TLG 1004 002 :: THESSALUS :: De virtutibus herbarum (e cod. Matrit. Bibl. Nat. 4631 [olim 110])

THESSALUS Astrol. Med.
(Trallianus: A.D. 1)

De virtutibus herbarum (e cod. Matrit. Bibl. Nat. 4631 [olim 110])

Source: Friedrich, H.–V. (ed.), Thessalos von Tralles [Beiträge zur klassischen Philologie 28] Meisenheim am Glan: Hain, 1968: 45, 47, 49, 51, 53, 55, 58, 61, 64, 68, 73, 78, 83, 88, 93, 98, 103.

Epistula ad Caesarem Augustum (fort. Claudium vel Neronem): pp. 45–64

Citation: Book — chapter — section — (line)

1

prol

1

(t)

† Ἁρποκρατίων Καίσαρι Αὐγούστῳ χαίρειν.
1 Πολλῶν ἐπιχειρησάντων ἐν τῷ βίῳ, Σεβαστὲ Καῖσαρ, παρα‐ δοῦναι πολλὰ παράδοξα, μηδενὸς πρὸς τέλος ἀγαγεῖν τὰς ἐπ‐ αγγελίας δυνηθέντος διὰ τὸν 〈ἀπὸ〉 τῆς εἱμαρμένης ταῖς δια‐ νοίαις αὐτῶν ἐπικείμενον ζόφον, μόνος δοκῶ τῶν ἀπ’ αἰῶνος
5ἀνθρώπων πεποιηκέναι τι παράδοξον 〈καὶ ὀλίγοις γνωστόν〉.

1

prol

2

ἐπιχειρήσας γὰρ πράγμασιν, ἅπερ θνητῆς μέτρα φύσεως ὑπερβαίνει, τούτοις γε μετὰ πολλῶν βασάνων καὶ κινδύνων τὸ καθῆκον τέλος ἐπέθηκα.

1

prol

3

ἀσκήσας 〈γὰρ〉 γραμματικὴν ἐπι‐ στήμην ἐν τοῖς τῆς Ἀσίας κλίμασι καὶ πάντων τῶν ἐκεῖ βελ‐ τίων γενόμενος διέγνων ἕως τινὸς τῆς ἐπιστήμης ἀπολαύειν.

1

prol

4

καὶ πλεύσας ἐπὶ τὴν περισπούδαστον Ἀλεξάνδρειαν μετὰ συχνοῦ ἀργυρίου τοῖς ἐντελεστάτοις τῶν φιλολόγων † παρώ‐
δευον καὶ φιλοπονίας ἕνεκα καὶ συνέσεως ὑπὸ πάντων ἐπαι‐ νούμενος.

1

prol

5

ἐφοίτων δὲ συνεχῶς καὶ εἰς τὰς τῶν διαλεκτι‐ κῶν ἰατρῶν διατριβάς· ἤρων γὰρ περισσῶς ταύτης τῆς ἐπιστή‐ μης.

1

prol

6

ἐπεὶ δὲ καιρὸς ἦν εἰς οἶκον ἀπιέναι, κατὰ τρόπον ἤδη μοι καὶ τῆς ἰατρικῆς προιούσης, περιῄειν τὰς βιβλιοθή‐ κας ἐκζητῶν 〈τὴν ἀναγκαίαν ὕλην〉· εὑρὼν δὲ βίβλον τινὰ 〈τοῦ〉 Νεχεψὼ κδʹ θεραπείας ὅλου τοῦ σώματος καὶ παντὸς πά‐
5θους κατὰ ζῳδι〈ακ〉ὸν περιέχουσαν διὰ λίθων τε καὶ βοτανῶν τὰ τῆς ἐπαγγελίας παράδοξα ἐξεπληττόμην. ἦν δέ, ὡς ἔοικε, βασιλικῆς μωρίας κενὸς τῦφος·

1

prol

7

σκευάσας γὰρ τὸν ὑπ’ αὐ‐ τοῦ θαυμαζόμενον τροχίσκον ἡλιακὸν καὶ τὰς λοιπὰς δυνάμεις ἐν πάσαις τῶν παθῶν θεραπείαις ἠστόχησα.

1

prol

8

θανάτου δὲ τραχυτέραν ὑπολαβὼν εἶναι τὴν πλάνην ὑπὸ τῆς λύπης ἐδαπα‐ νώμην· καὶ γὰρ προπετέστερον τῇ γραφῇ πεπιστευκὼς ἔγραψα περὶ τῆς ἐνεργείας αὐτῶν καὶ τοῖς γονεῦσιν ὡς ἤδη πειράσας
5καὶ ὑποστρέφειν ἐπηγγελλόμην.

1

prol

9

ἐν μὲν οὖν τῇ Ἀλεξαν‐
δρείᾳ μένειν οὐχ οἷόν τε ἦν διὰ τὸν τῶν ὁμοτέχνων γέλωτα καὶ γὰρ ἰδίως τὰ καλὰ φθονεῖται.

1

prol

10

εἰς οἶκον δὲ ἀπιέναι πάλιν προθυμίαν οὐκ εἶχον μικρότερος τῶν ἐπαγγελιῶν εὑρη‐ μένος, περιῄειν δὲ τὴν Αἴγυπτον οἴστρῳ τῆς ψυχῆς ἐλαστρού‐ μενος καὶ ζητῶν τι 〈τῆσ〉 προπετοῦς ἐπαγγελίας ἐργάσασθαι ἢ
5τούτου μὴ τυχὼν θανάτῳ λοιπὸν ἀφιέναι τὸν βίον.

1

prol

11

ἀεὶ δέ μου τῆς ψυχῆς † προμαντευομένης θεοῖς ὁμιλῆσαι, συνεχῶς εἰς οὐρανὸν τὰς χεῖρας ἐκτείνων τοὺς θεοὺς ἐλιτάνευον δι’ ὀνείρου φαντασίας ἢ διὰ πνεύματος θείου χαρίσασθαί μοί τι
5τοιοῦτο, δι’ οὗ γαυριάσας ἱλαρὸς εἰς τὴν Ἀλεξάνδρειαν καὶ τὴν πατρίδα κατελθεῖν δυνηθῶ.

1

prol

12

Γενόμενος οὖν ἐν Διὸς πόλει—ἀρχαιοτάτην 〈λέγω〉 τῆς Αἰγύπτου πόλιν καὶ πολλὰ ἱερὰ ἔχουσαν—διέτριβον αὐ‐ τόθι· ἦσαν γὰρ 〈ἐκεῖ〉 καὶ ἀρχιιερεῖς φιλόλογοι καὶ 〈γέρον‐ τεσ〉 ποικίλοις κεκοσμημένοι μαθήμασιν.

1

prol

13

προβαίνοντος δὲ τοῦ χρόνου καὶ τῆς πρὸς αὐτούς μοι φιλίας μᾶλλον αὐξα‐ νομένης, ἐπυνθανόμην, εἴ τι τῆς μαγικῆς ἐνεργείας σῴζεται. καὶ τῶν μὲν πλειόνων ἐπαγγελίας ὁμοίας τῇ προπετείᾳ μου
5〈ἐπι〉φερόντων κατέγνων·

1

prol

14

ἑνὸς δέ τινος διὰ τὸ 〈οὐ〉 σο‐
βαρὸν τῶν ἠθῶν καὶ τὸ τῆς ἡλικίας μέτρον πιστευθῆναι δυνα‐ μένου οὐκ ἀνεχαιτίσθην τῆς φιλίας. ἐπηγγείλατο δὲ οὗτος αὐτοπτικὴν ἔχειν λεκάνης ἐνέργειαν.

1

prol

15

παρεκάλεσα οὖν αὐτὸν ἐν τοῖς ἐρημοτάτοις τόποις τῆς πόλεως σὺν ἐμοὶ περι‐ πατῆσαι μηδὲν ὧν ἔχρῃζον ἐκφήνας.

1

prol

16

ἀπελθόντων οὖν ἡμῶν εἴς τι ἄλσος ἡσυχίᾳ βαθυτάτῃ περιεχόμενον, αἰφνίδιος περι‐ πεσὼν ἐπὶ στόμα καὶ κλαίων τῶν ποδῶν εἰχόμην τοῦ ἀρχιερέ‐ ως.

1

prol

17

ἐκπλαγέντος δὲ αὐτοῦ διὰ τὸ ἀπροσδόκητον τῆς θέας καὶ πυνθανομένου, τίνος ἕνεκε τοῦτο ποιήσαιμι, ἔφασκον ἐν αὐτῷ τὴν ἐξουσίαν εἶναι τῆς ἐμῆς ψυχῆς· ἔχειν γάρ με ἀνάγ‐ κην θεῷ ὁμιλῆσαι· ἧς ἐπιθυμίας ἂν ἁμάρτω, μέλλω ἀποτάσ‐
5σεσθαι τῷ βίῳ.

1

prol

18

ἀναστήσας δέ με ἀπὸ τῆς γῆς καὶ παρη‐ γορήσας προσηνεστάτοις λόγοις, ἀσμένως ταῦτα ποιεῖν ἐπηγ‐ γέλλετο καὶ ἐκέλευσέν 〈με〉 ἁγνεύειν ἡμέραις τρισίν.

1

prol

19

διαχυθείσης δέ μου τῆς ψυχῆς ἐπὶ ταῖς ἐπαγγελίαις τοῦ ἀρχιερέως, ἠσπασάμην αὐτοῦ τὴν δεξιὰν καὶ ηὐχαρίστουν κρουνηδόν μοι τῶν δακρύων φερομένων· φυσικῶς γὰρ ἀπροσδό‐ κητος χαρὰ πλείονα λύπης ἐκκαλεῖται δάκρυα.

1

prol

20

ἐπανελ‐ θόντες δὲ ἐκ τοῦ ἄλσους ἐπὶ τὴν ἁγνείαν ἐγιγνόμεθα ἐμοὶ τῶν ἡμερῶν διὰ τὴν προσδοκίαν 〈ὡσ〉 ἐνιαυτῶν ἀπαριθμουμέ‐ νων.

1

prol

21

ἐπιστάσης δὲ τῆς τρίτης ἡμέρας ὑπὸ τὸν ὄρθρον πορευθεὶς ἠσπασάμην τὸν ἀρχιερέα 〈ταπεινῶσ〉. Εὐτρέπιστο δὲ αὐτῷ οἶκος καθαρὸς καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν ἐπίσκεψιν· ἐγὼ δὲ κατὰ προμήθειαν τῆς ψυχῆς εἶχον,
5ἀγνοοῦντος τοῦ ἀρχιερέως, χάρτην καὶ μέλαν ἐπὶ 〈τῷ〉 ση‐ μειώσασθαι τῶν λεγομένων, 〈ἃ〉 ἐὰν δεήσῃ.

1

prol

22

ἀνακρίνον‐ τος δέ με τοῦ ἀρχιερέως, πότερον ψυχῇ νεκροῦ τινος ἢ θεῷ ὁμιλῆσαι βουλοίμην, ἔφην Ἀσκληπιῷ· εἶναι δὲ τὸ τέλειον τῆς χάριτος, εἰ μόνῳ μοι πρὸς μόνον ὁμιλεῖν ἐπιτρέψειεν.

1

prol

23

ὅμως οὐχ ἡδέως μέν (τοῦτο γὰρ ἐνέφαινον οἱ τῆς ὄψε‐ ως χαρακτῆρες), πλὴν ἐπηγγείλατο. καὶ ἐγκλείσας με εἰς τὸν οἶκον καὶ καθῖσαι κελεύσας ἄντικρυς τοῦ θρόνου, εἰς ὃν ἔμελλεν ὁ θεὸς καθέζεσθαι, προαγαγὼν διὰ τῶν ἀπορρή‐
5των ὀνομάτων τὸν θεὸν καὶ ἐξελθὼν ἔκλεισε τὴν θύραν.

1

prol

24

καθεζομένου δέ μου καὶ ἐκλυομένου τοῦ σώματος καὶ τῆς ψυχῆς διὰ τὸ παράδοξον τῆς θέας (οὔτε γὰρ τοὺς τῆς ὄψεως χαρακτῆρας οὔτε τὴν τοῦ περικειμένου κόσμου καλλονὴν ἀν‐ θρώπου λόγος διασαφῆσαι δύναιτ’ 〈ἄν〉)· ἀνατείνας οὖν τὴν
5δεξιὰν ἤρξατο λέγειν·

1

prol

25

ὦ μακάριε παρὰ θεῷ τυχὼν τιμῆς Θεσσαλέ, προϊόντος δὲ τοῦ χρόνου καὶ γνωσθέντων τῶν σῶν ἐπιτευγμάτων ὡς θεὸν ἄν‐ θρωποί σε θρησκεύ〈σ〉ουσιν. ἐπερώτα οὖν 〈ἀδεῶσ〉 περὶ ὧν θέ‐ λεις ἀσμένως ἐμοῦ πάντα παρέξοντος.

1

prol

26

ἐγὼ δὲ μόλις μὲν ἤκουσα· —κατεπεπλήγμην γὰρ καὶ ἐπεπληρώμην τὸν νοῦν εἰς τὴν τοῦ θεοῦ βλέπων μορφήν· —ὅμως 〈δ’〉 οὖν ἐπυνθανό‐ μην, δι’ ἣν αἰτίαν ἐπὶ ταῖς τοῦ Νεχεψὼ δυνάμεσιν ἠστόχησα.
5πρὸς ὃ ὁ θεὸς εἶπεν·

1

prol

27

ὁ βασιλεὺς Νεχεψώ, ἀνὴρ φρενη‐ ρέστατος καὶ πάσαις κεκοσμημένος ἀρεταῖς παρὰ μὲν θείας φωνῆς οὐδὲν ὧν σὺ μαθεῖν ἐπιζητεῖς εὐτύχησε· φύσει δὲ χρη‐ σάμενος ἀγαθῇ συμπαθείας λίθων καὶ βοτανῶν ἐπενόησε, τοὺς
5δὲ καιροὺς καὶ τοὺς τόπους ἐν οἷς δεῖ τὰς βοτάνας λαμβά‐ νειν οὐκ ἔγνω.

1

prol

28

ὥρια γὰρ πάντα τῇ τῶν ἄστρων ἀπορροίᾳ αὔξεται καὶ μειοῦται· τό τε θεῖον ἐκεῖνο πνεῦμα λεπτομε‐ ρέστατον ὑπάρχον διὰ πάσης οὐσίας διήκει καὶ μάλιστα κατ’ ἐκείνους τοὺς τόπους, καθ’ οὓς αἱ τῶν ἄστρων ἀπόρροιαι γί‐
5νονται {τῆς} ἐπὶ τῆς κοσμικῆς καταβολῆς. ἐξ ἑνὸς δὲ 〈τοῦ〉‐ το πρὸς πίστιν τῶν λοιπῶν παραστήσω.

1

prol

29

Βοτάνη γὰρ ἔστιν ἡ λεγομένη κώνειον· αὕτη ἐκ τῆς τοῦ Ἄρεος ἀπορροίας δοκεῖ γεγενῆσθαι· ἔτυχε δὲ ἐπὶ τῆς κοσμικῆς καταβολῆς ἐν Σκορπίῳ βάλλων τὰς ἀκτῖνας· 〈ἔβαλε γοῦν τὸ κώνειον ἐν τοῖς τῆς Ἰταλίας μέρεσιν·〉 σκορπιανὸν
5γὰρ {καὶ} ἐκεῖνο τὸ τῆς Ἰταλίας κλίμα.

1

prol

30

αὕτη οὖν ἡ βοτάνη πλέον τῆς θείας ἀπορροίας ἑλκύσασα, εἴτε ἀπὸ τετρα‐ πόδου ἢ ἀνθρώπου βρωθῇ, παραχρῆμα θανατοῖ.

1

prol

31

τινὲς δὲ καὶ κατὰ ἄγνοιαν τῆς βοτάνης ἐν ταῖς ἐρημίαις κατακλιθέν‐ τες παρ’ αὐτὴν καὶ κοιμηθέντες ἐν τῷ ῥινουλκεῖν ἐν ταῖς ἀναπνοαῖς αὐτῆς τὴν ἐνέργειαν ἐτελεύτησαν.

1

prol

32

ὁμοίως καὶ ἡ Κρήτη 〈......〉 τὴν ἀκτινοβολίαν.

1

prol

33

τὴν αὐτὴν οὖν βο‐ τάνην εἰς Κρήτην τὸ κώνειον ἐσθίουσιν ἄνθρωποι{ς} οὖσαν τῶν πάντων λαχάνων ἡδίονα.

1

prol

34

τοσοῦτον αἱ τῶν θεῶν ἀπόρ‐ ροιαι παρὰ τοὺς τόπους καὶ καιροὺς δύνανται.

1

prol

35

Πρόδηλον οὖν ὅτι πάντων τῶν ἀστέρων βασιλεύς ἐστιν ὁ Ἥλιος· οὗτος δὲ ἐν Κριῷ γενόμενος ὑψοῦται καί τι‐ να μεγίστην δύναμιν ἐν τούτῳ λαμβάνει τῷ ζῳδίῳ.

1

prol

36

αἱ
οὖν βοτάναι τότε δυναμικώταται, οὐ μόνον διὰ τὸν Ἥλιον, ἀλλὰ καὶ διότι τὸ ζῴδιον πᾶσι τοῖς τὰ πάθη ἐμποιοῦσι θεοῖ ἐπίκοινον·

1

prol

37

Ἡλίου μὲν γάρ ἐστιν, καθὼς προεῖπον, ὕψω‐ μα, Κρόνου δὲ ταπείνωμα, Ἄρεος δὲ οἶκος, Διὸς δὲ τρίγω‐ νον. τοσαύτας ἔχει τὸ προειρημένον ζῴδιον δυνάμεις.

1

prol

38

ἐν τούτῳ οὖν ὄντος τοῦ Ἡλίου τὰς ῥηθησομένας βοτάνας λαμβάνων χύλιζε μὴ ἑψῶν· ὑπὸ γὰρ τοῦ πυρὸς ἡ ποιότης ἀλ‐ λοιοῦται. καὶ ταχέως τὸν χυλὸν ἔκθλιβε καὶ εἰς λεκάνην ἢ ξέστην τὸν χυλὸν βαλὼν καὶ μετὰ μέλιτος μίγε.

1

prol

39

τοῦτο δὲ ποιήσας βάλλε εἰς ἀγγεῖα ὑέλινα καὶ τίθει ἐπὶ ἡμέρας [...]..{εἰ δὲ ὠμοὺς θέλεις χυλούς, ἔκζεσον}. μετὰ δὲ ταῦ‐
τα σκεύαζε καθ’ ἑκάστην δύναμιν.

1

.

1

t

〈Κριοῦ βοτάνη ἐλελίσφακοσ〉 Κριός, ζῴδιον πρῶτον· περὶ ἐλελισφάκου.

1

.

1

.

1

Ἀπὸ Φαμενὼθ δευτέρας καὶ εἰκάδος ἤγουν Δύστρου ιηʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιεʹ καλανδῶν Ἀπριλλίου πρώτη βοτάνη ἐλελίσφακος.

1

.

1

.

2

αὕτη ἔχει δυνάμεις πλείστας πρός τε αἵματος ἀναγωγὰς καὶ πρὸς φθισικοὺς καὶ συντηκτι‐ κοὺς καὶ σπληνικοὺς καὶ πρὸς τὰς ὑστερικὰς διαθέσεις.

1

.

1

.

3

πρὸς μὲν οὖν αἵματος ἀναγωγὴν εἰς τρεῖς κυάθους χυλοῦ βάλλεται μέλιτος Ἀττικοῦ οὐγγία αʹ καὶ νήστῃ δίδοται πι‐ εῖν καὶ εὐθέως ἰᾶται ἡ ἀναφορὰ τοῦ αἵματος.

1

.

1

.

4

τοῖς δὲ φθισικοῖς σκευάζεται καταπότια οὕτως· κρόκου κωρυκίου δρ. εʹ, ζιγγιβέρεως δρ. δʹ, στάχυος δρ. θʹ, τοῦ σπέρματος τοῦ
ἐλελισφάκου πεφρυγμένου καὶ σεσησμένου δρ. ιδʹ, πεπέρεως
5δρ. βʹ. ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια ἡμιδραγμι‐ αῖα καὶ δίδου νήστῃ πρωὶ καὶ εἰς κοίτην· καταπιὼν δὲ ἐπιρροφείτω ὕδατος καθαροῦ κυάθους βʹ.

1

.

1

.

5

τοῖς δὲ σπληνι‐ κοῖς γίνεται καὶ αὐτοῖς καταπότια οὕτως· καππάρεως τῆς ῥί‐ ζης κεκομμένης καὶ σεσησμένης δρ. ιβʹ, κισσοῦ μέλανος τοῦ καρποῦ δρ. θʹ, μύρτων λευκῶν δρ. δʹ, ζιγγιβέρεως δρ. ϛʹ.
5λεῖα ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια ἀνὰ δρ. αʹ καὶ δίδου πρωὶ ἓν καὶ εἰς κοίτην αʹ.

1

.

1

.

6

πρὸς δὲ τὰς ὑστερικὰς διαθέσεισ, οἷον σκληρίας καὶ ῥευματισμοὺς καὶ ἐπιμόνους ἀλγηδόνας ἄκοπον σκευάζεται οὕτωσ· κηροῦ
τυρρηνικοῦ δρ. ιδʹ, μυελοῦ ἐλαφείου δρ. ηʹ, ῥόδων ξηρῶν
5κεκομμένων δρ. δʹ, τοῦ χυλοῦ τῆς βοτάνης κυάθους δʹ. τὰ τηκτὰ βάλλε εἰς τὰ ξηρὰ καὶ τὸν χυλὸν {καὶ} ἕψε, ἕως ἂν τὸ τέταρτον μέρος καθεψηθῇ, καὶ τότε ἀπόθου εἰς ἄγγος κασσι‐ τέρινον· χρῶ δὲ συγχρίων τὴν ὑστέραν. ἐὰν δὲ χαλεπὴ λίαν ἡ διάθεσις ᾖ, ἕψε τὴν βοτάνην σὺν ταῖς ῥίζαις καὶ ἐγκαθισ‐
10μῷ χρῶ.

1

.

1

.

7

γίνεται δὲ καὶ ἐκ τῆς ῥίζης ἐνεργέστατον μά‐ λαγμα νεφριτικοῖς καὶ ἰσχιαδικοῖς οὕτως· κηροῦ δρ. ηʹ, Ἀμμωνιακοῦ δρ. ιϛʹ, χαλβάνης δρ. θʹ, κεδρίας δρ. ιηʹ, στέατος ταυρείου δρ. ιδʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσησ‐
5μένης δρ. λβʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. ὠφελεῖ δὲ καὶ τὸ προγεγραμμένον ἄκοπον πρὸς τὰς τοιαύτας διαθέ‐
σεις.

1

.

2

t

〈Ταύρου βοτάνη περιστερεὼν ὀρθόσ〉

1

.

2

.

1

Ταῦρος, ζῴδιον β· περὶ περιστερεῶνος. ἀπὸ Φαρμοῦθι εἰκάδος τρίτης ἤγουν Ξανθικοῦ ιηʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιδʹ Καλανδῶν Μαίων δευτέρα βοτάνη, περιστερεών.

1

.

2

.

2

καὶ ταύτης αἱ ἐνέργειαί εἰσιν μηδὲ πιστεύεσθαι δυ‐ νάμεναι. τὰς γὰρ ἀπηλπισμένας ὀφθαλμικὰς διαθέσεις ἐν τρι‐ σὶν ἡμέραις ἀπαλλάσσει παρὰ τῆς ποιότητος τῆς σκευασίας.

1

.

2

.

3

πρὸς μὲν οὖν ὀφθαλμίας καὶ οἰδήματα καὶ ἐμφυσήματα καὶ πᾶσαν ἐπιφορὰν τοιούτῳ χρῶ κολλουρίῳ· κρόκου δρ. ιδʹ, ἀμύ‐ λου δρ. ιβʹ, γλαυκίου δρ. ϛʹ, ᾠῶν τριῶν τὰ λευκά, τραγα‐ κάνθης δρ. βʹ. λεῖα ποιῶν ἀναλάμβανε τῷ χυλῷ καὶ ποιῶν
5κολλούρια χρῶ.

1

.

2

.

4

πρὸς δὲ ῥεῦμα πᾶν ἄφεψε τὴν βοτάνην σὺν ταῖς ῥίζαις καὶ χρῶ προσκλύσματι· παραχρῆμα γὰρ ἵστησι.

1

.

2

.

5

πρὸς δὲ τὰς γλαυκώσεις καὶ ὑποχύσεις καὶ τὰς ἀπεγνωσ‐ μένας διαθέσεις ὑγρὰ σκευάζεται τοιαύτη τις· ὀποπάνακος δρ. βʹ, λίθου αἱματίτου δρ. δʹ, κρόκου δρ. δʹ, λυκίου ἀμύ‐ λου ἀνὰ δρ. βʹ, γλαυκίου δρ. ϛʹ, τραγακάνθης δρ. βʹ, μέλι‐
5τος Ἀττικοῦ δρ. δʹ, πεπέρεως λευκοῦ δρ. βʹ, ὀποβαλσάμου δρ. βʹ, τῆς ῥίζης τοῦ περιστερεῶνος κεκομμένης καὶ σεσησ‐ μένης δρ. ϛʹ, χολῆς αἰγείας δρ. γʹ, τοῦ χυλοῦ κυάθους βʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. αὕτη ἡ δύναμις τὰς προγεγραμμένας διαθέσεις ἐν τρισὶν ἡμέραις ἀπαλλάσσει, τὰ
10δὲ πτερύγια καὶ συκώσεις καὶ χαλάζια καὶ τὰ τούτοις ὅμοια ἐν μιᾷ ἡμέρᾳ.

1

.

2

.

6

οὐκ ἔστι δὲ θείας δυνάμεως ἔπαινον λέ‐ γειν, ἀλλ’ ἑκάστης δυνάμεως· δείξει γὰρ ἡ πεῖρα τὴν ἐνέρ‐
γειαν.

1

.

3

t

〈Διδύμων βοτάνη περιστερεὼν ὕπτιοσ〉

1

.

3

.

1

Δίδυμοι, ζῴδιον γʹ. ἀπὸ Παχῶνος εἰκοστῆς πέμπτης, ἥτις ἐστὶν Ἀρτεμισίου κʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουνίων· τρίτη βοτάνη περιστερεὼν ὕπτιος.

1

.

3

.

2

Ταύτης ὁ χυλὸς ὁμοίως ἀναλαμβάνεται· εἶτα σκευάζε‐ ται φάρμακον ἐνεργέστατον πρὸς καρκινώματα καὶ κονδυλώματα καὶ τὰς λεγομένας συκᾶς· σκευάζεται δὲ οὕτως· κρόκου δρ. ιβʹ, ῥόδων ξηρῶν δρ. ηʹ, μελιλώτου ποντικοῦ δρ. ιδʹ, στυπτη‐
5ρίας σχιστῆς δρ. ηʹ. λειάνας μίγε ἴσα, παραχέων τῆς βοτάνης τοῦ χυλοῦ ξέστας δʹ, καὶ ἕψε ἐν χύτρᾳ καινῇ, ἕως ἂν γένοιτο
μέλιτος πάχος, καὶ χρῶ. θεραπεύει δὲ καὶ τὰ ἐν τῷ σώματι πάντα.

1

.

4

t

〈Καρκίνου βοτάνη σύμφυτον〉

1

.

4

.

2

〈Ἀ〉πὸ Παυνὶ εἰκοστῆς πέμπτης, ἥτις ἐστὶν Δαισίου ιθʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουλίων τετάρτη βοτάνη σύμφυτον.

1

.

4

.

3

Ταύτης ὁ χυλὸς καὶ ἡ ῥίζα πολλὰς ἐνεργείας ἔχουσιν. ἐκ μὲν οὖν τῆς ῥίζης ἔμπλαστρον σκευάζεται, ὅπερ τραύματα καὶ διακοπὰς νεύρων κολλᾷ· κηροῦ δρ. ξʹ, μυελοῦ ἐλαφείου δρ. ιβʹ, μάννης Λιβάνου δρ. κβʹ, τῆς ῥίζης κεκομμένης καὶ
5σεσημένης δρ. λβʹ, μέλιτος Ἀττικοῦ δρ. κϛʹ, ἐλαίου ῥοδί‐ νου δρ. κδʹ· τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ.

1

.

4

.

4

πρὸς
δὲ τὰ ἐν θώρακι ῥήγματα, οἷον ἀρτηριῶν καὶ ...