TLG 1016 001 :: OSTANES Magus :: Ὀστάνου φιλοσόφου πρὸς Πετάσιον περὶ τῆς ἱερᾶς ταύτης καὶ θείας τέχνης (e cod. Venet. Marc. 299, fol. 66r)

OSTANES Magus Alchem., vel Pseudo–Ostanes
(A.D. 1–2)

Ὀστάνου φιλοσόφου πρὸς Πετάσιον περὶ τῆς ἱερᾶς ταύτης καὶ θείας τέχνης (e cod. Venet. Marc. 299, fol. 66r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 261–262.

Citation: Volume — page — (line)

2

.

261

(9t)

ὈΣΤΑΝΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΡΟΣ ΠΕΤΑΣΙΟΝ ΠΕΡΙ
10tΤΗΣ ΙΕΡΑΣ ΤΑΥΤΗΣ ΚΑΙ ΘΕΙΑΣ ΤΕΧΝΗΣ
11 Τῆς φύσεως τὸ ἄτρεπτον ἐν μικρῷ ὕδατι τέρπεται· αἱ κράσεις γὰρ αὐτὸ τέρπουσιν τῆς ὑφεστώσης ὑποστάσεως· διὰ γὰρ τοῦ ἐρασ‐ μίου καὶ θείου ὕδατος τούτου πᾶν νόσημα θεραπεύεται. Ὀφθαλμοὶ βλέπουσι τυφλῶν, ὦτα ἀκούουσι κωφῶν, μογιλάλοι τρανῶς λαλοῦσιν.
15 Ἔστι δὲ εἰκότως ἡ σκευὴ τοῦ θείου ὕδατος τοιαύτη. Λαβὼν ὠὰ δρυίνου ὄφεως ἐν αὐγούστῳ μηνὶ ἐν ὄρεσι διατρίβοντος Ὀλυμπίου
ἢ Λιβάνου ἢ Ταύρου, προσφάτων ὄντων, ἔκχεον ἐν ὑελίνῳ261

2

.

262

ἀγγείῳ λίτραν μίαν· ἐπιβαλὼν ἐν αὐτῷ ὕδατι θείῳ, ἤγουν θερ‐ μοῦ, ἀνάγαγε ἐν οὐρανίᾳ θεῖον ἄπυρον τετρακὶς, ἄχρις αὐτοῦ πορφυρό‐ χροος γένηται ἡ ἀνάλειψις τοῦ ἐλαίου. Λαβὼν ἀμιάντου 𐆄 ιγʹ, αἵματος κογχύλης 𐆄 θʹ, ὠὰ χρυσοπτέρων ἱεράκων 𐆄 εʹ, εὑρισκομένων πλησίον
5τῶν κέδρων τοῦ Λιβάνου ἐν τῷ ὄρει· ταῦτα λειοτριβήσας τὰ εἴδη ἐν θυείᾳ λιθίνῃ τὴν ἀμίαντον καὶ τὴν κογχύλην καὶ τὰ ὠὰ, ἕως ἂν ἑνωθῶσιν ὁμοῦ πάντα· καὶ μετὰ ταῦτα ἐν ὑελίνῳ ἄμβικι ἐξωράϊσον ἑπτάκις, καὶ ἀπόθες. Ἀνάγαγε τὸ πρῶτον σύνθεμα μετὰ τοῦ δευτέ‐ ρου, καὶ λείου ἐν τρισὶν ἡμέραις· καὶ μετὰ τὴν τελείωσιν, ἐπίβαλλε
10ἐν ὑελίνῳ 〈ἀγγείῳ〉 πάντα ὁμοῦ λειωθέντα· καὶ θάψον ἐν ὕδατι θαλασσίῳ ἡμέραν αʹ· καὶ ἐτελέσθη τὸ θεῖον ὕδωρ. Τοῦτο τὸ ὕδωρ τὰ νεκρὰ ἀνιστᾷ καὶ τὰ ζῶντα νεκροῖ, τὰ σκοτεινὰ φωτίζει καὶ τὰ φωτεινὰ σκοτίζει, ὕδωρ θαλάσσιον δράσσεται, καὶ τὸ πῦρ ἀπολύει· καὶ ταῦτα διὰ μικρᾶς σταγόνος τὰ μολιβδοειδῆ χρυ‐
15σοειδῆ ἐργάζεται, συνεργοῦντος τοῦ τῇ ἀοράτῳ καὶ παντοδυνάμῳ δυνάμει καὶ σοφίᾳ χρησαμένου, καὶ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι τὰ σύμπαντα καὶ ἀχθῆναι καὶ γενέσθαι καὶ μορφοῦσθαι κελεύσαντος· ᾧ καὶ κράτος νέμειν δεῖ αὐτῷ τῷ μόνῳ, καὶ καθολικῷ καὶ ἀληθινῷ Θεῷ, σὺν τῷ ζωαρχικῷ τῆς ἡμετέρας ζωῆς καὶ σωτηρίας Χριστῷ Ἰησοῦ, σὺν τῷ
20νοερῷ καὶ ἡγεμονικῷ Θείῳ Πνεύματι, δόξα, μεγαλοπρέπεια εἰς τοὺς
ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.262