶ ὑποσχομένης τῆς πολυεράστου Ῥωμαϊκῆς πολιτείας μετα‐ | |
δοῦναι καὶ νόμῳ κυρῶσαι, ἐπεὶ οὐδὲν τῶν ὑπεσχημένων τοῖς Ἰταλιώταις | 169 | |
5 | ἐγένετο, ὁ ἐξ αὐτῶν πόλεμος πρὸς Ῥωμαίους ἐξεκαύθη, ὑπατευόντων ἐν τῇ Ῥώμῃ Λευκίου Μαρκίου Φιλίππου καὶ Σέξτου Ἰουλίου· ὀλυμπιὰς δ’ ἤχθη 〈δευτέρα〉 πρὸς ταῖς ἑκατὸν ἑβδομήκοντα. ἐν τούτῳ τῷ πολέμῳ ποικίλα καὶ πολύτροπα πάθη καὶ πόλεων ἁλώσεις ἑκατέρῳ μέρει τῶν διαπολεμησάντων συνέβη, ταλαντευομένης ὥσπερ ἐπίτηδες παρὰ μέρος | |
10 | τῆς νίκης καὶ μηδετέροις ἐν βεβαίῳ διαμενούσης· ὅμως ἀπείρου πλήθους ἑκατέρωθεν πεσόντος ὀψὲ καὶ μόλις Ῥωμαίοις ἐξενίκησε βεβαιωθῆναι τὸ κράτος. (Phot. Bibl. 391) | |
217(n) | Diodor 37,9 | |
1 | 9. Ὅτι ἀπειλούσης τῆς συγκλήτου πόλεμον τῷ Γράκχῳ διὰ τὴν μετά‐ θεσιν τῶν κριτηρίων, τεθαρρηκότως οὗτος εἶπεν ὅτι Κἂν ἀποθάνω, οὐ διαλείψω τὸ ξίφος ἀπὸ τῆς πλευρᾶς τῶν συγκλητικῶν διῃρημένον. ὁ δὲ ῥιφεὶς λόγος ὥσπερ τις θεοῦ χρησμὸς ἀκόλουθον ἔσχε τοῖς ῥηθεῖσι τὸ | |
5 | ἀποτέλεσμα· ὁ γὰρ Γράκχος τύραννον ἑαυτὸν ἀναδεδειχὼς ἀκρίτως ἀνῃ‐ ρέθη. (Const. Exc. 4,395) | |
218(n) | Diodor 37,10,1—2 | |
1 | 10. Ὅτι Μάρκος Λίβιος Δροῦσος ἀνὴρ νέος μὲν 〈ἦν〉 τὴν ἡλικίαν, κεκοσ‐ μημένος δὲ πᾶσι τοῖς πρωτείοις. πατρός τε γὰρ ἦν ἐπιφανεστάτου καὶ παρὰ τοῖς πολίταις δι’ εὐγένειαν καὶ ἀρετὴν θαυμαστῶς ἀγαπωμένου, αὐτός τε ὑπῆρχε λόγῳ μὲν δεινότατος τῶν ἡλικιωτῶν, πλούτῳ δὲ πάντας | |
5 | τοὺς πολίτας ὑπερβάλλων, μεγάλην δὲ ἀξιοπιστίαν ἔχων καὶ κατὰ τὰς ὑποσχέσεις ὢν βεβαιότατος, ἔτι δὲ πλήρης εὐγενοῦς φρονήματος. διὸ καὶ μόνος ἔδοξεν ἔσεσθαι προστάτης τῆς συγκλήτου. (Const. Exc. 2(1), 318) Ὅτι πλεῖστον ἴσχυεν ἡ τῶν Δρούσων οἰκία διὰ τὴν εὐγένειαν τῶν | |
10 | ἀνδρῶν καὶ διὰ τὴν πρὸς τοὺς πολίτας ἐπιείκειαν καὶ φιλανθρωπίαν. διὸ καὶ νόμου τινὸς προκειμένου καὶ προσφάτως κεκυρωμένου, τῶν πολιτῶν τις ἐν παιδιᾷ τῷ νόμῳ προσέγραψεν ὅτι ὅδε ὁ νόμος κύριός ἐστι τῶν πολιτῶν πλὴν δυοῖν Δρούσων. (Const. Exc. 4,395) | |
219(n) | Diodor 37,10,3 | |
1 | Ὅτι ὁ Δροῦσος τῆς συγκλήτου τοὺς νόμους αὐτοῦ ἀκυρούσης ἔφη ἑαυτὸν ἐξουσίαν ἔχοντα πᾶσαν τῶν νόμων δυνάμενόν τε ἑαυτὸν κωλῦσαι δόγματα γράφειν, τοῦτο μὲν ἑκουσίως μὴ ποιήσειν, καλῶς εἰδότα τοὺς ἐξαμαρτή‐ σαντας ταχὺ τευξομένους τῆς προσηκούσης δίκης. ἀκυρουμένων δὲ τῶν | |
5 | ὑφ’ αὑτοῦ γραφέντων νόμων ἄκυρον ἔσεσθαι καὶ τὸν περὶ τῶν κριτηρίων νόμον, οὗ συντελεσθέντος τὸν μὲν ἀδωροδοκήτως βεβιωκότα μηδεμιᾶς τεύξεσθαι κατηγορίας, τοὺς δὲ τὰς ἐπαρχίας σεσυληκότας ἀχθήσεσθαι πρὸς τὰς τῆς δωροδοκίας εὐθύνας· ὥστε τοὺς διὰ φθόνον καθαιροῦντας τὴν ἑαυτοῦ δόξαν τοῖς ἰδίοις δόγμασι καθάπερ αὐτόχειρας κινδυνεύειν | 170 |
10 | 〈γενέσθαι〉. | |
220(n) | Diodor 37,11 | |
1 | 11. Ὄμνυμι τὸν Δία τὸν Καπετώλιον καὶ τὴν Ἑστίαν τῆς Ῥώμης καὶ τὸν πατρῷον αὐτῆς Ἄρην καὶ τὸν γενάρχην Ἥλιον καὶ τὴν εὐεργέτιν ζῴων τε καὶ φυτῶν Γῆν, ἔτι δὲ τοὺς κτίστας γεγενημένους τῆς Ῥώμης ἡμιθέους καὶ τοὺς συναυξήσαντας τὴν ἡγεμονίαν αὐτῆς ἥρωας, τὸν αὐτὸν | |
5 | φίλον καὶ πολέμιον ἡγήσεσθαι Δρούσῳ, καὶ μήτε βίου μήτε τέκνων καὶ γονέων μηδεμιᾶς φείσεσθαι ψυχῆς, ἐὰν [μὴ] συμφέρῃ Δρούσῳ τε καὶ τοῖς τὸν αὐτὸν ὅρκον ὀμόσασιν. ἐὰν δὲ γένωμαι πολίτης τῷ Δρούσου νόμῳ, πατρίδα ἡγήσομαι τὴν Ῥώμην καὶ μέγιστον εὐεργέτην Δροῦσον. καὶ τὸν ὅρκον τόνδε παραδώσω ὡς ἂν μάλιστα πλείστοις δύνωμαι τῶν πολιτῶν. | |
10 | καὶ εὐορκοῦντι μέν μοι ἐπίκτησις εἴη τῶν ἀγαθῶν, ἐπιορκοῦντι δὲ τἀναντία. | |
221(n) | Diodor 37,12 | |
1 | 12. Ὅτι συντελουμένων κατὰ τύχην ἀγώνων καὶ τοῦ θεάτρου πεπλη‐ ρωμένου τῶν ἐπὶ τὴν θέαν κατηντηκότων Ῥωμαίων, κωμῳδὸν ἐπὶ τῆς σκηνῆς ἀγανακτοῦντα κατέσφαξαν ἐν τῷ θεάτρῳ, φήσαντες οὐκ ἀκολού‐ θως αὐτὸν ὑποκρίνασθαι τῇ περιστάσει. τῆς δὲ πανηγυρικῆς θέας εἰς | |
5 | πολεμικὴν σκυθρωπότητα καὶ φόβων ὑπερβολὴν ἐκτραπείσης, ἡ τύχη σατυρικὸν τῷ καιρῷ τούτῳ πρόσωπον ἐπεισήγαγεν. ἦν γάρ τις Λατῖνος ὄνομα μὲν Σαυνίων, γελωτοποιὸς δὲ καὶ χάριτας ὑπερβαλλούσας ἔχων εἰς ἱλαρότητα· οὐ γὰρ μόνον ἐν τοῖς λόγοις ἐκίνει γέλωτας, ἀλλὰ καὶ κατὰ τὴν σιωπὴν καὶ ποιὰν σώματος ἐπιστροφὴν ἅπαντας ἐποίει τοὺς θεω‐ | |
10 | μένους μειδιᾶν, φυσικῆς τινος ἐπιτρεχούσης πιθανότητος. διὸ καὶ παρὰ Ῥωμαίοις μεγάλης ἀποδοχῆς ἐν τοῖς θεάτροις ἐπηξιοῦτο· οἱ δὲ Πικεν‐ τῖνοι τὴν ἀπόλαυσιν καὶ τέρψιν ταύτην τῶν Ῥωμαίων ἀφελέσθαι βουλό‐ μενοι τοῦτον διέγνωσαν ἀποκτεῖναι. ὁ δὲ προαισθόμενος τὸ μέλλον τελεῖ‐ σθαι προῆλθεν ἐπὶ τὴν σκηνὴν καὶ τῆς τοῦ κωμῳδοῦ σφαγῆς ἄρτι γεγε‐ | |
15 | νημένης, Ἄνδρες, εἶπε, θεαταί, καλλιεροῦμεν· ἐπ’ ἀγαθῷ δ’ εἴη συν‐ τετελεσμένον τὸ κακόν· οὐ γάρ εἰμι Ῥωμαῖος, ἀλλ’ ὅμοιος ὑμῶν ὑπὸ ῥάβδοις τεταγμένος περινοστῶ τὴν Ἰταλίαν καὶ χάριτας ἐμπορευόμενος ἡδονὰς καὶ γέλωτας θηρῶμαι. διὸ φείσασθε τῆς κοινῆς ἁπάντων χελι‐ | |
δόνος, ᾗ τὸ θεῖον ἔδωκεν ἐν ταῖς ἁπάντων οἰκίαις ἐννεοττεύειν ἀκινδύνως· | 171 | |
20 | οὐ γὰρ δίκαιον ὑμᾶς πολλὰ κλάειν. οὐκ ὀλίγα δὲ καὶ ἄλλα πρὸς διάχυσιν καὶ γέλωτα διελθὼν καὶ τῇ πιθανότητι καὶ χάριτι τῆς ὁμιλίας τὸ πικρὸν τῆς τιμωρίας παραιτησάμενος, ἀπελύθη τῶν κινδύνων. (F 219—221 = Const. Exc. 4,395—397) | |
222(n) | Diodor 37,13 | |
1 | 13. Ὅτι ὁ τῶν Μαρσῶν ἡγούμενος Πομπαίδιος ἐπεβάλετο μεγάλῃ καὶ παραβόλῳ πράξει. μυρίους γὰρ ἀναλαβὼν ἐκ τῶν τὰς εὐθύνας φοβου‐ μένων, ἔχοντας ὑπὸ τοῖς ἱματίοις ξίφη, προῆγεν ἐπὶ τῆς Ῥώμης. διενοεῖτο δὲ περιστῆσαι τῇ συγκλήτῳ τὰ ὅπλα καὶ τὴν πολιτείαν αἰτεῖσθαι, ἢ | |
5 | μὴ πείσας πυρὶ καὶ σιδήρῳ τὴν ἡγεμονίαν διαλυμήνασθαι. ἀπαντήσαντος δὲ αὐτῷ Γαΐου Δομιτίου καὶ ἐρομένου, Ποῖ προάγεις, Πομπαίδιε, μετὰ τοσούτου πλήθους; εἶπεν, Εἰς Ῥώμην ἐπὶ τὴν πολιτείαν, κεκλημένος ὑπὸ τῶν δημάρχων. ὁ δὲ Δομίτιος ὑπολαβὼν ἔφησεν ἀκινδυνότερον αὐτὸν καὶ κάλλιον τεύξεσθαι τῆς πολιτείας, ἂν μὴ πολεμικῶς ἐπὶ τὴν σύγκλητον | |
10 | παραγένηται· ταύτην γὰρ βούλεσθαι τὴν χάριν δοῦναι τοῖς συμμάχοις μὴ βιασθεῖσαν, ἀλλ’ ὑπομνησθεῖσαν. ὁ δὲ ἱεράν τινα τὴν συμβουλὴν τἀνδρὸς θέμενος, καὶ πεισθεὶς τοῖς λόγοις, ἐπανῆλθεν ἐπὶ τὴν οἰκείαν. Δομίτιος μὲν οὖν φρονίμοις λόγοις ἐκ μεγάλων κινδύνων ἐξήρπασε τὴν πατρίδα, πολλῷ κρείττονα τὴν ὁμιλίαν ποιησάμενος τῆς γενομένης Σερουιλίῳ τῷ | |
15 | στρατηγῷ πρὸς Πικεντίνους. ἐκεῖνος γὰρ οὐχ ὡς ἐλευθέροις καὶ συμμάχοις ὁμιλῶν, ἀλλ’ ὡς δούλοις ἐνυβρίζων καὶ φόβων μεγάλων ἀπειλαῖς παρώ‐ ξυνε τοὺς συμμάχους ἐπὶ τὴν καθ’ ἑαυτοῦ καὶ τῶν ἄλλων τιμωρίαν· οὗτος δὲ πεφρονηματισμένων ἀποστατῶν ἀλόγους ὁρμὰς ἐπιεικέσι λόγοις εἰς εὔνοιαν προετρέψατο. (Const. Exc. 2(1), 318—319) | |
223(n) | Diodor 37,2,4—7 | |
1 | Ἐπολέμουν δὲ Ῥωμαίοις Σαυνῖται, Ἀσκολανοί, Λευκανοί, Πικεντῖνοι, Νωλανοί, καὶ ἕτεραι πόλεις καὶ ἔθνη, ἐν οἷς ἐπισημοτάτη καὶ μεγίστη καὶ κοινὴ πόλις ἄρτι συντετελεσμένη τοῖς Ἰταλιώταις τὸ Κορφίνιον ἦν, ἐν ᾗ τά τε ἄλλα ὅσα μεγάλην πόλιν καὶ ἀρχὴν κρατύνουσι συνεστήσαντο | |
5 | καὶ ἀγορὰν εὐμεγέθη καὶ βουλευτήριον, καὶ τὰ ἄλλα τὰ πρὸς πόλεμον ἀφθόνως ἅπαντα, καὶ χρημάτων πλῆθος, καὶ τροφῆς δαψιλῆ χορηγίαν. συνεστήσαντο δὲ καὶ σύγκλητον κοινὴν πεντακοσίων ἀνδρῶν, ἐξ ὧν οἵ τε τῆς πατρίδος ἄρχειν ἄξιοι προαχθήσεσθαι ἔμελλον καὶ οἱ προβου‐ λεύεσθαι δυνάμενοι περὶ τῆς κοινῆς σωτηρίας. καὶ τούτοις ἐπέτρεψαν τὰ | |
10 | κατὰ τὸν πόλεμον διοικεῖν, αὐτοκράτορας ποιήσαντες τοὺς συνέδρους. οὗτοι δ’ ἐνομοθέτησαν δύο μὲν ὑπάτους κατ’ ἐνιαυτὸν αἱρεῖσθαι, δώδεκα δὲ στρατηγούς. καὶ κατεστάθησαν ὕπατοι μὲν Κόιντος Πομπαίδιος | |
Σίλων, Μάρσος μὲν τὸ γένος, πρωτεύων δὲ τῶν ὁμοεθνῶν, καὶ δεύτερος ἐκ τοῦ Σαυνιτῶν γένους Γάιος Ἀπώνιος Μότυλος, καὶ αὐτὸς δόξῃ καὶ | 172 | |
15 | πράξεσι τοῦ ἔθνους προέχων. τὴν δ’ ὅλην Ἰταλίαν εἰς δύο μέρη διελόντες ὑπατικὰς ἐπαρχίας ταύτας καὶ μερίδας ἀπέδειξαν. καὶ τῷ μὲν Πομπαιδίῳ προσώρισαν χώραν ἀπὸ τῶν Κερκώλων καλουμένων μέχρι τῆς Ἀδριατι‐ κῆς θαλάσσης, τὰ πρὸς δυσμὰς καὶ τὴν ἄρκτον νεύοντα μέρη, καὶ στρατη‐ γοὺς ἔταξαν αὐτῷ ἕξ· τὸ δὲ λοιπὸν τῆς Ἰταλίας, τὴν πρὸς ἕω καὶ μεσημ‐ | |
20 | βρίαν νεύουσαν, προσώρισαν Γαΐῳ Μοτύλῳ, στρατηγοὺς ὁμοίως συζεύ‐ ξαντες ἕξ. οὕτω πάντα δεξιῶς καὶ κατὰ μίμησιν, τὸ σύνολον φάναι, τῆς Ῥωμαϊκῆς καὶ ἐκ παλαιοῦ τάξεως τὴν ἑαυτῶν ἀρχὴν διαθέμενοι, κατὰ τὸ σφοδρότερον λοιπὸν εἴχοντο καὶ τοῦ ἐφεξῆς πολέμου, τὴν κοινὴν πόλιν Ἰταλίαν ἐπονομάσαντες. (Phot. Bibl. 391) | |
224(n) | Diodor 37,14 | |
1 | 14. Τῆς δὲ λείας τοῖς στρατιώταις μετέδωκαν, ὅπως τῆς ἐκ τῶν πολέ‐ μων ὠφελείας οἱ διακινδυνεύσαντες γευσάμενοι τοὺς ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνας ἐθελοντὴν ἀναδέχωνται. | |
225(n) | Diodor 37,15 | |
1 | 15. Ὅτι ὁ Μάριος ἤγαγε τὴν δύναμιν ἐπὶ τὸ Σαυνιτῶν πεδίον καὶ τοῖς πολεμίοις ἀντεστρατοπέδευσε. Πομπαίδιος δὲ τὴν τῶν ὅλων ἡγεμονίαν παρειληφὼς παρὰ τοῖς Μαρσοῖς καὶ αὐτὸς προῆγε τὴν δύναμιν. καὶ πλησίον ἀλλήλων γενομένων τὸ σκυθρωπὸν τοῦ πολέμου εἰς εἰρηνικὴν | |
5 | μετέπεσε διάθεσιν· εἰς ἐπίγνωσιν γὰρ ὄψεως ἐλθόντες οἱ παρ’ ἀμφοτέροις στρατιῶται πολλοὺς μὲν ἰδιοξένους ἐπεγίνωσκον, οὐκ ὀλίγους δὲ συστρα‐ τιώτας ἀνενεοῦντο, συχνοὺς δὲ οἰκείους καὶ συγγενεῖς κατενόουν, οὓς ὁ τῆς ἐπιγαμίας νόμος ἐπεποιήκει κοινωνῆσαι τῆς τοιαύτης φιλίας. διὸ καὶ τῆς συμπαθείας ἀναγκαζούσης προΐεσθαι φωνὴν φιλάνθρωπον, | |
10 | ἀλλήλους ἐξ ὀνόματος προσηγόρευον καὶ παρεκάλουν ἀπέχεσθαι τῆς τῶν ἀναγκαίων μιαιφονίας, τὰς δὲ ἐν προβολῇ πολεμικῶς διακειμένας πανο‐ πλίας ἀποτιθέμενοι τὰς δεξιὰς ἐξέτεινον ἀσπαζόμενοι καὶ φιλοφρονοῦντες ἀλλήλους. ἃ δὴ κατανοήσας ὁ Μάριος καὶ αὐτὸς προῆλθεν ἐκ τῆς παρα‐ τάξεως· ποιήσαντος δὲ καὶ τοῦ Πομπαιδίου τὸ παραπλήσιον διελέχθησαν | |
15 | ἀλλήλοις συγγενικῶς. πολλῶν δὲ λόγων γενομένων τοῖς ἡγεμόσι περὶ τῆς εἰρήνης καὶ τῆς ἐπιθυμουμένης πολιτείας, καὶ τῶν στρατευμάτων ἀμφοτέ‐ ρων χαρᾶς καὶ καλῶν ἐλπίδων πληρουμένων, ἡ πᾶσα σύνοδος ἐκ πολε‐ μικῆς τάξεως εἰς πανηγυρικὴν διάθεσιν μετέπεσεν, καὶ τῶν στρατηγῶν τοῖς οἰκείοις λόγοις ἐπὶ τὴν εἰρήνην προκαλεσαμένων ἅπαντες ἀσμένως | |
20 | τῆς ἀλληλοφονίας ἀπελύθησαν. (F 224. 225 = Const. Exc. 4,397) | 173 |
226(n) | Diodor 37,16 | |
1 | 16. Ὅτι ἦν τις ἐν Ἄσκλῳ παραδεδομένος ὑπὸ Ῥωμαίων εἰς φυλακήν, ὄνομα μὲν Ἀγαμέμνων, Κίλιξ δὲ τὸ γένος, διὰ δέ τινα περιπέτειαν καὶ συμμάχων φόνους ἐζωγρημένος· ὃς ὑπὸ τῶν Πικεντίνων ἀπολυθεὶς ἐκ τῆς φυλακῆς διὰ τὴν εὐεργεσίαν προθύμως ἐστρατεύετο. λῃστείας δὲ | |
5 | πολλὴν ἐμπειρίαν ἔχων, τὴν πολεμίαν χώραν κατέτρεχε μετὰ στρατιω‐ τῶν ὁμοίων ταῖς παρανομίαις. (Const. Exc. 2(1), 319) | |
227(n) | Diodor 37,17 | |
1 | 17. Οὗτος γὰρ οὐ προγονικὴν δόξαν οὐδ’ ἀφορμὴν ἰδίαν ἔχων εἰς προ‐ κοπῆς μέγεθος, παραδόξως ἦλθεν εἰς ὑπερβολὴν ἀξιώματός τε καὶ δόξης. *** ἐπιστρέφειν δὲ εἴωθεν ἡ τύχη πρὸς τὸ δέον καὶ τοὺς καθ’ ἑτέρων ἄδικόν τι μηχανησαμένους τοῖς αὐτοῖς περιβάλλειν συμπτώμασι. 〈εἰ γὰρ | |
5 | καὶ〉 κατὰ τὸ παρὸν ἴσως τυραννοῦσιν, ἀλλ’ ὕστερον ὑφέξουσι τὰς τῶν τυραννικῶν ἀνομημάτων εὐθύνας. | |
228(n) | Diodor 37,18 | |
1 | 18. Ὅτι Κρὴς ὁ ἐλθὼν πρὸς Ἰούλιον τὸν ὕπατον ἐπὶ προδοσίαν εἶπεν, Ἂν δι’ ἐμοῦ κρατήσῃς τῶν πολεμίων, τίνα δώσεις μισθὸν τῆς εὐεργεσίας; ὁ στρατηγὸς εἶπε, Ποιήσω σε πολίτην Ῥωμαῖον καὶ ἔσει παρ’ ἐμοὶ τίμιος. ὁ δὲ Κρὴς διαχυθεὶς ἐπὶ τῷ ῥηθέντι, Πολιτεία, φησί, παρὰ Κρησὶν εὐφη‐ | |
5 | μούμενός ἐστι λῆρος· τοξεύομεν γὰρ ἡμεῖς ἐπὶ τὸ κέρδος, καὶ πᾶν βέλος ἡμῶν χάριν [καὶ] ἀργυρίου, νεμόμενοι πᾶσαν χώραν καὶ θάλατταν. διὸ κἀγὼ νῦν ἀργυρίου χάριν ἥκω· τὰ δὲ τῆς πολιτείας τίμια τοῖς περὶ ταύτης νῦν διαφερομένοις παραχώρει, οἵτινες αἵματος ἀγοράζουσι λῆρον περι‐ μάχητον. πρὸς ὃν γελάσας ὁ ὕπατος εἶπε, Γενομένης ἡμῖν τῆς ἐπιβολῆς | |
10 | χαρίσομαί σοι χιλίας δραχμάς. | |
229(n) | Diodor 37,19,1—2 | |
1 | 19. Ὅτι τοὺς δούλους διά τινος ἐπινοίας οἱ Αἰσερνῖται λιμῷ πιεζόμενοι ἐκ τῆς πόλεως ἐξήγαγον· πάντα γὰρ ἡ τῆς περιστάσεως ἰδιότης ἠνάγκαζε πράττειν καὶ τῇ τῶν ἄλλων ἀπωλείᾳ τὴν ἰδίαν περιποιεῖσθαι σωτηρίαν. οἱ δὲ οἰκέται δεινῇ καὶ παρηλλαγμένῃ συμφορᾷ περιπεσόντες, ἀποχωρή‐ | |
5 | σαντες τὴν τῶν δεσποτῶν ὠμότητα τῇ τῶν πολεμίων ἐπιεικείᾳ διωρθώ‐ | |
σαντο. Ὅτι τοὺς κύνας καὶ τἄλλα ζῷα οἱ Αἰσερνῖται ἐσιτοῦντο· πάντα γὰρ ἡ τῆς φύσεως ἀνάγκη παρὰ τὸ καθῆκον ποιεῖν ἠνάγκαζε, βιαζομένη τὴν ἀπεγνωσμένην καὶ ἀσυνήθη τροφὴν προσφέρεσθαι. | 174 | |
10 | (F 227—229 = Const. Exc. 4,398) | |
230(n) | Diodor 37,19,3—5; 37,20 | |
1 | Ὅτι αἱ ἀνθρώπιναι ψυχαὶ μετέχουσι θείας τινὸς φύσεως ἐνίοτε προκατα‐ μαντευόμεναι τὰ μέλλοντα, καὶ κατά τινας φυσικὰς εἰδωλοποιίας προ‐ ορῶνται τὸ συμβησόμενον. ὅπερ ταῖς τῶν Πιννητῶν γυναιξὶ συνέβη γενέ‐ σθαι· προκατωδύροντο γὰρ τὴν ἐσομένην συμφοράν. | |
5 | Ὅτι τῶν Ἰταλιωτῶν τὰ τέκνα τῶν Πιννητῶν πάντα πρὸ τῶν τειχῶν τῆς πόλεως ἀγαγόντων καὶ ἀπειλούντων ταῦτα κατασφάξειν, ἐὰν μὴ ἀποστῶσιν ἀπὸ Ῥώμης, οἱ Πιννῆται ἐγκαρτεροῦντες τοῖς δεινοῖς ἔδωκαν ἀπόκρισιν ὅτι τέκνων στερηθέντες ἕτερα ῥᾳδίως ποιήσουσιν, ἐὰν τηρή‐ σωσι τὴν πρὸς Ῥωμαίους συμμαχίαν. | |
10 | Ὅτι οἱ αὐτοὶ Ἰταλιῶται ἀπογνόντες τὴν ἐκ τῆς πειθοῦς σύλλυσιν ἐπετελέσαντο πρᾶξιν ὠμότητι διαφέρουσαν· προσαγαγόντες γὰρ ἐγγὺς τοῦ τείχους τοὺς παῖδας προσέταττον τοῖς μέλλουσιν ἀναιρεῖσθαι δεῖσθαι τῶν πατέρων ἐλεῆσαι τοὺς ἐξ αὑτῶν γεγονότας, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνοντας ἐπικαλεῖσθαι τὸν πάντων ἐφορῶντα τὸν βίον τῶν | |
15 | ἀνθρώπων ἥλιον σῶσαι ψυχὰς νηπίων παίδων. (Const. Exc. 4,399) 20. Ὅτι οἱ Πιννῆται δειναῖς συνείχοντο συμφοραῖς. ἀμετάπειστον δ’ ἔχοντες τὴν πρὸς Ῥωμαίους συμμαχίαν, ἠναγκάζοντο κατεξανίστα‐ σθαι τῶν περὶ ψυχὴν παθῶν καὶ περιορᾶν τὰ τέκνα στερισκόμενα τοῦ ζῆν ἐν ὀφθαλμοῖς τῶν γεγεννηκότων. (Const. Exc. 2(1), 319) | |
231(n) | Diodor 37,21 | |
1 | 21. Τοιαῦτα γὰρ ἦν αὐτοῖς τὰ τῆς ψυχῆς παραστήματα κατὰ τοὺς ἀγῶνας ὥστε μηδεμίαν ὑπερβολὴν ἄλλοις ἀπολείπεσθαι κατὰ τὰς τῶν δεινῶν ὑπομονάς. πολλαπλασίων δὲ ὄντων τῶν πολιορκούντων τὸ τοῦ πλήθους ἐλλιπὲς τῇ τῆς ἀρετῆς ὑπερβολῇ προσανεπλήρουν. | |
232(n) | Diodor 37,22 | |
1 | 22. Ὅτι οἱ μὲν Ἰταλιῶται πολλάκις ὑπὲρ τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἠγωνισμένοι λαμπρῶς, τότε περὶ τῆς ἰδίας κινδυνεύοντες ὑπερέβαλλον ταῖς ἀνδραγαθίαις τὰς προγεγενημένας νίκας, οἱ δὲ Ῥωμαῖοι πρὸς τοὺς πρότερον ὑποτεταγμένους αὐτοῖς ἀγωνιζόμενοι δεινὸν ἡγοῦντο φανῆναι | |
5 | τῶν ἡττόνων ἥττους. | 175 |
233(n) | Diodor 37,23 | |
1 | 23. Ὅτι ὁ δὲ Λαμπώνιος ὥρμησεν ἐπὶ τὸν Κράσσον, ὑπολαμβάνων προσήκειν μὴ τοὺς πολλοὺς ὑπὲρ τῶν ἡγεμόνων, ἀλλὰ τοὺς ἡγεμόνας ὑπὲρ τοῦ πλήθους διαγωνίζεσθαι. | |
234(n) | Diodor 37,24 | |
1 | 24. Ὅτι οἱ Ῥωμαῖοι καὶ οἱ Ἰταλιῶται περὶ τῆς τῶν καρπῶν συγκο‐ μιδῆς ἠγωνίζοντο. ἐπιθέσεων δὲ γενομένων καὶ συμπλοκῶν ἀλληλοκτο‐ νοῦντες οὐ διέλιπον. μετὰ χεῖρας ἔχοντες τὸν θεριζόμενον στάχυν διεκρί‐ νοντο πρὸς ἀλλήλους αἵματι περὶ τῆς ἀναγκαίας τροφῆς. οὐδεὶς δὲ ἀνέμενε | |
5 | παράκλησιν ἡγεμόνος, ἀλλ’ ἡ φύσις αὐτὴ προετρέπετο πρὸς τὴν ἀλκήν, προβάλλουσα τὴν τῆς ἐνδείας ἀνάγκην. ὑπέμενεν ἕκαστος εὐψύχως τὴν διὰ σιδήρου γινομένην τοῦ βίου καταστροφήν, δεδιὼς τὸν ἐκ τῆς ἐνδείας θάνατον. (F 231—234 = Const. Exc. 4,399—400) | |
235(n) | Diodor 37,2,8 | |
1 | Καὶ διεπολέμησαν Ῥωμαίοις τὰ πλεῖστα κατὰ τὸ ἐπικρατέστερον, ἕως Γναῖος Πομπήιος ὕπατος αἱρεθεὶς καὶ στρατηγὸς τοῦ πολέμου, καὶ Σύλλας στρατηγὸς ὑπὸ τῷ ἑτέρῳ ὑπάτῳ Κάτωνι, ἐπιφανεστάταις μάχαις τοὺς Ἰταλιώτας οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις νικήσαντες, τὰ πράγματα | |
5 | αὐτῶν εἰς τὸ συντρίβεσθαι περιέστησαν. ἐπολέμησαν δ’ οὖν καὶ ἔτι· ἀλλὰ Γαΐου Κοσκονίου σταλέντος εἰς Ἰαπυγίαν στρατηγοῦ πολλάκις ἡττή‐ θησαν. (Phot. Bibl. 392) | |
236(n) | Athenaeus XII 550ab | |
1 | Εἰς πάχος δ’ ἐπεδεδώκει καὶ ὁ υἱὸς αὐτοῦ (sc. des Ptolemaios Physkon) Ἀλέξανδρος, ὁ τὴν ἑαυτοῦ μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῷ. φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν οὕτως· «ὁ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν | |
5 | ὄχλων, κολακευόμενος δ’ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ 〈ἀπο〉πατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος [ἐπορεύετο]. εἰς δὲ τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλό‐ μενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.» | |
237(n) | Diodor 37,25 | |
1 | 25. Ὅτι ὁ Σύλλας τὰς πράξεις καλῶς ἐχείριζε καὶ ἐνεργῶς, καὶ δόξης | |
καὶ καλῆς φήμης ἐν Ῥώμῃ κατηξιοῦτο, καὶ τὸ πλῆθος ἐδοκίμασεν αὐτὸν ἄξιον ὑπάρχειν ὕπατον αἱρεῖσθαι, καὶ περιβόητος ἦν ἐπ’ ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει, καὶ καθόλου φανερὸς ὑπῆρχεν εἰς μεῖζον πρόσχημα | 176 | |
5 | δόξης προαχθησόμενος. (Const. Exc. 2(1),319) | |
238(n) | Diodor 37,2,9—10 | |
1 | Εἶτα ἐλαττωθέντες καὶ ἐκ πολλῶν ὀλίγοι καταλειφθέντες κοινῇ γνώμῃ τὴν κοινὴν ἐκλείπουσι πόλιν, τὸ Κορφίνιον, διὰ τὸ τοὺς Μάρσους καὶ πάντα τὰ γειτνιῶντα τῶν ἐθνῶν προσκεχωρηκέναι τοῖς Ῥωμαίοις· εἰς δὲ τὴν ἐν Σαυνίταις Αἰσερνίαν καθιδρύθησαν, πέντε στρατηγοὺς αὑτοῖς | |
5 | ἐπιστήσαντες, ὧν ἑνὶ μάλιστα Κοΐντῳ Πομπαιδίῳ Σίλωνι τὴν πάντων ἡγεμονίαν ἐπίστευσαν διὰ τὴν περὶ αὐτὸν ἐν τῷ στρατηγεῖν ἀρετήν τε καὶ δόξαν. οὗτος δὲ μετὰ τῆς κοινῆς τῶν στρατηγῶν γνώμης κατεσκεύασε μεγάλην δύναμιν, ὡς τοὺς σύμπαντας μετὰ τῶν προϋπαρχόντων περὶ τρισμυρίους γενέσθαι. χωρὶς δὲ τούτων τοὺς δούλους ἐλευθερώσας καὶ | |
10 | ὡς ὁ καιρὸς ἐδίδου καθοπλίσας, συνῆγεν οὐ πολὺ λείποντας τῶν δισμυ‐ ρίων, ἱππεῖς δὲ χιλίους. συμβαλὼν δὲ Ῥωμαίοις, Μαμέρκου στρατη‐ γοῦντος αὐτῶν, Ῥωμαίους μὲν ἀναιρεῖ ὀλίγους, τῶν δ’ οἰκείων ὑπὲρ ἑξακισχιλίους ἀποβάλλει. καὶ Μέτελλος κατὰ τὴν Ἀπουλίαν τὴν Οὐενου‐ σίαν, πόλιν ἀξιόλογον οὖσαν καὶ στρατιώτας πολλοὺς ἔχουσαν, ἐξεπολιόρ‐ | |
15 | κησε κατὰ καιρὸν τὸν αὐτόν, καὶ πλείους τῶν τρισχιλίων αἰχμαλώτους εἷλεν. (F 238 Phot. Bibl. 392) | |
239(n) | Diodor 37,2,11 | |
1 | Ἐπικρατούντων δ’ ἐπὶ μᾶλλον καὶ μᾶλλον τῶν Ῥωμαίων, πέμπουσιν οἱ Ἰταλοὶ πρὸς Μιθριδάτην τὸν βασιλέα Πόντου, ἀκμάζοντα τότε πολεμικῇ χειρὶ καὶ παρασκευῇ, ἀξιοῦντες ἐπὶ τὴν Ἰταλίαν κατὰ Ῥωμαίων ἄγειν τὰς δυνάμεις· οὕτω γὰρ ῥᾳδίως συναφθέντων τὸ Ῥωμαϊκὸν καταβλη‐ | |
5 | θήσεσθαι κράτος. ὁ δὲ Μιθριδάτης ἀπόκρισιν δίδωσιν ἄξειν τὰς δυνάμεις εἰς τὴν Ἰταλίαν, ἐπειδὰν αὑτῷ καταστήσῃ τὴν Ἀσίαν· τοῦτο γὰρ καὶ ἔπραττε. διὸ παντελῶς οἱ ἀποστάται τεταπεινωμένοι ἀπεγίνωσκον· λοιποὶ γὰρ ὑπῆρχον Σαυνιτῶν ὀλίγοι καὶ Σάβελλοι διατρίβοντες ἐν τῇ Νώλᾳ, καὶ πρός γε τούτοις οἱ περὶ Λαμπώνιον καὶ Κλεπίτιον, ἔχοντες λείψανα | |
10 | τῶν Λευκανῶν. (Phot. Bibl. 392) | |
240(n) | Diodor 37,2,12 | |
1 | Διὸ καὶ τοῦ Μαρσικοῦ πολέμου σχεδὸν ἤδη διαλυομένου πάλιν αἱ προγε‐ γενημέναι στάσεις ἐμφύλιοι κατὰ τὴν Ῥώμην κινήσεις ἐλάμβανον, | |
ἀντιποιουμένων πολλῶν ἐνδόξων τὸ τυχεῖν τῆς κατὰ Μιθριδάτου στρατη‐ γίας διὰ τὸ μέγεθος τῶν ἐπάθλων· Γάιός τε γὰρ Ἰούλιος καὶ Γάιος Μάριος | 177 | |
5 | ὁ ἑξάκις ὑπατεύσας ἀντεφιλονείκουν, καὶ τὸ πλῆθος ἦν ἑκατέροις συμμερι‐ ζόμενον ταῖς γνώμαις. συνέβησαν δὲ καὶ ἕτεραι ταραχαί. (Phot. Bibl. 392) | |
241(n) | Diodor 37,29,1 | |
1 | 29. Ὅτι ὁ Μάριος εἰς τὸν κάμπον καθ’ ἡμέραν βαδίζων ἐγυμνάζετο πρὸς τὰς ἐν τῷ πολέμῳ χρείας· ἔσπευδε γὰρ τὴν τοῦ γήρως ἀσθένειαν καὶ βραδυτῆτα τῇ καθ’ ἡμέραν ἀθλήσει καὶ φιλοπονίᾳ πρὸς τοὐναντίον διορ‐ θώσασθαι. (Const. Exc. 4,400) | |
242(n) | Diodor 37,2,13—14 | |
1 | Ὁ μέντοι Σύλλας ὕπατος ὤν, χωρισθεὶς τῆς Ῥώμης πρὸς τὰς περὶ Νῶλαν ἠθροισμένας παρεγένετο δυνάμεις, καὶ πολλοὺς τῶν πλησιοχώρων κατα‐ πληξάμενος ἠνάγκασε παραδοῦναι σφᾶς αὐτοὺς καὶ τὰς πόλεις. τοῦ δὲ Σύλλα στρατεύσαντος μὲν ἐπὶ τὴν Ἀσίαν κατὰ Μιθριδάτου, τῆς δὲ | |
5 | Ῥώμης μεγάλαις ταραχαῖς καὶ φόνοις ἐμφυλίοις περισπωμένης, Μάρκος Λαμπώνιος καὶ Τιβέριος Κλεπίτιος, ἔτι δὲ Πόντιος, οἱ τῶν ὑπολοίπων Ἰταλιωτῶν στρατηγοί, διατρίβοντες ἐν τῇ Βρεττίᾳ, Τισίας μὲν πόλιν ὀχυρὰν ἐπὶ πολὺν χρόνον πολιορκήσαντες οὐκ ἴσχυσαν ἑλεῖν, μέρος δ’ ἐπὶ τῆς πολιορκίας τοῦ στρατεύματος καταλιπόντες τῇ λοιπῇ τὸ Ῥήγιον | |
10 | ἰσχυρῶς ἐπολιόρκουν, ἐλπίζοντες, εἰ ταύτης κρατήσαιεν, ῥᾳδίως εἰς τὴν Σικελίαν διαβιβάσειν τὰς δυνάμεις καὶ κρατήσειν τῆς εὐδαιμονεστάτης τῶν ὑπὸ τὸν ἥλιον νήσων. ἀλλ’ ὁ ταύτης στρατηγὸς Γάιος Νορβανός, πολλῇ δυνάμει καὶ παρασκευῇ καὶ προθυμίᾳ χρησάμενος, καὶ κατα‐ πληξάμενος τοὺς Ἰταλιώτας τῷ μεγέθει τῆς παρασκευῆς, ἐξήρπασε τοὺς | |
15 | Ῥηγίνους. εἶτα τῆς περὶ Σύλλαν καὶ Μάριον ἐμφυλίου στάσεως ἀναρ‐ ριπισθείσης Ῥωμαίοις, οἱ μὲν Σύλλᾳ, οἱ δὲ Μαρίῳ συνεμάχησαν. καὶ τὸ μὲν πλέον αὐτῶν ἔπεσε τοῖς πολέμοις, τὸ δ’ ὑπόλοιπον ἐπικρατήσαντι Σύλλᾳ προσεχώρησε. καὶ οὕτω τέλεον τῇ ἐμφυλίῳ συναπέσβη στάσει μέγιστος γεγονὼς καὶ ὁ Μαρσικὸς ἐπικληθεὶς πόλεμος. | |
20 | (Phot. Bibl. 392) | |
243(n) | Athenaeus IV 168 de | |
1 | Παρὰ δὲ Ῥωμαίοις μνημονεύεται, ὥς φησι Ποσειδώνιος ἐν τῇ ἐνάτῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν, Ἀπίκιόν τινα ἐπὶ ἀσωτίᾳ πάντας ἀνθρώ‐ πους ὑπερηκοντικέναι. οὗτος δ’ ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίῳ τῷ τὴν Ῥωμαϊκὴν ἱστορίαν ἐκδεδωκότι τῇ Ἑλλή‐ | |
5 | νων φωνῇ. | 178 |
244(n) | Diodor 37,26—27,1 | |
1 | 26. Ὅτι ὁ Μιθριδάτης τῆς τῶν Ῥωμαίων ἡγεμονίας κατὰ τὴν Ἀσίαν κρατήσας, καὶ πολλοὺς ζωγρήσας, ἅπαντας τιμήσας καὶ ἐσθῆσι καὶ ἐφοδίοις ἀπέλυσεν εἰς τὰς πατρίδας. διαβοηθείσης δὲ τῆς τοῦ Μιθρι‐ δάτου φιλανθρωπίας, ἐνέπεσεν εἰς τὰς πόλεις ὁρμὴ προστίθεσθαι τῷ | |
5 | βασιλεῖ. παρῆν δὲ ὁρᾶν ἀπὸ πασῶν τῶν πόλεων πρεσβευτὰς μετὰ ψηφισ‐ μάτων καλούντων αὐτὸν εἰς τὰς ἰδίας πατρίδας καὶ θεὸν καὶ σωτῆρα προσαγορευόντων. ἀκολούθως δὲ τούτοις καὶ κατὰ τὴν παρουσίαν τοῦ βασιλέως ἀπήντων αἱ πόλεις ἐκχεόμεναι πανδημεὶ μετ’ ἐσθῆτος λαμπρᾶς καὶ πολλῆς χαρᾶς. | |
10 | 27. Ὅτι κατὰ τὴν Ἀσίαν ἐπικρατοῦντος Μιθριδάτου καὶ τῶν πόλεων ἀφισταμένων ἀκατασχέτως ἀπὸ Ῥωμαίων, οἱ ἐν τῇ Λέσβῳ διέγνωσαν οὐ μόνον αὑτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ, ἀλλὰ καὶ τὸν Ἀκίλλιον εἰς Μυτι‐ λήνην συμπεφευγότα καὶ νοσοκομούμενον παραδοῦναι τῷ Μιθριδάτῃ. ἐπιλέξαντες οὖν τῶν νέων τοὺς ἀλκῇ διαφέροντας ἔπεμψαν ἐπὶ τὸ κατά‐ | |
15 | λυμα. οἱ δὲ ἀθρόοι προσπεσόντες τούτῳ καὶ τὸν Ἀκίλλιον ἁρπάσαντες ἔδησαν, ὡς καλλίστην τῷ βασιλεῖ καὶ κεχαρισμένην δωρεὰν ἐκπέμψοντες. | |
245(n) | Diodor 37,27,2 | |
1 | Ὁ δέ, καίπερ νέος ὢν παντελῶς τὴν ἡλικίαν, ἐτόλμησεν ἐπιτελέσασθαι πρᾶξιν ἡρωικήν· φθάσας γὰρ τοὺς μέλλοντας συναρπάζειν αὐτόν, ἀντὶ τῆς ὕβρεως καὶ τῆς αἰσχρᾶς τιμωρίας ἠλλάξατο θάνατον. σφάζων γὰρ ἑαυτόν, καὶ τῇ δεινότητι τῆς πράξεως καταπληξάμενος τοὺς ἐπ’ αὐτὸν | |
5 | ὁρμῶντας ἐποίησε μὴ τολμῆσαι πλησίον αὐτοῦ προελθεῖν. μετὰ πάσης δὲ ἀδείας ἑαυτὸν ἀπαλλάξας τοῦ ζῆν καὶ τῶν ἐπιφερομένων κακῶν περι‐ βόητον ἔσχε τὴν ἐπ’ εὐψυχίᾳ δόξαν. | |
246(n) | Diodor 37,28 | |
1 | 28. Ὅτι καθόλου κατὰ τὴν ναυμαχίαν παρὰ τοῖς Ῥοδίοις πλὴν τοῦ πλήθους τὰ λοιπὰ πάντα μεγάλας εἶχεν ὑπεροχάς, τέχνη κυβερνητῶν, τάξις τῶν νεῶν, ἐρετῶν ἐμπειρία, δυνάμεις ἡγεμόνων, ἐπιβατῶν ἀρεταί· παρὰ δὲ τοῖς Καππάδοξιν ὑπῆρχον ἀπειρίαι καὶ ἀγυμνασίαι καὶ ἡ πάντων τῶν | |
5 | κακῶν παραιτία ἀταξία. προθυμίᾳ μὲν γὰρ οὐκ ἐλείποντο τῶν Ῥοδίων, ὡς ἂν ἔχοντες ἐπίσκοπον καὶ θεατὴν τῶν κινδύνων τὸν βασιλέα, καὶ τούτῳ σπεύδοντες ἐνδείκνυσθαι τὴν πρὸς αὐτὸν εὔνοιαν· μόνῳ δὲ ὑπερέ‐ χοντες τῷ πλήθει τῶν σκαφῶν, περιεχέοντο τὰς πολεμίας ναῦς καὶ κυκλοῦντες εἰς μέσον αὐτὰς ἀπελάμβανον. | |
10 | (F 244—246 = Const. Exc. 2(1), 319—321) | 179 |
247(n) | Athenaeus V 211d—215b | |
1 | Ὁ δ’ Ἀλέξανδρος (Βάλας) προσηνὴς ἦν [ἐν] πᾶσι καὶ φιλόλογος ἐν ταῖς ὁμιλίαις καὶ οὐχ ὅμοιος Ἀθηνίωνι τῷ Περιπατητικῷ φιλοσόφῳ, τῷ καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί τε καὶ ἐν Μεσσήνῃ, ἔτι δὲ καὶ ἐν Λαρίσῃ τῆς Θετταλίας καὶ μετὰ ταῦτα τῆς Ἀθηναίων πόλεως τυραννή‐ | |
5 | σαντι. περὶ οὗ καθ’ ἕκαστα ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερά ἐστιν ἐκθήσομαι, ἵν’ ἐπιμελῶς πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβωνίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν ... ἐκθήσομαι τὰ περὶ τὸν ἄνδρα ὡς ἐγένετο. «ἐν τῇ Ἐρυμνέως τοῦ Περιπατητικοῦ σχολῇ διέτριβέ τις Ἀθηνίων | |
10 | προσκαρτερῶν τοῖς λόγοις, ὅστις Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῇ. ταύτης οὖν εἴτ’ ἐξ αὐτοῦ τεκούσης εἴτ’ ἐξ ἄλλου τινός, ὁμώνυμος Ἀθηνίων τῷ δεσπότῃ παρετρέφετο. γράμματα δὲ μαθὼν καὶ πρεσβύτην γενόμενον τὸν δεσπότην μετὰ τῆς μητρὸς ἐχειραγώγει καὶ ἀποθανόντα κληρονομήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. γή‐ | |
15 | μας τε παιδισκάριον εὔμορφον μετὰ τούτου πρὸς τὸ σοφιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. καὶ σοφιστεύσας ἐν Μεσσήνῃ κἀν Λαρίσῃ τῇ Θετταλικῇ καὶ πολλὰ ἐργασάμενος χρήματα ἐπανῆλθεν εἰς τὰς Ἀθήνας. καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἀθηναίων πρεσβευτής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑποδραμὼν τὸν βασιλέα τῶν φίλων εἷς ἐγένετο, | |
20 | μεγίστης τυχὼν προαγωγῆς. διόπερ μετεώριζε τοὺς Ἀθηναίους δι’ ἐπιστολῶν ὡς τὰ μέγιστα παρὰ τῷ Καππαδόκῃ δυνάμενος, ὥστε μὴ μόνον τῶν ἐπιφερομένων ὀφλημάτων ἀπολυθέντας, ἀλλὰ καὶ τὴν δημο‐ κρατίαν ἀνακτησαμένους ἐν ὁμονοίᾳ ζῆν καὶ δωρεῶν μεγάλων τυχεῖν ἰδίᾳ καὶ δημοσίᾳ. ταῦτα οἱ Ἀθηναῖοι διεκόμπουν, τὴν Ῥωμαίων ἡγεμο‐ | |
25 | νίαν καταλελύσθαι πεπιστευκότες. ἤδη οὖν τῆς Ἀσίας μεταβεβλημένης ὁ Ἀθηνίων ἐπανῆγεν εἰς τὰς Ἀθήνας καὶ ὑπὸ χειμῶνος ἐνοχληθεὶς εἰς τὴν Καρυστίαν κατηνέχθη. τοῦτο μαθόντες οἱ Κεκροπίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς καὶ φορεῖον ἀργυρόπουν. ἀλλ’ εἰσῄειν ἤδη, καὶ σχεδὸν τὸ πλεῖστον | |
30 | μέρος τῆς πόλεως ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ ἐξεκέχυτο, συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος Ἀθηνίων εἰς Ἀθήνας ἐπ’ ἀργυρόποδος κατακομίζεται φορείου καὶ πορφυ‐ ρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ τρίβωνος ἑωρακὼς πορφύραν πρό‐ τερον, οὐδενὸς οὐδὲ Ῥωμαίων ἐν τοιαύτῃ φαντασίᾳ καταχλιδῶντος τῆς | |
35 | Ἀττικῆς. συνέτρεχον οὖν πρὸς τὴν θέαν ταύτην ἄνδρες γυναῖκες παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης | |
καὶ τὰς ἐρανικὰς ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ τῆς χώρας καὶ πόλεως πομπεύει. συνήντησαν δ’ αὐτῷ καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται τὸν ἄγγελον τοῦ νέου Διονύσου καλοῦντες ἐπὶ τὴν | 180 | |
40 | κοινὴν ἑστίαν καὶ τὰς περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. ὁ δὲ πρότερον ἐκ μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν Διοῦς οἰκίαν τοῦ τότε 〈μάλιστα〉 πλου‐ τοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου προσόδοις εἰσηνέχθη, κεκοσμημένην στρωμναῖς τε καὶ γραφαῖς καὶ ἀνδριᾶσι καὶ ἀργυρωμάτων ἐκθέσει. ἀφ’ ἧς ἐξῄει χλαμύδα λαμπρὰν ἐπισύρων καὶ περικείμενος δακτύλιον χρυσίου | |
45 | ἐγγεγλυμμένην ἔχοντα τὴν Μιθριδάτου εἰκόνα· προεπόμπευον δ’ αὐτοῦ καὶ ἐφείποντο θεράποντες πολλοί. ἐν δὲ τῷ τεμένει τῶν τεχνιτῶν θυσίαι τε ἐπετελοῦντο ἐπὶ τῇ Ἀθηνίωνος παρουσίᾳ καὶ μετὰ κήρυκος προανα‐ φωνήσεως σπονδαί. καὶ τῇ ὑστεραίᾳ πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμενον αὐτοῦ τὴν πρόοδον· πλήρης δ’ ἦν καὶ ὁ Κεραμεικὸς ἀστῶν καὶ | |
247(50) | ξένων, καὶ αὐτόκλητος εἰς τὴν ἐκκλησίαν τῶν ὄχλων συνδρομή. ὁ δὲ μόλις προῆλθε δορυφορούμενος ὑπὸ τῶν εὐδοκιμεῖν παρὰ τῷ δήμῳ θελόντων, ἑκάστου σπεύδοντος κἂν προσάψασθαι τῆς ἐσθῆτος. ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ᾠκοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς, στὰς ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν | |
55 | τὸ πλῆθος, ἔπειτ’ ἀναβλέψας ‘ἄνδρες Ἀθηναῖοι‘ ἔφη ‘τὰ πράγματα 〈μέν〉 με βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν ἃ οἶδα, τὸ δὲ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ παράδοξον τῆς περιστάσεως ἐμποδίζει με‘. ἁθρόως δ’ ἐπιβοησάντων αὐτῷ τῶν περιεστώτων θαρρεῖν καὶ λέγειν, ‘λέγω τοίνυν‘ ἔφη ‘τὰ μηδέποτε ἐλπισθέντα μηδὲ ἐν ὀνείρῳ | |
60 | φαντασθέντα. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας. καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφο‐ ροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν καὶ τὸν ὅλον Πόντον κατῳ‐ κισμένων ἐθνῶν ἐν περιμέτρῳ τρισμυρίων σταδίων 〈θεραπεύουσι〉. Ῥω‐ | |
65 | μαίων δὲ στρατηγὸς μὲν Παμφυλίας Κόιντος Ὄππιος παραδοθεὶς ἀκολουθεῖ δέσμιος, Μάνιος δὲ Ἀκύλλιος ὁ ὑπατευκώς, ὁ τὸν ἀπὸ Σικελίας καταγαγὼν θρίαμβον (cos. 101), συνδέτην ἔχων ἁλύσει μακρᾷ Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλκεται. τῶν δ’ ἄλλων Ῥωμαίων οἱ μὲν θεῶν ἀγάλμασι προσπεπτώκασιν, οἱ δὲ λοιποὶ μεταμφιεσάμενοι τετρά‐ | |
70 | γωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας πάλιν ὀνομάζουσι. πᾶσα δὲ πόλις ταῖς ὑπὲρ ἄνθρωπον τιμαῖς ὑπαντῶσα κατακαλεῖται τὸν θεὸν βασιλέα, χρησμοὶ δὲ πάντοθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιῳδοῦσι. διὸ καὶ πρὸς τὴν Θρᾴκην καὶ τὴν Μακεδονίαν μεγάλα πέμπεται στρατόπεδα, καὶ τὰ τῆς Εὐρώπης ἅπαντα μέρη ἁθρόα εἰς αὐτὸν μεταβέβληται. πάρεισι γὰρ | |
75 | πρὸς αὐτὸν πρέσβεις οὐ μόνον ἐκ τῶν Ἰταλικῶν ἐθνῶν, ἀλλὰ καὶ παρὰ | |
Καρχηδονίων, συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν τῆς Ῥώμης ἀναίρεσιν.‘ μικρὸν δ’ ἐπισχὼν ἐπὶ τούτοις καὶ ἐάσας τοὺς πολλοὺς συλλαλῆσαι περὶ τῶν παραδόξως προηγγελμένων τρίψας τε τὸ μέτωπον ‘τί οὖν‘ εἶπε ‘συμβουλεύω; μὴ ἀνέχεσθαι τῆς ἀναρχίας, ἣν ἡ Ῥωμαίων σύγκλητος | 181 | |
80 | ἐπισχεθῆναι πεποίηκεν, ἕως 〈ἂν〉 αὐτὴ δοκιμάσῃ περὶ τοῦ πῶς ἡμᾶς πολιτεύεσθαι δεῖ. καὶ μὴ περιίδωμεν τὰ ἱερὰ κεκλῃμένα, αὐχμῶντα δὲ τὰ γυμνάσια, τὸ δὲ θέατρον ἀνεκκλησίαστον, ἄφωνα δὲ τὰ δικαστήρια καὶ τὴν θεῶν χρησμοῖς καθωσιωμένην Πύκνα ἀφῃρημένην τοῦ δήμου. μὴ περιίδωμεν δέ, ἄνδρες Ἀθηναῖοι, τὴν ἱερὰν τοῦ Ἰάκχου φωνὴν κατα‐ | |
85 | σεσιγασμένην καὶ τὸ σεμνὸν ἀνάκτορον τοῖν θεοῖν κεκλῃμένον καὶ τῶν φιλοσόφων τὰς διατριβὰς ἀφώνουσ‘. πολλῶν οὖν καὶ ἄλλων τοιούτων λεχθέντων ὑπὸ τοῦ οἰκότριβος, συλλαλήσαντες αὑτοῖς οἱ ὄχλοι καὶ συν‐ δραμόντες εἰς τὸ θέατρον εἵλοντο τὸν Ἀθηνίωνα στρατηγὸν ἐπὶ τῶν ὅπλων. καὶ παρελθὼν ὁ Περιπατητικὸς εἰς τὴν ὀρχήστραν, ‘ἴσα βαίνων | |
90 | Πυθοκλεῖ‘ (Demosth. 19,314), εὐχαρίστησέ τε τοῖς Ἀθηναίοις καὶ ἔφη διότι ‘νῦν ὑμεῖς ἑαυτῶν στρατηγεῖτε, προέστηκα δ’ ἐγώ. καὶ ἂν συνεπι‐ σχύσητε, τοσοῦτον δυνήσομαι ὅσον κοινῇ πάντες ὑμεῖς.‘ ταῦτ’ εἰπὼν συγκατέστησεν ἑαυτῷ τοὺς ἄλλους ἄρχοντας ὧν ἠβούλετο ὑποβαλὼν τὰ ὀνόματα. | |
95 | καὶ μετ’ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀναδείξας ὁ φιλόσοφος ⸢καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα 〈τὸ〉 περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν (115 F 73) καὶ Ἕρμιππος ὁ Καλλιμάχειος, εὐθέως καὶ οὗτοσ⸣ τοὺς μὲν εὖ φρονοῦντας τῶν πολιτῶν | |
247(100) | παρὰ τὰ Ἀριστοτέλους καὶ Θεοφράστου δόγματα (ὡς ἀληθῆ εἶναι τὴν παροιμίαν τὴν λέγουσαν ‘μὴ παιδὶ μάχαιραν‘) ἐκποδὼν εὐθὺς ἐποιήσατο, φύλακας δ’ ἐπὶ τὰς πύλας κατέστησεν, ὡς νύκτωρ πολλοὺς τῶν Ἀθηναίων εὐλαβουμένους τὸ μέλλον κατὰ τῶν τειχῶν αὑτοὺς καθιμήσαντας φεύγειν. καὶ ὁ Ἀθηνίων ἱππέας ἐπαποστείλας οὓς μὲν ἐφόνευσεν, οὓς δὲ καὶ δεδε‐ | |
105 | μένους κατήγαγε, δορυφόρους ἔχων πολλοὺς τῶν φρακτικῶν καλουμένων. συνάγων δὲ καὶ ἐκκλησίας πολλάκις τὰ Ῥωμαίων φρονεῖν προσεποιεῖτο 〈τοὺς ληφθέντασ〉 καὶ πολλοῖς αἰτίας ἐπιφέρων ὡς διαπεμπομένοις πρὸς τοὺς φυγάδας καὶ νεωτερίζουσιν ἐφόνευεν αὐτούς. καὶ τὰς πύλας 〈συγκλεί‐ σας πάσας, φύλακασ〉 τριάκοντα καταστήσας ἐφ’ ἑκάστης, οὔτ’ εἰσιέναι τὸν | |
110 | βουλόμενον· οὔτ’ ἐξιέναι εἴα. ἀνελάμβανεν δὲ καὶ τὰς οὐσίας πολλῶν καὶ τοσαῦτα χρήματα συνήθροισεν ὡς καὶ φρέατα πληρῶσαι πλείονα. ἐξαπέ‐ στειλεν δὲ καὶ ἐπὶ τὴν χώραν ὥσπερ ὁδοιδόκους τῶν ἀποχωρούντων, οἵτινες αὐτοὺς ἀνῆγον ὡς αὐτόν· καὶ ἀκρίτους ἀπώλλυεν προβασανίσας καὶ στρε‐ βλώσας. πολλοῖς δὲ καὶ προδοσίας δίκας ἐπῆγεν ὡς τοῖς φυγάσι περὶ | |
115 | καθόδου συνεργοῦσιν, ὧν οἱ μὲν διὰ τὸν φόβον πρὸ τῆς κρίσεως ἔφευγον, οἱ δ’ ἐν τοῖς δικαστηρίοις κατεδικάζοντο, αὐτοῦ τὰς ψήφους φέροντος. ⸢ἐνειργάσατο δ’ ἐν τῇ πόλει καὶ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων ἔνδειαν, κριθίδια καὶ πυροὺς ὀλίγους διαμετρῶν.⸣ ἐξέπεμπε δὲ καὶ ἐπὶ τῆς χώρας ὁπλίτας τοὺς θηρεύσοντας, εἴ τις τῶν ἀνακεχωρηκότων ἐντός ἐστι τῶν | 182 |
120 | ὅρων ἢ τῶν Ἀθηναίων τις εἰς τὴν ὑπερόριον ἀποδημεῖ, καὶ τὸν ληφθέντα ἀπετυμπάνιζεν, ὧν ἐνίους καὶ προκατανάλισκε ταῖς βασάνοις. ἐκήρυσσέν τε δύντος ἡλίου πάντας οἰκουρεῖν καὶ 〈μηδὲ〉 μετὰ λυχνοφόρου μηδένα φοιτᾶν. καὶ οὐ μόνον τὰ τῶν πολιτῶν διήρπαζεν, ἀλλ’ ἤδη καὶ τὰ τῶν ξένων, | |
125 | ἐκτείνας τὰς χεῖρας καὶ ἐπὶ τὰ εἰς Δῆλον τοῦ θεοῦ χρήματα. ἐκπέμψας γοῦν εἰς τὴν νῆσον Ἀπελλικῶντα τὸν Τήιον, πολίτην δὲ Ἀθηναῖον γενό‐ μενον, ποικιλώτατόν τινα καὶ ἁψίκορον ζήσαντα βίον—ὅτε μὲν γὰρ ἐφι‐ λοσόφει [καὶ] τὰ Περιπατητικά, καὶ τὴν Ἀριστοτέλους βιβλιοθήκην καὶ ἄλλας συνηγόραζε συχνάς (ἦν γὰρ πολυχρήματος) τά τ’ ἐκ τοῦ Μητρῴου | |
130 | τῶν παλαιῶν αὐτόγραφα ψηφίσματα ὑφαιρούμενος ἐκτᾶτο καὶ ἐκ τῶν ἄλλων πόλεων εἴ τι παλαιὸν εἴη καὶ ἀπόθετον· ἐφ’ οἷς φωραθεὶς ἐν ταῖς Ἀθήναις ἐκινδύνευσεν ἄν, εἰ μὴ ἔφυγεν· καὶ μετ’ οὐ πολὺ πάλιν κατῆλθε, θεραπεύσας πολλούς, καὶ συναπεγράφετο τῷ Ἀθηνίωνι ὡς δὴ ἀπὸ τῆς αὐτῆς αἱρέσεως ὄντι. Ἀθηνίων δ’ ἐπιλαθόμενος τῶν δογμάτων τῶν τοῦ | |
135 | Περιπάτου χοίνικα κριθῶν εἰς τέσσαρας ἡμέρας διεμέτρει τοῖς ἀνοήτοις Ἀθηναίοις, ἀλεκτορίδων τροφὴν καὶ οὐκ ἀνθρώπων αὐτοῖς διδούς. Ἀπελλικῶν δὲ μετὰ δυνάμεως ἐξορμήσας εἰς Δῆλον καὶ πανηγυρικῶς μᾶλλον ἢ στρατιωτικῶς ἀναστρεφόμενος καὶ προφυλακὴν ἀμελέστερον πρὸς τὴν Δῆλον μερίσας, μάλιστα δὲ τὰ ἐξόπισθε τῆς νήσου ἐάσας ἀφύ‐ | |
140 | λακτα καὶ οὐδὲ χάρακα βαλόμενος ἐκοιμᾶτο. τοῦτο δὲ ἐπιγνοὺς ὁ Ὀρόβιος στρατηγὸς Ῥωμαίων καὶ φυλάσσων τὴν Δῆλον φυλάξας ἀσέληνον νύκτα καὶ ἐκβιβάσας τοὺς ἑαυτοῦ στρατιώτας κοιμωμένοις καὶ μεθύουσιν ἐπι‐ πεσὼν κατέκοψε τοὺς Ἀθηναίους καὶ τοὺς μετ’ αὐτῶν συστρατευομένους ὡς βοσκήματα, ἑξακοσίους τὸν ἀριθμόν, ἐζώγρησε δὲ καὶ περὶ τετρακο‐ | |
145 | σίους. καὶ ὁ καλὸς στρατηγὸς Ἀπελλικῶν ἔλαθε φυγὼν ἐκ Δήλου· πολλοὺς δὲ καὶ συμφυγόντας κατιδὼν ὁ Ὀρόβιος εἰς ἐπαύλεις συγκατέφλεξεν αὐταῖς οἰκίαις καὶ πάντα αὐτῶν τὰ πολιορκητικὰ ὄργανα σὺν τῇ ἑλεπόλει, ἣν εἰς Δῆλον ἐλθὼν κατεσκευάκει. στήσας οὖν τρόπαιον ἐπὶ τῶν τόπων ὁ Ὀρόβιος καὶ βωμὸν ἐπέγραψε· | |
247(150) | τούσδε θανόντας ἔχει ξείνους τάφος, οἳ περὶ Δῆλον μαρνάμενοι ψυχὰς ὤλεσαν ἐν πελάγει, τὴν ἱερὰν ὅτε νῆσον Ἀθηναῖοι κεράιζον, | |
κοινὸν Ἄρη βασιλεῖ Καππαδόκων θέμενοι.» | 183 | |
249(n) | Plutarch Mar. 45,3—7. 10—12 | |
1 | Ὕπατος μὲν οὖν ἀπεδείχθη τὸ ἕβδομον Μάριος, ⸢καὶ προελθὼν αὐταῖς Καλάνδαις Ἰανουαρίαις, ἔτους ἀρχῇ, Σέξτον τινὰ Λικίννιον κατεκρήμνι‐ σεν· ὃ κἀκείνοις καὶ τῇ πόλει τῶν αὖθις ἐδόκει κακῶν γεγονέναι σημεῖον μέγιστον.⸣ αὐτὸς δ’ ἤδη τοῖς τε πόνοις ἀπειρηκὼς καὶ ταῖς φροντίσιν | |
5 | οἷον ὑπέραντλος ὢν καὶ κατάπονος, τὴν ψυχὴν πρὸς τοσαύτην αὖθις ἐπίνοιαν νέου πολέμου καὶ καινῶν ἀγώνων καὶ φόβων ὑπ’ ἐμπειρίας δεινῶν καὶ καμάτου τρέμουσαν οὐκ ἀνέφερε, λογιζόμενος ὡς οὐ πρὸς Ὀκτάβιον οὐδὲ Μερούλαν σύγκλυδος ὁμίλου καὶ στασιώδους ὄχλου στρα‐ τηγοὺς ὁ κίνδυνος ἔσοιτο, Σύλλας δ’ ἐκεῖνος ἔπεισιν ὁ τῆς πατρίδος αὐτὸν | |
10 | ἐξελάσας πάλαι, νῦν δὲ Μιθριδάτην συνεσταλκὼς εἰς τὸν Εὔξεινον Πόντον. ὑπὸ τοιούτων θραυόμενος λογισμῶν, καὶ τὴν μακρὰν ἄλην αὑτοῦ καὶ φυγὰς καὶ κινδύνους διὰ γῆς καὶ θαλάττης ἐλαυνομένου λαμβάνων πρὸ ὀφθαλμῶν, εἰς ἀπορίας ἐνέπιπτε δεινὰς καὶ νυκτερινὰ δείματα καὶ ταραχώδεις ὀνεί‐ ρους, ἀεί τινος ἀκούειν φθεγγομένου δοκῶν· | |
15 | δειναὶ γὰρ κοῖται καὶ ἀποιχομένοιο λέοντος. μάλιστα δὲ πάντων φοβούμενος τὰς ἀγρυπνίας, ἐνέβαλεν εἰς πότους ἑαυτὸν καὶ μέθας ἀώρους καὶ παρ’ ἡλικίαν, ὥσπερ ἀπόδρασιν τῶν φροντίδων τὸν ὕπνον μηχανώμενος. τέλος δ’ ὡς ἧκέ τις ἀπαγγέλλων ἀπὸ θαλάσσης, νέοι προσπίπτοντες αὐτῷ φόβοι, τὰ μὲν δέει τοῦ μέλλοντος, τὰ δ’ ὥσπερ | |
20 | ἄχθει καὶ κόρῳ τῶν παρόντων, ῥοπῆς βραχείας ἐπιγενομένης, εἰς νόσον κατηνέχθη πλευρῖτιν, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ φιλόσοφος, αὐτὸς εἰσελθεῖν καὶ διαλεχθῆναι περὶ ὧν ἐπρέσβευεν ἤδη νοσοῦντι φάσκων αὐτῷ. ... τινὲς δὲ τὴν φιλοτιμίαν αὐτοῦ φασιν ἐν τῇ νόσῳ παντάπασιν ἀποκα‐ λυφθεῖσαν εἰς ἄτοπον ἐξοκεῖλαι παρακοπήν, οἰομένου τὸν Μιθριδατικὸν | |
25 | στρατηγεῖν πόλεμον, εἶθ’, ὥσπερ ἐπ’ αὐτῶν εἰώθει τῶν ἀγώνων, σχή‐ ματα παντοδαπὰ καὶ κινήματα σώματος μετὰ συντόνου κραυγῆς καὶ πυκνῶν ἀλαλαγμάτων ἀποδιδόντος. οὕτως δεινὸς αὐτῷ καὶ δυσπαραμύ‐ θητος ἐκ φιλαρχίας καὶ ζηλοτυπίας ἔρως ἐντετήκει τῶν πράξεων ἐκείνων· δι’ ὅν, ἔτη μὲν ἑβδομήκοντα βεβιωκώς, ὕπατος δὲ πρῶτος ἀνθρώπων | |
30 | ἑπτάκις ἀνηγορευμένος, οἶκόν τε καὶ πλοῦτον ἀρκοῦντα βασιλείαις ὁμοῦ πολλαῖς κεκτημένος, ὠδύρετο τὴν ἑαυτοῦ τύχην, ὡς ἐνδεὴς καὶ ἀτελὴς ὧν ἐπόθει προαποθνῄσκων. | |
250(n) | Athenaeus VI 266ef | |
1 | Νικόλαος δ’ ὁ Περιπατητικὸς (FGrHist. 90 F 95) καὶ Ποσειδώνιος ὁ | |
Στωικὸς ἐν ταῖς Ἱστορίαις ἑκάτερος τοὺς Χίους φασὶν ἐξανδραποδισθέν‐ τας ὑπὸ Μιθριδάτου τοῦ Καππάδοκος παραδοθῆναι τοῖς ἰδίοις δούλοις δεδεμένους, ἵν’ εἰς τὴν Κόλχων γῆν κατοικισθῶσιν. οὕτως αὐτοῖς ἀληθῶς | 184 | |
5 | τὸ δαιμόνιον ἐμήνισε πρώτοις χρησαμένοις ὠνητοῖς ἀνδραπόδοις, τῶν πολλῶν αὐτουργῶν ὄντων κατὰ τὰς διακονίας. | |
251a(n) | Strabo 1,1,1 (T28) | |
1 | ... Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι. ἥ τε πολυμάθεια ... οὐκ ἄλλου τινός ἐστιν ἢ τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώ‐ πεια ἐπιβλέποντος, ὧνπερ τὴν φιλοσοφίαν ἐπιστήμην φασίν. | |
251c(n) | Sext. Emp. 9,13 | |
1 | Ἐντεῦθεν τὴν φιλοσοφίαν φασὶν (οἱ δογματικῶς φιλοσοφοῦντες) ἐπιτή‐ δευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων (9,135 ἀνθρωπείων) πραγμάτων. | |
252a(n) | Diog. Laert. 7,39 | |
1 | Τριμερῆ φασιν (οἱ Στωικοὶ) εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. οὕτω δὲ ... διεῖλε ... καὶ Ποσειδώνιος. | |
252b(n) | Sext. Emp. 7,16—19 | |
1 | ... Ἐντελέστερον δὲ ... οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι εἶναι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· ὧν δυνάμει μὲν Πλάτων ἐστὶν ἀρχη‐ γός, ... ῥητότατα δὲ οἱ περὶ τὸν Ξενοκράτην καὶ οἱ ἀπὸ τοῦ Περιπάτου, ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως. ἔνθεν 〈οὐ〉δὲ | |
5 | ἀπιθάνως ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἀλωῇ, ἵνα τῇ μὲν ὑψηλό‐ τητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν, τῷ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν. ⸢οἱ δὲ ὠῷ φασιν αὐτὴν εἶναι παραπλήσιον· ἐῴκει γὰρ τῇ μὲν λεκίθῳ, ἥν τινες νεοττὸν ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ, ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά, | |
10 | τῷ δὲ ἔξωθεν ὀστρακώδει τὰ λογικά.⸣ ὁ δὲ Ποσειδώνιος, ἐπεὶ τὰ μὲν μέρη τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται, ζώῳ μᾶλλον εἰκάζειν ἠξίου τὴν φιλοσοφίαν, αἵματι μὲν καὶ σαρξὶ τὸ φυσικόν, ὀστέοις δὲ καὶ νεύροις τὸ λογικόν, ψυχῇ δὲ τὸ ἠθικόν. | 185 |
253(n) | Diog. Laert. 7,40f. | |
1 | Καὶ οὐθὲν μέρος (sc. τῆς φιλοσοφίας) τοῦ ἑτέρου ἀποκεκρίσθαι, καθά τινες αὐτῶν φασι, ἀλλὰ μεμῖχθαι αὐτά. καὶ τὴν παράδοσιν μικτὴν ἐποίουν. ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικὸν τάττουσι, δεύτερον δὲ τὸ φυσικόν, καὶ τρίτον τὸ ἠθικόν· ὧν ἐστι Ζήνων ἐν τῷ Περὶ λόγου καὶ Χρύσιππος καὶ | |
5 | Ἀρχέδημος καὶ Εὔδρομος. ὁ μὲν γὰρ Πτολεμαεὺς Διογένης ἀπὸ τῶν ἠθικῶν ἄρχεται, ὁ δ’ Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά, Παναίτιος δὲ καὶ Ποσειδώνιος ἀπὸ τῶν φυσικῶν ἄρχονται, καθά φησι Φανίας ὁ Ποσει‐ δωνίου γνώριμος ἐν τῷ α τῶν Ποσειδωνείων σχολῶν. | |
254(n) | Diog. Laert. 7,132f. | |
1 | Τὸν δὲ φυσικὸν λόγον διαιροῦσιν εἴς τε τὸν περὶ σωμάτων τόπον καὶ περὶ ἀρχῶν καὶ στοιχείων καὶ θεῶν καὶ περάτων καὶ τόπου καὶ κενοῦ. καὶ οὕτω μὲν εἰδικῶς, γενικῶς δ’ εἰς τρεῖς τόπους, τόν τε περὶ κόσμου καὶ τὸν περὶ τῶν στοιχείων καὶ τρίτον τὸν αἰτιολογικόν. | |
5 | Τὸν δὲ περὶ τοῦ κόσμου διαιρεῖσθαί φασιν εἰς δύο μέρη. μιᾷ γὰρ σκέψει ἐπικοινωνεῖν αὐτοῦ καὶ τοὺς ἀπὸ τῶν μαθημάτων, καθ’ ἣν ζητοῦσι περί τε τῶν ἀπλανῶν καὶ τῶν πλανωμένων, οἷον εἰ ὁ ἥλιός ἐστι τηλικοῦτος ἡλίκος φαίνεται, καὶ ὁμοίως εἰ ἡ σελήνη, καὶ περὶ δινήσεως καὶ τῶν ὁμοίων τούτοις ζητημάτων. ἑτέραν δ’ αὐτοῦ σκέψιν εἶναι ἥτις μόνοις τοῖς | |
10 | φυσικοῖς ἐπιβάλλει, καθ’ ἣν ζητεῖται ἥ τ’ οὐσία αὐτοῦ [καὶ εἰ ὁ ἥλιος καὶ οἱ ἀστέρες ἐξ ὕλης καὶ εἴδους] καὶ εἰ γενητὸς ἢ ἀγένητος καὶ εἰ ἔμ‐ ψυχος ἢ ἄψυχος καὶ εἰ φθαρτὸς ἢ ἄφθαρτος καὶ εἰ προνοίᾳ διοικεῖται καὶ περὶ τῶν λοιπῶν. 〈τόν τε περὶ τῶν στοιχείων ...〉. τόν τ’ αἰτιολογι‐ κὸν εἶναι καὶ αὐτὸν διμερῆ. μιᾷ δ’ αὐτοῦ ἐπισκέψει ἐπικοινωνεῖν τὴν τῶν | |
15 | ἰατρῶν ζήτησιν, καθ’ ἣν ζητοῦσι περί τε τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς καὶ τῶν ἐν ψυχῇ γινομένων καὶ περὶ σπερμάτων καὶ τῶν τούτοις ὁμοίων· τοῦ δ’ ἑτέρου καὶ τοὺς ἀπὸ τῶν μαθημάτων ἀντιποιεῖσθαι, οἷον πῶς ὁρῶμεν, τίς ἡ αἰτία τῆς κατοπτρικῆς φαντασίας, ὅπως νέφη συνίσταται, | |
βρονταὶ καὶ ἴριδες καὶ ἅλως καὶ κομῆται καὶ τὰ παραπλήσια. | 186 | |
255(n) | Simplicius, Phys. 291,21—292,31 | |
1 | Ὁ δὲ Ἀλέξανδρος φιλοπόνως λέξιν τινὰ τοῦ Γεμίνου παρατίθησιν ἐκ τῆς 〈τῆσ〉 ἐπιτομῆς τῶν Ποσειδωνίου Μετεωρολογικῶν ἐξηγήσεως τὰς ἀφορμὰς ἀπὸ Ἀριστοτέλους λαβοῦσαν. ἔχει δὲ ὧδε· ‘Τῆς μὲν φυσικῆς θεωρίας ἐστὶ τὸ σκοπεῖν περί τε οὐσίας οὐρανοῦ καὶ | |
5 | ἄστρων καὶ δυνάμεως καὶ ποιότητος γενέσεώς τε καὶ φθορᾶς, καὶ [νὴ] διὰ τούτων περὶ μεγέθους καὶ σχήματος καὶ τάξεως ἀποδεικνύναι δύνα‐ ται· ἡ δὲ ἀστρολογία περὶ τοιούτου μὲν οὐδενὸς ἐπιχειρεῖ λέγειν, ἀποδεί‐ κνυσι δὲ τὴν τάξιν τῶν οὐρανίων κόσμον ὄντως ἀποφήνασα τὸν οὐρανόν, περί τε σχημάτων λέγει καὶ μεγεθῶν καὶ ἀποστημάτων γῆς τε καὶ ἡλίου | |
10 | καὶ σελήνης καὶ περὶ ἐκλείψεων καὶ συνάψεων τῶν ἄστρων καὶ περὶ τῆς ἐν ταῖς φοραῖς αὐτῶν ποιότητος καὶ ποσότητος. ὅθεν ἐπειδὴ τῆς περὶ ποσὸν καὶ πηλίκον καὶ ποιὸν κατὰ σχῆμα θεωρίας ἐφάπτεται, εἰκότως ἀριθμητικῆς τε καὶ γεωμετρίας ἐδεήθη ταύτῃ. καὶ περὶ τούτων, ὧν ὑπισχνεῖτο μόνων λόγον ἀποδώσειν, δι’ ἀριθμητικῆς τε καὶ γεωμετρίας | |
15 | συμβιβάζειν ἰσχύει. πολλαχοῦ τοίνυν ταὐτὸν κεφάλαιον ἀποδεῖξαι προ‐ θήσεται ὅ τε ἀστρολόγος καὶ ὁ φυσικός, οἷον ὅτι μέγας ὁ ἥλιος, ὅτι σφαι‐ ροειδὴς ἡ γῆ, οὐ μὴν κατὰ τὰς αὐτὰς ὁδοὺς βαδιοῦνται. ὁ μὲν γὰρ ἀπὸ τῆς οὐσίας ἢ τῆς δυνάμεως ἢ τοῦ ἄμεινον οὕτως ἔχειν ἢ ἀπὸ τῆς γενέσεως καὶ μεταβολῆς ἕκαστα ἀποδείξει, ὁ δὲ ἀπὸ τῶν συμβεβηκότων τοῖς | |
20 | σχήμασιν ἢ μεγέθεσιν ἢ ἀπὸ τῆς ποσότητος τῆς κινήσεως καὶ τοῦ ἐφαρ‐ μόττοντος αὐτῇ χρόνου. καὶ ὁ μὲν φυσικὸς τῆς αἰτίας πολλαχοῦ ἅψεται εἰς τὴν ποιητικὴν δύναμιν ἀποβλέπων, ὁ δὲ ἀστρολόγος ὅταν ἀπὸ τῶν ἔξωθεν συμβεβηκότων ἀποδεικνύῃ, οὐχ ἱκανὸς θεατὴς γίνεται τῆς αἰτίας, οἷον ὅτε σφαιροειδῆ τὴν γῆν ἢ τὰ ἄστρα ἀποδίδωσιν, ἐνιαχοῦ δὲ οὐδὲ | |
25 | τὴν αἰτίαν λαβεῖν ἐφίεται, ὡς ὅταν περὶ ἐκλείψεως διαλέγηται· ἄλλοτε δὲ καθ’ ὑπόθεσιν εὑρίσκει τρόπους τινὰς ἀποδιδούς, ὧν ὑπαρχόντων σωθή‐ σεται τὰ φαινόμενα. οἷον διὰ τί ἀνωμάλως ἥλιος καὶ σελήνη καὶ οἱ πλά‐ νητες φαίνονται κινούμενοι; ὅτι εἰ ὑποθώμεθα ἐκκέντρους αὐτῶν τοὺς κύκλους ἢ κατ’ ἐπίκυκλον πολούμενα τὰ ἄστρα, σωθήσεται ἡ φαινομένη | |
30 | ἀνωμαλία αὐτῶν, δεήσει τε ἐπεξελθεῖν, καθ’ ὅσους δυνατὸν τρόπους ταῦτα ἀποτελεῖσθαι τὰ φαινόμενα, ὥστε ἐοικέναι τῇ κατὰ τὸν ἐνδεχόμενον τρόπον αἰτιολογίᾳ τὴν περὶ τῶν πλανωμένων ἄστρων πραγματείαν. διὸ καὶ παρελθών τίς φησιν Ἡρακλείδης ὁ Ποντικὸς 〈ἔλεγεν〉 ὅτι καὶ κινου‐ μένης πως τῆς γῆς, τοῦ δὲ ἡλίου μένοντός πως δύναται ἡ περὶ τὸν ἥλιον | |
35 | φαινομένη ἀνωμαλία σῴζεσθαι. ὅλως γὰρ οὐκ ἔστιν ἀστρολόγου τὸ γνῶναι, τί ἠρεμαῖόν ἐστι τῇ φύσει καὶ ποῖα τὰ κινητά, ἀλλὰ ὑποθέσεις εἰσηγούμενος τῶν μὲν μενόντων, τῶν δὲ κινουμένων σκοπεῖ, τίσιν ὑπο‐ θέσεσιν ἀκολουθήσει τὰ κατὰ τὸν οὐρανὸν φαινόμενα. ληπτέον δὲ αὐτῷ | |
ἀρχὰς παρὰ τοῦ φυσικοῦ, ἁπλᾶς εἶναι καὶ ὁμαλὰς καὶ τεταγμένας κινή‐ | 187 | |
40 | σεις τῶν ἄστρων, δι’ ὧν ἀποδείξει ἐγκύκλιον οὖσαν τὴν χορείαν ἁπάντων τῶν μὲν κατὰ παραλλήλους, τῶν δὲ κατὰ λοξοὺς κύκλους εἱλουμένων.‘ Οὕτως μὲν οὖν καὶ ὁ Γέμινος ἤτοι ὁ παρὰ τῷ Γεμίνῳ Ποσειδώνιος τὴν διαφορὰν τῆς τε φυσιολογίας καὶ τῆς ἀστρολογίας παραδίδωσιν ἀπὸ τοῦ Ἀριστοτέλους τὰς ἀφορμὰς λαβών. | |
256(n) | Diog. Laert. 7,143 | |
1 | Ὅτι τε εἷς ἐστι (sc. ὁ κόσμος) Ζήνων τέ φησιν ἐν τῷ Περὶ τοῦ ὅλου καὶ Χρύσιππος καὶ Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ καὶ Ποσειδώνιος ἐν α τοῦ Φυσικοῦ λόγου. | |
257(n) | Diog. Laert. 7,134; cf. Suidas s.v. ἀρχή | |
1 | Δοκεῖ δ’ αὐτοῖς (sc. τοῖς Στωϊκοῖς) ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ πάσχον. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν—τὴν ὕλην—, τὸ δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον—τὸν θεόν—· τοῦτον γὰρ ἀΐδιον ὄντα διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο Ζήνων | |
5 | μὲν ὁ Κιτιεὺς ἐν τῷ Περὶ οὐσίας, Κλεάνθης δὲ ἐν τῷ Περὶ τῶν ἀτόμων, Χρύσιππος δ’ ἐν τῇ α τῶν Φυσικῶν πρὸς τῷ τέλει, Ἀρχέδημος δ’ ἐν τῷ Περὶ στοιχείων καὶ Ποσειδώνιος ἐν τῷ β τοῦ Φυσικοῦ λόγου. διαφέρειν δέ φασιν ἀρχὰς καὶ στοιχεῖα· τὰς μὲν γὰρ εἶναι ἀγενήτους 〈καὶ〉 ἀφθάρ‐ τους, τὰ δὲ στοιχεῖα κατὰ τὴν ἐκπύρωσιν φθείρεσθαι. ἀλλὰ καὶ ἀσωμά‐ | |
10 | τους εἶναι τὰς ἀρχὰς καὶ ἀμόρφους, τὰ δὲ μεμορφῶσθαι. | |
258(n) | Diog. Laert. 7,149 | |
1 | Καὶ μὴν καὶ μαντικὴν ὑφεστάναι φασὶν πᾶσαν, εἰ καὶ πρόνοιαν εἶναι· καὶ αὐτὴν καὶ τέχνην ἀποφαίνουσι διά τινας ἐκβάσεις, ὥς φησι Ζήνων τε καὶ Χρύσιππος ἐν τῷ β Περὶ μαντικῆς καὶ Ἀθηνόδωρος καὶ Ποσει‐ δώνιος ἐν τῷ β τοῦ Φυσικοῦ λόγου καὶ ἐν τῷ ε Περὶ μαντικῆς. | |
259(n) | Diog. Laert. 7,140 | |
1 | Ἔξωθεν δ’ αὐτοῦ (sc. τοῦ κόσμου) περικεχυμένον εἶναι τὸ κενὸν ⸢ἄπειρον⸣, ὅπερ ἀσώματον εἶναι· ἀσώματον δὲ τὸ οἷόν τε κατέχεσθαι ὑπὸ σωμάτων οὐ κατεχόμενον. ἐν δὲ τῷ κόσμῳ μηδὲν εἶναι κενόν, ἀλλ’ ἡνῶσθαι αὐτόν· τοῦτο γὰρ ἀναγκάζειν τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια σύμπνοιαν καὶ | |
5 | συντονίαν. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ Περὶ κενοῦ καὶ ἐν τῇ α τῶν Φυσικῶν τεχνῶν καὶ Ἀπολλοφάνης ἐν τῇ Φυσικῇ καὶ Ἀπολ‐ λόδωρος καὶ Ποσειδώνιος ἐν β τοῦ Φυσικοῦ λόγου. εἶναι δὲ καὶ τἆλλ’ | |
ἀσώματα ὁμοίως. | 188 | |
260(n) | Diog. Laert. 7,140 | |
1 | Ἕνα τὸν κόσμον εἶναι καὶ τοῦτον πεπερασμένον, σχῆμα ἔχοντα σφαι‐ ροειδές· πρὸς γὰρ τὴν κίνησιν ἁρμοδιώτατον τὸ τοιοῦτον, καθά φησι Ποσειδώνιος ἐν ε τοῦ Φυσικοῦ λόγου καὶ οἱ περὶ Ἀντίπατρον ἐν τοῖς Περὶ κόσμου. | |
261a(n) | Diog. Laert. 7,144 | |
1 | ... καὶ μείζονα τῆς γῆς (sc. τὸν ἥλιον) ὡς ὁ αὐτὸς (sc. ὁ Ποσειδώνιος) ἐν τῷ ϛ τοῦ Φυσικοῦ λόγου ... μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπ’ αὐτοῦ φωτίζεσθαι, ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τὸ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἀποτελεῖν τὸ μείζονα εἶναι σημαίνει· πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ | |
5 | μέγεθος. | |
262(n) | Diog. Laert. 7,145 | |
1 | Τρέφεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὲν ἥλιον ἐκ τῆς μεγάλης θαλάττης νοερὸν ὄντα ἄναμμα· τὴν δὲ σελήνην ἐκ ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουσαν καὶ πρόσγειον οὖσαν, 〈ὡς ὁ〉 Ποσειδώ‐ νιος ἐν τῷ ϛ τοῦ Φυσικοῦ λόγου· τὰ δ’ ἄλλα ἀπὸ τῆς γῆς. | |
263(n) | Diog. Laert. 7,153 | |
1 | Χάλαζαν δὲ νέφος πεπηγός, ὑπὸ πνεύματος διαθρυφθέν. χιόνα δὲ ὑγρὸν | |
ἐκ νέφους πεπηγότος, ὡς Ποσειδώνιος ἐν τῷ η τοῦ Φυσικοῦ λόγου. | 189 | |
264(n) | Diog. Laert. 7,154 | |
1 | 〈Σεισμοὺς δὲ γίνεσθαι εἰσδύοντος πνεύματοσ〉 εἰς τὰ κοιλώματα τῆς γῆς ἢ καθειρχθέντος πνεύματος ἐν τῇ γῇ, καθά φησι Ποσειδώνιος ἐν τῇ η (sc. τοῦ Φυσικοῦ λόγου)· εἶναι δ’ αὐτῶν τοὺς μὲν ἱζηματίας, τοὺς δὲ χασματίας, τοὺς δὲ κλιματίας, τοὺς δὲ βρασματίας. | |
265(n) | Diog. Laert. 7,144 | |
1 | ... ἀλλὰ καὶ σφαιροειδῆ (εἶναι τὸν ἥλιον), ὡς οἱ περὶ αὐτὸν τοῦτόν (sc. τὸν Ποσειδώνιον) φασιν, ἀναλόγως τῷ κόσμῳ. | |
266(n) | Diog. Laert. 7,146 | |
1 | Τὴν δὲ σελήνην ἐμπίπτουσαν εἰς τὸ τῆς γῆς σκίασμα (sc. ἐκλείπειν)· ὅθεν καὶ ταῖς πανσελήνοις ἐκλείπειν μόναις, καίπερ κατὰ διάμετρον ἱστα‐ μένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι κατὰ λοξοῦ ὡς πρὸς τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ νοτιωτέρα γινομένη. ὅταν μέντοι | |
5 | τὸ πλάτος αὐτῆς κατὰ τὸν ἡλιακὸν καὶ τὸν διὰ μέσων (sc. κύκλον) γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον, τότ’ ἐκλείπει· γίνεται δὲ τὸ πλάτος αὐτῆς κατὰ τὸν διὰ μέσων ἐν χηλαῖς καὶ σκορπίῳ καὶ κριῷ καὶ ταύρῳ, ὡς οἱ περὶ τὸν Ποσειδώνιον. | |
267(n) | Arius Did. 20,458,8—11 | |
1 | Ἔφησε δὲ ὁ Ποσειδώνιος τὴν τῶν ὅλων οὐσίαν καὶ ὕλην ἄποιον καὶ ἄμορφον εἶναι, καθ’ ὅσον οὐδὲν ἀποτεταγμένον [ἴδιον] ἔχει σχῆμα οὐδὲ ποιότητα καθ’ αὑτήν· ἀεὶ δ’ ἔν τινι σχήματι καὶ ποιότητι εἶναι. διαφέρειν δὲ τὴν οὐσίαν τῆς ὕλης τὴν οὖσαν κατὰ τὴν ὑπόστασιν 〈τῆσ〉 ἐπινοίᾳ μόνον. | |
268(n) | Arius Did. 27,462,13—463,4 | |
1 | Ποσειδώνιος δὲ φθορὰς ⸢καὶ γενέσεισ⸣ τέτταρας εἶναί φησιν ἐκ τῶν ὄντων εἰς τὰ ὄντα γιγνομένας. τὴν μὲν γὰρ ἐκ τῶν οὐκ ὄντων καὶ τὴν εἰς 〈τὰ〉 οὐκ ὄντα, καθάπερ εἴπομεν πρόσθεν, ἀπέγνω ὡς ἂν ἀνύπαρκτον οὖσαν. τῶν δ’ εἰς 〈τὰ〉 ὄντα γινομένων μεταβολῶν τὴν μὲν εἶναι κατὰ διαίρεσιν, | |
5 | τὴν δὲ κατ’ ἀλλοίωσιν, τὴν δὲ κατὰ σύγχυσιν, τὴν δ’ ἐξ ὅλων, λεγομένην δὲ κατ’ ἀνάλυσιν. τούτων δὲ τὴν κατ’ ἀλλοίωσιν περὶ τὴν οὐσίαν γίγνε‐ σθαι, τὰς δὲ ἄλλας τρεῖς περὶ τοὺς ποιοὺς λεγομένους τοὺς ἐπὶ τῆς οὐσίας γιγνομένους. ἀκολούθως δὲ τούτοις καὶ τὰς γενέσεις συμβαίνειν. τὴν γὰρ οὐσίαν οὔτ’ αὔξεσθαι οὔτε μειοῦσθαι κατὰ πρόσθεσιν ἢ ἀφαίρεσιν, | |
10 | ἀλλὰ μόνον ἀλλοιοῦσθαι, καθάπερ ἐπ’ ἀριθμῶν καὶ μέτρων [καὶ] συμ‐ βαίνειν. ἐπὶ 〈δὲ〉 τῶν ἰδίως ποιῶν οἷον Δίωνος καὶ Θέωνος καὶ αὐξήσεις καὶ μειώσεις γίνεσθαι. διὸ καὶ παραμένειν τὴν ἑκάστου ποιότητα [τὰ] ἀπὸ τῆς γενέσεως μέχρι τῆς ἀναιρέσεως, 〈ὡσ〉 ἐπὶ τῶν ἀναίρεσιν ἐπιδε‐ χομένων ζῴων καὶ φυτῶν καὶ τῶν τούτοις παραπλησίων. ἐπὶ δὲ τῶν ἰδίως | 190 |
15 | ποιῶν φασι δύο εἶναι τὰ ἑκτικὰ ὅρια, τὸ μέν τι κατὰ τὴν τῆς οὐσίας ὑπό‐ στασιν, τὸ δέ 〈τι〉 κατὰ τὴν τοῦ ποιοῦ. τοῦτο γάρ, ὡς πολλάκις ἐλέγομεν, τὴν αὔξησιν καὶ τὴν μείωσιν ἐπιδέχεσθαι· μὴ εἶναι δὲ ταὐτὸν τό τε ποιὸν ἰδίως καὶ τὴν οὐσίαν [ὃ] ἐξ ἧς ἔστι τοῦτο, μὴ μέντοι γε μηδ’ ἕτερον, ἀλλὰ μόνον οὐ ταὐτὸν διὰ τὸ καὶ μέρος εἶναι τῆς οὐσίας καὶ τὸν αὐτὸν | |
20 | ἐπέχειν τόπον, τὰ δ’ ἕτερα τινῶν λεγόμενα δεῖν καὶ τόπῳ κεχωρίσθαι καὶ μηδ’ ἐν μέρει θεωρεῖσθαι. | |
269(n) | Arius Did. 18,457,14—16 | |
1 | Ποσειδώνιος δὲ οὕτως· αἴτιον δ’ ἐστί τινος, δι’ ὃ ἐκεῖνο, ἢ τὸ πρῶτον ποιοῦν ἢ τὸ ἀρχηγὸν ποιήσεως· καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα, οὗ δ’ αἴτιον οὔτε ὂν οὔτε σῶμα, ἀλλὰ συμβεβηκὸς καὶ κατηγόρημα. | |
270(n) | Arius Did. 26,461,13—462,3 | |
1 | Ποσειδώνιος· τὰ μέν ἐστι κατὰ πᾶν ἄπειρα, ὡς ὁ σύμπας χρόνος· τὰ δὲ κατὰ τὶ, ὡς ὁ παρεληλυθὼς χρόνος καὶ ὁ μέλλων· κατὰ γὰρ τὸν παρόντα μόνον ἑκάτερος πεπέρανται. τὸν δὲ χρόνον οὕτως ὁρίζεται, διάστημα κινή‐ σεως ἢ μέτρον τάχους τε καὶ βραδυτῆτος, ὅπως ἔχει τὸ ἐπινοούμενον· | |
5 | 〈καὶ〉 κατὰ τὸ πότε τοῦ χρόνου τὸν μὲν εἶναι παρεληλυθότα, τὸν δὲ μέλ‐ λοντα, τὸν δὲ παρόντα, ὃς ἔκ τινος μέρους τοῦ παρεληλυθότος καὶ τοῦ μέλλοντος περὶ τὸν διορισμὸν αὐτὸν συνέστηκε· τὸν δὲ διορισμὸν σημειώδη εἶναι. τὸ δὲ νῦν καὶ τὰ ὅμοια ἐν πλάτει χρόνον καὶ οὐχὶ κατ’ ἀπαρτισμὸν νοεῖσθαι. λέγεσθαι δὲ τὸ νῦν καὶ κατὰ τὸν ἐλάχιστον πρὸς αἴσθησιν χρόνον | |
10 | περὶ τὸν διορισμὸν τοῦ μέλλοντος καὶ παρεληλυθότος συνιστάμενον. Ὁ δὲ Χρύσιππος χρόνον εἶναι κινήσεως διάστημα, καθ’ ὃ ποτὲ λέγεται μέτρον τάχους τε καὶ βραδύτητος, ἢ τὸ παρακολουθοῦν διάστημα τῇ τοῦ κόσμου κινήσει· καὶ κατὰ μὲν τὸν χρόνον κινεῖσθαί τε ἕκαστα καὶ εἶναι· εἰ μὴ ἄρα διττὸς λέγεται ὁ χρόνος, καθάπερ ἥ τε γῆ καὶ ἡ θάλαττα καὶ | |
15 | τὸ κενὸν τά τε ὅλα καὶ τὰ μέρη τὰ αὐτῶν. ὥσπερ δὲ τὸ κενὸν πᾶν ἄπειρον εἶναι πάντῃ, καὶ τὸν χρόνον πάντα ἄπειρον εἶναι ἐφ’ ἑκάτερα· καὶ γὰρ τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα ἄπειρον εἶναι. ἐκφανέστατα δὲ τοῦτο λέγει, ὅτι οὐθεὶς ὅλως ἐνίσταται χρόνος· ἐπεὶ γὰρ εἰς ἄπειρον ἡ τομὴ | |
τῶν συνεχόντων ἐστί, κατὰ τὴν διαίρεσιν ταύτην καὶ πᾶς χρόνος εἰς | 191 | |
20 | ἄπειρον ἔχει τὴν τομήν· ὥστε μηθένα κατ’ ἀπαρτισμὸν ἐνεστάναι χρόνον, ἀλλὰ κατὰ πλάτος λέγεσθαι. μόνον δὲ ὑπάρχειν φησὶ τὸν ἐνεστῶτα, τὸν δὲ παρῳχημένον καὶ τὸν μέλλοντα ὑφεστάναι μέν, ὑπάρχειν δὲ οὐδαμῶς φησιν, ὡς καὶ κατηγορήματα ὑπάρχειν λέγεται μόνα τὰ συμβεβηκότα, οἷον τὸ περιπατεῖν ὑπάρχει μοι ὅτε περιπατῶ, ὅτε δὲ κατακέκλιμαι ἢ | |
25 | κάθημαι οὐχ ὑπάρχει. | |
271a(n) | Arius Did. 32,466,18—21 | |
1 | Ἄστρον δὲ εἶναί φησιν ὁ Ποσειδώνιος σῶμα θεῖον ἐξ αἰθέρος συνεστηκός, λαμπρὸν καὶ πυρῶδες, οὐδέποτε στάσιν ἔχον, ἀλλ’ αἰεὶ φερόμενον ἐγκυ‐ κλίως· ἰδίως δὲ τὸν ἥλιον καὶ τὴν σελήνην ἄστρα λέγεσθαι· διαφέρειν δὲ ἀστέρα ἄστρου· εἰ μὲν γάρ τίς ἐστιν ἀστήρ, καὶ ἄστρον ὀνομασθήσεται | |
5 | δεόντως, οὐ μὴν ἀνάπαλιν. | |
271b(n) | Aratea 39,6—10 | |
1 | Ἀστήρ ἐστι κατὰ Διόδωρον σῶμα θεῖον οὐράνιον τῆς αὐτῆς μετειληφὸς οὐσίας τῷ ἐν ᾧ ἐστι τόπῳ, σῶμά τι λαμπρὸν καὶ οὐδέποτε στάσιν ἔχον ἀλλ’ ἀεὶ φερόμενον κυκλικῶς. ὡσαύτως δὲ ὡρίσατο καὶ Ποσειδώνιος πρὸ αὐτοῦ ὁ Στωικός. | |
271c(n) | Aratea 127,14—20 | |
1 | Κόσμος ἐστὶ σύστημα οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων, οὐρανὸς δὲ τὸ περιέχον πάντα τὰ ὄντα πλὴν αὑτοῦ, αἰθὴρ δὲ οὐσίας χύμα τὸ λεπτότατον θερμὸν φύσει καὶ λαμπρόν, τὸ πρῶτον φῶς καὶ μὴ κατὰ μετοχὴν ἑτέρου γινόμενον, ἀὴρ δὲ οὐσία κούφη ζοφερά, κατὰ μετοχὴν | |
5 | δὲ γινομένη [ἡ δὲ] θερμὴ καὶ φωτεινή. 〈ἄστρον δὲ σῶμα〉 θεῖον ἐξ αἰθέρος συνεστηκός, [ὃς ὢν] λαμπρὸν καὶ πυρῶδες οὐδέποτε στάσιν ἔχον, ἀλλ’ ἀεὶ φερόμενον κύκλῳ. | |
271d(n) | Aratea 41,13—42,7 | |
1 | Ἀστὴρ μέν ἐστιν, ὡς ἂν ὁ τοῦ Κρόνου ἢ τοῦ Ἑρμοῦ, εἷς ἀριθμῷ, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων σύστημα, ὡς ἡ Ἀνδρομέδα ἢ ὁ Κένταυρος. οἶδε δὲ τὴν διαφορὰν καὶ Ἄρατος (11f.) ‘ἄστρα διακρίνας· ἐσκέψατο δ’ εἰς ἐνιαυτὸν ἀστέρασ‘ λέγων, Διόδωρος δὲ καὶ οἱ ἄλλοι μαθηματικοὶ ἰδίως | |
5 | καὶ κοινῶς τὰ ζῴδια ἄστρα καλοῦσι καὶ ἀστέρας παρατιθέμενοι Πλά‐ τωνα ἄστρα τοὺς ἑπτὰ πλάνητας ἐν τῷ Τιμαίῳ (4ob) εἰρηκότα. τὸν Κύνα μέντοι ἀστέρα ὄντα ἐν τῷ βίῳ ἄστρον λέγομεν. ἀλλ’ ὁ μὲν ἀστὴρ καὶ ἄστρον, οὐκέτι δὲ τὸ ἀνάπαλιν. οὕτως μέντοι ὁ Καλλίμαχος (387 Pf.) | |
‘πρὶν ἀστέρι τῷ Βερενίκησ‘ ἐπὶ τοῦ Πλοκάμου φησίν, ὃς ἐξ ἀστέρων σύγ‐ | 192 | |
10 | κειται ἑπτὰ εὖ καταφανῶν (τοῦτον δὲ τὸν Πλόκαμον οὐκ οἶδεν Ἄρατος, παρετήρησε δὲ Κόνων ὁ μαθηματικός). σώματα δὲ νοεῖται, ὅσα ὑπὸ μιᾶς ἕξεως ἡνωμένα κρατεῖται, οἷον λίθος ξύλον, καὶ εἴη ἂν ἕξις πνεῦμα σώματος συνεκτικόν, συνημμένα δέ, ὅσα οὐχ ὑπὸ μιᾶς ἕξεως δέδεται ὡς πλοῖον καὶ οἰκία (τὸ μὲν γὰρ ἐκ πολλῶν σανίδων, ἡ δὲ ἐκ πολλῶν λίθων | |
15 | σύγκειται), διεστῶτα δέ, ὡς χορός. τῶν δὴ τοιούτων διτταὶ αἱ διαφοραί· τὰ μὲν γὰρ ἐξ ὡρισμένων σωμάτων καὶ ἀριθμῷ ληπτῶν ὡς χορός, τὰ δὲ ἐξ ἀορίστων ὡς ὄχλος. εἴη οὖν ὁ μὲν ἀστὴρ σῶμα ἡνωμένον, τὸ δὲ ἄστρον ἐκ διεστώτων καὶ ὡρισμένων· ἀριθμὸς γὰρ ἀστέρων ἐφ’ ἑκάστου δείκνυται. Πίνδαρος δὲ τὸν ἀστέρα ἄστρον ὀνομάζει λέγων (Ol. 1,5f.) ‘μηκέθ’ ἁλίου | |
20 | σκόπει ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον‘ κατὰ τὴν συνήθειαν. | |
272(n) | Philo, aet. 79 | |
1 | Καὶ μήν φασιν, ὅτι γενικοὶ τρόποι φθορᾶς εἰσι τρεῖς· ὅ τε κατὰ διαίρεσιν καὶ ὁ κατὰ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος καὶ ὁ κατὰ σύγχυσιν. τὰ μὲν οὖν ἐκ διεστηκότων, αἰπόλια, βουκόλια, χοροί, στρατεύματα, ἢ πάλιν ἐκ συναπτομένων 〈καθάπερ τὰ〉 σώματα παγέντα διαστάσει καὶ διαιρέσει | |
5 | λύεται· κατὰ δὲ ἀναίρεσιν τῆς ἐπεχούσης ποιότητος ὁ μετασχηματιζόμενος κηρὸς ἢ καὶ λεαινόμενος, ἵνα μηδὲ ἑτεροειδῆ τινα παράσχῃ τύπον μορφῆς· κατὰ δὲ σύγχυσιν, ὡς ἡ παρὰ ἰατροῖς τετραφάρμακος· αἱ γὰρ δυνάμεις τῶν συνενεχθέντων ἠφανίσθησαν εἰς ἐξαιρέτου μιᾶς γένεσιν ἀποτελεσθείσης. | |
273a(n) | Plutarch praec. coniug. 142e | |
1 | Τῶν σωμάτων οἱ φιλόσοφοι τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δ’ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δ’ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζῴων ἕκαστον. σχεδὸν οὖν καὶ γάμος ὁ μὲν τῶν ἐρώντων ἡνωμένος καὶ συμφυής ἐστιν, ὁ δὲ τῶν διὰ | |
5 | προῖκας ἢ τέκνα γαμούντων ἐκ συναπτομένων, ὁ δὲ τῶν 〈ἡδονῆς ἕνεκα〉 συγκαθευδόντων ἐκ διεστώτων, οὓς συνοικεῖν ἄν τις ἀλλήλοις, οὐ συμ‐ | |
βιοῦν νομίσειε. | 193 | |
273c(n) | Plotin VI 9,1,4—14.32—34 | |
1 | Οὔτε γὰρ στρατὸς ἔστιν, εἰ μὴ ἓν ἔσται, οὔτε χορὸς οὔτε ἀγέλη μὴ ἓν ὄντα. ἀλλ’ οὐδὲ οἰκία ἢ ναῦς τὸ ἓν οὐκ ἔχοντα, ἐπείπερ ἡ οἰκία ἓν καὶ ἡ ναῦς, ὃ εἰ ἀποβάλοι, οὔτ’ ἂν ἡ οἰκία ἔτι οἰκία οὔτε ἡ ναῦς. τὰ τοίνυν συνεχῆ μεγέθη, εἰ μὴ τὸ ἓν αὐτοῖς παρείη, οὐκ ἂν εἴη· τμηθέντα γοῦν, | |
5 | καθόσον τὸ ἓν ἀπόλλυσιν, ἀλλάσσει τὸ εἶναι. καὶ δὴ καὶ τὰ τῶν φυτῶν καὶ ζῴων σώματα ἓν ὄντα ἕκαστα εἰ φεύγοι τὸ ἓν εἰς πλῆθος θρυπτό‐ μενα, τὴν οὐσίαν αὑτῶν, ἣν εἶχεν, ἀπώλεσεν οὐκέτι ὄντα ἃ ἦν, ἄλλα δὲ γενόμενα καὶ ἐκεῖνα, ὅσα ἕν ἐστι ... καὶ τὸ μὲν διεστηκός, ὥσπερ χορός, πορρωτάτω τοῦ ἕν, τὸ δὲ συνεχὲς ἐγγυτέρω· ψυχὴ δὲ ἔτι μᾶλλον κοινω‐ | |
10 | νοῦσα καὶ αὐτή. | |
273e(n) | Simplicius cat. 214,24—215,7 | |
1 | Καὶ οἱ Στωϊκοὶ δὲ κατὰ τὰς αὑτῶν ὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῷ λέγοντι λόγῳ, κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι. τὰς γὰρ ποιότητας ἑκτὰ λέγοντες οὗτοι, ἐπὶ τῶν ἡνωμένων μόνων ἑκτὰ ἀπολείπουσιν· ἐπὶ δὲ τῶν κατὰ συναφήν, οἷον νεώς, καὶ ἐπὶ τῶν κατὰ | |
5 | διάστασιν, οἷον στρατοῦ, μηδὲν εἶναι ἑκτόν, μηδὲ εὑρίσκεσθαι πνευ‐ ματικόν τι ἓν ἐπ’ αὐτῶν μηδὲ ἕνα λόγον ἔχον, ὥστε ἐπί τινα ὑπόστασιν ἐλθεῖν μιᾶς ἕξεως. τὸ δὲ ποιὸν καὶ ἐν τοῖς ἐκ συναπτομένων θεωρεῖται καὶ ἐν τοῖς ἐκ διεστώτων. ὡς γὰρ εἷς γραμματικὸς ἐκ ποιᾶς ἀναλήψεως καὶ συγγυμνασίας ἐμμόνως ἔχει κατὰ διαφοράν, οὕτως καὶ ὁ χορὸς ἐκ | |
10 | ποιᾶς μελέτης ἐμμόνως ἔχει κατὰ διαφοράν. διὸ ποιὰ μὲν ὑπάρχει διὰ τὴν κατάταξιν καὶ τὴν πρὸς ἓν ἔργον συνεργίαν· δίχα δὲ ποιότητός ἐστι ποιά. ἕξις γὰρ ἐν τούτοις οὐκ ἔστιν· οὐδὲ γὰρ ὅλως ἐν διεστώσαις οὐσίαις καὶ μηδεμίαν ἐχούσαις συμφυῆ πρὸς ἀλλήλας ἕνωσίν ἐστι ποιότης ἢ ἕξις. εἰ δὲ ποιοῦ ὄντος οὐκ ἔστι ποιότης, οὐ συναπαρτίζειν ταῦτα ἀλλήλοις | |
15 | φαῖεν ἄν, οὐδὲ δυνατόν ἐστι διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδίδοσθαι. πρὸς δὲ ταῦτα δυνατὸν μὲν λέγειν, ὡς ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ τοῖς πολλοῖς, πανταχοῦ τὸ αὐτὸ ὑπάρχον ὅλον. εἰ δὲ τοῦτο, ἔσται καὶ ποιότης μία διήκουσα διὰ τῶν [συν] διεστηκότων καὶ συναπτομένων ποιῶν. εἰ μέντοι τοιαύτην τις τὴν ὑπόθεσιν ὡς ἀπεξενω‐ | 194 |
20 | μένην τῆς Στωϊκῆς αἱρέσεως μὴ προσδέχοιτο, ἔστιν ἰσχυρῶς ἀπομάχε‐ σθαι usw. | |
274(n) | Kleomedes 116,28—118,6 | |
1 | Προειρηκότες δ’ ἐν τῷ πρώτῳ τῶν ἐπιχειρημάτων, ὡς κατὰ πολὺ μείζων ὁ ἥλιος ὢν αὐτῆς (sc. τῆς γῆς) ὅσον ποδιαίου ἡμῖν φαντασίαν ἀποπέμπει, ἑξῆς αὐτὸ τοῦτο ἐπιδεῖξαι ὀφείλομεν, ὅσα ἐν τοιαύτῃ εἰσαγωγῇ αὐτάρκη ἐστί, προφερόμενοι ἴδιά τινων περὶ μόνου τούτου συντάγματα πεποιηκότων. | |
5 | ὧν ἐστι καὶ Ποσειδώνιος. | |
275(n) | Kleomedes 228,1—5 | |
1 | Εἰσὶ δ’ αἱ σχολαὶ αὗται οὐ τοῦ γράψαντος αὐτοῦ δόξας περιέχουσαι, ἀλλ’ ἐκ συγγραμμάτων τινῶν ἠθροισμέναι καὶ παλαιῶν καὶ νεωτέρων. τὰ πολλὰ δὲ τῶν εἰρημένων ἐκ τῶν Ποσειδωνίου εἴληπται. | |
276(n) | Kleomedes 2,7—4,4 | |
1 | Τοῦ κόσμου πολλαχῶς λεγομένου ὁ νῦν ἡμῖν λόγος ἐνεστηκὼς περὶ τοῦ κατὰ τὴν διακόσμησίν ἐστιν, ὃν ὁρίζονται οὕτω. κόσμος ἐστὶ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων. οὗτος δὲ πάντα μὲν τὰ σώματα ἐμπεριέχει, οὐδενὸς ἁπλῶς ἐκτὸς αὐτοῦ ὑπάρχοντος, ὡς ἐν | |
5 | ἑτέροις δείκνυται· οὐ μὴν ἄπειρός γε, ἀλλὰ πεπερασμένος ἐστίν, ὡς τοῦτο δῆλον ἐκ τοῦ ὑπὸ φύσεως αὐτὸν διοικεῖσθαι. ἀπείρου μὲν γὰρ οὐδενὸς φύσιν εἶναι δυνατόν· δεῖ γὰρ κατακρατεῖν τὴν φύσιν, οὗτινός ἐστιν· ὅτι δὲ φύσιν ἔχει τὴν διοικοῦσαν αὐτόν, γνώριμον πρῶτον μὲν ἐκ τῆς τάξεως τῶν ἐν αὐτῷ μερῶν, ἔπειτα ἐκ τῆς τῶν γινομένων τάξεως, τρίτον ἐκ τῆς | |
10 | συμπαθείας τῶν ἐν αὐτῷ μερῶν πρὸς ἄλληλα, τέταρτον ἐκ τοῦ ἕκαστα πρός τι πεποιῆσθαι, καὶ λοιπὸν ἐκ τοῦ πάντα μεγαλωφελεστάτας παρέχε‐ σθαι τὰς χρείας· ἅπερ ἴδια καὶ τῶν ἐπὶ μέρους φύσεών ἐστιν. | |
277(n) | Kleomedes 6,11—25 | |
1 | Εἰ δὲ καὶ εἰς πῦρ ἀναλύεται ἡ πᾶσα οὐσία, ὡς τοῖς χαριεστάτοις τῶν φυσι‐ κῶν δοκεῖ, ἀνάγκη πλέον ἢ μυριοπλασίονα τόπον αὐτὴν καταλαμβάνειν, ὥσπερ καὶ τὰ εἰς ἀτμὸν ἐκθυμιώμενα τῶν στερεῶν σωμάτων. ὁ τοίνυν ἐν τῇ ἐκπυρώσει ὑπὸ τῆς οὐσίας χεομένης καταλαμβανόμενος τόπος νῦν | |
5 | κενόν ἐστιν, οὐδενός γε σώματος αὐτὸν πεπληρωκότος. εἰ δὲ φήσει τις, | |
μὴ γίνεσθαι ἐκπύρωσιν, οὐδὲν πρὸς τὸ μὴ εἶναι κενὸν ἐναντιοῦται τὸ τοιοῦτον. καὶ γὰρ εἰ μόνον ἐπινοήσαιμεν χεομένην τὴν οὐσίαν καὶ ἐπὶ πλέον ἐκτεινομένην, οὐθενὸς αὐτῇ πρὸς τὴν τοιαύτην ἔκτασιν ἐμποδὼν γενέσθαι δυναμένου, αὐτὸ τοῦτο, εἰς ὃ τῇ ἐπινοίᾳ χωροίη κατὰ τὴν ἔκτα‐ | 195 | |
10 | σιν, κενὸν ἂν εἴη· ὥσπερ ἀμέλει καὶ τὸ νῦν κατεχόμενον ὑπ’ αὐτῆς κενόν ἐστι πεπληρωμένον. | |
278(n) | Kleomedes 8,15—10,7; 10,15—12,5 | |
1 | Τοιοῦτον δὲ ὑπάρχον τὸ κενὸν ἐν μὲν κόσμῳ οὐδ’ ὅλως ἔστι. δῆλον δὲ ἐκ τῶν φαινομένων. εἰ γὰρ μὴ δι’ ὅλου συμφυὴς ὑπῆρχεν ἡ τῶν ὅλων οὐσία, οὔτ’ ἂν ὑπὸ φύσεως οἷόν τ’ ἦν συνέχεσθαι καὶ διοικεῖσθαι τὸν κόσμον, οὔτε τῶν μερῶν αὐτοῦ συμπάθειά τις ἂν ἦν πρὸς ἄλληλα, οὔτε, μὴ ὑφ’ | |
5 | ἑνὸς τόνου συνεχομένου αὐτοῦ καὶ τοῦ πνεύματος μὴ δι’ ὅλου ὄντος συμ‐ φυοῦς, οἷόν τ’ ἂν ἦν ἡμῖν ὁρᾶν ἢ ἀκούειν. μεταξὺ γὰρ ὄντων κενωμάτων ἐνεποδίζοντο ἂν ὑπ’ αὐτῶν αἱ αἰσθήσεις. τά τε στενόστομα τῶν σκευῶν περιτρεπόμενα ἐν τοῖς ὕδασιν ἐνεπίμπλατο ἄν, διὰ τῶν κενωμάτων τοῦ ὕδατος παρεμπίπτοντος. νυνὶ δὲ οὐ γίνεται τοῦτο διὰ τὸ πλήρη εἶναι ἀέρος | |
10 | αὐτά, καὶ τοῦτον μὴ δύνασθαι ἐκθλιβῆναι διὰ τὸ ὑπὸ τοῦ ὕδατος περιέ‐ χεσθαι τὰ στόματα αὐτῶν. ἔστι δὲ καὶ μυρία ἕτερα, δι’ ὧν τοῦτο δεί‐ κνυται, περὶ ὧν νῦν λέγειν οὐκ ἀναγκαῖον. ἐν μὲν οὖν κόσμῳ κενὸν εἶναι ἀδύνατον. Ἀριστοτέλης δὲ καὶ οἱ ἀπὸ τῆς αἱρέσεως οὐδ’ ἔξω τοῦ κόσμου κενὸν | |
15 | ἀπολείπουσι. Ἀλλά, φασίν, εἰ ἦν ἔξω τοῦ κόσμου κενόν, ἐφέρετο ἂν δι’ αὐτοῦ ὁ κόσμος, οὐδὲν ἔχων τὸ συνέχειν τε καὶ ὑπερείδειν αὐτὸν δυνάμενον. φήσομεν δέ, ὅτι ἀδύνατον αὐτῷ φέρεσθαι διὰ τοῦ κενοῦ· νένευκε γὰρ ἐπὶ τὸ ἑαυτοῦ μέσον καὶ τοῦτο ἔχει κάτω, ὅπου νένευκεν. εἰ γὰρ μὴ τὸ αὐτὸ | |
20 | μέσον εἶχεν ὁ κόσμος καὶ κάτω, ἐφέρετο ἂν ὁ κόσμος κάτω διὰ τοῦ κενοῦ, ὡς δειχθήσεται ἐν τῷ λόγῳ τῷ περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς. Λέγεται κἀκεῖνο ὑπ’ αὐτῶν, ὡς εἰ ἦν ἔξω τοῦ κόσμου κενόν, χεομένη δι’ αὐτοῦ ἡ οὐσία ἐπ’ ἄπειρον διεσκεδάσθη ἂν καὶ διεσκορπίσθη. ἀλλὰ φήσομεν, ὡς μηδὲ τοῦτο δύναται παθεῖν· ἕξιν γὰρ ἔχει τὴν συνέχουσαν | |
25 | αὐτὴν καὶ συντηροῦσαν. καὶ τὸ μὲν περιέχον αὐτὴν κενὸν οὐδὲν ποιεῖ· αὐτὴ δ’ ὑπερβαλλούσῃ δυνάμει χρωμένη συντηρεῖ ἑαυτήν, συστελλομένη τε καὶ πάλιν χεομένη ἐν αὐτῷ κατὰ τὰς φυσικὰς αὐτῆς μεταβολάς, ἄλλοτε μὲν εἰς πῦρ χεομένη, ἄλλοτε δὲ ἐπὶ κοσμογονίαν ὁρμῶσα. | |
279(n) | Kleomedes 16,25—20,14 | |
1 | Αἱ δὲ λοιπαὶ σχέσεις πολλὴν παρέσχον ταραχὴν τοῖς παλαιοτέροις τῶν φυσικῶν, καὶ πλεῖστα γέγονε κατὰ τὸν τόπον διαπτώματα, οὐ δυνηθέν‐ των ἐπιστῆσαι, ὅτι ἐν τῷ κόσμῳ, σφαιρικῷ τὸ σχῆμα ὄντι, κάτω μὲν | |
ἀπὸ παντὸς αὐτοῦ τὸ μεσαίτατον εἶναι ἀναγκαῖον, ἄνω δὲ τὸ ἀπὸ [παντὸς] | 196 | |
5 | τοῦ μέσου ἐπὶ τὰ πέρατα καὶ τὴν ἐπιφάνειαν αὐτὴν τῆς σφαίρας διῆκον, συμπιπτουσῶν τῶν δύο σχέσεων ἐν ταὐτῷ, καὶ τοῦ αὐτοῦ μέσου τε καὶ κάτω ὑπάρχοντος, ἐπὶ μὲν τῶν ἀπομεμηκυσμένων κατὰ τὸ σχῆμα σωμά‐ των διισταμένων τούτων, ἐπὶ δὲ τῶν σφαιρικῶν οὐδαμῶς, ἀλλὰ συμπιπτου‐ σῶν τῶν δύο σχέσεων. νεύειν γὰρ ἀναγκαῖον ἀπὸ τῆς ἐπιφανείας ἐπὶ | |
10 | τὸ ἑαυτῶν μέσον ταῖς σφαιρικαῖς τῶν ἕξεων, καὶ οὕτω κάτω αὐτὰς ἔχειν ταῦτα, εἰς ἃ νενεύκασι. ταὐτὸν οὖν καὶ τῷ κόσμῳ συμβέβηκε, σφαιρικῷ κατὰ τὸ σχῆμα ὄντι· καὶ τὸ αὐτὸ γίνεται κάτω καὶ μέσον αὐτοῦ, εἰς ταὐτὸν τῶν σχέσεων τούτων συμπιπτουσῶν ἐν αὐτῷ. τοῦτο δὲ προηγου‐ μένως μὲν ἐπιδειχθήσεται ἐν τῷ περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς λόγῳ· νῦν | |
15 | δ’ ἀπ’ αὐτῶν τῶν κατὰ τὴν αἴσθησιν φανταζομένων ἡμῖν ἁπλούστερον ἐπιδείξομεν. πάντες τοίνυν σαφῶς ὁρῶμεν, ἐν ᾧ ἂν κλίματι ὦμεν τῆς γῆς, ὑπερκείμενον τῆς κορυφῆς ἡμῶν τὸν οὐρανόν· τὰ δὲ κύκλῳ αὐτοῦ πάντα ἡμῖν ἀποκεκλιμένα φαντάζεται. ἔπειτα προϊοῦσιν ἐφ’ ὁποῖα δη‐ ποτοῦν τῶν κλιμάτων τῆς γῆς τὰ τέως ἐν ἀποκλίσει φανταζόμενα κατὰ | |
20 | κορυφὴν γίνεται ἡμῶν, οὐκ ἂν τούτου συμβαίνοντος, εἰ μὴ ἀπὸ παντὸς μέρους ὑπερέκειτο τῆς γῆς ὁ οὐρανὸς καὶ αὐτὸ τὸ μεσαίτατον τοῦ κόσμου κάτω ἦν, τὸ δὲ ἀπὸ τούτου ὡς ἐπὶ τὸν οὐρανὸν διῆκον ἄνω. καὶ ὁπόταν πέλαγος πλέωμεν, ἐν ᾧ οὐχ ὁρᾶται ἡ γῆ, κύκλῳ κατὰ τὸν ὁρίζοντα φαντά‐ ζεται ἡμῖν ὁ οὐρανὸς ψαύων τοῦ ὕδατος. ἐπὰν δὲ παραγενώμεθα εἰς τὸν | |
25 | τόπον τοῦτον, ἔνθα ψαύων τῆς θαλάττης ὁ οὐρανὸς ἡμῖν φαντάζεται, πάλιν ὑπερκείμενος ὁρᾶται, καὶ προϊόντων ἑκάστοτε κατὰ τὸν πλοῦν τοῦτο συμβαίνει. ὥστε καὶ εἰ οἷόν τε ἦν κύκλῳ πᾶσαν ἐκπεριπλεῦσαι ἢ ἄλλως περιελθεῖν τὴν γῆν, μηθενὸς αὐτῆς ἀοικήτου ὄντος, κατεμάθομεν ἂν σαφῶς, ὅτι παντὸς αὐτῆς μέρους ὑπέρκειται ὁ οὐρανός. καὶ οὕτω τὸ | |
30 | μέσον τοῦ κόσμου ἅμα καὶ κάτω καὶ μέσον ἐστίν. ἀλλὰ τοῦτο μὲν ἡ διδασκαλία τῆς ἐπὶ τὸ μέσον φορᾶς τῶν βαρέων σωμάτων μᾶλλον παρα‐ στήσει. | |
280(n) | Kleomedes 28,18—30,15 | |
1 | Ὁ τοίνυν οὐρανός, κύκλῳ εἰλούμενος ὑπὲρ τὸν ἀέρα καὶ τὴν γῆν καὶ ταύτην τὴν κίνησιν προνοητικὴν οὖσαν ἐπὶ σωτηρίᾳ καὶ διαμονῇ τῶν ὅλων ποιού‐ μενος, ἀναγκαίως καὶ πάντα τὰ ἐμπεριεχόμενα αὐτῷ τῶν ἄστρων περιάγει. τούτων τοίνυν τὰ μὲν ἁπλουστάτην ἔχει τὴν κίνησιν, ὑπὸ τοῦ κόσμου | |
5 | στρεφόμενα καὶ διὰ παντὸς τοὺς αὐτοὺς τόπους τοῦ οὐρανοῦ κατέχοντα· τὰ δὲ κινεῖται μὲν καὶ τὴν σὺν τῷ κόσμῳ κίνησιν ἀναγκαίως, περιαγόμενά γε ὑπ’ αὐτοῦ διὰ τὴν ἐμπεριοχήν, κινεῖται δὲ καὶ ἑτέραν προαιρετικήν, καθ’ ἣν [καὶ] ἄλλοτε ἄλλα μέρη τοῦ οὐρανοῦ καταλαμβάνει. ⸢αὕτη δὲ ἡ κίνησις αὐτῶν σχολαιοτέρα ἐστὶ τῆς τοῦ κόσμου κινήσεως· δοκεῖ δὲ | |
10 | καὶ τὴν ἐναντίαν κινεῖσθαι τῷ οὐρανῷ, ὡς ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνα‐ | |
τολὴν φερόμενα.⸣ τὰ μὲν οὖν πρῶτα αὐτῶν καλεῖται ἀπλανῆ, ταῦτα δὲ πλανώμενα, ἐπειδὴ ἄλλοτε ἐν ἄλλοις μέρεσι τοῦ κόσμου φαντάζεται. τὰ μὲν οὖν ἀπλανῆ ἀπεικάσειεν ἄν τις ἐπιβάταις ἐπὶ νεὼς φερομένοις, ἐν τόποις οἰκείοις κατὰ χώραν μένουσι, τὰ δὲ πλανώμενα τὴν ἐναντίαν τῇ | 197 | |
15 | νηῒ φερομένοις ἀνθρώποις ὡς ἐπὶ τὴν πρύμναν ἀπὸ τῶν κατὰ τὴν πρώραν τόπων⸢, ταύτης τῆς κινήσεως σχολαιοτέρας γινομένησ⸣. εἰκασθείη δ’ ἂν καὶ μύρμηξιν ἐπὶ κεραμεικοῦ τροχοῦ τὴν ἐναντίαν τῷ τροχῷ προαιρετι‐ κῶς ἕρπουσιν. | |
281(n) | Kleomedes 32,9—15 | |
1 | Ὑπὸ τοῦτόν ἐστιν ἡ σελήνη, προσγειοτάτη πάντων τῶν ἄστρων ὑπάρ‐ χουσα. κατὰ τὴν συναφὴν γὰρ τοῦ ἀέρος πρὸς τὸν αἰθέρα εἶναι λέγεται. ὅθεν καὶ ζοφῶδες αὐτῆς τὸ οἰκεῖον ὁρᾶται σῶμα· τὸ δὲ λαμπρυνόμενον αὐτῆς ἀπὸ τοῦ ἡλίου ἔχει τὴν λαμπηδόνα, ἀεὶ τοῦ πρὸς αὐτὸν τετραμμένου | |
5 | αὐτῆς ἡμισφαιρίου καταλαμπομένου. | |
282(n) | Kleomedes 52,3—20 | |
1 | Ἡ δὲ αἰτία τοῦ μὴ ἴσας γίνεσθαι τὰς προσθήκας τοιάδε τίς ἐστιν. ὁ ζῳδιακός, δι’ οὗ τὴν πορείαν ποιεῖται ὁ ἥλιος, λοξὸς ὢν καὶ τέμνων τὸν ἰσημερινὸν κατὰ δύο σημεῖα, τῶν δὲ τροπικῶν ἑκατέρου καθ’ ἓν σημεῖον ψαύων, τὸν μὲν ἰσημερινὸν καὶ τοὺς πλησίον παραλλήλους ὀρθότερος | |
5 | τέμνει, καὶ ὀλίγου δεῖν πρὸς ὀρθὰς γωνίας· τοῖς δὲ τροπικοῖς πλαγιώ‐ τερος καὶ ἐπὶ πλέον ἐγκεκλιμένος παράκειται, καὶ οὕτως ὀξείας ποιῶν τὰς γωνίας αἴτιος γίνεται τοῦ σχολαιότερον αὐτοῖς καὶ προσιέναι καὶ ἀφίστασθαι 〈τὸν ἥλιον〉. διὰ γὰρ τοῦ ζῳδιακοῦ λοξὴν τὴν πορείαν ποιού‐ μενος σχολαιότερος ἀφίσταται τῶν τροπικῶν· κατὰ δὲ τὸν ἰσημερινόν, | |
10 | ὀρθοτέρου αὐτοῦ ὄντος, ἀθρουστέρας καὶ τὰς προσόδους τὰς πρὸς αὐτὸν καὶ τὰς ἀπ’ αὐτοῦ ἀναχωρήσεις ποιεῖται, δαιμονίως τῆς προνοίας τοιαύ‐ την τὴν σχέσιν τοῦ ζῳδιακοῦ πρὸς τοὺς τροπικοὺς ἐργασαμένης ὑπὲρ τοῦ λεληθυίας, ἀλλὰ μὴ ἀθρόας γίνεσθαι τὰς τῶν ὡρῶν μεταβολάς. | |
283(n) | Kleomedes 56,27—60,25 | |
1 | Σχολαιότερον. δέ, καθάπερ ἔφαμεν (F 282[11]), τοῦ ἡλίου προσιόντος τοῖς τροπικοῖς καὶ ἀποχωροῦντος, καὶ διὰ τοῦτο ἐπὶ πλέον περὶ αὐτοὺς ἐγχρονίζοντος, καὶ οὐκ ὄντων ἀοικήτων τῶν ὑπ’ αὐτοῖς οὐδὲ τῶν ἔτι ἐνδοτέρω (ἡ γὰρ Συήνη ὑπὸ τῷ θερινῷ κεῖται κύκλῳ, ἡ δ’ Αἰθιοπία ἔτι | |
5 | ταύτης ἐνδοτέρω), ἀπὸ τούτων ὁ Ποσειδώνιος τὸ ἐνδόσιμον λαβὼν καὶ πᾶν τὸ ὑπὸ τὸν ἰσημερινὸν κλίμα εὔκρατον εἶναι ὑπέλαβε. καὶ πέντε ζώνας εἶναι τῆς γῆς τῶν εὐδοκίμων φυσικῶν ἀποφηναμένων, αὐτὸς τὴν ὑπ’ ἐκείνων διακεκαῦσθαι λεγομένην οἰκουμένην καὶ εὔκρατον εἶναι ἀπεφή‐ | |
νατο. ὅπου γάρ, φησίν, ἐπὶ πλέον τοῦ ἡλίου περὶ τοὺς τροπικοὺς διατρί‐ | 198 | |
10 | βοντος, οὐκ ἔστιν ἀοίκητα τὰ ὑπ’ αὐτοῖς, οὐδὲ τὰ ἔτι τούτων ἐνδοτέρω, πῶς οὐκ ἂν πολὺ πλέον τὰ ὑπὸ τῷ ἰσημερινῷ εὔκρατα εἴη, ταχέως τῷ κύκλῳ τούτῳ καὶ προσιόντος τοῦ ἡλίου καὶ πάλιν ἴσῳ τάχει ἀφισταμένου αὐτοῦ καὶ μὴ ἐγχρονίζοντος περὶ τὸ κλίμα, καὶ μὴν διὰ παντός, φησίν, ἴσης τῆς νυκτὸς τῇ ἡμέρᾳ οὔσης ἐνταῦθα καὶ διὰ τοῦτο σύμμετρον ἐχούσης | |
15 | πρὸς ἀνάψυξιν τὸ διάστημα; καὶ τοῦ ἀέρος τούτου ἐν τῷ μεσαιτάτῳ καὶ βαθυτάτῳ τῆς σκιᾶς ὄντος, καὶ ὄμβροι γενήσονται καὶ πνεύματα δυνά‐ μενα ἀναψύχειν τὸν ἀέρα· ἐπεὶ καὶ περὶ τὴν Αἰθιοπίαν ὄμβροι συνεχεῖς καταφέρεσθαι ἱστοροῦνται περὶ τὸ θέρος καὶ μάλιστα τὴν ἀκμὴν αὐτοῦ· ἀφ’ ὧν καὶ ὁ Νεῖλος πληθύνειν τοῦ θέρους ὑπονοεῖται. | |
20 | Ὁ μὲν οὖν Ποσειδώνιος οὕτω φέρεται. καὶ δεήσει, ἂν οὕτως ἔχῃ τὰ ὑπὸ τῷ ἰσημερινῷ, δὶς τοῦ ἔτους γίνεσθαι τὰς ὥρας παρ’ αὐτοῖς, ἐπειδὴ καὶ ὁ ἥλιος δὶς αὐτοῖς κατὰ κορυφὴν γίνεται, δύο γε ἰσημερίας ποιῶν. οἱ δὲ ἀντιλέγοντες τῇ δόξῃ ταύτῃ τοῦ Ποσειδωνίου φασίν, ὅτι ἕνεκα μὲν τοῦ ἐπὶ πλέον πρὸς τοῖς τροπικοῖς διατρίβειν τὸν ἥλιον 〈οὐ〉 δεῖ ὑγιῆ τὴν | |
25 | περὶ τούτου δόξαν εἶναι τοῦ Ποσειδωνίου. ἀλλ’ ἀπὸ μὲν τῶν τροπικῶν πάλιν ἐπὶ πλέον ὁ ἥλιος ἀφίσταται, καὶ οὕτω καὶ ὁ ὑπ’ αὐτοῖς ἀὴρ ἐπὶ πλέον ἀναψύχεται, καὶ δύναται ταῦτα τὰ κλίματα οἰκεῖσθαι· τοῦ δὲ ἰσημερι‐ νοῦ μέσου τῶν τροπικῶν ὄντος καὶ πρὸς ὀλίγον ἀφίσταται καὶ ταχεῖαν τὴν ἐπ’ αὐτὸν ὑποστροφὴν ποιεῖται. καὶ τὰ μὲν ὑπὸ τοῖς τροπικοῖς κατα‐ | |
30 | δέχεται τὰ ἀπὸ τῶν κατεψυγμένων ζωνῶν ἐτήσια πνεύματα, καὶ παρα‐ μυθούμενα τὸν ἀπὸ τοῦ ἡλίου φλογμὸν καὶ ἀναψύχοντα τὸν ἀέρα· μέχρι δὲ τοῦ ἰσημερινοῦ ταῦτα οὐχ οἷά τε διϊκνεῖσθαι· εἰ δὲ διΐξεται, θερμὰ καὶ φλογώδη τῷ μήκει τῆς πορείας ὑπὸ τοῦ ἡλίου γενήσεται. τό τε ἴσην εἶναι τὴν νύκτα τῇ ἡμέρᾳ οὐδὲν ἂν καθ’ αὑτὸ δύναιτο πρὸς ἀνάψυξιν τοῦ ἐκεῖ | |
35 | ἀέρος, ἀφάτῳ τε τῇ δυνάμει τοῦ ἡλίου κεχρημένου καὶ ὀρθὴν καὶ ἔντονον ἐπὶ τοῦτο τὸ κλίμα διὰ παντὸς ἀποπέμποντος τὴν ἀκτῖνα, ἐπεί γε μὴ ἀξιόλογον ἀπ’ αὐτοῦ τὴν ἀπόκλισιν ποιεῖται. ὑπονοεῖται δὲ ὑπὸ τῶν φυσι‐ κῶν, τὸ πλεῖστον τῆς μεγάλης θαλάσσης κατὰ τοῦτο τὸ κλίμα ὑποβεβλῆ‐ σθαι, εἰς τροφὴν τοῖς ἄστροις μεσαίτατον ὑπάρχον. ὥστε οὐκ ὀρθῶς | |
40 | ἔοικεν ἐνταῦθα φέρεσθαι ὁ Ποσειδώνιος. | |
284(n) | Kleomedes 62,3—22 | |
1 | Ὅλης δὲ τῆς γῆς καθ’ ὑπόθεσιν οἰκουμένης, τῶν οἰκήσεων αἱ μὲν περίσκιοι, αἱ δὲ ἑτερόσκιοι, αἱ δὲ ἀμφίσκιοι γενήσονται. περίσκιοι μὲν αἱ ὑπὸ τοῖς πόλοις, ἐν αἷς καὶ εἰς ἡμέραν καὶ νύκτα ὁ ἐνιαυτὸς διαιρεθή‐ σεται, ὁρίζοντος μὲν γινομένου παρ’ αὐτοῖς τοῦ ἰσημερινοῦ, ζῳδίων δὲ | |
5 | ἓξ διὰ παντὸς τῶν αὐτῶν ὑπὲρ γῆς ὄντων καὶ ἓξ ὑπὸ γῆν. κύκλον οὖν περιγράφουσαι παρ’ αὐτοῖς αἱ σκιαὶ περισκίους αὐτοὺς ποιοῦσι, παρα‐ πλησίως τοῖς μύλοις ἐν τοῖς ὑπὸ τοὺς πόλους κλίμασι στρεφομένου τοῦ | |
κόσμου. ἑτερόσκιοι δέ εἰσιν αἱ εὔκρατοι, ἐπεί, ὅταν περὶ μεσημβρίαν γένηται ὁ ἥλιος, τῶν μὲν τὴν βορείαν ἐχόντων ζώνην πρὸς βορρᾶν ἀπο‐ | 199 | |
10 | κλίνουσιν αἱ σκιαί, τῶν δὲ τὴν ἀντεύκρατον ἡμῖν πρὸς νότον. ἀμφίσκιοι δὲ οἱ ὑπὸ τῷ ἰσημερινῷ γενήσονται. πρὸς νότον μὲν γὰρ ἀπιόντος καὶ ὡς πρὸς τὸν χειμερινὸν ἀπὸ τοῦ ἰσημερινοῦ κύκλου τοῦ ἡλίου, πρὸς βορρᾶν ἀποκλίνουσιν αὐτῶν αἱ σκιαί, πρὸς δὲ τὸν θερινὸν ἀπὸ τοῦ ἰσημερινοῦ πορευομένου, πρὸς νότον ἂν τρέποιντο. καὶ τοιαύτη μέν ἐστιν ἡ περὶ τὰς | |
15 | ζώνας τῆς γῆς διαφορά. | |
285a(n) | Kleomedes 68,6—70,22 | |
1 | Λέγεται γοῦν ἐν Βρεττανίᾳ, περὶ καρκίνον τοῦ ἡλίου γινομένου καὶ τὴν μεγίστην ἡμέραν ποιοῦντος, ὡς ὀκτὼ καὶ δέκα ὡρῶν ἰσημερινῶν γίνεται ἡ ἡμέρα, ἓξ δὲ ἡ νύξ. ὅθεν καὶ φῶς εἶναι παρ’ αὐτοῖς νυκτὸς κατὰ τὸν χρόνον τοῦτον, αὐτοῦ παρὰ τὸν ὁρίζοντα τοῦ ἡλίου παρατρέχοντος καὶ | |
5 | ἀποπέμποντος τὰς αὐγὰς ὑπὲρ γῆν· ὅπερ ἀμέλει καὶ παρ’ ἡμῖν γίνεται, ὅταν πελάζῃ τῷ ὁρίζοντι, πολὺ τοῦ φωτὸς τὴν ἀνατολὴν αὐτοῦ προλαμβά‐ νοντος· ὅθεν καὶ ἐν Βρεττανίᾳ νυκτὸς εἶναι φῶς, ὡς καὶ ἀναγινώσκειν δύνασθαι. καὶ γὰρ τοῦτό φασιν ἀναγκαιότατον εἶναι, παρὰ τὸν ὁρίζοντα τοῦ ἡλίου τότε τὴν πορείαν ποιουμένου καὶ οὐ διὰ τῶν βαθυτέρων τῆς | |
10 | γῆς ἰόντος, διὰ τὸ ἐλάχιστον εἶναι παρ’ αὐτοῖς τμῆμα ὑπὸ γῆν τοῦ θερινοῦ κύκλου. περὶ δὲ τὴν Θούλην καλουμένην νῆσον, ἐν ᾗ γεγονέναι φασὶ Πυθέαν τὸν Μασσαλιώτην φιλόσοφον, ὅλον τὸν θερινὸν ὑπὲρ γῆς εἶναι λόγος, αὐτὸν καὶ ἀρκτικὸν γινόμενον αὐτοῖς. παρὰ τούτοις, ὁπόταν ἐν καρκίνῳ ὁ ἥλιος ᾖ, μηνιαία γενήσεται ἡ ἡμέρα, εἴγε καὶ τὰ μέρη πάντα | |
15 | τοῦ καρκίνου ἀειφανῆ ἐστι παρ’ αὐτοῖς· εἰ δὲ μὴ, ἐφ’ ὅσον ἐν τοῖς ἀειφα‐ νέσιν αὐτοῦ ὁ ἥλιός ἐστιν. | |
n | Kleomedes | |
17 | Ἀπὸ δὲ ταύτης τῆς νήσου προϊοῦσιν ὡς ἐπὶ τὰ ἀρκτικὰ ἐκ τοῦ πρὸς λόγον καὶ ἕτερα μέρη πρὸς τῷ καρκίνῳ γίνοιτ’ ἂν ἀειφανῆ τοῦ ζῳδιακοῦ. καὶ οὕτως, ἐφ’ ὅσον τὰ παρ’ ἑκάστοις φαινόμενα ὑπὲρ γῆς αὐτοῦ διέρχεται | |
20 | ὁ ἥλιος, ἡμέρα γενήσεται. καὶ ἔστι κλίματα τῆς γῆς ἀναγκαίως, ἐν οἷς | |
καὶ διμηνιαία καὶ τριμηνιαία γίνεται ἡ ἡμέρα καὶ τεσσάρων καὶ πέντε μηνῶν. ὑπὸ δὲ τὸν πόλον αὐτὸν ἓξ ζῳδίων ὑπὲρ γῆς ὄντων, ἐφ’ ὅσον ταῦτα διέρχεται ὁ ἥλιος ἀειφανῆ ὄντα, ἡμέρα γενήσεται, τοῦ αὐτοῦ κύκλου καὶ ὁρίζοντος καὶ ἀρκτικοῦ γινομένου αὐτοῖς καὶ ἰσημερινοῦ. τοῖς | 200 | |
25 | μὲν γὰρ ἐν Θούλῃ συμπίπτει ὁ θερινὸς τροπικὸς τῷ ἀρκτικῷ, τοῖς δὲ ἔτι ἐνδοτέρω ὑπερβαίνει ὁ ἀρκτικὸς τὸν θερινὸν εἰς τὰ πρὸς τὸν ἰσημερινὸν μέρη, ἐκ τοῦ πρὸς λόγον τούτου γινομένου· τοῖς δ’ ὑπ’ αὐτῷ τῷ πόλῳ ὁ ἰσημερινὸς τὰς τρεῖς λαμβάνει σχέσεις, ἀρκτικὸς μὲν γινόμενος, ὅτι περιλαμβάνει τὰ ἀειφανῆ τῶν ἄστρων, μηθενὸς ἁπλῶς παρὰ τούτοις ἢ | |
30 | δυομένου ἢ ἀνίσχοντος· ὁρίζων δὲ γίνεται, ὅτι χωρίζει τὸ ὑπὲρ γῆς τοῦ κόσμου ἡμισφαίριον ἀπὸ τοῦ ὑπὸ γῆν, ἰσημερινὸς δέ, ὅτι αὐτός ἐστιν ὁ διαιρῶν αὐτοῖς εἰς ἴσα τὴν ἡμέραν καὶ τὴν νύκτα, ὃς καὶ τοῖς ἄλλοις μὲν πᾶσιν ἐπίσης ἰσημερινός ἐστιν, οὐκέτι δὲ οὔτε ὁρίζων οὔτε ἀρκτικός. | |
286(n) | Kleomedes 82,27—86,13 | |
1 | Καὶ μὴν ὁπόταν ἐν πελάγει γῇ πελάζειν μέλλωμεν, πρώταις ταῖς ἀκρω‐ ρείαις ἡ ὄψις ἐντυγχάνει, τὰ δὲ ἄλλα ὑπὸ τῆς κυρτότητος ἐπιπροσθεῖται. ἔπειτα κατὰ τὴν πορείαν ὑπερτιθέμενοι τὰ κυρτώματα καὶ ταῖς λαγόσι τῶν ὀρῶν ἐντυγχάνομεν καὶ τοῖς πρόποσι. καὶ ἐν αὐτοῖς δὲ τοῖς πλοίοις | |
5 | ὁπόσα μέρη οὐχ ὁρᾶται ἀπὸ τῶν καταστρωμάτων καὶ ἐκ κοίλης νεώς, ταῦτα ἐπὶ τοῦ ἱστοῦ ἀνιόντες καὶ τὰ ἐπιπροσθοῦντα τῶν κυρτωμάτων ὑπερτιθέμενοι πολλάκις ὁρᾶν εἰώθαμεν. καὶ νεὼς δὲ ἀπὸ γῆς ἰούσης πρῶτον τὰ σκάφη ἀποκρύπτεται, ἔτι τῶν περὶ τὸν ἱστὸν ὁρωμένων· καὶ ὁπότε ἐκ θαλάττης γῇ πελάζοι, ὁμοίως πρῶτον ὁρᾶται τὰ ἱστία, τὰ δὲ | |
10 | σκάφη ἔτι ἐπιπροσθεῖται ὑπὸ τῆς περὶ τὸ ὕδωρ κυρτότητος. ἅπερ ἅπαντα μονονοὺ γραμμικαῖς ἀποδείξεσιν ἐμφαίνει, διότι σφαιρικόν ἐστι τὸ τῆς γῆς σχῆμα. Ἀναγκαιότατον οὖν καὶ τὸν περιέχοντα αὐτὴν ἀέρα σφαῖραν εἶναι, ἀπὸ ὅλης αὐτῆς τῶν ἀναθυμιάσεων αἰρομένων καὶ ἐπισυρρεουσῶν καὶ οὕτω | |
15 | καὶ τὸ τοῦ ἀέρος σχῆμα ὅμοιον ἀπεργαζομένων. οὐ μὴν ἀλλὰ καὶ τὰ στερεὰ τῶν σωμάτων οἷά τέ ἐστι πολλαχῶς σχηματίζεσθαι, ἐπὶ δὲ πνευματικῆς ἢ πυρώδους οὐσίας, ὁπότε καθ’ αὑτὰς εἶεν, οὐδὲν ἐγχωρεῖ τοιοῦτον γίνεσθαι. ἐπὶ τὸ οἰκεῖον οὖν τῇ φύσει αὐτῶν παραγίνονται σχῆμα τετονωμέναι καὶ τὸ ἴσον ἀπὸ τοῦ μεσαιτάτου πάντη ἀποτεινόμεναι, μα‐ | |
20 | λακῆς αὐτῶν τῆς οὐσίας οὔσης καὶ μηδενὸς ὄντος στερεοῦ, ὃ ἄλλως σχηματίζοι ἂν αὐτάς. τοῦ δὲ ἀέρος ὄντος σφαιρικοῦ, οὕτω καὶ ὁ αἰθήρ, πάλιν τούτου περιεκτικὸς ὢν καὶ οὔτε εἰς γωνίας ὑπό τινος στερεοῦ ἀπο‐ κλινόμενος οὔτε εἰς ἐπίμηκές τι σχηματίζεσθαι αὐτὸν τὸ βιαζόμενον ἔχων, σφαῖρα καὶ αὐτὸς ἂν εἴη ἀναγκαίως. ὅθεν πολλὴ ἀνάγκη καὶ τὸν | |
25 | σύμπαντα κόσμον τοιούτῳ τῷ σχήματι κεχρῆσθαι. καὶ μὴν κἀκεῖνο πιθα‐ νώτατον, τὸ τελεώτατον τῶν σωμάτων τῷ τελεωτάτῳ τῶν σχημάτων κεχρῆσθαι. καὶ ἔστι πάντων μὲν σωμάτων τελεώτατον ὁ κόσμος, πάντων | |
δὲ σχημάτων ἡ σφαῖρα. αὕτη μὲν γὰρ οἵα τέ ἐστι περιλαμβάνειν πάντα τὰ τῇ αὐτῇ διαμέτρῳ κεχρημένα τῶν σχημάτων· τῶν δὲ ἄλλων σχημάτων | 201 | |
30 | οὐδὲν οἷόν τε περιλαμβάνειν τὴν σφαῖραν τῇ ἴσῃ διαμέτρῳ κεχρημένην αὐτῷ. ἀναγκαιότατον τοιγαροῦν σφαῖραν εἶναι τὸν κόσμον. | |
287(n) | Kleomedes 90,20—94,24 | |
1 | Περὶ δὲ τοῦ μεγέθους τῆς γῆς πλείους μὲν γεγόνασι δόξαι παρὰ τοῖς φυσικοῖς, βελτίους δὲ τῶν ἄλλων εἰσὶν ἥ τε Ποσειδωνίου καὶ ἡ Ἐρατο‐ σθένους, αὕτη μὲν διὰ γεωμετρικῆς ἐφόδου δεικνύουσα τὸ μέγεθος αὐτῆς· ἡ δὲ Ποσειδωνίου ἐστὶν ἁπλουστέρα. ἑκάτερος δὲ αὐτῶν ὑποθέσεις τινὰς | |
5 | λαμβάνων διὰ τῶν ἀκολούθων ταῖς ὑποθέσεσιν ἐπὶ τὰς ἀποδείξεις παρα‐ γίνεται. ἐροῦμεν δὲ περὶ προτέρας τῆς Ποσειδωνίου. Φησὶν ὑπὸ τῷ αὐτῷ μεσημβρινῷ κεῖσθαι Ῥόδον καὶ Ἀλεξάνδρειαν. μεσημβρινοὶ δὲ κύκλοι εἰσὶν οἱ διά τε τῶν πόλων γραφόμενοι τοῦ κόσμου καὶ διὰ σημείου, ὃ ἑκάστου τῶν ἐπὶ γῆς βεβηκότων τῆς κορυφῆς ὑπέρ‐ | |
10 | κειται. πόλοι μὲν οὖν οἱ αὐτοὶ πάντων, τὸ δὲ κατὰ κορυφὴν σημεῖον ἄλλο ἄλλων. ὅθεν ἄπειροι δύνανται γράφεσθαι μεσημβρινοί. ἡ οὖν Ῥόδος καὶ ἡ Ἀλεξάνδρεια ὑπὸ τῷ αὐτῷ κεῖνται μεσημβρινῷ, καὶ τὸ διάστημα τὸ μεταξὺ τῶν πόλεων πεντακισχιλίων σταδίων εἶναι δοκεῖ. καὶ ὑποκείσθω οὕτως ἔχειν. εἰσὶ δὲ καὶ πάντες οἱ μεσημβρινοὶ τῶν μεγίστων ἐν κόσμῳ | |
15 | κύκλων, εἰς δύο ἴσα τέμνοντες αὐτὸν καὶ διὰ τῶν πόλων αὐτοῦ γραφόμενοι. τούτων τοίνυν οὕτως ἔχειν ὑποκειμένων ἑξῆς ὁ Ποσειδώνιος ἴσον ὄντα τὸν ζῳδιακὸν τοῖς μεσημβρινοῖς, ἐπεὶ καὶ αὐτὸς εἰς δύο ἴσα τέμνει τὸν κόσμον, εἰς ὀκτὼ καὶ τεσσαράκοντα μέρη διαιρεῖ, ἕκαστον τῶν δωδεκατη‐ μορίων αὐτοῦ εἰς τέσσαρα τέμνων. ἂν τοίνυν καὶ ὁ διὰ Ῥόδου καὶ Ἀλεξαν‐ | |
20 | δρείας μεσημβρινὸς εἰς τὰ αὐτὰ τῷ ζῳδιακῷ τεσσαράκοντα καὶ ὀκτὼ μέρη διαιρεθῇ, ἴσα γίνεται αὐτοῦ τὰ τμήματα τοῖς προειρημένοις τοῦ ζῳδιακοῦ τμήμασιν. ὅταν γὰρ ἴσα μεγέθη εἰς ἴσα διαιρεθῇ, ἀνάγκη καὶ τὰ μέρη τοῖς μέρεσι τῶν διαιρεθέντων ἴσα γίνεσθαι. τούτων οὕτως ἐχόντων ἑξῆς φησιν ὁ Ποσειδώνιος, ὅτι 〈ὁ〉 Κάνωβος καλούμενος ἀστὴρ | |
25 | λαμπρότατός ἐστι πρὸς μεσημβρίαν ὢν ἐπὶ τῷ πηδαλίῳ τῆς Ἀργοῦς. οὗτος ἐν Ἑλλάδι οὐδ’ ὅλως ὁρᾶται· ὅθεν οὐδ’ ὁ Ἄρατος ἐν τοῖς Φαινο‐ μένοις μιμνήσκεται αὐτοῦ. ἀπὸ δὲ τῶν ἀρκτικῶν ὡς πρὸς μεσημβρίαν ἰοῦσιν ἀρχὴν τοῦ ὁρᾶσθαι ἐν Ῥόδῳ λαμβάνει καὶ ὀφθεὶς ἐπὶ τοῦ ὁρίζοντος εὐθέως κατὰ τὴν στροφὴν τοῦ κόσμου καταδύεται. ὁπόταν δὲ τοὺς ἀπὸ | |
30 | Ῥόδου πεντακισχιλίους σταδίους διαπλεύσαντες ἐν Ἀλεξανδρείᾳ γενώ‐ μεθα, εὑρίσκεται ὁ ἀστὴρ οὗτος ἐν Ἀλεξανδρείᾳ ὕψος ἀπέχων τοῦ ὁρί‐ ζοντος, ἐπειδὰν ἀκριβῶς μεσουρανήσῃ, τέταρτον ζῳδίου, ὅ ἐστι τεσσα‐ ρακοστὸν ὄγδοον τοῦ ζῳδιακοῦ. ἀνάγκη τοίνυν καὶ τὸ ὑπερκείμενον τοῦ αὐτοῦ μεσημβρινοῦ τμῆμα τοῦ διαστήματος τοῦ μεταξὺ Ῥόδου καὶ Ἀλε‐ | |
35 | ξανδρείας τεσσαρακοστὸν ὄγδοον μέρος αὐτοῦ εἶναι διὰ τὸ καὶ τὸν ὁρί‐ | |
ζοντα τῶν Ῥοδίων τοῦ ὁρίζοντος τῶν Ἀλεξανδρέων ἀφίστασθαι τεσσα‐ ρακοστὸν ὄγδοον τοῦ ζῳδιακοῦ κύκλου. ἐπεὶ οὖν τὸ τούτῳ τῷ τμήματι ὑποκείμενον μέρος τῆς γῆς πεντακισχιλίων σταδίων εἶναι δοκεῖ, καὶ τὰ τοῖς ἄλλοις τμήμασιν ὑποκείμενα πεντακισχιλίων σταδίων ἐστί· καὶ | 202 | |
40 | οὕτως ὁ μέγιστος τῆς γῆς κύκλος εὑρίσκεται μυριάδων τεσσάρων καὶ εἴκοσιν, ἐὰν ὦσιν οἱ ἀπὸ Ῥόδου εἰς Ἀλεξάνδρειαν πεντακισχίλιοι· εἰ δὲ μή, πρὸς λόγον τοῦ διαστήματος. Καὶ ἡ μὲν τοῦ Ποσειδωνίου ἔφοδος περὶ τοῦ κατὰ τὴν γῆν μεγέθους τοιαύτη. | |
288(n) | Kleomedes 102,9—104,20 | |
1 | Οἱ οὖν λέγοντες, μὴ δύνασθαι τὴν γῆν σφαιρικὴν εἶναι διά τε τὰ τῆς θαλάσσης κοιλώματα καὶ τὰς τῶν ὀρῶν ἐξοχάς, πάνυ ἀλόγως τοῦτο δοξάζουσιν. οὔτε γὰρ ὄρος ὑψηλότερον πεντεκαίδεκα σταδίων κατὰ τὴν κάθετον εὑρίσκεται οὔτε θαλάσσης βάθος. τριάκοντα δὲ στάδιοι πρὸς | |
5 | πλεῖον ἢ μυριάδας ὀκτὼ σταδίων οὐδένα λόγον ἔχουσιν· ἀλλ’ ὅμοιόν ἐστι τοῦτο, ὡς εἰ καὶ κονιορτός τις ἐπὶ σφαίρας εἴη. αἵ τε ἐξοχαὶ αἱ περὶ τὰ σφαιρία τῶν πλατάνων οὐ κωλύουσιν αὐτὰ σφαιρία εἶναι· καίτοι αὗται πλείονα λόγον ἔχουσι πρὸς τὰ ὅλα τῶν σφαιρίων μεγέθη ἢ αἱ κοιλότητες τῆς θαλάσσης καὶ αἱ τῶν ὀρῶν ὑπεροχαὶ πρὸς τὸ πᾶν τῆς γῆς μέγεθος. | |
10 | Οὖσα δὲ τὸ μέγεθος ἡ γῆ, ἡλίκη διὰ τῶν προειρημένων ἐφόδων ἐπιδέδεικται, οὐ μόνον πρὸς τὸ σύμπαν τοῦ κόσμου μέγεθος σημείου λόγον ἐπέχουσα διὰ πολλῶν ἐλέγχεται, ἀλλὰ καὶ πρὸς τὸ ἡλιακὸν ὕψος, οὗ κατὰ πολὺ μείζων ἐστὶν ἡ περιέχουσα τὰ ἀπλανῆ τῶν ἄστρων σφαῖρα. ὥσπερ οὖν εἰ καὶ ὕδατος ἀμφορέων μυριάδες μύριαι καθ’ αὑτὰς μὲν θεω‐ | |
15 | ρούμεναι ἀξιόλογον ἔχουσι τὸ πλῆθος, πρὸς δὲ τὴν θάλασσαν οὐδένα λόγον ἔχουσιν, ἀλλ’ οὐδὲ πρὸς τὸν Νεῖλον ἢ ἄλλον τινὰ τῶν ἀξιολόγων ποταμῶν, οὕτω καὶ ἡ γῆ καθ’ αὑτὴν μὲν ἐξεταζομένη ἀξιόλογον φαίνεται τὸ μέγεθος ἔχειν, ἧς γε ὑπὲρ τὰς ὀκτὼ μυριάδας ἡ διάμετρός ἐστιν, οὔτε δὲ πρὸς τὸ ἡλιακὸν ὕψος λόγον τινὰ ἔχουσα φαίνεται οὔτε πολὺ πλέον πρὸς | |
20 | τὸ σύμπαν τοῦ κόσμου μέγεθος. λόγον γὰρ ὀφείλει ἔχειν μέγεθος πρὸς μέγεθος, ὁπόταν τὸ μεῖζον ὑπὸ τοῦ ἐλάττονος οἷόν τε ᾖ καταμετρηθῆναι, ἢ δεκαπλάσιον, φέρε εἰπεῖν, ἢ εἰ βούλει, καὶ μυριοπλάσιον ὄν. ὁ δὲ τοῦ ὕδατος ἀμφορεὺς οὐκ ἂν καταμετρήσειε τὴν θάλατταν, ἀλλ’ οὐδὲ τὸν Νεῖλον. ὥσπερ οὖν ὁ ἀμφορεὺς οὐδένα λόγον ἔχει πρὸς τὰ εἰρημένα, οὕτως | |
25 | οὐδὲ τὸ μέγεθος τῆς γῆς λόγον τινὰ πρὸς τὸ τοῦ κόσμου μέγεθος ἔχει. τοῦτο δὲ ἐκ πάνυ πολλῶν ἐλέγχεται μονονουχὶ γραμμικὰς ἐχόντων τὰς ἀποδείξεις. | |
289(n) | Kleomedes 110,10—112,6 | |
1 | Οὐ χρὴ δὲ ἀπορεῖν ἐνταῦθα, πῶς ἡ γῆ στιγμιαία οὖσα πρὸς τὸ μέγεθος τοῦ κόσμου ἀναπέμπει τροφὴν τῷ τε οὐρανῷ καὶ τοῖς ἐμπεριεχομένοις | |
ἐν αὐτῷ ἄστροις, τοσούτοις καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος οὖσι. τῷ μὲν γὰρ ὄγκῳ βραχεῖά ἐστιν ἡ γῆ, τῇ δὲ δυνάμει μεγίστη, σχεδὸν αὐτὴ τὸ | 203 | |
5 | πλεῖστον τῆς οὐσίας ὑπάρχουσα. εἰ γοῦν ἐπινοήσαιμεν αὐτὴν ἢ εἰς κάπνον ἢ εἰς ἀέρα πᾶσαν ἀναλυομένην, κατὰ πολὺ ἂν γένοιτο μείζων τῆς τοῦ κόσμου περιοχῆς, καὶ οὐ μόνον γε εἰ κάπνος ἢ ἀὴρ ἢ πῦρ γένοιτο, ἀλλὰ καὶ εἰς κονιορτὸν ἀναλυθεῖσα. πάρεστι γοῦν ὁρᾶν, ὅτι καὶ τὰ εἰς κάπνον ἀναλυόμενα τῶν ξύλων σχεδὸν ἐπ’ ἄπειρον χεῖται, καὶ ὁ ἐκθυμιώμενος | |
10 | λιβανωτός, καὶ ὁπόσα ἕτερα τῶν στερεῶν σωμάτων εἰς ἀτμὸν ἀναλύεται. καὶ εἰ τὸν οὐρανὸν δὲ σὺν τῷ ἀέρι καὶ τοῖς ἄστροις ἐπινοήσαιμεν συνα‐ γόμενον εἰς τὸ τῆς γῆς πύκνωμα, εἰς ἐλάττονα ὄγκον αὐτῆς συσταλείη ἄν. ὥστε τῷ μὲν ὄγκῳ ἡ γῆ στιγμιαία ὡς πρὸς τὸν κόσμον οὖσα, ἀφάτῳ δὲ τῇ δυνάμει κεχρημένη καὶ σχεδὸν ἐπ’ ἄπειρον χεῖσθαι φύσιν ἔχουσα, | |
15 | οὐκ ἔστιν ἀδύνατος ἀναπέμπειν τροφὴν τῷ οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ. οὐδ’ ἂν ἐξαναλωθείη τούτου ἕνεκα, ἐν μέρει καὶ αὐτὴ ἀντιλαμβάνουσά τινα ἔκ τε ἀέρος καὶ ἐξ οὐρανοῦ. ὁδὸς γὰρ ἄνω κάτω, φησὶν ὁ Ἡράκλειτος, δι’ ὅλης οὐσίας τρέπεσθαι καὶ μεταβάλλειν πεφυκυίας, εἰς πᾶν τῷ δη‐ μιουργῷ ὑπεικούσης εἰς τὴν τῶν ὅλων διοίκησιν καὶ διαμονήν. | |
290a(n1) | Kleomedes 120,7—168,10 | |
1 | Ἐπίκουρος δὲ καὶ οἱ πολλοὶ τῶν ἀπὸ τῆς αἱρέσεως τηλικοῦτον εἶναι τὸν ἥλιον ἀπεφήναντο, ἡλίκος φαίνεται, αὐτῇ τῇ διὰ τῆς ὄψεως φαντασίᾳ ἀκολουθήσαντες καὶ ταύτην τοῦ μεγέθους αὐτοῦ κριτήριον ποιησάμενοι. πάρεστιν οὖν ὁρᾶν τὸ ἀκόλουθον τῇ ἀποφάσει αὐτῶν. εἰ γὰρ τηλικοῦτός | |
5 | ἐστιν, ἡλίκος φαίνεται, οὐκ ἄδηλον, ὡς πολλὰ ὁμοῦ μεγέθη περὶ αὐτὸν γενήσεται. ἀνατέλλων μὲν γὰρ καὶ καταδυόμενος μείζων φαίνεται, μεσου‐ ρανῶν δὲ μικρότερος· ἀπὸ δὲ τῶν ὑψηλοτάτων ὀρῶν, ὁπόταν ἀνατέλλῃ, μέγιστος φαντάζεται. ἢ τοίνυν δεήσει λέγειν αὐτούς, ὅτι πολλὰ περὶ αὐτὸν ὁμοῦ μεγέθη ἐστίν, ἢ εἰ τοῦτο ἐμφανῶς ἄτοπόν ἐστιν, ἀναγκαιότατον ὁμο‐ | |
10 | λογεῖν αὐτούς, ὅτι μή ἐστι τηλικοῦτος, ἡλίκος φαίνεται. ἔνιοι δέ φασιν αὐτῶν, ὅτι μείζων ἡμῖν ἀνίσχων καὶ δυόμενος φαντάζεται, πλατυνομένου τοῦ πυρὸς αὐτοῦ ὑπὸ τοῦ ἀέρος κατὰ τὴν τῆς ἀνόδου ῥύμην. τοῦτο δὲ ἐσχάτης ἔχεται ἀπαιδευσίας. ἡ γὰρ γῆ μεσαιτάτη τοῦ κόσμου κειμένη καὶ κέντρου λόγον ἐπέχουσα ἀπὸ παντὸς μέρους τὸ ἴσον ἀπέχει τῆς ἡλιακῆς | |
15 | σφαίρας, καὶ οὔτε κατὰ τὴν ἀνατολὴν οὔτε κατὰ τὴν δύσιν οὔτε κατὰ ἄλλο τι τῆς πορείας μέρος ὁ ἥλιος πελάζει τῷ ἀέρι. ἀλλ’ οὐδὲ κατὰ ταὐτὸν παρὰ πᾶσιν ἀνατέλλει, ἀλλὰ τῆς γῆς σφαιρικῷ τῷ σχήματι κεχρημένης ἄλλοτε παρ’ ἄλλοις καὶ ἀνίσχει καὶ δύεται καὶ μεσουρανεῖ. ὥστε ἐπεὶ ἐγχωρεῖ παρ’ οἷς μὲν ἀνατέλλειν αὐτόν, παρ’ οἷς δὲ μεσουρανεῖν, ὁμοῦ | |
20 | καὶ μείζων καὶ μικρότερος γενήσεται, μείζων μέν, οἷς ἀνατέλλει, μικρό‐ τερος δέ, οἷς μεσουρανεῖ κατὰ τὴν αὐτὴν ὥραν· ὧν οὐδέν ἐστιν ἀλογώ‐ τερον. Τὰ μὲν οὖν τοιαῦτα τῶν ὑποφερομένων ἐσχάτως ἐστὶ κενὰ καὶ κηφη‐ | |
νώδη. μείζων δὲ ὁ ἥλιος ἡμῖν ἀνίσχων καὶ δυόμενος φαντάζεται, ἐλάτ‐ | 204 | |
25 | των δὲ κατὰ τὸ μεσουράνημα, ἐπειδὴ πρὸς μὲν τῷ ὁρίζοντι ὁρῶμεν αὐτὸν διὰ παχυτέρου τοῦ ἀέρος καὶ νοτερωτέρου μᾶλλον (τοιοῦτος γὰρ ὁ προσγει‐ ότερος ἀήρ), μεσουρανοῦντα δὲ διὰ καθαρωτέρου. καὶ οὕτως ἐνταῦθα μὲν ἡ ἀπὸ τῶν ὀφθαλμῶν ἀναπεμπομένη ἐπ’ αὐτὸν ἀκτὶς οὐ περικλᾶται, ἡ δ’ ἐπὶ τὸν ὁρίζοντα ἐκπεμπομένη, ὁπότε ἀνίσχοι ἢ δύοιτο, περικλᾶται | |
30 | ἀναγκαίως παχυτέρῳ καὶ νοτερωτέρῳ τῷ ἀέρι ἐντυχάνουσα. καὶ οὕτως μείζων ἡμῖν φαντάζεται ὁ ἥλιος· ὥσπερ ἀμέλει καὶ τὰ καθ’ ὕδατος ὄντα ἀλλοιότερα ἢ ἔστι φαντάζεται ἡμῖν διὰ τὸ μὴ κατ’ εὐθυωρίαν ὁρᾶσθαι. πάντα οὖν τὰ οὕτως ἔχοντα πάθη τῆς ἡμετέρας ὄψεως ἡγητέον, ἀλλὰ μή, μὰ Δία, τῶν ὁρωμένων συμπτώματα. λέγεται δὲ καὶ ἐκ βαθέων θεω‐ | |
35 | ρούμενος φρεάτων ὁ ἥλιος, ὅπου γε τοῦτο ἐγχωρεῖ, πολὺ μείζων φαντά‐ ζεσθαι, ἅτε διὰ νοτεροῦ τοῦ ἐν τῷ φρέατι ἀέρος ὁρώμενος. καὶ οὐδήπου ἔνεστιν ἐνταῦθα εἰπεῖν, ὅτι τοῖς μὲν ἐκ φρέατος ὁρῶσι μεγεθύνεται ὁ ἥλιος, τοῖς δὲ ἄνωθεν εἰς αὐτὸν ἀφορῶσι σμικρύνεται· ἀλλ’ εὔδηλον, ὡς τὸ σκοτεινὸν καὶ ἰκμάδος ἐχόμενον τοῦ ἐν τῷ φρέατι ἀέρος μείζονα ποιεῖ | |
40 | αὐτὸν φαντάζεσθαι τοῖς ὁρῶσι. Διάστημα δὲ αὐτοῦ μεῖζον καὶ ἔλαττον ἡμῖν φαντάζεται. μεσουρανῶν μὲν γὰρ ἔγγιστα φαντάζεται ἡμῖν, ἀνατέλλων δὲ καὶ καταδυόμενος πορ‐ ρωτέρω, ἀπὸ δὲ τῶν ὑψηλοτάτων ὀρῶν ἔτι πλέον ἀφεστὼς φαίνεται. καὶ ὅπου μὲν ἔγγιστα φαίνεται, καὶ σμικρότατος, ὅπου δὲ πλέον ἡμῖν τὸ | |
45 | ἐπ’ αὐτὸν φαντάζεται διάστημα, καὶ αὐτὸς μείζων εἶναι δοκεῖ, τῆς περὶ τὸν ἀέρα ποιότητος πάντων τῶν τοιούτων αἰτίας γινομένης. διὰ μὲν γὰρ νοτερωτέρου καὶ παχυτέρου τοῦ ἀέρος ὁρώμενος μείζων ἡμῖν καὶ πλέον ἀφεστὼς φαίνεται, διὰ δὲ τοῦ καθαροῦ ἐλάττων τῷ μεγέθει καὶ ἐγγίων κατὰ τὸ διάστημα. ὥστε εἰ δυνατὸν ἦν ἡμῖν, φησὶν ὁ Ποσειδώνιος, διά | |
290a(50) | τε τοίχων στερεῶν καὶ τῶν ἄλλων σωμάτων ὁρᾶν, ὡς ὁ Λυγκεὺς μυ‐ θεύεται, κατὰ πολὺ μείζων ἂν ἡμῖν ἐφαντάζετο ὁ ἥλιος διὰ τούτων ὁρώ‐ μενος καὶ πολὺ μεῖζον διάστημα ἀφεστώς. Μείζονος δὲ αὐτοῦ καὶ ἐλάττονος φαινομένου ἡμῖν, καὶ ὁμοίως τῶν κατ’ αὐτὸν διαστημάτων μειζόνων τε καὶ μειόνων, ὁ κατὰ ἀλήθειαν ἐπι‐ | |
55 | βάλλων αὐτῷ κῶνος ἀπὸ τῶν ἀποχεομένων ἀκτίνων τῆς ὄψεως μέγιστός ἐστιν ἀναγκαίως. συναγουμένου δὲ καὶ τοῦ μεγέθους αὐτοῦ καὶ τοῦ δια‐ στήματος κατὰ φαντασίαν εἰς ἐλάχιστον, δυνάμεθα δύο κώνους ἐπινοεῖν, ἕνα μὲν τὸν κατὰ ἀλήθειαν αὐτῷ ἐπιβάλλοντα, ἕτερον δὲ τὸν κατὰ φαντα‐ σίαν· ὧν κορυφὴ μὲν γενήσεται μία τὸ πρὸς τῇ κόρῃ τῆς ὄψεως, βάσεις | |
60 | δὲ ἡ μὲν κατὰ ἀλήθειαν, ἡ δὲ κατὰ φαντασίαν. ὡς οὖν ἕξει ἡ κατὰ ἀλήθειαν ἀπόστασις πρὸς τὴν φαινομένην, οὕτως ἕξει καὶ τὸ κατὰ ἀλήθειαν μέγε‐ θος πρὸς τὸ φανταζόμενον ἡμῖν. αἱ δὲ βάσεις τῶν κώνων ἴσαι ταῖς δια‐ μέτροις εἰσίν, ἡ μὲν τῇ κατὰ ἀλήθειαν, ἡ δὲ τῇ κατὰ φαντασίαν. ὡς οὖν ἔχει τὸ κατὰ ἀλήθειαν διάστημα πρὸς τὸ κατὰ φαντασίαν, οὕτως ἔχειν | |
65 | δεῖ καὶ τὸ κατὰ ἀλήθειαν μέγεθος πρὸς τὸ φανταζόμενον. τὸ δὲ κατὰ ἀλήθειαν διάστημα τοῦ κατὰ φαντασίαν σχεδὸν ἀπείρῳ μεῖζόν ἐστι, ση‐ | |
μείου λόγον ἐπεχούσης τῆς γῆς πρὸς τὸ ἡλιακὸν ὕψος καὶ τὴν ἀπ’ αὐτοῦ νοουμένην σφαῖραν. καὶ τὸ κατὰ ἀλήθειαν ἄρα μέγεθος τοῦ κατὰ φαντα‐ σίαν μεγέθους ἀπείρῳ μεῖζον εἶναι ἀναγκαιότατόν ἐστιν. οὐκ ἄρα τηλι‐ | 205 | |
70 | κοῦτός ἐστιν ὁ ἥλιος, ἡλίκος φαίνεται. Καὶ μὴν εἰ τηλικοῦτός ἐστιν ὁ ἥλιος, ἡλίκος φαίνεται, ἂν ἐπινοήσωμεν αὐτὸν διπλασίονα γενόμενον, εἰς δύο διαιρουμένου ἑκάτερον αὐτοῦ τῶν μερῶν ποδιαῖον φανήσεται. ὥστε εἰ καὶ τοσοῦτον ἐπινοήσαιμεν αὐξόμενον αὐτὸν ὡς ἐπὶ μυριάδων ἑκατὸν σταδίων διάστημα ἐκτείνεσθαι, ἕκαστον | |
75 | αὐτοῦ τῶν ποδιαίων μερῶν, ἡλίκον ἐστί, φανήσεται. εἰ δὲ τοῦτο, ἀκόλου‐ θον ἂν εἴη καὶ αὐτόν, ἡλίκος ἐστί, φαίνεσθαι, τούτου προδήλως ἀδυνάτου ὄντος. οὐ γὰρ οἷόν τε ἐπὶ τοσοῦτον ἐξικέσθαι δυνάμεως τὴν ἀνθρωπίνην ὄψιν, ὡς τὰ ἐπὶ μυριάδας ἑκατὸν σταδίων ἐκτεταμένα τηλικαῦτα ἡμῖν, ἡλίκα ἐστὶ κατὰ ἀλήθειαν, φαίνεσθαι. ἐπεὶ καὶ αὐτὸς ὁ κόσμος σχεδὸν | |
80 | ἀπειρομεγέθης ὢν ἐλάχιστος ἡμῖν φαντάζεται, δεήσειε ἂν καὶ τοῦτον τηλικοῦτον εἶναι, ἡλίκος ἡμῖν φαντάζεται. ἀλλὰ τοῦτο παντάπασίν ἐστιν ἀλογώτατον. οὐκ ἄρα οὔτε ὁ κόσμος αὐτὸς οὔτε μὴν ὁ ἥλιος τηλικοῦτός ἐστιν, ἡλίκος ἡμῖν φαντάζεται. Ἐπεὶ τοίνυν τὰ ἀκολουθοῦντα τῷ ποδιαῖον εἶναι τὸν ἥλιον ἀδύνατά | |
85 | ἐστιν, ἀδύνατον ποδιαῖον εἶναι αὐτόν. οὐδὲ γὰρ ἐκεῖνο ἔνεστιν εἰπεῖν, ὅτι τοῦ ἡλίου ἐπὶ τοσοῦτον διάστημα ἐκτεταμένου, ἔνια μὲν αὐτοῦ τῶν πο‐ διαίων μερῶν τηλικαῦτα φανήσεται, ἡλίκα ἐστίν, ἔνια δὲ οὐχ οὕτως ἕξει. τὰ γὰρ ἀπὸ τῆς γῆς διαστήματα πρὸς πάντα τὰ μέρη αὐτοῦ ἴσα γενήσεται, κέντρου γε λόγον ἐχούσης πρὸς τὴν ἡλιακὴν σφαῖραν. ὥστε πάντα δεήσει | |
90 | τὰ ποδιαῖα μέρη αὐτοῦ, ἡλίκα ἐστί, φαίνεσθαι, καὶ οὐδὲν μᾶλλον τάδε τινὰ τῶνδέ τινων. ὥστε πάντων τῶν ποδιαίων αὐτοῦ μερῶν τηλικούτων φαινομένων, ἡλίκα ἐστί, καὶ αὐτὸς ὅλος ἐπὶ τοσοῦτον ἐκταθείς, ἡλίκος ἐστί, φανήσεται. οὗ προδήλως ἀδυνάτου ὄντος οὐδὲ τὰ ποδιαῖα μέρη αὐτοῦ, ἡλίκα ἐστί, φανήσεται, ἀλλ’ οὐδ’ ὅλως φανήσεται. ὅθεν οὐδὲ αὐτὸς | |
95 | ὁ ἥλιος ποδιαῖος ὢν φανήσεται· φαίνεται δέ γε, οὐκ ἄρα ποδιαῖός ἐστι. δῆλον οὖν ἀπὸ τούτων, οἶμαι, διότι, εἰ τηλικοῦτος ἦν, ἡλίκος φαίνεται, οὐκ ἂν ἐφαίνετο, ἐπεὶ δὲ φαίνεται, οὐκ ἔστι τηλικοῦτος, ἡλίκος φαίνεται. Εἴ γε μὴν τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται, καὶ αὕτη ἡ ἀπὸ τῆς ὄψεως. φαντασία τοῦ κατ’ αὐτὸν μεγέθους κριτήριόν ἐστιν, ἀκόλουθον ἂν | |
290a(100) | εἴη λέγειν, διότι καὶ τῶν περὶ αὐτὸν φανταζομένων αὕτη ἂν ἡ φαντασία κριτήριον γίνοιτο. ὅθεν εἰ τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται, καὶ τοιοῦτός ἐστιν, οἷος φαίνεται. φαίνεται δὲ κοῖλος καὶ μαρμαίρων οὐ τούτου τοῦ σχήματος περὶ αὐτὸν ὑπάρχοντος. ἄλλοτε γοῦν ὁρᾶται ὁμαλὸς καὶ σελη‐ νοειδὴς καὶ μελαινόμενος· ἀδύνατον δὲ ταῦτα πάντα περὶ αὐτὸν εἶναι. | |
105 | ψεῦδος οὖν καὶ ᾧ ταῦτα ἀκολουθεῖ, τὸ ποδιαῖον εἶναι αὐτόν. καὶ μὴν εἰ τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται, καὶ τοιοῦτός ἐστιν, οἷος φαίνεται, ἐπειδὴ καὶ ἑστὼς φαίνεται, εἴη ἂν ἀμετάβατος· οὐκ ἔστι δ’ ἀκίνητος οὐδὲ | |
ἀμετάβατος· ὅθεν οὐδὲ τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται. Ἐναργέστατα δ’ ἂν καὶ ἀπὸ τούτων ἡ ἀτοπία τοῦ λόγου αὐτῶν ἐλέγ‐ | 206 | |
110 | χοιτο. εἰ γὰρ ὁ ἥλιος τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται, γνώριμον, οἶμαι, διότι καὶ ἡ σελήνη τηλικαύτη ἐστίν, ἡλίκη φαίνεται· εἰ δὲ αὐτή, καὶ τὰ σχήματα αὐτῆς. ὥστε καί, ὅτε μηνοειδής ἐστι, τὸ ἀπὸ τοῦ κέρως ἐπὶ τὸ κέρας αὐτῆς διάστημα τηλικοῦτόν ἐστιν, ἡλίκον φαίνεται. ᾧ πάλιν ἀκο‐ λουθεῖ, καὶ τὰ πρὸς τοὺς πλησίον αὐτῆς τῶν ἀστέρων διαστήματα τηλι‐ | |
115 | καῦτα εἶναι, ἡλίκα φαίνεται· τούτῳ δὲ πάλιν τὸ καὶ πάντα ἁπλῶς τὰ διαστήματα τῶν ἀστέρων τηλικαῦτα εἶναι, ἡλίκα φαντάζεται· ὅθεν καὶ ὅλον τὸ ὑπὲρ γῆς ἡμισφαίριον τοῦ κόσμου τηλικοῦτόν ἐστι, ἡλίκον φαίνε‐ ται. οὐ τοῦτο δέ· οὐδ’ ἄρα τηλικοῦτός ἐστιν ὁ ἥλιος, ἡλίκος φαίνεται. καὶ μὴν εἰ ἡ σελήνη σὺν τοῖς σχήμασι τηλικαύτη ἐστί, ἡλίκη φαίνεται, καὶ | |
120 | τὰ φαινόμενα ἐν αὐτῇ τῶν μελασμάτων τηλικαῦτά ἐστιν, ἡλίκα φαίνεται· εἰ δὲ τοῦτο, καὶ τὰ ὄρη δεήσει τηλικαῦτα εἶναι, ἡλίκα φαίνεται. οὐκ ἔχει δὲ τοῦτο οὕτως· ὥστε οὐδὲ ὁ ἥλιος τηλικοῦτός ἐστιν, ἡλίκος φαίνεται. Ὁπότε μὲν οὖν καθαρὸς καὶ κατὰ φύσιν ἔχων εἴη ὁ ἀήρ, οὐχ οἷόν τε ἡμῖν ἀντιβλέπειν τῷ ἡλίῳ· ὁπότε δὲ παρέχοι ἡμῖν τὸ τοῦ ἀέρος κατάστημα | |
125 | ἀποβλέπειν εἰς αὐτόν, ἄλλοτε ἀλλοῖος ἡμῖν φαντάζεται, ποτὲ μὲν λευκός, ποτὲ δὲ ὠχριῶν, ἔστι δ’ ὅτε πυρωπός, πολλάκις δὲ καὶ μίλτινος ἢ αἱματώ‐ δης ἢ ξανθὸς ὀφθῆναι, ἔστι δ’ ὅτε καὶ ποικίλος ἢ χλωρός. καὶ αἱ περὶ αὐτὸν δὲ φαινόμενοι πολλάκις οἷον κνηκίδες νεφώδεις, σχεδὸν ἀπείρους μυριάδας σταδίων ἀπέχουσαι αὐτοῦ, δοκοῦσιν ἡμῖν περὶ αὐτὸν εἶναι. καὶ κατὰ κορυ‐ | |
130 | φὴν δ’ ὄρους πολλάκις δυόμενος ἢ ἀνατέλλων φαντασίαν ἡμῖν ἀποπέμπει ὡς ψαύων τῆς κορυφῆς, τοσαύτας μυριάδας ἀφεστὼς ἀπὸ παντὸς μέρους τῆς γῆς, ὅσας εἰκός ἐστι, τῆς γῆς κέντρου λόγον ἐπεχούσης πρὸς τὸ ὕψος αὐτοῦ. πῶς οὖν οὐκ ἐσχάτως ἠλίθιον ταῖς τοιαύταις τῶν φαντασιῶν κατα‐ κολουθεῖν, ἀλλὰ μὴ ἄλλο τι ποιεῖσθαι κριτήριον τῶν γε τηλικούτων τὸ | |
135 | μέγεθος, ἐνθυμουμένους, ὡς ἡ περὶ αὐτὰ ἀπάτη οὐ τὴν ἐπιτυχοῦσαν βλάβην ἐπιφέρειν εἴωθε. Σαφέστατα δὲ ἐλέγχεται τὸ ἄγαν ἀνόητον τοῦ λόγου αὐτῶν καὶ ἀπὸ τῶν οὕτως ἐπικεχειρημένων. εἰ ἐπινοήσαιμεν ἵππον ἀφιέμενον ἐν πεδινῇ χώρᾳ τρέχειν ἅμα τῷ τὴν 〈πρώτην〉 ἴτυν τοῦ ὁρίζοντος ἐκφῆναι τὸν ἥλιον, | |
140 | μέχρις ὅτου πᾶς ἐκφανῇ, σχεδὸν εὔδηλόν ἐστι στοχαζομένοις, ὡς οὐ μεῖον ἂν σταδίων δέκα προέλθοι, ὄρνις δὲ ὠκύτατος πολλαπλάσιον ἵππου, βέλος δὲ τῇ ὀξυτάτῃ ῥύμῃ κεχρημένον πολὺ πλεῖον ὄρνιθος, ὡς μὴ ἂν μείους διακοσίων ἀνύσαι σταδίων ἐν τοσούτῳ χρόνου διαστήματι. ἂν τοίνυν ἵππῳ ἰσοταχῆ τὴν τοῦ κόσμου πορείαν ὑποθώμεθα, δέκα εὑρεθείη | |
145 | ἂν σταδίων ἡ τοῦ ἡλίου διάμετρος, ἐὰν δὲ ὄρνιθι ὠκυτάτῳ, πολὺ μείζων, ἐὰν δὲ βέλει, οὐ μείων διακοσίων σταδίων. κατὰ δὲ ταῦτα πάντα οὐκ ἔσται ποδιαῖος οὐδὲ ἡλίκος φαίνεται. Ὅτι τοίνυν ἀπειράκις τοῦ βέλους ὠκυτέρα ἐστὶν ἡ τοῦ κόσμου φορά, | |
ἀπὸ τῶν τοιούτων ἂν ἐφόδων ἐπινοήσαιμεν. ὁ Πέρσης ἡνίκα ἐπὶ τὴν | 207 | |
290a(150) | Ἑλλάδα ἐστράτευε, λέγεται διαστῆσαι ἀνθρώπους ἀπὸ Σούσων μέχρις Ἀθηνῶν, ὡς δύνασθαι διὰ φωνῆς δηλοῦσθαι τὰ γινόμενα ὑπ’ αὐτοῦ ἐν Ἑλλάδι τοῖς Πέρσαις, διαδεχομένων τῶν διεστώτων τὰς παρ’ ἀλλήλων φωνάς. καὶ ἱστορεῖται ἡ φωνὴ κατὰ τοιαύτην διαδοχὴν προϊοῦσα διὰ δύο νυχθημέρων ἀπὸ τῆς Ἑλλάδος εἰς Πέρσας ἀφικνεῖσθαι. εἰ τοίνυν | |
155 | τοιαύτη κίνησις ἀέρος καὶ πληγὴ ὠκυτάτη ὑπάρχουσα ἐλάχιστον μέρος τῆς γῆς δυσὶ νυχθημέροις διῄει, πάρεστιν, οἶμαι, ἐννοεῖν, ποῖόν τι τὸ τάχος τοῦ κόσμου ἐστὶ καὶ ὡς ἀπειράκις τούτου ὠκύτερον· ὅς γε νυκτὶ καὶ ἡμέρᾳ ἀπειράκις μεῖζον διάστημα τοῦ ἀφ’ Ἑλλάδος εἰς Πέρσας διέρχεται. εἰ δὲ καὶ βέλος ἐπινοήσαιμεν διερχόμενον τὸν μέγιστον τῆς γῆς | |
160 | κύκλον, οὐδ’ ἂν τρισὶ νυχθημέροις τὰς πέντε καὶ εἴκοσι μυριάδας διέλθοι· τὸ δὲ τοῦ κόσμου μέγεθος ἀπειράκις μεῖζον τῆς γῆς ὑπάρχον νυχθημέρῳ ἑνὶ διέρχεται ὁ οὐρανός. ὥστε οὐδὲ ἐννοῆσαι τὸ τάχος αὐτοῦ καὶ τὴν ὠκύ‐ τητα οἷόν τε οὐδὲ λόγῳ τὸ τοιοῦτον ἑρμηνεῦσαι. ἐμφαίνει δ’ ὁ ποιητής, ὅσον ἐστὶ τὸ τάχος τῆς κατὰ τὸν κόσμον πορείας, διὰ τούτων· | |
165 | Ὅσσον δ’ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ἥμενος ἐν σκοπιῇ, ὁρόων ἐπὶ οἴνοπα πόντον, τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι (Il. 5,770ff.). ἀλλὰ μεγαλοφυῶς μὲν τοῦτο εἴρηται αὐτῷ καὶ κατὰ θαυμαστὴν αὔξησιν, οὐ μόνον τῷ ἐπὶ πλεῖστον ἐξικνουμένῳ τῆς ὄψεως ἀρκεσθέντι πρὸς τὸ | |
170 | δηλῶσαι τὸ τάχος τῆς κατ’ οὐρανὸν ὠκύτητος, ἀλλὰ καὶ ὕψος αὐτῷ καὶ πέλαγος ὑποκείμενον προσθέντι· ἀπολείπεται δ’ ὅμως καὶ οὗτος ὁ λόγος τοῦ ἀξίως δηλοῦν τὴν περὶ τὸν οὐρανὸν ὠκύτητα. ἀπεράντῳ δὲ καὶ ἀνεν‐ νοήτῳ τῷ κατὰ τὴν ὠκύτητα τάχει κεχρημένου τοῦ κόσμου, πῶς οὐκ ἠλίθιον ὑπολαβεῖν, ποδιαῖον αὐτοῦ μέρος τοσούτῳ διαστήματι χρόνου | |
175 | ἀνέρχεσθαι; Ἐλέγχεται δὲ καὶ διὰ τῶν ὑδρολογίων τὸ εὔηθες τοῦ λόγου. δείκνυται γὰρ δι’ αὐτῶν, ὅτι, ἂν ᾖ ποδιαῖος ὁ ἥλιος, δεήσει τὸν μέγιστον τοῦ οὐρανοῦ κύκλον ἑπτακοσίων πεντήκοντα ποδῶν εἶναι. διὰ γὰρ τῶν ὑδρολογίων καταμετρούμενος εὑρίσκεται μέρος ἑπτακοσιοστὸν καὶ πεντηκοστὸν τοῦ | |
180 | οἰκείου κύκλου. ἐὰν γάρ, ἐν ᾧ αὐτὸς ἀνέρχεται πᾶς ἐκ τοῦ ὁρίζοντος ὁ ἥλιος, κύαθος, φέρε εἰπεῖν, ῥεύσῃ, τὸ ὕδωρ ἀφεθὲν ὅλῃ τῇ ἡμέρᾳ καὶ νυκτὶ ῥεῖν εὑρίσκεται κυάθους ἔχον ἑπτακοσίους καὶ πεντήκοντα. λέγεται δ’ ἡ τοιαύτη ἔφοδος ὑπὸ πρώτων τῶν Αἰγυπτίων ἐπινοηθῆναι. Ἐλέγχεται δὲ ἡ δόξα καὶ ἀπὸ τῶν πρὸς μεσημβρίαν τετραμμένων | |
185 | στοῶν. αἱ γὰρ τῶν κιόνων σκιαὶ παράλληλοι ἀποπέμπονται· ὅπερ οὐκ ἂν ἐγίνετο, εἰ μὴ εὐθεῖαι καὶ κατὰ κάθετον πρὸς ἕκαστον αὐτῶν αἱ ἀκτῖνες ἀπεπέμποντο. οὐδ’ ἂν αἱ ἀκτῖνες πάλιν κατὰ κάθετον ἀπεπέμποντο πρὸς ἕκαστον αὐτῶν, μὴ ὅλῃ τῇ στοᾷ τῆς περὶ τὸν ἥλιον διαμέτρου συμπαρεκτε‐ ταμένης. λέγεται δ’ ὅτι καὶ τὰ ἐν πάσῃ τῇ οἰκουμένῃ ἐρρυμοτομημένα | |
190 | ἄμφοδα πρὸς τὴν ἰσημερινὴν ἀνατολὴν ἄσκια γίνεται ἐν ταῖς ἰσημεριναῖς | |
τοῦ ἡλίου ἀνατολαῖς, οὐδ’ ἂν τούτου συμβαίνοντος, εἰ μὴ πάσῃ τῇ οἰκου‐ μένῃ συμπαρεκτεταμένον ἦν τὸ μέγεθος τοῦ ἡλίου, τουτέστι τῷ πλάτει αὐτῆς. πάλιν δὲ κατὰ τὴν ἰσημερινὴν μεσημβρίαν πάντα περιφωτίζεται τὰ ἐν ὅλῃ τῇ οἰκουμένῃ ἄμφοδα· ὥστε οὐ μόνον τῷ πλάτει, ἀλλὰ καὶ τῷ | 208 | |
195 | μήκει τῆς ὅλης οἰκουμένης συμπαρεκτέταται τὸ μέγεθος τοῦ ἡλίου. μῆκος μὲν γὰρ τῆς ὅλης οἰκουμένης τὸ ἀπὸ ἀνατολῆς πρὸς δύσιν ἐστί, πλάτος δὲ τὸ ἀπὸ τῶν ἀρκτικῶν ἐπὶ τὰ μεσημβρινὰ διῆκον. ὅθεν ἀνατέλλων μὲν ἐν ἰσημερίᾳ ὁ ἥλιος καὶ ἄσκια ποιῶν τὰ πρὸς αὐτὸν ὁρῶντα τῶν ἀμφόδων τῷ πλάτει τῆς ὅλης οἰκουμένης συμπαρεκτεταμένην ἔχει τὴν διάμετρον, | |
290a(200) | μεσουρανήσας δὲ καὶ πάντα περιφωτίσας τὰ ἄμφοδα, τῷ μήκει. ἀλλ’ οὐ κατὰ ταὐτόν, φασί, πᾶσι μεσουρανεῖ, μόνοις δὲ τοῖς ὑπὸ τῷ αὐτῷ μεσημ‐ βρινῷ οἰκοῦσι. ῥητέον οὖν, ὅτι πλατύτερον λέγεται τὸ τοιοῦτον. Καὶ τὸ ἐν Συήνῃ δὲ ἄσκια τὰ φωτιζόμενα γίνεσθαι, περὶ καρκίνον γενομένου τοῦ ἡλίου, περὶ μεσημβρίαν ἀτρεκῆ ἐπὶ τριακοσίους τὴν διά‐ | |
205 | μετρον σταδίους μηνύει σαφῶς, ὅτι μή ἐστι ποδιαῖος ὁ ἥλιος. οὐδὲν δ’ ἂν τούτων συνέβαινεν, εἰ ποδιαῖος ἦν. Σημειοῦται δὲ καὶ ἀπὸ τῶν σκιῶν, μὴ εἶναι ποδιαῖον τὸν ἥλιον. ὁπόταν μὲν γὰρ τὴν ἴτυν ἐκφάνῃ τοῦ ὁρίζοντος, μήκισται ἀποπέμπονται αἱ σκιαί, ὁπόταν δὲ ὑπὲρ τὸν ὁρίζοντα γένηται, εἰς πολὺ βραχύτερον συνάγονται | |
210 | μέγεθος, οὐκ ἂν τούτου συμβαίνοντος, εἰ μὴ ὑψηλότεραι πάντων τῶν ἐπὶ γῆς σωμάτων αἱ ἀκτῖνες αὐτοῦ ἐγίνοντο· ὅπερ οὐκ ἂν ποδιαίου αὐτοῦ ὄντος συνέβαινε. μείζονα ἄρα καὶ τῶν ὑψηλοτάτων ὀρῶν τὴν διάμετρον ἔχει, ὑψηλοτέρας τε τῶν ἀκρωρειῶν καὶ ἐξ ὑπερτέρου ἀποπέμπων τὰς ἀκτῖνας, ἐπειδὰν ὅλος ἐκφανῇ τοῦ ὁρίζοντος. | |
215 | Καὶ ἀπὸ τοιαύτης δὲ ἐφόδου δείκνυται ἀπ’ αὐτῶν τῶν φαινομένων προϊούσης, οὐ μόνον ὅτι μή ἐστι ποδιαῖος ὁ ἥλιος, ἀλλὰ καὶ ὅτι ὑπερφυεῖ κέχρηται τῷ μεγέθει. ὁπόταν γὰρ κατὰ κορυφὴν ὄρους ἀνίσχῃ ἢ δύηται, ὁρᾶται ἡ ἴτυς αὐτοῦ τοῖς ἐπὶ πλέον τῆς κορυφῆς ἀφεστῶσιν ἑκατέρωθεν θεωρουμένη τῆς κορυφῆς. τοῦτο δ’ οὐκ ἂν ἐγίνετο, εἰ μὴ μείζων ἦν ἡ | |
220 | διάμετρος τοῦ ἡλίου τῆς ἐπιπροσθούσης αὐτῷ κορυφῆς· ὥστ’ ἂν αὕτη σταδιαία ᾖ, μείζονα δεήσει σταδιαίας εἶναι τὴν τοῦ ἡλίου διάμετρον. τοῦτο δ’ οὐ μόνον ἐπὶ κορυφῆς, ἀλλὰ καὶ ἐπὶ τῶν μεγίστων νήσων ἐν τοῖς φαινομένοις λέγεται θεωρεῖσθαι. ὁπόταν γὰρ ἐν ὕψει μάλιστα κειμένη ἡ ὄψις ἡμῶν ἐκ πολλοῦ διαστήματος ἐπιβάλλῃ τινὶ τῶν μεγίστων νήσων, | |
225 | οὕτω βραχεῖα φαντάζεται, ὥστε καὶ ἐπὶ τούτων, ὁ ἥλιος ὁπόταν κατ’ αὐτὰς ἀνατέλλῃ ἢ καταδύηται, ἑκατέρωθεν αὐτοῦ ἡ ἴτυς ἐκφαίνεται. καὶ δῆλον ἐκ τούτου γίνεται, ὅτι ἡ διάμετρος ἡ τοῦ ἡλίου μείζων ἐστὶ καὶ τοῦ μήκους τῶν μεγίστων νήσων. τούτου δ’ ἐξ αὐτῶν τῶν φαινομένων λαμβανομένου ἑξῆς ἐπιδείκνυται, διότι σχεδὸν ἀπείρῳ μείζονα εἶναι ἀναγ‐ | |
230 | καῖον τὴν διάμετρον τοῦ ἡλίου τῶν περὶ τὰς μεγίστας νήσους διαμέτρων. ἡ δὲ ἔφοδος, δι’ ἧς τοῦτο κατασκευάζεται, ὧδε ἔχει. ἂν ᾖ τρίγωνον ἰσο‐ σκελὲς σταδιαίαν, φέρε εἰπεῖν, ἔχον τὴν βάσιν, καὶ προσεκβληθῶσιν ἴσαι πλευραὶ ταῖς τὴν σταδιαίαν βάσιν περιεχούσαις, ἔσται διπλασίων ἡ τοῦδε | |
τοῦ τριγώνου βάσις τῆς σταδιαίας. καὶ λοιπὸν ἂν πάλιν ταῖς ὅλαις πλευ‐ | 209 | |
235 | ραῖς ἴσας προσεκβάλωμεν, τετραπλασίων ἡ βάσις γενήσεται τῆς βάσεως τοῦ πρώτου ὑποτεθέντος τριγώνου· καὶ λοιπὸν ἡ αὐτὴ ἀναλογία μέχρις ἀπείρου πρόεισιν. ἔστω τοίνυν ὁρᾶν ἡμᾶς ἐκ πάνυ πολλοῦ διαστήματος μίαν τῶν μεγίστων νήσων, ἀνίσχοντος ἢ καταδυομένου τοῦ ἡλίου κατ’ αὐτὴν καὶ ἑκατέρωθεν τὴν ἴτυν ἐκφαίνοντος, μέσης τῆς νήσου ἡμῶν τε | |
240 | καὶ τοῦ ἡλίου κειμένης. ἐὰν τοίνυν ἡ ὄψις ἡμῶν περιλαμβάνῃ τὴν νῆσον, βάσιν ἕξει ὁ κῶνος ὁ ἀπὸ τῆς ὄψεως τὴν διάμετρον τῆς νήσου. οὐκοῦν ἂν ᾖ χιλίων σταδίων ἡ διάμετρος αὐτῆς, ἔσται καὶ ἡ τοῦ κώνου βάσις τοῦ αὐτοῦ μεγέθους. καὶ ὑποθώμεθα τὸν ἥλιον τοσοῦτον ἀφεστάναι τῆς νήσου, ὅσον καὶ ἡμῶν ἡ νῆσος ἀπέχει. ἐπεὶ οὖν ἑκατέρωθεν τῆς νήσου ἡ ἴτυς | |
245 | αὐτοῦ ἐκφαίνεται, αἱ ἀκτῖνες αἱ ἀπερχόμεναι ἀπὸ τῶν ὀμμάτων πρὸς αὐτὸν διπλασίους εἰσὶ τῶν τῇ νήσῳ πελαζουσῶν, ὥστε καὶ ἡ βάσις ἡ τοῦδε τοῦ τριγώνου διπλασίων γενήσεται τῆς περὶ τὴν νῆσον διαμέτρου· εἰ δὲ αὕτη χιλίων, ἡ διάμετρος τοῦ ἡλίου δισχιλίων· αὕτη γὰρ βάσις ἐστὶ τοῦ μείζονος τριγώνου. τοσοῦτον μὲν οὖν ἀφεστῶτος τοῦ ἡλίου τῆς νήσου, | |
290a(250) | ὅσον καὶ ἡμεῖς κατὰ τὸ ἀντικρὺ ἀφεστήκαμεν αὐτῆς, δισχιλίων γενή‐ σεται σταδίων ἡ τοῦ ἡλίου διάμετρος. οὐκ ὄντος δ’ ἴσου τοῦ ἀποστήματος, ἀλλ’ ἡμῶν μὲν ὀλίγον ἀφεστώτων τῆς νήσου, τοῦ δ’ ἡλίου ἀπειράκις πλειόνως ἢ ἡμεῖς ἀφεστήκαμεν, ἀπειράκις σχεδὸν καὶ ἡ τοῦ ἡλίου διά‐ μετρος μείζων γενήσεται τῆς περὶ τὴν νῆσον διαμέτρου. πῶς ἂν οὖν | |
255 | ἐπὶ τοσοῦτον ἐκτεταμένος ποδιαῖος εἴη τὸ μέγεθος; Καὶ ἡ τοιαύτη ἔφοδος μάλιστα ἐκφαίνει τὸ ἀξίωμα τοῦ κατ’ αὐτὸν μεγέθους. ἡ Συήνη ὑπὸ τῷ καρκίνῳ κεῖται. ὁπόταν οὖν ὁ ἥλιος ἐν τούτῳ γενόμενος τῷ ζῳδίῳ κατὰ ἀτρεκῆ μεσημβρίαν στῇ, ἄσκια γίνεται τὰ φωτιζόμενα ὑπ’ αὐτοῦ ἐν τῇδε τῇ χώρᾳ ἐπὶ σταδίους τριακοσίους τὴν | |
260 | διάμετρον. ὧν οὕτως ἐν τοῖς φαινομένοις ἐχόντων ὁ Ποσειδώνιος ὑπο‐ θέμενος μυριοπλασίονα εἶναι τὸν ἡλιακὸν κύκλον τοῦ τῆς γῆς κύκλου, ἀπὸ τούτου ὁρμώμενος δείκνυσιν, ὅτι μυριάδων τριακοσίων εἶναι δεῖ τὴν τοῦ ἡλίου διάμετρον. εἰ γὰρ ὁ κύκλος τοῦ κύκλου μυριοπλασίων, καὶ τὸ τμῆμα τοῦ ἡλιακοῦ κύκλου, ὅπερ ἐπέχει τὸ τοῦ ἡλίου μέγεθος, μυριοπλά‐ | |
265 | σιον εἶναι δεῖ τούτου τοῦ τμήματος τῆς γῆς, ὅπερ ὁ ἥλιος κατὰ κορυφὴν ὑπερκείμενος ἄσκιον παρέχεται. ἐπεὶ οὖν τοῦτο ἐπὶ τριακοσίους τὴν διά‐ μετρον ἐκτέταται σταδίους, τριακοσίων εἶναι μυριάδων δεῖ, ὅπερ ἐπέχει ὁ ἥλιος ἑκάστοτε τοῦ οἰκείου κύκλου. ἀλλὰ ταῦτα μὲν κατὰ τοιαύτην ὑπόθεσιν εἴληπται· καὶ πιθανὸν μέν, μὴ ἐλάττονα ἢ μυριοπλασίονα εἶναι | |
270 | τὸν ἡλιακὸν κύκλον τοῦ τῆς γῆς κύκλου σημείου γε λόγον τῆς γῆς πρὸς αὐτὸν ἐπεχούσης· ἐνδέχεται δὲ καὶ μείζονα αὐτὸν ὄντα ἢ πάλιν μείονα ἡμᾶς ἀγνοεῖν. Ἡ οὖν τοιαύτη ἔφοδος ἐναργεστέρου τινὸς μᾶλλον ἔχεσθαι δοκεῖ. λέγεται ἡ σελήνη δὶς καταμετρεῖν τὴν σκιὰν τῆς γῆς ἐν ταῖς εἰλικρινέσι τῶν | |
275 | ἐκλείψεων. ὅσῳ γὰρ εἰσέρχεται εἰς τὴν σκιὰν χρόνῳ, τοσούτῳ καὶ ὑπὸ τῆς σκιᾶς ἄλλῳ κρύπτεται, ὡς τρεῖς χρόνους ἴσους γίνεσθαι, ἕνα μέν, | |
ἐν ᾧ εἰσέρχεται, δεύτερον δέ, ἐν ᾧ κρύπτεται, τρίτον δέ, ἐν ᾧ ἐξέρχεται τῆς σκιᾶς τὴν πρώτην ἴτυν μετὰ τὸν δεύτερον χρόνον εὐθὺς ὑποδείξασα. ἐπεὶ οὖν δὶς καταμετρεῖται ἡ σκιὰ τῆς γῆς ὑπὸ τοῦ σεληνιακοῦ μεγέθους, | 210 | |
280 | δοκεῖ πιθανὸν εἶναι, διπλασίονα εἶναι τὴν γῆν τῆς σελήνης. ἐπεὶ οὖν ἡ γῆ πέντε καὶ εἴκοσι μυριάδων σταδίων κατὰ τὴν Ἐρατοσθένους ἔφοδον τὸν μέγιστον ἔχει κύκλον, δεῖ τὴν διάμετρον αὐτῆς πλέον ἢ μυριάδων ὀκτὼ εἶναι. ἡ οὖν τῆς σελήνης διάμετρος γενήσεται μυριάδων τεσσάρων. ἐπεὶ οὖν ἑπτακοσιοστὸν καὶ πεντηκοστὸν μέρος καὶ ἡ σελήνη τοῦ οἰκείου | |
285 | κύκλου ἐστὶ παραπλησίως τῷ ἡλίῳ, τούτου ἐκ τῶν ὑδρολογίων κατασκευα‐ ζομένου, ἕκτον δὲ γίνεται τοῦ κύκλου μέρος αὐτῆς τὸ ἀπὸ τῆς γῆς διῆκον πρὸς τὸ ὕψος αὐτῆς διάστημα, ἐστὶν ἄρα τοῦτο ρκε σεληνιακῶν μεγεθῶν· ἀλλὰ καὶ ἕκαστον αὐτῶν τεσσάρων μυριάδων ἔχει τὴν διάμετρον· γίνονται οὖν μυριάδες σταδίων πεντακόσιαι κατά γε τὴν ἔφοδον ταύτην πρὸς τὸ | |
290 | σεληνιακὸν ὕψος. πάλιν κατὰ λόγον ἁπλούστερον ὑποτιθεμένης τῆς προαιρετικῆς τῶν πλανήτων κινήσεως ἰσοταχοῦς εἶναι, ἐπειδὴ ἡ μὲν σελήνη ἑπτὰ καὶ εἴκοσιν ἡμέραις καὶ ἡμίσει διέρχεται τὸν οἰκεῖον κύκλον, ὁ δὲ ἥλιος ἐνιαυσιαίαν ἔχει τὴν περίοδον, δεῖ τρισκαιδεκαπλασίονα εἶναι τὸν ἡλιακὸν κύκλον τοῦ σεληνιακοῦ· ὥστε καὶ ὁ ἥλιος τῆς σελήνης τρισκαι‐ | |
295 | δεκαπλασίων γενήσεται, ἐπεὶ ἑκάτερος αὐτῶν τοῦ οἰκείου κύκλου ἑπτα‐ κοσιοστὸν καὶ πεντηκοστὸν γίνεται μέρος. εὑρίσκεται οὖν κατὰ τὰς τοιαύτας τῶν ὑποθέσεων ἡ διάμετρος τοῦ ἡλίου μυριάδων β καὶ ν· τοῦ δὲ κύκλου αὐτοῦ παραπλησίως τῷ ζῳδιακῷ εἰς δώδεκα τεμνομένου ἕκαστον τῶν δωδεκατημορίων γενήσεται σταδίων μυριάδων τρισχιλίων | |
290a(300) | διακοσίων πεντήκοντα· δύο δὲ δωδεκατημορίων τὸ ἀπὸ τῆς γῆς πρὸς αὐτόν ἐστι διάστημα. ὡς καὶ Ἄρατος ἐπὶ τοῦ ζῳδιακοῦ φησι λέγων οὕτως (541—543)· Ὅσσον δ’ ὀφθαλμοῖο βολῆς ἀποτείνεται αὐγή, ἑξάκις ἂν τόσς’ ἧμιν ὑποδράμοι· αὐτὰρ ἑκάστη | |
305 | ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα. ἄστρα δὲ ἄρτι κέκληκε τὰ δύο δωδεκατημόρια τοῦ ζῳδιακοῦ. καὶ μηνύει διὰ τῶν εἰρημένων ἐπῶν, ὅτι τὸ ἀπὸ τῆς γῆς διάστημα πρὸς αὐτὸν ἕκτον τοῦ ὅλου κύκλου γίνεται· τρίτον μὲν γὰρ ἡ ὅλη διάμετρος αὐτοῦ γίνεται, ἕκτον δὲ τὸ ἀπὸ παντὸς μέρους τῆς γῆς διῆκον πρὸς αὐτόν, ἐπειδὴ ὁ | |
310 | κύκλος κέντρον ἔχει τὴν γῆν μεσαιτάτην αὐτοῦ κειμένην. εὑρισκομένου οὖν τοῦ ἡλιακοῦ κύκλου κατὰ τὴν ἔφοδον ταύτην σταδίων μυριάδων τρισ‐ μυρίων καὶ ἐννακισχιλίων, ἕκαστον αὐτοῦ τῶν δωδεκατημορίων γίνεται μυριάδων, καθάπερ ἤδη ἔφαμεν (148,25), τρισχιλίων διακοσίων πεντή‐ κοντα. ἐὰν οὖν καὶ ταῦτα εἰς τριάκοντα μοίρας διαιρεθῇ παραπλησίως | |
315 | τοῖς τοῦ ζῳδιακοῦ δωδεκατημορίοις, ἑκάστη γενήσεται μοῖρα μυριάδων ρη τρίτου. τὰ μὲν οὖν ἡμιμοίρια τοῦ ὅλου κύκλου ἑπτακόσια εἴκοσιν· ὁ δὲ ἥλιος ἑπτακοσιοστὸν καὶ πεντηκοστὸν μέρος αὐτοῦ, ὥστε ἐλάττων | |
ἡμιμοιρίου. εἰκότως οὖν τοῦ ἡμιμοιρίου μυριάδων ὄντος πεντήκοντα τεσ‐ σάρων ἕκτου αὐτὸς δύο καὶ πεντήκοντα μυριάδων τὴν διάμετρον ἔχων | 211 | |
320 | εὑρίσκεται κατὰ τὰς οὕτω κειμένας τῶν ὑποθέσεων. Οὐ μὴν πιθανόν γε εἶναι δοκεῖ ἰσοταχεῖς εἶναι τοὺς πλάνητας κατὰ τὴν προαιρετικὴν πορείαν, ἀλλὰ καὶ ὠκυτέραν εἶναι τὴν τῶν ὑψηλοτέρων ἅτε λεπτοτέρου πυρὸς ὄντων. πῶς γὰρ οὐκ ἀδύνατον, τὴν σελήνην ἀερομιγὲς ἔχουσαν τὸ οἰκεῖον σῶμα ἰσοταχῆ τὴν προαιρετικὴν πορείαν ἔχειν τοῖς | |
325 | ἐκ λεπτοῦ καὶ κουφοτάτου πυρὸς ὑφεστῶσιν; ὅθεν ἄλλοι ἄλλο μέγεθος περὶ τὸν ἥλιον εἶναι ἀπεφήναντο, οὐδεὶς μέντοι τῶν φυσικῶν καὶ ἀστρο‐ λόγων μείονα τῆς προειρημένης τὴν διάμετρον ἔχειν αὐτὸν ἀπεφήνατο. τὸν δὲ Ἵππαρχόν φασι καὶ χιλιοκαιπεντηκονταπλασίονα τῆς γῆς ὄντα αὐτὸν ἐπιδεικνύναι. πῶς ἂν οὖν ποδιαῖος εἴη κατὰ πᾶσαν ἔφοδον σχεδὸν | |
330 | ἐμμεθόδως γινομένην ἀπειρομεγέθης εὑρισκόμενος; ἑκατὸν τοίνυν καὶ εἴκοσι πέντε ἡλιακῶν μεγεθῶν ἀπὸ τοῦ ὕψους αὐτοῦ ἐπὶ τὴν γῆν εἶναι ὀφειλόντων, ἂν ᾖ ποδιαῖος καὶ τηλικοῦτος, ἡλίκος φαίνεται, δεήσει εἴκοσι πέντε καὶ ἑκατὸν ποδῶν εἶναι τὸ πρὸς αὐτὸν διάστημα· ὥστε πολὺ ὑπο‐ κάτω τῶν ὑψηλοτάτων ὀρῶν γενήσεται ἐνίων γε καὶ ὑπὲρ δέκα στάδια | |
335 | τὴν κάθετον ἐχόντων. καὶ οὕτως εὑρίσκεται κατὰ τὴν δόξαν αὐτῶν τοῦτο τὸ ὕψος, πρὸς ὃ ἡ γῆ στιγμιαία ἐστὶ πέντε καὶ εἴκοσι μυριάδων οὖσα, ἑκατὸν εἴκοσι πέντε πόδας ἀπέχον τῆς γῆς. ταῦτα γὰρ ἀκολουθεῖ τῇ δόξῃ τῆς ἱερᾶς κεφαλῆς τῆς μόνης τὴν ἀλήθειαν εὑρούσης. περὶ δὲ τοῦ κατὰ τὴν σελήνην ὕψους τί ἄν τις καὶ φαίη; εἰ γὰρ ὁ ἥλιος ἑκατὸν εἴκοσι | |
340 | πέντε πόδας ἀφέστηκεν ἡμῶν καὶ κατὰ πολὺ τῶν ὀρῶν ταπεινότερός ἐστι, πόσον δεῖ τῆς γῆς ἀφεστάναι τὴν σελήνην, ἧς ὁ κύκλος ἐλαχίστῳ λόγῳ τρισκαιδέκατον γίνεται τοῦ ἡλιακοῦ κύκλου; Ἀλλ’ εἰ καὶ μὴ τούτοις ἐπιστῆσαι οἷός τ’ ἐγένετο μηδ’ ἀνευρεῖν ταῦτα, ὧν μείζων ἡ ζήτησις ἦν ἀνθρώπου ἡδονὴν τετιμηκότος, αὐτῇ γε τῇ δυνά‐ | |
345 | μει τοῦ ἡλίου ἐπιστῆσαι αὐτὸν ἐχρῆν καὶ πρῶτον μὲν ἐνθυμηθῆναι, διότι πάντα τὸν κόσμον φωτίζει σχεδὸν ἀπειρομεγέθη ὄντα, ἔπειτα, ὅτι οὕτω διακαίει τὴν γῆν, ὡς ἔνια μέρη αὐτῆς ὑπὸ φλογμοῦ ἀοίκητα εἶναι, καὶ ὑπὸ πολλῆς τῆς δυνάμεως αὐτὸς ἔμπνουν παρέχεται τὴν γῆν, ὡς καὶ καρποφορεῖν αὐτὴν καὶ ζῳογονεῖν· καὶ ὅτι αὐτός ἐστιν αἴτιος τοῦ καὶ τὰ | |
290a(350) | ζῷα ὑφεστάναι καὶ τοὺς καρποὺς τρέφεσθαι καὶ αὔξεσθαι καὶ τελεσφο‐ ρεῖσθαι· καὶ διότι μὴ μόνον τὰς ἡμέρας καὶ νύκτας, ἀλλὰ καὶ θέρος καὶ χειμῶνα καὶ τὰς ἄλλας ὥρας αὐτός ἐστιν ὁ ποιῶν, καὶ μὴν καὶ τοῦ μέλανας εἶναι καὶ λευκοὺς ἀνθρώπους καὶ ξανθοὺς καὶ κατὰ τὰς ἄλλας ἰδέας δια‐ φέροντας αὐτὸς αἴτιος γίνεται παρὰ τὸ πῶς ἀποπέμπειν τὰς ἀκτῖνας ἐπὶ | |
355 | τὰ κλίματα τῆς γῆς· καὶ ὅτι οὐκ ἄλλη τις ἢ μόνη ἡ τοῦ ἡλίου δύναμις τοὺς μὲν καθύγρους καὶ πληθύνοντας ποταμοῖς παρέχεται τῶν ἐπὶ γῆς τό‐ πων, τοὺς δὲ ξηροὺς καὶ ἀνύδρους, καὶ τοὺς μὲν ἀκάρπους, τοὺς δὲ καρπο‐ φορεῖν ἱκανούς, καὶ τοὺς μὲν δριμεῖς καὶ δυσώδεις, ὡς τοὺς τῶν Ἰχθυο‐ | |
φάγων, τοὺς δὲ εὐώδεις καὶ ἀρωματοφόρους, ὡς τοὺς περὶ τὴν Ἀρα‐ | 212 | |
360 | βίαν, καὶ τοὺς μὲν τοιούσδε καρπούς, τοὺς δὲ τοιούσδε ἐκφέρειν δυνα‐ μένους. Καὶ καθόλου σχεδὸν ἁπάσης τῆς περὶ τὰ ἐπίγεια διαφορᾶς αὐτός ἐστιν αἴτιος πολλὴν τὴν παραλλαγὴν κατ’ ἔνια τῶν κλιμάτων τῆς γῆς ἐχούσης. πάρεστι γοῦν καταμανθάνειν τὴν διαφορὰν τῶν περὶ τὴν Λιβύην ἱστορου‐ | |
365 | μένων καὶ τὴν Σκυθικὴν χώραν καὶ τὴν Μαιῶτιν λίμνην, καὶ ζῴων καὶ καρπῶν καὶ πάντων ἁπλῶς πάμπολυ ἐξηλλαγμένων καὶ τῶν κατὰ τὸν ἀέρα κράσεων καὶ διαφορῶν· καὶ λοιπὸν τὰς ἐν πάσῃ τῇ Ἀσίᾳ καὶ Εὐ‐ ρώπῃ θεωρουμένας διαφορὰς καὶ πηγῶν καὶ καρπῶν καὶ ζῴων καὶ μετάλ‐ λων καὶ ὑδάτων θερμῶν καὶ ἀέρων παντοδαπῶν ἰδέας, ψυχροτάτων, φλο‐ | |
370 | γωδεστάτων, εὐκράτων, λεπτῶν, παχέων, ὑγρῶν, ξηρῶν· καὶ λοιπὸν ὅσαι ἕτεραι παρ’ ἑκάστοις διαφοραὶ καὶ ἰδιότητες θεωροῦνται, τούτων πάντων ἡ τοῦ ἡλίου δύναμις αἰτία ἐστί. Τοσαύτῃ δὲ πρὸς τοῖς εἰρημένοις κέχρηται περιουσίᾳ δυνάμεως, ὥστε καὶ ἡ σελήνη ἀπ’ αὐτοῦ δεχομένη τὸ φῶς αὐτὸ τοῦτο πάσης τῆς περὶ αὐτὴν | |
375 | δυνάμεως αἴτιον ἔχει κατὰ τὰς τῶν σχημάτων διαφοράς· οὐ μόνον ἐν τῷ ἀέρι μεγάλας ἐργαζομένη τροπὰς καὶ κατακρατοῦσα αὐτοῦ καὶ μυρία ἐπιτήδεια ἐργαζομένη, ἀλλὰ καὶ τῶν περὶ τὸν ὠκεανὸν πλημμυρίδων καὶ ἀμπώτεων αὕτη ἐστὶν αἰτία. Κἀκεῖνο δ’ ἔτι πρόσεστιν ὁρᾶν αὐτοῦ τῇ δυνάμει. ἀπὸ μὲν γὰρ τοῦ παρ’ | |
380 | ἡμῖν πυρὸς οὐκ ἔνεστι κατὰ ἀνάκλασιν πῦρ λαβεῖν, ἀπὸ δὲ τῶν ἡλιακῶν ἀκτίνων ἐπιτεχνώμενοι λαμβάνομεν πῦρ κατὰ ἀνάκλασιν τοσαύτας μυριά‐ δας ἀπὸ τῆς γῆς ἀφεστῶτος αὐτοῦ. καὶ μὴν διὰ τοῦ ζῳδιακοῦ ἰὼν καὶ τοιαύτην τὴν πορείαν ποιούμενος αὐτὸς ὅλον ἁρμόζεται τὸν κόσμον καὶ συμφωνοτάτην παρέχεται τὴν τῶν ὅλων διοίκησιν, αὐτὸς αἴτιος γινόμενος | |
385 | τῆς περὶ τὴν διάταξιν τῶν ὅλων διαμονῆς. καὶ τούτου μεταστάντος ἢ καὶ τὸν οἰκεῖον τόπον ἀπολιπόντος ἢ καὶ τέλεον ἀφανισθέντος οὔτε φύσεταί τι οὔτε αὐξήσεται, ἀλλ’ οὐδὲ τὸ σύνολον ὑποστήσεται, ἀλλὰ καὶ πάντα τὰ ὄντα καὶ φαινόμενα συγχυθήσεται καὶ διαφθαρήσεται. Ἐχρῆν οὖν αὐτὸν πᾶσι τούτοις ἐπιστήσαντα ἐνθυμηθῆναι, εἰ οἷόν τε | |
390 | ποδιαῖον πῦρ τοσαύτης καὶ τηλικαύτης τὸ μέγεθος καὶ οὕτως ὑπερφυοῦς δυνάμεως μετειληφέναι. ἀλλὰ γὰρ οἷος ἐν ταῖς τῶν ὅλων ἀρχαῖς καὶ τῷ περὶ τέλους λόγῳ καὶ τὸ σύνολον ἐν τοῖς ἠθικοῖς, τοιοῦτος καὶ ἐν τοῖς ἀστρολογουμένοις καὶ ἐν τῷ κατὰ τὰς φαντασίας τόπῳ καὶ τὸ σύνολον ἐν παντὶ σκέμματι κατὰ πολὺ τῶν σπαλάκων τυφλότερος. καὶ οὐδέν γε | |
395 | θαυμαστόν· οὐ γάρ, μὰ Δία, φιληδόνων ἀνθρώπων ἐστὶν εὑρεῖν τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν, ἀλλ’ ἀνδρῶν πρὸς ἀρετὴν πεφυκότων καὶ μηδὲν ταύτης ἐπίπροσθεν ποιουμένων, ἀλλ’ οὐχὶ σαρκὸς εὐσταθὲς κατάστημα ἀγαπώντων καὶ τὸ περὶ ταύτης πιστὸν ἔλπισμα. οἱ μὲν οὖν παλαιότεροι ἐξεκήρυσσον ἐκ τῶν πόλεων καὶ τοὺς ἀπὸ τῆς αἱρέσεως καὶ τὰ τοιαῦτα | |
290a(400) | τῶν συγγραμμάτων, λύμην καὶ διαφθορὰν τῶν ἀνθρώπων εἶναι ὑπο‐ λαμβάνοντες τὰ ἐπὶ τοσοῦτον καὶ τυφλότητος καὶ κιναιδείας ἥκοντα τῶν | |
δογμάτων. οἱ δὲ νῦν, ἅτε, οἶμαι, ὑπὸ τρυφῆς καὶ μαλακίας ἐκλελυμένοι, ἐπὶ τοσοῦτον ἐκτετιμήκασι τοὺς ἀπὸ τῆς αἱρέσεως καὶ αὐτὰ τὰ συγγράμ‐ ματα, ὥστε κινδυνεύουσι μᾶλλον Ἐπίκουρον καὶ τοὺς ἀπὸ τῆς αἱρέσεως | 213 | |
405 | ἀληθῆ λέγειν βούλεσθαι ἢ θεοὺς καὶ πρόνοιαν ἐν τοῖς ὅλοις εἶναι. καὶ ἔνιοί γε κἂν εὔξαιντο αὐτῶν μᾶλλον ἀπολέσθαι τὴν πρόνοιαν ἢ Ἐπίκουρον ψευδῆ λέγοντα ἐλεγχθῆναι· οὕτως ἀθλίως διάκεινται καὶ ἐπὶ τοσοῦτον ἐξήρτηνται τῆς ἡδονῆς, ὡς καὶ τὸν συνήγορον αὐτῆς ὑπὲρ πάντα τὰ κατὰ τὸν βίον μᾶλλον ἀσπάζεσθαι. | |
290b(n) | Diog. Laert. 10,3f. | |
1 | Διότιμος δὲ ὁ Στωϊκὸς δυσμενῶς ἔχων πρὸς αὐτὸν (sc. τὸν Ἐπί‐ κουρον) πικρότατα αὐτὸν διαβέβληκεν, ἐπιστολὰς φέρων πεντή‐ κοντα ἀσελγεῖς ὡς Ἐπικούρου· καὶ ὁ τὰ εἰς Χρύσιππον ἀναφε‐ ρόμενα ἐπιστόλια ὡς Ἐπικούρου συντάξας. ἀλλὰ καὶ οἱ περὶ | |
5 | Ποσειδώνιον τὸν Στωϊκὸν καὶ Νικόλαος καὶ Σωτίων ἐν τοῖς δώ‐ δεκα τῶν ἐπιγραφομένων Διοκλείων ἐλέγχων, ἅ ἐστι περὶ τῆς εἰκάδος, καὶ Διονύσιος ὁ Ἁλικαρνασσεύς. | |
290c(n) | Athenaeus VII 279de | |
1 | Ἀσπάζονται δὲ οὐ μόνον οἱ Ἐπικούρειοι τὴν ἡδονήν, ἀλλὰ καὶ οἱ Κυρηναϊκοὶ καὶ 〈οἱ〉 Μνησιστράτειοι δὲ καλούμενοι· καὶ γὰρ οὗτοι ζῆν μὲν ἡδέως 〈βούλονται, ἅμα δὲ τῷ ἀοχλήτωσ〉 χαίρουσιν, ὥς φησι Ποσειδώνιος. | |
290a(n2) | Kleomedes | |
410 | Καίτοι πρὸς ἅπασι τοῖς εἰρημένοις ἀτοπωτάτοις οὖσιν ἔτι καὶ τὰ ἄστρα ἀπεφήνατο ἀνατέλλοντα μὲν ἐξάπτεσθαι, δυόμενα δὲ σβέννυσθαι. ὅπερ ὁμοιότατόν ἐστιν, ὡς εἴ τις ὁρωμένους μὲν τοὺς ἀνθρώπους εἶναι λέγοι, μὴ ὁρωμένους δὲ ἀποθνῄσκειν, καὶ ἐπὶ τῶν ἄλλων, ὁπόσα ἐστὶν ὁρατά, τὸν ὅμοιον λόγον ποιοῖτο. οὕτω δὲ ἄρα συνετὸς καὶ δαιμόνιος ὁ ἀνήρ | |
415 | ἐστιν, ὥστ’ οὐδ’ ἐκεῖνο ὑπῄει αὐτῷ, ὅτι τῆς γῆς σφαιρικῷ τῷ σχήματι κεχρημένης ἄλλοτε παρ’ ἄλλοις ἕκαστα αὐτῶν καὶ δύεται καὶ ἀνατέλλει καὶ τούτου ἕνεκα δεήσει ἅμα καὶ σβέννυσθαι αὐτὰ καὶ ἐξάπτεσθαι, καὶ κατὰ πάσας τὰς τῶν ὁριζόντων μεταπτώσεις ἐν παραπλησίοις ἀναλο‐ γίαις γίνεσθαι ἀπλέτους φθορὰς φθειρομένων τε καὶ πάλιν 〈ἐξάψεισ〉 ἐξα‐ | |
420 | πτομένων, κατὰ πᾶσαν μετάπτωσιν ὁρίζοντος τούτου συμβαίνοντος. πάρεστι δὲ καὶ ἀφ’ ἑτέρων μὲν μυρίων τὰς τῶν ὁριζόντων μεταπτώσεις καταμανθάνειν, διαφερόντως δὲ καὶ ἐκ τῶν κατὰ τὰ ἔθνη ἱστορουμένων | |
περὶ τῶν ἐν ταῖς τροπαῖς ἡμερῶν τε καὶ νυκτῶν. κατὰ μὲν γὰρ Μερόην τῆς Αἰθιοπίας ἕνδεκα ὡρῶν εἶναι ἡ θερινὴ νὺξ ἱστορεῖται, κατὰ δὲ | 214 | |
425 | Ἀλεξάνδρειαν δέκα, κατὰ δὲ τὸν Ἑλλήσποντον ἐννέα, ⸢κατὰ δὲ τὴν Ῥώμην ἐλάττων ἢ ἐννέα⸣, κατὰ δὲ τὴν Μασσαλίαν ὀκτὼ ἡμίσους, παρὰ δὲ Κελτοῖς ὀκτώ, κατὰ δὲ τὴν Μαιῶτιν ἑπτά, ἐν δὲ τῇ Βρεττανίᾳ ἕξ. ἀφ’ ὧν δὴ καταφανές, ὡς ἄλλοτε παρ’ ἄλλοις δύεται καὶ ἀνατέλλει ὁ ἥλιος, καὶ τοῖς ὑπὸ τοῖς αὐτοῖς παραλλήλοις οὖσι καὶ ἴσας τὰς ὥρας ἔχουσι, | |
430 | τούτου συμβαίνοντος παρὰ τὸ ἢ πρὸς τῇ ἀνατολῇ μᾶλλον κεῖσθαι καὶ τάχιον τῇ τοῦ ἡλίου ἐκβολῇ ἐντυγχάνειν ἢ πρὸς τῇ δύσει καὶ βράδιον. ὥστε μυρίων οὐσῶν τῶν κατὰ τοὺς ὁρίζοντας μεταβολῶν, κατὰ πᾶν κλίμα τῆς γῆς ἄλλου καὶ ἄλλου γινομένου, δεήσει καὶ τὰς σβέσεις καὶ τὰς ἐξάψεις τῶν ἄστρων ἀπλέτους γίνεσθαι. ὧν οὐδ’ ἂν ἐπινοηθείη μόνον | |
435 | ἀνοητότερα καὶ πᾶσαν ἰδέαν καὶ προπετείας καὶ ἀμαθίας ἐμφανίζοντα. οὕς γε οὐδὲ οἱ τῆς σελήνης φωτισμοὶ φανερώτατοι ὄντες ἐπέχουσι τοῦ μὴ οὕτως καταγέλαστα ἀποφαίνεσθαι. πῶς γὰρ σβεννυμένου τοῦ ἡλίου κατὰ τὴν δύσιν ἐλλάμπεται καὶ φαίνει διὰ τῆς νυκτός; ἢ πῶς ἐκλείπει περιπίπτουσα τῇ σκιᾷ τῆς γῆς μηδ’ ἐλλαμπομένη τὴν ἀρχήν; ἢ πῶς | |
440 | ἐξιοῦσα τῆς σκιᾶς πάλιν λαμπρύνεται μὴ ὄντος ὑπὸ γῆν τοῦ ἡλίου; ἢ πῶς αὐτὸς ὁ ἥλιος σβεννύμενος πάλιν ἐπὶ τὴν ἀνατολὴν παραγίνεται; ἀλλὰ γὰρ μυθαρίῳ γραώδει πιστεύσας, ὡς τῶν Ἰβήρων ἱστορούντων ἐμπί‐ πτοντα τὸν ἥλιον τῷ ὠκεανῷ ψόφον ποιεῖν σβεννύμενον ὡς διάπυρον σίδηρον ἐν ὕδατι, ἐπὶ ταύτην ἦλθε τὴν δόξαν ὁ μόνος καὶ πρῶτος ἀνθρώ‐ | |
445 | πων τὴν ἀλήθειαν ἐξευρών. καὶ οὐδ’ ἐκεῖνο συνῆκεν, ὅτι πᾶν μέρος τοῦ οὐρανοῦ τὸ ἴσον ἀπέχει τῆς γῆς, ἀλλ’ εἰς τὴν θάλασσαν αὐτὸν καταδύε‐ σθαι ὑπέλαβε καὶ πάλιν ἐκ τῆς ἀνατολικῆς θαλάσσης ἀνατέλλειν καὶ ἀπὸ μὲν τοῦ ἀνατολικοῦ ὕδατος ἐξάπτεσθαι, ἀπὸ δὲ τοῦ πρὸς τῇ δύσει σβέννυσθαι. | |
290a(450) | Ταῦτα ἡ ἱερὰ Ἐπικούρου σοφία ἐξεῦρεν. ἀλλά, νὴ Δία, τῷ Ὁμηρικῷ Θερσίτῃ ἔπεισί μοι αὐτὸν ἀπεικάζειν. ὥσπερ γὰρ ἐκεῖνος κάκιστος ἐν τῷ στρατεύματι τῶν Ἀχαιῶν γενόμενος (ὡς καὶ αὐτός φησιν ὁ ποιητὴς καὶ τὸν Ὀδυσσέα λέγοντα πεποίηκεν, αὐτὸς μὲν εἰπών (Il. 2,216)· αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε | |
455 | καὶ τὰ ἑξῆς, τὸν δὲ Ὀδυσσέα ποιήσας λέγοντα πρὸς αὐτόν (Il 2,248f.)· οὐ γὰρ ἐγὼ σέο φημὶ χερειότερον βροτὸν ἄλλον ἔμμεναι), ἀλλ’ ὅμως καὶ τοιοῦτος ὢν οὐκ ἄγει τὴν ἡσυχίαν, ἀλλὰ πρῶτον μὲν τοῖς βασιλεῦσι διαπληκτίζεται ἀλαζονευόμενος ὡς δὴ καὶ αὐτὸς σεμνός τις | |
460 | ὤν, ἔπειτα καὶ ἐν τοῖς ἀριστεῦσιν ἑαυτὸν κατατάσσειν τολμᾷ λέγων (Il. 2,227f. 234)· ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν, εὖτ’ ἂν πτολίεθρον ἕλωμεν, καὶ | |
465 | ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν, οὕτω καὶ Ἐπίκουρος ὡς δή τις ὢν ἀλαζονεύεται, ἑαυτόν γε ἐν τοῖς φιλοσόφοις καταριθμεῖν ἐπιχειρῶν· καὶ οὐ μόνον γε, ἀλλὰ καὶ τὰ πρωτεῖα φέρεσθαι διαβεβαιούμενος καὶ ταύτῃ γε καὶ τοῦ Θερσίτου θρασύτερον ἑαυτὸν ἀποφαίνων. ἐκεῖνος μὲν γὰρ μόνον ὡς ἀριστεὺς καὶ ἴσος τοῖς βασι‐ | 215 |
470 | λεῦσιν ἀλαζονεύεται, οὐκέτι δὲ καὶ τὰ πρωτεῖα ἀπονέμει ἑαυτῷ, οὗτος δὲ ὑπὸ πολλῆς τῆς σοφίας καὶ ἐπιστήμης μόνος ἀνευρηκέναι τὴν ἀλήθειαν διαβεβαιοῦται καὶ διὰ τοῦτο καὶ τὰ πρωτεῖα φέρεσθαι ἀξιοῖ. ὥστε πολὺ ἄν τις δικαιότερόν μοι δοκεῖ πρὸς αὐτὸν εἰπεῖν (Il. 2,246f.)· Θερσῖτ’ ἀκριτόμυθε, λιγύς περ ἐὼν ἀγορητής, | |
475 | ἴσχεο· οὐδὲ γὰρ λιγὺν ἔγωγε τοῦτον ἂν τὸν Θερσίτην, καθάπερ Ὀδυσσεὺς ἐκεῖ‐ νον, εἴποιμι. Ἐπεί γε πρὸς τοῖς ἄλλοις καὶ τὰ κατὰ τὴν ἑρμηνείαν αὐτῷ ποικίλως διεφθορότα ἐστί, σαρκὸς εὐσταθῆ καταστήματα λέγοντι καὶ τὰ περὶ | |
480 | ταύτης πιστὰ ἐλπίσματα καὶ λίπασμα ὀφθαλμῶν τὸ δάκρυον ὀνομάζοντι καὶ ἱερὰ ἀνακραυγάσματα καὶ γαργαλισμοὺς σώματος καὶ ληκήματα καὶ ἄλλας τοιαύτας κακὰς ἄτας· ὧν τὰ μὲν ἐκ χαμαιτυπείων ἄν τις εἶναι φήσειε, τὰ δὲ ὅμοια τοῖς λεγομένοις ἐν τοῖς Δημητρίοις ὑπὸ τῶν Θεσμο‐ φοριαζουσῶν γυναικῶν, τὰ δὲ ἀπὸ μέσης τῆς προσευχῆς καὶ τῶν ἐπ’ | |
485 | αὐλαῖς προσαιτούντων, Ἰουδαϊκά τινα καὶ παρακεχαραγμένα καὶ κατὰ πολὺ τῶν ἑρπετῶν ταπεινότερα. ἀλλ’ ὅμως τοιοῦτος καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς δόγμασιν ὢν οὐκ αἰσχύνεται ἑαυτὸν ἐντάσσειν εἰς τὴν Πυθα‐ γόρου καὶ Ἡρακλείτου καὶ Σωκράτους χώραν καὶ τὴν πρώτην ἐν αὐτοῖς τάξιν ἔχειν ἀξιοῦν ὁμοιότατον, ὡς εἰ ἐν τοῖς ἱεροφάνταις καὶ ἀρχιερεῦσιν | |
490 | οἱ ἱερόσυλοι ἑαυτοὺς κατατάσσειν ἐπιχειροῖεν τὴν πρώτην ἐν αὐτοῖς τάξιν ἔχειν ἀξιοῦντες, ἢ εἴ τις τὸν Σαρδανάπαλον ἐπινοήσειε τῷ Ἡρακλεῖ περὶ καρτερίας συγκρίνεσθαι ἐπιχειροῦντα καὶ ἐφαπτόμενον τοῦ ῥοπάλου καὶ τῆς λεοντῆς καὶ λέγοντα πρὸς αὐτόν, ὡς ἐγὼ τούτων ἀξιώτερος. οὐκ ἀπο‐ φθερῇ, κακὸν κάθαρμα, ἐπὶ τοὺς κροκωτοὺς καὶ τὰς παλλακίδας, μεθ’ | |
495 | ὧν ἐπὶ ταῖς κλίναις διημερεύσεις, τοτὲ μὲν πορφύραν ξαίνων, ἄλλοτε δὲ στεφάνοις ἀναδούμενος, ἔστι δ’ ὅτε τὰ ὄμματα ἐντριβόμενος ἢ καὶ ἐν πολλῇ καὶ ἀσχήμονι μέθῃ καταυλούμενος καὶ λοιπὸν τὰ τούτοις ἑπόμενα πράσσων, καθάπερ τις σκώληξ ἐν πάνυ πονηρῷ τε καὶ κοπρώδει βορβόρῳ καλινδούμενος; οὐ καὶ σὺ οὖν, ὦ θρασυτάτη καὶ ἀναισχυντοτάτη κεφαλή, | |
290a(500) | ἐκ φιλοσοφίας ἀποφθαρεὶς οἰχήσῃ ἐπὶ Λεόντιον καὶ Φιλαινίδα καὶ τὰς ἄλλας ἑταίρας καὶ τὰ ἱερὰ ἀνακραυγάσματα μετὰ Μινδυρίδου, μετὰ Σαρ‐ δαναπάλου καὶ μετὰ πάντων τῶν σεαυτοῦ θιασωτῶν; οὐκ οἶσθα, ὅτι ἡ φιλοσοφία Ἡρακλέα καὶ ἄνδρας Ἡρακλείους καλεῖ, ἀλλ’ οὐχί, μὰ Δία, κιναίδους καὶ ἡδονήν; ἀλλὰ γὰρ ὅτι Ἐπικούρῳ μὲν οὔτε ἀστρολογίας | |
505 | οὔτε τῆς ἄλλης φιλοσοφίας μέτεστί τι, γνώριμον, οἶμαι, τοῖς εὐφυέσι | |
τῶν ἀνθρώπων. | 216 | |
291(n) | Kleomedes 176,25—190,16 | |
1 | Τῆς δὲ σελήνης τὸ μέγεθος καὶ ὅτι μή ἐστι ποδιαία, ἔνεστι καὶ ἀπὸ τῆς δυνάμεως τεκμαίρεσθαι, οὐ μόνον ὅλον αὐτῆς τὸν κόσμον φωτιζούσης καὶ μεγάλας ἐν τῷ ἀέρι τροπὰς ἐργαζομένης καὶ πολλὰ τῶν ἐπὶ γῆς συμπαθοῦντα ἐχούσης, ἀλλὰ καὶ τῶν περὶ τὸν ὠκεανὸν ἀμπώτεων καὶ | |
5 | πλημμυρίδων αὐτῆς αἰτίας γινομένης. καὶ διότι μὲν οὔτε ὁ ἥλιος οὔτε ἡ σελήνη οὔτε τῶν ἄλλων τι ἄστρων τηλικοῦτόν ἐστιν, ἡλίκον φαίνεται, αὐτάρκως προείρηται. τῶν μὲν οὖν ἄλλων ἄστρων, ὁπόσα γε φαίνεται ἡμῖν, οὐδὲν τῆς γῆς σμικρότερον εἶναι δοκεῖ, τὴν δὲ σελήνην σμικροτέραν τῆς γῆς φασιν οἱ ἀστρολόγοι εἶναι, τεκμαιρόμενοι πρῶτον μέν, ὅτι ἡ | |
10 | διάμετρος αὐτῆς δὶς καταμετρεῖ τὸ τῆς γῆς σκίασμα· ἔπειτα ἐν ταῖς ἡλιακαῖς τῶν ἐκλείψεων τετήρηται, καθάπερ ἔφαμεν, οὐ πᾶς ἐκλείπων ἐν Ἀλεξανδρείᾳ ὁ ἥλιος, ἐν Ἑλλησπόντῳ τελείας ἐκλείψεως γενομένης· ὅπερ οὐκ ἂν ἐγίνετο μὴ ἀξιόλογον τὸ μέγεθος τῆς γῆς ὡς πρὸς τὴν σελήνην ἐχούσης. ἐν γὰρ σταδίοις μυρίοις τοσαύτης τῆς διαφορᾶς γινομένης γνώ‐ | |
15 | ριμον ὅτι μὴ πολὺ τῆς γῆς κατασκιάζει ἡ σελήνη. εἰ δέ γε ἴση ἦν ἡ σελήνη ἢ μείζων τῆς γῆς, πολὺ μέρος ἂν αὐτῆς κατεσκίαζεν ἐν ταῖς γινομέναις αὐτῆς ὑπὸ τὸν ἥλιον ὑποδρομαῖς. νῦν δὲ καὶ μέρη γενήσεται τῆς γῆς, ἐν οἷς ὅλος φανήσεται ὁ ἥλιος, ἐν ἑτέροις αὐτῆς μέρεσιν ὅλος ἐκλείπων. φαίνεται δ’ ἡ σελήνη μεγάλη καὶ τῷ ἡλίῳ ἰσομεγέθης καὶ τῶν ἀστέρων | |
20 | μείζων, ἐλάττων κατὰ τὴν ἀλήθειαν αὐτῶν οὖσα, ἐπειδὴ πάντων τῶν ἄστρων προσγειοτάτη ἐστί, κατὰ τὴν συναφὴν αὐτὴν τοῦ ἀέρος καὶ τοῦ αἰθέρος εἶναι ὑπονοουμένη. καὶ ὅτι γε πάντων προσγειοτάτη ἐστί, πρῶτον μὲν ἀπὸ τῆς ὄψεως αὐτῆς δείκνυται τοῖς ἐπιμελέστερον ἀφορῶσιν· ἐπεὶ ταύτην μὲν οὐδὲν ὑπέρχεται τῶν ἄλλων ἄστρων, αὕτη δὲ πάντα τὰ πλανώ‐ | |
25 | μενα ὑποτρέχουσα ὁρᾶται. ἐξ οὗ δείκνυται ὑψηλότερα αὐτῆς ὄντα. καὶ μὴν καὶ τὸ οἰκεῖον αὐτῆς σῶμα ἀερομιγὲς καὶ ζοφωδέστερόν ἐστι διὰ τὸ μὴ εἶναι ἐν τῷ εἰλικρινεῖ τοῦ αἰθέρος, καθάπερ τὰ λοιπὰ τῶν ἄστρων, ἀλλὰ κατὰ τὴν συναφὴν τῶν δύο στοιχείων, ὡς εἴρηται. πρὸς δὲ τούτοις καὶ μόνη εἰς τὴν σκιὰν τῆς γῆς ἐμπίπτει, τῶν δὲ ἄλλων οὐδέν. εἰ δὲ μή, | |
30 | συνέβαινεν ἂν αὐτοῖς ποτὲ μὲν λαμπροτέροις, ποτὲ δ’ ἀμαυροτέροις φαίνε‐ σθαι. πᾶν γὰρ πύρινον σῶμα λαμπρότερον μὲν ἐν σκιᾷ, ἀμαυρότερον δὲ ὑπὸ τὰς αὐγὰς τοῦ ἡλίου φαίνεται. καὶ μὴν καὶ τὴν συμπάθειαν τὴν πρὸς τὰ ἐπίγεια αὕτη παρὰ τὰ ἄλλα τῶν ἄστρων ἐξαίρετον ἔχει δι’ αὐτὸ τὸ προσγειοτέρα εἶναι. τόν τε οἰκεῖον κύκλον αὕτη διέρχεται ἡμέραις ἑπτὰ | |
35 | καὶ εἴκοσι καὶ ἡμίσει, οὐδ’ ἑνὸς τῶν ἄλλων ἐνιαυσιαίας ἐλάττονα τὴν περίοδον ἔχοντος. καὶ ὅτι μὲν προσγειοτάτη πάντων ἐστὶ τῶν ἄστρων, γνώριμον ἀπὸ τούτων. Περὶ δὲ τῶν φωτισμῶν αὐτῆς πλείους γεγόνασι λόγοι. Βηρωσσὸς μὲν γὰρ ἡμίπυρον οὖσαν αὐτὴν πλείονας κινήσεις κινεῖσθαι ἀπεφήνατο, μίαν | |
40 | μὲν τὴν κατὰ μῆκος, ἣν σὺν τῷ κόσμῳ κινεῖται, ἑτέραν δὲ τὴν κατὰ | |
πλάτος καὶ ὕψος καὶ ταπείνωμα, ὅπερ καὶ ἐπὶ τῶν πέντε πλανήτων ὁρᾶται γινόμενον, ἄλλην δὲ τὴν περὶ τὸ ἑαυτῆς κέντρον, καθ’ ἣν κίνησιν στρεφο‐ μένην αὐτὴν ὑπολαμβάνει καὶ ἄλλοτε ἄλλα μέρη αὐτῆς ἐπιστρέφουσαν πρὸς ἥλιον αὔξεσθαι καὶ μειοῦσθαι, καὶ ταύτην τὴν στροφὴν ἰσοχρόνιον | 217 | |
45 | αὐτῇ πρὸς τὴν σύνοδον τοῦ ἡλίου γίνεσθαι. ἐστὶ δ’ εὐέλεγκτος ἡ δόξα αὐτοῦ. πρῶτον μὲν γὰρ ἀδύνατόν ἐστι τὴν σελήνην ἐν τῷ αἰθέρι οὖσαν ἡμίπυρον εἶναι, ἀλλὰ μὴ δι’ ὅλου ὁμοίαν τῇ οὐσίᾳ, παραπλησίως τοῖς ἄλλοις τῶν ἄστρων. ἔπειτα καὶ τὰ κατὰ τὴν ἔκλειψιν προδήλως ἀντιμαρτυ‐ ρεῖ τῷ λόγῳ τούτῳ. πῶς γὰρ ἀφανίζεται αὐτῆς τὸ φῶς ἐμπιπτούσης εἰς | |
291(50) | τὴν σκιὰν τῆς γῆς ὅλον πρὸς ἡμᾶς τετραμμένον, οὐκ ἔνεστιν αὐτῷ ἐπι‐ δεῖξαι. ἐχρῆν γάρ, εἰ οὕτως εἶχε, λαμπρότερον αὐτὸ γίνεσθαι περιπίπτον τῇ σκιᾷ, ἀλλ’ οὐχί, μὰ Δία, ἀφανίζεσθαι. ἕτεροι δέ φασιν ὑπὸ τοῦ ἡλίου μὲν ἐλλάμπεσθαι αὐτήν, κατὰ ἀνάκλασιν δὲ φωτίζειν τὸν ἀέρα· ὅπερ καὶ ἐπὶ τῶν ἐσόπτρων ὁρᾶται γινόμενον καὶ τῶν λαμπρῶν ἀργυρωμάτων καὶ | |
55 | ὅσα τούτοις ἔοικε. τρίτη ἐστὶν αἵρεσις ἡ λέγουσα κιρνᾶσθαι αὐτῆς τὸ φῶς ἔκ τε τοῦ οἰκείου καὶ τοῦ ἡλιακοῦ φωτὸς καὶ τοιοῦτον γίνεσθαι οὐκ ἀπαθοῦς μενούσης αὐτῆς οὐδὲ παραπλησίως τοῖς στερεοῖς τῶν λαμπρῶν σωμάτων ἀποπαλλομένας ἐχούσης τὰς αὐγὰς καὶ κατὰ ἀνάκλασιν φωτι‐ ζούσης τὸν ἀέρα, κατ’ ἀνταύγειαν δεχομένης ἀπὸ τοῦ ἡλίου τὰς ἀκτῖνας | |
60 | καὶ οὕτως ἀποπεμπούσης πρὸς ἡμᾶς, ἀλλ’ ἀλλοιουμένης ὑπὸ τοῦ ἡλιακοῦ φωτὸς καὶ κατὰ τοιαύτην τὴν κρᾶσιν ἴδιον ἰσχούσης τὸ φῶς, οὐ πρώτως, ἀλλὰ κατὰ μετοχήν, ὡς διάπυρος σίδηρος κατὰ μετοχὴν ἴσχει τὸ φῶς οὐκ ἀπαθὴς ὤν, ἀλλὰ τετραμμένος ὑπ’ αὐτοῦ. Αὕτη ἡ αἵρεσις ὑγιεστέρα τῆς λεγούσης κατὰ ἀνάκλασιν φωτίζειν τὴν | |
65 | σελήνην ἀποπαλλομένων ἀπ’ αὐτῆς τῶν αὐγῶν, ὅπερ ἐπὶ τῶν λαμπρῶν ὁρᾶται σωμάτων γινόμενον, ὅταν ᾖ στερεά. ὅτι δὲ ἀδύνατόν ἐστιν κατὰ ἀνάκλασιν ἀποπέμπειν τὸ φῶς τὴν σελήνην, ἀπὸ τούτων ἂν μάλιστα συνοφθείη. ἀπὸ μὲν τῶν στερεωτέρων σωμάτων ἀνάκλασιν οὐκ ἀδύνατον γίνεσθαι· καὶ ἀπὸ ὕδατος δὲ ὁρῶνται γινόμεναι ἀνακλάσεις· ἔχει γάρ τι | |
70 | καὶ τὸ ὕδωρ πυκνότερον· ἀπὸ δὲ μανῶν σωμάτων ἀδύνατον ἀνάκλασιν γίνεσθαι. πῶς γὰρ ἂν ἀπὸ ἀέρος ἢ πυρὸς γίνοιτο ἀνάκλασις, πεφυκότων γε τῶν τοιούτων σωμάτων καταδέχεσθαι τὰς ἀκτῖνας, ἀλλὰ μὴ κατὰ μόνην τὴν ἐπιφάνειαν λαμπρύνεσθαι ὑπ’ αὐτῶν, ἀλλὰ οὕτω δι’ ὅλων δεχομένων τὰ οὕτως αὐτοῖς ἐπιβάλλοντα, ὡς οἱ σπόγγοι τὸ ὕδωρ δέχε‐ | |
75 | σθαι εἰώθασι; καὶ μὴν τῶν κατὰ ἀνάκλασιν φωτιζόντων πρὸς ὀλίγον ἀποπέμπεται τὸ φῶς, ἡ δὲ σελήνη οὐ μόνον μέχρι γῆς ἐκπέμπει τὴν ἀπ’ αὐτῆς λαμπηδόνα, ἀλλὰ καὶ τὸν κόσμον ὅλον φωτίζει· τὰ δέ γε κατὰ ἀνάκλασιν φωτίζοντα οὐδ’ ἐπὶ σταδίους δύο τὴν ἀκτῖνα ἐκπέμπει, ὡς τοῦτο πάρεστιν ὁρᾶν ἐπί τε τῶν ἐσόπτρων γινόμενον καὶ πάντων ἁπλῶς | |
80 | τῶν κατὰ ἀνάκλασιν φωτιζόντων. εἰ δέ τις ὑποίσει, ὡς κατὰ ἀνάκλασιν ἡ σελήνη φωτίζουσα διὰ τοῦτο ἐπὶ πλέον τῶν προειρημένων ἐκπέμπει τὸ φῶς, ἐπεὶ μεγίστη ἐστί, φήσομεν πρὸς αὐτόν, ὅτι καὶ τὰ μικρὰ καὶ τὰ μέγιστα τῶν κατὰ ἀνάκλασιν φωτιζόντων τῆς ὁμοίας ἔχεται ἀναλο‐ | |
γίας. πλέον μὲν γὰρ φωτισθήσεται μέρος ὑπὸ τῶν μεγάλων σωμάτων κατὰ | 218 | |
85 | μῆκος, οὐ μὴν ἐπὶ πλέον γε εἰς τὸ πρόσω ἀποπεμφθήσεται 〈τὸ φῶσ〉, ἀλλ’ ἄν τε ποδιαῖον ἄν τε σταδιαῖον ᾖ τὸ κατὰ ἀνάκλασιν φωτίζον, ἐπὶ τὸ ἴσον διάστημα κατὰ βάθος ἐκπέμψει τὸ φῶς. πρὸς δὲ τούτοις σχεδὸν γνώριμόν ἐστι, διότι κατὰ ἀνάκλασιν ἡ σελήνη φωτίζουσα οὔτε μηνοειδὴς οὔτε διχότομος οὖσα ἐφώτιζεν ἂν τὴν γῆν. τὰ γὰρ κατὰ ἀνάκλασιν φωτίζοντα | |
90 | πρὸς ὀρθὰς γωνίας ἐκπέμπει τὸ φῶς· καὶ οὕτως ἂν περιφεροῦς οὔσης τῆς σελήνης πρὸς τὴν δύσιν καὶ ὡς ἐπ’ αὐτὸν τὸν ἥλιον ἀπεπέμπετο ἂν ἐν τοῖς προειρημένοις σχήμασι τὸ φῶς. καὶ μὴν οὐδ’ ἂν πλήρης ὑπάρχουσα ὅλῳ ἂν τῷ κύκλῳ ἐφώτιζεν. εἰ μὲν γὰρ ἐπίπεδος ἦν τῷ σχήματι, ὅλῳ ἂν τῷ κύκλῳ ἐφώτιζεν· ἐπεὶ δὲ σφαῖρά ἐστι καὶ περικλινῆ τὰ τοῦ φαντα‐ | |
95 | ζομένου ἡμῖν κύκλου πέρατα ἔχει, πρὸς ἴσας καὶ ὀρθὰς γωνίας οἱ ἀπὸ τῶν περικλινῶν ἀποπεμφθήσονται φωτισμοί· ὥστε μόνον τὸ μεσαίτατον τῆς σελήνης φωτιεῖ τὴν γῆν, ὁ δὲ σύμπας αὐτῆς κύκλος οὐδαμῶς. τὸ μὲν γὰρ ἀπὸ τοῦ μεσαιτάτου αὐτῆς δύναται πρὸς ὀρθὰς γωνίας ἐπὶ γῆν ἐκ‐ πέμπεσθαι φῶς, τὸ δὲ ἀπὸ τῶν περικλινῶν καὶ μὴ ὁρώντων πρὸς τὴν | |
291(100) | γῆν οὐκέτι. ὥστε οὐκ ἂν ὅλος αὐτῆς ὁ κύκλος ἐφώτιζε τὴν γῆν κατὰ ἀνά‐ κλασιν φωτιζούσης. ὅτι δὲ ἀπὸ παντὸς τοῦ κύκλου αὐτῆς φωτίζεται ἡ γῆ, γνώριμον. εὐθέως γὰρ ἅμα τῷ τὴν πρώτην ἴτυν ἀνασχεῖν ἐκ τοῦ ὁρίζοντος φωτίζει τὴν γῆν, τούτων τῶν μερῶν αὐτῆς περικλινῶν ὄντων καὶ πρὸς τὸν οὐρανὸν, ἀλλ’ οὐχί, μὰ Δία, πρὸς τὴν γῆν ὁρώντων. ἐπεὶ οὖν οὐ μόνον | |
105 | τῷ μεσαιτάτῳ αὐτῆς καὶ πρὸς τὴν γῆν ὁρῶντι, ἀλλὰ καὶ τοῖς περικλινέσι καὶ μὴ πρὸς τὴν γῆν ἀποβλέπουσι φωτίζει, εὔδηλον ὡς οὐ κατὰ ἀνάκλασιν ἐκπέμπει τὸ φῶς, ἀλλὰ δι’ ὅλης ἀπὸ τῶν ἡλιακῶν ἀκτίνων λαμπρυνομένη καὶ κεκραμένον ἔχουσα τὸ φῶς οὕτω λαμπρύνει τὸν ἀέρα. Τοῦτον τοίνυν τὸν τρόπον φωτιζούσης τῆς σελήνης καὶ οὐ κατὰ ἀνάκλα‐ | |
110 | σιν, φανερὸν μέν ἐστιν, ὅτι κέκραται αὐτῆς τὸ φῶς ἔκ τε τοῦ οἰκείου αὐτῆς σώματος καὶ τῶν ἡλιακῶν ἀκτίνων, ἄπορον δ’ εἶναι δοκεῖ, πῶς ἅμα τῷ ἐμπίπτειν εἰς τὸ σκίασμα τῆς γῆς ἀφανίζεται τοῦτο, καὶ πάλιν ἅμα τῷ ἐξελθεῖν τὸ ὅμοιον ὁρᾶται περὶ αὐτήν. οὐ χρὴ δὲ τοῦτο ἀπορεῖν οὐδὲ θαυμάζειν. καὶ γὰρ ἐπὶ τῶν τοῦ ἀέρος φωτισμῶν τὸ παραπλήσιον | |
115 | ὁρᾶται. εἰ γοῦν εἰς σκοτεινὸν οἴκημα φῶς εἰσενεχθείη, εὐθέως λαμπρύ‐ νεται ὁ ἐν αὐτῷ ἀήρ, καὶ εἰ σβεσθείη τὸ φῶς τὸ φωτίζον αὐτόν, εὐθέως ἅμα τῇ σβέσει σκοτίζεται. τοῦτο δὲ καὶ ἐπὶ τοῦ ἡλίου γινόμενον ὁρᾶται. ἀνατείλαντος μὲν γὰρ εὐθὺ λαμπρύνεται ὁ ἀήρ, καὶ ἅμα τῷ ὑπὸ τοῦ ὁρί‐ ζοντος κρυφθῆναι σκιάζεται. καὶ εἰ καθ’ ὑπόθεσιν ἐμπίπτων εἰς τὸν | |
120 | ὠκεανὸν ὁ ἥλιος ἐσβέννυτο, οὐ μόνον ἂν ἐσκιάζετο ὁ ἀὴρ τούτου σβεννυ‐ μένου, ἀλλὰ καὶ εὐθέως ἅμα τῇ σβέσει ἐσκοτίζετο. τὸ οὖν παραπλήσιον τούτῳ συμβαίνειν καὶ ἐπὶ τῆς σελήνης, ὁπότε ἐμπίπτει εἰς τὴν σκιὰν τῆς γῆς, οὐδέν, οἶμαι, θαυμαστόν· τοιαύτη γὰρ ἡ τῶν λεπτομερῶν σωμάτων φύσις. Ζητεῖται κἀκεῖνο κατὰ τὸν τόπον, πῶς ἐν ταῖς ἡλιακαῖς τῶν ἐκλείψεων | |
125 | οὐ δι’ ὅλης αὐτῆς αἱ τοῦ ἡλίου ἀκτῖνες διικνούμεναι φῶς πέμπουσιν, ὥσπερ διὰ τῶν νεφῶν παχυτέρων τῆς σελήνης ὄντων. ὁ οὖν Ποσειδώ‐ νιός φησιν, ὅτι οὐ μόνη ἡ ἐπιφάνεια τῆς σελήνης λαμπρύνεται ὑπὸ τοῦ ἡλίου, καθάπερ καὶ τὰ στερεὰ τῶν σωμάτων μόνην τὴν ἐπιφάνειαν ἔχει λαμπρυνομένην, ἀλλ’ ἐπὶ πλεῖστον μὲν ἔχει τὰς ἀπὸ τοῦ ἡλίου ἀκτῖνας | 219 |
130 | διικνουμένας ἅτε μανὸν σῶμα ὑπάρχουσα, οὐ μὴν μέχρι γε παντός· καὶ γὰρ βαθυτάτη ἐστὶ πάνυ μεγάλην ἔχουσα τὴν διάμετρον, καὶ ὁ ἥλιος οὐκ ὀλίγον ἀπ’ αὐτῆς διέστηκεν· ὁ δὲ νεφώδης ἀὴρ ῥᾳδίως διικνουμένας ἔχει τὰς ἀκτῖνας ἅτε μηδὲν ἔχων βάθος. τάχα δὲ ἄν τις φαίη οὐκ ἀσκόπως καὶ ἰδιοτροπίαν τινὰ εἶναι τοῦ περὶ τὴν σελήνην πυκνώματος, δι’ οὗ οὐχ οἷόν | |
135 | τε τὰς ἡλιακὰς ἐκπίπτειν ἀκτῖνας. | |
292(n) | Kleomedes 194,3—11 | |
1 | Πάντων τοίνυν τῶν ἄστρων ἡ σελήνη προσγειοτάτη καθάπερ ἐδείχθη (F 291 [178,26]) ὑπάρχουσα ἀερομιγὲς καὶ ζοφωδέστερον ἔχει σῶμα. καὶ τοῦτο μάλιστα γίνεται καταφανὲς ἐν ταῖς εἰλικρινέσι τῶν ἐκλείψεων αὐτῆς. ὥσπερ οὖν καὶ τἆλλα πάντα τῶν μὴ πάντη πυρίνων σωμάτων | |
5 | πέφυκεν ὁ ἥλιος λαμπρύνειν, οὕτω καὶ τῇ σελήνῃ ἐπιβάλλων τὰς ἀκτῖνας λαμπρύνει αὐτὴν ἅμα τε πεπιλημένην καὶ ἀερομιγῆ ὑπάρχουσαν. λαμ‐ πρύνεται οὖν αὐτῆς τὸ πρὸς τὸν ἥλιον τετραμμένον. | |
293(n) | Kleomedes 222,28—224,28 | |
1 | Πολλῶν δὲ καὶ παντοδαπῶν περὶ τὸν ἀέρα παθῶν συνίστασθαι πεφυκό‐ των οὐκ ἂν εἴη ἀδύνατον, ἤδη καταδεδυκότος τοῦ ἡλίου καὶ ὑπὸ τὸν ὁρίζοντα ὄντος φαντασίαν ἡμῖν προσπεσεῖν ὡς μηδέπω καταδεδυκότος αὐτοῦ, ἢ νέφους παχυτέρου πρὸς τῇ δύσει ὄντος καὶ λαμπρυνομένου ὑπὸ | |
5 | τῶν ἡλιακῶν ἀκτίνων καὶ ἡλίου ἡμῖν φαντασίαν ἀποπέμποντος ἢ ἀνθη‐ λίου γενομένου. καὶ γὰρ τοιαῦτα πολλὰ φαντάζεται ἐν τῷ ἀέρι, καὶ μά‐ λιστα περὶ τὸν Πόντον. δύναιτο δ’ ἂν καὶ ἡ ἀπὸ τῶν ὀμμάτων ἀποχεομένη ἀκτὶς ἐνίκμῳ καὶ νοτερῷ τῷ ἀέρι ἐντυγχάνουσα κατακλᾶσθαι καὶ ἐντυγ‐ χάνειν τῷ ἡλίῳ ἤδη ὑπὸ τοῦ ὁρίζοντος κεκρυμμένῳ. τούτῳ γάρ τι ὅμοιον | |
10 | καὶ παρ’ ἡμῖν γίνεσθαι τετήρηται. ἐὰν γὰρ εἰς ποτήριον ἢ ἕτερόν τι σκεῦος χρυσοῦς δακτύλιος ἐμβληθῇ, ἐὰν μὲν κενὸν ᾖ τὸ σκεῦος, ἐκ συμ‐ μέτρου διαστήματος οὐχ ὁρᾶται τὸ ἐγκείμενον ἅτε ἀκωλύτως τοῦ ὁρατι‐ κοῦ πνεύματος κατὰ τὰ χείλη τοῦ σκεύους διεκθέοντος ἐπ’ εὐθείας. ὁπόταν μέντοι ὕδατος ἐμπλησθῇ, ὡς γενέσθαι ἰσοχειλές, ὁρᾶται ἐκ τοῦ αὐτοῦ | |
15 | διαστήματος ἐγκείμενος τῷ σκεύει ὁ δακτύλιος οὐκέτι κατὰ τὰ χείλη διεκθέοντος τοῦ ὁρατικοῦ πνεύματος, ἀλλ’ ἐφαπτομένου τοῦ ὕδατος κατὰ τὰ χείλη τοῦ πεπλησμένου καὶ οὕτω κατακλωμένου καὶ εἰς τὸ βάθος τοῦ σκεύους ἰόντος καὶ τῷ δακτυλίῳ ἐντυγχάνοντος. δύναιτ’ ἂν οὖν τι καὶ ἐπὶ νοτεροῦ καὶ διύγρου ἀέρος παραπλήσιον ἀπαντῆσαι, ὡς κατακλασθεῖ‐ | |
20 | σαν τὴν ἀπὸ τοῦ ὄμματος ἀκτῖνα ὑπὸ τὸν ὁρίζοντα νεῦσαι καὶ ἤδη κατα‐ δεδυκότι τῷ ἡλίῳ ἐντυχεῖν, ὡς φαντασίαν ἐγγενέσθαι ἔτι ὑπὲρ τὸν | |
ὁρίζοντα εἶναι αὐτόν. | 220 | |
294(n) | Kleomedes 226,9—14 | |
1 | Λέγεται δ’ ἡ μὲν σελήνη πλέον ἀφίστασθαι ἐφ’ ἑκάτερα τοῦ διὰ μέσων τῶν ζῳδίων τῶν ἄλλων πλανήτων, εἶτα μετ’ αὐτὴν ἡ Ἀφροδίτη, μοῖρας πέντε ἐφ’ ἑκάτερον ἰοῦσα κατὰ τὴν πλανητικὴν κίνησιν, Ἑρμῆς δ’ ἀνὰ τέτταρας, Ἄρης δὲ καὶ Ζεὺς ἀνὰ δύο καὶ ἥμισυ μοίρας, Κρόνος ἀνὰ μίαν | |
5 | ἑκατέρωθεν. | |
295(n) | Plutarch de facie 929d | |
1 | Ὃ δὲ λέγει Ποσειδώνιος, ὡς ὑπὸ βάθους τῆς σελήνης οὐ περαιοῦται δι’ αὐτῆς τὸ τοῦ ἡλίου φῶς πρὸς ἡμᾶς, ἐλέγχεται καταφανῶς. ὁ γὰρ ἀὴρ ἄπλετος ὢν καὶ βάθος ἔχων πολλαπλάσιον τῆς σελήνης ὅλος ἐξηλιοῦται καὶ καταλάμπεται ταῖς αὐγαῖς. | |
296(n) | Plutarch de facie 932c | |
1 | Ὁ δὲ Ποσειδώνιος ὁρισάμενος οὕτως τόδε τὸ πάθος· ‘ἔκλειψίς ἐστιν 〈ἡλίου σελήνης καὶ〉 ἡλίον σύνοδοσ‘ σκιᾶς σελήνης [ης] τὴν ἔκλειψιν 〈ἐπὶ γῆς ποιούσησ〉· ἐκείνοις γὰρ μόνοις ἔκλειψίς ἐστιν, ὧν ἂν ἡ σκιὰ τῆς σελήνης καταλαβοῦσα τὴν ὄψιν ἀντιφράξῃ πρὸς τὸν ἥλιον. ὁμολογῶν δὲ | |
5 | σκιὰν τῆς σελήνης φέρεσθαι πρὸς ἡμᾶς, οὐκ οἶδ’ ὅ τι λέγειν ἑαυτῷ κατα‐ λέλοιπεν· ἄστρου γὰρ σκιὰν ἀδύνατον γενέσθαι· τὸ γὰρ ἀφώτιστον σκιὰ | |
λέγεται, τὸ δὲ φῶς οὐ ποιεῖ σκιὰν, ἀλλ’ ἀναιρεῖν πέφυκεν. | 221 | |
298b(n) | Aetios 366,1—3 | |
1 | Ποσειδώνιος πυρὸς σύστασιν ἄστρου μὲν μανωτέραν, αὐγῆς δὲ πυκνοτέραν (sc. τὸν γαλαξίαν). | |
299(n) | Simplicius cael. 699,14—700,8 | |
1 | Καὶ ἡ μὲν ὅλη τοῦ λόγου συναγωγὴ τοιαύτη· τὸ ἐπὶ τὸν οἰκεῖον τόπον φερόμενον ἐπὶ τὸ περιέχον φέρεται· τὸ ἐπὶ τὸ περιέχον φερόμενον ἐπὶ τὸ ὅμοιον φέρεται. εἰπὼν δέ, ὅτι ὁ τόπος ἐστὶ τὸ τοῦ περιέχοντος πέρας, ἐπήγαγεν· περιέχει δὲ πάντα τὰ κινούμενα, οὐχ ἁπλῶς, ἀλλ’ ἄνω καὶ | |
5 | κάτω, τό τε ἔσχατον καὶ τὸ μέσον· τὸ γὰρ κυκλοφορητικὸν σῶμα αὐτὸ ὂν τὸ ἔσχατον οὐ περιέχεται ὑπὸ τοῦ ἐσχάτου καὶ τοῦ μέσου, ἀλλὰ μόνα τὰ ἄνω καὶ κάτω κινούμενα. τοῦτο δὲ οὐ μάτην, οἶμαι, προσέθηκεν, ἀλλ’ ἐνδεικνύμενος, ὅτι τῶν μὲν ἐπὶ τὸ ἄνω κινουμένων τὸ ὑπερκείμενόν ἐστι περιεκτικὸν τοῦ ὑποκειμένου, ὥσπερ τὸ πῦρ τοῦ ἀέρος, τῶν δὲ ἐπὶ τὸ | |
10 | κάτω τὸ ὑποκείμενον· ταῦτα γὰρ πλησιαίτερα τῶν περιεχόντων ἐστὶ τοῦ τε ἐσχάτου καὶ τοῦ μέσου. τὸ δὲ περιέχον, φησί, τρόπον τινὰ εἶδος γίνεται τοῦ περιεχομένου, ὃ περιεχόμενον εἶπεν ὡς ἐφεξῆς κείμενον· εἰ γὰρ τοῖς μὲν τὸ εἶδος ὁ ἄνω τόπος δίδωσι κούφοις τότε γινομένοις, ὅταν ἐν τῷ ἄνω τόπῳ γένωνται, τοῖς δὲ βαρέσι τὸ κάτω, τῷ μὲν πυρὶ τὸ ἔσχατον | |
15 | ἄνω ἐστὶ τὸ εἶδος ὡς ἐν ἐκείνῳ τὸ τέλειον ἔχοντι, τῷ δὲ ἀέρι τὸ πῦρ, ὅτι μέχρι ἐκείνου ἡ ἄνοδος· καὶ πάλιν τῇ μὲν γῇ τὸ μέσον ἐστὶν εἶδος, τῷ δὲ ὕδατι ἡ γῆ, διότι τὸ ὕδωρ ἐν γῇ γενόμενον ὡς τὸ ἑαυτοῦ εἶδος ἀπει‐ ληφὸς τὸ κατὰ βάρος ἠρεμεῖ. καί ἐστι τὰ μὲν εἴδει ἀνάλογα τὰ ἄκρα ὡς εἰδοποιὰ τῶν ἐφεξῆς κειμένων, τὰ δὲ ὕλῃ τὰ μέσα ὡς εἰδοποιούμενα | |
20 | παρ’ ἐκείνων· τὸ μὲν γὰρ πῦρ τῷ ἀέρι κουφότητα ἐνδίδωσιν, ἡ δὲ γῆ τῷ ὕδατι βαρύτητα. ἄλλος δὲ οὗτος ὁ τρόπος ἐστὶ τῆς εἰς τὰ εἰδικὰ καὶ ὑλικὰ τῶν τεσσάρων στοιχείων διαιρέσεως καὶ ἄλλος ἐκεῖνος, καθ’ ὃν τὰ μὲν βαρέα καὶ ψυχρὰ ὕλης λόγον ἔχειν, τὰ δὲ κοῦφα καὶ θερμὰ εἴδους, αὐτός τε Ἀριστοτέλης ἐν ἄλλοις λέγει (cf. Περὶ γενέσεως καὶ φθορᾶς 2,8) καὶ | |
25 | Θεόφραστος ἐν τῷ Περὶ τῆς τῶν στοιχείων γενέσεως, καὶ Ποσειδώνιος | |
ὁ Στωϊκὸς παρὰ τούτων λαβὼν πανταχοῦ χρῆται. | 222 | |
300(n) | Plutarch prim. frig. 951f—952a | |
1 | Λιβύης μὲν γὰρ ἔνθερμος ἡ πολλὴ καὶ ἄνυδρος, Σκυθίαν δὲ καὶ Θρᾴκην καὶ Πόντον οἱ πεπλανημένοι λίμνας τε μεγάλας ἔχειν καὶ ποταμοῖς διαρ‐ ρεῖσθαι βαθέσι καὶ πολλοῖς ἱστοροῦσιν· αὐτῶν τε τῶν ἐν μέσῳ τόπων τὰ παράλιμνα καὶ ἑλώδη ψῦχος ἔχει μάλιστα διὰ τὰς ἀπὸ τῶν ὑγρῶν ἀνα‐ | |
5 | θυμιάσεις· Ποσειδώνιος δὲ τῆς ψυχρότητος αἰτίαν εἰπὼν τὸ πρόσφατον εἶναι τὸν ἕλειον ἀέρα καὶ νοτερὸν οὐκ ἔλυσε τὸ πιθανόν, ἀλλὰ πιθανώτερον ἐποίησεν· οὐ γὰρ ἂν ἐφαίνετο τοῦ ἀέρος ὁ πρόσφατος ἀεὶ ψυχρότερος, εἰ μὴ τὸ ψυχρὸν ἐν τοῖς ὑγροῖς τὴν γένεσιν εἶχε. βέλτιον οὖν Ὅμηρος εἰπὼν (Od. 5, 469) | |
10 | αὔρη δ’ ἐκ ποταμοῦ ψυχρὴ 〈πνέει〉 ἠῶθι πρό τὴν πηγὴν τῆς ψυχρότητος ἔδειξεν. | |
301(n) | Aetios 356—357 | |
1 | Ποσειδώνιος δὲ καὶ οἱ πλεῖστοι τῶν Στωϊκῶν μικτὴν (sc. τὴν σελήνην) ἐκ πυρὸς καὶ ἀέρος. —⸢μείζονα δὲ τῆς γῆς, ὡς καὶ τὸν ἥλιον. —⸣ σφαι‐ ροειδῆ δὲ τῷ σχήματι· σχηματίζεσθαι δὲ αὐτὴν πολλαχῶς, καὶ γὰρ πανσέληνον γινομένην καὶ διχότομον καὶ ἀμφίκυρτον καὶ μηνοειδῆ. | |
302(n) | Aetios 338a18f. und Apparat | |
1 | Ποσειδώνιος οὐκ ἄπειρον (τὸ ἐκτὸς τοῦ κόσμου κενόν), ἀλλ’ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ Περὶ κενοῦ. | |
303a(n) | Aratea 149,11—150,11; 16b24 Martin | |
1 | Τὴν δὲ τῶν Φαινομένων ὑπόθεσιν παρέβαλεν αὐτῷ ὁ Ἀντίγονος δοὺς τὸ Εὐδόξου σύγγραμμα καὶ κελεύσας ἕπεσθαι αὐτῷ. ὅθεν τινὲς τῶν ἁπαλω‐ τέρως προσερχομένων ταῖς ἐξηγήσεσιν ἔδοξαν μὴ μαθηματικὸν εἶναι τὸν Ἄρατον· ὑπέλαβον γὰρ μηδὲν ἕτερον τῶν Εὐδόξου Φαινομένων ποι‐ | |
5 | ήσαντα αὐτὸν εἰς τὸ σύγγραμμα θεῖναι. ταύτης δὲ τῆς γνώμης ἔχεται καὶ Ἵππαρχος ὁ Βιθυνός· ἐν γὰρ τοῖς Πρὸς Εὔδοξον καὶ Ἄρατον πειρᾶται τοῦτο ἀποδεικνύναι. συναγορεύει δὲ αὐτῷ καὶ Διονύσιος ἐν τῷ Περὶ 〈... καὶ Ποσειδώνιος ἐν α〉 Συγκρίσεως Ἀράτου καὶ Ὁμήρου περὶ τῶν μαθη‐ ματικῶν· ‘ὥσπερ γάρ‘ φησίν ‘οὐ τίθεμεν αὐτὸν ἰατρὸν εἶναι γράψαντα | |
10 | Ἰατρικὰς δυνάμεις, οὐδὲ μαθηματικὸν θήσομεν οὐδὲ ξένον εἰπόντα τῶν | |
Εὐδόξου.‘ | 223 | |
304(n) | Diog. Laert. 7,142f. | |
1 | Γίνεσθαι δὲ τὸν κόσμον ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δι’ ἀέρος εἰς ὑγρό‐ τητα, εἶτα τὸ παχυμερὲς αὐτοῦ συστὰν ἀποτελεσθῇ γῆ, τὸ δὲ λεπτομερὲς ἐξαραιωθῇ, καὶ τοῦτ’ ἐπὶ πλέον λεπτυνθὲν πῦρ ἀπογεννήσῃ. εἶτα κατὰ μῖξιν ἐκ τούτων φυτά τε καὶ ζῷα καὶ τὰ ἄλλα γένη. περὶ δὴ οὖν τῆς | |
5 | γενέσεως καὶ φθορᾶς τοῦ κόσμου φησὶ Ζήνων μὲν ἐν τῷ Περὶ ὅλου, Χρύσιππος δ’ ἐν τῇ α τῶν Φυσικῶν καὶ Ποσειδώνιος ἐν α Περὶ κόσμου καὶ Κλεάνθης καὶ Ἀντίπατρος ἐν τῷ Περὶ κόσμου. Παναίτιος δ’ ἄφθαρ‐ τον ἀπεφήνατο τὸν κόσμον. Ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμψυχον καὶ νοερὸν καὶ | |
10 | Χρύσιππος ἐν α φησὶν Περὶ προνοίας καὶ Ἀπολλόδωρος [φησὶν] ἐν τῇ Φυσικῇ καὶ Ποσειδώνιος· ζῷον μὲν οὕτως ὄντα, οὐσίαν ἔμψυχον αἰσθη‐ τικήν. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου κρεῖττον· οὐδὲν δὲ τοῦ κόσμου κρεῖττον· ζῷον ἄρ’ ὁ κόσμος. ἔμψυχον δέ, ὡς δῆλον ἐκ τῆς ἡμετέρας ψυχῆς ἐκεῖθεν οὔσης ἀποσπάσματος. | |
305(n) | Sext. Emp. 9,28 | |
1 | Τῶν δὲ νεωτέρων Στωικῶν φασί τινες τοὺς πρώτους καὶ γηγενεῖς τῶν ἀνθρώπων κατὰ πολὺ τῶν νῦν συνέσει διαφέροντας γεγονέναι, ὡς πάρεστι μαθεῖν ἐκ τῆς ἡμῶν πρὸς τοὺς ἀρχαιοτέρους καὶ ἥρωας ἐκείνους 〈συμ‐ βλήσεωσ〉, ὥσπερ τι περιττὸν αἰσθητήριον σχόντας τὴν ὀξύτητα τῆς | |
5 | διανοίας, ἐπιβεβληκέναι τῇ θείᾳ φύσει καὶ νοῆσαί τινας δυνάμεις θεῶν. | |
306(n) | Diodor 1,7,3—6; 1,10,2.6f. | |
1 | Ταύτην δὲ τὸ μὲν πρῶτον τοῦ περὶ τὸν ἥλιον πυρὸς καταλάμψαντος πῆξιν λαβεῖν, ἔπειτα διὰ τὴν θερμασίαν ἀναζυμουμένης τῆς ἐπιφανείας συνοι‐ δῆσαί τινα τῶν ὑγρῶν κατὰ πολλοὺς τόπους, καὶ γενέσθαι περὶ αὐτὰ σηπεδόνας ὑμέσι λεπτοῖς περιεχομένας· ὅπερ ἐν τοῖς ἕλεσι καὶ τοῖς | |
5 | λιμνάζουσι τῶν τόπων ἔτι καὶ νῦν ὁρᾶσθαι γινόμενον, ἐπειδὰν τῆς χώρας κατεψυγμένης ἄφνω διάπυρος ὁ ἀὴρ γένηται, μὴ λαβὼν τὴν μεταβολὴν ἐκ τοῦ κατ’ ὀλίγον. ζωογονουμένων δὲ τῶν ὑγρῶν διὰ τῆς θερμασίας τὸν | |
εἰρημένον τρόπον τὰς μὲν νύκτας λαμβάνειν αὐτίκα τὴν τροφὴν ἐκ τῆς πιπτούσης ἀπὸ τοῦ περιέχοντος ὀμίχλης, τὰς δ’ ἡμέρας ὑπὸ τοῦ καύματος | 224 | |
10 | στερεοῦσθαι· τὸ δ’ ἔσχατον τῶν κυοφορουμένων τὴν τελείαν αὔξησιν λαβόντων, καὶ τῶν ὑμένων διακαυθέντων τε καὶ περιρραγέντων, ἀνα‐ φυῆναι παντοδαποὺς τύπους ζῴων. τούτων δὲ τὰ μὲν πλείστης θερμασίας κεκοινωνηκότα πρὸς τοὺς μετεώρους τόπους ἀπελθεῖν γενόμενα πτηνά, τὰ δὲ γεώδους ἀντεχόμενα συγκρίσεως ἐν τῇ τῶν ἑρπετῶν καὶ τῶν ἄλλων | |
15 | τῶν ἐπιγείων τάξει καταριθμηθῆναι, τὰ δὲ φύσεως ὑγρᾶς μάλιστα μετει‐ ληφότα πρὸς τὸν ὁμογενῆ τόπον συνδραμεῖν, ὀνομασθέντα πλωτά. τὴν δὲ γῆν ἀεὶ μᾶλλον στερεουμένην ὑπό τε τοῦ περὶ τὸν ἥλιον πυρὸς καὶ τῶν πνευμάτων τὸ τελευταῖον μηκέτι δύνασθαι μηδὲν τῶν μειζόνων ζωο‐ γονεῖν, ἀλλ’ ἐκ τῆς πρὸς ἄλληλα μίξεως ἕκαστα γεννᾶσθαι τῶν ἐμψύχων. | |
20 | Τῆς δ’ ἐξ ἀρχῆς παρ’ αὐτοῖς ζωογονίας τεκμήριον πειρῶνται φέρειν τὸ καὶ νῦν ἔτι ... κατὰ τὴν ἐπίκλυστον Αἴγυπτον ἐν τοῖς ὀψίμοις τῶν ὑδάτων φανερῶς ὁρᾶσθαι γεννωμένας φύσεις ἐμψύχων· ὅταν γὰρ τοῦ ποταμοῦ τὴν ἀναχώρησιν ποιουμένου τὴν πρώτην τῆς ἰλύος ὁ ἥλιος διαξηράνῃ, φασὶ συνίστασθαι ζῷα, τινὰ μὲν εἰς τέλος ἀπηρτισμένα, | |
25 | τινὰ δὲ ἡμιτελῆ καὶ [πρὸς] αὐτῇ συμφυῆ τῇ γῇ. | |
307(n1) | Stobaeus I 468,7—470,11: Excerptum Hermeticum XXVI | |
n2 | S. 85 Nock—Fest. | |
1 | “Τί δέ ἐστιν”, Ὧρος εἶπε, “τὸ φύραμα τοῦτο, ὦ τεκοῦσα”; Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς κράσεως καὶ συνόδου ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν 〈τῷ〉 σώματι, ἀμφοτέροις μεταδιδούς, τουτέστι τῷ σώματι καὶ | |
5 | τῇ ψυχῇ, τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ διαφοραὶ τῶν ψυχικῶν καὶ τῶν σωματικῶν ἐναλλοιώσεων γίνονται. εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν διάπηξιν πλεονάσειε τὸ πῦρ, τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα, ἐκπυρωδεστέρα γεναμένη, ποιεῖ τὸ ζῷον ἐνεργότερον καὶ θυμικόν, τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκίνητον· | |
10 | εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα καὶ κοῦφον καὶ πηδητικὸν καὶ ἀνέ‐ δραστον γίνεται τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι. εἰ δὲ τὸ ὕδωρ πλεονάσειε, τὸ τηνικαῦτα καὶ τὸ ζῷον τῇ μὲν ψυχῇ γίγνεται εὔρουν τε καὶ εὐφυὲς καὶ εὐπερίχυτον ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνά‐ μενον, διὰ τὸ πρὸς τὰ ἄλλα ἑνωτικὸν καὶ κολλητικὸν τοῦ ὕδατος· ἐφιζάνει | |
15 | γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν εἰς ἑαυτὸ ἀναλύει καὶ περιλαμβάνει, ὀλίγον δ’ ὑπάρχον καὶ καταδεῦσαν, ἐκεῖνο γίγνεται ᾧ ἐμίγη. τὰ μέντοι σώματα ὑπὸ πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐκ ἄγεται, ἀλλὰ μικρᾷ τινι νόσου ἀφορμῇ λύεται, καὶ τοῦ ἰδίου συνδέσμου κατ’ ὀλίγον | |
ἐκπίπτει. εἰ δὲ τὸ γεῶδες πλεονάσειε, τὸ τηνικαῦτα ἀμβλεῖα μὲν τοῦ | 225 | |
20 | ζῴου ἡ ψυχὴ γίνεται, οὐκ ἔχουσα τὴν σωματικὴν ἀραιότητα εὔλυτον οὐδὲ τὸ δι’ οὗ πηδήσεται, πεπαχυμμένων τῶν αἰσθητικῶν μελῶν, ἀλλὰ ἔνδον μένει παρ’ ἑαυτῇ ὑπὸ βάρους καὶ πυκνότητος πεδηθεῖσα, τὸ δὲ σῶμα στερεὸν μέν, ἀλλὰ ἀργὸν καὶ βαρὺ καὶ μετὰ βίας ὑπὸ τῆς προαιρέσεως μετακινούμενον. εἰ δὲ σύμμετρος γένοιτο ἡ πάντων κρᾶσις, τότε τὸ ζῷον | |
25 | θερμὸν εἰς πρᾶξιν, κοῦφον δὲ εἰς κίνησιν, εὔκρατον δὲ εἰς ἁφήν, γενναῖον δὲ εἰς πῆξιν κατασκευάζεται. Ὅσα οὖν τῷδε τῷ λόγῳ κεκοινώνηκε πλείονος μὲν πυρὸς καὶ πνεύ‐ ματος, ταῦτα ἀπωρνέωται καὶ ἄνω παρ’ ἐκείνοις πολιτεύεται τοῖς στοι‐ χείοις, ἐξ ὧν καὶ ἐγένετο. ὅσα δὲ πλείονος μὲν πυρός, ὀλίγου δὲ πνεύ‐ | |
30 | ματος, ὕδατος δὲ καὶ γῆς ἴσης, ταῦτα ἀπηνθρώπισται, καὶ τῷ ζῴῳ τὸ περισσὸν τοῦ θερμοῦ εἰς σύνεσιν ἐτράπη· ὁ γὰρ ἐν ἡμῖν νοῦς θερμόν τι χρῆμά ἐστιν, ὃ καίειν μὲν οὐκ οἶδε, διαδύνει δὲ κατὰ πάντων καὶ ἐφίστα‐ ται. ὅσα δὲ πλείονος μὲν ὕδατος, πλείονος δὲ γῆς, μετρίου δὲ πνεύματος, καὶ ὀλίγου δὲ πυρός, ταῦτα τεθηρίωται, τῇ δὲ τοῦ θερμοῦ περιουσίᾳ | |
35 | ἀλκιμώτερα γέγονε τῶν ἄλλων. ὅσα δὲ γῆς καὶ ὕδατος ἴσων κεκοινώνηκε, ταῦτα ἀφηρπέτωται καὶ τῇ τοῦ πυρὸς στερήσει ἄτολμα γέγονε καὶ ἀπαρ‐ ρησίαστα, τῇ δὲ τοῦ ὕδατος κοινωνίᾳ ψυχρὰ ἐγένετο, τῇ δὲ τῆς γῆς βαρέα καὶ νωθρά, τῇ δὲ τοῦ πνεύματος εὐκίνητα, εἰ 〈ἐν〉 προαιρέσει τὸ κινεῖσθαι. ὅσα δὲ πλείονος μὲν ὑγροῦ, ὀλίγου δὲ ξηροῦ, ταῦτα ἀπιχθύωται καὶ τῇ | |
40 | μὲν τοῦ θερμοῦ καὶ ἀέρος στερήσει δειλά ἐστι καὶ αὐτά, τῇ δὲ τοῦ ὑγροῦ περιουσίᾳ καὶ τῇ τοῦ γεώδους παρουσίᾳ ἐν λελυμένῃ γῇ καὶ ὕδατι διὰ τὸ συγγενὲς κατοικεῖ. | |
308a(n) | Plutarch prim. frig. 952b | |
1 | Ὅλως τὸ μὲν πῦρ διαστατικόν ἐστι καὶ διαιρετικόν, τὸ δ’ ὕδωρ κολλητικὸν καὶ σχετικόν, τῇ ὑγρότητι συνέχον. | |
308b(n) | Philo op. 38 | |
1 | Κόλλα γάρ τίς ἐστιν ἡ μεμετρημένη γλυκεῖα νοτὶς τῶν διεστηκότων. | |
308c(n) | Philo op. 131 | |
1 | Τὸ δὲ γλυκὺ καὶ πότιμον ὕδωρ διέκρινεν (Μωυσῆς) ἀπὸ τοῦ θαλαττίου προσκατατάξας αὐτὸ τῇ γῇ ... διὰ τὴν λεχθεῖσαν αἰτίαν πρότερον, ἵν’ ὡς ἂν ὑπὸ δεσμοῦ συνέχηται γλυκείᾳ ποιότητι κόλλης τρόπον ἑνούσῃ ... συνέχεται δὲ καὶ διαμένει τὰ μὲν πνεύματος ἑνωτικοῦ δυνάμει, τὰ δὲ τῆς | |
5 | νοτίδος οὐκ ἐώσης ἀφαυαινομένην κατὰ τρύφη μικρὰ καὶ μεγάλα θρύπτε‐ | |
σθαι. | 226 | |
308d(n) | Proklos Tim. II 43,24 | |
1 | Τὸ κολλητικὸν καὶ ἑνωτικὸν τοῦ ὕδατος. | |
308e(n) | Stobaeus I 468,24; cf. F 307 | |
1 | Διὰ τὸ πρὸς τὰ ἄλλα ἑνωτικὸν καὶ κολλητικὸν τοῦ ὕδατος. | |
308f(n) | Plotin II 1,6,25 | |
1 | Κόλλαν γὰρ εἶναι τῇ γῇ τὴν ὕδατος ὑγρότητα. | |
309a(n1) | Nemesios c. 1 S. 38—43 (eingerückt b c. 2,121f.);43—45;48—52; | |
n2 | 55; 58—66 Matth. | |
1 | Γνώριμον δὲ ὅτι καὶ τοῖς ἀψύχοις κοινωνεῖ (ὁ ἄνθρωπος) καὶ τῆς τῶν ἀλόγων ζῴων μετέχει ζωῆς καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν· τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ τὴν θρεπτικὴν καὶ | |
5 | σπερματικὴν δύναμιν· τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μέν, ἐξ ἐπιμέτρου δὲ κατά τε τὴν καθ’ ὁρμὴν κίνησιν καὶ κατὰ τὴν ὄρεξιν καὶ τὸν θυμὸν καὶ τὴν αἰσθητικὴν καὶ ἀναπνευστικὴν δύναμιν· ταῦτα γὰρ ἅπαντα κοινὰ τοῖς ἀνθρώποις καὶ τοῖς ἀλόγοις ἐστίν, εἰ καὶ μὴ πᾶσι πάντα. συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι, λογιζόμενος καὶ | |
10 | νοῶν καὶ κρίνων ἕκαστα, καὶ τὰς ἀρετὰς μεταδιώκων, καὶ τῶν ἀρετῶν τὸν κολοφῶνα τὴν εὐσέβειαν ἀσπαζόμενος. δι’ ὃ καὶ ὥσπερ ἐν μεθορίοις ἐστὶ νοητῆς καὶ αἰσθητῆς οὐσίας, συναπτόμενος κατὰ μὲν τὸ σῶμα καὶ τὰς σωματικὰς δυνάμεις τοῖς ἀλόγοις ζῴοις τε καὶ τοῖς ἀψύχοις, κατὰ δὲ τὸ λογικὸν ταῖς ἀσωμάτοις οὐσίαις, ὡς εἴρηται πρότερον. ὁ γὰρ δη‐ | |
15 | μιουργὸς ἐκ τοῦ κατ’ ὀλίγον ἔοικεν ἐπισυνάπτειν ἀλλήλαις τὰς διαφόρους φύσεις, ὥστε μίαν εἶναι καὶ συγγενῆ τὴν πᾶσαν ⸢κτίσιν⸣. ἐξ οὗ μάλιστα δείκνυται εἷς ὢν ὁ πάντων τῶν ὄντων δημιουργός. οὐ γὰρ μόνον ἥνωσε τὴν ὕπαρξιν τῶν κατὰ μέρος ἀτόμων, ἀλλὰ καὶ ἕκαστα πρὸς ἄλληλα συνήρμοσεν οἰκείως. ὥσπερ γὰρ ἐν ἑκάστῳ τῶν ζῴων ἥνωσε τὰ ἀναί‐ | |
20 | σθητα τοῖς αἰσθητικοῖς, ὀστοῦν καὶ πιμελὴν καὶ τρίχας καὶ τὰ ἄλλα τὰ | |
ἀναίσθητα τοῖς αἰσθητικοῖς νεύροις, καὶ ἐποίησεν ἐξ ἀναισθήτων καὶ αἰσθητικῶν συγκείμενον τὸ ζῷον, καὶ οὐ μόνον συγκείμενον, ἀλλὰ καὶ ἓν ὂν ἀπέδειξεν· οὕτω καὶ ἐπὶ τῆς ἄλλης κατ’ εἶδος ⸢κτίσεωσ⸣ πεποίηκε συνάπτων ἀλλήλοις τῇ κατ’ ὀλίγον οἰκειότητι καὶ παραλλαγῇ τῆς φύ‐ | 227 | |
25 | σεως, ὡς μὴ κατὰ πολὺ διεστάναι τὰ πάντῃ ἄψυχα τῶν ἐχόντων φυτῶν τὴν θρεπτικὴν δύναμιν, μηδ’ αὖ ταῦτα τῶν ἀλόγων καὶ αἰσθητικῶν ζῴων, μήτε μὴν τὰ ἄλογα τῶν λογικῶν ἀπηλλοτριῶσθαι πάντῃ καὶ ἀσύμβατα καὶ ἄνευ δεσμοῦ τινος εἶναι συμφυοῦς καὶ φυσικοῦ. διαλλάττει μὲν γὰρ καὶ λίθος λίθου δυνάμει τινί, ἀλλ’ ἡ μαγνῆτις λίθος ἐξεληλυθέναι δοκεῖ | |
30 | τὴν τῶν ἄλλων λίθων φύσιν τε καὶ δύναμιν ἐν τῷ προφανῶς ἕλκειν πρὸς ἑαυτὴν καὶ κατέχειν τὸν σίδηρον, ὥσπερ τροφὴν αὐτὸν ποιήσασθαι βου‐ λομένη, καὶ μὴ μόνον ἐφ’ ἑνὸς σιδήρου τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἄλλον δι’ ἄλλου κατέχειν τῷ μεταδιδόναι τοῖς ἐχομένοις πᾶσι τῆς δυνάμεως ἑαυτῆς. κατέχει γοῦν καὶ ὁ σίδηρος σίδηρον, ὅταν ὑπὸ τῆς μαγνήτιδος ἔχηται. | |
35 | εἶτα πάλιν ἑξῆς ἀπὸ τῶν φυτῶν ἐπὶ τὰ ζῷα μετιών, οὐκ ἀθρόως ἐπὶ τὴν μεταβατικὴν καὶ αἰσθητικὴν ὥρμησε φύσιν· ἀλλ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐπὶ ταύτην ἐμμελῶς προῆλθε. τὰς γὰρ πίννας καὶ τὰς ἀκαλύφας ὥσπερ αἰσθητικὰ δένδρα κατεσκεύασεν. ἐρρίζωσε μὲν γὰρ αὐτὰς ἐν τῇ θαλάσσῃ δίκην φυτῶν, καὶ ὥσπερ ξύλα τὰ ὄστρακα περιέθηκε καὶ ἔστησεν ὥσπερ | |
40 | φυτά. αἴσθησιν δὲ αὐταῖς ἐνέθηκε τὴν ἁπτικὴν, τὴν κοινὴν πάντων ζῴων αἴσθησιν, ὡς κοινωνεῖν τοῖς μὲν φυτοῖς κατὰ τὸ ἐρριζῶσθαι καὶ ἑστάναι, τοῖς δὲ ζῴοις κατὰ τὴν ἁφήν. τὸν γοῦν σπόγγον, καίτοι προσπεφυκότα ταῖς πέτραις, καὶ συστέλλεσθαι καὶ ἀνοίγεσθαι ἢ μᾶλλον ἐκτείνεσθαι, ὅταν προσιόντος αἴσθηταί τινος, Ἀριστοτέλης ἱστόρησε. διὸ τὰ τοιαῦτα | |
45 | πάντα ζῳόφυτα καλεῖν ἔθος ἔχουσιν οἱ παλαιοὶ τῶν σοφῶν. πάλιν δὲ ταῖς πίνναις καὶ τοῖς τοιούτοις συνῆψε τὴν τῶν μεταβατικῶν μὲν ζῴων γένεσιν, μακρὰν δὲ προελθεῖν μὴ δυναμένων, ἀλλ’ αὐτόθεν αὐτοῦ που κινου‐ μένων. τοιαῦτα δέ ἐστι τὰ πλεῖστα τῶν ὀστρακοδέρμων καὶ τὰ καλού‐ μενα γῆς ἔντερα. εἶθ’ οὕτω κατὰ μέρος προστιθεὶς τοῖς μὲν αἰσθήσεις | |
309a(50) | πλείους, τοῖς δὲ τὸ μεταβατικὸν ἐπιπλεῖστον, εἰς τὰ τελειότερα τῶν ἀλόγων ζῴων κατήντησε. λέγω δὲ τελειότερα τὰ πάσας ἔχοντα τὰς αἰσθήσεις καὶ προϊέναι μακρὰν δυνάμενα. πάλιν δὲ μεταβαίνων ἀπὸ τῶν ἀλόγων ἐπὶ τὸ λογικὸν ζῷον, τὸν ἄνθρωπον, οὐδὲ τοῦτο ἀθρόως κατε‐ σκεύασεν, ἀλλὰ πρότερον καὶ τοῖς ἄλλοις ζῴοις φυσικάς τινας συνέσεις | |
55 | καὶ μηχανὰς καὶ πανουργίας πρὸς σωτηρίαν ἐνέθηκεν, ὡς ἐγγὺς λογικῶν αὐτὰ φαίνεσθαι. | |
309b | Οὐ μὴν ἀβοήθητα παντάπασιν αὐτὰ καταλέλοιπεν ὁ δημιουργός, ἀλλ’ ἑκάστῳ φυσικήν, οὐ λογικήν, ἐνέβαλε σύνεσιν· τισὶ δὲ καὶ πανουργίας ἐνέθηκεν, ὥσπερ τέχνης εἰκόνα καὶ σκιὰν λογικήν, δυεῖν τούτων ἕνεκεν, ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς | |
5 | ἐκκλίνειν καὶ τὰς μελλούσας προφυλάττεσθαι, καὶ ἐπὶ τῷ συνάψαι τὴν κτίσιν πᾶσαν ἑαυτῇ, ὡς ἤδη εἴρηται. ὅτι δὲ οὐ λογικῶς ταῦτα | |
ποιεῖ, δῆλον ἐκ τοῦ κατ’ εἶδος ἕκαστον ζῷον ὁμοίως τὰ αὐτὰ ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, εἰ μὴ κατὰ τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι. πᾶς | 228 | |
10 | γὰρ λαγωὸς ὁμοίως τεχνάζεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ, καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται, ὅπερ οὐκ ἔστιν ἐπ’ ἀνθρώπου. μυρίαι γὰρ ὁδοὶ τῶν ἀνθρωπείων πράξεων. ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικόν· ὅθεν οὐχ ἓν καὶ ταὐτὸν πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζῴων. φύσει γὰρ μόνῃ | |
15 | ταῦτα κινεῖται· τὰ δὲ φύσει, ὁμοίως παρὰ πᾶσίν ἐστιν. αἱ δὲ λογικαὶ πράξεις ἄλλαι παρ’ ἄλλοις, καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσιν. (Es folgt die Fortsetzung von F 309a). | |
309a(57) | Καὶ οὕτω τὸ ἀληθῶς λογικὸν ζῷον τὸν ἄνθρωπον προεβάλετο, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς φωνῆς (κατὰ μέρος) ζητῶν εὑρήσεις, ἐξ ἁπλῆς καὶ μονοειδοῦς τῆς ἵππων καὶ βοῶν ἐκφωνήσεως κατὰ μέρος εἰς | |
60 | ποικίλην καὶ διάφορον παραχθεῖσαν τὴν τῶν κοράκων καὶ μιμηλῶν ὀρνέων φωνήν, ἕως εἰς τὴν ἔναρθρον καὶ τελείαν τὴν ἀνθρώπου κατέληξε, πάλιν τε τὴν ἔναρθρον διάλεκτον ἐξῆψε τῆς διανοίας καὶ τοῦ λογισμοῦ, ἐξάγγελον ποιήσας αὐτὴν τῶν κατὰ νοῦν κινημάτων. καὶ οὕτω πᾶσι πάντα μουσικῶς συνήρμοσε καὶ συνέδησε καὶ εἰς ἓν συνήγαγε τά τε νοητὰ καὶ | |
65 | τὰ ὁρατὰ διὰ μέσου τῆς τῶν ἀνθρώπων γενέσεως. (... ὅτι νοητῆς γενο‐ μένης οὐσίας καὶ πάλιν ὁρατῆς, ἔδει γενέσθαι τινὰ καὶ σύνδεσμον ἀμφο‐ τέρων, ἵνα ἓν ᾖ τὸ πᾶν καὶ συμπαθὲς ἑαυτῷ, καὶ μὴ ἀλλότριον αὐτὸ ἑαυτοῦ. ἐγένετο οὖν τὸ συνδέον ἀμφοτέρας τὰς φύσεις ζῷον, ὁ ἄνθρωπος. τὰ μὲν οὖν τῆς σοφίας τοῦ δημιουργοῦ συντόμως εἰπεῖν, τοιαῦτα. ἐν μεθορίοις | |
70 | οὖν τῆς ἀλόγου καὶ λογικῆς φύσεως ὁ ἄνθρωπος ταχθείς, ἐὰν μὲν ἐπὶ τὸ σῶμα ῥέψῃ καὶ τὰ τοῦ σώματος πλέον ἀγαπήσῃ, τὸν τῶν ἀλόγων ἀσπάζεται βίον καὶ τούτοις συναριθμηθήσεται· ...) ἐὰν δὲ ἐπὶ τὸ λογικὸν χωρήσῃ, καταφρονήσας τῶν σωματικῶν πασῶν ἡδονῶν, τὴν θείαν τε καὶ θεοφιλεστάτην ζωὴν μετέρχεται καὶ τὴν ὡς ἀνθρώπου προηγου‐ | |
75 | μένως· ... τῆς δὲ λογικῆς φύσεως τὸ κεφάλαιόν ἐστι φεύγειν μὲν καὶ ἀπο‐ στρέφεσθαι τὰ κακά, μετιέναι δὲ καὶ αἱρεῖσθαι τὰ καλά. τῶν δὲ καλῶν τὰ μέν ἐστι κατὰ κοινωνίαν ψυχῆς καὶ σώματος, ἐχόντων καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν, οἷον ψυχῆς προσχρωμένης σώματι, ὡς αἱ ἀρεταί· τὰ δὲ τῆς ψυχῆς αὐτῆς καθ’ ἑαυτὴν μόνης, μὴ προσδεομένης | |
80 | σώματος, ὡς ἡ εὐσέβεια καὶ ἡ τῶν ὄντων θεωρία. ὅσοι τοίνυν τὸν ἀν‐ θρώπου βίον, ὡς ἀνθρώπου, ζῆν προαιροῦνται, καὶ μὴ ὡς ζῴου μόνου, τὰς ἀρετὰς μετέρχονται καὶ τὴν εὐσέβειαν. τίνα δέ ἐστι τὰ τῶν ἀρετῶν καὶ τίνα τὰ τῆς εὐσεβείας, ἐν τοῖς ἑξῆς διακριθήσεται, ὅταν τὸν περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποδῶμεν λόγον. οὐδέπω γὰρ ἐγνωσμένου, | |
85 | τί ποτε ἡμῶν ἐστιν ἡ ψυχὴ κατ’ οὐσίαν, οὐκ ἔστιν ἀκόλουθον περὶ τῆς ἐνεργείας αὐτῆς διαλαμβάνειν. Ἐπειδὴ δὲ ἐκ σώματός ἐστιν ὁ ἄνθρωπος, πᾶν δὲ σῶμα ἐκ τῶν τεσ‐ | |
σάρων στοιχείων συνέστηκεν, ἀνάγκη τούτοις τοῖς πάθεσι περιπίπτειν αὐτόν, οἷς καὶ τὰ στοιχεῖα, τομῇ καὶ μεταβολῇ καὶ ῥεύσει, ἅπερ ἐστὶ | 229 | |
90 | μόνου τοῦ σώματος. μεταβολῇ μὲν τῇ κατὰ ποιότητα· ῥεύσει δὲ τῇ κατὰ κένωσιν. κενοῦται γὰρ ἀεὶ τὸ ζῷον διά τε τῶν προδήλων πόρων καὶ τῶν ἀδήλων, περὶ ὧν ὕστερον ἐροῦμεν. ἀνάγκη τοίνυν, ἢ τοῖς κενουμένοις ἀντεισφέρεσθαι τὰ ἴσα, ἢ διαλύεσθαι τὸ ζῷον ἐνδείᾳ τῶν ἐπεισιόντων. ξηρῶν δὲ ὄντων καὶ ὑγρῶν καὶ πνεύματος τῶν κενουμένων, ἀνάγκη καὶ | |
95 | ξηρᾶς καὶ ὑγρᾶς τροφῆς δεῖσθαι τὸ ζῷον καὶ πνεύματος, ἔστι δὲ ἡμῖν ἡ τροφὴ καὶ τὸ ποτὸν διὰ τῶν στοιχείων, ἐξ ὧν καὶ συνέστημεν. ἕκαστον γὰρ τῷ μὲν οἰκείῳ καὶ ὁμοίῳ τρέφεται· τῷ δὲ ἐναντίῳ θεραπεύεται. τῶν δὲ στοιχείων τὰ μὲν προσεχῶς τε ἅμα, τὰ δὲ καὶ διὰ μέσου τινῶν προσφερόμεθα, ὡς ὕδωρ ποτὲ μὲν καθ’ ἑαυτό, ποτὲ δὲ καὶ διὰ μέσου τοῦ | |
309a(100) | οἴνου καὶ τοῦ ἐλαίου καὶ πάντων τῶν καλουμένων ὑγρῶν καρπῶν. οὐδὲν γὰρ ἕτερόν ἐστιν οἶνος ἢ ὕδωρ ὑπ’ ἀμπέλου πεποιωμένον· ὁμοίως δὲ καὶ πυρὸς μεταλαμβάνομεν, ποτὲ μὲν προσεχῶς ὑπ’ αὐτοῦ θαλπόμενοι, ποτὲ δὲ διὰ μέσου ὧν ἐσθίομεν ἢ πίνομεν. ἐν πᾶσι γὰρ ἢ πλείων ἢ ἐλάττων μοῖρα τοῦ πυρὸς ἐγκατέσπαρται. τὸν αὐτὸν τρόπον καὶ τοῦ ἀέρος προσε‐ | |
105 | χῶς μὲν ἀναπνέοντες καὶ περικεχυμένον ἡμῖν ἔχοντες καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἕλκοντες· διὰ μέσου δὲ τῶν ἄλλων πάντων, ὧν προσφερόμεθα. τὴν δὲ γῆν προσεχῶς μὲν ἡμεῖς οὐδαμῶς· διὰ μέσου δέ τινων. γῆ μὲν γὰρ σῖτος γίνεται· σῖτον δὲ ἡμεῖς ἐσθίομεν. κόρυδοι μὲν γὰρ καὶ περι‐ στεραὶ πολλάκις καὶ πέρδικες τὴν γῆν σιτοῦνται· ἄνθρωπος δὲ διὰ μέσου | |
110 | τῶν σπερμάτων καὶ τῶν ἀκροδρύων καὶ τῶν σαρκῶν. ἐπειδὴ δὲ οὐ μόνον δι’ εὐπρέπειαν, ἀλλὰ καὶ δι’ εὐαισθησίαν τὴν κατὰ τὴν ἁφὴν, ᾗ μάλιστα πλεονεκτεῖ πάντα τὰ ζῷα ὁ ἄνθρωπος, οὐ περιέθηκεν ἡμῖν οὔτε δέρμα παχὺ, ὡς τοῖς βουσὶ καὶ τοῖς ἄλλοις τοῖς παχυδέρμοις, οὔτε τρίχας μεγά‐ λας καὶ πυκνάς, ὡς ταῖς αἰξὶ καὶ τοῖς προβάτοις καὶ λαγωοῖς, οὔτε | |
115 | φολίδας, ὡς τοῖς ὄφεσι καὶ τοῖς ἰχθύσιν, οὔτε ὄστρακα, ὡς ταῖς χελώ‐ ναις καὶ τοῖς ὀστρέοις, οὔτε ἁπαλόστρακα, ὡς τοῖς καράβοις, οὔτε πτέ‐ ρυγας, ὡς τοῖς ὀρνέοις, ἀναγκαίως ἐσθῆτος ἐδεήθημεν, τῆς ἀναπληρούσης ἐν ἡμῖν, ὅπερ ἡ φύσις τοῖς ἄλλοις ἐδωρήσατο. διὰ ταῦτα μὲν οὖν τροφῆς καὶ ἐσθῆτος δεόμεθα· οἰκήσεως δὲ καὶ διὰ ταῦτα μέν, δι’ ἃ καὶ τροφῆς | |
120 | καὶ ἐσθῆτος, ἐδεήθημεν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰς τῶν θηρίων ἀποφυ‐ γάς· διὰ δὲ τὰς δυσκρασίας τῶν ποιοτήτων καὶ τὴν λύσιν τῆς συνεχείας τοῦ σώματος ἰατρῶν καὶ θεραπείας ἐν χρείᾳ κατέστημεν· τῆς δὲ μετα‐ βολῆς κατὰ ποιότητα γινομένης, ἀνάγκη διὰ τῆς ἀντικειμένης ποιότητος εἰς τὸ σύμμετρον ἀγαγεῖν τὴν κατάστασιν τοῦ σώματος. οὐ γάρ, ὡς οἴονταί | |
125 | τινες, τὸ θερμανθὲν σῶμα καταψύξαι πρόκειται τοῖς ἰατροῖς, ἀλλ’ εἰς τὸ εὔκρατον μεταστῆσαι. εἰ γὰρ καταψύξειαν, εἰς τὴν ἐναντίαν περιΐσταται νόσον ἡ διάθεσις. χρεία τοίνυν ἀνθρώπῳ τροφῆς μὲν καὶ ποτοῦ, διὰ τὰς κενώσεις καὶ διαφορήσεις· ἐσθῆτος δὲ διὰ τὸ μηδεμίαν ἔχειν ἐκ φύσεως ἰσχυρὰν περιβολήν· οἴκου δέ, διά τε τὰς δυσκρασίας τοῦ περιέχοντος καὶ | |
130 | διὰ τὰ θηρία· θεραπείας δέ, διὰ τὰς μεταβολὰς τῶν ποιοτήτων καὶ τὴν | |
αἴσθησιν τὴν ἐνδοθεῖσαν τῷ σώματι. εἰ γὰρ μὴ προσῆν ἡμῖν αἴσθησις, οὔτ’ ἂν ἠλγοῦμεν, οὔτ’ ἂν θεραπείας ἐδεήθημεν μὴ ἀλγοῦντες, καὶ διε‐ φθάρημεν ἂν, ἐν ἀγνωσίᾳ τοῦ κακοῦ τὸ πάθος οὐκ ἰώμενοι. διὰ δὲ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς ἀπὸ τούτων χρείας ἀλλήλων δεόμεθα. | 230 | |
135 | διὰ δὲ τὸ δεῖσθαι ἀλλήλων, εἰς ταὐτὸ πολλοὶ συνελθόντες κοινωνοῦμεν ἀλ‐ λήλοις κατὰ τὰς τοῦ βίου χρείας ἐν τοῖς συναλλάγμασιν, ἥντινα σύνοδον καὶ συνοικίαν πόλιν ὠνομάσαμεν, ἵνα ἐγγύθεν καὶ μὴ πόρρωθεν τὰς παρ’ ἀλλήλων ὠφελείας καρπώμεθα. φύσει γὰρ συναγελαστικὸν καὶ πολιτικὸν ζῷον γέγονεν ὁ ἄνθρωπος. εἷς γὰρ οὐδεὶς αὐτάρκης ἑαυτῷ πρὸς ἅπαντα. | |
140 | δῆλον οὖν, ὡς αἱ πόλεις διὰ τὰ συναλλάγματα καὶ τὰ μαθήματα συνέ‐ στησαν ... Ἴδια δὲ αὐτοῦ καὶ τὰ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν μαθήματα καὶ αἱ κατὰ τὰς τέχνας ταύτας ἐνέργειαι. δι’ ὃ καὶ τὸν ἄνθρωπον ὁρίζονται ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ζῷον μέν, ὅτι καὶ | |
145 | ὁ ἄνθρωπος οὐσία ἐστὶν ἔμψυχος, αἰσθητική. οὗτος γὰρ ὅρος ζῴου. λογικὸν δέ, ἵνα χωρισθῇ τῶν ἀλόγων· καὶ θνητόν, ἵνα χωρισθῇ τῶν ἀθα‐ νάτων λογικῶν. τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὅτι διὰ μαθήσεως προσγίνονται ἡμῖν αἱ τέχναι καὶ αἱ ἐπιστῆμαι, ἔχουσι μὲν δύναμιν δεκτι‐ κὴν καὶ τοῦ νοῦ καὶ τῶν τεχνῶν, τὴν δὲ ἐνέργειαν κτωμένοις ἐκ τῶν | |
309a(150) | μαθημάτων ... Ἀλλ’ ἴσως ἐρεῖ τις, ὡς οὐδὲν δι’ ἄλλο, ἀλλ’ ἕκαστον δι’ ἑαυτὸ γέγονεν. οὐκοῦν, χωρίσαντες πρῶτον τὰ ἔμψυχα ἀπὸ τῶν ἀψύχων, ἴδωμεν, εἰ δύναται τὰ ἄψυχα δι’ ἑαυτὰ γεγενῆσθαι. εἰ γὰρ ταῦτα δι’ ἑαυτά, πῶς ἢ πόθεν τραφήσεται τὰ ζῷα; ὁρῶμεν γὰρ τὴν φύσιν ἐπιχορηγοῦσαν τοῖς | |
155 | ζῴοις τροφὰς ἐκ τῆς γῆς καρπῶν τε καὶ φυτῶν, πλὴν ἐλαχίστων τῶν σαρκοφάγων. καὶ αὐτὰ δὲ ταῦτα τὰ σαρκοφάγα τροφὴν ποιεῖται τῶν ζῴων τὰ τὴν γῆν νεμόμενα, ὡς λύκοι μὲν καὶ λέοντες ἄρνας καὶ αἶγας καὶ σύας καὶ ἐλάφους· ἀετοὶ δὲ πέρδικας καὶ φάσσας καὶ λαγωοὺς καὶ τὰ ὅμοια, ἅτινα τοὺς καρποὺς τῆς γῆς νέμεται. καὶ γὰρ τῶν ἰχθύων ἡ | |
160 | φύσις, ἀλληλοφάγος οὖσα, οὐ μέχρι πάντων διήκει σαρκοφαγοῦσα, ἀλλὰ κατέληξεν ἐν τοῖς νεμομένοις φυκία καὶ ἄλλα τινὰ ἐν τῷ ὕδατι φυόμενα. εἰ γὰρ ἦν πάντα τὰ γένη τῶν ἰχθύων σαρκοφάγα καὶ μηδὲν ἦν ἐκφεῦγον τὴν τῆς σαρκὸς σίτησιν, οὐκ ἂν οὐδὲ ἐπ’ ὀλίγον ἐπήρκεσεν, ἀλλὰ διεφθάρη, τὰ μὲν ὑπ’ ἀλλήλων, τὰ δὲ διὰ τροφῆς ἔνδειαν. ἵνα δὲ τοῦτο μὴ γένηται, | |
165 | τινὲς τῶν ἰχθύων κατεσκευάσθησαν σαρκῶν μὲν ἀπεχόμενοι, τὴν δέ, ὡς ἄν τις εἴποι, θαλασσίαν βοτάνην νεμόμενοι, ἵνα ἐκ τούτων καὶ τὰ ἄλλα διασῴζηται. γίνεται γὰρ βορὰ μὲν τούτων τὰ φυκία, ἐκεῖνα δὲ τῶν ἄλλων, καὶ πάλιν ταῦτα τῶν ἄλλων, ὡς διὰ τὴν τῶν τελευταίων τροφήν, ἀδιαλείπτως ἐκ τοῦ γεώδους τοῦ κατὰ τὴν θάλασσαν παρεχο‐ | |
170 | μένην, καὶ τὴν τῶν ἄλλων ὑπόστασιν σῴζεσθαι. ἀπέδειξεν οὖν ὁ λόγος τὴν τῶν φυτῶν γένεσιν μὴ δι’ ἑαυτήν, ἀλλ’ εἰς τροφὴν καὶ σύστασιν τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γεγενημένην. εἰ δὲ ταῦτα διὰ τὸν ἄνθρω‐ πον καὶ τὰ ζῷα, δῆλον ὡς καὶ τὰ τῆς τούτων αὐξήσεως καὶ γενέσεως | |
αἴτια διὰ ταῦτα γέγονεν. οὐκοῦν ἀστέρων κινήσεις καὶ οὐρανὸς καὶ ὧραι | 231 | |
175 | καὶ ὄμβροι καὶ πάντα τὰ τοιαῦτα διὰ ταῦτα γέγονεν, ἵνα τῶν τροφῶν, ὡς ἐν κύκλῳ, διηνεκῶς χορηγουμένων ἀνελλιπὴς καὶ ἡ τῶν προσφερο‐ μένων τοὺς καρποὺς διαμείνῃ φύσις· ὡς εὑρίσκεσθαι ταῦτα μὲν διὰ τοὺς καρποὺς, τοὺς δὲ καρποὺς διὰ τὰ ζῷα καὶ τὸν ἄνθρωπον. λοιπόν ἐστιν ἐπιδιασκέψασθαι, πότερον καὶ ἡ τῶν ἀλόγων φύσις δι’ ἑαυτὴν γέγονεν | |
180 | ἢ διὰ τὸν ἄνθρωπον. ἀλλ’ ἴσως ἄτοπον, τὰ φρονήσεως ἄμοιρα, καὶ καθ’ ὁρμὴν φυσικὴν μόνην ζῶντα, καὶ πρὸς γῆν κάτω κεκυφότα, καὶ τὴν δουλείαν διὰ τοῦ σχήματος ἐνδεικνύμενα, λέγειν δι’ ἑαυτὰ παρῆχθαι. πολλῶν δὲ ὄντων τῶν ἐνδεχομένων εἰς τοῦτο ῥηθῆναι, καὶ σχεδὸν ἰδίας συγγραφῆς διὰ τὸ πλῆθος δεομένων, μὴ χωρούσης τῆς προκειμένης | |
185 | ὑποθέσεως τὸ μῆκος τῶν λόγων, ἐπὶ τὰ σύντομα μέν, καίρια δὲ καταν‐ τῆσαι προσήκει. εἰ τοίνυν, ὡς ἐν εἰκόνι, τῷ ἀνθρώπῳ, καὶ τὰ τῶν ἔξωθεν ἐσοπτρισθείημεν, ἐξ αὐτῆς ἂν εἴημεν τῆς τῶν ζητουμένων οὐσίας τὰς ἀποδείξεις ποιούμενοι. ὁρῶμεν οὖν ἐν τῇ καθ’ ἡμᾶς ψυχῇ τὴν ἀλογίαν καὶ τὰ ταύτης μέρη, λέγω δὲ τὴν ὄρεξιν καὶ τὸν θυμόν, πρὸς ὑπηρεσίαν | |
190 | δεδομένα τῷ λογικῷ, καὶ τὸ μὲν ἄρχον, τὰ δὲ ἀρχόμενα, καὶ τὸ μὲν κε‐ λεῦον, τὰ δὲ κελευόμενα καὶ ὑπηρετούμενα ταῖς χρείαις, αἷς ἂν ὁ λόγος ὑποβάλῃ, ὅταν σῴζῃ τὸ κατὰ φύσιν ὁ ἄνθρωπος. εἰ δὲ τῶν ἐν ἡμῖν ἀλόγων τὸ ἐν ἡμῖν ἄρχει λογικόν, πῶς οὐκ εἰκός, καὶ τῶν ἔξωθεν ἀλόγων αὐτὸ κρατεῖν, καὶ πρὸς τὰς χρείας αὐτῷ δεδόσθαι; ὑπηρετεῖσθαι γὰρ φύσει | |
195 | τέτακται τὸ ἄλογον τῷ λογικῷ, ὡς ἐν τοῖς καθ’ ἡμᾶς ἐδείχθη. δηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν πολλῶν ζῴων κατασκευή, πρὸς ὑπηρεσίαν τῶν ἀνθρώ‐ πων ἐπιτήδειος γενομένη, βόες μὲν καὶ πάντα τὰ νωτοφόρα πρὸς γεωρ‐ γίαν καὶ ἀχθοφορίαν, τὰ πολλὰ δὲ τῶν πτηνῶν καὶ τῶν ἐνύδρων καὶ τῶν χερσαίων πρὸς ἀπόλαυσιν, τὰ δὲ μιμηλὰ πρὸς τέρψιν καὶ ἄνεσιν. εἰ δὲ | |
309a(200) | μὴ πάντα ταῖς τοιαύταις χρείαις ὑπηρετεῖται, ἀλλ’ ἔνια καὶ λυμαίνεται τὸν ἄνθρωπον, ἰστέον, ὡς, προηγουμένως τῶν δι’ ὑπηρεσίαν γενομένων, καὶ τὰ ἄλλα πάντα τὰ ἐνδεχόμενα κατεσκεύασται, ἵνα μηδὲν ἐλλίπῃ ⸢τῇ κτίσει⸣ τῶν ἐνδεχομένων γενέσθαι. οὐδὲ ταῦτα δὲ παντάπασιν ἐκπέ‐ φευγε τὴν τῶν ἀνθρώπων ὄνησιν, ἀλλὰ καὶ τὰ δηλητηριώδη πρὸς οἰκείαν | |
205 | ὠφέλειαν ὁ λόγος καρποῦται. καταχρῆται γὰρ αὐτοῖς πρὸς θεραπείαν τῆς ἐξ αὐτῶν ἐκείνων βλάβης, καὶ τῆς τῶν ἄλλων ἀρρωστημάτων ἰάσεως. τοιαῦταί τινές εἰσιν αἱ θηριακαὶ καλούμεναι κατασκευαί, ἃς ὁ λόγος ἐπενόησεν, ἵνα καὶ τούτων κρατῇ δι’ αὐτῶν, καὶ ὥσπερ ὑπὸ πολεμίων κρα‐ τηθέντων ὠφελοῖτο. ἔχει δὲ μυρίας ὁ ἄνθρωπος ἀντιπαθεῖς τούτων | |
210 | δυνάμεις, δεδομένας παρὰ τοῦ δημιουργοῦ, εἴργειν καὶ ἀμύνεσθαι καὶ διορθοῦσθαι τὰς ἐπιβολὰς αὐτῶν δυναμένας. ἄλλα μὲν γὰρ ἄλλαις ἁρμόζει χρείαις· κοινῇ δὲ πάντα πρὸς θεραπείαν ἀνθρώπου συντελεῖν πέφυκε, καὶ τὰ μὴ ταῖς ἄλλαις χρείαις χρήσιμα. καὶ ταῦτα μὲν ὡς πρὸς τὴν νῦν κατάστασιν τοῦ καθ’ ἡμᾶς βίου λεγέσθω ... | |
215 | Τίς οὖν ἀξίως θαυμάσειε τὴν εὐγένειαν τούτου τοῦ ζῴου, τοῦ συνδέοντος ἐν ἑαυτῷ τὰ θνητὰ τοῖς ἀθανάτοις, καὶ τὰ λογικὰ τοῖς ἀλόγοις συνάπτον‐ | |
τος, τοῦ φέροντος ἐν τῇ καθ’ ἑαυτὸν φύσει τῆς πάσης ⸢κτίσεωσ⸣ τὴν εἰκόνα, δι’ ἃ καὶ μικρὸς κόσμος εἴρηται, τοῦ τοσαύτης ἠξιωμένου παρὰ τοῦ θεοῦ προνοίας ...; τίς δ’ ἂν ἐξειπεῖν δύναιτο τὰ τούτου τοῦ ζῴου | 232 | |
220 | πλεονεκτήματα; πελάγη διαβαίνει, οὐρανὸν ἐμβατεύει τῇ θεωρίᾳ, ἀστέ‐ ρων κίνησιν καὶ διαστήματα καὶ μέτρα κατανοεῖ, γῆν καρποῦται καὶ θάλασσαν, θηρίων καὶ κητῶν καταφρονεῖ, πᾶσαν ἐπιστήμην καὶ τέχνην καὶ μέθοδον κατορθοῖ ὑπερόριον διὰ τῶν γραμμάτων οἷς βούλεται προσομιλεῖ, μηδὲν ὑπὸ τοῦ σώματος ἐμποδιζόμενος, προφητεύει τὰ μέλλοντα. πάντων | |
225 | ἄρχει, πάντων κρατεῖ. ... τὴν τῶν ὄντων φύσιν ἐρευνᾷ, θεὸν περιεργάζεται· οἶκος καὶ ναὸς γίνεται θεοῦ· καὶ ταῦτα πάντα τῶν ἀρετῶν ὠνεῖται καὶ τῆς εὐσεβείας. ἀλλ’, ἵνα μὴ δόξωμέν τισιν ἀπειροκάλως ἀνθρώπου γράφειν ἐγκώμιον, καὶ μὴ μόνον τὴν φύσιν ἐκτίθεσθαι, καθὰ προεθέμεθα, αὐτοῦ που καταπαύσωμεν τὸν λόγον, εἰ καὶ μάλιστα, τὰ τῆς φύσεως πλεονεκτήματα | |
230 | λέγοντες, τὴν φύσιν αὐτὴν διηγούμεθα. εἰδότες οὖν, ὅσης εὐγενείας μετ‐ ειλήφαμεν, καὶ ὅτι φυτόν ἐσμεν οὐράνιον, μὴ καταισχύνωμεν τὴν φύσιν. | |
310(n) | Philo aet. 117—150 | |
1 | 〈Ποσειδώνιοσ〉 ⸢Θεόφραστοσ⸣ μέντοι φησὶ ⸢τοὺσ⸣ γένεσιν καὶ φθορὰν τοῦ κόσμου 〈ἀποδεχόμενοσ〉 ⸢κατηγοροῦντασ⸣ ὑπὸ τεττάρων 〈πεισθῆναι〉 ⸢ἀπα‐ τηθῆναι⸣ τῶν μεγίστων, γῆς ἀνωμαλίας, θαλάττης ἀναχωρήσεως, ἑκά‐ στου τῶν τοῦ ὅλου μερῶν διαλύσεως, χερσαίων φθορᾶς κατὰ γένη ζῴων. | |
5 | κατασκευάζει δὲ τὸ μὲν πρῶτον οὕτως· εἰ μὴ γενέσεως ἀρχὴν ἔλαβεν ἡ γῆ, μέρος ὑπανεστὸς οὐδὲν ἂν ἔτι αὐτῆς ἑωρᾶτο, χθαμαλὰ δ’ ἤδη τὰ ὄρη πάντα ἐγεγένητο καὶ οἱ γεώλοφοι πάντες ἰσόπεδοι τῇ πεδιάδι· τοσούτων γὰρ καθ’ ἕκαστον ἐνιαυτὸν ὄμβρων ἐξ ἀιδίου φερομένων, εἰκὸς ἦν τῶν διηρμένων πρὸς ὕψος τὰ μὲν χειμάρροις ἀπερρῆχθαι, τὰ δ’ ὑπονοστή‐ | |
10 | σαντα κεχαλάσθαι, πάντα δὲ διὰ πάντων ἤδη λελειάνθαι. νυνὶ δὲ συνε‐ χεῖς ἀνωμαλίαι καὶ παμπόλλων ὀρῶν αἱ πρὸς αἰθέριον ὕψος ὑπερβολαὶ μηνύματ’ ἐστὶ τοῦ τὴν γῆν μὴ ἀίδιον εἶναι. πάλαι γάρ, ὡς ἔφην, ἐν ἀπείρῳ χρόνῳ ταῖς ἐπομβρίαις ἀπὸ περάτων ἐπὶ πέρατα πᾶς’ ἂν λεωφόρος ἐγε‐ γένητο· πέφυκε γὰρ ἡ ὕδατος φύσις καὶ μάλιστα ἀπὸ ὑψηλοτάτων κατα‐ | |
15 | ράττουσα τὰ μὲν ἐξωθεῖν τῇ βίᾳ, τὰ δὲ τῷ συνεχεῖ τῶν ψεκάδων κολά‐ πτουσα κοιλαίνειν ὑπεργάζεσθαί τε τὴν σκληρόγεων καὶ λιθωδεστάτην ὀρυκτήρων οὐκ ἔλαττον. Καὶ μὴν ἥ γε θάλασσα, φησίν, ἤδη μεμείωται. μάρτυρες δ’ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφανισ‐ | |
20 | μέναι κατὰ τῆς θαλάττης ἐδεδύκεσαν ἐπικλυζόμεναι, χρόνῳ δ’ ὕστερον ἐλαττουμένης ἠρέμα, κατ’ ὀλίγον ἀνίσχουσαι διεφάνησαν, ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι. τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνό‐ | |
μασαν δι’ ἀμφοτέρων ὀνομάτων πιστούμενοι τὸ λεγόμενον, ἐπειδὴ γὰρ ἀναφανεῖσα δήλη ἐγένετο, ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι. διὸ | 233 | |
25 | καὶ Πίνδαρος ἐπὶ τῆς Δήλου φησί (hymn. fr. 33b Snell)· Χαῖρ’, ὦ θεοδμάτα, λιπαροπλοκάμου παίδεσσι Λατοῦς ἱμεροέστατον ἔρνος, πόντου θύγατερ, χθονὸς εὐρείας ἀκίνητον τέρας, ἅν τε βροτοὶ Δᾶλον κικλῄσκουσιν, μάκαρες δ’ ἐν Ὀλύμπῳ τηλέφαντον κυανέας | |
30 | χθονὸς ἄστρον. θυγατέρα γὰρ πόντου τὴν Δῆλον εἴρηκε τὸ λεχθὲν αἰνιττόμενος. πρὸς δὲ τούτοις μεγάλων πελαγῶν μεγάλους κόλπους καὶ βαθεῖς ἀναξηραν‐ θέντας ἠπειρῶσθαι καὶ γεγενῆσθαι τῆς παρακειμένης χώρας μοῖραν οὐ λυπρὰν σπειρομένους καὶ φυτευομένους, οἷς σημεῖ’ ἄττα τῆς παλαιᾶς | |
35 | ἐναπολελεῖφθαι θαλαττώσεως ψηφῖδάς τε καὶ κόγχας καὶ ὅσα ὁμοιότροπα πρὸς αἰγιαλοὺς εἴωθεν ἀποβράττεσθαι. εἰ δὴ μειοῦται ἡ θάλαττα, μειω‐ θήσεται καὶ ἡ γῆ, μακραῖς δ’ ἐνιαυτῶν περιόδοις καὶ εἰς ἅπαν ἑκάτερον στοιχεῖον ἀναλωθήσεται, δαπανηθήσεται δὲ καὶ ὁ σύμπας ἀὴρ ἐκ τοῦ κατ’ ὀλίγον ἐλαττούμενος, ἀποκριθήσεται δὲ τὰ πάντα εἰς μίαν οὐσίαν | |
40 | τὴν πυρός. Πρὸς δὲ τὴν τοῦ τρίτου κεφαλαίου κατασκευὴν χρῶνται λόγῳ τοιῷδε· φθείρεται πάντως ἐκεῖνο, οὗ πάντα τὰ μέρη φθαρτά ἐστι, τοῦ δὲ κόσμου πάντα τὰ μέρη φθαρτά ἐστι, φθαρτὸς ἄρα ὁ κόσμος ἐστίν. ὃ δ’ ὑπερε‐ θέμεθα, νῦν ἐπισκεπτέον. ποῖον μέρος τῆς γῆς, ἵνα ἀπὸ ταύτης ἀρξώ‐ | |
45 | μεθα, μεῖζον ἢ ἔλαττον, οὐ χρόνῳ διαλύεται; λίθων οἱ κραταιότατοι ἆρ’ οὐ μυδῶσι καὶ σήπονται 〈καὶ〉 κατὰ τὴν ἕξεως ἀσθένειαν—ἡ δ’ ἐστὶ πνευματικὸς τόνος, δεσμὸς οὐκ ἄρρηκτος ἀλλὰ μόνον δυσδιάλυτος— θρυπτόμενοι καὶ ῥέοντες εἰς λεπτὴν τὸ πρῶτον ἀναλύονται κόνιν, εἶθ’ ὕστερον δαπανηθέντες ἐξαναλοῦνται; τί δ’, εἰ μὴ πρὸς ἀνέμων ῥιπίζοιτο | |
310(50) | τὸ ὕδωρ, ἀκίνητον ἐαθὲν οὐχ ὑφ’ ἡσυχίας νεκροῦται; μεταβάλλει γοῦν καὶ δυσωδέστατον γίνεται, οἷα ψυχὴν ἀφῃρημένον ζῷον. αἵ γε μὴν ἀέρος φθοραὶ παντί τῳ δῆλον· νοσεῖν γὰρ καὶ φθίνειν καὶ τρόπον τινὰ ἀποθνῄ‐ σκειν πέφυκεν. ἐπεὶ τί ἄν τις μὴ στοχασάμενος ὀνομάτων εὐπρεπείας ἀλλὰ τἀληθοῦς εἴποι λοιμὸν εἶναι πλὴν ἀέρος θάνατον τὸ οἰκεῖον πάθος | |
55 | ἀναχέοντος ἐπὶ φθορᾷ πάντων ὅσα ψυχῆς μεμοίραται; τί χρὴ μακρη‐ γορεῖν περὶ πυρός; ἀτροφῆσαν γὰρ αὐτίκα σβέννυται, χωλόν, ᾗ φασιν οἱ ποιηταί, γεγονὸς ἐξ ἑαυτοῦ· διὸ σκηριπτόμενον ὀρθοῦται κατὰ τὴν τῆς ἀναφθείσης ὕλης μονήν, ἐξαναλωθείσης δ’ ἀφανίζεται. ⸢τὸ παραπλήσιον μέντοι καὶ τοὺς κατὰ τὴν Ἰνδικὴν δράκοντάς φασι πάσχειν· ἀνέρποντας | |
60 | γὰρ ἐπὶ τὰ μέγιστα τῶν ζῴων, ἐλέφαντας, περὶ νῶτα καὶ νηδὺν ἅπασαν εἱλεῖσθαι, φλέβα δ’ ἣν ἂν τύχῃ διελόντας ἐμπίνειν τοῦ αἵματος, ἀπλήστως | |
ἐπισπωμένους βιαίῳ πνεύματι καὶ συντόνῳ ῥοίζῳ· μέχρι μὲν οὖν τινος ἐξαναλουμένους ἐκείνους ἀντέχειν ὑπ’ ἀμηχανίας ἀνασκιρτῶντας καὶ τῇ προνομαίᾳ τὴν πλευρὰν τύπτοντας ὡς καθιξομένους τῶν δρακόντων, εἶτα | 234 | |
65 | ἀεὶ κενουμένου τοῦ ζωτικοῦ, πηδᾶν μὲν μηκέτι δύνασθαι, κραδαινομένους δ’ ἑστάναι, μικρὸν δ’ ὕστερον καὶ τῶν σκελῶν ἐξασθενησάντων, κατασει‐ σθέντας ὑπὸ λιφαιμίας ἀποψύχειν, πεσόντας δὲ τοὺς αἰτίους τοῦ θανάτου συναπολλύναι τρόπῳ τοιῷδε· μηκέτ’ ἔχοντες τροφὴν οἱ δράκοντες ὃν περιέθεσαν δεσμὸν ἐπιχειροῦσιν ἐκλύειν ἀπαλλαγὴν ἤδη ποθοῦντες, ὑπὸ | |
70 | δὲ τοῦ βάρους τῶν ἐλεφάντων θλιβόμενοι πιέζονται, καὶ πολὺ μᾶλλον ἐπειδὰν τύχῃ στέριφον καὶ λιθῶδες τὸ ἔδαφος· ἰλυσπώμενοι γὰρ καὶ πάντα ποιοῦντες εἰς διάλυσιν, ὑπὸ τῆς τοῦ πιέσαντος βίας πεδηθέντες, ἑαυτοὺς πολυτρόπως ἐν ἀμηχάνοις καὶ ἀπόροις γυμνάσαντες ἐξασθενοῦσι 〈καὶ〉 καθάπερ οἱ καταλευσθέντες ἢ τείχους αἰφνίδιον ἐπενεχθέντος προ‐ | |
75 | καταληφθέντες, οὐδ’ ὅσον ἀνακύψαι δυνάμενοι, πνιγῇ τελευτῶσιν.⸣ εἰ δὴ τῶν μερῶν ἕκαστον τοῦ κόσμου φθορὰν ὑπομένει, δῆλον ὅτι καὶ ὁ ἐξ αὐτῶν παγεὶς κόσμος ἄφθαρτος οὐκ ἔσται. Τὸν δὲ τέταρτον καὶ λοιπὸν λόγον ἀκριβωτέον ὧδε, φασίν· εἰ ὁ κόσμος ἀίδιος ἦν, ἦν ἂν καὶ τὰ ζῷα ἀίδια καὶ πολύ γε μᾶλλον τὸ τῶν ἀνθρώπων | |
80 | γένος, ὅσῳ καὶ τῶν ἄλλων ἄμεινον. ἀλλὰ καὶ ὀψίγονον φανῆναι τοῖς βου‐ λομένοις ἐρευνᾶν τὰ φύσεως· εἰκὸς γὰρ μᾶλλον δ’ ἀναγκαῖον ἀνθρώποις συνυπάρξαι τὰς τέχνας ὡς ἂν ἰσήλικας, οὐ μόνον ὅτι λογικῇ φύσει τὸ ἐμμέθοδον οἰκεῖον, ἀλλὰ καὶ ὅτι ζῆν ἄνευ τούτων οὐκ ἔστιν. ἴδωμεν οὖν τοὺς ἑκάστων χρόνους ἀλογήσαντες τῶν ἐπιτραγῳδουμένων θεοῖς μύθων | |
85 | *** εἰ 〈δὲ〉 μὴ ἀίδιος ἄνθρωπος, οὐδ’ ἄλλο τι ζῷον, ὥστ’ οὐδ’ αἱ δεδεγ‐ μέναι ταῦτα χῶραι, γῆ καὶ ὕδωρ καὶ ἀήρ· ἐξ ὧν τὸ φθαρτὸν εἶναι τὸν κόσμον δῆλόν ἐστιν. ⸢Ἀναγκαῖον δὲ πρὸς τὴν τοσαύτην εὑρεσιλογίαν ἀπαντῆσαι, μή τις τῶν ἀπειροτέρων ἐνδοὺς ὑπαχθῇ· καὶ ἀρκτέον γε τῆς ἀντιρρήσεως ἀφ’ | |
90 | οὗ καὶ τῆς ἀπάτης οἱ σοφισταί⸣ τὰς ἀνωμαλίας οὐκέτ’ ἐχρῆν εἶναι τῆς γῆς, εἴπερ ἀίδιος ἦν ὁ κόσμος; διὰ τί, ὦ γενναῖοι; φήσουσι γὰρ ἕτεροι παρελθόντες, ὅτι δένδρων οὐδὲν αἱ φύσεις τῶν ὀρῶν διαφέρουσιν, ἀλλὰ καθάπερ ἐκεῖνα καιροῖς μέν τισι φυλλορροεῖ καιροῖς δὲ πάλιν ἀνηβᾷ —διὸ καὶ τὸ ποιητικὸν εὖ εἴρηται (Hom. Il. 6,147f.)· | |
95 | φύλλα τὰ μέν τ’ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θ’ ὕλη τηλεθόωσα φύει, ἔαρος δ’ ἐπιγίγνεται ὥρη—, τὸν αὐτὸν τρόπον καὶ τῶν ὀρῶν τὰ μὲν ἀποθραύεται μέρη, τὰ δὲ προσ‐ φύεται. μακροῖς δὲ χρόνοις ἡ πρόσφυσις καθίσταται γνώριμος, διότι τὰ μὲν δένδρα ὠκυτέρᾳ χρώμενα τῇ φύσει θᾶττον καταλαμβανομένην | |
310(100) | ἔχει τὴν ἐπίδοσιν, τὰ δ’ ὄρη βραδυτέρᾳ, διὸ καὶ τὰς ἐκφύσεις αὐτῶν αἰσθητὰς ὅτι μὴ χρόνῳ μακρῷ μόλις εἶναι συμβέβηκεν. ἐοίκασί γε τὸν τρόπον τῆς. γενέσεως αὐτῶν ἀγνοεῖν, ἐπεὶ κἂν ἴσως αἰδεσθέντες ἡσύ‐ | |
χασαν. ⸢φθόνος δ’ οὐδεὶς ἀναδιδάσκειν· ἔστι δ’ οὔτε νέον τὸ λεγόμενον οὔτε ῥήμαθ’ ἡμῶν, ἀλλὰ παλαιὰ σοφῶν ἀνδρῶν, οἷς οὐδὲν ἀδιερεύνητον | 235 | |
105 | τῶν εἰς ἐπιστήμην ἀναγκαίων ἀπολέλειπται⸣. ὅταν τὸ κατακεκλεισμένον ἐν τῇ γῇ πυρῶδες ἄνω τῇ τοῦ πυρὸς ἐλαύνηται φυσικῇ δυνάμει, πρὸς τὸν οἰκεῖον τόπον στείχει, κἄν τινος λάβηται βραχείας ἀναπνοῆς, ἄνω μὲν συνανασπᾷ πολλὴν τῆς γεώδους οὐσίας, ὅσην ἂν οἷόν τε ᾖ, [ἔξω δ’ ἐπι‐ γενόμενον φέρεσθαι βραχύτερον], ἡ 〈δὲ〉 καὶ μέχρι πολλοῦ συμπαρελθεῖν | |
110 | βιασθεῖσα, πρὸς μήκιστον ἀρθεῖσα ὕψος, στέλλεται κορυφουμένη καὶ πρὸς ὀξεῖαν ἀποτελευτᾷ κορυφὴν τὸ πυρὸς σχῆμα μιμουμένη. γίνεται γὰρ τοῦ κουφοτάτου καὶ βαρυτάτου τότε, τῶν φύσει ἀντιπάλων, ἀναγκαία συρρα‐ ξάντων διαμάχη, πρὸς τὴν οἰκείαν ἑκατέρου χώραν ἐπειγομένου καὶ 〈πρὸσ〉 τὸ βιαζόμενον ἀντιτείνοντος· τὸ μὲν δὴ πῦρ συνανέλκον γῆν ὑπὸ | |
115 | τοῦ περὶ αὐτὴν νευστικοῦ βρίθειν ἀναγκάζεται, ἡ δὲ γῆ κατωτάτω ταλαν‐ τεύουσα τῷ τοῦ πυρὸς ἀνωφοίτῳ συνεπελαφρισθεῖσα μετέωρος ἐξαίρεται καὶ κρατηθεῖσα μόλις ὑπὸ δυνατωτέρας τῆς ἐπικουφιζούσης ἰσχύος ἄνω πρὸς τὴν τοῦ πυρὸς ἕδραν ὠθεῖται κἀνίσταται. τί οὖν θαυμαστόν, εἰ μὴ τὰ ὄρη ταῖς τῶν ὑετῶν φοραῖς ἐξανήλωται, τῆς συνεχούσης αὐτὰ δυνά‐ | |
120 | μεως, ὑφ’ ἧς καὶ διανίσταται, μάλα παγίως καὶ κραταιῶς ἐνειλημένης; λυθέντος γὰρ δεσμοῦ τοῦ συνέχοντος, εἰκὸς ἦν διαλυθῆναι καὶ πρὸς ὕδατος σκεδασθῆναι, δυνάμει δὲ σφιγγόμενα τῇ τοῦ πυρὸς στεγανώτερον πρὸς τὰς τῶν ὑετῶν φορὰς ἀντέχει. ταῦτα μὲν οὖν ἡμῖν λελέχθω περὶ τοῦ τὴν ἀνωμαλίαν τῆς γῆς πίστιν οὐκ εἶναι γενέσεως καὶ φθορᾶς κόσμου. | |
125 | Πρὸς δὲ τὸ ἀπὸ τῆς μειώσεως τῆς θαλάττης ἐπιχειρηθὲν ἐκεῖνο δεόντως ἂν λέγοιτο· μὴ τὰς ἀνασχούσας νήσους αὐτὸ μόνον ἀεὶ μηδ’ εἴ τινες ἀπο‐ τομαὶ κατακλυζόμεναι τὸ πάλαι χρόνοις αὖθις ἠπειρώθησαν σκοπεῖτε— φυσιολογίας γὰρ ἀντίπαλον φιλονεικία τριπόθητον ἡγουμένης ἀλήθειαν ἰχνηλατεῖν—, ἀλλὰ πολυπραγμονεῖτε καὶ τοὐναντίον, ὅσαι μὲν ἐν ἠπείροις | |
130 | οὐ παράλιοι μόνον ἀλλὰ καὶ μεσόγειοι μοῖραι κατεπόθησαν, ὅση δὲ χέρσος θαλαττωθεῖσα μυριοφόροις ναυσὶν ἐμπλεῖται. 〈ἢ〉 τὴν περὶ τὸν ἱερώτατον Σικελικὸν πορθμὸν ᾀδομένην ἱστορίαν ἀγνοεῖτε; 〈ἦν μὲν γὰρ〉 τὸ παλαιὸν ἠπείρῳ Ἰταλίᾳ Σικελία συνάπτουσα, μεγάλων δὲ τῶν παρ’ ἑκάτερα πελα‐ γῶν βιαίοις πνεύμασιν ἐξ ἐναντίας ἐπιδραμόντων, ἡ μεθόριος ἐπεκλύσθη | |
135 | καὶ ἀνερράγη, παρ’ ἣν καὶ πόλις ἐπώνυμος τοῦ πάθους Ῥήγιον κτι‐ σθεῖσα ὠνομάσθη. καὶ τοὐναντίον οὗ προσεδόκησεν ἄν τις ἀπέβη· συνε‐ ζεύχθη μὲν γὰρ τὰ τέως διεστῶτα πελάγη κατὰ τὴν σύρρυσιν ἑνωθέντα, ἡ δὲ ἡνωμένη γῆ τῷ μεθορίῳ πορθμῷ διεζεύχθη, παρ’ ὃν ἤπειρος οὖσα Σικελία νῆσος ἐβιάσθη γενέσθαι. πολλὰς δὲ καὶ ἄλλας λόγος τῆς θαλάτ‐ | |
140 | της ὑπερσχούσης ἠφανίσθαι πόλεις καταποθείσας, ἐπεὶ καὶ κατὰ Πελο‐ πόννησόν φασι τρεῖς Αἴγειραν Βοῦράν τε καὶ ὑψηλὴν Ἑλίκειαν, | |
τείχεσιν ἣ τάχ’ ἔμελλε περὶ βρύα μυρία φύσειν, εὐδαίμονας τὸ πάλαι γενομένας πολλῇ τοῦ πελάγους ἐπικλυσθῆναι φορᾷ. | 236 | |
145 | ἡ δὲ Ἀτλαντὶς νῆσος, „ἅμα Λιβύης καὶ Ἀσίας μείζων“, ᾗ φησιν ἐν Τιμαίῳ Πλάτων, ἡμέρᾳ μιᾷ καὶ νυκτὶ „σεισμῶν ἐξαισίων καὶ κατακλυ‐ σμῶν γενομένων δῦσα κατὰ τῆς θαλάττης ἐξαίφνης ἠφανίσθη“, γενο‐ μένη πέλαγος, οὐ πλωτόν, ἀλλὰ βαραθρῶδες. οὐδὲν οὖν εἰς τὸ φθείρεσθαι τὸν κόσμον ἡ πλασθεῖσα τῷ λόγῳ μείωσις τῆς θαλάττης συνεργεῖ· φαί‐ | |
310(150) | νεται γὰρ ὧν μὲν ἐξαναχωροῦσα, τὰ δ’ ἐπικλύζουσα. ἐχρῆν δὲ μὴ θάτερον τῶν γινομένων ἀλλὰ συνάμφω θεωροῦντας ἐπικρίνειν, ἐπεὶ κἀν τοῖς περὶ βίον ἀμφισβητήμασιν ὁ νόμιμος δικαστής, πρὶν [παρὰ] τῶν ἀντιδίκων ἀκοῦσαι, γνώμην οὐκ ἀποφανεῖται. Καὶ μὴν ὁ τρίτος λόγος ἐξ ἑαυτοῦ διελέγχεται, μὴ ὑγιῶς ἐρωτηθεὶς | |
155 | ἀπὸ τῆς εὐθὺς ἐν ἀρχῇ φάσεως. οὐ γὰρ δήπουθεν οὗ πάντα τὰ μέρη φθεί‐ ρεται φθαρτόν ἐστιν ἐκεῖνο, ἀλλ’ οὗ πάντα τὰ μέρη ἅμα καὶ ἐν ταὐτῷ 〈καὶ〉 ἀθρόα κατὰ τὸν αὐτὸν χρόνον, ἐπεὶ καὶ ἄκρον ἀποκοπείς τις δάκτυ‐ λον ζῆν οὐ κεκώλυται, εἰ δὲ τὴν κοινωνίαν τῶν μερῶν καὶ μελῶν πᾶσαν, αὐτίκα τελευτήσει. τὸν αὐτὸν οὖν τρόπον, εἰ μὲν συλλήβδην ἁπαξάπαντα | |
160 | τὰ στοιχεῖα ὑφ’ ἕνα καιρὸν ἠφανίζετο, φάσκειν ἐνδέχεσθαι τὸν κόσμον φθορὰν ἦν ἀναγκαῖον· εἰ δ’ ἕκαστον ἰδίᾳ πρὸς τὴν τοῦ γείτονος μεταβάλλει φύσιν, ἀθανατίζεται μᾶλλον ἢ φθείρεται κατὰ τὸ φιλοσοφηθὲν ὑπὸ τοῦ τραγικοῦ (Eur. fr. 839 N. 2) θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, | |
165 | διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν. Παντελής γε μὴν εὐήθεια τὸ γένος τῶν ἀνθρώπων ἀπὸ τῶν τεχνῶν ἐξετάζεσθαι· τῇ γὰρ περὶ τὸν λόγον ἀτοπίᾳ τις ἀκολουθήσας νέον τὸν κόσμον ἀποφανεῖ κομιδῇ μόλις πρὸ χιλίων παγέντα ἐνιαυτῶν, ἐπεὶ καὶ | |
170 | οὓς παρειλήφαμεν τῶν ἐπιστημῶν εὑρετὰς τὸν λεχθέντα τῶν ἐνιαυτῶν ἀριθμὸν οὐχ ὑπερβάλλουσιν. εἰ δὲ δὴ καὶ λεκτέον τὰς τέχνας ἰσήλικας ἀνθρώπων γένει, μεθ’ ἱστορίας φυσικῆς ἀλλ’ οὐκ ἀπερισκέπτως καὶ ῥᾳθύμως λεκτέον. ἡ δ’ ἱστορία τίς; φθοραὶ τῶν κατὰ γῆν, οὐκ ἀθρόων ἁπάντων ἀλλὰ τῶν πλείστων, δυσὶ ταῖς μεγίσταις αἰτίαις ἀνατίθενται, | |
175 | πυρὸς καὶ ὕδατος ἀλέκτοις φοραῖς· κατασκήπτειν δ’ ἑκατέραν ἐν μέρει φασὶν ἐν πάνυ μακραῖς ἐνιαυτῶν περιόδοις. ὅταν μὲν οὖν ἔμπρησις κατα‐ λαμβάνῃ, ῥεῦμα αἰθερίου πυρὸς ἄνωθεν ἐκχεόμενον πολλαχῇ σκεδάν‐ νυσθαι, μεγάλα κλίματα τῆς οἰκουμένης ἐπιτρέχον· ὅταν δὲ κατα‐ κλυσμός, ἅπασαν τὴν ὕδατος [κατομβρίαν] κατασύρειν φύσιν, αὐθιγενῶν | |
180 | καὶ χειμάρρων ποταμῶν οὐ πλημμυρούντων μόνον ἀλλὰ καὶ τὸ καθεστὸς προσυπερβαλλόντων τῆς ἐπιβάσεως καὶ τὰς ὄχθας ἢ τῇ βίᾳ παραρρηγνύν‐ | |
των ἢ ὑπερπηδώντων ἀναβάσει τῇ πρὸς μήκιστον ὕψος· ὅθεν ὑπερβλύ‐ σαντας εἰς τὴν παρακειμένην ἀναχεῖσθαι πεδιάδα, τὴν δὲ τὸ μὲν πρῶτον εἰς μεγάλας λίμνας διανέμεσθαι, πρὸς τὰ κοιλότερα ἀεὶ τοῦ ὕδατος συνί‐ | 237 | |
185 | ζοντος, αὖθις δ’ ἐπιρρέοντος καὶ τοὺς μεθορίους ἰσθμοὺς κατακλύζοντος, οἷς διεκρίνοντο αἱ λίμναι, εἰς μέγεθος ἀχανοῦς πελάγους κατὰ τὴν πολ‐ λῶν ἕνωσιν ἀποκρίνεσθαι. πρὸς δὲ μαχομένων δυνάμεων ἐν μέρει τοὺς ἐν τοῖς ἐναντίοις οἰκοῦντας τόποις ἀπόλλυσθαι, πυρὶ μὲν τοὺς ἐν ὄρεσι καὶ γεωλόφοις καὶ δυσύδροις χωρίοις, ἅτ’ οὐκ ἔχοντας φύσει πυρὸς ἀμυντή‐ | |
190 | ριον ἄφθονον ὕδωρ, ἔμπαλιν δ’ ὕδατι τοὺς παρὰ ποταμοῖς ἢ λίμναις ἢ θαλάττῃ· γειτόνων γὰρ ἅπτεσθαι φιλεῖ τὰ κακὰ πρώτων ἢ καὶ μόνων. κατὰ δὴ τοὺς λεχθέντας τρόπους δίχα μυρίων ἄλλων βραχυτέρων φθειρο‐ μένου τοῦ πλείστου μέρους ἀνθρώπων, ἐπιλείπειν ἐξ ἀνάγκης καὶ τὰς τέχνας· δίχα γὰρ τοῦ μεθοδεύοντος οὐκ εἶναι καθ’ αὑτὴν ἰδεῖν ἐπιστήμην. | |
195 | ἐπειδὰν δὲ αἱ μὲν κοιναὶ νόσοι χαλάσωσιν, ἄρξηται δὲ ἀνηβᾶν καὶ βλαστά‐ νειν τὸ γένος ἐκ τῶν μὴ προκαταληφθέντων τοῖς ἐπιβρίσασι δεινοῖς, ἄρχεσθαι καὶ τὰς τέχνας πάλιν συνίστασθαι, οὐ τότε πρῶτον γενομένας, ἀλλὰ τῇ μειώσει τῶν ἐχόντων ὑποσπανισθείσας. Ἃ μὲν οὖν περὶ ἀφθαρσίας τοῦ κόσμου παρειλήφαμεν, εἴρηται κατὰ | |
310(200) | δύναμιν. τὰς δὲ πρὸς ἕκαστον ἐναντιώσεις ἐν τοῖς ἔπειτα δηλωτέον. | |
311(n) | Diog. Laert. 7,135 | |
1 | Σῶμα δ’ ἐστίν, ὥς φησιν Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ, τὸ τριχῆ διαστατόν, εἰς μῆκος, εἰς πλάτος, εἰς βάθος· τοῦτο δὲ καὶ στερεὸν σῶμα καλεῖται. ἐπιφάνεια δ’ ἐστὶ σώματος πέρας ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δ’ οὔ· ταύτην δὲ Ποσειδώνιος ἐν ε Περὶ μετεώρων καὶ κατ’ ἐπί‐ | |
5 | νοιαν καὶ καθ’ ὑπόστασιν ἀπολείπει. γραμμὴ δ’ ἐστὶν ἐπιφανείας πέρας ἢ μῆκος ἀπλατὲς ἢ τὸ μῆκος μόνον ἔχον. στιγμὴ δ’ ἐστὶ γραμμῆς πέρας, ἥτις ἐστὶ σημεῖον ἐλάχιστον. | |
312(n) | Diog. Laert. 7,144 | |
1 | Εἶναι δὲ τὸν μὲν ἥλιον εἰλικρινὲς πῦρ, καθά φησι Ποσειδώνιος ἐν ζ Περὶ | |
μετεώρων· ... πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς πάντα ποιεῖ. | 238 | |
314(n) | Aratea 502,11—27; 429,5 Martin | |
1 | Ὁ μὲν Ποσειδώνιος παρήλιόν φησι νέφος στρογγύλον περὶ τὴν τοῦ ἡλίου ἔκλαμψιν ἐκ τοῦ ἡλίου λάμπον· οὐ γὰρ ἰδίῳ φωτὶ κέχρηται, ἀλλὰ τῷ τοῦ ἡλίου, ὥσπερ καὶ ἡ σελήνη. ἡλιοειδὲς δὲ εἶπε τῷ τε στρογγύλον εἶναι καὶ τῷ ἐλλάμπεσθαι ὑπὸ τοῦ ἡλίου. ὅμοιον οὖν αὐτὸ γίνεται παρεπόμενον | |
5 | τῷ ἡλίῳ, παρ’ ὅσον ἐκ πλαγίου αὐτοῦ ὁρᾶται. διὸ καὶ λευκὸν φαίνεται· περὶ γὰρ τὴν ἔκλαμψιν τοῦ ἡλίου τὸ τοιοῦτον αὐτῷ συμπίπτει· ἐκπέφυκε γὰρ ἐκ πλαγίων τοῦ ἡλίου ταῦτα γίνεσθαι, ἐπεὶ τὰ μὲν ὑπὸ τὸν ἥλιον νέφη ταχεῖαν λαμβάνει τὴν διάλυσιν, τὰ δὲ πολὺ ἀπηρτημένα οὐ δύναται τὴν ἀνάκλασιν τῶν ἀκτίνων ποιεῖσθαι. ἐκ δὲ τῶν πλαγίων ῥᾳδίως τὴν | |
10 | ἔκλαμψιν συμβαίνει γίνεσθαι. ὅθεν καὶ δυομένου καὶ ἀνίσχοντος τοῦ ἡλίου ταῦτα συνίστανται τῷ λοξὰς ἐμπίπτειν εἰς αὐτὰ τὰς ἀκτῖνας μὴ οὔσας καθετικάς. συνίστανται δὲ ταῦτα καὶ ἑκατέρωθεν τοῦ ἡλίου πολ‐ λάκις. Ἀριστοτέλης δὲ τὰ παρήλιά φησιν ἔμφασιν εἶναι μὴ ἔχοντα ὑπό‐ στασιν. | |
315(n1) | Alexander in meteor. 142,21—143,14 Hayduck | |
n2 | (zu Aristoteles Meteor. 3,3,372b 12ff.) | |
1 | Καὶ πρῶτόν γε περὶ τῆς ἅλω ποιεῖται λόγον (sc. ὁ Ἀριστοτέλης) καὶ ζητεῖ περί τε τοῦ σχήματος αὐτῆς διότι κύκλος, καὶ διὰ τί περὶ αὐτὸν τὸν ἥλιον ἢ τὴν σελήνην ἤ τι ἄλλο τῶν ἄστρων περὶ ὃ ὁρᾶται γίνεται, ἀλλ’ οὐχὶ καταντικρὺ φέρε εἰπεῖν ἢ ἐκ πλαγίων. φαίνεσθαι δή φησι τὴν ἀνά‐ | |
5 | κλασιν τῆς ὄψεως ἐν τούτοις ἀπὸ τῆς συνισταμένης ἀτμίδος εἰς νέφος μετὰ τὸ ἀνενεχθῆναι, ἂν ἡ σύστασις αὐτῆς ὁμαλής τε καὶ μικρομερὴς συνιστα‐ μένη τύχῃ. τοιαύτης γὰρ οὔσης αὐτῆς, ἂν ὑπερφερόμενον αὐτῆς ἄστρον τι τῶν λαμπρῶν ἢ ὁ ἥλιος ἢ ἡ σελήνη τύχῃ, τὸ μὲν κατὰ τὴν κάθετον τοῦ ὑπερφερομένου σώματος ἀνάγκη διακρινόμενον μανότερόν τε καὶ λεπτό‐ | |
10 | τερον γίνεσθαι, μέχρι τινὸς τῆς τοιαύτης προϊούσης ἐν αὐτῇ κινήσεως, τὸ δ’ ἐντεῦθεν οὐδὲν τοιοῦτον πάσχει, μένει δὲ οἷόνπερ ἐστί. ἐξ ἴσου δὲ πάντῃ περὶ τὴν κάθετον τοῦ τοιούτου συμβαίνοντος διὰ τὴν ὁμαλότητα τοῦ νέφους, κύκλον ἀναγκαῖον γίνεσθαι τὸ πέρας τῆς ἐπιεικῶς διακεκρι‐ μένης ἀτμίδος. ἀφ’ οὗ τὸ ἐπέκεινα πάλιν μᾶλλον μὲν συνέστηκεν, ὁμαλὲς δ’ | |
15 | ὂν καὶ μικρομερὲς συνεχῆ καὶ μικρὰ κάτοπτρα κατὰ τὴν τοῦ κύκλου περι‐ φέρειαν ἴσχει, πρὸς ἃ κατὰ μὲν τοὺς τὴν τῆς ὄψεως ἀνάκλασιν αἰτιωμέ‐ νους ἡ ὄψις προσπεσοῦσα ἀνακλασθεῖσα πρὸς τὸ ἄστρον τὴν τῆς ἅλω φαντασίαν ποιεῖ, κατὰ δὲ τὸ ἀληθὲς τὸ φῶς τὸ τοῦ ἄστρου προσπῖπτον τοῖς προειρημένοις κατόπτροις, ἔπειτα ἐπὶ τὴν ὄψιν τὴν ὁρῶσαν | |
20 | ἀνακλασθέν τε καὶ διαδοθὲν ποιεῖ τὴν φαντασίαν τῆς ἅλω. ἐν γὰρ τοῖς εἰρημένοις κατόπτροις διὰ μικρότητα, τοῦ χρώματος ἔμφασις γίνεται μόνου. καὶ ἡ μὲν Ἀριστοτέλους δόξα περὶ τῆς ἅλω ὡς ἐπὶ κεφα‐ λαίων τοιαύτη. ἐπηκολούθησε δὲ αὐτῷ καὶ Ποσειδώνιος, πάντων σχεδὸν | |
τῶν ἄλλων οὐκ ἄστρου ἀνάκλασιν, ἀλλὰ κατακλάσεις ὄψεων αἰτιω‐ | 242 | |
25 | μένων, ὡς ἐπὶ τῶν δι’ ὕδατος ὁρωμένων γίνεται· ὑποτίθενται γὰρ σφαι‐ ροειδὲς καὶ κοῖλον τὸ νέφος, ἔπειτα τὸ ὑπερκείμενον ἄστρον αὐτοῦ κατὰ κύκλον φασὶ διεσπασμένον ἐν αὐτῷ ὁρᾶσθαι. ἀλλ’ ὅτι μὲν αἱ τοιαῦται δόξαι περὶ τῆς ἅλω ψευδεῖς, ἱκανῶς ὁ διδάσκαλος ἡμῶν Σωσιγένης ἐν τῷ ὀγδόῳ Περὶ ὄψεως ἔδειξεν. | |
316(n) | Aratea 546,8—19; 509,21 Martin | |
1 | Ὁ δὲ Ποσειδώνιος ἀρχὴν γενέσεώς φησιν ἴσχειν τοὺς κομήτας, ὅταν τι τοῦ ἀέρος παχυμερέστερον εἰς τὸν ἀέρα ἐκθλιβὲν τῇ τοῦ ἀέρος δίνῃ ἐνδεθῇ, εἶτα πρὸς πλείονα χρόνον ἐπιρρεούσης τῆς τροφῆς φέρωνται. ἔνθεν αὐτοὺς καὶ μείζονας αὑτῶν ὁρᾶσθαι καὶ ἥττονας, ὡς ἄν ποτε μὲν πλεῖον ἐπιδι‐ | |
5 | δούσης τῆς τροφῆς αὔξεσθαι, ποτὲ δὲ λειπούσης συστέλλεσθαι. ταύτῃ γοῦν καὶ εἰς τὸν ἀρκτικὸν οὐ συνίστασθαι μάλιστα τόπον, ἀλλ’ ἔνθα παχυ‐ μερὴς καὶ πεπιλημένος ἐστὶν ὁ ἀήρ. κατὰ δὲ τὰς φαύσεις αὐτῶν καὶ πάλιν διαλύσεις τροπὰς γίνεσθαι συμβαίνει τοῦ ἀέρος· αὐχμούς τε γὰρ κἀκ τῶν ἐναντίων ῥαγδαίους ὄμβρους κατὰ τὴν διάλυσιν αὐτῶν γίνεσθαι, ἅτε δὴ | |
10 | ἐν ἀέρι τῆς συστάσεως αὐτῶν γινομένης. | |
317(n) | Aetios 382b3—383b34 | |
1 | Ἀριστοτέλης καὶ Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ 〈συμ〉περιφέροντος· ὑφ’ ὧν ἐμβαλλόντων μὲν προωθου‐ μένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὴν πλήμ‐ μυραν, καταληγόντων δ’ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν | |
5 | ἄμπωτιν. 〈Εὐ〉ήνιος ὁ Μεσσήνιος ἡλίῳ καὐτὸς τὴν αἰτίαν ἀνατίθησι, καθ’ οὓς μὲν ἂν τόπους γένηται τῆς γῆς πλημμυροῦντι τὰ πελάγη, ἐξ ὧν δ’ ἂν τύχῃ παραποστὰς ὑποσυνέλκοντι. ταῦτα δὲ συμβαίνειν περὶ τὰς ἑῴας καὶ τὰς μεσημβρινὰς ἐκκλίσεις. | |
10 | Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης καὶ τῇ μειώσει τὰς ἑκατέρου τούτων αἰτίας ἀνατίθησιν. Ποσειδώνιος ὑπὸ μὲν τῆς σελήνης κινεῖσθαι τοὺς ἀνέμους, ὑπὸ δὲ τούτων τὰ πελάγη, ἐν οἷς τὰ προειρημένα γίγνεσθαι πάθη. Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων. εἶναι γάρ τινα φυσικὴν | |
15 | αἰώραν διά τινος ἐγγείου τρήματος περιφέρουσαν τὴν παλίρροιαν, ὑφ’ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη. ⸢Τίμαιος ὁ Ταυρομενίτης τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαν‐ τικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται προωθοῦντας μὲν ταῖς ἐφόδοις, | |
ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις.⸣ | 243 | |
20 | Κράτης ὁ γραμματικὸς τὸν ἀντισπασμὸν τῆς θαλάσσης αἰτιᾶται. Ἀπολλόδωρος ὁ Κερκυραῖος τὰς ἐκ τοῦ ὠκεανοῦ παλιρροίας. Σέλευκος ὁ μαθηματικὸς ἀντιγεγραφὼς Κράτητι, κινῶν καὐτὸς τὴν γῆν, ἀντικόπτειν αὐτῆς τῷ δίνῳ φησὶ τὴν περιστροφὴν τῆς σελήνης. τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ | |
25 | ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος κατὰ λόγον οὕτω συγκυμαί‐ | |
νεσθαι τὴν θάλασσαν. | 244 | |
334(n) | Diog. Laert. 7,138 | |
1 | Καὶ ἔστι κόσμος ὁ ἰδίως ποιὸς τῆς τῶν ὅλων οὐσίας ἤ, ὥς φησι Ποσει‐ δώνιος ἐν τῇ Μετεωρολογικῇ στοιχειώσει, σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις φύσεων ἢ σύστημα ἐκ θεῶν καὶ ἀνθρώπων καὶ τῶν ἕνεκα τούτων γεγονότων. οὐρανὸς δέ ἐστιν ἡ ἐσχάτη περιφέρεια ἐν ᾗ | |
5 | πᾶν ἵδρυται τὸ θεῖον. | |
335(n) | Diog. Laert. 7,152f. | |
1 | Ἶριν δὲ εἶναι αὐγὰς ἀφ’ ὑγρῶν νεφῶν ἀνακεκλασμένας ἤ, ὡς Ποσειδώ‐ νιός φησιν ἐν τῇ Μετεωρολογικῇ, ἔμφασιν ἡλίου τμήματος ἢ σελήνης ἐν νέφει δεδροσισμένῳ, κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν, ὡς ἐν κατόπτρῳ φανταζομένην κατὰ κύκλου περιφέρειαν. κομήτας τε καὶ πωγωνίας καὶ | |
5 | λαμπαδίας πυρὰ εἶναι ὑφεστῶτα πάχους ἀέρος εἰς τὸν αἰθερώδη τόπον ἀνενεχθέντος. σέλας δὲ πυρὸς ἀθρόου ἔξαψιν ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνοντος. ὑετὸν δ’ ἐκ νέφους μεταβολὴν εἰς ὕδωρ, ἐπειδὰν ἢ ἐκ γῆς ἢ ἐκ θαλάττης ἀνενεχθεῖσα ὑγρασία ὑφ’ ἡλίου μὴ τυγχάνῃ κατεργασίας· καταψυχθὲν δὲ τοῦτο πάχνην καλεῖσθαι. | |
336a(n) | π.κ. 394a4—b6 | |
1 | Γῆς μὲν δὴ καὶ θαλάττης φύσιν καὶ θέσιν, ἥντινα καλεῖν εἰώθαμεν οἰκου‐ μένην, τοιάνδε τινὰ ἱστορήκαμεν. 4. Περὶ δὲ τῶν ἀξιολογωτάτων ἐν αὐτῇ καὶ περὶ αὐτὴν παθῶν νῦν λέγωμεν, αὐτὰ τὰ ἀναγκαῖα κεφαλαιούμενοι. δύο γὰρ δή τινες ἀπ’ αὐτῆς | |
5 | ἀναθυμιάσεις ἀναφέρονται συνεχῶς εἰς τὸν ὑπὲρ ἡμᾶς ἀέρα, λεπτομερεῖς καὶ ἀόρατοι παντάπασιν, εἰ [τι] μὴ κατὰ τὰς ἑῴας ἔστιν ὅτε ἐκ πο‐ ταμῶν τε καὶ ναμάτων ἀναφερόμεναι θεωροῦνται. τούτων δὲ ἡ μέν ἐστι ξηρὰ καὶ καπνώδης, ἀπὸ τῆς γῆς ἀπορρέουσα, ἡ δὲ νοτερὰ καὶ ἀτμώδης, ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιωμένη φύσεως. γίνονται δὲ ἀπὸ μὲν ταύτης ὁμίχλαι | |
10 | καὶ δρόσοι καὶ πάγων ἰδέαι νέφη τε καὶ ὄμβροι καὶ χιόνες καὶ χάλαζαι, ἀπὸ δὲ τῆς ξηρᾶς ἄνεμοί τε καὶ πνευμάτων διαφοραὶ βρονταί τε καὶ ἀστραπαὶ καὶ πρηστῆρες καὶ κεραυνοὶ καὶ τὰ ἄλλα ἃ δὴ τούτοις ἐστὶ σύμφυλα. ἔστι δὲ ὁμίχλη μὲν ἀτμώδης ἀναθυμίασις ἄγονος ὕδατος, ἀέρος μὲν παχυτέρα, νέφους δὲ ἀραιοτέρα· γίνεται δὲ ἤτοι ἐξ ἀρχῆς νέφους ἢ | |
15 | ἐξ ὑπολείμματος. ἀντίπαλος δὲ αὐτῇ λέγεταί τε καὶ ἔστιν αἰθρία, οὐδὲν ἄλλο οὖσα πλὴν ἀὴρ ἀνέφελος καὶ ἀνόμιχλος. δρόσος δέ ἐστιν ὑγρὸν ἐξ αἰθρίας κατὰ σύστασιν λεπτὴν φερόμενον, κρύσταλλος δὲ ἀθρόον ὕδωρ ἐξ αἰθρίας πεπηγός, πάχνη δὲ δρόσος πεπηγυῖα, δροσοπάχνη δὲ ἡμιπαγὴς | |
δρόσος. νέφος δέ ἐστι πάχος ἀτμῶδες συνεστραμμένον, γόνιμον ὕδατος· | 255 | |
20 | ὄμβρος δὲ γίνεται μὲν κατ’ ἐκπιεσμὸν νέφους εὖ μάλα πεπαχυσμένου, διαφορὰς δὲ ἴσχει τοσάσδε ὅσας καὶ ἡ τοῦ νέφους θλῖψις· ἠπία μὲν γὰρ οὖσα μαλακὰς ψεκάδας διασπείρει, σφοδρὰ δὲ ἁδροτέρας· καὶ τοῦτο καλοῦμεν ὑετόν, ὄμβρου μείζω κατὰ συνεχῆ συστρέμματα ἐπὶ γῆς φερό‐ μενον. χιὼν δὲ γίνεται κατὰ νεφῶν πεπυκνωμένων ἀπόθραυσιν πρὸ τῆς | |
25 | εἰς ὕδωρ μεταβολῆς ἀνακοπέντων· ἐργάζεται δὲ ἡ μὲν κοπὴ τὸ ἀφρῶδες καὶ ἔκλευκον, ἡ δὲ σύμπηξις τοῦ ἐνόντος ὑγροῦ τὴν ψυχρότητα οὔπω χυθέντος οὐδὲ ἠραιωμένου. σφοδρὰ δὲ αὕτη καὶ ἀθρόα καταφερομένη νιφετὸς ὠνόμασται. χάλαζα δὲ γίνεται ὑετοῦ συστραφέντος καὶ βρῖθος ἐκ πιλήματος εἰς καταφορὰν ταχυτέραν λαβόντος· παρὰ δὲ τὰ μεγέθη | |
30 | τῶν ἀπορρηγνυμένων θραυσμάτων οἵ τε ὄγκοι μείζους αἵ τε φοραὶ γίνονται βιαιότεραι. ταῦτα μὲν οὖν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως πέφυκε συμπίπτειν. | |
336b(n) | Arrian phys. 190,17—192,12 | |
1 | Ἀρριανοῦ. Ἀρριανός φησι τὴν ὁμίχλην τῇ μὲν πρὸ νέφους ξυνίστασθαι πρὶν ἐξαναστῆναι, ἐπὶ πολὺ δὲ ἀπὸ νέφους ἐκχυθέντος καὶ σκεδασθέντος· γίγνεται δὲ ταῦτα, εἰ μὴ κρατήσειεν αὐτῶν ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα ὅσα ἐν οὐρανῷ καὶ αὐτὸς ὁ οὐρανός. ἀπὸ δὲ νεφελῶν, ὅσαι μὲν μὴ ἄγαν | |
5 | πιληθεῖσαι συνέστησαν, ψεκάδες καταφέρονται ἐπὶ γῆν καὶ εἰς ταύτας διαλύονται ὁμίχλαι τε καὶ νεφελῶν ὅσαι μανώτεραι· ὅσαι δὲ ἐπὶ μέγα ξυστᾶσαι εἰς ὕδωρ μετέβαλον, ὑετοὺς ἐκ νεφῶν γεννῶσι. καὶ ὁμίχλαι μὲν τὸ πολὺ τῇ γῇ ἐφιζάνουσιν, ἅτε δὴ κεχυμένης τε ἔτι καὶ ἀξυστάτου τῆς ἀτμίδος· αἱ νεφέλαι δὲ αἴρονται εἰς τὸ ἄνω, οὐ μὴν ὑπὲρ εἴκοσίν γε ἀπὸ | |
10 | γῆς σταδίους οὐδὲ αὗται ἀναφέρονται. ὅτι καὶ τῶν ὀρῶν ὅσα ὑπὲρ εἴκοσί γε ἀπὸ γῆς σταδίους ἀνέχει ἐς εὐθὺ (ἔστι δὲ καὶ εὐαρίθμητα ταῦτα ἔν γε τοῖς καθ’ ἡμᾶς τόποις) οὔτε ὑόμενα ὤφθη ποτὲ οὔτε καταπνεόμενα, οὐδὲ νεφέλη ὑπὲρ αὐτῶν ἢ καὶ ἐπ’ αὐτοῖς ἱζάνουσα. ἀλλὰ τῆς Οἴτης γε ἐπὶ τῇ ἀκρωρείᾳ θύεσθαι ὅσα ἔτη λόγος καὶ Ἡρακλεῖ καὶ Φιλοκτήτῃ | |
15 | εἰς μνήμην τοῦ παλαιοῦ παθήματος καὶ τὴν τέφραν ἐπὶ τῇ πυρκαιᾷ ἐν χώρᾳ μένειν· εἶναι γὰρ τὸν ἄνω ὑπὲρ γῆς ἀέρα λεπτόν τε ἤδη καὶ καθαρὸν καὶ αὐγοειδῆ, καὶ ταύτῃ διαφορεῖσθαι τοὺς ἀτμοὺς ὅσοι προσωτέρω ὑπεραναφέρονται. ὅση δὲ λεπτὴ ἀτμὶς μὴ ἐπὶ μέγα ἀρθεῖσα ἐσκεδάσθη, ἀλλὰ ψυχθεῖσα κατηνέχθη ἐπὶ γῆν, δρόσος γίγνεται· πρὸς ἡλίου δὲ ἐπι‐ | |
20 | καυθεῖσα ἐρυθαίνεται ἢ μελαίνεται, καὶ τοῦτο μίλτον ἢ φοινιάδα μὲν τὸ ἐρυθρὸν αὐτοῦ, ἐρυσίβην δὲ ὅ τι περ καὶ μέλαν καλοῦσι· παγεῖσα δὲ καὶ | |
πεσοῦσα ἐπὶ γῆν πάχνη γίνεται. καὶ ἔστι ὅ τι περ πάχνη πρὸς δρόσον, τοῦτο χιὼν πρὸς ὑετόν, ὅτι καὶ τὸ νέφος ξυνελθὸν μὲν ἄνευ πήξεως εἰς ὑετὸν διακρίνεται, παγὲν δὲ εἰς νιφετὸν συνάγεται. 〈καὶ〉 ὅτι πρὶν παντε‐ | 256 | |
25 | λῶς ἐς ὕδωρ ξυστῆναι τὴν νεφέλην φθάνει παγῆναι ἐς χιόνα, καὶ ἡ χρόα τῆς χιόνος τεκμηριῶσαι παρέχει· λευκή τε γὰρ καὶ αὐγοειδής ἐστιν, ὅτι πρὶν τραπῆναι ἐς ὕδωρ παγεῖσα θρύπτεται, οἷα δὴ οὐ σμικρὰν μοῖραν τοῦ πνεύματος φωτοειδοῦς ὄντος συνεπιλαμβάνουσα· ἔνθεν τοι ἀφρῷ ἐς τὰ μάλιστα τὴν χρόαν ἔοικεν, ὅτι καὶ ἐν ἀφρῷ πολύ τι ἔνι πνεύματος· | |
30 | δηλοῦσι δὲ πομφόλυγες αἱ ἐπὶ τῶν ἀφρῶν οἷα δὴ ἐπιζέουσαι. | |
337a(n) | π.κ. 394b7—395a10 | |
1 | Ἐκ δὲ τῆς ξηρᾶς ὑπὸ ψύχους μὲν ὠσθείσης ὥστε ῥεῖν ἄνεμος ἐγένετο· οὐδὲν γάρ ἐστιν οὗτος πλὴν ἀὴρ πολὺς ῥέων καὶ ἀθρόος· ὅστις ἅμα καὶ πνεῦμα λέγεται. λέγεται δὲ καὶ ἑτέρως πνεῦμα ἥ τε ἐν φυτοῖς καὶ ζῴοις καὶ διὰ πάντων διήκουσα ἔμψυχός τε καὶ γόνιμος οὐσία, περὶ ἧς νῦν | |
5 | λέγειν οὐκ ἀναγκαῖον. τὰ δὲ ἐν ἀέρι πνέοντα πνεύματα καλοῦμεν ἀνέμους, αὔρας δὲ τὰς ἐξ ὑγροῦ φερομένας ἐκπνοάς. τῶν δὲ ἀνέμων οἱ μὲν ἐκ νενο‐ τισμένης γῆς πνέοντες ἀπόγειοι λέγονται, οἱ δὲ ἐκ κόλπων διεξᾴττοντες ἐγκολπίαι· τούτοις δὲ ἀνάλογόν τι ἔχουσιν οἱ ἐκ ποταμῶν καὶ λιμνῶν. οἱ δὲ κατὰ ῥῆξιν νέφους γινόμενοι καὶ ἀνάλυσιν τοῦ πάχους εἰς ἑαυτοὺς | |
10 | ποιούμενοι ἐκνεφίαι καλοῦνται· μεθ’ ὕδατος δὲ ἀθρόον ῥαγέντες ἐξυ‐ δρίαι λέγονται. καὶ οἱ μὲν ἀπὸ ἀνατολῆς συνεχεῖς εὖροι κέκληνται, βορέαι δὲ οἱ ἀπὸ ἄρκτου, ζέφυροι δὲ οἱ ἀπὸ δύσεως, νότοι δὲ οἱ ἀπὸ μεσημβρίας. τῶν γε μὴν εὔρων καικίας μὲν λέγεται ὁ ἀπὸ τοῦ περὶ τὰς θερινὰς ἀνα‐ τολὰς τόπου πνέων ἄνεμος, ἀπηλιώτης δὲ ὁ ἀπὸ τοῦ περὶ τὰς ἰσημερινάς, | |
15 | εὖρος δὲ ὁ ἀπὸ τοῦ περὶ τὰς χειμερινάς. καὶ τῶν ἐναντίων ζεφύρων ἀρ‐ γέστης μὲν ὁ ἀπὸ τῆς θερινῆς δύσεως, ὅν τινες καλοῦσιν ὀλυμπίαν, οἱ δὲ ἰάπυγα· ζέφυρος δὲ ὁ ἀπὸ τῆς ἰσημερινῆς, λὶψ δὲ ὁ ἀπὸ τῆς χειμερινῆς. καὶ τῶν βορεῶν ἰδίως ὁ μὲν ἑξῆς τῷ καικίᾳ καλεῖται βορέας, ἀπαρκτίας δὲ ὁ ἐφεξῆς ἀπὸ τοῦ πόλου κατὰ τὸ μεσημβρινὸν πνέων, θρασκίας δὲ ὁ | |
20 | ἑξῆς πνέων τῷ ἀργέστῃ, ὃν ἔνιοι κιρκίαν καλοῦσιν. καὶ τῶν νότων ὁ μὲν ἀπὸ τοῦ ἀφανοῦς πόλου φερόμενος ἀντίπαλος τῷ ἀπαρκτίᾳ καλεῖται νότος, εὐρόνοτος δὲ ὁ μεταξὺ νότου καὶ εὔρου· τὸν δὲ ἐπὶ θάτερα μεταξὺ λιβὸς καὶ νότου οἱ μὲν λιβόνοτον, οἱ δὲ λιβοφοίνικα καλοῦσιν. τῶν δὲ ἀνέμων οἱ μέν εἰσιν εὐθύπνοοι, ὁπόσοι διεκπνέουσι πρόσω κατ’ εὐθεῖαν, | |
25 | οἱ δὲ ἀνακαμψίπνοοι, καθάπερ ὁ καικίας λεγόμενος, καὶ οἱ μὲν χειμῶνος, ὥσπερ οἱ νότοι, δυναστεύοντες, οἱ δὲ θέρους, ὡς οἱ ἐτησίαι λεγόμενοι, μῖξιν ἔχοντες τῶν τε ἀπὸ τῆς ἄρκτου φερομένων καὶ ζεφύρων· οἱ δὲ | |
ὀρνιθίαι καλούμενοι, ἐαρινοί τινες ὄντες ἄνεμοι, βορέαι εἰσὶ τῷ γένει. τῶν γε μὴν βιαίων πνευμάτων καταιγὶς μέν ἐστι πνεῦμα ἄνωθεν τύπτον | 257 | |
30 | ἐξαίφνης, θύελλα δὲ πνεῦμα βίαιον καὶ ἄφνω προσαλλόμενον, λαῖλαψ δὲ καὶ στρόβιλος πνεῦμα εἰλούμενον κάτωθεν ἄνω, ἀναφύσημα δὲ γῆς πνεῦμα ἄνω φερόμενον κατὰ τὴν ἐκ βυθοῦ τινος ἢ ῥήγματος ἀνάδοσιν· ὅταν δὲ εἰλούμενον πολὺ φέρηται, πρηστὴρ χθόνιός ἐστιν. | |
337b(n) | Arrian phys. 187,9f.; 188,8—189,5 | |
1 | Ὅσοι δὲ ἔρημοι πυρὸς τυφῶνες, οἱ δὲ ἔτι ἀνειμένοι ἐκνεφίαι ... Ἐκνεφίας δὲ ἄνεμος, ἐπὰν δινούμενος ἐκπέσῃ νέφους ῥαγέντος, τυφὼν κλῄζεται. γίγνεται δὲ ἡ δίνη ὧδε· ἐπειδὰν κώλυμα ἐν τῷ νέφει ἐγχριμφθῇ τὸ μὴ οὐκ ἐπ’ εὐθὺ ἐκπεσεῖν τὴν πνοήν, ἀναστρέφεταί τε καὶ ἀνειλεῖται | |
5 | ἐς αὑτήν. εἴργεται δὲ ὑπὸ πάχους νεφέλης ἐπ’ εὐθὺ ἐκπεσεῖν ἢ κρύους ἀποστρέψαντος ἢ ἀντιπεσούσης ἄλλης πνοῆς. οὕτω τοι καὶ ἦρος ἄλλοτε ἄλλῃ αἱ θύελλαι ἀναστρέφονταί τε καὶ ἀνειλούμεναι αὖθις ἄνω ἀναφέ‐ ρονται, ἐπειδὰν δὴ ἐγχρίμψας τόπος τις γῆς ἀνακόψῃ τῆς πνοῆς τὴν ἐπ’ εὐθὺ ὁρμήν. καὶ δῖναι 〈τοῦ〉 ἐν τοῖς ποταμοῖς ὕδατος ταὐτὸ τοῦτό εἰσι· φερό‐ | |
10 | μενον γὰρ εὐθείᾳ τὸ ὕδωρ οὔποτ’ ἂν δινηθείη· ἀντιπεσόντος δὲ ἄλλοτε ἄλλου πρὸς τὴν φορὰν ἀναστρέφει ἡ ῥοή, ἀναστραφεῖσα δὲ ἐς κύκλον ἐπικάμπτει ὑπὸ τῇ ῥύμῃ, ὅτι μὴ οἵα τε ἐπ’ εὐθὺ ἐς τὸ ἔμπαλιν ἐκφέρεσθαι. οἱ δὲ τυφῶνες καὶ τῆς νεφέλης τὸ πολὺ ἐς τὸ κάτω σὺν ἕλικι ἐπάγουσιν ἅμα σφίσι· καὶ προσπεσόντες τῇ γῇ ἀναρπάζουσιν ὅτῳ ἂν ἐντύχωσιν, | |
15 | ἀντικοπτομένης τῆς ῥύμης ὡς ξὺν τῇ αὐτῇ ἕλικι ἀναστρέφεσθαι· ὥστε καὶ ναῦς ἤδη ἅμα τῷ φόρτῳ ἐμπεσόντες ἐξῆραν ἐπὶ μέγα ἔξω τῆς θαλάσσης. | |
338a(n) | π.κ. 395a11—28 | |
1 | Εἰληθὲν δὲ πνεῦμα ἐν νέφει παχεῖ τε καὶ νοτερῷ, καὶ ἐξωσθὲν δι’ αὐτοῦ, βιαίως ῥηγνύον τὰ συνεχῆ πιλήματα τοῦ νέφους, βρόμον καὶ πάταγον μέγαν ἀπειργάσατο, 〈ὃσ〉 βροντὴ λέγεται, ὥσπερ ἐν ὕδατι σύρμα σφοδρῶς ἐλαυ‐ νόμενον. κατὰ δὲ τὴν τοῦ νέφους ἔκρηξιν πυρωθὲν τὸ πνεῦμα καὶ λάμψαν | |
5 | ἀστραπὴ λέγεται. ὃ δὴ πρότερον τῆς βροντῆς προσέπεσεν, ὕστερον γενό‐ μενον, ἐπεὶ τὸ ἀκουστὸν ὑπὸ τοῦ ὁρατοῦ πέφυκε φθάνεσθαι, τοῦ μὲν καὶ πόρρωθεν ὁρωμένου, τοῦ δὲ ἐπειδὰν ἐμπελάσῃ τῇ ἀκοῇ, καὶ μάλιστα ὅταν τὸ μὲν τάχιστον ᾖ τῶν ὄντων, λέγω δὲ τὸ πυρῶδες, τὸ δὲ ἧττον ταχύ, ἀερῶδες ὄν, ἐν τῇ πλήξει πρὸς ἀκοὴν ἀφικνούμενον. τὸ δὲ ἀστράψαν ἀνα‐ | |
10 | πυρωθέν, βιαίως ἄχρι τῆς γῆς διεκθέον, κεραυνὸς καλεῖται, ἐὰν δὲ ἡμίπυ‐ ρον ᾖ, σφοδρὸν δὲ ἄλλως καὶ ἀθρόον, πρηστήρ, ἐὰν δὲ ἄπυρον παντελῶς, | |
τυφῶν· ἕκαστον δὲ τούτων κατασκῆψαν εἰς τὴν γῆν σκηπτὸς ὀνομάζεται. τῶν δὲ κεραυνῶν οἱ μὲν αἰθαλώδεις ψολόεντες λέγονται, οἱ δὲ ταχέως διᾴττοντες ἀργῆτες, ἑλικίαι δὲ οἱ γραμμοειδῶς φερόμενοι, σκηπτοὶ δὲ | 258 | |
15 | ὅσοι κατασκήπτουσιν εἰς τὴν γῆν. | |
338b(n) | Arrian phys. 187,4—11; 187,12—188,7; 189,6—190,15 | |
1 | Ἀρριανοῦ. Ὅσοι δὲ ξηροὶ ἀτμοί, ῥυέντες μὲν εὐθὺς ἀνέμους εἰργάσαντο, ἐν νέφει δὲ ἀποληφθέντες, ἔπειτα ῥηγνύντες βίᾳ τὸ νέφος βροντάς τε καὶ ἀστραπὰς ἐξέφηναν· ἐκπίπτοντες δ’ ἐπὶ μέγα διάπυροι μὲν κεραυνοί, ἀθρόοι δὲ καὶ ἡμίπυροι πρηστῆρες, ... κατασκήψαντες δὲ εἰς γῆν ξύμ‐ | |
5 | παντα ταῦτα σκηπτοὶ κληΐζονται. Οὐ δι’ ἴσου δὲ αἱ κοιλότητες τῶν νεφῶν καὶ 〈αἱ〉 ῥήξεις αἱ ἐπ’ αὐταῖς βροντὰς ἔχουσιν, ἀστραπὴ δὲ ὑπὸ τῇ ῥήξει ἐκτρίβεται καὶ ἐξάπτει τὸ πνεῦμα ὡς ἐκλάμψαι ἐπὶ μέγα. καὶ γίγνεται μὲν ἀστραπὴ μετὰ βροντήν, ὀξυτέρα δὲ τοσόνδε ὅσον ὄψις ἀκοῆς ὀξύτερον· καθότι ἀκοὴ μὲν πελα‐ | |
10 | ζούσης τῆς φωνῆς αἰσθάνεται, ὄψις δὲ ἐπὶ τὸ ὁρώμενον αὐτὸ ἐκπέμπεται. Κεραυνὸς δὲ ὅτι πνεῦμά ἐστιν, ἀπὸ τῶνδε τεκμηριῶσαι παρέχει· ῥήγνυσί τε ἔστιν ἃ τῶν ἐντυχόντων καὶ 〈περιδινεῖ ὅσα〉 περιδινηθῆναι οἷά τε, καὶ διϊκνεῖται 〈δι’〉 ὅσων οὐκ ἄν τι ἄλλο ὅτι μὴ πνεῦμα διέλθοι. ὡς δὲ ἔμπυρον πνεῦμά ἐστι, δηλοῖ μὲν τοῦτό γε καὶ ἡ ὄψις ὅτῳ ἐγγὺς | |
15 | κατέσκηψε, πῦρ γὰρ φαίνεται· ἤδη δὲ καὶ ἀφ’ ὧν ἐργάζεται ἐδήλωσε· περιφλέγει γὰρ ἔστιν ἃ τῶν πελασάντων, τὰ δὲ καὶ ἐξάπτει πάντῃ, καὶ ἀπολείπεται ἀπ’ αὐτοῦ ἴχνη, οἷα δὴ ἐπὶ πυρὶ ἐκκαύσαντι ἐσβεσμένῳ. Κεραυνῶν δὲ πολλαὶ ἰδέαι τε καὶ ὀνόματά εἰσιν. οἳ μὲν αὐτῶν ψολόεντες, οἳ δὲ ἀργῆτες κλῄζονται, σκηπτοί τε ὅσοι κατασκήπτουσι, καὶ αἰγίδες | |
20 | ὅσοι ἐν συστροφῇ πυρὸς καταφέρονται, ἕλικες δὲ ὅσοι ἐς ἑλικοειδῆ γραμ‐ μὴν διᾴττουσι. καὶ δὴ ὅσοι μὲν μὴ πάντῃ ὀξέως ἐκπεσόντες ὕλῃ ἐνέτυχον καυσίμῳ, ἔκαυσάν τε αὐτὴν ὑπὸ τῇ διατριβῇ καὶ αὐτοὶ κατεσχέθησαν τῷ ἔργῳ. ὅσοι δὲ ξὺν πολλῷ τῷ τάχει κατέσκηψαν, οὗτοι πρὶν ἐκκαῦσαι διῇξαν ὥστε ἡμίπυρα ἔστιν ἃ ὑπολελεῖφθαι ἀπ’ αὐτῶν· οἳ δὲ καὶ αἰθαλώσαντες | |
25 | μόνον διῆλθον. οἱ δὲ ἔτι καὶ τῶνδε ὀξύτεροι οὐδὲ ἓν ἐξεργάσασθαι ἔφθασαν, ἀλλὰ ἀραιᾷ μὲν ὕλῃ εἰ καὶ πάνυ καυσίμῳ ἐντυχόντες διεχώρησαν μόνον, ἀντιτύπῳ δὲ εἰ πελάσειαν ἐνσχεθέντες κατειργάσαντό τε αὐτὴν καὶ διέ‐ φθειραν· ὥστε κοιτίδος μὲν ξύλου μαλθακοῦ ἁψάμενοι διῇξαν ἀπαθῆ ἀπολιπόντες, τὸ δὲ χρυσίον ἔτηξαν τὸ ἐνόν, ὅτι ἐσχέθησαν ἐν τῷ χρυσίῳ· | |
30 | καὶ χιτῶνα ἤδη οὐκ ἔκαυσαν, ἀλλὰ ἐτρύχωσαν μόνον· καὶ διὰ μὲν κερά‐ μου διῆλθον, τὸ δὲ ἐνὸν ἐν αὐτῷ διεφόρησαν. τούτων ξυμπάντων οἱ μὲν λαμπροὶ ἀργῆτες, ὅσοι δὲ καταιθαλώσαντες τὰ πελάσαντά σφισιν ἐπαύ‐ σαντο, οὗτοι δὲ ψολόεντες ἐπὶ τῷ ἔργῳ ἐκλήθησαν. καὶ οἱ μὲν εὐθείᾳ κατασκήψαντες εἰς τὸ ἔμπαλιν τῇ αὐτῇ εὐθείᾳ ἀνῇξαν, οἱ δὲ ἐκ πλαγίου | 259 |
35 | ἐμπεσόντες πρὸς ἴσην γωνίαν ἄνω ἀναφέρονται· καὶ οἱ μὲν ἁπλοῖ, οἱ δὲ διπλοῖ κατέσκηψαν. πλεῖστοι δὲ ἦρος καὶ μετοπώρου καὶ ἅμα βιαιότεροι, περὶ τὴν Πλειάδος καὶ Ἀρκτούρου ἐπιτολήν, ὅτι ἐν κινήσει καὶ παθή‐ μασι πολυειδέσιν ὁ ἀὴρ τῇδε τῇ ὥρᾳ ἐστίν, οἷα δὴ οὔτε ὑπὸ κρύει πεπηγὼς οὔτε ὑπὸ τῷ θερινῷ ἡλίῳ ἐκκεκαθαρμένος. εἰ γάρ τοι καὶ ἐν χώραις ὅσαι | |
40 | νιφετώδεις καὶ ψυχραὶ καὶ ὅσαι αὖ κεκαυμέναι ὑπὸ ἡλίου κατασκήπτου‐ σιν, οἱ κατασκήψαντες ἐν θαύμασι ἀναφέρονται, καθάπερ ἐν Κελτοῖς καὶ παρ’ Αἰγυπτίοις. | |
339(n) | π.κ. 395a28—b3 | |
1 | Συλλήβδην δὲ τῶν ἐν ἀέρι φαντασμάτων τὰ μέν ἐστι κατ’ ἔμφασιν, τὰ δὲ καθ’ ὑπόστασιν—κατ’ ἔμφασιν μὲν ἴριδες καὶ ῥάβδοι καὶ τὰ τοιαῦτα, καθ’ ὑπόστασιν δὲ σέλα τε καὶ διᾴττοντες καὶ κομῆται καὶ τὰ τούτοις παραπλήσια. ἶρις μὲν οὖν ἐστιν ἔμφασις ἡλίου τμήματος ἢ σελήνης, ἐν | |
5 | νέφει νοτερῷ καὶ κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν, ὡς ἐν κατόπτρῳ, θεωρουμένη κατὰ κύκλου περιφέρειαν. ῥάβδος δέ ἐστιν ἴριδος ἔμφασις εὐθεῖα. ἅλως δέ ἐστιν ἔμφασις λαμπρότητος ἄστρου περίαυγος· διαφέρει δὲ ἴριδος ὅτι ἡ μὲν ἶρις ἐξ ἐναντίας φαίνεται ἡλίου καὶ σελήνης, ἡ δὲ ἅλως κύκλῳ παντὸς ἄστρου. | |
340a(n) | π.κ. 395b3—17 | |
1 | Σέλας δέ ἐστι πυρὸς ἀθρόου ἔξαψις ἐν ἀέρι. τῶν δὲ σελάων ἃ μὲν ἀκοντί‐ ζεται, ἃ δὲ στηρίζεται. ὁ μὲν οὖν ἐξακοντισμός ἐστι πυρὸς γένεσις ἐκ παρατρίψεως ἐν ἀέρι φερομένου ταχέως καὶ φαντασίαν μήκους ἐμφαίνον‐ τος διὰ τὸ τάχος, ὁ δὲ στηριγμός ἐστι χωρὶς φορᾶς προμήκης ἔκτασις | |
5 | καὶ οἷον ἄστρου ῥύσις· πλατυνομένη δὲ κατὰ θάτερον κομήτης καλεῖται. πολλάκις δὲ τῶν σελάων τὰ μὲν ἐπιμένει πλείονα χρόνον, τὰ δὲ παρα‐ χρῆμα σβέννυται. πολλαὶ δὲ καὶ ἄλλαι φαντασμάτων ἰδέαι θεωροῦνται, λαμπάδες τε καλούμεναι καὶ δοκίδες καὶ πίθοι καὶ βόθυνοι, κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα ὧδε προσαγορευθεῖσαι. καὶ τὰ μὲν τούτων ἑσπέρια, | |
10 | τὰ δὲ ἑῷα, τὰ δὲ ἀμφιφανῆ θεωρεῖται, σπανίως δὲ βόρεια καὶ νότια. πάντα δὲ ἀβέβαια· οὐδέποτε γάρ τι τούτων ἀεὶ φανερὸν ἱστόρηται κατεστηριγμέ‐ | |
νον. τὰ μὲν τοίνυν ἀέρια τοιαῦτα. | 260 | |
340b(n) | Arrian phys. 192,14—195,22 | |
1 | Ὅτι Ἀρριανὸς περὶ κομητῶν φύσεώς τε καὶ συστάσεως καὶ φασμάτων βιβλι‐ δάριον γράψας πολλοῖς ἀγωνίσμασι πειρᾶται δεικνύναι ὅτι μηδὲν μήτε τῶν ἀγαθῶν μήτε τῶν φαύλων τὰ τοιαῦτα φάσματα ἀποσημαίνουσιν. 〈Ἀρριανοῦ〉· Χαλδαίους μὲν δὴ λόγος περὶ κομητῶν ὧδε γιγνώσκειν, | |
5 | ὅτι εἰσί τινες καὶ ἄλλοι ἔξω τῶν φαινομένων πλανητῶν ἀστέρες, οἳ τέως μὲν ἀφανεῖς εἰσιν, ὅτι ἐπὶ πολὺ ἄνω που ἀφ’ ἡμῶν φέρονται, ἤδη δὲ καὶ ταπεινωθέντες ὤφθησαν οὕτως 〈ὡσ〉 ξυνενεγκόντες εἰς τὰ ὅλα· καὶ τού‐ τους κομήτας καλεῖν φίλον τοῖς οὐ γιγνώσκουσιν, ὅτι καὶ αὐτοὶ ἐκ τῶν πολλῶν ἀστέρων εἰσίν. ἀφανίζεσθαι δὲ δοκοῦσιν, ἐπειδὰν ἀνενεχθῶσιν | |
10 | εἰς τὴν σφῶν χώραν, δύντες εἰς τὸ βάθος τοῦ αἰθέρος, ὥσπερ ἐς τὸν τοῦ πελάγους βυθὸν οἱ ἰχθῦς. Οἳ δὲ ὑπ’ ἀνέμων ἢ θυέλλης ἀναφέρεσθαι ἔστιν ἃ γαιώδη ἐς τὸν ἄνω ἀέρα ἐδόξασαν καὶ ταῦτα ἐκπυρωθέντα καὶ εἰς τὴν δίνην ἐμπεσόντα τοῦ αἰθέρος ξυμπερινοστεῖν τῷ παντὶ ἐπὶ χρόνον, ἔπειτα ἀπαναλωθέντα πρὸς | |
15 | τοῦ πυρὸς ἀφανῆ καθίστασθαι, καὶ τοὺς κομήτας δὴ καλουμένους ἀστέρας ταῦτα εἶναι. Δημοκρίτου δὲ ὁ λόγος λεγόμενός ἐστιν, ὡς κατ’ ἀντίλαμψιν τῶν πλα‐ νωμένων ἀστέρων πρὸς ἀλλήλους τε καὶ τοὺς ἀπλανεῖς οἱ κομῆται ξυνί‐ στασθαι δοκοῦσι, καθάπερ πλειόνων κατόπτρων ἀντιλαμπόντων σφίσιν | |
20 | ἤδη τινὰ ὤφθη ἀστεροειδῆ φαντάσματα. Ἀρριανός φησιν· ὅσα δὲ (sc. σέλα) μένει ἐπὶ χρόνον, τὰ μὲν ὡς συμπερι‐ φέρεσθαι τῷ οὐρανῷ, τὰ δὲ ἤδη τινὰ κατ’ ἰδίαν πλάνην πλανώμενα, οὗτοί εἰσιν οἱ κομῆται ἀστέρες καὶ λαμπάδες καὶ πωγωνίαι καὶ πίθοι καὶ δοκίδες, καθ’ ὁμοιότητα ἕκαστα ἰδέας τῆς ἐπωνυμίας λαχόντα. τεκμήριον | |
25 | δὲ ὅτι μὴ παραυτίκα διαφθείρεται, ὡς εἴ γε ἐν τῷ ἀέρι ξυνίσταντο, ταχεῖα ἂν ἐγίγνετο αὐτοῖς ἐν τῷ ψυχρῷ ἡ σβέσις. ὅτι δὲ πρόσκαιρά ἐστιν, ἡ φθορὰ αὐτῶν ἐδήλωσε· καὶ ὅτι πρὸς ἄρκτοις μᾶλλόν τι ἢ ἄλλῃ χώρᾳ συνί‐ σταται τοῦ οὐρανοῦ, καὶ τοῦτο ἐπ’ αὐτὸ φέρει, ἔνθα παχύς τε ὁ ἀὴρ μᾶλλον καὶ σύστασις οὐ ῥᾳδία 〈δια〉φορηθῆναι πρὸς ἡλίου. φέρονταί τε | |
30 | ἀτάκτως οἱ πολλοὶ τῶν κομητῶν, ἐπινεμόμενοι, ἐμοὶ δοκεῖν, τὴν ἄνω ἀναφερομένην τροφὴν καὶ ταύτῃ ἐφομαρτοῦντες. ἡ δὲ ἀρχὴ αὐτῶν ἀστε‐ ροειδής ἐστι, καθότι εἰς σφαῖραν ξυνάγεσθαι πέφυκε πᾶν ὅσον πυροειδές· ἡ δὲ κόμη αὐγοειδής, τῶν μὲν ὥσπερ ἄφετος ἀνειμένη, τῶν δὲ ἐπ’ εὐθὺ ἰοῦσα καὶ ἐς τὸ ἄνω μᾶλλόν τι ἀπὸ τοῦ ἀστέρος τεινομένη. οἱ δὲ πίθοι | |
35 | ὀλιγάκις πεφήνασι, καθότι πλείονος δέονται ξυναγωγῆς πυρός. ἤδη δὲ καὶ τῶν ἀπλανῶν ἔστιν οἳ ξὺν κόμῃ ἐφάνησαν, ἐπειδὰν περὶ αὐτοὺς ἀέρος | |
ἀναφορὰ πυκνωθεῖσα ξυναφὲς ἐργάσηται τῆς κόμης τὸ εἴδωλον. καθάπερ καὶ ἅλως ξυναφεῖς αὐτοῖς τοῖς ἄστροις φαίνονται. ἤδη δὲ καὶ πλησίον ἡλίου ξυνστάντες κομῆται οἳ μὲν ἔφθησαν ἀφανισθῆναι πρὶν τὴν γένεσιν | 261 | |
40 | αὐτῶν καταστῆναι ἐμφανῆ, οἳ δὲ ἐκλείποντος ἡλίου ἐξεφάνησαν, οἳ δὲ καὶ ἐπικαταδύνοντες τῷ ἡλίῳ, πρόσθεν, οἷα δὴ εἰκός, ὑπὸ τῶν αὐγῶν καταλαμβανόμενοι τὸ μὴ ἐμφανεῖς καθίστασθαι. ὥστε ἐκεῖνος ἂν κρατοίη ὁ λόγος 〈ὁ〉 ἀποφαίνων ἀέρος πιλήματα, ἀποθλιβόμενα καὶ ἐμπίπτοντα εἰς τὰ κατωτέρω καὶ τῷ ἀέρι ξυναφῆ τοῦ αἰθέρος, ἐξαφθέντα, ἔστ’ ἂν | |
45 | ὑπάρχῃ περὶ αὐτοὺς ἡ τροφή, ξυμμένειν τε καὶ ξυμπερινοστεῖν τῷ αἰθέρι, καὶ ταῦτα, ὅπως ἂν τύχῃ, ἀπὸ τῆς ἰδέας ἐπικληΐζεσθαι ἕκαστον· κομή‐ τας μὲν ἀφ’ ὧν ὥσπερ κόμη εἰς τὰ κύκλῳ ἀπολάμπει αὐγὴ πυρός· πωγω‐ νίας δὲ ἀφ’ ὅτων εἰς πώγωνος σχῆμα ἀπήρτηται αὐγὴ ἐς τὸ ἐπὶ θάτερα· πίθους δὲ ὅσα μεγάλα 〈καὶ〉 κυκλοτερῆ καί τι καὶ βάθους ἔν σφισιν | |
340b(50) | ἐξέφηνε· δοκοὺς δὲ αὖ καὶ λαμπάδας καθ’ ὁμοιότητα τοῦ εἴδους 〈οὕ〉τως ἐπιφημίζεσθαι. φαίνεται δὲ τούτων ἕκαστον καὶ ἑσπέριον καὶ ἑῷον, τὰ δὲ καὶ ἀμφιφανῆ φαίνεται· ἀμφιφανῆ δὲ κλῄζουσιν ὅσα περὶ πρῶτα τῆς νυκτὸς φανέντα πρὸς δύσει ἔπειτα ἐν τῇ αὐτῇ νυκτί, πρὶν ἡμέραν ἐπιλαβεῖν, ἔφθη ἀνασχόντα. | |
341a(n) | π.κ. 395b30—396a16 | |
1 | Πολλάκις δὲ καὶ συγγενὲς πνεῦμα εὔκρατον ἐν γῇ παρεξωσθὲν εἰς μυ‐ χίους σήραγγας αὐτῆς, ἔξεδρον γενόμενον ἐκ τῶν οἰκείων τόπων, πολλὰ μέρη συνεκράδανεν. πολλάκις δὲ πολὺ γενόμενον ἔξωθεν ἐγκατειλήθη τοῖς ταύτης κοιλώμασι καὶ ἀποκλεισθὲν μετὰ βίας αὐτὴν συνετίναξε, | |
5 | ζητοῦν ἔξοδον ἑαυτῷ, καὶ ἀπειργάσατο πάθος τοῦτο ὃ καλεῖν εἰώθαμεν σεισμόν. τῶν δὲ σεισμῶν οἱ μὲν εἰς 〈τὰ〉 πλάγια σείοντες κατ’ ὀξείας γωνίας ἐπικλίνται καλοῦνται, οἱ δὲ ἄνω ῥιπτοῦντες καὶ κάτω κατ’ ὀρθὰς γωνίας βράσται, οἱ δὲ συνιζήσεις ποιοῦντες εἰς τὰ κοῖλα ἱζηματίαι· οἱ δὲ χάσματα ἀνοίγοντες καὶ τὴν γῆν ἀναρρηγνύντες ῥῆκται καλοῦνται. τούτων | |
10 | δὲ οἱ μὲν καὶ πνεῦμα προσαναβάλλουσιν, οἱ δὲ πέτρας, οἱ δὲ πηλόν, οἱ δὲ πηγὰς φαίνουσι τὰς πρότερον οὐκ οὔσας. τινὲς δὲ ἀνατρέπουσι κατὰ μίαν πρόωσιν, οὓς καλοῦσιν ὤστας. οἱ δὲ ἀνταποπάλλοντες καὶ ταῖς εἰς ἑκάτερον ἐγκλίσεσι καὶ ἀποπάλσεσι διορθοῦντες ἀεὶ τὸ σειόμενον παλμα‐ τίαι λέγονται, τρόμῳ πάθος ὅμοιον ἀπεργαζόμενοι. γίνονται δὲ καὶ | |
15 | μυκηταὶ σεισμοί, σείοντες τὴν γῆν μετὰ βρόμου. πολλάκις δὲ καὶ χωρὶς σεισμοῦ γίνεται μύκημα γῆς, ὅταν τὸ πνεῦμα σείειν μὲν μὴ αὔταρκες ᾖ, ἐνειλούμενον δὲ ἐν αὐτῇ κόπτηται μετὰ ῥοθίου βίας. συσσωματοποιεῖται | |
δὲ τὰ εἰσιόντα πνεύματα καὶ ὑπὸ τῶν ἐν τῇ γῇ ὑγρῶν κεκρυμμένων. | 262 | |
341b(n) | Lydus ost. 108,3—109,10 | |
1 | Καὶ γὰρ ἡ τῶν σεισμῶν γένεσις πνευμάτων ἐστὶ ξηρῶν διὰ σηράγγων ἰόντων· τοῦ δὲ πλεονασμοῦ αἰτίαι πλείους. πρώτη μὲν καὶ μεγίστη ἡ τοῦ καταγείου πυρὸς ἐξαραίωσις, δευτέρα δὲ ἡ τῆς θαλάσσης εἰς τοὺς σηραγγώδεις τόπους ἐπιδρομή. συνεργεῖ δὲ καὶ πολυομβρία χειμῶνος, | |
5 | καὶ θέρους ἀνομβρία· ἡ μὲν γὰρ πιλοῦσα τὴν γῆν καὶ εἰς τὸ βάθος ἀπω‐ θουμένη τὸ πνεῦμα ἀρχὴν αὐτῷ θλίψεως παρασκευάζει, ἡ δὲ ἐπισπω‐ μένη καὶ σύρουσα. τῶν δὲ σεισμῶν οἱ μέν εἰσιν ἐπικλίνται οἱ δὲ βράσται, καὶ ἐπικλίνται μὲν οἱ κυματηδὸν ἐπὶ τὰ πλάγια σείοντες, βράσται δὲ οἱ τινάσσοντες καὶ σείοντες ἄνω καὶ κάτω. εἰσὶ δ’ αὐτῶν οἱ μὲν | |
10 | ῥῆκται, ⸢οἱ δὲ σεισταὶ μόνον,⸣ οἱ δὲ ἱζηματίαι, καὶ ⸢σεισταὶ μὲν οἱ τρόμον τινὰ τῆς γῆς ἢ καὶ σύμπτωσιν τῶν δεδονημένων ἐργαζόμενοι,⸣ ἱζηματίαι ⸢δὲ⸣ οἳ τοῖς κοιλώμασι τὴν ὑπερκειμένην ἐγκαθίζουσι γῆν, ῥῆκται δὲ οἱ τὰς καταπόσεις καὶ τὰ χάσματα διαπηδώσης τῆς γῆς ἀποσχίζοντες. ἔτι τῶν ῥηκτῶν οἱ μὲν πνεύματα ἀναβάλλουσιν, οἱ δὲ ὑγρὰ καὶ πηλόν, | |
15 | οἱ δὲ μυκήματα, ἐνίοτε μὲν σὺν σεισμῷ, ἐνίοτε δὲ καὶ ἄνευ τούτου πιλού‐ μενον τὸ πνεῦμα καὶ μετεμπῖπτον βρόμον τε καὶ ψόφον ῥηγνυμένων τινῶν (ὡς εἰκὸς) ὑπὸ γῆν πετρῶν ποιεῖ. συμβαίνουσι δ’ ὡς ἐκ πλείονος ἐν ἔαρι ἢ ἐν μετοπώρῳ, καὶ νηνεμίᾳ μᾶλλον ἢ ἀνέμων φορᾷ, περὶ πλειάδος καὶ ἀρκτούρου ἐπιτολήν. | |
342(n) | π.κ. 395b18—30 | |
1 | Ἐμπεριέχει δὲ καὶ ἡ γῆ πολλὰς ἐν αὑτῇ, καθάπερ ὕδατος, οὕτως καὶ πνεύματος καὶ πυρὸς πηγάς. τούτων δὲ αἱ μὲν ὑπὸ γῆν εἰσιν ἀόρατοι, πολλαὶ δὲ ἀναπνοὰς ἔχουσι καὶ ἀναφυσήσεις, ὥσπερ Λιπάρα τε καὶ Αἴτνη καὶ τὰ ἐν Αἰόλου νήσοις· αἳ δὴ καὶ ῥέουσι πολλάκις ποταμοῦ δίκην, καὶ | |
5 | μύδρους ἀναρριπτοῦσι διαπύρους. ἔνιαι δὲ ὑπὸ γῆν οὖσαι πλησίον πηγαίων ὑδάτων θερμαίνουσι ταῦτα, καὶ τὰ μὲν χλιαρὰ τῶν ναμάτων ἀνιᾶσι, τὰ δὲ ὑπέρζεστα, τὰ δὲ εὖ ἔχοντα κράσεως. ὁμοίως δὲ καὶ τῶν πνευμάτων πολλὰ πολλαχοῦ γῆς στόμια ἀνέῳκται· ὧν τὰ μὲν ἐνθουσιᾶν ποιεῖ τοὺς ἐμπελάζοντας, τὰ δὲ ἀτροφεῖν, τὰ δὲ χρησμῳδεῖν, ὥσπερ τὰ ἐν Δελφοῖς | |
10 | καὶ Λεβαδείᾳ, τὰ δὲ καὶ παντάπασιν ἀναιρεῖ, καθάπερ τὸ ἐν Φρυγίᾳ. | |
343(n) | π.κ. 396a17—32 | |
1 | Τὰ δὲ ἀνάλογον συμπίπτει [τούτοις] καὶ ἐν θαλάσσῃ· χάσματά τε γὰρ γίνεται θαλάσσης καὶ ἀναχωρήματα πολλάκις καὶ κυμάτων ἐπιδρομαί, ποτὲ μὲν ἀντανακοπὴν ἔχουσαι, ποτὲ δὲ πρόωσιν μόνον, ὥσπερ ἱστορεῖται περὶ Ἑλίκην τε καὶ Βοῦραν. πολλάκις δὲ καὶ ἀναφυσήματα γίνεται πυρὸς | |
5 | ἐν τῇ θαλάσσῃ καὶ πηγῶν ἀναβλύσεις καὶ ποταμῶν ἐκβολαὶ καὶ νησίδων ἐκφύσεις ῥοαί τε καὶ δῖναι ταῖς τῶν πνευμάτων ἀνάλογον, αἱ μὲν ἐν μέσοις πελάγεσιν, αἱ δὲ κατὰ τοὺς εὐρίπους τε καὶ πορθμούς. πολλαί τε ἀμπώτεις λέγονται καὶ κυμάτων ἄρσεις συμπεριοδεύειν ἀεὶ τῇ σελήνῃ κατά τινας ὡρισμένους καιρούς. ὡς δὲ τὸ πᾶν εἰπεῖν, τῶν στοιχείων | 263 |
10 | ἐγκεκραμένων ἀλλήλοις ἐν ἀέρι τε καὶ γῇ καὶ θαλάσσῃ κατὰ τὸ εἰκὸς αἱ τῶν παθῶν ὁμοιότητες συνίστανται, τοῖς μὲν ἐπὶ μέρους φθορὰς καὶ γενέσεις φέρουσαι, τὸ δὲ σύμπαν ἀνώλεθρόν τε καὶ ἀγένητον φυλάττουσαι. | |
344(n) | Diog. Laert. 7,148 | |
1 | Οὐσίαν δὲ θεοῦ Ζήνων μέν φησι τὸν ὅλον κόσμον καὶ τὸν οὐρανόν, ὁμοίως δὲ καὶ Χρύσιππος ἐν τῷ α Περὶ θεῶν καὶ Ποσειδώνιος ἐν α Περὶ θεῶν. | |
345(n) | Diog. Laert. 7,138f. | |
1 | Τὸν δὴ κόσμον διοικεῖσθαι κατὰ νοῦν καὶ πρόνοιαν, καθά φησι Χρύσιπ‐ πός τ’ ἐν τῷ ε Περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ γ Περὶ θεῶν, εἰς ἅπαν αὐτοῦ μέρος διήκοντος τοῦ νοῦ, καθάπερ ἐφ’ ἡμῶν τῆς ψυχῆς· ἀλλ’ ἤδη δι’ ὧν μὲν μᾶλλον, δι’ ὧν δὲ ἧττον. δι’ ὧν μὲν γὰρ ὡς ἕξις | |
5 | κεχώρηκεν, ὡς διὰ τῶν ὀστῶν καὶ τῶν νεύρων· δι’ ὧν δὲ ὡς νοῦς, ὡς διὰ τοῦ ἡγεμονικοῦ. οὕτω δὴ καὶ τὸν ὅλον κόσμον ζῷον ὄντα καὶ ἔμψυχον καὶ λογικόν, ἔχειν ἡγεμονικὸν μὲν τὸν αἰθέρα, ⸢καθά φησιν Ἀντίπατρος ὁ Τύριος ἐν τῷ η Περὶ κόσμου. Χρύσιππος δ’ ἐν τῷ α Περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ Περὶ θεῶν τὸν οὐρανόν φασι τὸ ἡγεμονικὸν τοῦ | |
10 | κόσμου, Κλεάνθης δὲ τὸν ἥλιον. ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτατον τοῦ αἰθέρος ἐν ταὐτῷ⸣, ὃν καὶ πρῶτον θεὸν λέ‐ γουσιν· 〈τὸν αὐτὸν δὲ〉 αἰσθητικῶς ὥσπερ κεχωρηκέναι διὰ τῶν ἐν ἀέρι καὶ διὰ τῶν ζῴων ἁπάντων καὶ 〈φυτικῶς διὰ τῶν〉 φυτῶν· διὰ δὲ τῆς γῆς | |
αὐτῆς καθ’ ἕξιν. | 264 | |
347(n) | Diog. Laert. 7,139 | |
1 | (ἡγεμονικὸν τὸν αἰθέρα,) καθά φησιν Ἀντίπατρος ὁ Τύριος ἐν τῷ η Περὶ κόσμου. Χρύσιππος δ’ ἐν τῷ α Περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ Περὶ θεῶν τὸν οὐρανόν φασι τὸ ἡγεμονικὸν τοῦ κόσμου, Κλεάνθης δὲ τὸν ἥλιον. ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτατον τοῦ | |
5 | αἰθέρος ἐν ταὐτῷ. | |
348(n) | Lydus mens. 122,17 | |
1 | Ποσειδώνιος τὸν Δία τὸν πάντα διοικοῦντα. | |
349(n) | Aetios 302b22 | |
1 | Ποσειδώνιος πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφὴν, μετα‐ βάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. | |
350(n) | Commenta Bernensia zu Lucan 9,578 | |
1 | Ait enim Posidonius Stoicus: θεός ἐστι πνεῦμα νοερὸν διῆκον δι’ ἁπάσης οὐσίας, ‘deus est spiritus rationalis per omnem diffusus materiam‘, hoc est terram aquam aera caelum. hunc spiritum sum‐ mum deum Plato vocat, artificem 〈nempe〉 permixtum mundo | |
5 | omnibusque quae in eo sint. quod si ita est, omnes eum videmus. | |
351(n) | Arius Did. 39,471,11—15 | |
1 | Εἶναι δὲ ψυχὴν 〈τὴν〉 ἐν τῷ ὅλῳ φασίν, ὃ καλοῦσιν αἰθέρα καὶ ἀέρα, κύκλῳ περὶ [τὴν] γῆν καὶ θάλασσαν καὶ ἐκ τούτων ἀναθυμιᾶσθαι· τὰς δὲ λοιπὰς ψυχὰς προσπεφυκέναι ταύτῃ, ὅσαι τε ἐν ζῴοις εἰσὶ καὶ ὅσαι ἐν τῷ περιέχοντι· διαμένειν γὰρ ἐκεῖ τὰς τῶν ἀποθανόντων ψυχάς. ἔνιοι | |
5 | δὲ τὴν μὲν τοῦ ὅλου ἀίδιον, τὰς δὲ λοιπὰς συμμίγνυσθαι ἐπὶ τελευτῇ εἰς | |
ἐκείνην. | 265 | |
352(n) | Marc Aurel 8,54 | |
1 | Μηκέτι μόνον συμπνεῖν τῷ περιέχοντι ἀέρι, ἀλλὰ ἤδη καὶ συμφρονεῖν τῷ περιέχοντι πάντα νοερῷ. οὐ γὰρ ἧττον ἡ νοερὰ δύναμις πάντῃ κέχυται καὶ διαπεφοίτηκε τῷ σπάσαι δυναμένῳ, ἤπερ ἡ ἀερώδης τῷ ἀναπνεῦσαι δυναμένῳ. | |
353(n) | Sext. Emp. 7,127—134 | |
1 | ⸢Τὸν δὲ λόγον κριτὴν τῆς ἀληθείας ἀποφαίνεται οὐ τὸν ὁποιονδήποτε, ἀλλὰ τὸν κοινὸν καὶ θεῖον. τίς δ’ ἐστὶν οὗτος, συντόμως ὑποδεικτέον.⸣ ἀρέσκει γὰρ τῷ φυσικῷ τὸ περιέχον ἡμᾶς λογικόν τε ὂν καὶ φρενῆρες. ⸢ἐμφαίνει δὲ τὸ τοιοῦτο πολὺ πρόσθεν Ὅμηρος (Od. 18, 136f.) εἰπών· | |
5 | τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. καὶ Ἀρχίλοχος δέ φησι τοὺς ἀνθρώπους τοιαῦτα φρονεῖν (fr. 68 Diehl) ὁποίην Ζεὺς ἐφ’ ἡμέρην ἄγει. εἴρηται δὲ καὶ τῷ Εὐριπίδῃ (Troad. 885) τὸ αὐτό· | |
10 | ὅστις 〈ποτ’〉 εἶ σὺ δυστόπαστος εἰσιδεῖν Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, ἐπευξάμην σε.⸣ τοῦτο⸢ν οὖν τὸν θεῖον λόγον⸣ καθ’ Ἡράκλειτον 〈οἷον〉 δι’ ἀναπνοῆς σπά‐ σαντες νοεροὶ γινόμεθα, καὶ ἐν μὲν ὕπνοις ληθαῖοι, κατὰ δὲ ἔγερσιν πάλιν | |
15 | ἔμφρονες. ἐν γὰρ τοῖς ὕπνοις μυσάντων τῶν αἰσθητικῶν πόρων χωρί‐ ζεται τῆς πρὸς τὸ περιέχον συμφυΐας ὁ ἐν ἡμῖν νοῦς, μόνης τῆς κατὰ ἀνα‐ πνοὴν προσφύσεως σῳζομένης οἱονεί τινος ῥίζης, χωρισθείς τε ἀποβάλλει ἣν πρότερον εἶχε μνημονικὴν δύναμιν· ἐν δὲ ἐγρηγόρσει πάλιν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ διά τινων θυρίδων προκύψας καὶ τῷ περιέχοντι | |
20 | συμβαλὼν λογικὴν ἐνδύεται δύναμιν. ὅνπερ οὖν τρόπον οἱ ἄνθρακες πλη‐ σιάσαντες τῷ πυρὶ κατ’ ἀλλοίωσιν διάπυροι γίνονται, χωρισθέντες δὲ σβέννυνται, οὕτω καὶ ἡ ἐπιξενωθεῖσα τοῖς ἡμετέροις σώμασιν ἀπὸ τοῦ περιέχοντος μοῖρα κατὰ μὲν τὸν χωρισμὸν σχεδὸν ἄλογος γίνεται, κατὰ δὲ τὴν διὰ τῶν πλησίον πόρων σύμφυσιν ὁμοιοειδὴς τῷ ὅλῳ καθίσταται. | |
25 | ⸢τοῦτον δὴ τὸν κοινὸν λόγον καὶ θεῖον, καὶ οὗ κατὰ μετοχὴν γινόμεθα λογικοί, κριτήριον ἀληθείας φησὶν ὁ Ἡράκλειτος. ὅθεν τὸ μὲν κοινῇ πᾶσι φαινόμενον, τοῦτ’ εἶναι πιστόν (τῷ κοινῷ γὰρ καὶ θείῳ λόγῳ λαμβάνεται), τὸ δέ τινι μόνῳ προσπίπτον ἄπιστον ὑπάρχειν διὰ τὴν ἐναντίαν αἰτίαν.⸣ ἐναρχόμενος γοῦν τῶν Περὶ φύσεως (B1 Diels) ὁ προειρημένος ἀνήρ, καὶ | |
30 | τρόπον τινὰ δεικνὺς τὸ περιέχον, φησί· „λόγου τοῦδε ἐόντος ⸢ἀξύνετοι γί‐ νονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι, καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι | |
ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι, κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει. τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει | 266 | |
35 | ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.“ διὰ τούτων γὰρ ῥητῶς παραστήσας, ὅτι κατὰ μετοχὴν τοῦ θείου λόγου πάντα πράττομέν τε καὶ νοοῦμεν, ὀλίγα προδιελθὼν ἐπιφέρει (B 2 Diels) „διὸ δεῖ ἕπεσθαι τῷ 〈ξυνῷ, τουτέστι τῷ〉 κοινῷ·“ (ξυνὸς γὰρ ὁ κοινός). „τοῦ λόγου δ’ ἐόντοσ⸣ ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἰδίαν ἔχοντες φρόνη‐ | |
40 | σιν.“ ἡ δ’ ἔστιν οὐκ ἄλλο τι ἀλλ’ ἐξήγησις τοῦ τρόπου τῆς τοῦ παντὸς διοικήσεως. διὸ καθ’ ὅ τι ἂν αὐτοῦ τῆς μνήμης κοινωνήσωμεν, ἀλη‐ θεύομεν, ἃ δὲ ἂν ἰδιάσωμεν, ψευδόμεθα. ⸢νῦν γὰρ ῥητότατα καὶ ἐν τούτοις τὸν κοινὸν λόγον κριτήριον ἀποφαίνεται, καὶ τὰ μὲν κοινῇ φησι φαινόμενα πιστὰ ὡς ἂν τῷ κοινῷ κρινόμενα λόγῳ, τὰ δὲ κατ’ ἰδίαν ἑκάστῳ ψευδῆ. | |
45 | Τοιόσδε μὲν καὶ ὁ Ἡράκλειτος.⸣ | |
354(n) | Sext. Emp. 9,78—87 | |
1 | Τῶν τε σωμάτων τὰ μέν ἐστιν ἡνωμένα, τὰ δὲ ἐκ συναπτομένων, τὰ δὲ ἐκ διεστώτων. ἡνωμένα μὲν οὖν ἐστι τὰ ὑπὸ μιᾶς ἕξεως κρατούμενα καθ‐ άπερ φυτὰ καὶ ζῷα, ἐκ συναπτομένων δὲ τὰ ἔκ τε παρακειμένων καὶ πρὸς ἕν τι κεφάλαιον νευόντων συνεστῶτα ὡς ἁλύσεις καὶ πυργίσκοι καὶ | |
5 | νῆες, ἐκ διεστώτων δὲ τὰ ἐκ διεζευγμένων καὶ [ἐκ] κεχωρισμένων καὶ καθ’ αὑτὰ ὑποκειμένων συγκείμενα ὡς στρατιαὶ καὶ ποῖμναι καὶ χοροί. ἐπεὶ οὖν καὶ ὁ κόσμος σῶμά ἐστιν, ἤτοι ἡνωμένον ἐστὶ σῶμα ἢ ἐκ συναπτο‐ μένων ἢ ἐκ διεστώτων. οὔτε δὲ ἐκ συναπτομένων οὔτε ἐκ διεστώτων, ὡς δείκνυμεν ἐκ τῶν περὶ αὐτὸν συμπαθειῶν. κατὰ γὰρ τὰς τῆς σελήνης | |
10 | αὐξήσεις καὶ φθίσεις πολλὰ τῶν τε ἐπιγείων ζῴων καὶ θαλασσίων φθίνει τε καὶ αὔξεται, ἀμπώτεις τε καὶ πλημμυρίδες περί τινα μέρη τῆς θα‐ λάσσης γίνονται. ὡσαύτως δὲ καὶ κατά τινας τῶν ἀστέρων ἐπιτολὰς καὶ δύσεις μεταβολαὶ τοῦ περιέχοντος καὶ παμποίκιλοι περὶ τὸν ἀέρα τρο‐ παὶ συμβαίνουσιν, ὁτὲ μὲν ἐπὶ τὸ κρεῖττον, ὁτὲ δὲ λοιμικῶς. ἐξ ὧν συμ‐ | |
15 | φανές, ὅτι ἡνωμένον τι σῶμα καθέστηκεν ὁ κόσμος. ἐπὶ μὲν γὰρ τῶν ἐκ συναπτομένων ἢ διεστώτων οὐ συμπάσχει τὰ μέρη ἀλλήλοις, εἴγε ἐν στρατιᾷ πάντων, εἰ τύχοι, διαφθαρέντων τῶν στρατιωτῶν οὐδὲν κατὰ διάδοσιν πάσχειν φαίνεται ὁ περισωθείς· ἐπὶ δὲ τῶν ἡνωμένων συμπά‐ θειά τις ἔστιν, εἴγε δακτύλου τεμνομένου τὸ ὅλον συνδιατίθεται σῶμα. | |
20 | ἡνωμένον τοίνυν ἐστὶ σῶμα καὶ ὁ κόσμος. ἀλλ’ ἐπεὶ τῶν ἡνωμένων σω‐ μάτων τὰ μὲν ὑπὸ ψιλῆς ἕξεως συνέχεται, τὰ δὲ ὑπὸ φύσεως, τὰ δὲ ὑπὸ ψυχῆς, καὶ ἕξεως μὲν ὡς λίθοι καὶ ξύλα, φύσεως δὲ καθάπερ τὰ φυτά, ψυχῆς δὲ τὰ ζῷα, πάντως δὴ καὶ ὁ κόσμος ὑπό τινος τούτων διακρατεῖται. καὶ ὑπὸ μὲν ψιλῆς ἕξεως οὐκ ἂν συνέχοιτο. τὰ γὰρ ὑπὸ ἕξεως κρατούμενα | |
25 | οὐδεμίαν ἀξιόλογον μεταβολήν τε καὶ τροπὴν ἀναδέχεται, καθάπερ ξύλα | |
καὶ λίθοι, ἀλλὰ μόνον ἐξ αὑτῶν πάσχει τὴν κατὰ ἄνεσιν καὶ τὴν κατὰ συμπιεσμὸν διάθεσιν. ὁ δὲ κόσμος ἀξιολόγους ἀναδέχεται μεταβολάς, ὁτὲ μὲν κρυμαλέου τοῦ περιέχοντος γινομένου, ὁτὲ δὲ ἀλεεινοῦ, καὶ ὁτὲ μὲν αὐχμώδους, ὁτὲ δὲ νοτεροῦ, ὁτὲ δὲ ἄλλως πως κατὰ τὰς τῶν οὐρανίων | 267 | |
30 | κινήσεις ἑτεροιουμένου. οὐ τοίνυν ὑπὸ ψιλῆς ἕξεως ὁ κόσμος συνέχεται. εἰ δὲ μὴ ὑπὸ ταύτης, πάντως ὑπὸ φύσεως· καὶ γὰρ τὰ ὑπὸ ψυχῆς δια‐ κρατούμενα πολὺ πρότερον ὑπὸ φύσεως συνείχετο. ἀνάγκη ἄρα ὑπὸ τῆς ἀρίστης αὐτὸν φύσεως συνέχεσθαι, ἐπεὶ καὶ περιέχει τὰς πάντων φύσεις. ἡ δέ γε τὰς πάντων περιέχουσα φύσεις καὶ τὰς λογικὰς περιέσχηκεν. | |
35 | ἀλλὰ καὶ ἡ τὰς λογικὰς περιέχουσα φύσεις πάντως ἐστὶ λογική· οὐ γὰρ οἷόν τε τὸ ὅλον τοῦ μέρους χεῖρον εἶναι. ἀλλ’ εἰ ἀρίστη ἐστὶ φύσις ἡ τὸν κόσμον διοικοῦσα, νοερά τε ἔσται καὶ σπουδαία καὶ ἀθάνατος. τοιαύτη δὲ τυγχάνουσα θεός ἐστιν. εἰσὶν ἄρα θεοί. εἴπερ τε ἐν γῇ καὶ θαλάσσῃ πολλῆς οὔσης παχυμερείας ποικίλα συνίσταται ζῷα ψυχικῆς τε καὶ αἰσθη‐ | |
40 | τικῆς μετέχοντα δυνάμεως, πολλῷ πιθανώτερόν ἐστιν ἐν τῷ ἀέρι, πολὺ τὸ καθαρὸν καὶ εἰλικρινὲς ἔχοντι παρὰ τὴν γῆν καὶ τὸ ὕδωρ, ἔμψυχά τινα καὶ νοερὰ συνίστασθαι ζῷα. ⸢καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς Διοσκούρους ἀγαθούς τινας εἶναι δαίμονας, σωτῆρας εὐσέλμων νεῶν, καὶ τὸ (Hesiod. op. 252) | |
45 | τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ ἀθάνατοι Ζηνὸς φύλακες μερόπων ἀνθρώπων.⸣ ἀλλ’ εἰ ἐν τῷ ἀέρι πιθανὸν ὑπάρχειν ζῷα, πάντως εὔλογον καὶ ἐν τῷ αἰθέρι ζῴων εἶναι φύσιν, ὅθεν καὶ ἄνθρωποι νοερᾶς μετέχουσι δυνάμεως, ἐκεῖθεν αὐτὴν σπάσαντες. ὄντων δὲ αἰθερίων ζῴων, καὶ κατὰ πολὺ τῶν ἐπιγείων | |
354(50) | ὑπερφέρειν δοκούντων ⸢τῷ ἄφθαρτα εἶναι καὶ ἀγέννητα⸣, δοθήσεται καὶ θεοὺς ὑπάρχειν, τούτων μὴ διαφέροντας. | |
355(n) | Epiktet 1,14,1—10 | |
1 | Ὅτι πάντας ἐφορᾷ τὸ θεῖον. Πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπ’ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ, Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα; —Δοκεῖ, ἔφη. —Τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις | |
5 | οὐ δοκεῖ σοι; —Δοκεῖ, ἔφη. —Πόθεν γὰρ οὕτω τεταγμένως καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν πάλιν ἀποβάλλειν καὶ φυλλο〈ρ〉ροεῖν καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφ’ ἡσυχίας μένειν καὶ ἀναπαύεσθαι, μένει | |
10 | καὶ ἀναπαύεται; πόθεν δὲ πρὸς τὴν αὔξησιν καὶ μείωσιν τῆς σελήνης καὶ τὴν τοῦ ἡλίου πρόσοδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται; ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δ’ αἱ | |
ἡμέτεραι οὐ πολὺ πλέον; ἀλλ’ αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ | 268 | |
15 | συναφεῖς τῷ θεῷ ἅτε αὐτοῦ μόρια οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δ’ αὐτῶν κινήματος ἅτε οἰκείου καὶ συμφυοῦς ὁ θεὸς αἰσθάνεται; ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ δὲ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα | |
20 | δὲ συγκαταθετικῶς, τοῖς δ’ ἀνανευστικῶς ἢ ἐφεκτικῶς, τύπους δὲ τοσού‐ τους ἀφ’ οὕτω πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπ’ αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι τέχνας τ’ ἄλλην ἐπ’ ἄλλῃ καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις· ὁ δὲ θεὸς οὐχ οἷός τ’ ἐστὶ πάντα ἐφορᾶν καὶ πᾶσιν | |
25 | συμπαρεῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν; ἀλλὰ φωτίζειν οἷός τ’ ἐστὶν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντὸς, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολιπεῖν ὅσον οἷόν τ’ ἐπέχεσθαι ὑπὸ σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων μέρος ὂν αὐτοῦ μικρὸν ὡς πρὸς | |
τὸ ὅλον, οὗτος δ’ οὐ δύναται πάντων αἰσθάνεσθαι; | 269 | |
364(n) | Aetios 293a1—295a14 | |
1 | Ἔσχον δὲ ἔννοιαν τούτου (τοῦ θεοῦ) πρῶτον μὲν ἀπὸ τοῦ κάλλους προσλαμβάνοντες. οὐδὲν γὰρ τῶν καλῶν εἰκῇ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. καλὸς δ’ ὁ κόσμος· δῆλον δ’ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον | |
5 | τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς δ’ ὁ κόσμος· ὃ πάντων τῶν σχημάτων πρωτεύει· μόνον γὰρ τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δ’ ὢν ἔχει τὰ μέρη περιφερῆ· διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα (Tim. 44de) ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε νοῦς. καὶ τὸ χρῶμα δὲ καλόν· κυανώδει γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντερον, στίλβουσαν | |
10 | δ’ ἔχει τὴν ποιότητα· καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην ἀέρος ἀπόστασιν ἐκ τοσούτων διαστημάτων θεω‐ ρεῖται. καὶ ἐκ τοῦ μεγέθους καλός· πάντων γὰρ τῶν ὁμογενῶν τὸ ὑπερέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις | |
15 | πεποίκιλται (Arat 545ff.)· τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δ’ αὐτὸν παρθένος, ἠδ’ ἐπί οἱ χηλαὶ καὶ σκορπίος αὐτὸς τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δ’ αἰγοκέρωτι ὑδροχόος· δύο δ’ αὐτὸν ἐπ’ ἰχθύες ἀστερόεντες· | |
20 | τοὺς δὲ μέτα κριός, ταῦρος δ’ ἐπὶ τῷ δίδυμοί τε. μυρία δ’ ἄλλα καθ’ ὁμοίας τοῦ κόσμου περικλάσεις πεποίηκεν· ὅθεν καὶ Εὐριπίδης φησί (vielmehr Kritias, S. 771 Nauck)· τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας, | |
χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ. | 279 | |
25 | ⸢ἐλάβομεν δ’ ἐκ τούτου ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον δὲ τοῦ μυθικοῦ, | |
30 | τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότοσ[, διοικεῖσθαι]· διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ | |
τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφ’ ἑκάστης ἀεὶ πόλεως συνίσταται.⸣ | 280 | |
366b(n) | Scholion Il. 22,325 | |
1 | Ποσειδώνιος δέ φησι κατὰ ῥιπὴν τῆς τροφῆς σκέπεσθαι ὑπὸ τῆς | |
ἐπιγλωττίδος τὸν βρόγχον. | 285 | |
367(n) | Plutarch ser. 559a—f | |
1 | Ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ ταῖς καθ’ ἡλικίαν μεταβολαῖς οὐδ’ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γινό‐ μενον, ἀλλὰ συμπαθὲς ἀεὶ καὶ οἰκεῖον αὑτῷ καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, μέχρι ἂν ἡ ποιοῦσα | |
5 | καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δ’ ἀπείρους ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρό‐ τερον δὲ νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δ’ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος· | |
10 | ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος, ὅ τε κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. καίτοι μεί‐ ζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ | |
τὰς πόλεις. γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοσιοστῷ, καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ | 290 | |
15 | τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν, αἱ δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλ’ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν | |
20 | τε τὴν αὐτὴν ὡσαύτως διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως· ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον (fr. 91) ἅπαντα πράγματα ποταμὸν ἐμβα‐ λόντες, εἰς ὃν οὔ φησι δὶς ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν τὴν φύσιν μεταβάλλουσαν. | |
25 | Εἰ δ’ ἐστὶ [τι] πόλις ἓν πρᾶγμα καὶ συνεχές, ἔστι δήπου καὶ γένος, ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης, καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα πεποιημένον ἀπήλ‐ λακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπ’ αὐτοῦ γέγονεν, ὥστ’ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως | |
30 | καὶ τιμώμενον ... καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώ‐ τατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδ’ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι· καὶ οὐθὲν δεινὸν οὐδ’ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι τὰ ἐκείνων. καθόλου δ’ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων ἄδικον | |
35 | εἶναι τῶν ἰσχίον πονούντων καίειν τὸν ἀντίχειρα καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς μαλα‐ κιῶσι, προσαλείφειν τὰ ἄκρα τῶν κεράτων, οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον τὴν κακίαν ἡγούμενος καὶ ἀγανακτῶν, ἐάν τις δι’ ἑτέρων ἐφ’ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν ὥσπερ οἱ τὴν φλέβα | |
40 | διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν. | |
368(n) | Dio von Prusa 12,27—37 | |
1 | Περὶ δὴ θεῶν τῆς τε καθόλου φύσεως καὶ μάλιστα τοῦ πάντων ἡγεμόνος πρῶτον μὲν καὶ ἐν πρώτοις δόξα καὶ ἐπίνοια κοινὴ τοῦ ξύμπαντος ἀνθρω‐ πίνου γένους, ὁμοίως μὲν Ἑλλήνων, ὁμοίως δὲ βαρβάρων, ἀναγκαία καὶ ἔμφυτος ἐν παντὶ τῷ λογικῷ γιγνομένη κατὰ φύσιν ἄνευ θνητοῦ διδασκά‐ | |
5 | λου καὶ μυσταγωγοῦ χωρὶς ἀπάτης γλισχρᾶς διά τε τὴν ξυγγένειαν τὴν πρὸς αὐτοὺς καὶ πολλὰ μαρτύρια τἀληθοῦς, οὐκ ἐῶντα κατανυστάξαι καὶ ἀμελῆσαι τοὺς πρεσβυτάτους καὶ παλαιοτάτους· ἅτε γὰρ οὐ μακρὰν οὐδ’ ἔξω τοῦ θείου διῳκισμένοι καθ’ αὑτούς, ἀλλὰ ἐν αὐτῷ μέσῳ πεφυκότες, | |
μᾶλλον δὲ συμπεφυκότες ἐκείνῳ καὶ προσεχόμενοι πάντα τρόπον, οὐκ | 291 | |
10 | ἐδύναντο μέχρι πλείονος ἀξύνετοι μένειν, [ἄλλως τε σύνεσιν καὶ λόγον εἰληφότες περὶ αὐτοῦ, ἅτε δὴ] περιλαμπόμενοι πάντοθεν θείοις καὶ μεγά‐ λοις φάσμασιν οὐρανοῦ τε καὶ ἄστρων, ἔτι δὲ ἡλίου καὶ σελήνης, νυκτός τε καὶ ἡμέρας ἐντυγχάνοντες ποικίλοις καὶ ἀνομοίοις εἴδεσιν, ὄψεις τε ἀμηχάνους ὁρῶντες καὶ φωνὰς ἀκούοντες παντοδαπὰς ἀνέμων τε καὶ | |
15 | ὕλης καὶ ποταμῶν καὶ θαλάττης, ἔτι δὲ ζῴων ἡμέρων καὶ ἀγρίων, αὐτοί τε φθόγγον ἥδιστον καὶ σαφέστατον ἱέντες καὶ ἀγαπῶντες τῆς ἀνθρωπίνης φωνῆς τὸ γαῦρον καὶ ἐπιστῆμον, ἐπιθέμενοι σύμβολα τοῖς εἰς αἴσθησιν ἀφικνουμένοις, ὡς πᾶν τὸ νοηθὲν ὀνομάζειν καὶ δηλοῦν, εὐμαρῶς ἀπείρων πραγμάτων μνήμας καὶ ἐπινοίας παραλαμβάνοντες. | |
20 | πῶς οὖν ἀγνῶτες εἶναι ἔμελλον καὶ μηδεμίαν ἕξειν ὑπόνοιαν τοῦ σπεί‐ ραντος καὶ φυτεύσαντος καὶ σῴζοντος καὶ τρέφοντος, πανταχόθεν ἐμ‐ πιμπλάμενοι τῆς θείας φύσεως διά τε ὄψεως καὶ ἀκοῆς συμπάσης τε ἀτεχνῶς αἰσθήσεως; νεμόμενοι μὲν ἐπὶ γῆς, ὁρῶντες δ’ ἐξ οὐρανοῦ φῶς, τροφὰς δὲ ἀφθόνους ἔχοντες, εὐπορήσαντος καὶ προπαρασκευάσαντος τοῦ | |
25 | προπάτορος θεοῦ πρώτην μὲν τοῖς πρώτοις καὶ αὐτόχθοσι τὴν γεώδη, μαλακῆς ἔτι καὶ πίονος τῆς ἰλύος τότε οὔσης, ὥσπερ ἀπὸ μητρὸς τῆς γῆς λιχμωμένοις 〈καὶ〉, καθάπερ τὰ φυτὰ νῦν, ἕλκουσι τὴν ἐξ αὐτῆς ἰκμάδα, δευτέραν δὲ τοῖς ἤδη προϊοῦσι καρπῶν τε αὐτομάτων καὶ πόας οὐ σκληρᾶς ἅμα δρόσῳ γλυκείᾳ καὶ νάμασι νυμφῶν ποτίμοις, καὶ δὴ καὶ τοῦ περιέ‐ | |
30 | χοντος ἠρτημένοι καὶ τρεφόμενοι τῇ διηνεκεῖ τοῦ πνεύματος ἐπιρροῇ, ἀέρα ὑγρὸν ἕλκοντες, ὥσπερ νήπιοι παῖδες, οὔποτε ἐπιλείποντος γάλακτος ἀεί σφισι θηλῆς ἐγκειμένης. σχεδὸν γὰρ ἂν ταύτην δικαιότερον λέγοιμεν πρώτην τροφὴν τοῖς τε πρότερον καὶ τοῖς ὕστερον ἁπλῶς. ἐπειδὰν γὰρ ἐκπέσῃ τῆς γαστρὸς νωθρὸν ἔτι καὶ ἀδρανὲς τὸ βρέφος, δέχεται μὲν ἡ | |
35 | γῆ, ἡ τῷ ὄντι μήτηρ, ὁ δὲ ἀὴρ εἰσπνεύσας τε καὶ [εἰς] ψύξας εὐθὺς ἤγειρεν ὑγροτέρᾳ τροφῇ γάλακτος καὶ φθέγξασθαι παρέσχεν. ταύτην εἰκότως πρώτην λέγοιτ’ ἂν τοῖς γεννωμένοις ἡ φύσις ἐπισχεῖν θηλήν. ἃ δὴ πάσχον‐ τες, ἐπινοοῦντες οὐκ ἐδύναντο μὴ θαυμάζειν καὶ ἀγαπᾶν τὸ δαιμόνιον, πρὸς δὲ αὖ τούτοις αἰσθανόμενοι τῶν ὡρῶν, ὅτι τῆς ἡμετέρας ἕνεκα | |
40 | γίγνονται σωτηρίας πάνυ ἀκριβῶς καὶ πεφεισμένως ἑκατέρας τῆς ὑπερβο‐ λῆς, ἔτι δὲ καὶ τόδε ἐξαίρετον ἔχοντες ἐκ τῶν θεῶν πρὸς τὰ ἄλλα ζῷα, λογίζεσθαι καὶ διανοεῖσθαι περὶ αὐτῶν. σχεδὸν οὖν ὅμοιον ὥσπερ εἴ τις ἄνδρα Ἕλληνα ἢ βάρβαρον μυεῖσθαι παραδοίη εἰς μυστικόν τινα οἶκον ὑπερφυῆ κάλλει καὶ μεγέθει, πολλὰ μὲν ὁρῶντα μυστικὰ θεάματα, πολ‐ | |
45 | λῶν δὲ ἀκούοντα τοιούτων φωνῶν, σκότους τε καὶ φωτὸς ἐναλλὰξ αὐτῷ φαινομένων, ἄλλων τε μυρίων γιγνομένων, ἔτι δὲ εἰ καθάπερ εἰώθασιν ἐν τῷ καλουμένῳ θρονισμῷ καθίσαντες τοὺς μυουμένους οἱ τελοῦντες | |
κύκλῳ περιχορεύοιεν· ἆρά γε τὸν ἄνδρα τοῦτον μηδὲν παθεῖν εἰκὸς τῇ ψυχῇ μηδ’ ὑπονοῆσαι τὰ γιγνόμενα, ὡς μετὰ γνώμης καὶ παρασκευῆς | 292 | |
368(50) | πράττεται σοφωτέρας, εἰ καὶ πάνυ τις εἴη τῶν μακρόθεν καὶ ἀνωνύμων βαρβάρων, μηδενὸς ἐξηγητοῦ μηδὲ ἑρμηνέως παρόντος, ἀνθρωπίνην ψυχὴν ἔχων; ἢ τοῦτο μὲν οὐκ ἀνυστόν, κοινῇ δὲ ξύμπαν τὸ τῶν ἀνθρώπων γένος τὴν ὁλόκληρον καὶ τῷ ὄντι τελείαν τελετὴν μυούμενον, οὐκ ἐν οἰ‐ κήματι μικρῷ παρασκευασθέντι πρὸς ὑποδοχὴν ὄχλου βραχέος ὑπὸ | |
55 | Ἀθηναίων, ἀλλὰ ἐν τῷδε τῷ κόσμῳ, ποικίλῳ καὶ σοφῷ δημιουργήματι, μυρίων ἑκάστοτε θαυμάτων φαινομένων, ἔτι δὲ οὐκ ἀνθρώπων ὁμοίων τοῖς τελουμένοις, ἀλλὰ θεῶν ἀθανάτων θνητοὺς τελούντων, νυκτί τε καὶ ἡμέρᾳ καὶ φωτὶ καὶ ἄστροις εἰ θέμις εἰπεῖν, ἀτεχνῶς περιχορευόντων ἀεί, τούτων ξυμπάντων μηδεμίαν αἴσθησιν μηδὲ ὑποψίαν λαβεῖν, μάλιστα | |
60 | δὲ τοῦ κορυφαίου προεστῶτος τῶν ὅλων καὶ κατευθύνοντος τὸν ἅπαντα οὐρανὸν καὶ κόσμον, οἷον σοφοῦ κυβερνήτου νεὼς ἄρχοντος πάνυ καλῶς τε καὶ ἀνενδεῶς παρεσκευασμένης; οὐ γὰρ ἐπὶ τῶν ἀνθρώπων τὸ τοιοῦτον γιγνόμενον θαυμάσαι τις ἄν, πολὺ δὲ μᾶλλον ὅπως καὶ μέχρι τῶν θηρίων διικνεῖται τῶν ἀφρόνων καὶ ἀλόγων, ὡς καὶ ταῦτα γιγνώσκειν καὶ τιμᾶν | |
65 | τὸν θεὸν καὶ προθυμεῖσθαι ζῆν κατὰ τὸν ἐκείνου θεσμόν· ἔτι δὲ μᾶλλον ἀπεοικότως τὰ φυτά, οἷς μηδεμία μηδενὸς ἔννοια, ἀλλὰ ἄψυχα καὶ ἄφωνα ἁπλῇ τινι φύσει διοικούμενα, ὅμως δὲ καὶ αὐτὰ ἑκουσίως καὶ βουλόμενα καρπὸν ἐκφέρει τὸν προσήκοντα ἑκάστῳ. οὕτω πάνυ ἐναργὴς καὶ πρόδηλος ἡ τοῦδε τοῦ θεοῦ γνώμη καὶ δύναμις. ἀλλ’ ἦπου σφόδρα γελοῖοι καὶ ἀρ‐ | |
70 | χαῖοι δόξομεν ἐπὶ τοῖς λόγοις, ἐγγυτέρω φάσκοντες εἶναι τὴν τοιαύτην ξύνεσιν τοῖς θηρίοις καὶ τοῖς δένδροις ἤπερ ἡμῖν τὴν ἀπειρίαν τε καὶ ἄγνοιαν; ὁπότε ἄνθρωποί τινες σοφώτεροι γενόμενοι τῆς ἁπάσης σοφίας, οὐ κηρὸν ἐγχέαντες τοῖς ὠσίν, ὥσπερ οἶμαί φασι τοὺς Ἰθακησίους ναύτας ὑπὲρ τοῦ μὴ κατακοῦσαι τῆς τῶν Σειρήνων ᾠδῆς, ἀλλὰ μολύβδου τινὸς | |
75 | μαλθακὴν ὁμοῦ καὶ ἄτρωτον ὑπὸ φωνῆς φύσιν, ἔτι δὲ οἶμαι πρὸ τῶν ὀφθαλμῶν σκότος πολὺ προβαλόμενοι καὶ ἀχλύν, ὑφ’ ἧς Ὅμηρός φησι κωλύεσθαι τὸν καταληφθέντα διαγιγνώσκειν θεόν, ὑπερφρονοῦσι τὰ θεῖα, καὶ μίαν ἱδρυσάμενοι δαίμονα πονηρὰν καὶ ἄλυπον, τρυφήν τινα ἢ ῥᾳθυ‐ μίαν πολλὴν καὶ ἀνειμένην ὕβριν, ἡδονὴν ἐπονομάζοντες, γυναικείαν τῷ | |
80 | ὄντι θεόν, προτιμῶσι καὶ θεραπεύουσι κυμβάλοις τισὶν ἐμψόφοις καὶ αὐλοῖς ὑπὸ σκότος αὐλουμένοις, ἧς εὐωχίας οὐδεὶς ἐκείνοις φθόνος, εἰ μέχρι τοῦ ᾄδειν αὐτοῖς τὸ σοφὸν ἦν, ἀλλὰ μὴ τοὺς θεοὺς ἡμῶν ἀφῃροῦντο καὶ ἀπῴκιζον, ἐξελαύνοντες ἐκ τῆς αὑτῶν πόλεώς τε καὶ ἀρχῆς, ἐκ τοῦδε τοῦ κόσμου παντός, εἴς τινας χώρας ἀτόπους, καθάπερ ἀνθρώπους δυστυ‐ | |
85 | χεῖς εἴς τινας νήσους ἐρήμους· τάδε δὲ τὰ ξύμπαντα φάσκοντες ἀγνώ‐ μονα καὶ ἄφρονα καὶ ἀδέσποτα καὶ μηδένα ἔχοντα ἄρχοντα μηδὲ ταμίαν μηδὲ ἐπιστάτην πλανᾶσθαι εἰκῇ καὶ φέρεσθαι, μηδενὸς μήτε νῦν προνο‐ οῦντος μήτε πρότερον ἐργασαμένου τὸ πᾶν, μηδὲ ὥσπερ οἱ παῖδες τοὺς | |
τροχοὺς αὐτοὶ κινήσαντες εἶτα ἐῶσιν ἀφ’ αὑτῶν φέρεσθαι. | 293 | |
369(n) | Dio von Prusa 12,60f. | |
1 | Οὐδὲ γὰρ ὡς βέλτιον ὑπῆρχε μηδὲν ἵδρυμα μηδὲ εἰκόνα θεῶν ἀποδεδεῖχθαι παρ’ ἀνθρώποις φαίη τις ἄν, ὡς πρὸς μόνα ὁρᾶν δέον τὰ οὐράνια. ταῦτα μὲν γὰρ ξύμπαντα ὅ γε νοῦν ἔχων σέβει, θεοὺς ἡγούμενος μακαρίους μακρόθεν ὁρῶν· διὰ δὲ τὴν πρὸς τὸ δαιμόνιον ὁρμὴν ἰσχυρὸς ἔρως πᾶσιν | |
5 | ἀνθρώποις ἐγγύθεν τιμᾶν καὶ θεραπεύειν τὸ θεῖον, προσιόντας καὶ ἁπτο‐ μένους μετὰ πειθοῦς, θύοντας καὶ στεφανοῦντας. ἀτεχνῶς γὰρ ὥσπερ νήπιοι παῖδες πατρὸς ἢ μητρὸς ἀπεσπασμένοι δεινὸν ἵμερον ἔχοντες καὶ πόθον ὀρέγουσι χεῖρας οὐ παροῦσι πολλάκις ὀνειρώττοντες, οὕτω καὶ θεοῖς ἄνθρωποι ἀγαπῶντες δικαίως διά τε εὐεργεσίαν καὶ συγγένειαν, | |
10 | προθυμούμενοι πάντα τρόπον συνεῖναί τε καὶ ὁμιλεῖν· ὥστε καὶ πολλοὶ τῶν βαρβάρων πενίᾳ τε καὶ ἀπορίᾳ τέχνης ὄρη θεοὺς ἐπονομάζουσι καὶ δένδρα ἀργὰ καὶ ἀσήμους λίθους, οὐδαμῇ [οὐδαμῶς] οἰκειότερα τῆς μορφῆς. | |
370(n) | Strabo 10,3,9—10 | |
1 | Τὸ δ’ εἰς ἓν συμφέρεσθαι τὰ τοσαῦτα ὀνόματα καὶ τὴν ἐνοῦσαν θεολογίαν ἐν τῇ περὶ αὐτῶν ἱστορίᾳ νῦν ἐπισκεπτέον. κοινὸν δὴ τοῦτο καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐστὶ τὸ τὰς ἱεροποιίας μετὰ ἀνέσεως ἑορταστικῆς ποιεῖσθαι, τὰς μὲν σὺν ἐνθουσιασμῷ, τὰς δὲ χωρίς· καὶ | |
5 | τὰς μὲν μετὰ μουσικῆς, τὰς δὲ μή· καὶ τὰς μὲν μυστικῶς, τὰς δ’ ἐμφανῶς· καὶ τοῦθ’ ἡ φύσις οὕτως ὑπαγορεύει. ἥ τε γὰρ ἄνεσις ἀπάγουσα τὸν νοῦν ἀπὸ τῶν ἀνθρωπικῶν ἀσχολημάτων 〈αὐ〉τὸν δεόντως τρέπει πρὸς τὸ θεῖον· ὅ τε ἐνθουσιασμὸς ἐπίπνευσίν τινα θείαν ἔχειν δοκεῖ καὶ τῷ μαντικῷ γένει πλησιάζειν· ἥ τε κρύψις ἡ μυστικὴ τῶν ἱερῶν σεμνοποιεῖ τὸ θεῖον, | |
10 | μιμουμένη τὴν φύσιν αὐτοῦ φεύγουσαν ἡμῶν τὴν αἴσθησιν· ἥ τε μουσική, περί τε ὄρχησιν οὖσα καὶ ῥυθμὸν καὶ μέλος, ἡδονῇ τε ἅμα καὶ καλλιτεχνίᾳ πρὸς τὸ θεῖον ἡμᾶς συνάπτει κατὰ τοιαύτην αἰτίαν. εὖ μὲν γὰρ εἴρηται καὶ τοῦτο, τοὺς ἀνθρώπους τότε μάλιστα μιμεῖσθαι τοὺς θεούς, ὅταν εὐεργετῶσιν· ἄμεινον δ’ ἂν λέγοι τις, ὅταν εὐδαιμονῶσι· τοιοῦτον δὲ καὶ | |
15 | τὸ χαίρειν καὶ τὸ ἑορτάζειν καὶ τὸ φιλοσοφεῖν καὶ μουσικῆς ἅπτεσθαι· μὴ γάρ, εἴ τις ἔκπτωσις πρὸς τὸ χεῖρον 〈γε〉γένηται, τῶν μουσικῶν εἰς ἡδυπαθείας τρεπόντων τὰς τέχνας ἐν τοῖς συμποσίοις καὶ θυμέλαις καὶ σκηναῖς καὶ ἄλλοις τοιούτοις, διαβαλλέσθω τὸ πρᾶγμα, ἀλλ’ ἡ φύσις ἡ | |
τῶν παιδευμάτων ἐξεταζέσθω τὴν ἀρχὴν ἐνθένδε ἔχουσα. | 294 | |
20 | 10. Καὶ διὰ τοῦτο μουσικὴν ἐκάλεσε Πλάτων καὶ ἔτι πρότερον οἱ Πυθαγόρειοι τὴν φιλοσοφίαν, καὶ καθ’ ἁρμονίαν τὸν κόσμον συνεστάναι φασί, πᾶν τὸ μουσικὸν εἶδος θεῶν ἔργον ὑπολαμβάνοντες. οὕτω δὲ καὶ αἱ Μοῦσαι θεαὶ καὶ Ἀπόλλων Μουσηγέτης καὶ ἡ ποιητικὴ πᾶσα ὑμνη‐ τική, καλ〈ὴ〉 οὖσα. ὡσαύτως δὲ καὶ τὴν τῶν ἠθῶν κατασκευὴν τῇ μουσικῇ | |
25 | προσνέμουσιν, ὡς πᾶν τὸ ἐπανορθωτικὸν τοῦ νοῦ τοῖς θεοῖς ἐγγὺς ὄν. Οἱ μὲν οὖν Ἕλληνες οἱ πλεῖστοι τῷ Διονύσῳ προσέθεσαν καὶ τῷ Ἀπόλλωνι ⸢καὶ τῇ Ἑκάτῃ⸣ καὶ ταῖς Μούσαις καὶ Δήμητρι, νὴ Δία, τὸ ὀργιαστικὸν πᾶν καὶ τὸ βακχικὸν καὶ τὸ χορικὸν καὶ τὸ περὶ τὰς τελετὰς μυστικόν, Ἴακχόν τε καὶ τὸν Διόνυσον καλοῦσι καὶ τὸν ἀρχηγέτην τῶν | |
30 | μυστηρίων, τῆς Δήμητρος δαίμονα· δενδροφορίαι τε καὶ χορεῖαι καὶ τελεταὶ κοιναὶ τῶν θεῶν εἰσι τούτων· αἱ δὲ Μοῦσαι καὶ ὁ Ἀπόλλων, αἱ μὲν τῶν χορῶν προεστᾶσιν, ὁ δὲ καὶ τούτων καὶ τῶν κατὰ μαντικήν· πρόπολοι δὲ τῶν Μουσῶν οἱ πεπαιδευμένοι πάντες, καὶ ἰδίως οἱ μουσικοί, τοῦ δ’ Ἀπόλλωνος οὗτοί τε καὶ οἱ περὶ μαντικήν, Δήμητρος δὲ οἵ τε | |
35 | μύσται καὶ δᾳδοῦχοι καὶ ἱεροφάνται, Διονύσου δὲ Σειληνοί τε καὶ Σάτυροι 〈καὶ Τίτυροι〉 καὶ Βάκχαι, Λῆναί τε καὶ Θυῖαι καὶ Μιμαλλόνες καὶ Ναΐδες καὶ Νύμφαι [καὶ Τίτυροι] προσαγορευόμεναι. | |
371a(n) | Diog. Laert. 7,149 | |
1 | Καὶ μὴν καὶ μαντικὴν ὑφεστάναι φασὶν πᾶσαν, εἰ καὶ πρόνοιαν εἶναι· καὶ αὐτὴν καὶ τέχνην ἀποφαίνουσι διά τινας ἐκβάσεις, ὥς φησι Ζήνων τε καὶ Χρύσιππος ἐν τῷ β Περὶ μαντικῆς καὶ Ἀθηνόδωρος καὶ Ποσει‐ | |
δώνιος ἐν τῷ β τοῦ Φυσικοῦ λόγου (F 259) καὶ ἐν τῷ ε Περὶ μαντικῆς. | 295 | |
373b(n) | Philo somn. 2,1f. | |
1 | Συνίσταται δὲ τὸ τρίτον εἶδος (τῶν θεοπέμπτων ὀνείρων) ὁπόταν ἐν τοῖς ὕπνοις ἐξ ἑαυτῆς ἡ ψυχὴ κινουμένη καὶ ἀναδονοῦσα ἑαυτὴν κορυβαντιᾷ καὶ ἐνθουσιῶσα δυνάμει προγνωστικῇ τὰ μέλλοντα θεσπίζῃ. τὸ μὲν γὰρ πρῶτον ἦν ἄρχοντος τῆς κινήσεως θεοῦ καὶ ὑπηχοῦντος ἀοράτως τὰ | |
5 | ἡμῖν μὲν ἄδηλα, γνώριμα δὲ ἑαυτῷ· τὸ δὲ δεύτερον τῆς ἡμετέρας δια‐ νοίας τῇ τῶν ὅλων συγκινουμένης ψυχῇ καὶ θεοφορήτου μανίας ἀναπιμ‐ | |
πλαμένης, ᾗ θέμις πολλὰ τῶν ἀποβησομένων προαγορεύειν. | 296 | |
373c(n) | Jamblich myst. 106,5—107,8 | |
1 | Περὶ μὲν τὸν ἄλλον βίον ἐγρηγορότες τὰ πολλὰ τῇ κοινῇ μετὰ τοῦ σώ‐ ματος ζωῇ χρώμεθα, πλὴν εἴ που κατὰ τὸ νοεῖν καὶ διανοεῖσθαι τοῖς καθαροῖς λόγοις ἀφιστάμεθα ἀπ’ αὐτοῦ παντάπασιν· ἐν δὲ δὴ τῷ καθεύ‐ δειν ἀπολυόμεθα παντελῶς ὥσπερ ἀπό τινων παρακειμένων ἡμῖν δεσμῶν | |
5 | καὶ τῇ κεχωρισμένῃ τῆς γενέσεως ζωῇ χρώμεθα. τότε δὴ οὖν, εἴτε νοερὸν εἴτε θεῖον ταὐτὸν ὑπάρχον εἴτε καὶ ἓν ἑκάτερον ἰδίᾳ καθ’ ἑαυτὸ ὄν, τὸ τῆς ζωῆς εἶδος ἀνεγείρεται ἐν ἡμῖν καὶ ἐνεργεῖ ᾗ πέφυκεν. ἐπειδὴ οὖν ὁ μὲν νοῦς τὰ ὄντα θεωρεῖ, λόγους δ’ ἡ ψυχὴ τῶν γιγνομένων ἐν αὑτῇ πάντων περιέχει, εἰκότως δή, κατὰ τὴν περιέχουσαν αἰτίαν τὰ ἐσόμενα, | |
10 | ἐν τοῖς προηγουμένοις αὐτῶν λόγοις προγιγνώσκει τὰ μέλλοντα. καὶ ταύτης δ’ ἔτι τελειοτέραν ποιεῖται μαντείαν, ἡνίκα ἂν τοῖς ὅλοις, ἀφ’ ὧν ἀπεμερίσθη, συνάπτῃ τὰς μοίρας τῆς ζωῆς καὶ τῆς νοερᾶς ἐνεργείας· πληροῦται γὰρ ἀπὸ τῶν ὅλων τότε τῆς πάσης εἰδήσεως, ὡς ἐπὶ τὸ πλεῖστον ἐξικνεῖσθαι ταῖς ἐννοίαις τῶν περὶ τὸν κόσμον ἐπιτελουμένων. οὐ μὴν | |
15 | ἀλλ’ ὁπόταν γε καὶ τοῖς θεοῖς ἑνωθῇ κατὰ τὴν τοιαύτην ἀπόλυτον ἐνέργειαν, αὐτὰ τὰ ἀληθέστατα δέχεται τηνικαῦτα πληρώματα τῶν | |
νοήσεων, ἀφ’ ὧν ἀληθῆ μαντείαν προβάλλει. | 297 | |
381(n) | Diog. Laert. 7,149 | |
1 | Καθ’ εἱμαρμένην δέ φησι πάντα γίνεσθαι Χρύσιππος ἐν τοῖς Περὶ εἱμαρμένης καὶ Ποσειδώνιος ἐν β Περὶ εἱμαρμένης καὶ Ζήνων, Βόηθος δ’ ἐν α Περὶ εἱμαρμένης. | |
382a(n) | Aetios 324b11 | |
1 | Ποσειδώνιος τρίτην ἀπὸ Διὸς (τὴν εἱμαρμένην)· πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτην δὲ τὴν εἱμαρμένην. | |
382b(n) | Lydus mens. 133,23 | |
1 | Ὁ δὲ Ποσειδώνιος τρίτη ἀπόδοσιν ποιεῖται (post Heraclitum et Aristotelem). πρώτην μὲν γὰρ εἶναι τὸν Δία, δευτέραν 〈δὲ〉 τὴν φύσιν, | |
τρίτην 〈δὲ〉 τὴν εἱμαρμένην. | 307 | |
387(n) | Macrob. Sat. 1,23,7 | |
1 | Nomen autem daemonum cum deorum appellatione coniungit | |
(Plato, Phaedr. 246e) aut quia di sunt δαήμονες, id est scientes futuri, aut ut Posidonius scribit in libris quibus titulus est Περὶ ἡρώων καὶ δαιμόνων, quia ex aetheria substantia partita atque divisa | 310 | |
5 | qualitas illis est, sive ἀπὸ τοῦ δαιομένου, id est καιομένου, seu ἀπὸ τοῦ δαιομένου, hoc est μεριζομένου. | |
388(n) | Epiktet 1,14,11—14 | |
1 | Ἀλλ’ ἐγώ, φησίν, οὐ δύναμαι πᾶσιν ἅμα τούτοις παρακολουθεῖν. — Τοῦτο δέ σοι καὶ λέγει τις ὅτι ἴσην ἔχεις δύναμιν τῷ Διί; ἀλλ’ οὖν οὐδὲν ἧττον καὶ ἐπίτροπον ἑκάστῳ παρέστησεν τὸν ἑκάστου δαίμονα καὶ παρέ‐ δωκεν φυλάσσειν αὐτὸν αὐτῷ καὶ τοῦτον ἀκοίμητον καὶ ἀπαραλόγιστον. | |
5 | τίνι γὰρ ἄλλῳ κρείττονι καὶ ἐπιμελεστέρῳ φύλακι παρέδωκεν ἡμῶν ἕκαστον; ὥσθ’, ὅταν κλείσητε τὰς θύρας καὶ σκότος ἔνδον ποιήσητε, μέμνησθε μηδέποτε λέγειν ὅτι μόνοι ἐστέ· οὐ γὰρ ἐστέ, ἀλλ’ ὁ θεὸς ἔνδον ἐστὶ καὶ ὁ ὑμέτερος δαίμων ἐστίν. καὶ τίς τούτοις χρεία φωτὸς εἰς τὸ βλέπειν τί ποιεῖτε; | |
389a(n) | Scholion Il. 12,386 (T) | |
1 | Δοκεῖ αὐτῷ (τῷ Ὁμήρῳ) καὶ τοῖς ὀστοῖς τὸ ψυχικὸν παρεσπάρθαι, ὡς καὶ Ποσειδωνίῳ ἐν γ Περὶ ψυχῆς. | |
389b(n) | Eustathios ad Il. 12,386 | |
1 | Τὸ δὲ ‘λίπε δ’ ὀστέα θυμόσ‘ δηλοῖ καὶ ἐν τοῖς ὀστέοις τῶν ζώντων ψυχι‐ κόν τι πνεῦμα παρεσπάρθαι ὡς καὶ ὁ φιλόσοφος, φασί, Ποσειδώνιος λέγει ἐν τῷ Περὶ ψυχῆς. | |
390(n) | Diog. Laert. 7,157 | |
1 | Ζήνων ὁ Κιτιεὺς καὶ Ἀντίπατρος ἐν τοῖς Περὶ ψυχῆς καὶ Ποσειδώνιος πνεῦμα ἔνθερμον εἶναι τὴν ψυχήν· τούτῳ γὰρ ἡμᾶς εἶναι ἔμπνους καὶ ὑπὸ τούτου κινεῖσθαι. | |
391a(n) | Plutarch an. procr. 1023b—d | |
1 | Ὅμοια δὲ τούτοις ἔστιν ἀντειπεῖν καὶ τοῖς περὶ Ποσειδώνιον· οὐ γὰρ μακρὰν τῆς ὕλης ἀπέστησαν· ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατ’ ἀριθμὸν | |
5 | συνεστῶσαν ἁρμονίαν περιέχοντα· τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι, τῆς τε ψυχῆς, τῶν νοητῶν | |
τὸ ἀίδιον καὶ τῶν αἰσθητῶν τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν. ⸢ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς | 311 | |
10 | ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περι‐ λαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώ‐ τερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δ’ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη. πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς | |
15 | δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δ’ οὐδ’ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπ’ ἀριθμοῦ, προείρηται (1013c d). Πρὸς δ’ ἀμφοτέρους τούτους κοινόν ἐστι τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ | |
20 | αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν· νοῦν μὲν γὰρ αὐτῇ καὶ νοητ〈ικ〉ὸν ἡ τῆς νοητῆς μέθεξις ἀρχῆς ἐμπεποίηκε, δόξας δὲ καὶ πίστεις [καὶ] τὸ φανταστικὸν καὶ τὸ παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων ὃ οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδ’ ἐπιφανειῶν ἁπλῶς νοήσειεν ἐγγιγνόμενον.⸣ | |
392(n) | Theon von Smyrna 103,16—104,1 Hiller | |
1 | Ἑπόμενος δὲ τῇ φύσει καὶ ὁ Πλάτων ἐξ ἑπτὰ ἀριθμῶν συνίστησι τὴν ψυχὴν ἐν τῷ Τιμαίῳ (35b). ἡμέρα μὲν γὰρ καὶ νύξ, ὥς φησι Ποσειδώνιος, ἀρτίου καὶ περιττοῦ φύσιν ἔχουσι· μὴν δὲ καθ’ ἑβδομάδας τέσσαρας συμπληροῦται, τῇ μὲν πρώτῃ ἑβδομάδι διχοτόμου τῆς σελήνης ὁρωμένης, | |
5 | τῇ δὲ δευτέρᾳ πλησισελήνου, τῇ δὲ τρίτῃ διχοτόμου, πάλιν δὲ τῇ τετάρτῃ σύνοδον ποιουμένης πρὸς ἥλιον καὶ ἀρχὴν ἑτέρου μηνός. | |
393(n) | Hermias in Phaedr. 102,10—15 Couvreur | |
1 | Πρῶτον περὶ ποίας ψυχῆς ζητητέον. οἳ μὲν γὰρ περὶ τῆς τοῦ κόσμου μόνης ᾠήθησαν εἶναι τὸν λόγον διὰ τὸ εἰρηκέναι αὐτὸν πᾶσα καὶ μετ’ ὀλίγα ἐπάγειν ‘ἢ πάντα τε οὐρανὸν πᾶσάν τε γένεσιν ξυμπεσοῦσαν στῆναι‘. ὧν ἐστι Ποσειδώνιος ὁ Στωϊκός. οἳ δὲ περὶ πάσης ἁπλῶς καὶ τῆς τοῦ | |
5 | μύρμηκος καὶ μυίας, ὧν ἐστιν Ἁρποκρατίων· τὸ γὰρ πᾶσα ἐπὶ πάσης | |
ψυχῆς ἀκούει. | 312 | |
394(n) | Etymologicum Magnum s.v. Ὄψις. | |
1 | Ὡς μὲν Ποσειδώνιος, παρὰ τὸ ἅπτω ἅψω, ἅψις τις οὖσα ἡ φῶς ἐμποιοῦσα καὶ καταυγάζουσα τῶν ὑποκειμένων ἕκαστα, ὡς πῦρ· ὡς δέ τινες, παρὰ τὸ ἅπτω τὸ συνάπτω ἅψις καὶ ὄψις, ἡ διὰ τῶν ὁρατῶν ψαῦσιν ποιουμένη πρὸς κατανόησιν. | |
395a(n) | Sext. Emp. 7,93 (cf. F 461) | |
1 | Καὶ ὡς τὸ μὲν φῶς, φησὶν ὁ Ποσειδώνιος τὸν Πλάτωνος Τίμαιον ἐξη‐ γούμενος, ὑπὸ τῆς φωτοειδοῦς ὄψεως καταλαμβάνεται, ἡ δὲ φωνὴ ὑπὸ τῆς ἀεροειδοῦς ἀκοῆς, οὕτω καὶ ἡ τῶν ὅλων φύσις ὑπὸ συγγενοῦς ὀφείλει καταλαμβάνεσθαι τοῦ λόγου. | |
395b(n) | Galen plac. 625,4—627,4 | |
1 | Εἴπερ οὖν ἡ ὄψις μόνη τῶν ἄλλων αἰσθήσεων αἰσθάνεται τοῦ κινοῦντος αὐτὴν αἰσθητοῦ διὰ μέσου τοῦ ἀέρος, οὐχ ὡς βακτηρίας τινός, ἀλλὰ ὡς ὁμοειδοῦς τε καὶ συμφυοῦς ἑαυτῇ μορίου καὶ μόνῃ τοῦτο ἐξαίρετον αὐτῇ δέδοται μετὰ τοῦ καὶ διὰ ἀνακλάσεως ὁρᾶν, εἰκότως ἐδεήθη πνεύματος | |
5 | ἄνωθεν ἐπιρρέοντος αὐγοειδοῦς, ὃ προσπῖπτον τῷ πέριξ ἀέρι καὶ οἷον ἐπιπλῆττον αὐτὸν ἑαυτῷ συνεξομοιώσει. δεόντως οὖν ἐροῦμεν αὐγοειδὲς μὲν εἶναι τὸ τῆς ὄψεως ὄργανον, ἀεροειδὲς δὲ τὸ τῆς ἀκοῆς, ἀτμοειδὲς δὲ τὸ τῆς ὀδμῆς καὶ τὸ μὲν τῆς γεύσεως ὑγρόν, τὸ δὲ τῆς ἁφῆς γεῶδες. οὐδὲ γὰρ οἷόν τε ἦν ἑτέρως ἔχειν αὐτὰ τῆς ἐκ τῶν ὁμοίων ἀλλοιώσεως | |
10 | χρῄζοντα καὶ τοῦτο ἄρα ἦν, ὃ βούλεται δηλοῦν ὁ Ἐμπεδοκλῆς ἐν οἷς φησι γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον (Vors. 31B 109). αἰσθανόμεθα γὰρ ὄντως τῷ μὲν γεωδεστάτῳ τῶν αἰσθητηρίων, ὅπερ ἐστὶν ἡ ἁφή, τῆς γεώδους φύσεως ἐν τοῖς αἰσθητοῖς, τῷ δὲ αὐγοει‐ | |
15 | δεστάτῳ, τῷ τῆς ὄψεως, τῆς αὐγοειδοῦς, καθάπερ γε καὶ τῷ κατὰ τὴν ἀκοὴν ἀεροειδεῖ γινομένῳ τῶν ἰδίων ἀέρος παθημάτων ἡ διάγνωσις ἀποτελεῖται. καὶ μὲν δὴ καὶ τῷ κατὰ τὴν γεῦσιν ὑγρῷ καὶ σπογγοειδεῖ τὴν φύσιν ὄντι τῶν χυμῶν ἡμῖν αἴσθησις γίνεται. λοιπὸν δέ ἐστι τὸ τῆς ὀσφρήσεως ὄργανον, οὐκ ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις, ὡς οἱ πολλοὶ | |
20 | νομίζουσιν, ἀλλὰ ἐν τοῖς πέρασιν ὑπάρχον τῶν ἐμπροσθίων ἐγκεφάλου κοιλιῶν, εἰς ἅπερ ἀνήκουσιν οἱ κατὰ τὴν ῥῖνα πόροι· κατὰ τοῦτο γάρ τοι τὸ μόριον ἀτμοειδεστάτας εἶναι συμβέβηκε τὰς κοιλίας αὐτοῦ. γέγραπται δὲ τῷ βουλομένῳ καὶ περὶ τοῦδε βιβλίον ἓν ἡμέτερον, ᾧ καὶ τὸ ἐπίγραμμά ἐστι περὶ τοῦ τῆς ὀσφρήσεως ὀργάνου. | |
25 | Πέμπτον γὰρ δὴ τοῦτό ἐστιν αἰσθητήριον, οὐκ ὄντων πέντε στοιχείων, | |
ἐπειδὴ τὸ τῶν ὀσμῶν γένος ἐν τῷ μεταξὺ τὴν φύσιν ἐστὶν ἀέρος καὶ ὕδατος, ὡς καὶ Πλάτων εἶπεν ἐν Τιμαίῳ κατὰ τήνδε τὴν ῥῆσιν· ‘μετα‐ βάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἀέρος τε εἰς ὕδωρ ἐν τῷ μεταξὺ γεγόνασιν ὀδμαὶ ξύμπασαι.‘ | 313 | |
395c(n) | Aetios 403b12 | |
1 | Ποσειδώνιος αὐγῶν αὐτὴν σύμφυσιν ὀνομάζει (sc. τὴν ὄψιν). | |
397a(n) | 12,3,1f. (Marc. Aurel.) | |
1 | Τρία ἐστίν, ἐξ ὧν συνέστηκας· σωμάτιον, πνευμάτιον, νοῦς. τούτων τἆλλα | |
μέχρι τοῦ ἐπιμελεῖσθαι δεῖν σά ἐστι· τὸ δὲ τρίτον μόνον κυρίως σόν. | 314 | |
397b(n) | 2,2,1 | |
1 | Ὅ τί ποτε τοῦτο, ὅ εἰμι, σαρκία ἐστὶ καὶ πνευμάτιον καὶ τὸ ἡγεμονικόν. | |
397c(n) | 12,14,5 | |
1 | Κἂν παραφέρῃ σε ὁ κλύδων, παραφερέτω τὸ σαρκίδιον, τὸ πνευμάτιον, τἆλλα· τὸν γὰρ νοῦν οὐ παροίσει. | |
397d(n) | 7,16 | |
1 | Τὸ ἡγεμονικὸν αὐτὸ ἑαυτῷ οὐκ ἐνοχλεῖ ... τὸ σωμάτιον μὴ πάθῃ τι, αὐτὸ μεριμνάτω, εἰ δύναται ... τὸ δὲ ψυχάριον τὸ φοβούμενον, τὸ λυπού‐ μενον οὐδὲν μὴ πάθῃ. | |
397e(n) | 8,56,1 | |
1 | Τῷ ἐμῷ προαιρετικῷ τὸ τοῦ πλησίον προαιρετικὸν ἐπίσης ἀδιάφορόν ἐστιν, ὡς καὶ τὸ πνευμάτιον αὐτοῦ καὶ τὸ σαρκίδιον. | |
398(n) | Plutarch fac. 943ab; 944e—945d | |
1 | Τὸν ἄνθρωπον οἱ πολλοὶ σύνθετον μὲν ὀρθῶς, ἐκ δυοῖν δὲ μόνων σύνθετον οὐκ ὀρθῶς ἡγοῦνται. μόριον γὰρ εἶναί πως ψυχῆς οἴονται τὸν νοῦν, οὐδὲν ἧττον ἐκείνων ἁμαρτάνοντες, οἷς ἡ ψυχὴ δοκεῖ μόριον εἶναι τοῦ σώματος. νοῦς γὰρ ψυχῆς, ὅσῳ ψυχὴ σώματος, ἄμεινόν ἐστι καὶ θειότερον. ποιεῖ | |
5 | δ’ ἡ μὲν ψυχῆς 〈καὶ σώματος μῖξις αἴσθησιν ἡ δὲ νοῦ καὶ ψυχῆσ〉 σύνοδος λόγον· ὧν τὸ μὲν ἡδονῆς ἀρχὴ καὶ πόνου τὸ δ’ ἀρετῆς καὶ κακίας. τριῶν δὲ τούτων συμπαγέντων, τὸ μὲν σῶμα ἡ γῆ τὴν δὲ ψυχὴν ἡ σελήνη, τὸν δὲ νοῦν ὁ ἥλιος παρέσχεν εἰς τὴν γένεσιν ... ὥσπερ αὖ τῇ σελήνῃ τὸ φέγγος. ὃν δ’ ἀποθνῄσκομεν θάνατον, ὁ μὲν ἐκ τριῶν δύο ποιεῖ τὸν | |
10 | ἄνθρωπον ὁ δ’ ἓν ἐκ δυοῖν, καὶ ὁ μέν ἐστιν ἐν τῇ 〈γῇ〉 τῆς Δήμητρος, ... ἐν αὐτῇ τελεῖν καὶ τοὺς νεκροὺς Ἀθηναῖοι Δημητρείους ὠνόμαζον τὸ παλαιόν· 〈ὁ〉 δ’ ἐν τῇ σελήνῃ τῆς Φερσεφόνης· καὶ σύνοικός ἐστι τῆς μὲν χθόνιος ὁ Ἑρμῆς τῆς δ’ οὐράνιος. λύει δ’ αὕτη μὲν ταχὺ καὶ μετὰ βίας τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἡ δὲ Φερσεφόνη πράως καὶ χρόνῳ πολλῷ | |
15 | τὸν νοῦν ἀπὸ τῆς ψυχῆς καὶ διὰ τοῦτο μονογενὴς κέκληται· μόνον γὰρ γίνεται τὸ βέλτιστον τοῦ ἀνθρώπου διακρινόμενον αὐτῆς. συντυγχάνει δ’ οὕτως κατὰ φύσιν ἑκάτερον· ... 〈Εὐτυχοῦσι〉 ⸢τυγχάνουσι⸣ δ’ οἱ μὲν πρότερον οἱ δ’ ὕστερον, ὅταν ὁ νοῦς ἀποκριθῇ τῆς ψυχῆς· ἀποκρίνεται δ’ ἔρωτι τῆς περὶ τὸν ἥλιον εἰκόνος, δι’ ἧς | |
20 | ἐπιλάμπει τὸ ἐφετὸν καὶ καλὸν καὶ θεῖον καὶ μακάριον, οὗ πᾶσα φύσις, ἄλλη δ’ ἄλλως ὀρέγεται. καὶ γὰρ αὐτὴν τὴν σελήνην ἔρωτι τοῦ ἡλίου περιπολεῖν ἀεὶ καὶ συγγίνεσθαί 〈φασι, λαβεῖν〉 ὀρεγομένην ἀπ’ αὐτοῦ τὸ | |
γονιμώτατον. λείπεται δ’ ἡ τῆς ψυχῆς φύσις ἐπὶ τὴν σελήνην, οἷον ἴχνη τινὰ βίου καὶ ὀνείρατα διαφυλάττουσα· καὶ περὶ ταύτης ὀρθῶς ἡγοῦ λελέχ‐ | 315 | |
25 | θαι τό ‘ψυχὴ δ’ ἠύτ’ ὄνειρος ἀποπταμένη πεπότηται‘ (λ 222). οὐδὲ γὰρ εὐθὺς οὐδὲ τοῦ σώματος ἀπαλλαγεῖσα τοῦτο πέπονθεν ἀλλ’ ὕστερον, ὅταν ἔρημος καὶ μόνη τοῦ νοῦ ἀπαλλαττομένη γένηται. καὶ Ὅμηρος ὧν εἶπε πάντων μάλιστα δὴ κατὰ θεὸν εἰπεῖν ἔοικε περὶ τῶν καθ’ Ἅιδου (Od. 11,601)· | |
30 | τὸν δὲ μετ’ εἰσενόησα βίην Ἡρακληείην, εἴδωλον· αὐτὸς δὲ μετ’ ἀθανάτοισι θεοῖσιν. αὐτός τε γὰρ ἕκαστος ἡμῶν οὐ θυμός ἐστιν οὐδὲ φόβος οὐδ’ ἐπιθυμία, καθάπερ οὐδὲ σάρκες οὐδ’ ὑγρότητες, ἀλλ’ ᾧ διανοούμεθα καὶ φρονοῦμεν, ἥ τε ψυχὴ τυπουμένη μὲν ὑπὸ νοῦ τυποῦσα δὲ τὸ σῶμα καὶ περιπτύσσουσα | |
35 | πανταχόθεν ἐκμάττεται τὸ εἶδος· ὥστε κἂν χωρὶς ἑκατέρου γένηται, πολὺν χρόνον διατηροῦσα τὴν ὁμοιότητα καὶ τὸν τύπον εἴδωλον ὀρθῶς ὀνομάζεται. Τούτων δ’ ἡ σελήνη, καθάπερ εἴρηται, στοιχεῖόν ἐστιν. ἀναλύονται γὰρ εἰς ταύτην, ὥσπερ εἰς τὴν γῆν τὰ σώματα τῶν νεκρῶν, ταχὺ μὲν αἱ | |
40 | σώφρονες, μετὰ σχολῆς ἀπράγμονα καὶ φιλόσοφον στέρξασαι βίον (ἀφε‐ θεῖσαι γὰρ ὑπὸ τοῦ νοῦ καὶ πρὸς οὐθὲν ἔτι χρώμεναι τοῖς πάθεσιν ἀπο‐ μαραίνονται)· τῶν δὲ φιλοτίμων καὶ πρακτικῶν ἐρωτικῶν τε περὶ σώ‐ ματα καὶ θυμοειδῶν αἱ μὲν οἷον ἐν ὕπνῳ ταῖς τοῦ βίου μνημοσύναις ὀνείρασι χρώμεναι διαφέρονται, καθάπερ ἡ τοῦ Ἐνδυμίωνος· εἰ δ’ αὐτὰς | |
45 | τὸ ἄστατον καὶ τὸ εὐπαθὲς ἐξίστησι καὶ ἀφέλκει τῆς σελήνης πρὸς ἄλλην γένεσιν, οὐκ ἐᾷ 〈καταμένειν〉 ἀλλ’ ἀνακαλεῖται καὶ καταθέλγει. μικρὸν γὰρ οὐδὲν οὐδ’ ἥσυχον οὐδ’ ὁμολογούμενον ἔργον ἐστίν, ὅταν ἄνευ νοῦ τῷ παθητικῷ σώματος ἐπιλάβωνται ... Χρόνῳ δὲ κἀκείνας κατεδέξατο εἰς αὑτὴν ἡ σελήνη καὶ κατεκοίμησεν, | |
398(50) | εἶτα τὸν νοῦν αὖθις ἐπισπείραντος τοῦ ἡλίου τῷ ζωτικῷ δεχομένη νέας ποιεῖ ψυχάς, ἡ δὲ γῆ τρίτον σῶμα παρέσχεν. οὐδὲν γὰρ αὕτη δίδωσιν 〈ἀλλ’ ἀποδίδωσιν〉 μετὰ θάνατον ὅσα λαμβάνει πρὸς γένεσιν· ἥλιος δὲ λαμβάνει μὲν οὐδὲν ἀπολαμβάνει δὲ τὸν νοῦν διδούς, σελήνη δὲ καὶ λαμβάνει καὶ δίδωσι καὶ συντίθησι καὶ διαιρεῖ [καὶ] κατ’ ἄλλην καὶ | |
55 | ἄλλην δύναμιν· ὧν Εἰλείθυια μὲν ἣ συντίθησιν Ἄρτεμις δ’ ἣ διαιρεῖ καλεῖται. καὶ τριῶν Μοιρῶν ἡ μὲν Ἄτροπος περὶ τὸν ἥλιον ἱδρυμένη τὴν ἀρχὴν ἐνδίδωσι τῆς γενέσεως, ἡ δὲ Κλωθὼ περὶ τὴν σελήνην φερομένη συνδεῖ καὶ μίγνυσιν, ἐσχάτη δὲ συνεφάπτεται περὶ γῆν ἡ Λάχεσις· ᾗ πλεῖστον τύχης μέτεστι. τὸ γὰρ ἄψυχον ἄκυρον αὐτὸ καὶ παθητὸν ὑπ’ | |
60 | ἄλλων, ὁ δὲ νοῦς ἀπαθὴς καὶ αὐτοκράτωρ, μικτὸν δὲ καὶ μέσον ἡ ψυχὴ | |
καθάπερ ἡ σελήνη τῶν ἄνω καὶ κάτω σύμμιγμα καὶ μετακέρασμα ὑπὸ τοῦ θεοῦ γέγονε, τοῦτον ἄρα πρὸς ἥλιον ἔχουσα τὸν λόγον ὃν ἔχει γῆ πρὸς σελήνην. | 316 | |
399(n) | Galen plac. 501,7—14 | |
1 | Ὁ μὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώματος κεχωρίσθαι νομίζων αὐτὰ καὶ ταῖς οὐσίαις πάμπολυ διαλλάττειν εὐλόγως εἴδη τε καὶ μέρη προσαγορεύει· ὁ δὲ Ἀριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη μὲν ἢ μέρη ψυχῆς οὐκ ὀνομάζουσιν, δυνάμεις δὲ εἶναί φασι μιᾶς οὐσίας ἐκ τῆς | |
5 | καρδίας ὁρμωμένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς μίαν οὐσίαν, οὕτω καὶ εἰς δύναμιν μίαν ἄγει καὶ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν. | |
400a(n) | Aratea 41,1—5 | |
1 | Οἱ δὲ Ἐπικούρειοί φασι μὴ εἶναι ζῴδια, (sc. τοὺς ἀστέρας), ἐπειδὴ ὑπὸ σωμάτων συνέχεται, οἱ δὲ Στωϊκοὶ τὸ ἀνάπαλιν. Ποσειδώνιος δὲ ἀγνοεῖν τοὺς Ἐπικουρείους ἔφη, ὡς οὐ τὰ σώματα τὰς ψυχὰς συνέχει, ἀλλ’ αἱ ψυχαὶ τὰ σώματα, ὥσπερ καὶ ἡ κόλλα καὶ ἑαυτὴν καὶ τὰ ἐκτὸς κρατεῖ. | |
400b(n) | Sext. Emp. 9,71—74 | |
1 | Οὐδὲ τὰς ψυχὰς ἔνεστιν ὑπονοῆσαι κάτω φερομένας· λεπτομερεῖς γὰρ οὖσαι καὶ οὐχ ἧττον πυρώδεις ἢ πνευματώδεις εἰς τοὺς ἄνω μᾶλλον τόπους κουφοφοροῦσιν. καὶ καθ’ αὑτὰς δὲ διαμένουσι καὶ οὐχ, ὡς ἔλεγεν ὁ Ἐπίκουρος (fr. 337 Us.), ἀπολυθεῖσαι τῶν σωμάτων καπνοῦ δίκην | |
5 | σκίδνανται. οὐδὲ γὰρ πρότερον τὸ σῶμα διακρατητικὸν ἦν αὐτῶν, ἀλλ’ αὐταὶ τῷ σώματι συμμονῆς ἦσαν αἴτιαι, πολὺ δὲ πρότερον καὶ ἑαυταῖς. ἔκσκηνοι γοῦν [ἡλίου] γενόμεναι τὸν ὑπὸ σελήνην οἰκοῦσι τόπον, ἐνθάδε τε διὰ τὴν εἰλικρίνειαν τοῦ ἀέρος πλείονα πρὸς διαμονὴν λαμβάνουσι χρόνον, τροφῇ τε χρῶνται οἰκείᾳ τῇ ἀπὸ γῆς ἀναθυμιάσει ὡς καὶ τὰ | |
10 | λοιπὰ ἄστρα, τὸ διαλῦσόν τε αὐτὰς ἐν ἐκείνοις τοῖς τόποις οὐκ ἔχουσιν. εἰ οὖν διαμένουσιν αἱ ψυχαί, δαίμοσιν αἱ αὐταὶ γίνονται. | |
400c(n) | Maximus Tyrius 106,4—108,11 | |
1 | Τὸ μὲν σῶμα συνέχεται, ἡ δὲ ψυχὴ συνέχει· εἰ δὲ καὶ τὴν ψυχὴν ἕτερόν τι συνέχει, ἀλλὰ μὴ αὐτὴ αὑτήν, τί τοῦτο ἔσται, καὶ τίς ἂν ἐπινοήσαι ψυχὴν ψυχῆς; ὅταν γὰρ ἕτερον ὑφ’ ἑτέρου σῴζηται συνεχόμενον, ἀνάγκη που παύσασθαι τὴν συνοχὴν ἐπὶ πρᾶγμα προελθοῦσαν συνέχον | |
5 | μὲν ἄλλο, συνεχόμενον δὲ ὑφ’ ἑαυτοῦ· εἰ δὲ μή, ποῖ στήσεται ὁ λογισμὸς | |
προϊὼν εἰς ἄπειρον; οἷον εἰ ξυνείη τις ὁλκάδα ἐν κλύδωνι ἐκ πέτρας ποθὲν καθωρμισμένην διὰ πολλῶν κάλων, ὧν ἕτερος ἐξ ἑτέρου συνεχόμενος τῇ ξυνδέσει τελευτᾷ ἐπὶ τὴν πέτραν, χρῆμα ἑστὸς καὶ ἑδραῖον. Τοιοῦτον ἡ ψυχή· σῶμα ἐν σάλῳ ἀεὶ καὶ κλύδωνι νηχόμενον καὶ κρα‐ | 317 | |
10 | δαινόμενον καὶ σειόμενον συνέχει αὐτή, καὶ καθορμίζει, καὶ ἵστησιν· ἐπειδὰν δὲ ἀποκάμῃ τὰ νεῦρα ταυτί, καὶ τὸ πνεῦμα, καὶ τὰ ἄλλα τὰ ὥσπερ καλῴδια, ἐξ ὧν τέως προσώρμιστο τῇ ψυχῇ τὸ σῶμα, τὸ μὲν ἐφθάρη καὶ κατὰ βυθοῦ ᾤχετο, αὐτὴ δὲ ἐφ’ ἑαυτῆς ἐκνηξαμένη συνέχει τε αὑτὴν καὶ ἵδρυται. καὶ καλεῖται ἡ τοιαύτη ψυχὴ δαίμων ἤδη, θρέμμα | |
15 | αἰθέριον, μετοικισθὲν ἐκ γῆς ἐκεῖ· ... Ἐπειδὰν γὰρ ἀπαλλαγῇ ψυχὴ ἐνθένδε ἐκεῖσε, ἀποδυσαμένη τὸ σῶμα, καὶ καταλιποῦσα αὐτὸ τῇ γῆ φθαρησόμενον τῷ αὐτῷ χρόνῳ γενομένη δαίμων ἀντ’ ἀνθρώπου, ἐποπτεύει μὲν αὕτη τὰ οἰκεῖα θεάματα καθαροῖς τοῖς ὀφθαλμοῖς, μήτε ὑπὸ σαρκῶν ἐπιπροσθουμένη, μήτε ὑπὸ χρωμάτων | |
20 | ἐπιταραττομένη, μήτε ὑπὸ σχημάτων παντοδαπῶν συγχεομένη, μήτε ὑπὸ ἀέρος θολεροῦ διατειχιζομένη, ἀλλὰ αὐτὸ κάλλος, αὐτοῖς ὀφθαλμοῖς ὁρῶσα καὶ γανυμένη· οἰκτίρουσα μὲν αὑτὴν τοῦ πρόσθεν βίου, μακαρί‐ ζουσα δὲ τοῦ παρόντος· οἰκτίρουσα δὲ καὶ τὰς συγγενεῖς ψυχάς, αἳ περὶ γῆν στρέφονται ἔτι, καὶ ὑπὸ φιλανθρωπίας ἐθέλουσα αὐταῖς συναγελάζεσθαι, | |
25 | καὶ ἐπανορθοῦν σφαλλομένας. | 318 |
400e(n) | Fenstertheorie auch Sext. Emp. 7,130.364; Katrarios 4,1—5 | |
1 | ... νοῦς μὲν οὐκ ἐσμέν, ὅπως ... διὰ νοήσεων ἁπλῶν ἐπιβάλλωμεν, ἀλλὰ σωματικῷ βάρει καὶ αἰσθήσεων πληθύϊ ἐπιπροσθούμενοι ... ψευδεῖς ... δόξας ἐφελκόμεθα. | |
400f(n) | Dämonen auch Diog. Laert. 7,151 | |
1 | ... δαίμονας ἀνθρώπων συμπάθειαν ἔχοντας ... καὶ ἥρωας τὰς ὑπο‐ λελειμμένας τῶν σπουδαίων ψυχάς. | |
401(n) | Diog. Laert. 8,24—31 | |
1 | Φησὶ δ’ ὁ Ἀλέξανδρος ἐν Ταῖς τῶν φιλοσόφων διαδοχαῖς (FGrHist 273F93) καὶ ταῦτα εὑρηκέναι ἐν Πυθαγορικοῖς ὑπομνήμασιν. ἀρχὴν μὲν τῶν ἁπάντων μονάδα· ἐκ δὲ τῆς μονάδος ἀόριστον δυάδα ὡς ἂν ὕλην τῇ μονάδι αἰτίῳ ὄντι ὑποστῆναι· ἐκ δὲ τῆς μονάδος καὶ τῆς ἀορίστου | |
5 | δυάδος τοὺς ἀριθμούς· ἐκ δὲ τῶν ἀριθμῶν τὰ σημεῖα· ἐκ δὲ τούτων τὰς γραμμάς, ἐξ ὧν τὰ ἐπίπεδα σχήματα· ἐκ δὲ τῶν ἐπιπέδων τὰ στερεὰ σχήματα· ἐκ δὲ τούτων τὰ αἰσθητὰ σώματα, ὧν καὶ τὰ στοιχεῖα εἶναι τέτταρα, πῦρ, ὕδωρ, γῆν, ἀέρα· μεταβάλλειν δὲ καὶ τρέπεσθαι δι’ ὅλων, καὶ γίνεσθαι ἐξ αὐτῶν κόσμον ἔμψυχον, νοερόν, σφαιροειδῆ, μέσην περιέ‐ | |
10 | χοντα τὴν γῆν καὶ αὐτὴν σφαιροειδῆ καὶ περιοικουμένην. εἶναι δὲ καὶ ἀντίποδας καὶ τὰ ἡμῖν κάτω ἐκείνοις ἄνω. ἰσόμοιρά τ’ εἶναι ἐν τῷ κόσμῳ φῶς καὶ σκότος, καὶ θερμὸν καὶ ψυχρόν, καὶ ξηρὸν καὶ ὑγρόν· ὧν κατ’ ἐπικράτειαν θερμοῦ μὲν θέρος γίνεσθαι, ψυχροῦ δὲ χειμῶνας, 〈ξηροῦ δ’ ἔαρ καὶ ὑγροῦ φθινόπωρον〉, ἐὰν δὲ ἰσομοιρῇ, τὰ κάλλιστα εἶναι τοῦ ἔτους, | 319 |
15 | οὗ τὸ μὲν θάλλον ἔαρ ὑγιεινόν, τὸ δὲ φθίνον φθινόπωρον νοσερόν. ἀλλὰ καὶ τῆς ἡμέρας θάλλειν μὲν τὴν ἕω, φθίνειν δὲ τὴν ἑσπέραν· ὅθεν καὶ νοσερώτερον εἶναι. τόν τε περὶ τὴν γῆν αἰθέρα ἄσειστον καὶ νοσερὸν καὶ τὰ ἐν αὐτῷ πάντα θνητά· τὸν δὲ ἀνωτάτω ἀεικίνητόν τ’ εἶναι καὶ καθαρὸν καὶ ὑγιᾶ καὶ πάντα τὰ ἐν αὐτῷ ἀθάνατα καὶ διὰ τοῦτο θεῖα. ἥλιόν τε | |
20 | καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας εἶναι θεούς· ἐπικρατεῖ γὰρ τὸ θερμὸν ἐν αὐτοῖς, ὅπερ ἐστὶ ζωῆς αἴτιον. τήν τε σελήνην λάμπεσθαι ὑφ’ ἡλίου. καὶ ἀνθρώπῳ εἶναι πρὸς θεοὺς συγγένειαν, κατὰ τὸ μετέχειν ἄνθρωπον θερμοῦ· διὸ καὶ προνοεῖσθαι τὸν θεὸν ἡμῶν. εἱμαρμένην τε τῶν ὅλων καὶ κατὰ μέρος αἰτίαν εἶναι τῆς διοικήσεως. διήκειν τ’ ἀπὸ | |
25 | τοῦ ἡλίου ἀκτῖνα διὰ τοῦ αἰθέρος τοῦ τε ψυχροῦ καὶ παχέος. καλοῦσι δὲ τὸν μὲν ἀέρα ψυχρὸν αἰθέρα, τὴν δὲ θάλασσαν καὶ τὸ ὑγρὸν παχὺν αἰθέρα. ταύτην δὲ τὴν ἀκτῖνα καὶ εἰς τὰ βένθη δύεσθαι καὶ διὰ τοῦτο ζωοποιεῖν πάντα. καὶ ζῆν μὲν πάνθ’ ὅσα μετέχει τοῦ θερμοῦ· διὸ καὶ τὰ φυτὰ ζῷα εἶναι· ψυχὴν μέντοι μὴ ἔχειν πάντα. εἶναι δὲ τὴν ψυχὴν ἀπόσπασμα | |
30 | αἰθέρος καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ τῷ 〈τε〉 συμμετέχειν ψυχροῦ αἰθέρος διαφέρειν ψυχὴν ζωῆς· ἀθάνατόν τ’ εἶναι αὐτήν, ἐπειδήπερ καὶ τὸ ἀφ’ οὗ ἀπέσπασται ἀθάνατόν ἐστι. τὰ δὲ ζῷα γεννᾶσθαι ἐξ ἀλλήλων ἀπὸ σπερμάτων, τὴν δ’ ἐκ γῆς γένεσιν ἀδύνατον ὑφίστασθαι. τὸ δὲ σπέρμα εἶναι σταγόνα ἐγκεφάλου περιέχουσαν ἐν ἑαυτῇ θερμὸν ἀτμόν· ταύτην δὲ | |
35 | προσφερομένην τῇ μήτρᾳ ἀπὸ μὲν τοῦ ἐγκεφάλου ἰχῶρα καὶ ὑγρὸν καὶ αἷμα προΐεσθαι, ἐξ ὧν σάρκας τε καὶ νεῦρα καὶ ὀστᾶ καὶ τρίχας καὶ τὸ ὅλον συνίστασθαι σῶμα· ἀπὸ δὲ τοῦ ἀτμοῦ ψυχὴν καὶ αἴσθησιν. μορ‐ φοῦσθαι δὲ τὸ μὲν πρῶτον παγὲν ἐν ἡμέραις τεσσαράκοντα, κατὰ δὲ τοὺς τῆς ἁρμονίας λόγους ἐν ἑπτὰ ἢ ἐννέα ἢ δέκα τὸ πλεῖστον μησὶ τε‐ | |
40 | λειωθὲν ἀποκυΐσκεσθαι τὸ βρέφος· ἔχειν δ’ ἐν αὑτῷ πάντας τοὺς λόγους τῆς ζωῆς, ὧν εἰρομένων συνέχεσθαι κατὰ τοὺς τῆς ἁρμονίας λόγους, ἑκάστων ἐν τεταγμένοις καιροῖς ἐπιγινομένων. τήν τ’ αἴσθησιν κοινῶς καὶ κατ’ εἶδος τὴν ὅρασιν ἀτμόν τιν’ ἄγαν εἶναι θερμόν. καὶ διὰ τοῦτον λέγεται δι’ ἀέρος ὁρᾶν καὶ δι’ ὕδατος· ἀντερείδεσθαι γὰρ τὸ θερμὸν ἐπὶ | |
45 | τοῦ ψυχροῦ. ἐπεί τοι εἰ ψυχρὸς ἦν ὁ ἐν τοῖς ὄμμασιν ἀτμός, διειστήκει ἂν πρὸς τὸν ὅμοιον ἀέρα· νῦν δὲ ἔστιν ἐν οἷς ἡλίου πύλας καλεῖ τοὺς ὀφθαλ‐ μούς. τὰ δ’ αὐτὰ καὶ περὶ τῆς ἀκοῆς καὶ τῶν λοιπῶν αἰσθήσεων δογ‐ ματίζει. Τὴν δ’ ἀνθρώπου ψυχὴν διῃρῆσθαι τριχῆ, εἴς τε νοῦν καὶ φρένας καὶ | |
401(50) | θυμόν. νοῦν μὲν οὖν καὶ θυμὸν εἶναι καὶ ἐν τοῖς ἄλλοις ζῴοις, φρένας δὲ μόνον ἐν ἀνθρώπῳ. εἶναι δὲ τὴν ἀρχὴν τῆς ψυχῆς ἀπὸ καρδίας μέχρις ἐγκεφάλου· καὶ τὸ μὲν ἐν τῇ καρδίᾳ μέρος αὐτῆς ὑπάρχειν θυμόν, φρένας δὲ καὶ νοῦν τὰ ἐν τῷ ἐγκεφάλῳ· σταγόνας δ’ εἶναι ἀπὸ τούτων τὰς αἰσθή‐ σεις. καὶ τὸ μὲν φρόνιμον ἀθάνατον, τὰ δὲ λοιπὰ θνητά. τρέφεσθαί τε | 320 |
55 | τὴν ψυχὴν ἀπὸ τοῦ αἵματος· τοὺς δὲ λόγους ψυχῆς ἀνέμους εἶναι. ἀόρατόν τ’ εἶναι αὐτὴν καὶ τοὺς λόγους, ἐπεὶ καὶ ὁ αἰθὴρ ἀόρατος. δεσμά τ’ εἶναι τῆς ψυχῆς τὰς φλέβας καὶ τὰς ἀρτηρίας καὶ τὰ νεῦρα· ὅταν δ’ ἰσχύῃ καὶ καθ’ αὑτὴν γενομένη ἠρεμῇ, δεσμὰ γίνεσθαι αὐτῆς τοὺς λόγους καὶ τὰ ἔργα. ἐκριφθεῖσάν τ’ αὐτὴν ἐπὶ γῆς πλάζεσθαι ἐν τῷ ἀέρι ὁμοίαν τῷ | |
60 | σώματι. | |
402(n) | Athenaeus VI 233a—234c | |
1 | Πλάτων δὲ ὁ θεῖος καὶ Λυκοῦργος ὁ Λάκων οὐδ’ εἴων ἐνεπιδημεῖν ταῖς ἰδίαις πολιτείαις οὔτε τῶν ἄλλων πολυτελῶν οὐδέν, ἀλλ’ οὐδὲ τὸν ἄργυρον οὐδὲ τὸν χρυσόν, τῶν μεταλλευομένων τὸν σίδηρον καὶ τὸν χαλκὸν ἀρκεῖν νομίζοντες, ἐκεῖνα δ’ ἐκβάλλοντες ὡς λυμαινόμενα τὰς ὑγιαινούσας τῶν | |
5 | πόλεων. Ζήνων δὲ ὁ ἀπὸ τῆς στοᾶς πάντα τὰ ἄλλα πλὴν τοῦ νομίμως αὐτοῖς καὶ καλῶς χρῆσθαι νομίσας ἀδιάφορα τὴν μὲν αἵρεσιν αὐτῶν καὶ φυγὴν ἀπειπών, τὴν χρῆσιν δὲ τῶν λιτῶν καὶ ἀπερίττων προηγουμένως ποιεῖσθαι προστάσσων, ὅπως ἀδεῆ καὶ ἀθαύμαστον πρὸς τἆλλα τὴν διά‐ θεσιν τῆς ψυχῆς ἔχοντες οἱ ἄνθρωποι ὅσα μήτε καλά ἐστι μήτε αἰσχρὰ | |
10 | τοῖς μὲν κατὰ φύσιν ὡς ἐπὶ πολὺ χρῶνται, τῶν δ’ ἐναντίων μηδὲν ὅλως δεδοικότες λόγῳ καὶ μὴ φόβῳ τούτων ἀπέχωνται. οὐδὲν γὰρ ἡ φύσις ἐκβέβληκεν ἐκ τοῦ κόσμου τῶν εἰρημένων, ἀλλ’ ἐποίησεν ὑπογείους αὐτῶν φλέβας πολύπονον καὶ χαλεπὴν ἐχούσας ἐργασίαν, ὅπως οἱ περὶ ταῦτα σπουδάζοντες ὀδυνώμενοι μετίωσι τὴν κτῆσιν, καὶ οὐχ οἱ μεταλ‐ | |
15 | λεύοντες μόνοι ἀλλὰ καὶ οἱ τὰ μεταλλευθέντα συναγείροντες μυρίοις μόχθοις θηρεύωσι τὴν περίβλεπτον ταύτην πολυκτησίαν. δείγματος μὲν οὖν χάριν ὅπουπερ ἐπιπόλαιον αὐτῶν ἐστι τὸ γένος, εἴ γ’ ἐν ταῖς ἐσχατιαῖς τῆς οἰκουμένης καὶ ποτάμια τὰ τυχόντα ψήγματα χρυσοῦ καταφέρει [καὶ] ταῦτα γυναῖκες καὶ ἄνδρες ἀσθενεῖς τὰ σώματα σὺν ταῖς ἄμμοις ὑποψή‐ | |
20 | χοντες διιστᾶσι καὶ πλύναντες ἄγουσιν ἐπὶ τὴν χώνην, ὡς παρὰ τοῖς Ἐλουητίοις φησὶν ὁ ἐμὸς Ποσειδώνιος καὶ ἄλλοις τισὶ τῶν Κελτῶν. καί· τά τε πάλαι μὲν Ῥιπαῖα καλούμενα ὄρη, εἶθ’ ὕστερον Ὄλβια προσ‐ | |
αγορευθέντα, νῦν δὲ Ἄλπια (ἔστι δὲ τῆς Γαλατίας) αὐτομάτως ὕλης ἐμπρησθείσης ἀργύρῳ διερρύη. τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ | 321 | |
25 | κακοπάθοις μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον ἐλπι‐ ζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλού‐ τωνα. χαριεντιζόμενος γοῦν φησιν ὅτι ‘πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δ’ εἶχον ἀπέβαλον ὥσπερ αἰνίγματος τρόπον (Hom. epigr. 16) ἀτυχοῦντες.‘ | |
30 | Λακεδαιμόνιοι δ’ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν εἰς τὴν Σπάρτην, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος, καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν· εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων, ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν πρότερον | |
35 | ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι. Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερή‐ σαντα λόγος, καταγνωσθέντα ὑπὸ τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου χρήματος. τοῦ δὲ ἀνατιθεμένου θεῷ καὶ συγχωρουμένου | |
40 | δήπου καθάπερ κοσμήματος καὶ κτήματος οὐ ῥᾴδιον ἦν τὸν θνητὸν ὀλίγωρον γενέσθαι. τῶν δὲ Γαλατῶν οἱ Σκορδίσται καλούμενοι χρυσὸν μὲν οὐκ εἰσάγουσιν εἰς τὴν αὑτῶν χώραν, λῃζόμενοι δὲ τὴν ἀλλοτρίαν καὶ ἀδικοῦντες 〈τὸν ἄργυρον〉 οὐ παραλείπουσι. τὸ δ’ ἔθνος αὐτῶν ἐστι μὲν λείψανον τῶν μετὰ Βρέννου στρατευσαμένων ἐπὶ τὸ Δελφικὸν μαν‐ | |
45 | τεῖον Γαλατῶν, Βαθάναττος δέ τις ἡγεμὼν αὐτοὺς διῴκισεν ἐπὶ τοὺς περὶ τὸν Ἴστρον τόπους, ἀφ’ οὗ καὶ τὴν ὁδὸν δι’ ἧς ἐνόστησαν Βαθανατ‐ τίαν καλοῦσι καὶ τοὺς ἀπογόνους τοὺς ἐκείνου Βαθανάττους ἔτι καὶ νῦν προσαγορεύουσιν. ἀφωσιώκασι δὲ οὗτοι τὸν χρυσὸν καὶ οὐκ εἰσφέρουσιν εἰς τὰς πατρίδας, δι’ ὃν πολλὰ καὶ δεινὰ ἔπαθον· ἀργύρῳ δὲ χρῶνται | |
402(50) | καὶ τούτου χάριν πολλὰ καὶ δεινὰ ποιοῦσιν. καίτοι γε ἐχρῆν οὐχὶ τὸ γένος τοῦ συληθέντος, ἀλλὰ τὴν ἱεροσυλήσασαν ἀσέβειαν ἐξορίσαι· εἰ δὲ μηδὲ τὸν ἄργυρον εἰσέφερον εἰς τὴν χώραν, ἢ περὶ τὸν χαλκὸν ἂν καὶ σίδηρον ἐπλημμέλουν ἢ εἰ μηδὲ ταῦτ’ ἦν παρ’ αὐτοῖς, περὶ τῶν βρωτῶν καὶ ποτῶν καὶ τῶν ἄλλων ἀναγκαίων ὁπλομανοῦντες ἂν διετέλουν. | |
403(n) | Diog. Laert. 7,91 | |
1 | Τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετήν φησιν ὁ Ποσειδώνιος ἐν τῷ πρώτῳ τοῦ Ἠθικοῦ λόγου τὸ γενέσθαι ἐν προκοπῇ τοὺς περὶ Σωκράτην καὶ Διογένην καὶ Ἀντισθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ | |
ἀντικεῖσθαι τῇ ἀρετῇ. | 322 | |
404(n) | Diog. Laert. 7,84 | |
1 | Τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν εἴς τε τὸν περὶ ὁρμῆς καὶ εἰς τὸν περὶ ἀγαθῶν καὶ κακῶν τόπον καὶ εἰς τὸν περὶ παθῶν καὶ περὶ ἀρετῆς καὶ περὶ τέλους περί τε τῆς πρώτης ἀξίας καὶ τῶν πράξεων καὶ περὶ τῶν καθηκόντων προτροπῶν τε καὶ ἀποτροπῶν. οὕτω δ’ ὑποδιαι‐ | |
5 | ροῦσιν οἱ περὶ Χρύσιππον καὶ Ἀρχέδημον καὶ Ζήνωνα τὸν Ταρσέα καὶ Ἀπολλόδωρον καὶ Διογένην καὶ Ἀντίπατρον καὶ Ποσειδώνιον· ὁ μὲν γὰρ Κιτιεὺς Ζήνων καὶ ὁ Κλεάνθης, ὡς ἂν ἀρχαιότεροι, ἀφελέστερον περὶ τῶν πραγμάτων διέλαβον. οὗτοι δὲ διεῖλον καὶ τὸν λογικὸν καὶ τὸν φυσικόν. | |
405(n) | Galen plac. 448,3—11 | |
1 | Ἀλλὰ περὶ μὲν τῶν ἀρετῶν ἐν τοῖς ἑξῆς ἐροῦμεν, ἐπειδὴ καὶ περὶ τούτων ὁ Χρύσιππος ἐπηρεάζει τὸν Πλάτωνα. νυνὶ γὰρ ἐξ ἀκολουθίας τινὸς αὐτῶν ἐμνημόνευσα τῷ περὶ τῶν παθῶν δόγματι καὶ τοῦ περὶ τῶν ἀρετῶν ἐξ ἀνάγκης ἑπομένου, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὧδέ πως | |
5 | γράφων αὐτοῖς ὀνόμασι κατὰ τὸ πρῶτον περὶ παθῶν οὐ μετὰ πολλὰ τῆς ἀρχῆς τοῦ βιβλίου· ‘νομίζω γὰρ καὶ τὴν περὶ ἀγαθῶν καὶ κακῶν καὶ τὴν περὶ τελῶν καὶ τὴν περὶ ἀρετῶν ἐκ τῆς περὶ παθῶν ὀρθῶς διασκέψεως ἠρτῆσθαι.‘ | |
406(n) | Galen plac. 444,11—446,13 | |
1 | Οὕτω δὲ καὶ πλάττειν ἐξ ἀρχῆς ἄνθρωπον χρὴ πρὸς τὸ βέλτιστον ἁπάντων μὲν πρῶτον αὐτῶν τῶν σπερμάτων προνοουμένους, οἷς ἐφεξῆς τῆς διαίτης, ἣν ἡ κύουσα διαιτήσεται κατά τε τὰς τροφὰς καὶ τὰ πόματα καὶ τὰ γυμνάσια καὶ τὰς ἡσυχίας καὶ τοὺς ὕπνους καὶ τὰς ἐγρηγόρσεις ἐπιθυ‐ | |
5 | μίας τε καὶ θυμοὺς ὅσα τε ἄλλα τοιαῦτα, περὶ ὧν ἁπάντων ὁ μὲν Πλάτων ἀκριβέστατα διῆλθεν. ὁ δὲ Χρύσιππος οὐ μόνον αὐτὸς οὐδὲν ἱκνούμενον εἶπεν, ἀλλὰ οὐδὲ τῶν ἀπὸ αὐτοῦ τινι κατέλιπεν ἀφορμὴν εὑρέσεως μοχθη‐ ρὰν ὑποβαλλόμενος τῷ λόγῳ τὴν κρηπῖδα. ταῦτά τοι καὶ ὁ Ποσειδώνιος αὐτῷ μέμφεται μετὰ τοῦ καὶ θαυμάζειν, ὅσα Πλάτων εἶπεν ὑπὲρ τῆς | |
10 | τῶν παίδων ἔτι τε κυουμένων ἐν τῇ μήτρᾳ διαπλάσεως ἀποκυηθέντων τε τροφῆς καὶ παιδείας, καὶ γέγραφεν οἷον ἐπιτομήν τινα κατὰ τὸ πρῶτον αὐτοῦ περὶ παθῶν σύγγραμμα τῶν ὑπὸ Πλάτωνος εἰρημένων, ὡς χρὴ τρέφεσθαι καὶ παιδεύεσθαι τοὺς παῖδας ὑπὲρ τοῦ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς σύμμετρον ἀποφαίνεσθαι ταῖς κινήσεσι καὶ τοῖς | |
15 | τοῦ λόγου προστάγμασιν εὐπειθές. ‘αὕτη γὰρ ἀρίστη παίδων παιδεία, παρασκευὴ τοῦ παθητικοῦ τῆς ψυχῆς, ὡς ἂν ἐπιτηδειοτάτη ᾖ πρὸς τὴν | |
ἀρχὴν τοῦ λογιστικοῦ.‘ σμικρὸν μὲν γὰρ τὰ πρῶτα καὶ ἀσθενὲς ὑπάρ‐ χειν τοῦτο, μέγα δὲ καὶ ἰσχυρὸν ἀποτελεῖσθαι περὶ τὴν τεσσαρεσκαιδε‐ καετῆ ἡλικίαν, ἡνίκα ἤδη κρατεῖν τε καὶ ἄρχειν αὐτῷ προσήκει καθάπερ | 323 | |
20 | ἡνιόχῳ τινὶ τοῦ ζεύγους τῶν συντρόφων ἵππων ἐπιθυμίας τε καὶ θυμοῦ μήτε ἰσχυρῶν ὑπαρχόντων ἄγαν μήτε ἀσθενῶν μήτε ὀκνηρῶν μήτε ἐκφόρων μήτε δυσπειθῶν ὅλως ἢ ἀκόσμων ἢ ὑβριστῶν, ἀλλὰ εἰς ἅπαν ἑτοίμων ἕπεσθαί τε καὶ πείθεσθαι τῷ λογισμῷ. τούτου δὲ αὐτοῦ τὴν παιδείαν τε καὶ τὴν ἀρετὴν ἐπιστήμην εἶναι τῆς τῶν ὄντων φύσεως, | |
25 | ὥσπερ τοῦ ἡνιόχου τῶν ἡνιοχικῶν θεωρημάτων. ἐν γὰρ ταῖς ἀλόγοις τῆς ψυχῆς δυνάμεσιν ἐπιστήμας οὐκ ἐγγίνεσθαι, καθάπερ οὐδὲ ἐν τοῖς ἵπποις, ἀλλὰ τούτοις μὲν τὴν οἰκείαν ἀρετὴν ἐξ ἐθισμοῦ τινος ἀλόγου παραγίνεσθαι, τοῖς δὲ ἡνιόχοις ἐκ διδασκαλίας λογικῆς. | |
407(n) | Galen plac. 348,5—350,13 | |
1 | Ὁπόταν δὲ ἐφεξῆς ἐπισκέπτηται, πότερον κρίσεις τινὰς ἢ κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ’ ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο καὶ ἑαυτῷ καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ | |
5 | οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς, ἀλλὰ [καὶ] τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς καὶ ταπεινώσεις καὶ δήξεις ἐπάρσεις τε καὶ διαχύσεις ὑπο‐ λαμβάνουσιν εἶναι τὰ τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν· οὔτε γὰρ κρίσεις οὔτε ἐπιγινόμενα κρίσεσιν 〈εἶναι〉 ἀλλὰ ὑπὸ τῆς θυμοειδοῦς τε καὶ ἐπιθυμητικῆς δυνάμεως | |
10 | ἡγεῖται γίνεσθαι τὰ πάθη κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τῶν περὶ τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς ἡ τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. ὁ μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ ἑαυτοῦ πράγματά τε καὶ μέτρα. πρόδηλον οὖν, ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονά‐ | |
15 | ζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος ἡ αἰτία, τὸ βάρος τοῦ σώματος. ἀλλὰ οὐ τοῦτο θαυμαστόν, εἰ πολλοῖς ἐναντία λέγει Χρύ‐ σιππος, ὥσπερ οὐδὲ ὅτι τῆς ἀληθείας ἀπέσφαλται, συγγνώμη γὰρ ἀν‐ θρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι, ἀλλὰ ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ | |
20 | πρὸς τῶν παλαιῶν εἰρημένα διαλύσασθαι καὶ πρὸς αὑτὸν διαφέρεται νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου καὶ κρίσεως, νυνὶ δὲ οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων, ἀλλὰ αὐτὸ δὴ τοῦτο κρίσεις εἶναι. τὸ γὰρ μηδὲ ὅλως ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη πλείω σημαίνειν τὸ τῆς κρίσεως | |
25 | ὄνομα καὶ κατὰ μὲν τὴν ἐξήγησιν τοῦ ὅρου τὴν οἷον περίσκεψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ ἄνευ κρίσεως ἴσον 〈τῷ〉 ἄνευ περισκέψεως, ἔνθα δὲ | |
κρίσεις εἶναί φησι τὰ πάθη, τὰς δόξας τε καὶ τὰς συγκαταθέσεις ὀνο‐ μάζεσθαι κρίσεις. ἀλλὰ εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατά‐ θεσις ἔσται τὸ πάθος καὶ πάλιν ὁ Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν, ὑφ’ | 324 | |
30 | ἧς πλεονάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκα‐ λίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ. εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι, κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσίν, ὁ δὲ οὐδὲ καθ’ ἓν τῶν τεττάρων βιβλίων, ἃ περὶ τῶν παθῶν ἔγραψεν, | |
35 | ἐποίησεν αὐτό, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο; | |
408(n) | Galen plac. 362,5—13 | |
1 | Ὁ μὲν οὖν Ποσειδώνιος, ὡς ἄν, οἶμαι, τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήν τε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτοῦ πρὸς αὑτὸν ἐναν‐ τιολογίαν τοῦ Χρυσίππου καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατω‐ | |
5 | νικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν· οἱ δὲ ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδα ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν ἢ τἀληθὲς αἱρεῖσθαι. | |
409(n) | Galen plac. 369,7—376,13 | |
1 | Ἀλλὰ νὴ Δία ἴσως ἄν τις φήσειε τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον ἢ προσῆκεν ἐξῆχθαι τήν τε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀρρωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων ὡς ἀγαθῶν ἢ | |
5 | κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά· μηδέπω γὰρ ἀρρώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν ὡς ἀγαθῶν, ἀλλὰ ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μηδὲ ζῆν ἄξιον ὑπολαμβάνῃ τῷ στερη‐ θέντι χρημάτων· ἐν τούτῳ γὰρ συνίστασθαι τήν τε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀρρωστήματα οὔσας. ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσει‐ | |
10 | δώνιος ἀντιλέγων ὧδέ πώς φησι· ‘τοιούτων δὲ ὑπὸ τοῦ Χρυσίππου λεγο‐ μένων διαπορήσειεν ἄν τις πρῶτον μέν, πῶς οἱ σοφοὶ μέγιστα καὶ ἀνυπέρβλητα νομίζοντες εἶναι ἀγαθὰ τὰ καλὰ πάντα οὐκ ἐμπαθῶς κινοῦνται ὑπὸ αὐτῶν ἐπιθυμοῦντές τε ὧν ὀρέγονται καὶ περιχαρεῖς γινό‐ μενοι ἐπὶ τοῖς αὐτοῖς, ὅταν τύχωσιν αὐτῶν. εἰ γὰρ τὸ μέγεθος τῶν φαινο‐ | |
15 | μένων ἀγαθῶν ἢ κακῶν κινεῖ τὸ νομίζειν καθῆκον καὶ κατὰ ἀξίαν εἶναι παρόντων αὐτῶν ἢ παραγινομένων [καὶ] μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως δεῖν ὑπὸ αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας εἶναι τὰ περὶ αὑτοὺς τοῦτο ἔδει πάσχειν, ὅπερ οὐχ ὁρᾶται γινόμενον. ὁμοίως δὲ καὶ [εἰς] τοὺς προκόπτοντας [ἢ] μεγάλας βλάβας ὑπὸ τῆς κακίας | |
20 | ὑπολαμβάνοντας παρεῖναι [δὲ] ἔδει καὶ ὑποφέρεσθαι φόβοις καὶ λύπαις περιπίπτειν μὴ μετρίαις, ὅπερ οὐδὲ αὐτὸ συμβαίνει.‘ τούτοις δὲ ἐφεξῆς ὁ Ποσειδώνιος καὶ τάδε γράφει· ‘εἴτε πρὸς τῷ μεγέθει τῶν φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσονται καὶ διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅταν | 325 |
25 | ἀσθενεῖς ὦσι μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν, ἀλλὰ κατὰ τὴν ἐπὶ πλεῖον ἐρρυηκυῖαν, 〈οὔ〉, οὐδὲ οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι· πῶς μέντοι γε κινηθείσης καὶ πῶς κινούσης, ζητεῖται μέν, οὐχ ὑποδείκνυται δέ.‘ εἶτα ἐφεξῆς καὶ τάδε γράφει· ‘οὐ μόνον δὲ οἱ ἐπὶ πλέον ἐρρυηκυῖαν | |
30 | ἔχοντες τὴν κακίαν καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς τὰ πάθη, ἀλλὰ πάντες οἱ ἄφρονες, ἕως ἂν ἔχωσι τὴν κακίαν, καὶ εἰς μεγάλα πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι·‘ καὶ τούτων ἑξῆς τάδε· ‘τὸ δὲ ὑπολαμβάνειν κατὰ ἀξίαν [εἶναι] τῶν συμβεβηκότων οὕτως κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον μέγα πάθος ἐμφαίνειν, οὐ καλῶς ὑπο‐ | |
35 | λαμβάνειν ἐστί. γίνεται δὲ καὶ διὰ σύμμετρον καὶ μικρόν.‘ ἐχόμενα δὲ τούτων ὁ Ποσειδώνιος καὶ τάδε γράφει· ‘δυοῖν τε τὴν αὐτὴν ἀσθένειαν ἐχόντων καὶ τὴν ὁμοίαν λαμβανόντων φαντασίαν ἀγαθοῦ ἢ κακοῦ ὁ μὲν ἐν πάθει γίνεται, ὁ δὲ οὔ, καὶ ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον, καὶ ἐνίοτε ὁ ἀσθενέστερος μεῖζον ὑπολαμβάνων τὸ προσπεπτωκὸς οὐ κινεῖται καὶ | |
40 | ὁ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ὁτὲ μὲν ἐν πάθει γίνεται, ἔστιν ὅτε δὲ οὔ, καὶ ὁτὲ μὲν μᾶλλον, ὁτὲ δὲ ἧττον. οἱ γοῦν ἀήθεις μᾶλλον πάσχουσιν ἐν φόβοις, ἐν λύπαις, ἐν ἐπιθυμίαις, ἐν ἡδοναῖς καὶ οἱ κακώτεροι συναρπά‐ ζονται ταχέως ὑπὸ τῶν παθῶν.‘ ἐφεξῆς δὲ τούτων ὁ Ποσειδώνιος ῥήσεις τε ποιητικὰς παρατίθεται καὶ ἱστορίας παλαιῶν πράξεων μαρτυρούσας | |
45 | οἷς λέγει. καὶ μετὰ ταῦτα ἐπιφέρων φησί· ‘τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ συναρπάζεται, τὸ δ’ ἐναντίως ἠγμένον χρόνῳ μετασυνε‐ θιζόμενον· ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ τῆς ἀσθενείας, τὰ πάθη δὲ οὔτε ἐπὶ ἴσης οὔτε ἴσα γίνεται.‘ καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις ἐρωτᾷ· παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνό‐ | |
409(50) | μασι, κἂν μακρότεραί πως αἱ ῥήσεις ὦσι· ‘διὰ τί δέ τινες τῶν μεγά‐ λα 〈κακὰ παρεῖναι〉 νομιζομένων καίπερ ἀσθενεῖς ὄντες ταῖς γνώμαις βουλεύονταί τε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς ὁ δια‐ γρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀρρήτῳ τινὶ πένθει βέβλητο κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ | |
55 | τοῦ πάθους καίπερ τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα τῇ τῶν λογισ‐ μῶν ἀσθενείᾳ διαμενούσης οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν (Il. 10,17ff.)· ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή, | |
Νέστορ’ ἐπὶ πρῶτον Νηλήιον ἐλθέμεν ἀνδρῶν, εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, | 326 | |
60 | ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. ἐπεὶ δὲ καὶ αὐτὸς ὁ Νέστωρ θεασάμενος διὰ τῆς ὄρφνης πόρρωθεν προ‐ σιόντα τίς ἐστιν ἐπερωτᾷ, δηλώσας μετά τινος σχετλιασμοῦ φησι (Il. 10, 91ff.)· πλάζομαι ὧδ’, ἐπεὶ οὔ μοι ἐπ’ ὄμμασι νήδυμος ὕπνος | |
65 | ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’ Ἀχαιῶν. αἰνῶς γὰρ Δαναῶν περιδείδια οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλλ’ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει, τρομέει δ’ ὑπὸ φαίδιμα γυῖα. εἰ μὲν δὴ τὴν καρδίαν σαλευόμενος οὕτως ὑπὸ τοῦ φόβου πάρεστι συμβου‐ | |
70 | λευόμενος, οἱ ἐν τοῖς πάθεσιν ὄντες οὐ κατὰ ἀξίαν τῶν συμβεβηκότων καθήκειν νομίζοντες μηδένα λόγον προσίεσθαι κινοῦνται κατὰ τὰ πάθη· εἰ δὲ μηκέτι φοβούμενος, ἀνανεούμενος δὲ τὰ ἐν τῷ φόβῳ ταῦτά φησι, διὰ τί ποτε τῆς αὐτῆς ὑπολήψεως καὶ ἀσθενείας ὑποκειμένης οἱ μὲν ἀποκλίνουσι τὸν λόγον, οἱ δὲ προσίενται, διαπορήσειεν ἄν τις εὐλόγως. | |
75 | τὸ δὲ αἴτιον τοῦ πάθους πάντως οὐκ εἴρηκεν·‘ ἑξῆς τούτοις ὁ Ποσειδώνιος καὶ τάδε φησί· ‘τὸ δὲ δὴ μὴ μόνον ἀποστρέφεσθαι τὸν λόγον ἐν ταῖς ἐπι‐ θυμίαις, ὥς φησιν, ἀλλὰ καὶ προσυπολαμβάνειν, ὅτι, εἰ καὶ μὴ συμφέ‐ ρον ἐστί, καὶ οὕτως ἑκτέον, μάχην περιέχει φέρεσθαί τε ὡς ἐπὶ μέγα συμφέρον καὶ διὰ τὸ μέγεθος αὐτοῦ, εἰ καὶ ἀσύμφορόν ἐστιν, ἄξιον ἡγεῖ‐ | |
80 | σθαι [τοῦ μεγέθους αὐτοῦ, εἰ καὶ μηδὲν ἔχει μέγεθος, ἀλλὰ καὶ τοὐναντίον] ὅμως ἀντέχεσθαι 〈καὶ〉 οὕτως αὐτοῦ. ἔστω γὰρ τοὺς λέγοντας, ὅτι οὐκ ἔστι συμφέρον, ἀποστρέφεσθαι καὶ τοὺς ἐπαγγελλομένους δείξειν, ὅτι ἀσύμφορόν ἐστι, λήρους ἡγεῖσθαι [καὶ] διὰ τὸ μέγα ὄφελος εἶναι τὸ διωκόμενον· ἀλλὰ ἐκεῖνό γε ἀπίθανον, διὰ τὸ μέγα αὐτὸ ἀγαθὸν ὑπολαμ‐ | |
85 | βάνειν οἴεσθαι δεῖν, κἂν ᾖ μέγιστον κακόν, ὅμως αὐτὸ λαμβάνειν ἐπιφω‐ νοῦντας ἔα μ’ ἀπολέσθαι· τοῦτό μοι νῦν συμφέρει. τούτου γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι τοῦ μέγα ἀγαθὸν ὑπάρχειν, ἐφ’ ὃ ὠθοῦνται· ζητητέον δέ.‘ ἐγὼ μὲν οὐκ ἔχω πρὸς | |
90 | ταῦτα οὐδὲν ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ, νομίζω δὲ μηδὲ ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ τεκμαίρεσθαι τῇ τε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς νῦν οὖσι Στωϊκοῖς. οὐκ ὀλίγων γὰρ οὐδὲ τῶν ἐπιτυχόντων ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις γεγονότων οὐδενὸς αὐτῶν οὐδὲν ἤκουσα πιθανὸν εἰπόντος | |
εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας ἀπορίας. | 327 | |
410(n) | Galen plac. 391,3—403,12 | |
1 | Δεδειγμένου δὲ ἤδη σαφῶς αὐτῶν τοῦ τύπου μεταβήσομαι [δ’] ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων. ‘ὁ γοῦν ὅρος οὗτοσ‘ φησίν ‘ὁ τῆς λύπης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν ὑπό τε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς | |
5 | ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι πρόσφατον τοῦ κακὸν αὐτῷ παρεῖναί φησι τὴν λύπην. ἐν ᾧ καὶ συντομώτερον ἐνίοτε λέγοντες ὧδέ πως προφέρονται· λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας.‘ εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ τὴν αἰτίαν αὐτῷ ῥηθῆναι, διὰ ἣν ἡ τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα | |
10 | συστέλλει τε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δὲ ἢ οὐδὲ ὅλως ἢ οὐκ ἔθ’ ὁμοίως συστέλλει. καίτοι οὐδὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον ἦν μεγάλου κακοῦ ἢ ἀνυπομονήτου ἢ ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν, τὴν λύπην εἰρῆσθαι ἔδει δόξαν, οὐ | |
15 | πρόσφατον. ἔνθα καὶ διχόθεν ὁ Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶν τε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται· οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγα‐ θοῖς, οἱ δὲ ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι ὅμως οὐ γίνονται διὰ τοῦτο ἐν πάθει· κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν, διὰ | |
20 | ἣν οὐχ ἡ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλὰ ἡ πρόσφατος ἐργάζεται μόνη καί φησι, διὰ τί πᾶν τὸ ἀμελέτητον καὶ ξένον ἀθρόως προσπῖπτον ἐκπλήττει τε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν ἢ οὐδὲ ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἢ ἐπὶ μικρὸν κομιδῇ· διὸ καὶ προενδημεῖν 〈δεῖν〉 φησι τοῖς πράγ‐ | |
25 | μασι μήπω τε παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ προενδη‐ μεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειν τε καὶ προτυποῦν τὸ πρᾶγμα παρὰ ἑαυτῷ τὸ μέλλον γενήσεσθαι καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα τινὸς ἀναγγείλαντος αὐτῷ τεθνάναι τὸν υἱὸν εὖ μάλα | |
30 | καθεστηκότως εἶπεν ‘ᾔδειν θνητὸν γεννήσασ‘ καὶ ὡς τοῦτο λαβὼν Εὐρι‐ πίδης (fr. 964N.2) τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα ἐγὼ δὲ 〈τοῦτο〉 παρὰ σοφοῦ τινος μαθὼν εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην, φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς | |
35 | θανάτους τ’ ἀώρους καὶ κακὰς ἄλλας ὁδούς, ὥστ’, εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζόν ποτε, | |
μή μοι νεῶρες προσπεσὸν ψυχὴν δάκοι. οὕτω δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα (fr. 821 N.2)· εἰ μὲν τόδ’ ἦμαρ πρῶτον ἦν κακουμένῳ | 328 | |
40 | καὶ μὴ μακρὰν δὴ διὰ πόνων ἐναυστόλουν, εἰκὸς σφαδᾴζειν ἦν ἂν ὡς νεόζυγα πῶλον χαλινὸν ἀρτίως δεδεγμένον· νῦν δ’ ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν. ἔσθ’ ὅτε τὰ τοιαῦτα· ⸢μακρόσ⸣ | |
45 | χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν (Eur. Alc. 1085) ὅτι δὲ ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κἂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν μαρ‐ τυρεῖ γράφων ὧδε· ‘ζητήσαι δὲ ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον δόξης τινὸς μετακινουμένης ἢ πασῶν διαμενουσῶν, | |
410(50) | καὶ διὰ τί τοῦτο ἔσται.‘ εἶτα ἐπιφέρων φησί ‘δοκεῖ δέ μοι ἡ μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτό, ὃ δὴ πάρεστιν, ἐγχρονιζομένης δὲ ἀνίεσθαι ἡ συστολὴ καί, ὡς οἶμαι, ἡ ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν δυσσυλλόγιστον τούτων γινομένων. οὕτω γὰρ καὶ κλαίοντες | |
55 | παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν μὴ ὁμοίας τὰ ὑποκεί‐ μενα φαντασίας ποιῇ καὶ ἐνίστηταί τι ἢ μηθέν. ὃν τρόπον γὰρ ἡ θρήνων παῦσις γίνεται καὶ κλαυθμῶν, τοιαῦτα εὔλογον καὶ ἐπὶ ἐκείνων συντυγχά‐ νειν ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια τούτοις.‘ ὅτι μὲν | |
60 | οὖν ἐν τῷ χρόνῳ παύεται τὰ πάθη καίτοι τῆς δόξης διαμενούσης, αὐτὸς ὁ Χρύσιππος ὁμολογεῖ· διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλό‐ γιστον εἶναί φησιν. εἶθ’ ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει, περὶ ὧν οὐδὲ αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γινώσκειν. ἀλλὰ οὐ Ποσειδώνιός γε, Χρύσιππε, τὰς αἰτίας τῶν τοιούτων ἀγνοεῖν φησιν, ἀλλὰ | |
65 | ἐπαινεῖ καὶ ἀποδέχεται τὰ ὑπὸ τῶν παλαιῶν εἰρημένα, ἃ ἐφεξῆς ἐρῶ. σὺ δὲ οὔτε ἐκείνων μνημονεύσας οὔτε ἄλλην αὐτὸς εἰπὼν οἴει λελύσθαι τὸ ζητούμενον, ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήν τε τῶν λογικῶν ζητημάτων καὶ τὴν θεραπευ‐ τικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰς αἰτίας ἐξευρεῖν, ὑφ’ ὧν γίνεταί | |
70 | τε καὶ παύεται τὰ πάθη. οὕτω γὰρ ἄν τις, οἶμαι, καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τάς τε γενέσεις καὶ τὰς ὑπάρξεις τῶν πραγμάτων. ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, ᾧ προσέχοντες τὸν νοῦν κωλύσομέν τε τῶν παθῶν ἕκαστον | |
75 | γίνεσθαι καὶ γενόμενον ἰασόμεθα, καίτοι ταῦτα καὶ τοῦ Πλάτωνος θαυ‐ | |
μαστῶς γράψαντος, ὡς καὶ ὁ Ποσειδώνιος ἐπισημαίνεται θαυμάζων τὸν ἄνδρα καὶ θεῖον ἀποκαλῶν [ὡς] καὶ πρεσβεύων αὐτοῦ τά τε περὶ τῶν παθῶν δόγματα καὶ τὰ περὶ τῶν τῆς ψυχῆς δυνάμεων ὅσα τε περὶ τοῦ μὴ γίνεσθαι τὴν ἀρχὴν ἢ γενόμενα παύεσθαι τάχιστα τῆς ψυχῆς τὰ πάθη | 329 | |
80 | γέγραπται πρὸς αὐτοῦ. συνῆφθαι δὲ καὶ τὴν περὶ τῶν ἀρετῶν διδασκα‐ λίαν τούτοις φησὶ καὶ τὴν περὶ τοῦ τέλους καὶ ὅλως πάντα τὰ δόγματα τῆς ἠθικῆς φιλοσοφίας ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδέσθαι τῆς γνώσεως τῶν κατὰ τὴν ψυχὴν δυνάμεων αὐτός τε δείκνυσιν, ὡς ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίνεται τὰ πάθη καὶ διὰ τίνα τὴν αἰτίαν ἐν τῷ χρόνῳ καθίστα‐ | |
85 | ται, κἂν αἱ δόξαι τε καὶ αἱ κρίσεις ἔτι μένωσι τοῦ κακὸν ὑπάρχειν αὐτοῖς ἢ γεγονέναι. προσχρῆται δὲ εἰς τοῦτο μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ὧδέ πως γράφοντι· ‘ἐπὶ δὲ τῆς λύπης, [καὶ] ὡς ἂν ἐμπλησθέντες τινὲς ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλλέως ταῦτα λέγει ὁ ποιητὴς πενθοῦντος τὸν Πάτροκλον· | |
90 | ἀλλ’ ὅτε δὴ κλαίων τε κυλινδόμενός τ’ ἐκορέσθη καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ἵμερος ἠδ’ ἀπὸ γυίων (Od. 4,541. Il. 24,514), ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον τὴν τῆς λύπης ἀλογίαν αὐτῷ παριστάς.‘ εἶτα ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα· ‘καθ’ ὃν λόγον οὐκ ἂν ἀπελ‐ πίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων καὶ τῆς παθητικῆς | |
95 | φλεγμονῆς ἀνιεμένης τὸν λόγον παρεισδυόμενον καὶ οἱονεὶ χώραν λαμ‐ βάνοντα παριστάναι τὴν τοῦ πάθους ἀλογίαν.‘ ἐναργῶς γὰρ ἐν τούτοις ὁ Χρύσιππος ὁμολογεῖ τήν τε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώς τε καὶ δόξης μενούσης, ἐμπίπλασθαί τε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους καὶ διὰ τοῦτο παῦλάν τινα λαμβά‐ | |
410(100) | νοντος τοῦ πάθους καὶ ἡσυχάσαντος τὸν λόγον ἐπικρατέστερον γίνεσθαι. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν, εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑπο‐ θέσεσιν αὐτοῦ, καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε τὸν τρόπον ἔχοντα· ‘λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν· λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο (vgl. Od. 4,103) | |
105 | καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν (Eur. fr. 563N.2)· τοῖς δὲ δυστυχοῦσί πως τερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας καὶ ἔτι τούτων ἐφεξῆς (Il. 23,108)· ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὦρσε γόοιο | |
110 | καί (Eur. El. 125f.)· | |
τὸν αὐτὸν ἀνέγειρε γόον, ἄναγε πολύδακρυν ἀηδόνα.‘ ἔστι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης καὶ δακρύων καὶ κλαυθμῶν καὶ θυμοῦ καὶ νίκης καὶ τιμῆς καὶ πάντων [τε] τῶν τοιούτων ἐμπίπλασθαι τοὺς ἀνθρώπους, | 330 | |
115 | ἐφ’ οἷς οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν, διὰ ἣν ἐν τῷ χρόνῳ παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν ὁ λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτῶν, οὕτω καὶ τυγχάνον [τῶν καὶ τυγχανόντων] αὐτῶν ἐμπίπλαται κἀν τούτῳ τὴν ἑαυτοῦ κίνησιν καθίστη‐ σιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζῴου καὶ καθ’ ἑαυτὴν ἦγεν ἐφ’ ὅ τι | |
120 | παρήγετο. οὔκουν ἀσυλλόγιστοι τῆς παύλης τῶν παθῶν εἰσιν αἱ αἰτίαι, καθάπερ ὁ Χρύσιππος ἔλεγεν, ἀλλὰ καὶ πάνυ σαφεῖς τῷ γε μὴ βουλο‐ μένῳ φιλονεικεῖν τοῖς παλαιοῖς. οὐδὲν γὰρ οὕτως ἐναργές ἐστιν, ὡς τὸ δυνάμεις τινὰς ἐν ταῖς ἡμετέραις εἶναι ψυχαῖς ἐφιεμένας φύσει, τὴν μὲν ἡδονῆς, τὴν δὲ κράτους καὶ νίκης, ἃς ἐναργῶς ὁρᾶσθαί φησι κἀν τοῖς | |
125 | ἄλλοις ζῴοις ὁ Ποσειδώνιος, ὥσπερ καὶ ἡμεῖς ἐπεδείξαμεν εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου γράμματος. ἐπιμέμφεται δὲ ὀρθῶς τοῦ Χρυσίππου καὶ τὸ φάναι ‘τυχὸν δὲ τῆς ὁρμῆς διαμενούσης οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν.‘ ἀμήχανον γὰρ εἶναί φησι παρ‐ εῖναι μὲν τὴν ὁρμήν, ὑπὸ ἄλλης δέ τινος αἰτίας κωλύεσθαι τὴν κατὰ | |
130 | αὐτὴν ἐνέργειαν. ὅθεν κἀπειδὰν λέγῃ ‘οὕτω γὰρ καὶ κλαίοντες παύονται καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν 〈μὴ〉 ὁμοίας τὰ ὑποκείμενα φαντασίας ποιῇ‘, τὴν αἰτίαν ἐρωτᾷ κἀνταῦθα ὁ Ποσειδώνιος, διὰ ἣν πολλοὶ καὶ μὴ βουλόμενοι πολλάκις κλαίουσιν ἐπισχεῖν μὴ δυνάμενοι τὰ δάκρυα καὶ ἄλλοι κλαίειν ἔτι βουλόμενοι φθάνουσι [ἔτι] παυόμενοι διὰ | |
135 | τὰς παθητικὰς κινήσεις 〈ἢ〉 σφόδρα ἐγκειμένας ὡς μὴ κρατεῖσθαι πρὸς τῆς βουλήσεως, ἢ παντελῶς πεπαυμένας, ὡς μηκέτι ἐπεγείρεσθαι δύνα‐ σθαι πρὸς αὐτῶν. οὕτω γὰρ ᾕ τε τοῦ λόγου μάχη [τε] καὶ διαφορὰ πρὸς τὸ πάθος εὑρεθήσεται καὶ τῆς ψυχῆς αἱ δυνάμεις ἐναργῶς σωθήσονται, οὐ μὰ Δία, ὡς Χρύσιππός φησι, διά τινας αἰτίας ἀσυλλογίστους τούτων | |
140 | γινομένων, ἀλλὰ διὰ τὰς ὑπὸ τῶν παλαιῶν εἰρημένας. οὐ γὰρ Ἀριστοτέλης μόνον ἢ Πλάτων ἐδόξαζον οὕτως, ἀλλὰ ἔτι πρόσθεν ἄλλοι τέ τινες καὶ ὁ Πυθαγόρας, ὡς καὶ ὁ Ποσειδώνιός φησιν ἐκείνου πρώτου μὲν εἶναι λέγων τὸ δόγμα, Πλάτωνα δὲ ἐξεργάσασθαι καὶ κατασκευάσαι τελεώτε‐ ρον αὐτό. διὰ τοῦτο τοίνυν καὶ τὰ ἔθη φαίνεται πλεῖστον δυνάμενα καὶ | |
145 | ὅλως ὁ χρόνος εἰς τὰς παθητικὰς κινήσεις. ἐν μὲν γὰρ τοῖς ἔθεσιν οἰκει‐ οῦται κατὰ βραχὺ τὸ τῆς ψυχῆς ἄλογον, οἷς ἂν ἐντρέφηται, κατὰ δὲ τὸν χρόνον, ὡς προείρηται, παῦλα γίνεται τῶν παθῶν ἐμπιπλαμένων τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων ὧν ἐπεθύμουν ἔμπροσθεν. αἱ δὲ λογικαὶ γνώσεις τε καὶ κρίσεις καὶ ὅλως ἐπιστῆμαι πᾶσαι καὶ τέχναι διὰ τὸν | |
410(150) | χρόνον αὐτὸν μόνον ψιλὸν οὔτε δύσλυτοι φαίνονται γίνεσθαι, καθάπερ οἱ κατὰ πάθος ἐθισμοί, οὔτε μετατίθεσθαί τε καὶ παύεσθαι, καθάπερ ἡ λύπη καὶ ἄλλα πάθη. τίς γὰρ τοῦ τὰ δὶς δύο τέσσαρα εἶναι διὰ τὸν χρόνον ἐμπλησθεὶς ἀπέστη καὶ μετεδόξασεν; ἢ τίς τοῦ [μὴ] πάσας εἶναι τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου 〈εὐθείας ἴσασ〉; καθ’ ἕκαστόν τε τῶν ἄλλων | 331 |
155 | θεωρημάτων οὐδείς ἐστιν ὅστις ἐμπλησθεὶς ἀπέθετο τὴν παλαιὰν δόξαν, ὥσπερ ἀποτίθεται τὸ κλαίειν τε καὶ λυπεῖσθαι καὶ στένειν οἰμώζειν τε καὶ θρηνεῖν ὅσα τε ἄλλα τοιαῦτα, κἂν αἱ περὶ τῶν γεγενημένων ὡς κακῶν ὅμοιαι διαμένωσιν ὑπολήψεις. ἱκανὰ μὲν οὖν ἀμέλει καὶ ταῦτα πρὸς ἔνδειξιν ὧν οὐκ ὀρθῶς ἔγραψεν ὁ Χρύσιππος ὑπέρ τε τῶν τῆς ψυχῆς | |
160 | παθῶν καὶ πολὺ πρότερον ἔτι περὶ τῶν ἐργαζομένων αὐτὰ δυνάμεων· οὐ μὴν ἀλλὰ διὰ τοῦ πέμπτου γράμματος ἔγνωκα περὶ τῶν αὐτῶν ἔτι δια‐ λεχθῆναι παραλείπων μὲν τὰ πλεῖστα τῶν οὐκ ὀρθῶς εἰρημένων αὐτῷ, μόνων δὲ ἐκείνων μνημονεύων, ἐν οἷς ἐναντιολογεῖται πρὸς ἑαυτὸν ἐναν‐ τία τε τολμᾷ φθέγγεσθαι τοῖς ἐναργῶς φαινομένοις· ἐπιμνησθήσομαι | |
165 | δὲ ἐν αὐτοῖς ἔτι καὶ τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων. | |
411(n) | Galen plac. 405,5—406,1 | |
1 | Χρύσιππος μὲν οὖν ἐν τῷ πρώτῳ Περὶ παθῶν ἀποδεικνύναι πειρᾶται κρίσεις τινὰς εἶναι τοῦ λογιστικοῦ τὰ πάθη, Ζήνων δὲ οὐ τὰς κρίσεις αὐτάς, ἀλλὰ τὰς ἐπιγινομένας αὐταῖς συστολὰς καὶ λύσεις ἐπάρσεις τε καὶ ταπεινώσεις τῆς ψυχῆς ἐνόμιζεν εἶναι τὰ πάθη. ὁ Ποσειδώνιος δὲ | |
5 | ἀμφοτέροις διενεχθεὶς ἐπαινεῖ τε ἅμα καὶ προσίεται τὸ Πλάτωνος δόγμα καὶ ἀντιλέγει τοῖς περὶ τὸν Χρύσιππον οὔτε κρίσεις εἶναι τὰ πάθη δει‐ κνύων οὔτε ἐπιγινόμενα κρίσεσιν, ἀλλὰ κινήσεις τινὰς ἑτέρων δυνάμεων ἀλόγων, ἃς ὁ Πλάτων ὠνόμασεν ἐπιθυμητικήν τε καὶ θυμοειδῆ. πολλῶν δὲ εἰρημένων αὐτῷ πρὸς ἀπόδειξιν τοῦ παλαιοῦ δόγματος, ἃ μέν ἐστιν | |
10 | ἐπίκαιρα, ταῦτα ἐν τῷ πρὸ τούτου λόγῳ, τετάρτῳ τῆς ὅλης ὄντι πραγμα‐ τείας, ἐπειράθην εἰπεῖν διὰ βραχέων ἐπὶ τῇ τελευτῇ τοῦ γράμματος. | |
412(n) | Galen plac. 406,16—407,7 | |
1 | Ἐν οἷς δὲ αὐτὸς ἑαυτὸν καταβάλλει μετὰ τοῦ καὶ μάχεσθαι τοῖς ἐναργῶς φαινομένοις, ἐν τούτοις ἡγοῦμαι τάχα ἂν αἰδεσθῆναί τέ τινα καὶ μετα‐ στῆναι πρὸς τὰ βελτίω, καθάπερ καὶ ὁ Ποσειδώνιος ἐποίησεν αἰδεσθεὶς συναγορεῦσαι ψευδεῖ φανερῶς δόγματι τῷ τῶν ἄλλων Στωϊκῶν, οἵ γε | |
5 | μέχρι τοσούτου φιλονεικίας ἥκουσιν, ὥστε, ἐπειδὴ τῆς λογικῆς δυνάμεως ἔφασαν εἶναι τὰ πάθη, τοῖς ἀλόγοις ζῴοις μὴ μετέχειν αὐτῶν συγχωρεῖν, | |
οἱ πλεῖστοι δὲ οὐδὲ τοῖς παιδίοις, ὅτι δηλαδὴ καὶ ταῦτα οὐδέπω λογικά. | 332 | |
413(n) | Galen plac. 408,4—411,5 | |
1 | Ὁποία δέ τίς ἐστιν ἡ τῶν φαύλων ψυχὴ κατά τε τὰ πάθη καὶ πρὸ τῶν παθῶν, οὐκέθ’ ὁμοίως ἐξηγοῦνται. Χρύσιππος μὲν γὰρ ἀνάλογον ἔχειν αὐτήν φησι τοῖς ἐπιτηδείοις σώμασιν εἰς πυρετοὺς ἐμπίπτειν ἢ διαρροίας ἤ τι τοιοῦτον ἕτερον ἐπὶ σμικρᾷ καὶ τυχούσῃ προφάσει. καὶ μέμφεταί γε | |
5 | ὁ Ποσειδώνιος αὐτοῦ τὴν εἰκόνα· χρῆναι γάρ φησιν οὐ τούτοις, ἀλλὰ τοῖς ἁπλῶς ὑγιαίνουσι σώμασιν εἰκάσαι τὴν τῶν φαύλων ψυχήν· εἴτε γὰρ ἐπὶ μεγάλοις αἰτίοις εἴτε ἐπὶ σμικροῖς πυρέττοιεν, οὐδὲν διαφέρειν ὡς πρὸς τὸ πάσχειν τε αὐτὰ καὶ εἰς πάθος ἐσάγεσθαι καθ’ ὁτιοῦν, ἀλλὰ τῷ τὰ μὲν εὐέμπτωτα εἶναι, τὰ δὲ δύσπτωτα διαφέρειν ἀλλήλων. οὔκουν | |
10 | ὀρθῶς εἰκάζεσθαί φησιν ὑπὸ τοῦ Χρυσίππου τὴν μὲν ὑγίειαν τῆς ψυχῆς τῇ τοῦ σώματος ὑγιείᾳ, τὴν δὲ νόσον τῇ ῥᾳδίως εἰς νόσημα ἐμπιπτούσῃ καταστάσει τοῦ σώματος· ἀπαθῆ μὲν γὰρ γίνεσθαι ψυχὴν, τὴν τοῦ σοφοῦ δηλονότι, σῶμα δὲ οὐδὲν ὑπάρχειν ἀπαθές· ἀλλὰ δικαιότερον εἶναι προσ‐ εικάζειν τὰς τῶν φαύλων ψυχὰς ἤτοι τῇ σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ | |
15 | εὐέμπτωτον εἰς νόσον, οὕτω γὰρ ὠνόμασεν ὁ Ποσειδώνιος, ἢ αὐτῇ τῇ νόσῳ, εἶναι γὰρ ἤτοι νοσώδη τινὰ ἕξιν ἢ ἤδη νοσοῦσαν. συμφέρεται μέντοι τῷ Χρυσίππῳ καὶ αὐτός, ὡς νοσεῖν τε λέγειν τὴν ψυχὴν ἅπαντας τοὺς φαύλους ἐοικέναι τε τὴν νόσον αὐτῶν ταῖς εἰρημέναις τοῦ σώματος κατα‐ στάσεσι. λέγει γοῦν ὧδε κατὰ λέξιν· ‘διὸ καὶ ἡ νόσος τῆς ψυχῆς ἔοικεν | |
20 | οὐχ, ὡς ὁ Χρύσιππος ὑπείληφε, τῇ νοσώδει καχεξίᾳ τοῦ σώματος, καθ’ ἣν [ὑποφέρεται] ῥεμβώδεσιν, οὐχὶ περιοδικοῖς οἵα τ’ ἐμπίπτειν πυρετοῖς, ἀλλὰ μᾶλλον ἔοικεν ἡ ψυχικὴ νόσος ἤτοι 〈τῇ〉 σωματικῇ ὑγιείᾳ ἐχούσῃ τὸ εὐέμπτωτον εἰς τὴν νόσον ἢ αὐτῇ τῇ νόσῳ. ἔστι γὰρ ἡ μὲν σωματικὴ νόσος ἕξις ἤδη νοσοῦσα, ἡ δὲ ὑπὸ τοῦ Χρυσίππου λεγομένη νόσος εὐεμ‐ | |
25 | πτωσίᾳ μᾶλλον ἔοικεν εἰς πυρετούς.‘ ἐν τούτοις τὸν Ποσειδώνιον ἐπαι‐ νῶ μέν, ὅτι τοῖς ὑγιαίνουσι σώμασιν ὁμοίως ἔχειν φησὶ τὰς τῶν φαύλων ψυχάς, ὅταν ἔξω παθῶν καθεστήκωσιν, οὐκ ἐπαινῶ δὲ νόσον ὀνομάζοντα τὴν τοιαύτην κατάστασιν. ἐχρῆν γάρ, εἴπερ ὀρθῶς εἴκαζε, τὰς μὲν τῶν σπουδαίων ψυχὰς ὁμοίως ἔχειν φάναι τοῖς ἀπαθέσι σώμασιν, εἴτε οὖν | |
30 | ἐστιν εἴτε οὐκ ἔστι τινὰ τοιαῦτα, περιττὸν γὰρ ὡς πρὸς τὴν προκειμένην εἰκόνα διασκέπτεσθαι τοῦτο, τὰς δὲ τῶν προκοπτόντων τοῖς εὐεκτικοῖς, τὰς δὲ τῶν μετρίων ἀνδρῶν τοῖς ὑγιαίνουσι χωρὶς εὐεξίας, τὰς δὲ τῶν πολλῶν τε καὶ φαύλων τοῖς ἐπὶ σμικρᾷ προφάσει νοσοῦσι, τὰς δὲ τῶν ὀργιζομένων ἢ θυμουμένων ἢ ὅλως ἐν πάθει τινὶ καθεστώτων τοῖς ἤδη | |
35 | νοσοῦσιν. ἀλλὰ γὰρ εὐλαβηθῆναί μοι δοκεῖ διαφερόμενος ἐν ἅπασι φωρα‐ θῆναι Χρυσίππῳ. τίνα γὰρ ἄν τις ἄλλην αἰτίαν εἴποι τοῦ τὴν νόσον τῆς ψυχῆς ὁμοιοῦν αὐτὸν τῇ καταστάσει τῶν θ’ ὑγιαινόντων σωμάτων τῶν | |
τε ἤδη νοσούντων; οὐ γὰρ ἀμφοτέροις, ἀλλὰ μόνοις τοῖς νοσοῦσι δικαιότε‐ ρον ἦν παραβεβλῆσθαι τὰς νοσούσας ψυχάς· ἀδύνατον γὰρ ἓν πρᾶγμα, | 333 | |
40 | τὴν νόσον τῆς ψυχῆς, δυσὶν ἐναντίοις ὡμοιῶσθαι πράγμασιν, ὑγιείᾳ τε ἅμα καὶ νόσῳ. | |
414(n) | Galen plac. 432,5—15 | |
1 | Πρόκειται δὲ δεικνύειν, ὡς οὔτε καθ’ ἓν μόριον τῆς ψυχῆς οὔτε κατὰ μίαν αὐτῆς δύναμιν αἵ τε κρίσεις γίνονται καὶ τὰ πάθη συνίσταται, καθάπερ ὁ Χρύσιππος ἔφασκεν, ἀλλὰ καὶ δυνάμεις πλείους αὐτῆς εἰσιν ἑτερογενεῖς καὶ μόρια πλείω. τὸ μὲν δὴ τὰς δυνάμεις τῆς ψυχῆς τρεῖς | |
5 | εἶναι τὸν ἀριθμόν, αἷς ἐπιθυμοῦμέν τε καὶ θυμούμεθα καὶ λογιζόμεθα, καὶ Ποσειδώνιος ὁμολογεῖ καὶ Ἀριστοτέλης· τὸ δὲ καὶ τοῖς τόποις αὐτὰς ἀλλήλων κεχωρίσθαι καὶ τὴν ψυχὴν ἡμῶν μὴ μόνον ἔχειν ἐν ἑαυτῇ δυνά‐ μεις πολλάς, ἀλλὰ καὶ σύνθετον ἐκ μορίων ὑπάρχειν ἑτερογενῶν τε καὶ διαφερόντων ταῖς οὐσίαις Ἱπποκράτους ἐστὶ καὶ Πλάτωνος δόγμα. | |
415(n) | Galen plac. 436,7—14 | |
1 | Μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδὲ ὅτι τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν, ὡς καὶ ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δὲ ὁ Χρύσιππος. ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι τολμήσας, ἀλλὰ ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας, ὡς ἐν τῷ | |
5 | πρὸ τούτου δέδεικται γράμματι, μήτε ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος οὗτος οὐκ ἄν, οἶμαι, δύναιτο τὴν θεραπείαν αὐτῶν ποιήσα‐ σθαι κατὰ τρόπον. | |
416(n) | Galen plac. 437,1—444,11 | |
1 | Ὅσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην ἡμῖν πραγματείαν ἐστί, ταῦτα ἐπέλθωμεν μόνα καὶ πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παιδίων διοικήσεως. οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπι‐ τροπεύεσθαι δυνατὸν εἰπεῖν, οὐ γὰρ ἔχει ἤδη πω τὸν λόγον, οὔθ’ ὡς οὐ | |
5 | θυμοῦταί τε καὶ λυπεῖται καὶ ἥδεται καὶ γελᾷ καὶ κλαίει καὶ τοιαῦθ’ ἕτερα πάθη πάσχει μυρία. πολὺ γὰρ δὴ καὶ πλείω καὶ σφοδρότερα τὰ πάθη τοῖς παιδίοις ἐστὶν ἢ τοῖς τελείοις. οὐ μὴν ἀκολουθεῖ γε ταῦτα τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὐδὲ τῷ μηδεμίαν οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως | |
10 | ἅπαντα τὰ παιδία πρὸς τὰς ἡδονάς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς πόνους. ὁρῶμεν δὲ αὐτὰ καὶ θυμούμενα καὶ λακτίζοντα καὶ δάκνοντα καὶ νικᾶν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια τῶν ζῴων, οὐδενὸς ἄθλου προβαλλομένου παρὰ τὸ νικᾶν αὐτό. φαίνεται δὲ ἐναργῶς τὸ τοι‐ οῦτον ἐπὶ ὀρτύγων καὶ ἀλεκτρυόνων καὶ περδίκων ἰχνεύμονός τε καὶ ἀσπί‐ | |
15 | δος [τε] καὶ κροκοδείλου καὶ μυρίων ἑτέρων. οὕτως οὖν ᾠκειῶσθαι καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν καὶ πρὸς νίκην, ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν. αἰδεῖται γοῦν ἁμαρτάνοντα προϊούσης αὐτοῖς τῆς ἡλικίας καὶ χαίρει τοῖς καλοῖς ἔργοις καὶ δικαιοσύνης καὶ τῶν ἄλλων | 334 |
20 | ἀρετῶν ἀντιποιεῖται καὶ πράττει πολλὰ κατὰ τὰς τῶν ἀρετῶν τούτων ἐννοίας, ἔμπροσθεν, ἡνίκα ἦν ἔτι σμικρά, κατὰ πάθος ζῶντα καὶ τῶν ἐκ τοῦ λόγου προσταγμάτων οὐδεμίαν φροντίδα ποιούμενα. τριῶν οὖν τούτων ἡμῖν οἰκειώσεων ὑπαρχουσῶν φύσει, καθ’ ἕκαστον τῶν μορίων τῆς ψυχῆς εἶδος, πρὸς μὲν τὴν ἡδονὴν διὰ τὸ ἐπιθυμητικόν, πρὸς δὲ τὴν νίκην διὰ | |
25 | τὸ θυμοειδές, πρὸς δὲ τὸ καλὸν διὰ τὸ λογιστικὸν, Ἐπίκουρος μὲν τὴν τοῦ χειρίστου μορίου τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην, ὁ δὲ Χρύσιπ‐ πος τὴν τοῦ βελτίστου φάμενος ἡμᾶς ᾠκειῶσθαι πρὸς μόνον τὸ καλόν, ὅπερ εἶναι δηλονότι καὶ ἀγαθόν. ἁπάσας δὲ τὰς τρεῖς οἰκειώσεις θεά‐ σασθαι μόνοις τοῖς παλαιοῖς ὑπῆρξε φιλοσόφοις. ἐάσας οὖν τὰς δύο ὁ | |
30 | Χρύσιππος εἰκότως ἀπορεῖ περὶ τῆς κατὰ τὴν κακίαν γενέσεως οὔτε αἰτίαν ἔχων εἰπεῖν αὐτῆς οὔτε τρόπους τῆς συστάσεως οὔθ’ ὅπως ἁμαρτά‐ νει τὰ παιδία, δυνάμενος ἐξευρεῖν, ἅπερ εὐλόγως, οἶμαι, πάντα καὶ ὁ Ποσειδώνιος αὐτοῦ καταμέμφεταί τε καὶ ἐλέγχει. εἰ γὰρ δὴ πρὸς τὸ καλὸν εὐθὺς ἐξ ἀρχῆς ᾠκείωται τὰ παιδία, τὴν κακίαν οὐκ ἔνδοθεν οὐδὲ | |
35 | ἐξ ἑαυτῶν, ἀλλὰ ἔξωθεν μόνον ἐχρῆν αὐτοῖς ἐγγίνεσθαι. ἀλλὰ μὴν ὁρᾶταί γε, κἂν χρηστοῖς ἔθεσιν ἐντρέφηται καὶ προσηκόντως παιδεύηται, πάντως ἐξαμαρτάνοντά τι καὶ τοῦτο αὐτὸ καὶ ὁ Χρύσιππος ὁμολογεῖ. ⸢καίτοι γε ἐνῆν αὐτῷ ὑπεριδόντι τῶν ἐναργῶς φαινομένων αὐτὸ μόνον ὁμολογῆσαι τὸ ταῖς ἰδίαις ὑποθέσεσιν ἀκόλουθον, εἰ καλῶς ἀχθείη τὰ παιδία, πάντως | |
40 | αὐτὰ φάσκοντι σοφοὺς ἄνδρας γενήσεσθαι τοῦ χρόνου προϊόντος. ἀλλὰ οὐκ ἐτόλμησε τοῦτό γε καταψεύσασθαι τῶν φαινομένων, ἀλλὰ κἂν ὑπὸ φιλοσόφῳ τρέφηται μόνῳ καὶ μηδὲν μήτε θεάσηται μήτε ἀκούσῃ πώποτε παράδειγμα κακίας, ὅμως οὐκ ἐξ ἀνάγκης αὐτὰ φιλοσοφήσειν· διττὴν γὰρ εἶναι τῆς διαστροφῆς τὴν αἰτίαν, ἑτέραν μὲν ἐκ κατηχήσεως τῶν πολλῶν | |
45 | ἀνθρώπων ἐγγινομένην, ἑτέραν δὲ ἐξ αὐτῆς τῶν πραγμάτων τῆς φύσεως. ἐγὼ δὲ ὑπὲρ ἑκατέρας αὐτῶν ἀπορῶ καὶ πρώτης γε τῆς ἐκ τῶν πέλας γινομένης. καὶ γὰρ διὰ τί θεασάμενα καὶ ἀκούσαντα παράδειγμα κακίας οὐχὶ μισεῖ τοῦτο καὶ φεύγει τῷ μηδεμίαν οἰκείωσιν ἔχειν πρὸς αὐτό, θαυμάζειν ἐπέρχεταί μοι καὶ πολὺ δὴ μᾶλλον, ἐπειδὰν μήτε θεασάμενα | |
416(50) | μήτε ἀκούσαντα πρὸς αὐτῶν τῶν πραγμάτων ἐξαπατηθῇ. τίς γὰρ ἀνάγκη τοὺς παῖδας ὑπὸ μὲν τῆς ἡδονῆς ὡς ἀγαθοῦ δελεάζεσθαι μηδεμίαν οἰκεί‐ ωσιν ἔχοντας πρὸς αὐτήν, ἀποστρέφεσθαι δὲ καὶ φεύγειν τὸν πόνον, εἴπερ μὴ καὶ πρὸς τοῦτον ἠλλοτρίωνται φύσει; τίς δὲ ἀνάγκη πρὸς μὲν τοὺς | |
ἐπαίνους καὶ τὰς τιμὰς ἵεσθαι τε καὶ χαίρειν αὐτοῖς, ἄχθεσθαι δὲ καὶ | 335 | |
55 | φεύγειν τούς τε ψόγους καὶ τὰς ἀτιμίας, εἴπερ μὴ καὶ πρὸς ταῦτα φύσει τινὰ ἔχουσιν οἰκείωσίν τε καὶ ἀλλοτρίωσιν;⸣ εἰ γὰρ μὴ ταῖς φωναῖς, ἀλλὰ τῇ γε δυνάμει τῶν λεγομένων ὁμολογεῖν ἔοικεν ὁ Χρύσιππος, ὡς ἔστιν οἰκείωσίς τέ τις ἡμῖν καὶ ἀλλοτρίωσις φύσει πρὸς ἕκαστον τῶν εἰρημένων. ἐπειδὰν γὰρ λέγῃ τὰς περὶ ἀγαθῶν καὶ κακῶν ἐγγίνεσθαι τοῖς φαύλοις | |
60 | διαστροφὰς διά τε τὴν πιθανότητα τῶν φαντασιῶν καὶ τὴν κατήχησιν, ἐρωτητέον αὐτὸν τὴν αἰτίαν, διὰ ἣν ἡδονὴ μὲν ὡς ἀγαθόν, ἀλγηδὼν δὲ ὡς κακὸν πιθανὴν προβάλλουσι φαντασίαν· οὕτω δὲ καὶ διὰ τί τὴν μὲν νίκην τὴν ἐν Ὀλυμπιάσι καὶ τὴν τῶν ἀνδριάντων ἀνάθεσιν ἐπαινούμενά τε καὶ μακαριζόμενα πρὸς τῶν πολλῶν ἀκούοντες ὡς ἀγαθά, περὶ δὲ τῆς | |
65 | ἥττης τε καὶ τῆς ἀτιμίας ὡς κακῶν ἑτοίμως πειθόμεθα. καὶ γὰρ καὶ ταῦθ’ ὁ Ποσειδώνιος μέμφεται καὶ δεικνύναι πειρᾶται πασῶν τῶν ψευδῶν ὑπολήψεων τὰς αἰτίας, ἐν μὲν τῷ θεωρητικῷ 〈σκέμματι γινομένων διὰ τῆς τῶν ὄντων οὐχ ἱκανῆς ἐμπειρίας, ἐν δὲ τῷ πρακτικῷ〉 διὰ τῆς παθη‐ τικῆς ὁλκῆς, προηγεῖσθαι δὲ αὐτῆς τὰς ψευδεῖς δόξας ἀσθενήσαντος περὶ | |
70 | τὴν κρίσιν τοῦ λογιστικοῦ· γεννᾶσθαι γὰρ τῷ ζῴῳ τὴν ὁρμὴν ἐνίοτε μὲν ἐπὶ τῇ τοῦ λογιστικοῦ κρίσει, πολλάκις δὲ ἐπὶ τῇ κινήσει τοῦ παθητικοῦ. συνάπτει δὲ εἰκότως τοῖς λόγοις τούτοις ὁ Ποσειδώνιος τὰ κατὰ τὴν φυσιογνωμονίαν φαινόμενα· καὶ γὰρ τῶν ζῴων καὶ τῶν ἀνθρώπων, ὅσα μὲν εὐρύστερνά τε καὶ θερμότερα, θυμικώτερα πάνθ’ ὑπάρχειν φύσει, | |
75 | ὅσα δὲ πλατυΐσχιά τε καὶ ψυχρότερα, δειλότερα. καὶ κατὰ τὰς χώρας δὲ οὐ σμικρῷ τινι διενηνοχέναι τοῖς ἤθεσι τοὺς ἀνθρώπους εἰς δειλίαν καὶ τόλμαν ἢ τὸ φιλήδονόν τε καὶ φιλόπονον, ὡς τῶν παθητικῶν κινήσεων τῆς ψυχῆς ἑπομένων ἀεὶ τῇ διαθέσει τοῦ σώματος, ἣν ἐκ τῆς κατὰ τὸ περιέχον κράσεως οὐ κατὰ ὀλίγον ἀλλοιοῦσθαι. καὶ γὰρ δὴ καὶ τὸ αἷμα | |
80 | διαφέρειν ἐν τοῖς ζῴοις φησὶ θερμότητι καὶ ψυχρότητι καὶ πάχει καὶ λεπτότητι καὶ ἄλλαις, φησί, διαφοραῖς οὐκ ὀλίγαις, ὑπὲρ ὧν Ἀριστοτέλης ἐπὶ πλεῖστον διῆλθεν. ⸢ἡμεῖς δὲ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπὶ προήκοντι τῷ λόγῳ μνημονεύσομεν αὐτῶν, ἡνίκα ἂν καὶ αὐτὰς τὰς Ἱπποκράτους τε καὶ Πλάτωνος ῥήσεις περὶ τούτων παραγράφωμεν. ἐν δὲ τῷ παρόντι | |
85 | πρὸς τοὺς περὶ τὸν Χρύσιππον ὁ λόγος ἐνέστηκέ μοι μήτε ἄλλο τι γινώ‐ σκοντας τῶν κατὰ τὰ πάθη μήθ’ ὡς αἱ τοῦ σώματος κράσεις οἰκείας ἑαυταῖς ἐργάζονται τὰς παθητικὰς κινήσεις· οὕτω γὰρ ὁ Ποσειδώνιος ὀνομάζειν εἴωθεν. Ἀριστοτέλης δὲ ἄντικρυς ἤδη καλεῖ τῶν ζῴων ἁπάσας τὰς τοιαύτας τῆς ψυχῆς καταστάσεις ἐξηγεῖταί τε, καθ’ ὅντινα τρόπον | |
90 | ἐπὶ ταῖς διαφερούσαις κράσεσι συνίστανται. διόπερ, οἶμαι, καὶ ἡ τῶν παθῶν τῆς ψυχῆς ἴασις ἐπὶ ἐνίων μὲν εὔκολός τε καὶ ῥᾳδία διὰ τὸ μήτε τὰς παθητικὰς κινήσεις αὐτοῖς ἰσχυρὰς ὑπάρχειν μήτε τὸ λογιστικὸν ἀσθενὲς φύσει καὶ ἀσύνετον, ἀλλὰ διὰ ἀμαθίαν καὶ μοχθηροὺς ἐθισμοὺς | |
ἐμπαθῶς ἀναγκάζεσθαι ζῆν τοὺς τοιούτους ἀνθρώπους, ἐνίοις δὲ χαλεπὴ | 336 | |
95 | καὶ δύσκολος, ὅταν κινήσεις αἱ κατὰ πάθος αἱ διὰ τὴν τοῦ σώματος κατα‐ σκευὴν ἀναγκαίως γινόμεναι μεγάλαι δή τινες οὖσαι τύχωσι καὶ σφοδραὶ τό τε λογιστικὸν ἀσθενὲς καὶ ἀσύνετον φύσει. χρὴ γὰρ καὶ τοῦτο μὲν ἐπιστήμην λαβεῖν τῶν ἀληθῶν καὶ τὰς κατὰ πάθος δὲ κινήσεις ἀμβλυν‐ θῆναι χρηστοῖς ἐπιτηδεύμασιν ἐθισθείσας, εἴ τις μέλλοι βελτίονα τὸ | |
416(100) | ἦθος ἀποδείξειν τὸν ἄνθρωπον.⸣ | |
417(n) | Galen plac. 448,11—456,14 | |
1 | Ὅτι μὲν οὖν τὴν περὶ τῶν ἀρετῶν ὀρθῶς δόξαν ἐζεῦχθαι συμβέβηκε τῇ περὶ τῶν παθῶν, αὐτάρκως ἐνδεδεῖχθαί μοι δοκῶ· ὅτι δὲ καὶ τὴν περὶ ἀγαθῶν τε καὶ τοῦ τέλους, ἀρκεῖ μοι τὰ Ποσειδωνίου παραγράψαι τόνδε τὸν τρόπον ἔχοντα· ‘τὸ δὴ τῶν παθῶν αἴτιον, τουτέστι τῆς τε | |
5 | ἀνομολογίας καὶ τοῦ κακοδαίμονος βίου, τὸ μὴ κατὰ πᾶν ἕπεσθαι τῷ ἐν αὑτοῖς δαίμονι συγγενεῖ τε ὄντι καὶ τὴν ὁμοίαν φύσιν ἔχοντι τῷ τὸν ὅλον κόσμον διοικοῦντι, τῷ δὲ χείρονι καὶ ζῳώδει ποτὲ συνεκκλίνοντας φέρεσθαι. οἱ δὲ τοῦτο παριδόντες οὔτε ἐν τούτοις βλέπουσι τὴν αἰτίαν τῶν παθῶν οὔτε ἐν τοῖς περὶ τῆς εὐδαιμονίας καὶ ὁμολογίας ὀρθοδο‐ | |
10 | ξοῦσιν· οὐ γὰρ βλέπουσιν, ὅτι πρῶτόν ἐστιν ἐν αὐτῇ τὸ κατὰ μηδὲν ἄγεσθαι ὑπὸ τοῦ ἀλόγου τε καὶ κακοδαίμονος καὶ ἀθέου τῆς ψυχῆς.‘ ἐν τούτοις φανερῶς ὁ Ποσειδώνιος ἐδίδαξε, πηλίκον ἁμαρτάνουσιν οἱ περὶ τὸν Χρύσιππον οὐ μόνον ἐν τοῖς περὶ τῶν παθῶν λογισμοῖς, ἀλλὰ καὶ τοῖς περὶ τοῦ τέλους. οὐ γάρ, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλὰ ὡς ὁ Πλάτων | |
15 | ἐδίδαξε, τὸ τῇ φύσει ζῆν ὁμολογουμένως ἐστίν. ὄντος γὰρ ἐν ἡμῖν τοῦ μὲν βελτίονος τῆς ψυχῆς μέρους, τοῦ δὲ χείρονος ὁ μὲν τῷ βελτίονι συνεπό‐ μενος ὁμολογουμένως ἂν λέγοιτο τῇ φύσει ζῆν, ὁ δὲ τῷ χείρονι μᾶλλον ἑπόμενος ἀνομολογουμένως· ἔστι δὲ οὗτος μὲν ὁ κατὰ πάθος ζῶν, ἐκεῖνος δὲ ὁ κατὰ λόγον. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ὁ Ποσειδώνιος ἐναργέστερόν | |
20 | τε καὶ σφοδρότερον καθάπτεται τῶν περὶ τὸν Χρύσιππον ὡς οὐκ ὀρθῶς ἐξηγουμένων τὸ τέλος. ἔχει δὲ ἡ ῥῆσις ὧδε· ‘ἃ δὴ παρέντες ἔνιοι τὸ ὁμολογουμένως ζῆν συστέλλουσιν εἰς τὸ πᾶν τὸ ἐνδεχόμενον ποιεῖν ἕνεκα τῶν πρώτων κατὰ φύσιν ὅμοιον αὐτὸ ποιοῦντες τῷ σκοπὸν ἐκτίθεσθαι τὴν ἡδονὴν ἢ τὴν ἀοχλησίαν ἢ ἄλλο τι τοιοῦτον. ἔστι δὲ μάχην ἐμφαῖνον | |
25 | κατὰ αὐτὴν τὴν ἐκφοράν, καλὸν δὲ καὶ εὐδαιμονικὸν οὐδέν. παρέπεται γὰρ κατὰ τὸ ἀναγκαῖον τῷ τέλει, τέλος δὲ οὐκ ἔστιν· ἀλλὰ καὶ τούτου δια‐ ληφθέντος ὀρθῶς ἔξεστι μὲν αὐτῷ χρῆσθαι πρὸς τὸ διακόπτειν τὰς ἀπο‐ ρίας, ἃς οἱ σοφισταὶ προτείνουσι, μὴ μέντοι γε τῷ κατὰ ἐμπειρίαν τῶν κατὰ τὴν ὅλην φύσιν συμβαινόντων ζῆν, ὅπερ ἰσοδυναμεῖ τῷ ὁμολογου‐ | |
30 | μένως εἰπεῖν ζῆν, ἡνίκα μὴ τοῦτο μικροπρεπῶς συντείνειν εἰς τὸ τῶν | |
ἀδιαφόρων τυγχάνειν.‘ ἤρκει μὲν οὖν ἴσως καὶ τοῦτο πρὸς ἔνδειξιν τῆς ἀτοπίας ὧν ὁ Χρύσιππος εἴρηκε περὶ τοῦ τέλους ἐξηγούμενος, ὅπως ἄν τις τυγχάνοι τοῦ ὁμολογουμένως τῇ φύσει ζῆν· ἄμεινον μὴν ἡγοῦμαι καὶ τὰ τούτοις ἑξῆς ὑπὸ τοῦ Ποσειδωνίου γεγραμμένα παραθέσθαι τόνδε τὸν | 337 | |
35 | τρόπον ἔχοντα· ‘ταύτην τε δὴ τὴν ἀτοπίαν διέλυσεν ἡ αἰτία τῶν παθῶν ὁραθεῖσα καὶ τὰς ἀρχὰς ἔδειξε τῆς ἐν τοῖς ὀρεκτοῖς καὶ φευκτοῖς διαστρο‐ φῆς καὶ τοὺς τρόπους τῆς ἀσκήσεως διεῖλε καὶ τὰ διαπορούμενα περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν.‘ οὐ σμικρά γε οὐδὲ τὰ τυχόντα φησὶν ἡμᾶς ἀπολαύσειν ἀγαθὰ τῆς αἰτίας τῶν παθῶν εὑρεθείσης. εἰς γὰρ τὸ | |
40 | μαθεῖν ἀκριβῶς, οἷόν τι τὸ ὁμολογουμένως τῇ φύσει ζῆν ἐστιν, ἐκ τῆς τῶν παθῶν αἰτίας εὑρεθείσης ὠφελήθημεν. ὁ μὲν γὰρ κατὰ πάθος οὐχ ὁμολογουμένως ζῇ τῇ φύσει, ὁ δὲ μὴ κατὰ πάθος ὁμολογουμένως ζῇ τῇ φύσει. ἕπεται γὰρ ὁ μὲν τῷ ἀλόγῳ καὶ ἐμπλήκτῳ τῆς ψυχῆς, ὁ δὲ τῷ λογικῷ τε καὶ τῷ θείῳ. ‘καὶ τὰς ἀρχὰς δὲ τῆς ἐν τοῖς αἱρετοῖς τε καὶ | |
45 | φευκτοῖς διαστροφῆς ἐδίδαξεν ἡ αἰτία τῶν παθῶν εὑρεθεῖσα.‘ τὰ γὰρ οἰκεῖα ταῖς ἀλόγοις δυνάμεσι τῆς ψυχῆς ἐξαπατώμενοί τινες ὡς ἁπλῶς οἰκεῖα δοξάζουσιν οὐκ εἰδότες, ὡς τὸ μὲν ἥδεσθαί τε καὶ τὸ κρατεῖν τῶν πέλας τοῦ ζῳώδους τῆς ψυχῆς ἐστιν ὀρεκτά, σοφία δὲ καὶ πᾶν ὅσον ἀγαθόν τε καὶ καλὸν ἅμα τοῦ λογικοῦ τε καὶ θείου. ‘καὶ τοὺς τρόπους δέ‘ | |
417(50) | φησί ‘τῆς ἀσκήσεως ἡ τῶν παθῶν αἰτία γνωρισθεῖσα διωρίσατο.‘ Τοὺς μὲν γὰρ ἐν τοιοῖσδε ῥυθμοῖς ἅμα καὶ ἁρμονίαις καὶ ἐπιτηδεύμασι, τοὺς δὲ ἐν τοιοῖσδε διαιτᾶσθαι κελεύσομεν, ὥσπερ ὁ Πλάτων ἡμᾶς ἐδίδαξε, τοὺς μὲν ἀμβλεῖς καὶ νωθροὺς καὶ ἀθύμους ἔν τε τοῖς ὀρθίοις ῥυθμοῖς καὶ ταῖς κινούσαις ἰσχυρῶς τὴν ψυχὴν ἁρμονίαις καὶ τοῖς τοιούτοις ἐπιτηδεύ‐ | |
55 | μασι τρέφοντες, τοὺς δὲ θυμικωτέρους καὶ μανικώτερον ᾄττοντας ἐν ταῖς ἐναντίαις. ἐπεὶ διὰ τί, πρὸς θεῶν, ἐρωτήσω γὰρ ἔτι τοῦτο τοὺς ἀπὸ τοῦ Χρυσίππου, Δάμων ὁ μουσικὸς αὐλητρίδι παραγενόμενος αὐλούσῃ τὸ Φρύγιον νεανίσκοις τισὶν οἰνωμένοις καὶ μανικὰ ἄττα διαπραττομένοις ἐκέλευσεν αὐλῆσαι τὸ Δώριον, οἱ δὲ εὐθὺς ἐπαύσαντο τῆς ἐμπλήκτου | |
60 | φορᾶς; οὐ γὰρ δήπου τὰς δόξας τοῦ λογιστικοῦ μεταδιδάσκονται πρὸς τῶν αὐλημάτων, ἀλλὰ τὸ παθητικὸν τῆς ψυχῆς ἄλογον ὑπάρχον ἐπεγεί‐ ρονταί τε καὶ πραΰνονται διὰ κινήσεων ἀλόγων. τῷ μὲν γὰρ ἀλόγῳ διὰ τῶν ἀλόγων ἥ τε ὠφέλεια καὶ ἡ βλάβη, τῷ λογικῷ δὲ διὰ ἐπιστήμης τε καὶ ἀμαθίας. καὶ ταῦτα οὖν ἐκ τῆς τῶν παθῶν αἰτίας γνωσθείσης ὠφε‐ | |
65 | λεῖσθαί φησιν ἡμᾶς ὁ Ποσειδώνιος καὶ προσέτι ‘τὰ διαπορούμενα‘ φησί ‘περὶ τῆς ἐκ πάθους ὁρμῆς ἐξέφηνεν.‘ εἶτα αὐτός, ἅττα ποτὲ αὐτά ἐστιν, ἐπιφέρων ἐξηγεῖται τόνδε τὸν τρόπον· ‘οἶμαι γάρ, ὅτι πάλαι βλέπετε, πῶς διὰ λόγου μὲν πεισθέντες κακὸν ἑαυτοῖς παρεῖναι ἢ ἐπιφέρεσθαι οὔτε φοβοῦνται οὔτε λυποῦνται, φαντασίας δὲ ἐκείνων αὐτῶν λαμβάνοντες. | |
70 | πῶς γὰρ ἄν τις λόγῳ κινήσειε τὸ ἄλογον, ἐὰν μή τινα ἀναζωγράφησιν προσβάληται αἰσθητῇ παραπλησίαν; οὕτω γοῦν ἐκ διηγήσεώς τινες εἰς | |
ἐπιθυμίαν ἐμπίπτουσι καὶ ἐναργῶς ἐγκελευσαμένου τοῦ φεύγειν τὸν ἐπιφερόμενον λέοντα οὐκ ἰδόντες φοβοῦνται.‘ ταῦτά τε οὖν εἴρηται καλῶς τῷ Ποσειδωνίῳ καὶ τὰ τούτων ἐφεξῆς ἔτι συμπάσας τὰς αἰτίας ἐξηγου‐ | 338 | |
75 | μένῳ τῶν ἀπορηθέντων ὑπὸ τοῦ Χρυσίππου, περὶ ὧν κατὰ τὸ πρὸ τούτου γράμμα διῆλθον ἐπὶ τῆς τελευτῆς, ὅθεν μοι δοκῶ καὶ νῦν ἐνταῦθα κατα‐ παῦσαι τὸν λόγον μίαν ἔτι τὴν ἐφεξῆς αὐτοῦ παραγράψας ῥῆσιν ἔχουσαν ὧδε· ‘καὶ μὴν οἱ προκόπτοντες μεγάλα κακὰ δοκοῦντες ἑαυτοῖς 〈παρεῖ‐ ναι〉 οὐ λυποῦνται· φέρονται γὰρ οὐ κατὰ τὸ ἄλογον τῆς ψυχῆς οὕτως, | |
80 | ἀλλὰ κατὰ τὸ λογικόν.‘ εἶτα ἐφεξῆς οὗτος, διὰ τί τὰ χρονίζοντα [τε] τῶν παθῶν ἡσυχέστερά τε καὶ ἀσθενέστερα γίνεται, τὴν αἰτίαν ἀποδί‐ δωσιν, ὑπὲρ ἧς ὁ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν ἀπορεῖν ὡμο‐ λόγησεν. εἴρηται δὲ περὶ αὐτῆς ὑφ’ ἡμῶν ἐπὶ τῇ τελευτῇ τοῦ τετάρτου καὶ νῦν δὲ εἰρήσεται διὰ βραχέων οἷον ἐπιτομή τις τῆς Ποσειδωνίου ῥήσεως | |
85 | μακρᾶς ὑπαρχούσης. τὸ τοίνυν παθητικὸν τῆς ψυχῆς ἐν τῷ χρόνῳ τοῦτο μὲν ἐμπίπλαται τῶν οἰκείων ἐπιθυμιῶν, τοῦτο δὲ κάμνει ταῖς πολυχρο‐ νίοις κινήσεσιν, ὥστε διὰ ἄμφω καθησυχάσαντος αὐτοῦ καὶ μέτρια κινου‐ μένου. κρατεῖν ὁ λογισμὸς ἤδη δύναται, ὥσπερ εἰ καὶ ἵππου τινὸς ἐκφόρου τὸν ἐπιβάτην ἐξενεγκόντος βιαίως, εἶτα κάμνοντός τε ἅμα τῷ δρόμῳ καὶ | |
90 | προσέτι καὶ ἐμπλησθέντος ὧν ἐπεθύμησεν αὖθις ὁ ἡνίοχος ἐγκρατὴς κατασταίη. φαίνεται γὰρ τοῦτο πολλάκις γινόμενον καὶ οἵ γε παιδεύοντες τὰ νέα τῶν ζῴων ἐπιτρέψαντες αὐτοῖς κάμνειν τε ἅμα καὶ ἐμπλησθῆναι κατὰ τὰς ἐκφόρους κινήσεις ὕστερον ἐπιτίθενται. περί τε οὖν τῶν τοιούτων ἠπόρησεν ὁ Χρύσιππος, ὡς ἂν οὐ δυνάμενος εἰς τὸ παθητικὸν τῆς ψυχῆς | |
95 | ἀναφέρειν αὐτῶν τὰς αἰτίας, καὶ προσέτι, καὶ γὰρ καὶ τοῦτο δείκνυσιν ἐν τοῖς ἑξῆς ὁ Ποσειδώνιος, οὐ τοῖς φαινομένοις μόνοις, ἀλλὰ καὶ Ζήνωνι καὶ Κλεάνθει διαφέρεται. τὴν μὲν οὖν τοῦ Κλεάνθους γνώμην ὑπὲρ τοῦ παθη‐ τικοῦ τῆς ψυχῆς ἐκ τῶνδε φαίνεσθαί φησι τῶν ἐπῶν· ΛΟΓ. Τί ποτ’ ἔσθ’ ὃ βούλει, θυμέ; τοῦτό μοι φράσον. | |
417(100) | Θ. Ἐγώ, λογισμέ; πᾶν ὃ βούλομαι ποιεῖν. ΛΟΓ. 〈Ναί〉, βασιλικόν † γε· πλὴν ὅμως εἰπὸν πάλιν. Θ. Ὧν ἂν ἐπιθυμῶ, ταῦθ’ ὅπως γενήσεται. ταυτὶ τὰ ἀμοιβαῖα Κλεάνθους φησὶν εἶναι Ποσειδώνιος ἐναργῶς ἐνδεικνύ‐ μενα τὴν περὶ τοῦ παθητικοῦ τῆς ψυχῆς γνώμην αὐτοῦ, εἴ γε δὴ πεποίηκε | |
105 | τὸν λογισμὸν τῷ θυμῷ διαλεγόμενον ὡς ἕτερον ἑτέρῳ. | |
418(n) | Galen plac. 456,14—457,13 | |
1 | Ὁ δὲ Χρύσιππος οὔθ’ ἕτερον εἶναι νομίζει τὸ παθητικὸν τῆς ψυχῆς τοῦ λογιστικοῦ καὶ τῶν ἀλόγων ζῴων ἀφαιρεῖται τὰ πάθη φανερῶς ἐπιθυ‐ | |
μίᾳ τε καὶ θυμῷ διοικουμένων, ὡς καὶ ὁ Ποσειδώνιος ὑπὲρ αὐτῶν ἐπὶ πλέον διεξέρχεται. ὅσα μὲν οὖν τῶν ζῴων δυσκίνητά τέ ἐστι καὶ προσ‐ | 339 | |
5 | πεφυκότα δίκην φυτῶν πέτραις ἤ τισιν ἑτέροις τοιούτοις, ἐπιθυμίᾳ μόνῃ διοικεῖσθαι λέγει [αὐτά], τὰ δὲ ἄλλα [τὰ] ἄλογα σύμπαντα ταῖς δυνά‐ μεσιν ἀμφοτέραις χρῆσθαι, τῇ τε ἐπιθυμητικῇ καὶ τῇ θυμοειδεῖ, τὸν ἄνθρωπον δὲ μόνον ταῖς τρισί, προσειληφέναι γὰρ καὶ τὴν λογιστικὴν ἀρχήν. ταῦτά τε οὖν ὀρθῶς εἴρηται τῷ Ποσειδωνίῳ καὶ ἄλλα πάμπολλα | |
10 | καθ’ ὅλην τὴν περὶ τῶν παθῶν πραγματείαν ... ὁ Χρύσιππος ἐσφαλμένος ἐν αὐτοῖς ... τοῖς στοιχείοις τῆς περὶ τῶν παθῶν θεωρίας. | |
419(n) | Galen plac. 458,6—459,8 | |
1 | Καὶ γὰρ οὐδὲ τί ποτε ἕκαστος ἐγίνωσκε τῶν φιλοσόφων ὑπὲρ ψυχῆς, ὑπεσχόμην ἐν τῇδε τῇ πραγματείᾳ διελθεῖν, ἀλλὰ ὅπως ἀληθείας ἔχει τὰ Πλάτωνός τε καὶ Ἱπποκράτους δόγματα, διασκέψασθαι. ὥστε καὶ τὰ πρὸς τὸν Χρύσιππον ἀντειρημένα μοι παρὰ τὸ προκείμενον ἐγένετο | |
5 | καὶ Ζήνων, εἰ μὲν τὰ αὐτὰ βούλοιτο Χρυσίππῳ, τοῖς αὐτοῖς ἐγκλήμασιν ὑπεύθυνος καθεστήξεται, εἰ δὲ ταῖς τοῦ Πλάτωνος ἀρχαῖς ἕποιτο Κλεάν‐ θει τε καὶ Ποσειδωνίῳ παραπλησίως, τῆς ἡμετέρας ἂν οὕτω μετέχοι φιλοσοφίας, εἰ δέ, ὅπερ ἐγὼ πείθομαι, κρίσεσιν ἐπιγίνεσθαι τὰ πάθη νομί‐ ζοι, μέσος ἂν εἴη τῆς τε χειρίστης ὑπὲρ αὐτῶν αἱρέσεως τῆς Χρυσίππου | |
10 | καὶ τῆς ἀρίστης, ἣν Ἱπποκράτης τε καὶ Πλάτων ἁπάντων πρῶτοι μετε‐ χειρίσαντο. Ποσειδώνιος δὲ καὶ Πυθαγόραν φησίν, αὐτοῦ μὲν τοῦ Πυθα‐ γόρου συγγράμματος οὐδενὸς εἰς ἡμᾶς διασῳζομένου, τεκμαιρόμενος δὲ ἐξ ὧν ἔνιοι τῶν μαθητῶν αὐτοῦ γεγράφασιν. ἀλλά, ὅπερ εἶπον ὀλίγον ἔμπροσθεν, οὐχ ἱστορίαν δογμάτων παλαιῶν ὁ λόγος διδάξειν ἐπηγγεί‐ | |
15 | λατο, μόνα δὲ τὰ πρὸς Ἱπποκράτους καὶ Πλάτωνος εἰρημένα δια‐ σκέψεσθαι. | |
420(n) | Galen plac. 459,15—460,4 | |
1 | Τεττάρων γὰρ βιβλίων οὕτω μεγάλων αὐτῷ γεγραμμένων, ὥσθ’ ἕκαστον εἶναι διπλάσιον τῶν ἡμετέρων, ὅμως ἡμεῖς οὐδὲ ἐν ὅλοις δύο τὴν περὶ τῶν παθῶν αὐτοῦ γνώμην ἐξητάκαμεν εὐθὺς καὶ τῶν τῷ Ποσειδωνίῳ γραφέντων εἰς τὴν αὐτὴν πραγματείαν ἐπιμνησθέντες. ἡ μὲν δὴ πρὸς | |
5 | Χρύσιππον ἀντιλογία τέλος ἐχέτω. | |
421a(n) | Galen plac. 461,2—6 | |
1 | Καὶ ἐκ τῶν νῦν λεχθησομένων ἡ μὲν τοῦ Χρυσίππου διαβληθήσεται δόξα, κατασκευασθήσεται δὲ τὸ κοινὸν Ἀριστοτέλει καὶ Πλάτωνι καὶ Ποσειδωνίῳ δόγμα, τὸ καθ’ ἑτέραν μὲν ἡμᾶς δύναμιν λογίζεσθαι, καθ’ | |
ἑτέραν δὲ θυμοῦσθαι, κατὰ ἄλλην δὲ ἐπιθυμεῖν. | 340 | |
421b(n) | 462,14—463,6 | |
1 | Ἤρκει (τῷ Πλάτωνι) δειχθῆναι τρεῖς εἶναι δυνάμεις ἑτερογενεῖς. οὕτω γοῦν καὶ ὁ Ποσειδώνιος ὑπολαβὼν ἀπεχώρησέ τε τοῦ Χρυσίππου καὶ μᾶλλον ἠκολούθησεν Ἀριστοτέλει καὶ Πλάτωνι. προσέθηκα δὲ τῷ λόγῳ τὸ μᾶλλον, ἐπειδὴ κατὰ μέρος εὑρίσκονταί τινα διαφωνοῦντες οἱ τρεῖς | |
5 | ἄνδρες ὑπὲρ τῆς τῶν ἀρετῶν διαφορᾶς, κατὰ δὲ τὸ σύμπαν ὁμολογοῦσιν ἀλλήλοις. | |
421c(n) | 476,2—6 | |
1 | Εἴρηται γὰρ ἤδη τοῦτό γε πολλάκις, ὡς οὐδέπω κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς Ἀριστοτέλην καὶ Ποσειδώνιον ὁμολογοῦντας μὲν ἑτέ‐ ροις ἀλλήλων λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς, οὐ μὴν εἴδεσί γε ἢ μορίοις ψυχῆς, ἀλλὰ δυνάμεσιν. | |
421d(n) | 487,3—10 | |
1 | Οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλὰ ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον, ἀνεπίφθονον ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρ‐ τυρήσοντας οὔτε περὶ πραγμάτων ἀδήλων παντάπασιν, ἀλλὰ ἤτοι περὶ φαινομένων ἐναργῶς ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν ἐχόντων, | |
5 | οἷάπερ ἐστὶ τὰ πάθη τῆς ψυχῆς, οὐ μακρῶν λόγων οὐδὲ ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης δὲ ἀναμνήσεως ὧν ἑκάστοτε πάσχομεν, ὡς καὶ Ποσειδώνιος εἶπεν. | |
422a(n) | Galen plac. 584,4—10 | |
1 | Ἐπεμνήσθημεν δὲ καὶ τῶν Ποσειδωνίου συγγραμμάτων, ἐν οἷς ἐπαινεῖ τὸν παλαιὸν λόγον ἐλέγχων τὰ Χρυσίππῳ κακῶς εἰρημένα περί τε τῶν παθῶν τῆς ψυχῆς καὶ τῶν ἀρετῶν τῆς διαφορᾶς. ὥσπερ γὰρ ἀναιρεῖται τὰ πάθη τῆς ψυχῆς, εἰ μόνον εἴη τὸ λογιστικὸν αὐτῇ, μηδενὸς μήτε ἐπι‐ | |
5 | θυμητικοῦ μήτε [τοῦ] θυμοειδοῦς ὄντος, οὕτω καὶ τῶν ἀρετῶν πλὴν φρο‐ νήσεως αἱ λοιπαὶ πᾶσαι. | |
422b(n) | 653,14—654,6 | |
1 | Ποσειδώνιος ὁ ἐπιστημονικώτατος τῶν Στωϊκῶν διὰ τὸ γεγυμνάσθαι κατὰ γεωμετρίαν ἀπέστη τε τοῦ Χρυσίππου καὶ δείκνυσιν ἐν τῇ Περὶ παθῶν πραγματείᾳ διοικουμένους ἡμᾶς ὑπὸ τριῶν δυνάμεων, ἐπιθυμη‐ τικῆς τε καὶ θυμοειδοῦς καὶ λογιστικῆς· τῆς δὲ αὐτῆς δόξης ὁ Ποσειδώνιος | |
5 | ἔδειξεν εἶναι καὶ τὸν Κλεάνθην. καὶ μέντοι καὶ τὸν Περὶ τῶν ἀρετῶν λόγον ἐπὶ ταύταις ταῖς ἀρχαῖς ὀρθῶς φησι περαίνεσθαι καὶ δείκνυσιν αὐτὸ | |
τοῦτο διὰ μεγάλης πραγματείας ἰδίᾳ γεγραμμένης αὐτῷ. | 341 | |
422c(n) | 662,3—8 | |
1 | Τριῶν οὖν βιβλίων λογικῶν περὶ παθῶν γεγραμμένων Χρυσίππῳ δυνά‐ μενος ἀντειπεῖν 〈καὶ〉 ἃ πρὸς αὐτὸν διηνέχθη διελέγχων μηκύνειν οὐχ ὑπέμεινα τοῦτο πρᾶξαι, καθάπερ οὐδὲ ὅσα περὶ τῆς τῶν ἀρετῶν διαφορᾶς ἔγραψεν ἐν τέτταρσι βιβλίοις, ὑπὲρ ὧν αὐτῷ καὶ ὁ Ποσειδώνιος μέμφεται. | |
423(n) | Galen σωμ. κρας. 74,21—79,24 | |
1 | Θαυμάζω δ’ ἐν τῷδε τῶν Στωϊκῶν ἅπαντας μὲν ἀνθρώπους εἰς ἀρετῆς κτῆσιν ἐπιτηδείως ἔχειν οἰομένων, διαστρέφεσθαι 〈δ’〉 ὑπὸ τῶν συζώντων. ἵνα γὰρ ἐάσω τἆλλα πάντα τὰ καταβάλλοντα τὸν λόγον αὐτῶν, ἓν 〈τό〉δε μόνον ἐρωτήσω περὶ τῶν πρώτων γενομένων ἀνθρώπων, οἳ μηδένα πρὸ | |
5 | ἑαυτῶν ἔσχον ἕτερον· ἡ διαστροφὴ πόθεν ἢ ὑπὸ τίνων αὐτοῖς ἐγένετο; λέγειν οὐχ ἕξουσι, ὥσπερ γε κἀν τῷ νῦν χρόνῳ μικρὰ παιδία θεώμενοι πονηρότατα, τίς ἐδίδαξεν αὐτὰ τὴν πονηρίαν, ἀδυνατοῖεν 〈ἂν〉 λέγειν, καὶ μάλισθ’ ὅταν ᾖ πολλὰ ἅμα μὲν τρεφόμενα τὴν αὐτὴν τροφὴν ὑπὸ τοῖς αὐτοῖς γονεῦσιν ἢ διδασκάλοις ἢ παιδαγωγοῖς, ἐναντιώτατα δὲ ταῖς | |
10 | φύσεσιν. τί γὰρ 〈ἂν〉 ἐναντιώτερον εἴη τοῦ κοινωνικοῦ παιδίου τῷ φθο‐ νερῷ, καθάπερ καὶ τοῦ ἐλεήμονος τῷ ἐπιχαιρεκάκῳ, τοῦ δὲ δειλοῦ [πρὸς ἅπαντα] τῷ θαρσαλέῳ καὶ τοῦ μωροτάτου τῷ συνετωτάτῳ καὶ τοῦ φιλαλήθους τῷ φιλοψευδεῖ; καὶ φαίνεταί γε τὰ παιδία, κἂν ὑπὸ τοῖς αὐτοῖς γονεῦσι καὶ διδασκάλοις καὶ παιδαγωγοῖς τρέφηται, κατὰ τὰς | |
15 | εἰρημένας ἐναντιώσεις ἀλλήλων διαφέροντα. παραφυλάττει δ’ οὐδεὶς 〈ὡσ〉 εἰπεῖν τὰ τοιαῦτα τῶν νῦν φιλοσόφων· ἄμεινον δ’ ἐστὶν ἴσως εἰπεῖν οὐ φιλοσόφων ἀλλ’ ἐπαγγελλομένων φιλοσοφεῖν· ὡς, εἴ γ’ ὄντως ἐφιλοσό‐ φουν, ἐφύλαττον 〈ἂν〉 καὶ τοῦτο πρῶτον, 〈τὸ〉 ἀπὸ τῶν ἐναργῶς φαινο‐ μένων τὰς ἀρχὰς τῶν ἀποδείξεων ποιεῖσθαι. καὶ τοῦτ’ ἐοίκασι μάλιστα | |
20 | πάντων οἱ παλαιότατοι πρᾶξαί τε καὶ κληθῆναι σοφοὶ παρὰ τοῖς ἀνθρώ‐ ποις οὔτε συγγράμματα γράφοντες οὔτε διαλεκτικὴν ἢ φυσικὴν ἐπι‐ δεικνύμενοι θεωρίαν ἀλλ’ ἐξ αὐτῶν μὲν τῶν 〈ἐναργῶς φαινομένων τῆς θεωρίας ἀρξάμενοι τῶν〉 ἀρετῶν, ἀσκήσαντες δ’ αὐτὰς ἔργοις, οὐ λόγοις. οὗτοι γοῦν οἱ φιλόσοφοι βλέποντες εὐθὺς ἐξ ἀρχῆς τὰ παιδία, κἂν ἄριστα | |
25 | παιδεύηται καὶ μηδὲν ἔχῃ θεάσασθαι παράδειγμα κακίας, ὅμως ἁμαρτά‐ νοντα τινὲς μὲν αὐτῶν φύσει κακοὺς ἅπαντας ἀνθρώπους ἀπεφήναντο, | |
τινὲς δ’ ὀλίγου δεῖν ἅπαντας—σπάνιον γὰρ ὄντως ἔστι θεᾶσθαι παιδίον ἄμεμπτον—οἱ μὲν οὖν οὐδέν’ ἰδόντες τοιοῦτον πάντας ἀνθρώπους ἀπεφήναντο φύσει κακοὺς ὑπάρχειν, οἱ δ’ ἕνα ἢ δύο που κατὰ 〈τὸ〉 σπάνιον | 342 | |
30 | ἰδόντες οὐ πάντας ἀλλὰ τοὺς πλείστους ἔφασαν εἶναι κακούς. εἰ γάρ τις 〈τῶν〉 〈οὐκ〉 ἐπιτρίπτων τε καὶ φιλονείκων ἐθελήσειεν [ἂν] ἐλευθερίᾳ γνώμῃ καθάπερ οἱ παλαιοὶ φιλόσοφοι τὰ πράγματα θεάσασθαι, παντά‐ πασιν ὀλίγους παῖδας εὑρήσει πρὸς ἀρετὴν εὖ πεφυκότας καὶ παύσεται πάντας μὲν ἡμᾶς ἡγούμενος εὖ πεφυκέναι, διαστρέφεσθαι δ’ ὑπὸ τῶν | |
35 | [ἐξεπιτιμώντων] γονέων τε καὶ παιδαγωγῶν καὶ διδασκάλων· οὐ γὰρ δὴ ἄλλοις γέ τισιν ἐντυγχάνει τὰ παιδία. πάνυ δ’ εὐήθεις εἰσὶ καὶ οἱ δια‐ στρέφεσθαι λέγοντες ἡμᾶς ὑπό τε τῆς ἡδονῆς καὶ τοῦ πόνου, τῆς μὲν 〈λεῖον〉 ἐχούσης πολύ, τοῦ δ’ ἀποτρεπτικοῦ τε καὶ τραχέος ὄντος. εἰ μὲν γὰρ πάντες που ᾠκειώμεθα πρὸς τὴν ἡδονήν, οὐκ οὖσαν ἀγαθὸν ἀλλ’, | |
40 | ὡς ὁ Πλάτων (Tim. 69d) ἔφη, δέλεαρ μέγιστον κακοῦ, φύσει κακοὶ πάντες ἐσμέν, εἰ δ’ οὐ πάντες ἀλλά τινες, ἐκεῖνοι μόνοι φύσει μοχθηροὶ τυγχάνουσιν ὄντες. [ἐπεὶ] τοίνυν εἰ μὲν μηδεμίαν ἔχομεν ἑτέραν ἐν ἡμῖν δύναμιν ᾠκειωμένην [ἡδονῇ μᾶλλον] ἀρετῇ μᾶλλον ἡδονῆς, ἥτις ἰσχυ‐ ροτέρα τῆς πρὸς τὴν ἡδονὴν ἀγούσης ἡμᾶς ἐστι δυνάμεως κἂν οὕτως εἴημεν | |
45 | ἅπαντες κακοὶ τὴν μὲν κρείττονα δύναμιν ἀσθενεστέραν, ἰσχυροτέραν δὲ τὴν μοχθηρὰν ἔχοντες· εἰ δ’ ἡ κρείττων ἐστὶν ἰσχυροτέρα, τίς τοὺς πρώτους ἀνθρώπους ἀνέπεισεν ὑπὸ τῆς ἀσθενεστέρας νικηθῆναι; ταῦτ’ οὖν αὐτὰ τῶν Στωϊκῶν ἐμέμψατο καὶ ὁ πάντων ἐπιστημονικώτατος Ποσειδώνιος, 〈ὃσ〉 ἐν οἷς ἐπαίνων ἐστὶ μεγίστων ἄξιος, ἐν τούτοις αὐτοῖς | |
423(50) | [μὲν] ὑπὸ τῶν ἄλλων ψέγεται Στωϊκῶν· ἐκεῖνοι μὲν γὰρ ἔπεισαν ἑαυτοὺς τὴν πατρίδα μᾶλλον ἢ δόγματα προδοῦναι, Ποσειδώνιος δὲ τὴν τῶν Στωϊκῶν αἵρεσιν μᾶλλον ἢ τὴν ἀλήθειαν. διὰ τοῦτο κατά τε τὴν περὶ τῶν παθῶν πραγματείαν ἐναντιώτατα φρονεῖ Χρυσίππῳ κἀν τοῖς περὶ τῆς διαφορᾶς τῶν ἀρετῶν, πολλὰ μὲν ὧν εἶπε Χρύσιππος ἐν τοῖς λογι‐ | |
55 | κῶς ζητουμένοις περὶ τῶν παθῶν τῆς ψυχῆς μεμψάμενος, ἔτι δὲ πλείω τῶν ἐν τοῖς περὶ διαφορᾶς τῶν ἀρετῶν. οὐ τοίνυν οὐδὲ Ποσειδωνίῳ δοκεῖ τὴν κακίαν ἔξωθεν ἐπεισιέναι τοῖς ἀνθρώποις οὐδεμίαν ἔχουσαν ἰδίαν ῥίζαν ἐν ταῖς ψυχαῖς ἡμῶν, ὅθεν ὁρμωμένη βλαστάνει τε καὶ αὐξάνεται, ἀλλ’ αὐτὸ τοὐναντίον· εἶναι γὰρ καὶ τῆς κακίας ἐν ἡμῖν αὐτοῖς σπέρμα· | |
60 | καὶ δεόμεθα πάντες οὐχ οὕτω τοῦ φεύγειν τοὺς πονηροὺς ὡς τοῦ διώκειν | |
τοὺς καθαρίσοντάς τε καὶ κωλύσοντας ἡμῶν τὴν αὔξησιν τῆς κακίας. οὐ γάρ, ὡς οἱ Στωϊκοί φασιν, ἔξωθεν ἐπεισέρχεται ταῖς ψυχαῖς ἡμῶν τὸ σύμπαν τῆς κακίας, ἀλλὰ τὸ πλέον ἐξ ἑαυτῶν ἔχουσιν οἱ πονηροὶ τῶν ἀνθρώπων, ἔξωθεν δ’ ἔλαττον τούτων πολλῷ τὸ ἐπεισερχόμενόν ἐστιν. | 343 | |
65 | ἐκ τούτου μὲν οὖν ἐθισμοί τε γίγνονται μοχθηροὶ τῷ τῆς ψυχῆς ἀλόγῳ μέρει καὶ δόξαι ψευδεῖς τῷ λογιστικῷ, καθάπερ ὅταν ὑπὸ καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι παιδευώμεθα, δόξαι μὲν ἀληθεῖς, ἐθισμοὶ δὲ χρηστοί· ταῖς κράσεσι δ’ ἕπεται κατὰ μὲν τὸ λογιστικὸν ἀγχίνοιά τε καὶ μωρία, κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον, 〈κατὰ δὲ τὸ ἄλογον κινήσεις σύμμετροι ἢ | |
70 | ἄμετροι, καὶ ἐνταῦθα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον〉. αἱ κράσεις δ’ αὐταὶ τῇ τε πρώτῃ γενέσει καὶ ταῖς εὐχύμοις διαίταις ἀκολουθοῦσιν, συναυ‐ ξάνει 〈δ’〉 ἄλληλα ταῦτα. διὰ γοῦν τὴν θερμὴν κρᾶσιν 〈οἱ〉 ὀξύθυμοι γιγνό‐ μενοι ταύταις πάλιν ταῖς ὀξυθυμίαις ἐκπυροῦσι τὴν ἔμφυτον θερμασίαν· ἔμπαλιν δ’ οἱ σύμμετροι ταῖς κράσεσι συμμέτρους τὰς τῆς ψυχῆς κινή‐ | |
75 | σεις ἔχοντες εἰς εὐθυμίαν ὠφελοῦνται. ὥσθ’ ὁ μὲν ἡμέτερος λόγος ὁμο‐ λογεῖ τοῖς ἐναργῶς φαινομένοις ἐξηγούμενος τὰς αἰτίας ὧν μὲν ὑπ’ οἴνου καὶ φαρμάκων τινῶν πάσχομεν, ὧν δ’ ὑπὸ διαίτης ἀγαθῆς καὶ κακῆς, ὥσπερ γε καὶ ὠφελούμεθά τε καὶ 〈βλαπτόμεθα〉 δι’ ἐπιτηδευ‐ μάτων τε καὶ μαθημάτων, οὐχ ἥκιστα δὲ καὶ τῆς φυσικῆς διαφορᾶς τῶν | |
80 | παίδων ἀποδιδοὺς τὴν αἰτίαν. οἱ δ’ οὐκ ἐκ τῆς τοῦ σώματος κράσεως ἡγούμενοι τὴν ψυχὴν ὠφελεῖσθαί τε καὶ βλάπτεσθαι περί τε τῆς τῶν παίδων διαφορᾶς οὐδὲν ἔχουσι λέγειν ὧν τ’ ἐκ τῆς διαίτης ὠφελούμεθα, οὐδενὸς ἔχουσιν αἰτίαν ἀποδοῦναι, καθάπερ οὐδὲ τῆς ἐν τοῖς ἔθνεσι δια‐ φορᾶς, καθ’ ἣν τὰ μὲν θυμικά, τὰ δ’ ἄθυμα καὶ τὰ μὲν συνετά, τὰ δ’ | |
85 | οὐ φαίνεται. ἐν Σκύθαις μὲν γὰρ εἷς ἀνὴρ ἐγένετο φιλόσοφος, Ἀθήνησι δὲ πολλοὶ τοιοῦτοι· πάλιν δ’ ἐν Ἀβδήροις ἀσύνετοι πολλοί, τοιοῦτοι δ’ Ἀθήνησιν ὀλίγοι. | |
424(n) | Diog. Laert. 7,92 | |
1 | Παναίτιος μὲν οὖν δύο φησὶν ἀρετάς, θεωρητικὴν καὶ πρακτικήν· ἄλλοι δὲ λογικὴν καὶ φυσικὴν καὶ ἠθικήν· τέτταρας δὲ οἱ περὶ Ποσειδώνιον. | |
425a(n) | Diog. Laert. 7,103 | |
1 | Ἔτι τέ φασιν (sc. Hecato, Apollodorus, Chrysippus), ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρα ἀγαθὸν πλοῦτος καὶ ὑγίεια. Ποσειδώνιος | |
μέντοι καὶ ταῦτά φησι τῶν ἀγαθῶν εἶναι. | 344 | |
425b(n) | Epiphanios de fide 9,46 | |
1 | Ποσειδώνιος Ἀπαμεὺς ἔλεγε τὸ μέγιστον ἐν ἀνθρώποις ἀγαθὸν εἶναι πλοῦτον καὶ ὑγείαν. | |
425c(n) | Diog. Laert. 7,127f. | |
1 | Αὐτάρκη τε εἶναι αὐτὴν (sc. τὴν ἀρετήν) πρὸς εὐδαιμονίαν, καθά φησι Ζήνων καὶ Χρύσιππος ἐν τῷ α Περὶ ἀρετῶν καὶ Ἑκάτων ἐν τῷ β Περὶ ἀγαθῶν ... ὁ μέντοι Παναίτιος καὶ Ποσειδώνιος οὐκ αὐτάρκη λέγουσι τὴν ἀρετήν, ἀλλὰ χρείαν εἶναί φασι καὶ ὑγιείας καὶ χορηγίας καὶ ἰσχύος. | |
426(n) | Diog. Laert. 7,85—87 | |
1 | Ὃ δὲ λέγουσί τινες, πρὸς ἡδονὴν γίγνεσθαι τὴν πρώτην ὁρμὴν τοῖς ζῴοις, ψεῦδος ἀποφαίνουσιν (οἱ Στωϊκοί). ἐπιγέννημα γάρ φασιν, εἰ ἄρα ἔστιν, ἡδονὴν εἶναι ὅταν αὐτὴ καθ’ αὑτὴν ἡ φύσις ἐπιζητήσασα τὰ ἐναρμόζοντα τῇ συστάσει ἀπολάβῃ· ὃν τρόπον ἀφιλαρύνεται τὰ ζῷα καὶ | |
5 | θάλλει τὰ φυτά. οὐδέν τε, φασί, διήλλαξεν ἡ φύσις ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ζῴων, ὅτι χωρὶς ὁρμῆς καὶ αἰσθήσεως κἀκεῖνα οἰκονομεῖ καὶ ἐφ’ ἡμῶν τινα φυτοειδῶς γίνεται. ἐκ περιττοῦ δὲ τῆς ὁρμῆς τοῖς ζῴοις ἐπιγενομένης, ᾗ συγχρώμενα πορεύεται πρὸς τὰ οἰκεῖα, τούτοις μὲν [τὸ] κατὰ φύσιν τὸ κατὰ τὴν ὁρμὴν διοικεῖσθαι· τοῦ δὲ λόγου τοῖς λογικοῖς | |
10 | κατὰ τελειοτέραν προστασίαν δεδομένου, τὸ κατὰ λόγον ζῆν ὀρθῶς γίνε‐ σθαι 〈τού〉τοις κατὰ φύσιν· τεχνίτης γὰρ οὗτος ἐπιγίνεται τῆς ὁρμῆς. διόπερ πρῶτος ὁ Ζήνων ἐν τῷ Περὶ ἀνθρώπου φύσεως τέλος εἶπε τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατ’ ἀρετὴν ζῆν· ἄγει γὰρ πρὸς ταύτην ἡμᾶς ἡ φύσις. ὁμοίως δὲ καὶ Κλεάνθης ἐν τῷ Περὶ ἡδονῆς καὶ | |
15 | Ποσειδώνιος καὶ Ἑκάτων ἐν τοῖς Περὶ τελῶν. πάλιν δ’ ἴσον ἐστὶ τὸ κατ’ ἀρετὴν ζῆν τῷ κατ’ ἐμπειρίαν τῶν φύσει συμβαινόντων ζῆν, ὥς φησι Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ τελῶν. | |
427(n) | Diog. Laert. 7,87f. | |
1 | Μέρη γάρ εἰσιν αἱ ἡμέτεραι φύσεις τῆς τοῦ ὅλου. διόπερ τέλος γίνεται τὸ ἀκολούθως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατά τε τὴν αὑτοῦ καὶ κατὰ τὴν τῶν ὅλων, οὐδὲν ἐνεργοῦντας ὧν ἀπαγορεύειν εἴωθεν ὁ νόμος ὁ κοινός, ὅσπερ ἐστὶν ὁ ὀρθὸς λόγος διὰ πάντων ἐρχόμενος, ὁ αὐτὸς ὢν τῷ Διί, | |
5 | καθηγεμόνι τούτῳ τῆς τῶν ὄντων διοικήσεως ὄντι· εἶναι δ’ αὐτὸ τοῦτο τὴν τοῦ εὐδαίμονος ἀρετὴν καὶ εὔροιαν βίου, ὅταν πάντα πράττηται κατὰ τὴν συμφωνίαν τοῦ παρ’ ἑκάστῳ δαίμονος πρὸς τὴν τοῦ τῶν ὅλων διοικη‐ | |
τοῦ βούλησιν. | 345 | |
428(n) | Clemens von Alexandria strom. 2,129,1—5 | |
1 | Πάλιν δ’ αὖ Ζήνων μὲν ὁ Στωϊκὸς τέλος ἡγεῖται τὸ κατ’ ἀρετὴν ζῆν, Κλεάνθης δὲ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν, 〈Διογένης δὲ τὸ τέλος κεῖσθαι ἡγεῖτο〉 ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι διελάμβανεν. ὅ τε Ἀντίπατρος ὁ τούτου γνώριμος τὸ τέλος κεῖσθαι | |
5 | ἐν τῷ διηνεκῶς καὶ ἀπαραβάτως ἐκλέγεσθαι μὲν τὰ κατὰ φύσιν, ἀπεκλέ‐ γεσθαι δὲ τὰ παρὰ φύσιν ὑπολαμβάνει. Ἀρχέδημός τε αὖ οὕτως ἐξηγεῖτο εἶναι τὸ τέλος, 〈ζῆν〉 ἐκλεγόμενον τὰ κατὰ φύσιν μέγιστα καὶ κυριώτατα, οὐχ οἷόν τε ὄντα ὑπερβαίνειν. πρὸς τούτοις ἔτι Παναίτιος τὸ ζῆν κατὰ τὰς δεδομένας ἡμῖν ἐκ φύσεως ἀφορμὰς τέλος ἀπεφήνατο· ἐπὶ πᾶσί τε | |
10 | ὁ Ποσειδώνιος τὸ ζῆν θεωροῦντα τὴν τῶν ὅλων ἀλήθειαν καὶ τάξιν καὶ συγκατασκευάζοντα αὐτὴν κατὰ τὸ δυνατόν, κατὰ μηδὲν ἀγόμενον ὑπὸ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς. τινὲς δὲ τῶν νεωτέρων Στωϊκῶν οὕτως ἀπέδοσαν, τέλος εἶναι τὸ ζῆν ἀκολούθως τῇ τοῦ ἀνθρώπου κατασκευῇ. | |
429(n) | Diog. Laert. 7,124 | |
1 | Εὔξεταί τε, φασίν (sc. οἱ Στωϊκοί), ὁ σοφός, αἰτούμενος τἀγαθὰ παρὰ τῶν θεῶν, καθά φησι Ποσειδώνιος ἐν τῷ α Περὶ καθηκόντων καὶ Ἑκά‐ των ἐν γ Περὶ παραδόξων. | |
430(n) | Diog. Laert. 7,129 | |
1 | Ἔτι ἀρέσκει αὐτοῖς μηδὲν εἶναι ἡμῖν δίκαιον πρὸς τὰ ἄλλα ζῷα, διὰ τὴν ἀνομοιότητα, καθά φησι Χρύσιππος ἐν τῷ α Περὶ δικαιοσύνης καὶ | |
Ποσειδώνιος ἐν α Περὶ καθήκοντος. | 346 | |
435a(n1) | Theonis Epistula ad Heraclidem, Papiri della R. Universita | |
n2 | di Milano I, ed. A. Vogliano, Mailand 1937, S. 19,17 | |
1 | Ποσειδωνίου Περὶ τοῦ προτρέπεσθαι γ. | |
435b(n) | Diog. Laert. 7,91 | |
1 | Διδακτήν τε εἶναι αὐτήν, λέγω δὲ τὴν ἀρετήν, καὶ Χρύσιππος ἐν τῷ α Περὶ τέλους φησὶ καὶ Κλεάνθης καὶ Ποσειδώνιος ἐν τοῖς Προτρεπτικοῖς καὶ Ἑκάτων· ὅτι δὲ διδακτή ἐστι, δῆλον ἐκ τοῦ γίνεσθαι ἀγαθοὺς ἐκ | |
φαύλων. | 348 | |
435c(n) | Diog. Laert. 7,129 | |
1 | Δοκεῖ δ’ αὐτοῖς (sc. τοῖς Στωϊκοῖς) μηδὲ 〈διὰ〉 τὴν διαφωνίαν ἀφίστασθαι φιλοσοφίας, ἐπεὶ τῷ λόγῳ τούτῳ προλείψειν ὅλον τὸν βίον, ὡς καὶ Ποσει‐ δώνιός φησιν ἐν τοῖς Προτρεπτικοῖς. εὐχρηστεῖν δὲ καὶ τὰ ἐγκύκλια μαθήματά φησιν ὁ Χρύσιππος. | |
436(n) | Plutarch lib. aegr. c. 6 | |
1 | 6. Ὅ γέ τοι Ποσειδώνιος τὰ μὲν εἶναι ψυχικά, τὰ δὲ σωματικά, καὶ τὰ μὲν οὐ ψυχῆς, περὶ ψυχὴν δὲ 〈σωματικά, τὰ δ’ οὐ σώματος, περὶ σῶμα δὲ ψυχικά φησι, ψυχικὰ μὲν〉 ἁπλῶς τὰ 〈μὴ〉 ἐν κρίσεσι καὶ ὑπολήψεσιν, οἷον ἐπιθυμίας λέγων, φόβους, ὀργάς, σωματικὰ δ’ ἁπλῶς πυρετούς, περι‐ | |
5 | ψύξεις, πυκνώσεις, ἀραιώσεις, περὶ ψυχὴν δὲ σωματικὰ ληθάργους, μελαγχολίας, δηγμούς, φαντασίας, διαχύσεις, ἀνάπαλιν δὲ περὶ σῶμα ψυχικὰ τρόμους καὶ ὠχριάσεις καὶ μεταβολὰς τοῦ εἴδους κατὰ φόβον ἢ λύπην. | |
437(n) | Plutarch lib. aegr. c. 9 | |
1 | 9. Ὅσοι τοίνυν τὴν ψυχὴν οὐκ ἄφθαρτον οὐδ’ ἀθάνατον μόνον, ἀλλὰ καὶ ἀπαθῆ πειρῶνται διαφυλάττειν, ῥώμην τινὰ τὴν ἀπάθειαν τῇ ἀφθαρσίᾳ προβαλλόμενοι, καὶ τὸ πάσχον ἁμωσγέπως ἤδη φθορᾶς ἀναδέχεσθαι πεῖραν οἰόμενοι, τὰ δὲ πάθη πάντα καὶ τὰς ἀσθενείας ὥσπερ ἐκ ῥίζης | |
5 | τῆς σαρκὸς ἀναβλαστάνειν ἐπὶ τὸν ἄνθρωπον, τῶν διαφορῶν πρῶτον ἕξονται τῶν περὶ τὰ σώματα φαινομένων κατὰ χρόνους καὶ φύσεις καὶ μεταβολάς. οἷον εὐθὺς ἐν νέοις ἀκμάζει τὸ ἐπιθυμητικόν, ἐν πρεσβύταις 〈δὲ〉 τὸ περίλυπον· τοῖς μὲν γὰρ αἷμά τε θερμὸν ἐγκέκραται, καὶ πνεῦμα ῥαγδαῖον ἐπὶ τὰς πράξεις παρέστηκε, καὶ τὸ σῶμα τοῖς ὀργάνοις καθα‐ | |
10 | ροῖς καὶ ἀκραιφνέσιν ἐμμελὲς ἀεὶ καὶ πολύσφυκτον ἀνακινεῖ καὶ ἀναρρι‐ πίζει τὰς ἐπιθυμίας, ὥσπερ ἐξ ὕλης νεαρᾶς ἀναπτομένας περιφοραῖς αἵματος, ἐξ ὧν μεταβαλλόμενον ἐπὶ πολλὰ ταῖς ὁρμαῖς 〈ὁρῶμεν〉 τὸν νέον. ὁ 〈δὲ〉 πρέσβυς τοῦ τε θερμοῦ προλιπόντος ἤδη, ᾧ τὸ ἐπιθυμητικὸν ἀνεζωπυρεῖτο, καὶ τῷ πνεύματι χαλῶν καὶ κατατετριμμένος τῷ σώματι | |
15 | περὶ τὰς ἡδονάς, ἀμβλὺ ταῖς ἐπιθυμίαις καὶ δυσκίνητον 〈ἔχει τὸ παθη‐ | |
τικόν〉. *** | 349 | |
438a(n) | Pap. Memph. 155, fr. 1,8 | |
1 | Ποσειδωνίου ἐκ τῆς α Περὶ ὀργῆς. | 350 |
441a(n) | Plutarch virt. mor. 441d—442c | |
1 | Ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος· τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ τὴν ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν. ὅτι δ’ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ | |
5 | ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσ‐ θέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλήσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίᾳ καὶ μαθήμασιν ὑπήκοον οὐδὲ λόγῳ μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ | |
10 | πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές· ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ ἀναμφιδόξως Πλάτων (Tim. 35) συνεῖδεν, ὅτι τούτου τε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ ἁπλοῦν οὐδ’ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἥ τ’ ἀνθρώπου ψυχὴ (Tim. 69c) μέρος ἤτοι μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσ‐ | |
15 | μένη κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις οὐχ ἁπλῆ τίς ἐστιν οὐδ’ | |
ὁμοιοπαθής, ἀλλ’ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν, ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς καὶ ἄτακτον ἐξεταστοῦ δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου τὸ μὲν ἀεὶ σώματι βούλεσθαι συνεῖναι καὶ σῶμα θερα‐ | 354 | |
20 | πεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται, τὸ δ’ ἔστι μὲν ᾗ τούτῳ προσ‐ τιθέμενον, ἔστι δ’ ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ δύναμιν θυμοειδές. ἀποδείκνυσι δὲ (Rep. 434d sqq.) τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει πρὸς τὸ ἐπιθυμοῦν καὶ 〈τὸ〉 θυμούμενον, ὡς τῷ ἕτερ’ εἶναι πολλάκις ἀπειθοῦντα καὶ δυσμαχοῦντα | |
25 | πρὸς τὸ βέλτιστον. ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης, ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν· ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμη‐ τικῷ προσένειμεν, ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπή‐ σεως (de an. 403a30), τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς | |
30 | ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς μέρος· ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ περὶ τὸ σῶμα παντελῶς καταπέφυκε, τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογι‐ ζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπεί‐ | |
35 | κειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾖ διεφθαρμένον ὑφ’ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης. | |
441b(n) | Plutarch virt. mor. 447a—c | |
1 | (Ἔνιοι δέ φασιν ...). ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἕν τι γινομένας τῆς ψυχῆς μέρος, ἀλλ’ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμὰς καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ | |
5 | τῶν παιδίων ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπ’ ἀσθε‐ νείας καὶ ἀβέβαιον ἔχουσι. Ταῦτα δὲ πρῶτον μὲν παρὰ τὴν ἐνάργειάν ἐστι καὶ τὴν αἴσθησιν. οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν, ὅτε | |
10 | λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίστα‐ ται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας· ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον, καὶ οὔτε τῷ πάθει τὸν λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι | |
15 | τοῦ πάθους ἀπήλλακται, φερόμενος δ’ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν. οἱ δὲ νῦν μὲν ἐπιθυμίαν γίνεσθαι τὸ ἡγεμονικόν, νῦν δὲ τὸν ἀντι‐ ταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ | |
σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίνεσθαι κυνηγόν. | 355 | |
441c(n) | Plutarch virt. mor. 447f—448b | |
1 | Ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ τῶν ἑτέρων ἄγεσθαι καὶ μετατίθεσθαι πολλάκις, ἀλλ’ αὐτός τ’ Ἀριστο‐ τέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθ’ ἡδονῆς ἀφεῖσαν; ὅτι τῷ θεωρητικῷ καὶ | |
5 | μαθηματικῷ τῆς ψυχῆς πάθος οὐδὲν ἀνθέστηκεν ἀλλ’ ἀτρεμεῖ καὶ οὐ πολυπραγμονεῖ τὸ ἄλογον ἐν τούτοις· διὸ πρὸς τὸ ἀληθὲς ὁ λογισμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλινεν· ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον. αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ | |
10 | παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθ’ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. | |
441d(n) | Plutarch virt. mor. 449ab | |
1 | Οἷς καὶ αὐτοὶ τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντες αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι καὶ τὸ ἥδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλαβείας, ταύτην μὲν οὐδενὸς ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ τὰ αὐτὰ πάθη προστι‐ θέμενα μὲν τῷ λογισμῷ τούτοις καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ | |
5 | βιαζόμενα τὸν λογισμὸν ἐκείνοις· ὅταν δὲ δακρύοις ἐλεγχόμενοι καὶ τρό‐ μοις καὶ χρόας μεταβολαῖς ἀντὶ λύπης καὶ φόβου δηγμούς τινας καὶ συν‐ θροήσεις λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, σοφιστικὰς δοκοῦσιν οὐ φιλοσόφους διακρούσεις καὶ ἀποδράσεις ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων. | |
441e(n) | Plutarch virt. mor. 449f—450ab | |
1 | Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίνεσθαι κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτη‐ τικόν, ἀλλὰ τὰς δήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις | |
5 | φαίνονται γινόμεναι διαφοραί. τήν τε γὰρ πενίαν οἱ μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολα‐ σμοῖς φρικώδεσι κακὸν εἶναι νομίζουσιν· ἥ τε τοῦ σώματος ὑγίεια τοῖς | |
10 | μὲν ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν· ... ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δ’ ἧττον ἁμαρτάνοντας. | |
441f(n) | Plutarch virt. mor. 450d—451e | |
1 | Πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττον’ εἶναι καὶ χείρονα ἢ κρατεῖν | |
ἅμα καὶ κρατεῖσθαι, μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον ἐν ἑαυτῷ τὸ δὲ βέλτιον ἔχοντος; οὕτως γὰρ ὁ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ | 356 | |
5 | τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακεί‐ μενος. Φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν τοῦ ἀλόγου τοῦ τὴν γένεσιν αὐτόθεν ἔχοντος ἐκ τοῦ σώματος, ᾧ καὶ συνεξο‐ | |
10 | μοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας ἐν ταῖς τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι. δι’ ὃ νέοι μὲν [καὶ] ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν | |
15 | δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ γίνεται μικρὰ καὶ ἀσθενής, ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου. τοῦτο δ’ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθο‐ ποιεῖ πρὸς τὰ πάθη φύσεις. οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα δεινὰ παρίστανται, τοῖς δ’ | |
20 | ἀμήχανοι πτοῖαι καὶ φυγαὶ τῆς ψυχῆς· ἀλλ’ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν. τοῦ δ’ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες | |
25 | ἐρυθήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις· ὅταν δὲ μὴ μετὰ πάθους ἀλλ’ αὐτὸ καθ’ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, εἰ τοῦ παθη‐ τικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον· ὥστε καὶ | |
30 | τούτῳ δύ’ ὄντα δηλοῦσθαι καὶ διαφέροντα ταῖς δυνάμεσιν ἀλλήλων. Καθόλου δὲ τῶν ὄντων αὐτοί τέ φασι καὶ δῆλόν ἐστιν ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει τὰ δ’ ἀλόγῳ ψυχῇ τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διά‐ νοιαν, ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· καὶ γὰρ ἕξει συνέχεται καὶ φύσει τρέφεται | |
35 | καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλ’ ἀναγκαίαν οὖσαν, οὐδ’ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, | |
40 | ἀλλ’ ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολούσας καὶ ἀφελὼν | |
τὴν ἀμετρίαν, εἶτα τιθασεύει[ν καὶ], περιίστασθαι τὸ χρήσιμον. | 357 | |
453a(n) | 6,23 (Marc. Avrel.) | |
1 | Τοῖς μὲν ἀλόγοις ζῴοις καὶ καθόλου πράγμασι καὶ ὑποκειμένοις ὡς λόγον ἔχων λόγον μὴ ἔχουσι χρῶ μεγαλοφρόνως καὶ ἐλευθέρως· τοῖς δὲ ἀνθρώποις ὡς λόγον ἔχουσι χρῶ καὶ κοινωνικῶς· ἐφ’ ἅπασι δὲ | |
θεοὺς ἐπικαλοῦ. | 375 | |
453b(n) | 7,54 | |
1 | Πανταχοῦ καὶ διηνεκῶς ἐπὶ σοί ἐστι καὶ τῇ παρούσῃ συμβάσει θεοσεβῶς εὐαρεστεῖν καὶ τοῖς παροῦσιν ἀνθρώποις κατὰ δικαιοσύνην προσφέρεσθαι καὶ τῇ 〈παρ〉ούσῃ φαντασίᾳ ἐμφιλοτεχνεῖν, ἵνα μή τι ἀκατάληπτον παρεισρυῇ. | |
453c(n) | 12,3,3 | |
1 | ... τῶν συνειμαρμένων ἐξῃρημένην, καθαρὰν τὴν νοερὰν δύναμιν, ἀπό‐ λυτον ἐφ’ ἑαυτῆς, ζῆν ποιοῦσαν τὰ δίκαια καὶ θέλουσαν τὰ συμβαίνοντα καὶ λέγουσαν τἀληθῆ. | |
453d,a(n) | 9,31,1 | |
1 | Ἀταραξία μὲν περὶ τὰ ἀπὸ τῆς ἐκτὸς αἰτίας συμβαίνοντα, δικαιότης δὲ ἐν τοῖς παρὰ τὴν ἐκ σοῦ αἰτίαν ἐνεργουμένοις. | |
453d,b(n) | Diog. Laert. 9,68 | |
1 | Ποσειδώνιος δὲ καὶ τοιοῦτόν τι διέξεισι περὶ αὐτοῦ (sc. τοῦ Πύρρωνος)· τῶν γὰρ ἐμπλεόντων ἐσκυθρωπακότων ὑπὸ χειμῶ‐ νος, αὐτὸς γαληνὸς ὢν ἀνέρρωσε τὴν ψυχήν, δείξας ἐν τῷ πολίῳ χοιρίδιον ἐσθίον καὶ εἰπὼν ὡς χρὴ τὸν σοφὸν ἐν τοιαύτῃ καθεστά‐ | |
5 | ναι ἀταραξίᾳ. | |
453e(n) | 8,23 | |
1 | Πράσσω τι; πράσσω ἐπ’ ἀνθρώπων εὐποιίαν ἀναφέρων· συμβαίνει τί μοι; δέχομαι ἐπὶ τοὺς θεοὺς ἀναφέρων καὶ τὴν πάντων πηγήν, ἀφ’ ἧς πάντα τὰ γινόμενα συμμηρύεται, | |
453f(n) | 12,32,3 | |
1 | Μηδὲν μέγα φαντάζου ἢ τό, ὡς μὲν ἡ σὴ φύσις ἄγει, ποιεῖν, πάσχειν δέ, ὡς ἡ κοινὴ φύσις φέρει. | |
453g(n) | 4,29,3 | |
1 | Ἀπόστημα κόσμου ὁ ἀφιστάμενος καὶ χωρίζων ἑαυτὸν τοῦ τῆς κοινῆς φύσεως λόγου διὰ τοῦ δυσαρεστεῖν τοῖς συμβαίνουσιν· ἐκείνη γὰρ φέρει τοῦτο, ἣ καὶ σὲ ἤνεγκεν. ἀπόσχισμα πόλεως ὁ τὴν ἰδίαν ψυχὴν τῆς τῶν λογικῶν ἀποσχίζων, μιᾶς οὔσης. | |
453h(n) | 11,8 | |
1 | Κλάδος τοῦ προσεχοῦς κλάδου ἀποκοπεὶς οὐ δύναται μὴ καὶ τοῦ ὅλου φυτοῦ ἀποκεκόφθαι· οὕτω δὴ καὶ ἄνθρωπος ἑνὸς ἀνθρώπου ἀποσχισθεὶς ὅλης τῆς κοινωνίας ἀποπέπτωκεν. κλάδον μὲν οὖν ἄλλος ἀποκόπτει· | |
ἄνθρωπος δὲ αὐτὸς ἑαυτὸν τοῦ πλησίον χωρίζει μισήσας καὶ ἀποστραφείς· | 376 | |
5 | ἀγνοεῖ δέ, ὅτι καὶ τοῦ ὅλου πολιτεύματος ἅμα ἀποτέτμηκεν ἑαυτόν. πλὴν ἐκεῖνό γε δῶρον τοῦ συστησαμένου τὴν κοινωνίαν Διός· ἔξεστι γὰρ ἡμῖν πάλιν συμφῦναι τῷ προσεχεῖ καὶ πάλιν τοῦ ὅλου συμπληρωτικοῖς γίνε‐ σθαι. πλεονάκις μέντοι γινόμενον τὸ κατὰ τὴν τοιαύτην διαίρεσιν δυσένω‐ τον καὶ δυσαποκατάστατον 〈τὸ〉 ἀποχωροῦν ποιεῖ· ὅλως τε οὐχ ὅμοιος ὁ | |
10 | κλάδος ὁ ἀπ’ ἀρχῆς συμβλαστήσας καὶ σύμπνους συμμείνας τῷ μετὰ τὴν ἀποκοπὴν αὖθις ἐγκεντρισθέντι, ὅ τί ποτε λέγουσιν οἱ φυτουργοί. | |
453i(n) | 8,34 | |
1 | Εἴ ποτε εἶδες χεῖρα ἀποκεκομμένην ἢ πόδα ἢ κεφαλὴν ἀποτετμημένην χωρίς πού ποτε ἀπὸ τοῦ λοιποῦ σώματος κειμένην· τοιοῦτον ἑαυτὸν ποιεῖ, ὅσον ἐφ’ ἑαυτῷ, ὁ μὴ θέλων τὸ συμβαῖνον καὶ ἀποσχίζων ἑαυτὸν ἢ ὁ ἀκοινώνητόν τι πράσσων. ἀπέρριψαί πού ποτε ἀπὸ τῆς κατὰ φύσιν | |
5 | ἑνώσεως· ἐπεφύκεις γὰρ μέρος· νῦν σεαυτὸν ἀπέκοψας. ἀλλ’ ὧδε κομψὸν ἐκεῖνο, ὅτι ἔξεστί σοι πάλιν ἑνῶσαι σεαυτόν. τοῦτο ἄλλῳ μέρει οὐδενὶ θεὸς ἐπέτρεψεν, χωρισθέντι καὶ διακοπέντι πάλιν συνελθεῖν. ἀλλὰ σκέψαι τὴν χρηστότητα, ᾗ τετίμηκε τὸν ἄνθρωπον· καὶ γὰρ ἵνα τὴν ἀρχὴν μὴ ἀπορραγῇ ἀπὸ τοῦ ὅλου, ἐπ’ αὐτῷ ἐποίησεν καὶ ἀπορραγέντι πάλιν | |
10 | ἐπανελθεῖν καὶ συμφῦναι καὶ τὴν τοῦ μέρους τάξιν ἀπολαβεῖν [ἐποίησεν]. | |
453k(n) | 12,30 | |
1 | Ἓν φῶς ἡλίου, κἂν διείργηται τοίχοις, ὄρεσιν, ἄλλοις μυρίοις. μία οὐσία κοινή, κἂν διείργηται ἰδίως ποιοῖς σώμασι μυρίοις. μία ψυχή, κἂν φύσεσι διείργηται μυρίαις καὶ ἰδίαις περιγραφαῖς. μία νοερὰ ψυχὴ, κἂν διακεκρίσθαι δοκῇ. τὰ μὲν οὖν ἄλλα μέρη τῶν εἰρημένων, οἷον | |
5 | πνεύματα καὶ ὑποκείμενα, ἀναίσθητα καὶ ἀνοικείωτα ἀλλήλοις· καίτοι κἀκεῖνα τὸ ἑνοῦν συνέχει καὶ τὸ ἐπὶ τὰ αὐτὰ βρῖθον. διάνοια δὲ ἰδίως ἐπὶ τὸ ὁμόφυλον τείνεται καὶ συνίσταται, καὶ οὐ διείργεται τὸ κοινωνικὸν πάθος. | |
453l(n) | 9,9 | |
1 | Πάντα ὅσα κοινοῦ τινος μετέχει πρὸς τὸ ὁμογενὲς σπεύδει. τὸ γεῶδες πᾶν ῥέπει ἐπὶ γῆν· τὸ ὑγρὸν πᾶν σύρρουν· τὸ ἀερῶδες ὁμοίως, ὥστε χρῄζειν τῶν διειργόντων καὶ βίας· τὸ πῦρ ἀνωφερὲς μὲν διὰ τὸ στοιχειῶδες πῦρ, παντὶ δὲ πυρὶ ἐνταῦθα πρὸς τὸ συνεξάπτεσθαι ἕτοιμον | |
5 | οὕτως, ὥστε καὶ πᾶν τὸ ὑλικὸν τὸ ὀλίγῳ ξηρότερον εὐέξαπτον εἶναι διὰ τὸ ἔλαττον ἐγκεκρᾶσθαι αὐτῷ τὸ κωλυτικὸν πρὸς ἔξαψιν. καὶ τοίνυν πᾶν τὸ κοινῆς νοερᾶς φύσεως μέτοχον πρὸς τὸ συγγενὲς ὁμοίως σπεύδει ἢ καὶ μᾶλλον· ὅσῳ γάρ ἐστι κρεῖττον παρὰ τὰ ἄλλα, τοσούτῳ καὶ πρὸς τὸ | |
συγκιρνᾶσθαι τῷ οἰκείῳ καὶ συγχεῖσθαι ἑτοιμότερον. εὐθὺς γοῦν ἐπὶ μὲν | 377 | |
10 | τῶν ἀλόγων εὑρέθη σμήνη καὶ ἀγέλαι καὶ νεοσσοτροφίαι καὶ οἷον ἔρωτες· ψυχαὶ γὰρ ἤδη ἦσαν ἐνταῦθα καὶ τὸ συναγωγὸν ἐν τῷ κρείττονι ἐπιτει‐ νόμενον εὑρίσκετο, οἷον οὔτε ἐπὶ φυτῶν ἦν οὔτε ἐπὶ λίθων ἢ ξύλων. ἐπὶ δὲ τῶν λογικῶν ζῴων πολιτεῖαι καὶ φιλίαι καὶ οἶκοι καὶ σύλλογοι καὶ ἐν πολέμοις συνθῆκαι καὶ ἀνοχαί. ἐπὶ δὲ τῶν ἔτι κρειττόνων καὶ ἐκ διεστη‐ | |
15 | κότων τρόπον τινὰ ἕνωσις ὑπέστη οἵα ἐπὶ τῶν ἄστρων· οὕτως ἡ ἐπὶ τὸ κρεῖττον ἐπανάβασις συμπάθειαν καὶ ἐν διεστῶσιν ἐργάσασθαι ἐδύνατο. ὅρα οὖν τὸ νῦν γινόμενον· μόνα γὰρ τὰ νοερὰ νῦν ἐπιλέλησται τῆς πρὸς ἄλληλα σπουδῆς καὶ συννεύσεως καὶ τὸ σύρρουν ὧδε μόνον οὐ βλέπεται. ἀλλ’ ὅμως καίτοι φεύγοντες περικαταλαμβάνονται· κρατεῖ γὰρ ἡ φύσις. | |
20 | ὄψει δὲ ὃ λέγω παραφυλάσσων· θᾶσσον γοῦν εὕροι τις ἂν γεῶδές τι μηδενὸς γεώδους προσαπτόμενον ἤπερ ἄνθρωπον ἀνθρώπου ἀπεσχισμένον. | |
454(n) | Diog. Laert. 7,62 | |
1 | Διαλεκτικὴ δέ ἐστιν, ὥς φησι Ποσειδώνιος, ἐπιστήμη ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων· τυγχάνει δ’ αὕτη, ὡς ὁ Χρύσιππός φησι, περὶ σημαίνοντα καὶ σημαινόμενα. | |
455(n) | Galen institutio logica 18,1. 5—8 Kalbfl. | |
1 | Ἐπείπερ ἐν τῷ γένει τῶν κατὰ τὸ πρός τι συλλογισμῶν εἰσιν ὥσπερ οἱ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον οὕτως καὶ οἱ κατὰ τὸ ὡσαύτως καὶ ἀνὰ λόγον, ἐπισκεπτέον εἰ καὶ τούτων ἡ πίστις ἐκ τῶν καθόλου τινῶν ἀξιω‐ μάτων ἤρτηται· διαφερέτω δὲ μηδὲν ἢ ὡσαύτως εἰπεῖν ἢ ἴσως ἢ ὁμοίως. | |
5 | Παράδειγμα γὰρ τῆς γε νοήσεως καὶ τοῖς ἀπείροις ἀριθμητικῆς τε καὶ γεωμετρίας ἔστω τόδε ‘ὡς τὸ α πρὸς τὸ β, οὕτως [δὲ] καὶ τὸ γ πρὸς τὸ δ· τὸ δὲ α τοῦ β διπλάσιόν ἐστι· τὸ γ ἄρα τοῦ δ διπλάσιόν ἐστι‘. καθο‐ λικὸν δὲ καὶ κατὰ τοὺς τοιούτους λόγους ἀξίωμα νοεῖταί τε καὶ πιστεύεται πᾶσι τοιόνδε ‘ὧν αὑτὸς ὁ λόγος καθόλου, τούτων καὶ οἱ κατὰ μέρος λόγοι | |
10 | πάντες [καὶ] οἱ αὐτοί‘. ὥστε ὁ ὑποθέμενος ἐν τῷ αὐτῷ λόγῳ εἶναι τὸ α 〈πρὸς τὸ β καὶ τὸ γ πρὸς δ, τοῦ δὲ α πρὸσ〉 τὸ β λόγον εἶναι διπλάσιον, | |
οὐκ ἂν ἀρνήσεται καὶ τοῦ γ πρὸς τὸ δ διπλάσιον εἶναι λόγον, ὥσπερ γε καὶ 〈εἰ〉 τριπλάσιος λόγος τοῦ α πρὸς τὸ β, καὶ τοῦ γ πρὸς τὸ δ τριπλάσιον εἶναι φήσει, ἢ 〈εἰ〉 τετραπλάσιος ἢ πενταπλάσιος ἢ ὡς ἄν τις τὸ πρῶτον | 378 | |
15 | πρὸς τὸ β λογίζηται, φανεῖται καὶ τὸ γ πρὸς τὸ δ τετραπλάσιον ἢ πεντα‐ πλάσιον εἶναι. εἰ γὰρ ἐν τῷ καθόλου ὁ αὐτὸς λόγος ἐστὶ τοῦ α πρὸς τὸ β καὶ τοῦ γ πρὸς τὸ δ, 〈καὶ τῶν〉 κατὰ μέρος λόγων ὁ αὐτὸς ἔσται· εἷς δὲ τῶν κατὰ μέρος λόγων [ὁ αὐτὸς ἔσται] καὶ ὁ πενταπλάσιος· ἔστιν ἄρα καὶ οὗτος ὁ λόγος τοῦ 〈γ πρὸς τὸ〉 δ. τοὺς δὴ τοιούτους ἅπαντας συλλογι‐ | |
20 | σμοὺς τῷ γένει ἐκ τῶν πρός τι ῥητέον, ἐν εἴδει δὲ κατ’ ἀξιώματος δύνα‐ μιν συνισταμένους, ὥσπερ καὶ ὁ Ποσειδώνιός φησιν ὀνομάζειν αὐτοὺς συνακτικοὺς κατὰ δύναμιν ἀξιώματος. | |
458(n) | Diog. Laert. 7,60 | |
1 | Ποίημα δέ ἐστιν, ὡς ὁ Ποσειδώνιός φησιν ἐν τῇ Περὶ λέξεως εἰσαγωγῇ, λέξις ἔμμετρος ἢ ἔνρυθμος μετὰ 〈κατα〉σκευῆς τὸ λογοειδὲς ἐκβεβηκυῖα· [τὸν] ἔνρυθμον δὲ εἶναι τὸ ‘γαῖα μεγίστη καὶ Διὸς αἰθήρ‘ (Euripides, fr. 839 N.2). ποίησις δέ ἐστι σημαντικὸν ποίημα, μίμησιν περιέχον θείων | |
5 | καὶ ἀνθρωπείων. | |
459(n) | Tzetzes Exeg. in Iliad. p. 19,1 Hermann (1812) | |
1 | Καὶ τοῦ Ποσειδωνίου οἶμαι μὴ ἀκηκοὼς λέγοντος αὐτὸν τὸν Ἡσίοδον | |
ὕστερον γενόμενον πολλὰ παραφθεῖραι τῶν Ὁμήρου ἐπῶν. | 379 | |
460(n) | Diog. Laert. 7,54 | |
1 | Κριτήριον δὲ τῆς ἀληθείας φασὶ (sc. οἱ Στωϊκοὶ) τυγχάνειν τὴν κατα‐ ληπτικὴν φαντασίαν, τουτέστι τὴν ἀπὸ ὑπάρχοντος, καθά φησι Χρύσιπ‐ πος ἐν τῇ β τῶν Φυσικῶν καὶ Ἀντίπατρος καὶ Ἀπολλόδωρος. ὁ μὲν γὰρ Βόηθος κριτήρια πλείονα ἀπολείπει, νοῦν καὶ αἴσθησιν καὶ ὄρεξιν καὶ | |
5 | ἐπιστήμην· ὁ δὲ Χρύσιππος διαφερόμενος πρὸς αὑτὸν ἐν τῷ πρώτῳ Περὶ λόγου κριτήριά φησιν εἶναι αἴσθησιν καὶ πρόληψιν· ἔστι δ’ ἡ πρόληψις ἔννοια φυσικὴ τῶν καθόλου. ἄλλοι δέ τινες τῶν ἀρχαιοτέρων Στωϊκῶν τὸν ὀρθὸν λόγον κριτήριον ἀπολείπουσιν, ὡς ὁ Ποσειδώνιος ἐν τῷ Περὶ κριτηρίου φησί. | |
461(n) | Sext. Emp. 7,92f. (cf. F 395a) | |
1 | Θεωρητικόν τε ὄντα (sc. τὸν λόγον) τῆς τῶν ὅλων φύσεως ἔχειν τινὰ συγγένειαν πρὸς ταύτην, ἐπείπερ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον καταλαμ‐ βάνεσθαι πέφυκεν (Emped. B 109 Diels)· γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, | |
5 | αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ. καὶ ὡς τὸ μὲν φῶς, φησὶν ὁ Ποσειδώνιος τὸν Πλάτωνος Τίμαιον ἐξηγού‐ μενος, ὑπὸ τῆς φωτοειδοῦς ὄψεως καταλαμβάνεται, ἡ δὲ φωνὴ ὑπὸ τῆς ἀεροειδοῦς ἀκοῆς, οὕτω καὶ ἡ τῶν ὅλων φύσις ὑπὸ συγγενοῦς ὀφείλει | |
10 | καταλαμβάνεσθαι τοῦ λόγου. | |
462(n) | Sext. Emp. 7,116—119 | |
1 | Παλαιὰ γάρ τις, ὡς προεῖπον, ἄνωθεν παρὰ τοῖς φυσικοῖς κυλίεται δόξα περὶ τοῦ τὰ ὅμοια τῶν ὁμοίων εἶναι γνωριστικά· καὶ ταύτης ἔδοξε μὲν καὶ Δημόκριτος κεκομικέναι τὴν παραμυθίαν, ἔδοξε δὲ καὶ Πλάτων αὐτῆς ἐν τῷ Τιμαίῳ παρεψαυκέναι. ἀλλ’ ὁ μὲν Δημόκριτος (B 164 Diels) ἐπί | |
5 | τε τῶν ἐμψύχων καὶ ἀψύχων ἵστησι τὸν λόγον. καὶ γὰρ ζῷα, φησίν, ὁμογενέσι ζῴοις συναγελάζεται, ὡς περιστεραὶ περιστεραῖς καὶ γέρανοι γεράνοις, καὶ ἐπὶ τῶν ἄλλων ἀλόγων ὡσαύτως· 〈οὕτωσ〉 δὲ καὶ ἐπὶ τῶν ἀψύχων, καθάπερ ὁρᾶν πάρεστιν ἐπί τε τῶν κοσκινευομένων σπερμάτων καὶ ἐπὶ τῶν παρὰ ταῖς κυματωγαῖς ψηφίδων· ὅπου μὲν γὰρ κατὰ τὸν | |
10 | τοῦ κοσκίνου δῖνον διακριτικῶς φακοὶ μετὰ φακῶν τάσσονται καὶ κριθαὶ μετὰ κριθῶν καὶ πυροὶ μετὰ πυρῶν, ὅπου δὲ κατὰ τὴν τοῦ κύματος | |
κίνησιν αἱ μὲν ἐπιμήκεις ψηφῖδες εἰς τὸν αὐτὸν τόπον ταῖς ἐπιμήκεσιν ὠθοῦνται, αἱ δὲ περιφερεῖς ταῖς περιφερέσιν, ὡς ἂν συναγωγόν τι ἐχούσης τῶν πραγμάτων τῆς ἐν τούτοις ὁμοιότητος. ἀλλ’ ὁ μὲν Δημόκριτος οὕτως, | 380 | |
15 | Πλάτων δὲ ἐν τῷ Τιμαίῳ (45 b) πρὸς παράστασιν τοῦ ἀσώματον εἶναι τὴν ψυχὴν τῷ αὐτῷ γένει τῆς ἀποδείξεως κέχρηται. εἰ γὰρ ἡ μὲν ὅρασις, φησί, φωτὸς ἀντιλαμβανομένη εὐθύς ἐστι φωτοειδής, ἡ δὲ ἀκοὴ ἀέρα πεπληγμένον κρίνουσα, ὅπερ ἐστὶ τὴν φωνήν, εὐθὺς ἀεροειδὴς θεωρεῖται, ἡ δὲ ὄσφρησις ἀτμοὺς γνωρίζουσα πάντως ἐστὶν ἀτμοειδὴς καὶ ἡ γεῦσις | |
20 | χυλοὺς χυλοειδής, κατ’ ἀνάγκην καὶ ἡ ψυχὴ τὰς ἀσωμάτους ἰδέας λαμ‐ βάνουσα, καθάπερ τὰς ἐν ἀριθμοῖς καὶ τὰς ἐν τοῖς πέρασι τῶν σωμάτων, γίνεταί τις ἀσώματος. | |
463(n) | Proklos in Eucl. 199,3—200,6; 214,15—218,12 | |
1 | Τῶν δὲ πρὸς γεωμετρίαν ἐνστάντων οἱ μὲν πλεῖστοι πρὸς τὰς ἀρχὰς ἠπό‐ ρησαν ἀνυπόστατα τὰ μέρη δεικνύναι σπουδάσαντες—ὧν καὶ οἱ λόγοι διατεθρύληνται, τῶν μὲν καὶ πᾶσαν ἐπιστήμην ἀναιρούντων καὶ ὥσπερ πολεμίων καρποὺς ἐξ ἀλλοτρίας χώρας καὶ γονίμου τῆς φιλοσοφίας | |
5 | ἀφανιζόντων, ὥσπερ τῶν Ἐφεκτικῶν, τῶν δὲ τὰς γεωμετρικὰς μόνας ἀρχὰς ἀνατρέπειν προθεμένων, ὥσπερ τῶν Ἐπικουρείων—οἱ δὲ ἤδη καὶ ταῖς ἀρχαῖς ἐπιτρέψαντες οὐ φασὶ τὰ μετὰ τὰς ἀρχὰς ἀποδείκνυσθαι, μὴ συγχωρηθέντος αὐτοῖς καὶ ἄλλου τινός, ὃ μὴ προείληπται ἐν ταῖς ἀρχαῖς. τοῦτον γὰρ τὸν τρόπον τῆς ἀντιρρήσεως μετῆλθεν Ζήνων ὁ Σιδώ‐ | |
10 | νιος μέν, τῆς δὲ Ἐπικούρου μετασχὼν αἱρέσεως, πρὸς ὃν καὶ ὁ Ποσει‐ δώνιος ὅλον γέγραφε βιβλίον δεικνὺς σαθρὰν αὐτοῦ πᾶσαν τὴν ἐπίνοιαν. Ἀλλ’ αἱ μὲν ὑπὲρ τῶν ἀρχῶν ἀντιλογίαι μετρίως ἡμῖν διὰ τῶν ἔμπρο‐ σθεν ἠνύσθησαν, τὴν δὲ τοῦ Ζήνωνος ἐπιβολὴν μικρὸν ὕστερον ἐπι‐ σκεψόμεθα. | |
15 | Ἐπειδὴ δέ τινες πρὸς τὴν τοῦ ἰσοπλεύρου τριγώνου σύστασιν ἐνέστησαν οἰόμενοι τὴν ὅλην γεωμετρίαν διελέγχειν, βραχέα καὶ πρὸς τούτους ἀπαν‐ τήσομεν. λέγει δὴ Ζήνων ἐκεῖνος, οὗ καὶ πρότερον ἐμνήσθην, ὅτι, κἂν ταῖς ἀρχαῖς τις ἐπιτρέψῃ τῶν γεωμετρῶν, οὐκ ἂν συσταίη τὰ ἐφεξῆς, μὴ συγχωρηθέντος αὐτοῖς ὅτι δύο εὐθειῶν τὰ αὐτὰ τμήματα οὐκ ἔστιν. | |
20 | εἰ γὰρ τοῦτο μὴ δοθείη, τὸ ἰσόπλευρον οὐ δείκνυται τρίγωνον. ἔστω γάρ φησιν ἡ αβ εὐθεῖα, ἐφ’ ἧς δεῖ συστήσασθαι τὸ ἰσόπλευρον τρίγωνον. καταγεγράφθωσαν οἱ κύκλοι καὶ ἀπὸ τῆς κοινῆς αὐτῶν τομῆς ἐπεζεύχθω‐ | |
σαν αἱ γεα γεβ κοινὸν ἔχουσαι τὸ γε τμῆμα. συμβαίνει τοίνυν τὰς μὲν ἀπὸ τῆς κοινῆς τομῆς ἴσας εἶναι τῇ αβ τῇ δοθείσῃ, οὐκέτι δὲ τὰς τοῦ | 381 | |
25 | τριγώνου ἴσας, ἀλλὰ ἐλάσσονας τὰς δύο τῆς αβ. τούτου δὲ μὴ συστάντος οὐδ’ ἂν τὰ ἐφεξῆς ἔτι σύστασιν λάβοι. μήποτε οὖν, φησὶν ὁ Ζήνων, καὶ τῶν ἀρχῶν δοθεισῶν οὐχὶ ἕπεται τὰ ἑξῆς, εἰ μὴ καὶ τοῦτο προληφθείη τὸ μήτε περιφερῶν μήτε εὐθειῶν εἶναι τμήματα κοινά. Πρὸς δὴ ταῦτα ῥητέον πρῶτον μέν, ὅτι τοῦτο τρόπον τινὰ προείληπται | |
30 | ἐν ταῖς ἀρχαῖς τὸ δύο εὐθειῶν μὴ εἶναι τμῆμα κοινόν—καὶ γὰρ ὁ τῆς εὐθείας ὁρισμὸς τοῦτο εἶχεν, εἴπερ εὐθεῖά ἐστιν ἡ ἐξ ἴσου κειμένη τοῖς ἐφ’ ἑαυτῆς σημείοις. τὸ γὰρ ἴσον εἶναι τὸ διάστημα τῶν σημείων τῇ εὐθείᾳ μίαν ποιεῖ τὴν συνάπτουσαν αὐτὰ καὶ ἐλαχίστην, ὥστε, εἴ τις αὐτὴν κατὰ μέρος ἐφαρμόσαι, καὶ κατὰ λοιπὸν μέρος ἐφαρμόττειν. ἐπ’ | |
35 | ἄκρον γὰρ τεταμένη διὰ τὸ ἐλαχίστην εἶναι ὅλη ἐπὶ ὅλην πίπτειν ἀναγ‐ κασθήσεται, καὶ δὴ καὶ ὅτι ἐν τοῖς αἰτήμασι τοῦτο προδήλως εἴληπται. τὸ γὰρ καὶ πεπερασμένην εὐθεῖαν ἐπ’ εὐθείας ἐκβάλλειν δεικνύει σαφῶς, ὅτι μίαν εἶναι δεῖ τὴν ἐκβαλλομένην καὶ κατὰ μίαν κίνησιν ἐκβάλλεσθαι. εἰ δὲ δεῖ καὶ ὥσπερ λήμματος τούτου λαβεῖν ἀπόδειξιν, ἔστω, εἰ δυνατόν, | |
40 | ἡ αβ τμῆμα κοινὸν τῆς αγ καὶ τῆς αδ, καὶ κέντρῳ μὲν τῷ β, διαστήματι δὲ τῷ βα γεγράφθω κύκλος ὁ αγδ. ἐπεὶ οὖν εὐθεῖά ἐστι διὰ τοῦ κέντρου ἡ αβγ, ἡμικύκλιόν ἐστι τὸ αεγ, καὶ ἐπεὶ εὐθεῖα διὰ τοῦ κέντρου ἡ αβδ, ἡμικύκλιον τὸ αεδ. ἴσα ἄρα ἀλλήλοις τὰ αεγ αεδ ὅπερ ἀδύνατον. Πρὸς δὴ ταύτην τὴν ἀπόδειξιν ὁ Ζήνων εἴποι ἄν, ὅτι καὶ τὸ τὴν διά‐ | |
45 | μετρον δίχα τέμνειν τὸν κύκλον ἀποδέδεικται προλαβόντων ἡμῶν ὅτι οὐκ ἔστι δύο περιφερειῶν ἓν τμῆμα κοινόν. οὕτω γὰρ ἐλαμβάνομεν τὴν ἑτέραν ἐπὶ τὴν ἑτέραν ἐφαρμόττειν τῶν περιφερειῶν, ἢ μὴ ἐφαρμόττουσαν ἐκτὸς πίπτειν ἢ ἐντός. κωλύει δέ, φησίν, οὐδὲν μὴ ὅλην ἐφαρμόζειν πρὸς ὅλην, ἀλλὰ κατά τι μέρος. ἕως δ’ ἂν μὴ ἀποδεικνύηται τὸ τὴν διάμετρον δίχα | |
463(50) | τέμνειν τὸν κύκλον οὐδὲ τὸ προκείμενον δειχθήσεται. Πρὸς ταῦτα καὶ ὁ Ποσειδώνιος ὀρθῶς ἀπήντησεν ἐπισκώψας τὸν δρι‐ μὺν Ἐπικούρειον ὡς οὐ συνειδότα, κἂν κατὰ μέρος μὴ ἐφαρμόττωσιν αἱ περιφέρειαι, προχωροῦσαν τὴν ἀπόδειξιν· καθ’ ὃ γὰρ οὐκ ἐφαρμόζουσι μέρος, ἡ μὲν ἐντός, ἡ δὲ ἐκτὸς ἔσται, καὶ τὰ αὐτὰ ἄτοπα, τῆς εὐθείας ἀπὸ | |
55 | τοῦ κέντρου προβληθείσης ἐπὶ τὴν ἐκτὸς περιφέρειαν. ἔσονται γὰρ ἴσαι αἱ ἐκ τοῦ κέντρου οὖσαι, ἥ τε μείζων ἡ ἐπὶ τὴν ἐκτὸς καὶ ἡ ἐλάσσων ἡ ἐπὶ τὴν ἐντός. ἢ οὖν ὅλη πρὸς ὅλην ἐφαρμόσει καὶ ἴσαι εἰσίν, ἢ κατὰ μέρος ἐφαρμόζουσα παραλλάττει καθ’ ἕτερον, ἢ οὐδὲν μέρος αὐτῆς οὐδενὶ ἐφαρμόζει, καὶ εἰ τοῦτο, ἢ ἐκτὸς πίπτει ἢ ἐντός· πάντα δὲ ταῦτα ὡσαύτως | |
60 | διελέγχεται. Ταῦτα μὲν ὑπὲρ τούτων· ὁ δὲ Ζήνων ἑτέραν ἀπόδειξιν ἀναγράφει τοιαύ‐ την, ἣν καὶ διαβάλλειν ἐπιχειρεῖ. ἔστω γὰρ δύο εὐθειῶν τῶν αγ αδ τμῆμα κοινὸν ἡ αβ καὶ ἤχθω τῇ αγ πρὸς ὀρθὰς ἡ βε. ὀρθὴ ἄρα ἡ ὑπὸ εβγ. εἰ | |
μὲν οὖν καὶ ἡ ὑπὸ εβδ ὀρθή, ἴσαι ἔσονται, ὅπερ ἀδύνατον, εἰ δὲ μή, ἤχθω | 382 | |
65 | τῇ αδ πρὸς ὀρθὰς ἡ ζβ. ὀρθὴ ἄρα ἡ ὑπὸ ζβα· ἦν δὲ καὶ ἡ ὑπὸ εβα ὀρθή. ἴσαι ἄρα εἰσὶν ἀλλήλαις, ὅπερ ἀδύνατον. ἡ μὲν οὖν ἀπόδειξις αὕτη· δια‐ βάλλει δὲ αὐτὴν ὡς προλαμβάνουσάν τι τῶν ὕστερον, ἀπὸ τοῦ δοθέντος σημείου τῇ δοθείσῃ εὐθείᾳ 〈εὐθεῖαν〉 πρὸς ὀρθὰς ἀγαγεῖν. ὁ δὲ Ποσει‐ δώνιος οὐδαμοῦ μὲν ἐν ταῖς στοιχειώσεσιν ἀπόδειξιν τοιαύτην φέρεσθαί | |
70 | φησιν, ἀλλὰ τὸν Ζήνωνα συκοφαντεῖν τοὺς ἐφ’ ἑαυτοῦ γεωμέτρας ὡς μοχθηρᾷ ἀποδείξει χρωμένους· εἶναι δέ τινα καὶ ὑπὲρ ταύτης λόγον εἰπεῖν. ἐπεὶ γάρ ἐστί τις πάντως ἑκατέρᾳ τῶν εὐθειῶν 〈εὐθεῖα〉 πρὸς ὀρθάς—πᾶσαι γὰρ δύο εὐθεῖαι δύνανται ποιεῖν ὀρθήν. καὶ τοῦτο προειλή‐ φαμεν ὁριζόμενοι τὴν ὀρθήν. παρὰ γὰρ τὴν τοιάνδε κλίσιν μόνην ὑφιστά‐ | |
75 | νομεν τὴν ὀρθήν—ἔστω ἥδε τυχὸν ἣν ἀνεστήσαμεν. πρὸς τῷ καὶ αὐτὸν τὸν Ἐπίκουρον συγχωρεῖν καὶ τοὺς ἄλλους φιλοσόφους πολλὰ μὲν δυνατὰ πολλὰ δὲ καὶ τῆς ἀδυνάτου ὕλης ὑποτίθεσθαι τῆς τοῦ ἀκολούθου ἕνεκα θεωρίας. τοσαῦτα περὶ τοῦ ἰσοπλεύρου τριγώνου. | |
464(n) | Proklos in Eucl. 77,7—81,4 | |
1 | Πάλιν δ’ αὖ τὰ ἀπὸ τῶν ἀρχῶν εἰς προβλήματα διαιρεῖται καὶ θεωρή‐ ματα, τὰ μὲν τὰς γενέσεις περιέχοντα τῶν σχημάτων καὶ τὰς τομὰς καὶ τὰς ἀφαιρέσεις ἢ προσθέσεις καὶ ὅλως τὰ παθήματα τὰ γιγνόμενα περὶ αὐτά, τὰ δὲ καθ’ αὑτὰ συμβεβηκότα ἑκάστοις δεικνύοντα ... ἤδη δὲ τῶν | |
5 | παλαιῶν οἱ μὲν πάντα θεωρήματα καλεῖν ἠξίωσαν, ὡς οἱ περὶ Σπεύσιππον καὶ Ἀμφίνομον, ἡγούμενοι ταῖς θεωρητικαῖς ἐπιστήμαις οἰκειοτέραν εἶναι τὴν τῶν θεωρημάτων προσηγορίαν ἢ τὴν τῶν προβλημάτων, ἄλλως τε καὶ περὶ ἀϊδίων ποιουμέναις τοὺς λόγους ... οἱ δὲ ἀνάπαλιν πάντα προ‐ βλήματα λέγειν ἐδικαίουν ὡς οἱ περὶ Μέναιχμον μαθηματικοί, τὴν δὲ | |
10 | προβολὴν εἶναι διττήν· ... οἱ δὲ περὶ Ζηνόδοτον τὸν προσήκοντα μὲν τῇ Οἰνοπίδου διαδοχῇ, τῶν μαθητῶν δὲ Ἄνδρωνος, διώριζον τὸ θεώρημα τοῦ προβλήματος, ᾗ τὸ μὲν θεώρημα ζητεῖ, τί ἐστι τὸ σύμπτωμα τὸ κατηγορούμενον τῆς ἐν αὐτῷ ὕλης, τὸ δὲ πρόβλημα, τίνος ὄντος τί ἐστιν. ὅθεν καὶ οἱ περὶ τὸν Ποσειδώνιον τὸ μὲν ἀφωρίζοντο πρότασιν, καθ’ ἣν | |
15 | ζητεῖται τὸ εἰ ἔστιν ἢ μή, τὸ δὲ [πρόβλημα] πρότασιν, ἐν ᾗ ζητεῖται τί ἔστιν ἢ ποῖόν τι, καὶ τὴν μὲν θεωρητικὴν πρότασιν ἔλεγον δεῖν ἀποφαντι‐ κῶς σχηματίζειν, οἷον πᾶν τρίγωνον μείζους ἔχει τὰς δύο τῆς λοιπῆς, καὶ παντὸς ἰσοσκελοῦς αἱ πρὸς τῇ βάσει ἴσαι, τὴν δὲ προβληματικήν, ὥσπερ ζητοῦντας, εἰ ἔστιν ἐπὶ τῆσδε τῆς εὐθείας συστήσασθαι τρίγωνον. δια‐ | |
20 | φέρειν γάρ, ἢ ἁπλῶς τε καὶ ἀορίστως ζητεῖν, εἰ ἔστι πρὸς ὀρθὰς ἀπὸ τοῦδε | |
τοῦ σημείου τῇδε 〈τῇ〉 εὐθείᾳ, ἢ τίς ἐστιν ἡ πρὸς ὀρθὰς θεωρεῖν. | 383 | |
465(n) | Proklos in Eucl. 143,5—144,5 | |
1 | Ὁ μὲν οὖν Εὐκλείδης (Def. XIV) τὸ ἐσχηματισμένον σχῆμα καλῶν καὶ τὸ ἔνυλον καὶ τῷ ποσῷ συνυπάρχον περιεχόμενον εἰκότως αὐτὸ προσείρη‐ κεν, ὁ δὲ Ποσειδώνιος πέρας συγκλεῖον ἀφορίζεται τὸ σχῆμα τὸν λόγον τοῦ σχήματος χωρίζων τῆς ποσότητος καὶ αἴτιον αὐτὸν εἶναι τιθέμενος | |
5 | τοῦ ὡρίσθαι καὶ πεπεράσθαι καὶ τῆς περιοχῆς. τὸ γὰρ 〈συγ〉κλεῖον ἕτερόν ἐστι τοῦ συγκλειομένου καὶ τὸ πέρας τοῦ πεπερασμένου, καὶ δοκεῖ πως ὁ μὲν εἰς τὸν ἔξωθεν περικείμενον ὅρον ἀποβλέπειν, ὁ δὲ εἰς ὅλον τὸ ὑποκείμενον, ὥστε τὸν κύκλον ὁ μὲν ἐρεῖ καθ’ ὅλον τὸ ἐπίπεδον εἶναι σχῆμα καὶ τὴν ἔξω περιοχήν, ὁ δὲ κατὰ τὴν περιφέρειαν. ἐνδείκνυται δὲ | |
10 | ὁ μὲν ὅτι τὸ ἐσχηματισμένον ἀφορίζεται καὶ σὺν τῷ ὑποκειμένῳ θεωρού‐ μενον, ὁ δὲ ὅτι τὸν λόγον τοῦ σχήματος αὐτὸν τὸν περατοῦντα καὶ συγκλεί‐ οντα τὸ ποσὸν ἐμφανίζειν ἐθέλει. εἰ δέ τις λογικὸς ἀνὴρ καὶ κομψὸς αἰτιῷτο τὸν Εὐκλείδιον λόγον ὡς ἀπὸ τῶν εἰδῶν τὸ γένος ἀφοριζόμενον— τὸ γὰρ ὑφ’ ἑνὸς ὅρου περιεχόμενον καὶ τὸ ὑπὸ πλειόνων εἴδη τοῦ σχή‐ | |
15 | ματος—λεκτέον ἂν εἴη πρὸς αὐτόν, ὅτι κατὰ γένη τὰς δυνάμεις προείλη‐ φεν τῶν εἰδῶν ἐν ἑαυτοῖς. καὶ ὅταν ἀπὸ τῶν δυνάμεων τῶν ἐν τοῖς γένε‐ σιν ἐθέλωσιν αὐτὰ σαφῆ ποιεῖν, οἱ παλαιοὶ δοκοῦσι μὲν ἀπὸ τῶν εἰδῶν ἐπιχειρεῖν, κατὰ δὲ τὸ ἀληθὲς αὐτὰ ἀφ’ ἑαυτῶν ἀναδιδάσκουσι καὶ τῶν ἐν αὐτοῖς δυνάμεων. | |
466(n) | Proklos in Eucl. 169,10—171,4 | |
1 | Τὴν τῶν τετραπλεύρων διαίρεσιν εἰς δύο ποιεῖσθαι χρὴ τὴν πρώτην καὶ τὰ μὲν αὐτῶν παραλληλόγραμμα λέγειν, τὰ δὲ οὐ παραλληλόγραμμα, τῶν δὲ παραλληλογράμμων τὰ μὲν καὶ ὀρθογώνια καὶ ἰσόπλευρα, ὡς τὰ τετράγωνα, τὰ δὲ οὐδέτερα τούτων, ὡς τὰ ῥομβοειδῆ, τὰ δὲ ὀρθογώνια | |
5 | μέν, οὐκ ἰσόπλευρα δέ, ὡς τὰ ἑτερομήκη, τὰ δὲ ἔμπαλιν ἰσόπλευρα μέν, οὐκ ὀρθογώνια δέ, ὡς τοὺς ῥόμβους. ἢ γὰρ ἀμφότερα ἔχειν ἀναγκαῖον τὴν ἰσότητα τῶν πλευρῶν καὶ τὴν ὀρθότητα τῶν γωνιῶν, ἢ οὐδέτερον, ἢ τὸ ἕτερον, καὶ τοῦτο διχῶς, ὥστε τετραχῶς ὑφίστασθαι τὸ παραλλη‐ λόγραμμον. τῶν δὲ μὴ παραλληλογράμμων τὰ μὲν δύο μόνον ἔχει παραλ‐ | |
10 | λήλους, οὐκ ἔτι δὲ καὶ τὰς λοιπάς, τὰ δὲ οὐδ’ ὅλως ἔχει τῶν πλευρῶν τινας παραλλήλους. καὶ τὰ μὲν καλεῖται τραπέζια, τὰ δὲ τραπεζοειδῆ. τῶν δὲ τραπεζίων τὰ μὲν ἴσας ἔχει τὰς συναπτούσας παραλλήλους ταύτας, τὰ δὲ ἀνίσους. καὶ καλεῖται τὰ μὲν ἰσοσκελῆ τραπέζια, τὰ δὲ σκαληνὰ τραπέζια. τὸ ἄρα τετράπλευρον ἑπταχῶς ἡμῖν ὑποστήσεται. τὸ μὲν γάρ | |
15 | ἐστι τετράγωνον, τὸ δὲ ἑτερόμηκες, τὸ δὲ ῥόμβος, τὸ δὲ ῥομβοειδές, τὸ δὲ τραπέζιον ἰσοσκελές, τὸ δὲ σκαληνὸν τραπέζιον, τὸ δὲ τραπεζοειδές. Ἀλλ’ ὁ μὲν Ποσειδώνιος τελείαν εἰς ταῦτα πεποίηται τὴν τῶν τετρα‐ πλεύρων εὐθυγράμμων τομὴν ἑπτὰ καὶ τούτων τὰ εἴδη θέμενος, ὥσπερ | |
δὴ καὶ τῶν τριγώνων (S. 168, 3—25), ὁ δὲ Εὐκλείδης (Def. 1,23) εἰς | 384 | |
20 | μὲν παραλληλόγραμμα καὶ μὴ παραλληλόγραμμα διαιρεῖν οὐκ ἠδύνατο μήτε περὶ τῶν παραλλήλων εἰπών, μήτε περὶ αὐτοῦ τοῦ παραλληλο‐ γράμμου διδάξας ἡμᾶς. | |
467(n) | Proklos in Eucl. 176,5—17 | |
1 | Καὶ ὁ μὲν Εὐκλείδης τοῦτον ὁρίζεται τὸν τρόπον τὰς παραλλήλους εὐ‐ θείας, ὁ δὲ Ποσειδώνιος, παράλληλοι, φησίν, εἰσὶν αἱ μήτε συννεύουσαι μήτε ἀπονεύουσαι ἐν ἑνὶ ἐπιπέδῳ, ἀλλ’ ἴσας ἔχουσαι πάσας τὰς καθέτους τὰς ἀγομένας ἀπὸ τῶν τῆς ἑτέρας σημείων ἐπὶ τὴν λοιπήν. ὅσαι δ’ ἂν | |
5 | ἐλάττους ἀεὶ ποιῶσι τὰς καθέτους συννεύουσιν ἀλλήλαις· ἡ γὰρ κάθετος τά τε ὕψη τῶν χωρίων καὶ τὰ διαστήματα τῶν γραμμῶν ὁρίζειν δύναται. διόπερ ἴσων μὲν τῶν καθέτων οὐσῶν ἴσα τὰ διαστήματα τῶν εὐθειῶν, μειζόνων δὲ καὶ ἐλαττόνων γινομένων καὶ ἡ ἀπόστασις ἐλασσοῦται καὶ συννεύουσιν ἀλλήλαις, ἐφ’ ἃ μέρη εἰσὶν αἱ κάθετοι ἐλάσσονες. | |
468a(n) | Aelianus Tacticus 1,2 | |
1 | Ὁ δὲ Στωικὸς Ποσειδώνιος καὶ τέχνην τακτικὴν ἔγραψεν, ἄλλοι τε πλείονες. | |
468b(n) | Arrian de tact. 1,1 | |
1 | Ποσειδώνιος δὲ ὁ Ῥόδιος καὶ τέχνην τινὰ τακτικὴν συγγράψας κατέλι‐ πεν. ἔστι δὲ ξύμπαντα ταῦτα τὰ συγγράμματα ἐκείνῃ μάλιστα οὐκ ὠφέ‐ λιμα, ὅτι ὡς πρὸς εἰδότας συγγέγραπται. | |
469(n1) | Auctor incertus, Sylloge tacticorum 3,3 | |
n2 | (ed. A. Dain, Paris 1938) = Ed. —Kidd fr. 203 | |
1 | Ὁ παρασάγγης Περσικόν ἐστι μέτρον· οὐ παρὰ πᾶσι δὲ τὸ αὐτὸ δέχεται μέτρον, ἀλλὰ παρὰ μὲν τοῖς πλείστοις τεσσαρακονταστάδιός ἐστι, παρὰ δὲ Ξενοφῶντι (anab. 5,5,4) τριακονταστάδιος, παρ’ ἄλλοις δὲ καὶ ἑξη‐ κονταστάδιος, καὶ ἔτι πολλῷ πλέον ἐν ἄλλοις, καθ’ ἅ φησι Στράβων, | |
5 | προφέρων μάρτυρα τοῦ λόγου τὸν πολυμαθῆ Ποσειδώνιον. | 385 |
471(n) | Athenaeus XIV 635cd und 634c | |
1 | Διαποροῦσι δ’ ἔνιοι ὅπως τῆς μαγάδιδος 〈οὔπω〉 οὔσης κατὰ Ἀνακρέοντα (ὀψὲ γάρ ποτε τὰ πολύχορδα ὀφθῆναι) μνημονεύων αὐτῆς ὁ Ἀνακρέων λέγει (Poetae melici Graeci 374 Page)· ψάλλω δ’ εἴκοσι χορδαῖς’ [μάγαδιν ἔχων], | |
5 | ὦ Λεύκασπι, σὺ δ’ ἡβᾷς. καὶ ὁ μὲν Ποσειδώνιός φησιν τριῶν μελῳδιῶν αὐτὸν μνημονεύειν, Φρυ‐ γίου τε 〈καὶ Δωρίου〉 καὶ Λυδίου· ταύταις γὰρ μόναις τὸν Ἀνακρέοντα κεχρῆσθαι· ὧν ζ χορδαῖς ἑκάστης περαινομένης εἰκότως φάναι ψάλλειν αὐτὸν κ χορδαῖς, τῷ ἀρτίῳ χρησάμενον ἀριθμῷ τὴν μίαν ἀφελόντα. | |
10 | ἀγνοεῖ δ’ ὁ Ποσειδώνιος ὅτι ἀρχαῖόν ἐστιν ὄργανον ἡ μάγαδις, σαφῶς Πινδάρου λέγοντος τὸν Τέρπανδρον ἀντίφθογγον εὑρεῖν τῇ παρὰ Λυδοῖς | |
πηκτίδι τὸν βάρβιτον. | 386 |