TLG 1004 003 :: THESSALUS :: De virtutibus herbarum (e cod. Monac. 542) THESSALUS Astrol.
Med. De virtutibus herbarum (e cod. Monac. 542) Citation: Book — chapter — section — (line) | ||
1.1t | 〈Α〉ἱ βοτάναι τῶν ιβʹ ζῳδίων ἐκδοθεῖσαι παρὰ Ἑρμοῦ 〈Κριοῦ βοτάνη ἐλελίσφακοσ〉 | |
1.1.1 | Σύλλεγε ἀπὸ Φαμενὼθ ⸤δευτέρας καὶ εἰκάδοσ⸥, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιεʹ Καλανδῶν Ἀπριλλίου· Κριοῦ ἐστιν βοτάνη ἐλελίσφακον. | |
1.1.2 | αὕτη δυνάμεις ἔχει πλείστας. ποιεῖ γὰρ πρός τε αἵματος ἀναγωγὴν ⸤καὶ⸥ φθισικοὺς καὶ σπληνι‐ κοὺς καὶ ὑστερικὰς διαθέσεις. | |
1.1.3 | πρὸς ⸤μὲν⸥ οὖν αἵματος ἀναγωγὴν εἰς τρεῖς κυάθους τοῦ χυλοῦ βάλλεται μέλιτος Ἀτ‐ τικοῦ οὐγγία αʹ καὶ νήστῃ δίδοται πίνειν καὶ εὐθέως ἵστα‐ ται ἡ φορὰ τοῦ αἵματος. | |
1.1.4 | τοῖς δὲ φθισικοῖς σκευάζεται καταπότιον· κρόκου κωρυκίου δρ. αʹ, ναρδοστάχυος δρ. βʹ, | |
τοῦ σπέρματος τοῦ ἐλελισφάκου πεφρυγμένου καὶ σεσημένου ⸤δρ. γʹ⸥, πεπέρεως μακροῦ δρ. βʹ. ἀναλάμβανε τῷ χυλῷ καὶ | 69 | |
5 | ποίει καταπότια ἡμίδραχμα καὶ δίδου γʹ νήστει πρωὶ καὶ γʹ εἰς κοίτην. κατὰ πρωὶ δὲ ἐπιρροφείτω ὕδατος καθαροῦ κυά‐ θους βʹ. | |
---|---|---|
1.1.5 | τοῖς δὲ σπληνικοῖς γίνεται καταπότιον οὕτω· καππάρεως ⸤τῆσ⸥ ῥίζης κεκομμένης καὶ σεσημένης δρ. βʹ, κισσοῦ μέλανος τοῦ καρποῦ δρ. θʹ, μύρτων λευκῶν δρ. δʹ, σμύρνης δρ. θʹ. λεῖα ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει | |
5 | καταπότια καὶ δίδου {τῷ} πρωὶ αʹ καὶ εἰς κοίτην αʹ ἢ καὶ βʹ. ἐχέτω δὲ τὸ καταπότιον δρ. αʹ. | |
1.1.6 | πρὸς ⸤δὲ τὰσ⸥ ὑστε‐ ρικὰς {δὲ} διαθέσεις, οἷον πρὸς ὑστέρας σκληρίας καὶ ῥευ‐ ματισμοὺς καὶ τὰς ἐπιμόνους ἀρρωστήσεις, σκευάζεται ἄκοπον | |
οὕτως· κηροῦ τυρρηνικοῦ δρ. δʹ, μυελοῦ ἐλαφείου δρ. ηʹ, | 74 | |
5 | ῥόδων ξηρῶν κεκομμένων καὶ σεσημένων δρ. δʹ, στέατος χη‐ νείου δρ. ϛʹ, ⸤τοῦ⸥ χυλοῦ τῆς βοτάνης κυάθους δʹ. τὰ τηκτὰ ἐνίεται καὶ ἐμβάλλεται τὰ ξηρά· τὸν χυλὸν ἕψε, ἕως ἀποτε‐ ταρτωθῇ, εἶτ’ ἀπόθου εἰς ἄγγος κασσιτέρινον· χρῶ δὲ ἐπὶ τῶν χρειῶν· ἐὰν δὲ χαλεπὴ ⸤λίαν⸥ ἡ διάθεσις, ἕψησον τὴν | |
10 | βοτάνην σὺν ταῖς ῥίζαις καὶ ἐγκαθίσματι χρῶ. | |
1.1.7 | γίνεται δὲ ἐνεργέστερον μάλαγμα πρὸς νεφριτικοὺς καὶ ἰσχιαδικούς· κηροῦ δρ. ηʹ, Ἀμμωνιακοῦ δρ. ιϛʹ, καλαμίνθης δρ. θʹ, κεδρίας δρ. ιηʹ, στέατος ταυρείου δρ. ιδʹ, τῆς ῥίζης κε‐ | |
5 | κομμένης καὶ σεσημένης δρ. λβʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀνα‐ | |
λαμβάνων χρῶ. | 79 | |
1.2t | 〈Ταύρου βοτάνη περιστερεὼν ὀρθόσ〉 | |
1.2.1 | Σύναγε τοῦτο ἀπὸ ⸤τῆς πρὸ⸥ ιδʹ ⸤καλανδῶν⸥ τοῦ Μαίου· 〈Τ〉αύρου βοτάνη, περιστερεὼν ὀρθός. | |
1.2.2 | καὶ ταύτης ⸤αἱ⸥ ἐνέργειαί εἰσιν μηδὲ πιστεύεσθαι δυνάμεναι. τὰς γὰρ ἀπηλπισμένας ὀφθαλμικὰς διαθέσεις ἀπο‐ λύει ἐπὶ τῇ ποιότητι τῆς σκευασίας. | |
1.2.3 | πρὸς μὲν οὖν ὀφ‐ θαλμίας καὶ οἰδήματα καὶ ἐμφυσήματα καὶ πᾶσαν ἐπιφορὰν τούτῳ χρῶ ⸤κολλουρίῳ⸥· 〈 ...... 〉 | |
1.2.4 | πρὸς δὲ πᾶν ῥεῦμα ἄφεψε τὴν βοτάνην σὺν ταῖς ῥίζαις καὶ χρῶ προσκλύσματι. παραχρῆμα γὰρ ἵστησι. | |
1.2.5 | πρὸς δὲ τὰς γλαυκώσεις καὶ συκώ‐ σεις καὶ ὑποχύσεις καὶ τὰς ἀπεγνωσμένας διαθέσεις ὑγρὰ{ς} σκευάζεται οὕτως· ὀποπάνακος δρ. ηʹ, μέλιτος Ἀττικοῦ δρ. βʹ, ⸤πεπέρεως λευκοῦ δρ. βʹ, ὀποβαλσάμου δρ. βʹ⸥, τῆς ῥί‐ | 84 |
5 | ζης τοῦ περιστερεῶνος κεκομμένης καὶ σεσημένης δρ. ϛʹ, χο‐ λῆς ὑαίνης ἢ αἰγείας δρ. ϛʹ, τοῦ χυλοῦ κυάθους βʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. αὕτη ἡ δύναμις τὰς μὲν προγε‐ γραμμένας διαθέσεις ἐν τρισὶν ἡμέραις ἀπαλλάττει, τὰ δὲ πτερύγια καὶ λευκώματα καὶ χαλάζια καὶ τὰ τούτοις ὅμοια ἐν | |
10 | μιᾷ ἡμέρᾳ {ἀπαλλάττει}. | |
1.2.6 | οὐκ ἔστι δὲ εὐχέρεια μετ’ εὐ‐ λογίας ἔπαινον λέγειν ἑκάστης δυνάμεως· δείξει γὰρ ἡ πεῖρα | |
τὴν ἐνέργειαν. | 89 | |
1.3t | 〈Διδύμων βοτάνη περιστερεὼν ὕπτιοσ〉 | |
1.3.1 | Σύναγε ταύτην ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουνίων· 〈β〉οτάνη τῶν Διδύμων περιστερεὼν ὕπτιος. | |
1.3.2 | Τούτου ὁμοίως ὁ χυλὸς λαμβάνεται καὶ σκευάζεται φάρμακον ἐνεργέστατον πρὸς κονδυλώματα καὶ καρκινώματα καὶ τὰς λεγομένας συκώσεις. σκευάζεται δὲ οὕτως· κρόκου δρ. βʹ, ῥόδων ξηρῶν δρ. ηʹ, μελιλώτων ποντικῶν δρ. ιβʹ, στυπτηρίας | |
5 | σχιστῆς δρ. ηʹ. ταῦτα λειοποιήσας σμίγε τοῦ χυλοῦ τῆς βο‐ τάνης δρ. δʹ καὶ ἕψε ἐν χύτρᾳ καινῇ, ἕως ἂν γένηται μέλι‐ τος πάχος, καὶ χρῶ· θεραπεύει δὲ καὶ τὰ ἐν στόματι καὶ | |
παρισθμίοις καὶ τὰ ἐν σώματι πάντα κακόχυμα αἴτια. | 94 | |
1.4t | 〈Καρκίνου βοτάνη σύμφυτον〉 | |
1.4.2 | Σύναγε ταύτην ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουλίου· 〈β〉οτάνη Καρκίνου τὸ σύμφυτον. | |
1.4.3 | Ταύτης {γὰρ} ἡ ῥίζα καὶ ὁ {καρπὸς} χυλὸς πολλὰς ἐν‐ εργείας ἔχει. ἐκ μὲν οὖν τῆς ῥίζης ἔμπλαστρον σκευάζεται, ὅπερ τραύματα καὶ διακοπέντα ⸤νεῦρα⸥ κολλᾷ. ⸤σκευάζεται δὲ οὕτως·⸥ {ἤγουν} κηροῦ δρ. ηʹ, μυελοῦ ἐλαφείου δρ. ιβʹ, | |
5 | μάννης Λιβάνου δρ. καʹ, ῥητίνης ὑγρᾶς δρ. κδʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. λβʹ, ἐλαίου ῥοδίνου δρ. κδʹ, μέλιτος Ἀττικοῦ δρ. ϛʹ, 〈κρόκου δρ. βʹ〉 —παρ’ ἐνίοις μέ‐ | |
λι οὐκ ἔστιν οὐδὲ κρόκος ἐγκείμενος— {κρόκου δρ. βʹ}. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. | 99 | |
1.4.4 | πρὸς δὲ τὰ ἐν θώρακι ῥήγματα ἀρτηριῶν καὶ φλεβῶν καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς σκευάζεται {δὲ} διὰ τοῦ χυλοῦ τροχίσκος τὸν τρόπον τοῦτον· σελίνου σπέρματος δρ. ϛʹ, ⸤ἀνήσσου δρ. δʹ⸥ —παρ’ ἐνίοις | |
5 | ⸤δ’⸥ ⸤ἀντὶ ἀνήσσου⸥ ἀνήθου {δρ. δʹ} —, κρόκου δρ. δʹ, ἀκό‐ ρου δρ. γʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. ιγʹ. ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει τροχίσκους ἄγοντας ⸤ἀνὰ⸥ δρ. αʹ καὶ δίδου ⸤νήστῃ⸥ ἕνα· στήσει δὲ καὶ καταμήνια γυναι‐ κός, ὅταν παρὰ φύσιν φέρηται. | |
1.4.5 | πρὸς δὲ τὰ ῥήγματα ἐν ὀφθαλμοῖς τῶν χιτώνων γινόμενα καὶ τὰς διαβρώσεις γίνεται διὰ χυλοῦ κολλύριον· ψιμυθίου δρ. ηʹ, κρόκου δρ. ϛʹ, νάρ‐ δου Ἰνδικῆς δρ. αʹ, μελιλώτων δρ. ιβʹ, κόμμεως δρ. ιʹ, | |
5 | παρ’ ἐνίοις γʹ. τῷ χυλῷ ἀναλάμβανε καὶ ποιήσας κολλύριον | |
χρῶ. | 104 | |
1.5t | 〈Λέοντος βοτάνη κυκλάμινοσ〉 | |
1.5.1 | Σύναξον ἀπὸ τῆς πρὸ ιʹ 〈καλανδῶν〉 τοῦ Αὐγούστου {καὶ εἰς τὰς ιεʹ}· Λέοντος βοτάνη κυκλάμινος. | |
1.5.2 | ταύτης τὸ μὲν φύλλον ἄχρηστόν ἐστιν, ἡ δὲ ῥίζα θαυ‐ μασιωτάτη καὶ καθυγροτάτη, ὥστε τὸν χυλὸν ἐξ αὐτῆς λαμβά‐ νεσθαι. ἐὰν οὖν εἰς τὸν χυλὸν βάλῃς ἴσον ⸤ἴσῳ μέλιτοσ⸥ καὶ ἐνιῇς {μέλιτι} εἰς τὰς ῥῖνας, τὰς ἐκ τῆς κεφαλῆς καὶ τοῦ | |
5 | θώρακος φλεγμονὰς παύει. | |
1.5.3 | κατακοπτομένη δὲ καὶ μέλιτι {καὶ μέλιτι} καὶ λυκίῳ ἀναλαμβανομένη τάχιστα θεραπεύει τὰ ἐν τοῖς αἰδοίοις καὶ μυκτῆρσιν ἕλκη, ὁμοίως καὶ τὰ {ἐν} ἐν τῷ στόματι· στερεοῖ δὲ καὶ τοὺς κινουμένους ὀδόντας. ἐὰν | |
5 | δὲ καὶ καταμήνια γυναικῶν θέλῃς καταγαγεῖν, εἰς ἔριον βάλε | |
ἐκ τοῦ φαρμάκου καὶ δίδου ἀποθέσθαι καὶ παραχρῆμα ἐνεργεῖ. | 108 | |
1.5.4 | ποιεῖ δὲ καὶ πρὸς τὰς σωματικὰς διαθέσεις· ἔμπλαστρον δὲ διὰ τῆς ῥίζης σκευάζεται οὕτως· κηροῦ δρ. ιβʹ, ῥητίνης ὑγρᾶς δρ. ϛʹ, λιθαργύρου δρ. θʹ, τῆς ῥίζης σεσημένης δρ. λʹ, ἐλαίου παλαιοῦ δρ. κδʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβά‐ | |
5 | νων χρῶ. | |
1.5.5 | αὕτη ἡ δύναμις χοιράδας καὶ ἀποστήματα, {καὶ} πελιώματά ⸤τε καὶ⸥ στεατώματα, ἀθερώματα ⸤καὶ⸥ δοθ〈ι〉ῆνας καὶ πάντα τὰ τυλώδη σκληρώματα διαφορεῖ ⸤καὶ⸥ ἔμπυα ἔχοντα ῥήσσει. ὅταν δὲ {ἐν} ῥήξῃ, χρῶ τῇ ἐπάνω δυνάμει τῇ διὰ τοῦ | |
5 | λυκίου καὶ τοῦ μέλιτος· αὕτη γὰρ ἀνακαθαίρει καὶ κατουλοῖ. | |
1.5.6 | {πίνεται τὸ ἀφεψημένον τῆς ῥίζης τῆς βοτάνης τοῦ Λέον‐ τος μετ’ οἴνου εἰς τὰ θανάσιμα· καὶ μάλιστα πρὸς θαλασσίων | |
καὶ ἑρπετῶν καταπλασσομένη ἔστιν ἀντιφάρμακον.} | 112 | |
1.6t | 〈Παρθένου βοτάνη καλαμίνθη〉 | |
1.6.1 | Σύναξον ταύτην ἀπὸ τῆς πρὸ ιαʹ 〈καλανδῶν〉 τοῦ Σεπ‐ τε〈μ〉βρίου. | |
1.6.2 | 〈Π〉αρθένου βοτάνη καλαμίνθη, δυνάμεις ἔχουσα λίαν θαυμάζεσθαι δυναμένας· σκευάζεται δὲ φάρμακον τοιοῦτον· λαβὼν ψιμυθίου ὅσον θέλεις, εἶτα ῥοδίνου, καὶ τῷ χυλῷ τῆς βοτάνης ἀναλαμβάνων, ὡς γενέσθαι γλοιοῦ {τὸ} πάχος, ἐπί‐ | |
5 | χριε τὰ πυρίκαυστα καὶ θεραπεύει· τὸ δὲ παράδοξόν ἐστι τοιοῦτον, ὅτι οὐλὴ οὐ φαίνεται καὶ τριχοφυεῖ· ἀπαλλάσσει δὲ ἐν τάχει καὶ τὰ ἐρυσιπέλατα. | |
1.6.3 | κἂν 〈τὸν χυλὸν〉 ἴσον | |
ἴσῳ μίξῃς μετὰ ῥοδίνου καὶ συγχρίσῃς πυρέσσοντας, ἀπαλλά‐ ξεις τοῦ πάθους. ἐὰν δὲ καὶ Κιμωλίας καὶ ἀλόης 〈καὶ τοῦ χυλοῦ〉 ἴσα ἴσοις ἀναλαβὼν ποιήσῃς γλοιοῦ πάχος καὶ κεφαλαλ‐ | 116 | |
5 | γοῦντας τὸ μέτωπον καὶ τοὺς κροτάφους χρίσῃς, παύσεις πα‐ | |
ραχρῆμα τὴν ὀδύνην. | 120 | |
1.7t | 〈Ζυγοῦ βοτάνη σκορπίουρον〉 | |
1.7.1 | Σύναξον ταύτην ἀπὸ τῆς πρὸ ιγʹ 〈καλανδῶν〉 τοῦ Ὀκ‐ τωβρίου· 〈Ζ〉υγοῦ βοτάνη σκορπίουρον. | |
1.7.2 | Ἔστι δὲ ταύτης δύο εἴδη· καὶ ἐκ μὲν τῶν φύλλων δι‐ άγνωσιν οὐκ ἔχει· φέρει δὲ καρπόν, ἡ μὲν κυάμου παρόμοιον, ἡ δὲ σταφυλῆς μελαίνης· τὰς μέντοι δυνάμεις ἔχουσι διαφό‐ ρους· † χυλήσωμεν τὰς τῆς κυανωτέρας καὶ | |
1.7.3 | λαμβάνεται αὐ‐ τῆς ὁ χυλὸς τοῦ τε καρποῦ καὶ τῶν φύλλων καὶ σκευάζεται κα‐ ταπότιον ὑδρωπικοῖς· κνίκου τοῦ καρποῦ δρ. δʹ, ἀλόης δρ. ηʹ, | |
κόκκου κνιδίου δρ. βʹ, σκαμμωνίας δρ. αʹ. ἀναλάμβανε τῷ χυ‐ | 124 | |
5 | λῷ καὶ ποίει {τὰ} καταπότια ἄγοντα ⸤ἀνὰ⸥ δρ. αʹ καὶ δίδου νήστῃ, τοῖς μὲν ἀρχὴν ἔχουσιν {δρ.} αʹ, τοῖς δὲ διωγκωμέ‐ νοις λίαν {δρ.} βʹ. | |
1.7.4 | ἐκ δὲ τοῦ χυλοῦ τοῦ καρποῦ σκευά‐ ζεται πρὸς ἐλεφαντιῶντας 〈φάρμακον〉 τὸν τρόπον τοῦτον· κολοφωνίας δρ. δʹ, ὀποῦ μήκωνος δρ. ηʹ, μύρτων μελάνων δρ. ιδʹ, στάχυος δρ. ηʹ, ἴρεως Ἰλλυρικῆς κεκομμένης καὶ σεση‐ | |
5 | μένης δρ. ιβʹ· ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει τροχίσκους καὶ δίδου τοῖς μὲν ἀρχομένοις {καὶ δίδου τοῖς μὲν ἀρχομένοις} ἀνὰ ἕνα, τοῖς δὲ ἐπικινδύνως διακειμένοις ἐπὶ βʹ. | |
1.7.5 | εἰ δέ τις θέλει ἐρρωμένως διακαρθῆναι ἔχων πλατείας ἕλμινθας ἢ ἀσκάριδας ἢ ἄλλα τινά, δίδου τὸ ἥμισυ τοῦ προγεγραμμένου τροχίσκου καὶ καθαίρει ἀκινδύνως. | |
1.7.6 | ἐκ δὲ τῆς ῥίζης σκευάζεται μάλαγμα πρὸς ὑδρωπικοὺς καὶ σπληνικοὺς καὶ πάν‐ τα τὰ ἐντὸς πάθη γινόμενα. ὀρόβων ἀληλεσμένων καὶ σεσημέ‐ νων δρ. γʹ, κηροῦ δρ. λʹ, 〈ῥητίνησ〉 τερεβινθίνης δρ. ιβʹ, | 128 |
5 | κεδρίας δρ. κʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. λʹ. | |
τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. | 132 | |
1.8.1 | Μήν † Νοέμβριος· αἱ δυνάμεις τῆς ὀρθῆς περιστερᾶς πολλαὶ καὶ θαυμασταί εἰσιν καὶ διὰ τοῦτο καὶ δυσπισταί εἰ‐ σιν· ἐγὼ δὲ ταύτης τῆς περιστερᾶς, ἣν καὶ ἱερὰν βοτάνην 〈καλοῦσι〉, πεπείραμαι ὡς δοκιμωτάτην οὖσαν παντὸς πάθους | |
5 | τῆς κεφαλῆς καὶ τοῦ τραχήλου καὶ ἑτέρου πάθους· σύναξον δὲ ταύτην τρίτον τὸν χρόνον † εἰς τὰς ιδʹ τοῦ Μαίου καὶ † εἰς τὰς ιʹ τοῦ Νοεμβρίου καὶ ὄντος τοῦ ἡλίου ἐν Κριῷ· ἔστι δὲ ἡ ὀρθὴ περιστερὰ τοῦ Κριοῦ 〈καὶ τοῦ Ταύρου〉· ἔστι δὲ καὶ τοῦ Σκορπίου. | |
1.8.2 | ταύτης ὁ χυλὸς λαμβανόμενος ἐν πανσελή‐ νῳ ἐν Κριῷ ὄντος τοῦ ἡλίου μεγίστας ἐνεργείας ἔχει· ὠφελεῖ τριταίζοντας καὶ τεταρταίζοντας ἴσον ἴσῳ μετὰ ῥοδίνου ἀλειφόμενον· | |
1.8.3 | σκευάζεται ⸤δὲ καὶ⸥ δι’ αὐτῆς πρὸς τοὺς σεληνιαζομένους ⸤τοιόνδε⸥· ὑοσκυάμου δρ. ϛʹ, ἴρεως Ἰλλυ‐ | |
ρικῆς δρ. ιδʹ, κολοφωνίας δρ. θʹ, λαθυρίδος δρ. ϛʹ. λεῖα ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ πλάσας 〈τροχίσκουσ〉 ⸤ἀνὰ⸥ | 136 | |
5 | δρ. αʹ καὶ ἐνιεὶς ἐν κυάθῳ {μετὰ} γάλακτος ὀνείου ἔκβλυζε καὶ σύγχριε καθὼς καὶ τοὺς τεταρταίζοντας. | |
1.8.4 | γίνεται δὲ καὶ | |
1.8.5 | μάλαγμα διὰ τῆς ῥίζης πρὸς ἀναισθησίας νεύρων καὶ ἄρθρων ἐπαναλύσεις· κηροῦ δρ. κʹ, ῥητίνης {καὶ} τερεβινθί‐ νης δρ. ϛʹ, ξυλοβαλσάμου δρ. ζʹ, Ἀμμωνιακοῦ δρ. ηʹ, χαλ‐ βάνης δρ. θʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. ιʹ, | |
5 | κεδρίας δρ. ιʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. | 141 |
1.8.7 | αὕτη καὶ τὰ φύλλα ποιοῦσι πρὸς ἑρπετά. ἑψηθεῖσα ὅλη σὺν οἴνῳ ἐσχάρας τὰς ἐν παρισθμίοις παραρρίπτει καὶ 〈πρὸσ〉 νομὰς τὰς ἐν στόματι ἀναγαργαριζόμενος ὁ χυλὸς μετὰ ὑσσώ‐ που καὶ ἑψήματος ὠφελεῖ. λέγεται δὲ ῥαινόμενόν τε συμποσί‐ | |
5 | οις τὸ ἀπόβρεγμα εὐδιαγωγοτέρους {ἱστορεῖται} ποιεῖν· δίδο‐ ται δὲ τριταίζουσι πίνειν τὸ τρίτον γόνυ, τεταρταίζουσι δὲ τὸ τέταρτον γόνυ. κρεμαμένη εἰς οἶκον εὐθετεῖ. καὶ ἐν ἐρ‐ γαστηρίῳ κειμένη εὐπραγίαν παρέχει· καθὼς καὶ ἡ ἀρτεμισία τὰ αὐτὰ ὠφελεῖ. καλεῖται δὲ ἱερὰ βοτάνη διὰ τὸ εὐχρηστεῖν | |
10 | εἰς πολλὰ καὶ εὐθετεῖν πρὸς πάντα παραδόξως, χοιράδας, παρωτίδας, φύματα τραχήλου, βουβῶνας καταπλασσομένη· θερα‐ πεύει τὰς αἱμορροίδας ὁ χυλὸς αὐτῆς, μετὰ νίτρου καὶ μέλι‐ | |
τος προσκλυζόμενος, καὶ ἕτερα πολλά. | 146 | |
1.9t | 〈Τοξότου βοτάνη ἀναγαλλίσ〉 | |
1.9.1 | Σύναξε ταύτην ἀπὸ τῆς πρὸ ιεʹ 〈καλανδῶν〉 τοῦ Δεκεμ‐ βρίου· 〈Τ〉οξότου βοτάνη {ἡ} ἀναγαλλίς. | |
1.9.2 | Ταύτης δύο ἐστὶν εἴδη, πυρρὸν καὶ κυανόν, ἔχει δὲ μόνην τὴν ἐκ τῶν φύλλων εὐχρηστίαν. λαμβανόμενος ὁ χυλὸς τῆς κυανωτέρας καὶ κεκραμένος ἴσος {πρὸς} ἴσῳ μετὰ μέλιτος καὶ ἐνιέμενος πρὸς ῥῖνας κατασπᾷ ἐκ τῆς κεφαλῆς φλέγμα καὶ | |
5 | ἐκ τοῦ θώρακος· ὁμοίως δὲ καὶ τὰ τῶν ὀδόντων ἀλγήματα λύει. | |
1.9.3 | ἐὰν δὲ μετὰ ῥοδίνου μίξῃς τὸν χυλὸν καὶ ἀλείψῃς ⸤σου⸥ τὰς ὄψεις, ἡδέως ὑπὸ πάντων θεαθήσῃ· ἐὰν δὲ μετὰ μέλιτος | |
καὶ λυκίου Ἰνδικοῦ καὶ ὄξους δριμυτάτου {καὶ} τοῦ χυλοῦ δῷς γυναικὶ ἐπιχρίσασθαι, λαμπρυνεῖ τὰς ὄψεις καὶ τετανω‐ | 151 | |
5 | τέρας ποιήσει. | |
1.9.4 | τῆς δὲ πυρρᾶς ὁ χυλὸς μετὰ μέλιτος μιγ‐ νύμενος ἐνίεται τοῖς ἐπιληπτικοῖς καὶ τοῖς μαινομένοις εἰς ῥῖνας καὶ ὀρθοπνοϊκοῖς καὶ ἀραιοῖ τοὺς πόρους καὶ θεραπεύ‐ ει. δεῖ δὲ ἐννοεῖν τὰ πάθη· οὐ γὰρ τὴν αὐτὴν δύναμιν ἔχει· | |
5 | διαφέρει γὰρ ἀλλήλων τούτοις, ὅτι ἡ μὲν μανία δίχα πυρετοῦ γίνεται, μετὰ δὲ πυρετοῦ ἡ ἐπιληψία. | |
1.9.5 | συνίστανται δὲ τὰ πάθη οὕτως· οἷον ὅταν ἐκ περιψύξεως τῆς μήνιγγος στεγνωθῇ τὰ ἀγγεῖα πλείονος ⸤ὄντοσ⸥ τοῦ ὑγροῦ τὸ πνευματικὸν ἐναπο‐ θλίβεται καὶ ἐν τῷ μὴ ἔχειν τὴν διὰ τῶν πόρων ἰθυδρομίαν, | |
5 | ἀναγκαίως παραλλαγὴν τῆς διανοίας παρασκευάζει. ἡ οὖν προ‐ γεγραμμένη δύναμις, φύσει δριμεῖα οὖσα καὶ λεπτυντική, ὅταν ἐνωθῇ, ἀραιοῖ τοὺς πόρους καὶ τὴν τοῦ ὑγροῦ ἔντασιν ἐπισπᾶται· οὕτως οὖν εἰς τὸ κατὰ φύσιν τῶν πνευματικῶν ἀποκατασταθέντων πόρων λύσιν λαμβάνει τὸ πάθος. | |
1.9.6 | σκευ‐ άζεται δὲ ἐξ αὐτῆς καὶ ἡ κατάχριστος ἡ θεραπεύουσα τάς τε νεφελίδας καὶ τοὺς φακοὺς καὶ τοὺς ἰόνθους καὶ τοὺς προσ‐ φάτους μέλανας ἀλφούς· ἀλκυονείου δρ. δʹ, κισσήρεως ὀπτῆς | 155 |
5 | κεκομμένης δρ. ηʹ, κήκιδος ὀμφακίτιδος δρ. ιβʹ, λυκίου Ἰνδικοῦ δρ. ιαʹ, ἴρεως Ἰλλυρικῆς δρ. ιβʹ, μέλιτος ⸤πι‐ κροῦ⸥ δρ. ϛʹ, τοῦ χυλοῦ δρ. ιεʹ. ταῦτα μίξας εἰς ἄγγος κασσιτέρινον προνιτρώσας κατάχριε καὶ θεραπεύσεις. | |
1.9.7 | ἐὰν δὲ {μετὰ} μέλιτος καὶ λυκίου Ἰνδικοῦ καὶ τοῦ χυλοῦ ἴσον ἴσῳ μίξῃς καὶ τὸν καυλὸν τοῦ μορίου περιχρίσῃς, ἑτοιμότε‐ ρος ἔσῃ πρὸς συνουσίαν καὶ τῇ πλησιαζομένῃ ἡδονὴν ἀπεργά‐ | |
5 | σῃ. | 159 |
1.10t | 〈Αἰγοκέρωτος βοτάνη λάπαθον〉 | |
1.10.1 | Σύναξον ταύτην τὴν βοτάνην ἀπὸ τῆς πρὸ ιϛʹ 〈καλαν‐ δῶν〉 τοῦ Ἰανουαρίου· 〈Α〉ἰγοκέρωτος βοτάνη λάπαθον. | |
1.10.2 | Αὕτη δυνάμεις μὲν οὐκ ἔχει πολλάς, ὀλίγας δὲ καὶ ἐνεργεστάτας. ἐπὰν γάρ τις τὸν χυλὸν αὐτῆς τρίψῃ μετὰ κυκλαμίνου καὶ χρίσῃ τὸ σῶμα, ὑπὸ θηρίων οὐ δηχθήσεται καὶ κύνες δὲ ἀπ’ αὐτοῦ φεύξονται. | |
1.10.3 | ἐὰν δέ τις γένηται κυνό‐ δηκτος, θεραπευθήσεται ⸤τῷ⸥ διὰ τῆς ῥίζης σκευαζομένῳ ἐμ‐ πλάστρῳ οὕτως· κηροῦ δρ. ηʹ, ⸤ῥητίνης πιτυίνης δρ. κʹ, χαλβάνης δρ. ιηʹ παρ’ ἐνίοις ιβʹ, στέατος χοιρείου δρ. κʹ⸥, | |
5 | τῆς βοτάνης {τῆς βοτάνης} τῆς ῥίζης δρ. λʹ, μύρου στυρακί‐ νου δρ. ηʹ. | |
1.10.4 | ἐὰν δὲ ὑπὸ κυνὸς λυσσῶντος δηχθῇ τις, ἐμ‐ πλάστρῳ μὴ τῷ αὐτῷ χρῶ, δίδου δὲ ἐκ τοῦ χυλοῦ ῥοφεῖν ἕνα ἡμικύαθον ἐπὶ ἡμέρας ζʹ. | |
1.10.5 | ἐὰν δὲ ὑδροφόβας γεγενημένος ῥοφεῖν μὴ θελήσῃ, κλύσον αὐτὸν εἰς ὁσπήτιον μίσγων ἀνὰ τρεῖς κυάθους τοῦ χυλοῦ καὶ ἐλαίου μετὰ μέλιτος ἴσα {καὶ | |
δὸς ποιεῖν} καὶ ἀπαλλάξεις. | 163 | |
1.11t | 〈Ὑδροχόου βοτάνη τὸ μάραθρον καλούμενον, παρ’ ἐνίοις δὲ δρακόντιον〉 | |
1.11.1 | 〈Ἀ〉πὸ τῆς πρὸ ιαʹ 〈καλανδῶν〉 τοῦ Φεβρουαρίου σύν‐ αζον ταύτην· Ὑδροχόου βοτάνη 〈τὸ〉 μάραθρον καλούμενον, παρ’ ἐνίοις δὲ δρακόντι〈ον〉. | |
1.11.2 | Νιπτόμενος οὖν τῷ χυλῷ ὑπ’ οὐδενὸς θηρίου δηχθήσῃ· | |
1.11.3 | ἐὰν δέ τις δηχθῇ, πότισον ἐκ τοῦ χυλοῦ ἴσον ἴσῳ μίξας μετὰ οἴνου καὶ ἀπαλλαγήσεται· τὴν ⸤δὲ⸥ ποσότητα ⸤τῆς πόσε‐ ωσ⸥ δεῖ σε στοχάζεσθαι πρὸς τὴν δύναμιν τοῦ θηρίου. | |
1.11.4 | σκευάζεται δὲ καὶ ὑγρά, ἥτις ⸤ποιεῖ⸥ πρὸς τὰς ἀμβλυω‐ | |
πίας καὶ τὰς ἐπισκοτήσεις τὰς ἐν τοῖς ὀφθαλμοῖς γινομένας ⸤καὶ⸥ αὐθημερὸν λύει· καδμείας βοτρυίτιδος δρ. ηʹ, ψιμυ‐ θίου δρ. ιʹ, παρ’ ἐνίοις ιβʹ, ⸤φοινίκων κεκαυμένων δρ. ηʹ, | 167 | |
5 | χαλκοῦ κεκαυμένου δρ. βʹ⸥, λυκίου Ἰνδικοῦ δρ. αʹ, μέλιτος πικροῦ δρ. βʹ. λεαίνων παρέγχει τῷ χυλῷ, ὥστε γενέσθαι μέ‐ λιτος πάχος καὶ χρῶ. | |
1.11.5 | {καταπλασσομένη ἡ ῥίζα σὺν βολβί‐ | |
ταις ὠφελεῖ ποδαγρικούς.} | 171 |