TLG 1004 001 :: THESSALUS :: De virtutibus herbarum (e cod. Paris. gr. 2502 + Vindob. med. gr. 23) THESSALUS Astrol.
Med. De virtutibus herbarum (e cod. Paris. gr. 2502 + Vindob. med. gr. 23) Citation: Book — chapter — section — (line) | ||
1prolt | Βίβλος ἰατρικὴ σύντομος τοῦ Τρισμεγίστου Ἑρμοῦ κατὰ μαθηματικῆς ἐπιστήμης καὶ φυσι‐ κῆς ἀπορροίας τῶν ἄστρων ἐκδοθεῖσα πρὸς τὸν μαθητὴν αὐτοῦ Ἀσκληπιόν. | |
1prol1 | Κριοῦ ἐλελίσφακος, Ταύρου περιστερεὼν ὀρθός, Διδύμων περιστερεὼν ὕπτιος, Καρκίνου σύμφυτον, | |
5 | Λέοντος κυκλάμινον, Παρθένου καλαμίνθη, Ζυγοῦ σκορπίουρος, Σκορπίου ἀρτεμισία, Τοξότου ἀναγαλλὶς πυρρὰ καὶ κυανή, | |
---|---|---|
10 | Αἰγοκέρωτος λάπαθον, Ὑδροχόου δρακόντιον, | |
Ἰχθύων βοτάνη ἀριστολοχία. ταύτας τὰς βοτάνας δεῖ συλλέγειν καὶ χυλοποι‐ εῖν, ὅταν ὑπάρχῃ ὁ Ἥλιος εἰς τὸν Κριόν, ἀλλὰ | 43 | |
15 | δὴ καὶ ὅταν ὑπάρχῃ εἰς ἓν ἕκαστον ζῴδιον τοῦ καθ’ ἑνὸς βοτάνου, ὑπάρχῃ δὲ καὶ ἡ Σελήνη εἰς τρίγωνον τοῦ Ἡλίου ἢ εἰς τὸν ὡροσκόπον· ἔστω δὲ καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα τοῦ οἰκοδεσπότου τοῦ ζῳδίου· καὶ οὕτως εὐδοκιμήσεις, καθῶς ὁ δι‐ | |
20 | δάσκαλος λέγει κατὰ κοσμικὴν καὶ φυσικὴν ἀπο‐ | |
τέλεσιν. | 44 | |
1prol25t | Ἑρμοῦ τοῦ τρισμεγίστου περὶ ἱερῶν βοτανῶν καὶ χυλώσεως | |
1prol25 | Μακαρίας παρὰ θεῶν τιμῆς † Ἑρμῆς τετυχηκώς, προ‐ βαίνοντος τοῦ χρόνου καὶ γνωσθέντων τῶν ⸤σῶν⸥ ἐπιτευγμάτων πλέον ἄνθρωποι θρησκεύ〈σ〉ουσί σε· ἐπερώτα τοίνυν περὶ ὧν θέλεις· ἀσμένως γὰρ πάντα παρέξω σοι. | |
5 | ταῦτα γὰρ πρὸς αὐτὸν ἔφη ὁ θεός. | |
1prol26 | ἐγὼ δὲ μόλις μὲν ἤκουσα· κατεπεπλήγμην γὰρ καὶ ἐπεπληρώμην τὸν νοῦν εἰς τὴν τοῦ θεοῦ βλέπων μορφήν· ὅμως γοῦν ἐπυθόμην, δι’ ἣν † ἐπανιέντες ταῖς ⸤τοῦ⸥ Νεχεψὼ δυνά‐ μεσιν ἠστόχησα. πρὸς ἃ{ς} εἶπεν ὁ θεός· | |
1prol27 | βασιλεὺς δ’ ἦν ὁ Νεχεψώ, ἀνὴρ σωφρονέστατος καὶ πάσῃ κεκοσμημένος ἀρε‐ | |
τῇ· καὶ παρὰ μὲν θείας φωνῆς ἅπαντα μαθεῖν ἠστόχησε, φύσει δὲ χρησάμενος ἀγαθῇ συμπαθείας λίθων καὶ βοτανῶν ἐπενόησε, | 56 | |
5 | τοὺς καιροὺς καὶ τοὺς τόπους, ἐν οἷς τὰς βοτάνας ἐπέγνω ἀναλαμβάνειν. | |
1prol28 | ὁρᾷς γὰρ ὡς πάντα τῇ τῶν ἀστέρων ἀπορ‐ ροίᾳ αὔξεται καὶ μειοῦται. τὸ δὲ οἰκεῖον ἐκείνων πνεῦμα λεπτομερέστατον ὑπάρχον διὰ πάσης οὐσίας διήκει καὶ μάλι‐ στα κατ’ ἐκείνους τοὺς τόπους, καθ’ οὓς τὸ τῶν ἀστέρων ἐπὶ | |
5 | τῆς κοσμικῆς καταβολῆς ἔγγειον περιέτυχε μέρος. τεκμήριον δὲ τοῦτο πρὸς πίστιν τῶν λοιπῶν παραστήσω σοι. | |
1prol29 | Βοτάνη ἔστιν τὸ λεγόμενον κώνειον. αὕτη ἐκ τῆς τοῦ Ἄρεος ἀπορροίας δοκεῖ γεγενῆσθαι· ἔτυχε δὲ ἐπὶ τῆς κοσμι‐ κῆς καταβολῆς ἐν Σκορπίῳ βάλλων ἀκτῖνα ὁ Ἄρης· 〈ἔβαλε γοῦν τὸ κώνειον ἐν τοῖς τῆς Ἰταλίας μέρεσιν·〉 Σκορπίῳ γὰρ | |
5 | ὑποκεῖσθαι {καὶ} τὸ τῆς Ἰταλίας ἔτυχε κλίμα. | |
1prol30 | αὕτη οὖν ἡ βοτάνη περισσότερόν τι τῆς θείας ἀπορροίας ἔχει· ἑλ‐ | |
κυσθεῖσα γὰρ ἐάντε ὑπὸ τετραπόδου ἐάντε ὑπ’ ἀνθρώπου βρω‐ θῇ, παραχρῆμα θανατοῖ. | 59 | |
1prol31 | τινὲς δὲ καὶ κατὰ τὴν πνοὴν τῆς βοτάνης ἐν ταῖς ἐρημίαις παρ’ αὐτὴν κλιθέντες καὶ κοι‐ μηθέντες ἐν τῷ ῥινουλκεῖν ἐν ταῖς ἀναπνοαῖς τὴν ἀπ’ αὐτῆς ἐνέργειαν ἐτελεύτησαν. | |
1prol32 | καὶ ἡ Κρήτη δὲ ὑπὸ ⸤τὸ⸥ τοῦ Τοξότου κεῖται κλίμα. παρέτυχε δὲ ἐκεῖ ὁ Ζεὺς ἐπὶ τῆς κοσ‐ μικῆς καταβολῆς εἰς Κρήτην τὴν ἀκτῖνα βάλλων. | |
1prol33 | ταύτην οὖν τὴν βοτάνην τὸ κώνειον ἐσθίουσιν οἱ ἄνθρωποι ὑπάρχου‐ σαν παντὸς ἡδίω λαχάνου. | |
1prol34 | οὕτως αἱ τῶν θεῶν ἀπόρροιαι παρὰ τοὺς τόπους καὶ τοὺς καιροὺς βλάπτειν καὶ ὠφελεῖν δύ‐ νανται. | |
1prol35 | Πρόδηλον οὖν ὅτι πάντων τῶν ἀστέρων βασιλεύς ἐστιν ὁ Ἥλιος· οὗτος δὲ ἐν τῷ {ζῳδίῳ} Κριῷ γενόμενος ὑψοῦται καὶ τὴν μεγίστην δύναμιν ἐν τούτῳ λαμβάνει τῷ ζῳδίῳ τῷ Κριῷ. | |
1prol36 | αἱ οὖν βοτάναι τότε δυναμικώταται, οὐ μόνον διὰ τὸν Ἥλιον, ἀλλ’ ὅτι καὶ τὸ ζῴδιον πᾶσι τοῖς θεοῖς † ἐν πλείοσιν ἐπικοινωνεῖ. | 62 |
1prol37 | Ἡλίου μὲν γάρ, ὡς προεῖπον, Κριός ἐστιν ὕψωμα, Κρόνου δὲ ταπείνωμα, Ἄρεως δὲ οἶκος, Διὸς δὲ τρίγωνον. τοσαύτας γοῦν ἔχει δυνάμεις τὸ προειρη‐ μένον ζῴδιον. | |
1prol38 | ἐν τούτῳ οὖν {τῷ ζῳδίῳ} ὄντος τοῦ Ἡλί‐ ου τὰς ῥηθησομένας λαμβάνων βοτάνας χύλιζε, μὴ ἑψῶν δέ· ὑπὸ γὰρ τοῦ πυρὸς ἀλλοιοῦνται. Κόπτε δὲ καὶ τὸν χυλὸν ἔκ‐ θλιβε καὶ εἰς ἕκαστον χυλοῦ ξέστην βάλλε μέλιτος κύαθον | |
5 | † ἐναγγ’ ἥν· παρέχει γὰρ εὔχροιάν τε τοῖς χυλοῖς καὶ δια‐ μονὴν αὐτοῖς, ἐφ’ ὅσους ἐνιαυτοὺς βούλει φυλάττειν. | |
1prol39 | τοῦτο δὲ ποιήσας βάλε εἰς ἀγγεῖον ὑέλινον καὶ θὲς ἐπὶ ἡμέρας ξʹ. καὶ οὕτως εἰς τὴν ὀφειλομένην χρείαν ἔρχου † πρὸ αὐτῆς. μετὰ δὲ ταῦτα σκευάζεται ἑκάστη δύναμις οὕ‐ | |
τως. | 65 | |
1.8t | Σκορπίου βοτάνη ἀρτεμισία | |
1.8.2 | Ταύτης ὁ χυλὸς λαμβανόμενος ἐν πανσελήνῳ ὄντος ἐν Κριῷ τοῦ ἡλίου μεγίστας ἐνεργείας ἔχει· τριταίζοντας γὰρ καὶ τεταρταίζοντας ἀπολύει, ἐὰν ἴσον ἴσῳ μετὰ ῥοδίνου ἀλείψῃς· | |
1.8.3 | σκευάζεται δὲ καὶ δι’ αὐτοῦ πρὸς τοὺς σεληνι‐ αζομένους τοιόνδε· ὑοσκυάμου δρ. ϛʹ, ἴρεως Ἰλλυρικῆς δρ. | |
ιδʹ, κολοφωνίας δρ. θʹ, λαθυρίδων δρ. βʹ. ταῦτα λεῖα ποι‐ ήσας ἀναλάμβανε τῷ χυλῷ καὶ πλάσας 〈τροχίσκουσ〉 ἀνὰ δρ. αʹ | 137 | |
5 | ἀπόθου· ὅταν δὲ θέλῃς δοῦναι διεὶς ἕνα ἐν κυάθῳ γάλακτος ὀνείου {ἔγκλυζε καὶ} σύγχριε καθάπερ καὶ τοὺς τεταρταίζον‐ τας. | |
1.8.4 | γίνεται δὲ καὶ ἄκοπον πρὸς νευρικὰς καὶ ὑστερικὰς διαθέσεις ἐνεργέστατον τὸν τρόπον τοῦτον· κηροῦ δρ. βʹ, στέατος χηνείου δρ. ιβʹ, μυελοῦ ἐλαφείου δρ. κʹ, χαλβάνης δρ. ιϛʹ, κροκομάγματος δρ. ιβʹ, ἴρεως Ἰλλυρικῆς δρ. ιϛʹ, | |
5 | ἰρίνου δρ. κʹ, ἐλαίου παλαιοῦ δρ. κδʹ, τοῦ χυλοῦ κυάθους ϛʹ. ταῦτα λεῖα ποιήσας καὶ συμμίξας ἕψε, ἕως γένηται γλοι‐ οῦ πάχος καὶ χρῶ. ποιεῖ δὲ καλῶς καὶ πρὸς τὰ ἀναισθητοῦντα μέρη τοῦ σώματος. | |
1.8.5 | σκευάζεται δὲ καὶ μάλαγμα ἐκ τῆς ῥί‐ ζης πρός τε τὰς συνδρομὰς καὶ ἀναισθησίας τῶν νεύρων καὶ τῶν ἄρθρων καὶ τὰς παραλύσεις οὕτως· κηροῦ δρ. ρκʹ, ῥητί‐ νης τερεβινθίνης δρ. κʹ, ξυλοβαλσάμου δρ. ιβʹ, Ἀμμωνιακοῦ | |
5 | θυμιάματος δρ. ιϛʹ, χαλβάνης δρ. ιδʹ, τῆς βοτάνης τῆς ῥί‐ | |
ζης κεκομμένης καὶ σεσημένης δρ. βʹ, κεδρίας δρ. λβʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. | 142 | |
1.8.6 | καὶ ὅταν ἑψηθῇ ἡ βο‐ τάνη καὶ συγκαθίσῃ γυνὴ πνιγμοὺς ἔχουσα τῆς ὑστέρας ⸤ἢ⸥ | |
καρκινώματα θεραπευθήσεται. | 147 | |
1.12t | Ἰχθύων βοτάνη ἀριστολοχία | |
1.12.2 | Ταύτης δὲ διττὸν τὸ εἶδος· {καὶ} ἡ μὲν γάρ ἐστι θή‐ λεια, ἡ δὲ ἄρρην, δυνάμεσι δὲ κεκόσμηνται διαφόροις. ἀρξό‐ μεθα δὲ πρῶτον ἀπὸ τῆς θηλείας. | |
1.12.3 | αὕτη φέρει καρπὸν ἐμ‐ φερῆ μήλοις· ἧς ὁ χυλὸς λαμβάνεται καὶ σκευάζεται ὑγρὰ πρός τε τοὺς ὑποκεχυμένους καὶ γεγλαυκωμένους ὀφθαλμούς· καδμείας βοτρυίτιδος κεκαυμένης καὶ πεπλυμένης οἴνῳ φαλε‐ | |
5 | ρικῷ δρ. ηʹ, χαλκοῦ κεκαυμένου δρ. δʹ, στίμμεως δρ. ϛʹ, πεπέρεως λευκοῦ δρ. βʹ, μέλιτος Ἀττικοῦ δρ. δʹ, λυκίου Ἰνδικοῦ δρ. αʹ. ταῦτα λεαίνων ἔγχει τῷ χυλῷ, ὥστε γενέ‐ σθαι γλοιοῦ πάχος ⸤καὶ χρῶ⸥. αὕτη γὰρ ἡ δύναμις λίαν ἀπε‐ γνωσμένα πάθη ἰᾶται· | |
1.12.4 | ⸤γίνεται δὲ περίχριστος ἐκ τοῦ αὐτοῦ χυλοῦ, ἥτις ἰᾶται⸥ ἀλωπεκίας λευκάς, ἀλφοὺς λευκούς, λέπραν, ψώραν ἄλλα τε πάντα τὰ δοκοῦντα εἶναι ἀθεράπευτα. | |
σκευάζεται δὲ οὕτως· θείου ἀπύρου δρ. μʹ, ἀφρονίτρου δρ. | 175 | |
5 | κʹ, σανδαράχης δρ. ιβʹ, λυκίου 〈Ἰνδικοῦ〉 δρ. ιβʹ, ἀρσενι‐ κίου δρ. ιβʹ. ταῦτα λεαίνων παρέγχει τῷ χυλῷ, ὡς γενέσθαι γλοιοῦ πάχος· ὅταν δὲ θεραπεύῃς, προνιτρώσας χρῶ ἤτοι κα‐ τάχριε. | |
1.12.5 | ἐκ δὲ τοῦ χυλοῦ τῶν φύλλων σκευάζεται περίχρισ‐ μα τοῦ προσώπου λαμπρότητα καὶ λειότητα ποιοῦν· φακοὺς ἀν‐ αιρεῖ ⸤καὶ⸥ ἀλφοὺς μέλανας. σκευάζεται δὲ οὕτως· ἐλλεβόρου ⸤λευκοῦ⸥ δρ. αʹ ϛʹʹ, τῆς Χίας δρ. κδʹ, ἴρεως Ἰλλυρικῆς κε‐ | |
5 | κομμένης καὶ σεσημένης ⸤δρ. ζʹ⸥. εἶτα παρέγχει τῷ χυλῷ, ὥστε γενέσθαι γλοιοῦ πάχος καὶ χρῶ. | |
1.12.6 | διὰ δὲ τῆς ῥίζης σκευάζεται κολλούρια πρὸς πυρώματα καὶ βόθρια καὶ τὰ ῥυπα‐ ρὰ ἐν τοῖς ὀφθαλμοῖς· αὕτη δὲ αὐτὰ ἀνακαθαίρει καὶ κατου‐ λοῖ καὶ ἀναπληροῖ· καδμείας βοτρυίτιδος δρ. ηʹ, μάννης Λι‐ | |
5 | βάνου δρ. ηʹ, κρόκου δρ. εʹ, τῆς ῥίζης κεκομμένης καὶ σε‐ σημένης δρ. κδʹ, κόμμεως δρ. ιβʹ· ἀντὶ ὕδατος οἴνῳ Ἀμι‐ ναίῳ ἀναλαμβάνων χρῶ. | |
1.12.7 | σκευάζεται δὲ ἔμπλαστρος πρὸς τὰ ῥυπαρὰ καὶ παλαιὰ ἕλκη καὶ δυσκατούλωτα καὶ ὅσα κατ’ ἐπιρ‐ | |
ρευματισμὸν ἰχώρων δριμέων, ὅταν κατουλωθῇ, καὶ πάλιν ἀνα‐ ξύεται· κηροῦ δρ. ρκʹ, ῥητίνης τερεβινθίνης δρ. βʹ, μάννης | 179 | |
5 | Λιβάνου δρ. μʹ, ἰοῦ ⸤ξυστοῦ⸥ δρ. ζʹ, τῆς ῥίζης δρ. πʹ, ἐλαίου παλαιοῦ δρ. ξʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. | |
1.12.8 | αὕτη ἡ ἔμπλαστρος {καὶ} ἐνιεμένη μετὰ ῥοδίνου καὶ μέ‐ λιτος τὰ ἐν ῥώθωσιν ἕλκη καὶ ἐν στόματι θεραπεύει καὶ ἐν ὠτίοις. ποιεῖ δὲ καὶ πρὸς ⸤τὰσ⸥ ἐν αἰδοίοις καὶ δακτυλίοις διαθέσεις. | |
1.12.9 | τοῖς δὲ † ἀστραγαλωτοῖς ἐκ μὲν τοῦ χυλοῦ πρὸς τὰς ἐν θώρακι γινομένας διαθέσεις, οἷς ἔμπυον καὶ φλέγμα δυσῶδες φέρεται· ἀνακαθαίρει γὰρ αὐτὰ καὶ κατουλοῖ. κρόκου δρ. ιδʹ, κασσίας σύριγγος δρ. κʹ, βδελλίου δρ. δʹ, | |
5 | παρ’ ἐνίοις βʹ, ὀρόβων πεφρυγμένων καὶ σεσημένων δρ. ηʹ, ⸤ἀμυγδάλων πικρῶν κεκαθαρμένων δρ. ηʹ⸥. ταῦτα λεῖα ποιήσας παρέγχει τοῦ χυλοῦ τὰ ἐνδεχόμενα καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ [⸤δρ. αʹ⸥]· δίδου δὲ ἕνα πρωὶ καὶ ἕνα εἰς κοί‐ την. | |
1.12.10 | διὰ δὲ τοῦ χυλοῦ τῶν μήλων τῆς βοτάνης σκευάζε‐ ται τροχίσκος πρὸς λιθιῶντας καὶ πρὸς φλεγμονὴν κύστεως καὶ ψωρίασιν· καὶ ὅσοις ἡ οὐρήθρα ἥλκωται, ὥστε μετὰ πόνου | |
καὶ κατ’ ὀλίγον οὐρεῖν, καλῶς ποιεῖ· † καὶ τρυγώδη ἢ πυώδη | 183 | |
5 | φέρεται τὰ οὖρα· πετροσελίνου {σπέρμα} ⸤πηγάνου, δαύκου σπέρμα ἀνὰ⸥ δρ. δʹ, κόστου δρ. ηʹ, πεπέρεως μακροῦ δρ. βʹ. λεῖα ποιήσας βάλλε μέλιτος Ἀττικοῦ καὶ τοῦ χυλοῦ τὸ αὔ‐ ταρκες καὶ πλάσας τροχίσκους ἄγοντας ἀνὰ δρ. βʹ· δίδου ἕνα ἐν οἴνου λευκοῦ κυάθοις γʹ. τοῦτο τοὺς λίθους διαλύει καὶ | |
10 | ἐξωθεῖ καὶ τὰς σαρκώσεις ἀνακαθαίρει καὶ κατουλοῖ, ⸤ὅσα⸥ δυσούλωτα, ἐν ἡμέραις τρισίν, παρ’ ἐνίοις δὲ ἐννέα. | |
1.12.11 | ἐκ δὲ τῆς ῥίζης σκευάζεται μάλαγμα πρὸς χοιράδας καὶ ἀθερώματα καὶ στεατώματα καὶ εἰς ἀποστήματα καὶ πρὸς πάντα τὰ δυσδιάλυτα. ⸤κηροῦ⸥ δρ. ρʹ, ῥητίνης τερεβινθίνης δρ. μʹ, Ἀμμωνιακοῦ θυμιάματος δρ. ιβʹ, κεδρίας δρ. ξʹ, τῆς ῥίζης | |
5 | κεκομμένης καὶ σεσημένης δρ. πʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀνα‐ λαμβάνων χρῶ. αὕτη ἡ δύναμις τὰ σκληρὰ διαχέει, τὰ δὲ συν‐ εστραμμένα ῥήσσει· ὅταν δὲ συρρήξῃ, χρῶ τῇ ἐκ τῆς κληματί‐ | |
τιδος ἀνιεμένῃ· καθαίρει γὰρ καὶ οὐλοῖ. | 187 | |
2.4t | Βοτάνη Διὸς εὐπατόριον λεγομένη, κατὰ δέ τινας πεντα‐ δάκτυλος | |
2.4.1 | Ταύτης ὁ μὲν χυλὸς ποιεῖ ληθαργικοῖς· εἰς καταπό‐ τιον σκευάζεται δὲ οὕτως· στάχυος δρ. βʹ, κασσίας συρίγ‐ γος δρ. δʹ, ὀποπάνακος δρ. βʹ, λυγιστικοῦ δρ. κʹ, μελανθίου δρ. δʹ. ταῦτα ποιήσας λεῖα ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει | |
5 | καταπότια ἄγοντα ἡμίδραχμον καὶ δίδου {καὶ} μετὰ ὕδατος κυάθου αʹ. καὶ μετὰ ῥοδίνου σμιγνύμενος καὶ ἀλειφόμενος ὠφελεῖ. | |
2.4.2 | σκευάζεται δὲ καὶ διὰ τῆς ῥίζης τροχίσκος πρὸς διαρροϊκοὺς καὶ λυεντερικοὺς καὶ εἰς πᾶσαν κοιλιακὴν διάθεσιν οὕτως· μύρτων λευκῶν δρ. ιβʹ, ῥοῦ Συριακοῦ δρ. κδʹ, σιδίων ῥοᾶς κεκομμένων καὶ σεσημένων δρ. κδʹ, τῆς ῥί‐ | |
5 | ζης τῆς βοτάνης δρ. κʹ. | |
2.4.3 | ταῦτα λεῖα ποιήσας ἀναλάμβανε {ἐν} αὐστηροτάτῳ οἴνῳ καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δρ. μίαν καὶ τοῖς μὲν πυρέσσουσι δίδου αʹ ⸤τροχίσκον⸥ ἐνι‐ εὶς ὕδατι, τοῖς δὲ ἀπυρέτοις ἐν οἴνῳ· ἵστησι ⸤γὰρ⸥ τὰ ῥεύ‐ | 219 |
5 | ματα τῆς κοιλίας παραχρῆμα. πλεῖον δὲ τοῦ ἑνὸς τροχίσκου μὴ δίδου, ⸤ἐπεὶ μέλλεισ⸥ ζητεῖν πάλιν πῶς χαλάσεις τὴν κοιλίαν. | |
2.4.4 | γίνεται δὲ καὶ διὰ τῆς ῥίζης κολλούριον πρὸς λευκώματα καὶ πτερύγια καὶ ὀνύχια καὶ τὰ τούτοις παραπλή‐ σια τὸν τρόπον τοῦτον· λίθου αἱματίτου πεπληγμένου δρ. ηʹ, καδμείας κεκαυμένης δρ. δʹ, μολίβδου πεπληγμένου καὶ κεκαυ‐ | |
5 | μένου δρ. γʹ, κρόκου δρ. θʹ, τῆς ῥίζης κεκομμένης καὶ σεση‐ μένης δρ. κδʹ, σμύρνης δραχμὰς δʹ, κόμμεως δρ. ηʹ. ταῦτα σκεύαζε ἐν οἴνῳ αὐστηρῷ καὶ χρῶ. ⸤ἐπιχριόμενον δὲ αἴρει ὑπώπια⸥ καὶ πᾶν πελιδνὸν καὶ λειχῆνας καὶ τὰς γενομένας | |
οὐλὰς λευκαίνει. | 223 | |
2.5t | Ἄρεως βοτάνη π⸤ευδέκανοσ⸥ | |
2.5.1 | Ταύτης ὁ χυλὸς ἐνεργεῖ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα σκευαζομένου ἀκόπου ⸤τὸν τρόπον τοῦτον⸥· μυελοῦ ἐλαφείου δρ. μʹ, ⸤σαμψύχου δρ. ιβʹ, κυπήρεως δρ. μʹ, χαλβά‐ νης δρ. κδʹ, ῥητίνης τερεβινθίνης δρ. μʹ⸥, ἐλαίου παλαιοῦ | |
5 | δρ. ιηʹ, 〈τοῦ〉 ⸤χυλοῦ τῆς βοτάνης δρ. ξʹ⸥. {χύλησον} ταῦτα λεῖα ποιήσας ἕψε, ὡς λάβῃ γλοιοῦ πάχος, καὶ ἀπόθου. ὁ οὖν προαλειψάμενος οὐ μὴ δηχθήσεταί ποτε. | |
2.5.2 | γίνεται δὲ καὶ καταπότιον διὰ 〈τοῦ〉 χυλοῦ πρὸς τοὺς δεδηγμένους ὑπὸ τῶν προγεγραμμένων ἑρπετῶν οὕτως· ⸤ἀμώμου δρ. δʹ⸥, σμύρνης δρ. | |
δρ. δʹ, ξυλοκινναμώμου δρ. ϛʹ, καρδάμου σπέρμα〈τοσ〉 δρ. ιϛʹ, | 227 | |
5 | μέλιτος Ἀττικοῦ δρ. ιζʹ. ταῦτα ἀναλάμβανε τῷ χυλῷ καὶ λεῖα ποιήσας ἀνάπλασε καταπότια ἄγοντα ἀνὰ δρ. μίαν καὶ δίδου 〈αʹ〉 ἐνιεὶς ἐν κυάθοις τέτρασιν οἴνου μέλανος καὶ ἀνάγκαζε τρέχειν. | |
2.5.3 | ἐκ δὲ τῆς ῥίζης σκευάζεται τροχίσκος πρὸς ἰκτερικούς—θεραπεύει δὲ καὶ ὑδρωπικοὺς—οὕτως· λίθου χελωνίτου κεκαυμένου καὶ πεπληγμένου δρ. ηʹ, σιλφίου δρ. ιβʹ, λίθου αἱματίτου δρ. δʹ, μέλιτος πικροῦ δρ. ηʹ, τῆς ῥί‐ | |
5 | ζης δρ. ζʹ ἢ βʹ, ὡς ἔνιοι. ταῦτα 〈λεῖα〉 ποιήσας {καὶ} ἀναλάμβανε οἴνῳ τεθαλασσομένῳ ⸤καὶ πλάσας τροχίσκους ἄγοντας ἀνὰ δρ. αʹ δίδου 〈αʹ〉 τοῖς μὲν ἀπυρέτοις σὺν οἴνου τεθαλασσωμένου κυάθοις γʹ⸥, τοῖς δὲ πυρέσσουσιν ἐν ὕδατι. | |
2.5.4 | κατασκευάζε‐ | |
ται δὲ καὶ ἔμπλαστρος πρὸς ταῦτα καὶ διακοπὰς ⸤νεύρων⸥ καὶ τριήμερον παρακολλᾷ οὕτως· ⸤κηροῦ⸥ δρ. ηʹ, σαρκοκόλ‐ λης δρ. ιϛʹ, ῥητίνης ξηρᾶς δρ. μʹ, λιβάνου ἄρρενος δρ. | 231 | |
5 | ιβʹ, στέατος ταυρείου δρ. κδʹ, καστορίου δρ. κʹ, τῆς ῥί‐ ζης ⸤τῆς βοτάνησ⸥ δρ. ηʹ, ἐλαίου κικίνου δρ. θʹ. τὰ ξηρὰ | |
τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. | 235 | |
2.6t | Ἀφροδίτης βοτάνη πανάκεια ὑπὸ δέ τινων πλοκαμὶς λέγε‐ ται, ὑπὸ δὲ ἐνίων καλλίτριχον, λέγεται δὲ καὶ ἡράκλειον. | |
2.6.1 | Ταύτης ὁ χυλὸς ἱκανὰς καὶ μεγίστας ἔχει δυνάμεις, οὐκ ἐλάττονας δὲ καὶ ἡ ῥίζα· | |
2.6.2 | τῷ γὰρ χυλῷ αὐτῆς μετὰ ῥοδίνου ὃς ἂν χρίσῃ τὴν ὄψιν, ἐπικαλεσάμενος τὴν θφϡλϛϙψ τοῦ δοῦναι αὐτῷ χάριν, ἡδέως θεωρηθήσεται ὑπὸ πάντων ἀνθρώπων ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, μάλιστα δὲ ὑπ’ ἐκεί‐ | |
5 | νων, οὓς ἂν ἐπ〈ιχριόμενοσ〉 ὀνόματι εἴπῃ· | |
2.6.3 | εἰ δέ τις ἀλείψεται τὰς κόμας μετὰ μύρου τοῦ λεγομένου νάρδου, μέ‐ λαιναι λίαν διαμενοῦσι αἱ τρίχες αὐτοῦ εἰς πάντα χρόνον· | |
οὐ μὴν ἀλλὰ καὶ πυκνότεραι καὶ αὐξητικώτεραι γίνονται. | 239 | |
2.6.4 | σκευάζεται δὲ 〈καὶ ἔμπλαστροσ〉 τὰ ὑγρὰ ἢ τὰ λευκώματα ἐπὶ τῶν ὀφθαλμῶν μελαίνουσα, ὁμοίως δὲ καὶ τοὺς γλαυκοφ‐ θάλμους ποιοῦσα μελανοφθάλμους οὕτως· ἀκακίας μελαίνης δρ. βʹ, μίσεως δρ. δʹ, χαλκάνθου δρ. αʹ, χάλκου κεκαυμένου δρ. αʹ, | |
5 | κρόκου δρ. αʹ. ταῦτα λεῖα ποιήσας ἔμβαλε τῷ χυλῷ, ὥστε γε‐ νέσθαι μέλιτος πάχος, καὶ χρῶ. | |
2.6.5 | τοῦτο ἐν τῇ ὑστέρᾳ τὰς διαθέσεις πάσας θεραπεύει. αὕτη μὲν ἡ διὰ τοῦ χυλοῦ χρῆσις. | |
2.6.6 | σκευάζεται δὲ διὰ τῆς ῥίζης τροχίσκος, ὃν ἐάν τις προ‐ πιὼν πότιμον δηλητήριον 〈ἢ〉 φάρμακον ᾖ εἰληφώς, οὐ μὴ κα‐ κὸν πάθῃ· ⸤ἀλλὰ καὶ μετὰ τὸ φαρμακευθῆναι ἐάν τις εὐθέως πίῃ τὸν τροχίσκον,⸥ ἀπαλλαγήσεται. σμύρνης δρ. ηʹ, ἀλόης δρ. | |
5 | δʹ, κορίου σπέρματος δρ. ιβʹ, κρόκου δρ. ηʹ, ἀνίσου σπέρματος δρ. ιβʹ, ὀποπάνακος δρ. ηʹ, μέλιτος Ἀττικοῦ δρ. κʹ, τῆς ῥί‐ ζης ⸤τῆς βοτάνησ⸥ λεπτοποιηθείσης δρ. ηʹ. ταῦτα λεάνας ἐπι‐ μελῶς ἀναλάμβανε οἴνῳ τεθαλασσωμένῳ καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δρ. αʹ ⸤καὶ τοῖς μὲν μήπω πεφαρμακευμένοις δίδου | 243 |
10 | 〈ἕνα〉 σὺν οἴνου κυάθοις βʹ, τοῖς δὲ πεφαρμακευμένοισ⸥ δύο ἐν οἴνου κυάθοις τέτταρσιν. | |
2.6.7 | σκευάζεται δὲ καὶ ἔμπλα‐ στρος πρὸς τὰ ἐν τῇ κεφαλῇ γινόμενα τραύματα, ὥστε τριχο‐ φυεῖν· καδμίας κεκαυμένης καὶ πεπληγμένης δρ. ιβʹ, λιθαργύ‐ ρου δρ. κʹ, μάννης Λιβάνου δρ. ιβʹ, στέατος ταυρείου δρ. κʹ, | |
5 | κηροῦ δρ. ξʹ, ῥητίνης ξηρᾶς καὶ ὑγρᾶς δρ. ξʹ, ἰοῦ χαλκοῦ δρ. ηʹ, ἐλαίου παλαιοῦ δρ. οʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημέ‐ | |
νης δρ. ρʹ. τὰ ξηρὰ ⸤μὲν⸥ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. | 247 | |
2.6.8 | γίνεται καὶ ἐπίχρισμα ταῖς γυναιξὶ τοῦ προσώπου, ὥστε ῥυτίδας μὴ εἶναι, λευκὸν δὲ καὶ τετανὸν τὸ πρόσωπον· αἴρει δὲ καὶ ἐξανθήματα πάντα. λυκίου Ἰνδικοῦ δρ. κʹ, τινὲς δὲ μέλι οὐκ ἔχουσιν, μέλιτος πικροῦ δρ. κʹ, ἐλλεβόρου λευκοῦ | |
5 | δρ. μʹ, μελιλώτου ποντικοῦ δρ. μʹ, τῆς ῥίζης ⸤τῆς βοτάνησ⸥ κεκομμένης καὶ σεσημένης δρ. ξʹ, ὄξους δριμυτάτου ξέστην ἕνα. ταῦτα λεῖα ποιήσας ἕψε, ἕως γένηται γλοιοῦ πάχος· εἶ‐ | |
τα χρῶ. | 251 | |
2.7t | Ἑρμοῦ βοτάνη φλόμος Ἡ αὐτὴ λέγεται καὶ Ἑρμοῦ ῥάβδος ἀγαθή. | |
2.7.1 | σκευάζεται δὲ διὰ τοῦ χυλοῦ αὐτῆς ἄκοπον, ᾧ ἐάν τις ἀλείψηται εἰς ὁδηπορίαν πορευόμενος ἢ ⸤ἄλλην ἐργασίαν κοπηρὰν μετερχόμε‐ νος οὐ κοπωθήσεται⸥. ποιεῖ δὲ καὶ τοῖς δρομεῦσι καὶ πᾶσι | |
5 | τοῖς ἀγωνιζομένοις εὐκίνητα καὶ ἰσχυρὰ τὰ μέλη τοῦ σώμα‐ τος. ἐὰν δὲ καὶ κεκοπωμένος ἀλείψηταί τις, πέπαυται τοῦ κόπου. Σαμψύχου δρ. ιβʹ, μυελοῦ ἐλαφείου δρ. μʹ, ῥητίνης τερεβινθίνης δρ. μʹ, ἐλαίου παλαιοῦ δρ. ξʹ, τοῦ χυλοῦ ⸤τῆς | |
βοτάνησ⸥ ξέστην ἕνα, χαλβάνης δρ. ηʹ, κηροῦ δρ. ξʹ. ἕψε, | 255 | |
10 | ἕως ἂν γένηται γλοιοῦ πάχος, καὶ χρῶ. | |
2.7.2 | τούτου τοῦ χυ‐ λοῦ ἐὰν νῆστις ῥοφήσῃ τις καὶ τὸν αελˈν ἐπικαλέσηται τὸν εϡξβˈν ἑτοιμότατος γίνεται ἐν τῷ λαλεῖν καὶ πιστικώτα‐ τος. | |
2.7.3 | διὰ δὲ τῆς ῥίζης ἔμπλαστρος σκευάζεται, ἥτις βέ‐ λη καὶ σκολόπας καὶ τὰ δυσκόμιστα τῶν ὀστέων ἐπισπᾶται· γίνεται δὲ τὸν τρόπον τοῦτον· κηροῦ δρ. πʹ, ῥητίνης τερε‐ βινθίνης δρ. μʹ, χαλβάνης δρ. κʹ, ἐλαίου ὀμφακίνου δρ. μʹ, | |
5 | τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. πʹ. τὰ ξηρὰ τοῖς | |
ὑγροῖς ἀναλαμβάνων χρῶ. | 259 | |
2epil1 | Ἔχεις ἐν βραχεῖ συντάγματι παραδεδομένην σοι πᾶσαν θεραπείαν παντὸς πάθους. | |
2epil2 | ἐν σοὶ ⸤οὖν⸥ τὸ λειπόμενόν ἐστιν κατασκευάζειν τε τὰ προγεγραμμένα καὶ τὸν ἐξ ἐμοῦ λό‐ γον φυλάξασθαι, ⸤ὥστε⸥ ἀνθρώπῳ μηδενὶ ἀμαθεῖ παραδιδόναι τὴν γραφὴν ταύτην. | |
2epil3 | ἐλθοῦσα γὰρ εἰς πλειόνων χεῖρας αὕτη ἡ βίβλος τὸ φιλόλογον καὶ θαυμαστὸν τῆς ⸤καθόλου⸥ ἰατρικῆς ἐπιστήμης ἐπίτευγμα περικόψει. | |
2epil4 | οὐκέτι γὰρ οὔτε διαφό‐ ρους αἱρέσεις ἰατρικῆς ἀσκήσουσιν ἄνθρωποι οὔτε μὴν τὰ τῶν ἀρχαίων ⸤ἰατρῶν συντάγματα ποθήσουσιν μετιέναι, ἀλλ’ ἀμελη‐ θήσεται τῶν τοσούτων⸥ ἀνδρῶν καὶ τηλικούτων ὁ κόπος διὰ τὸ | |
5 | πολὺ τῆς ⸤ἀπὸ τοῦ παρόντος συντάγματος εὐχερείας ὡς εἴρηται παντὸς σωματικοῦ πάθους θεραπευθήσεσθαι δυναμένου⸥. | |
2epil5 | παραινῶ δέ σοι ἐν ἀπορρήτοις ἔχειν τὴν γραφὴν ταύτην· ἔπειτα σύνταγμα ὡς πλεῖστα καὶ κάλλιστα πάσης αἱρέσεως καταβάλ‐ | |
λεσθαι, ἴνα τὸ φιλόλογον τῆς σεπτῆς ἐπιστήμης πλεονάσῃ μᾶλλον. | 263 | |
2epil6 | βοτάναι δὲ 〈εἰσ〉 τὰς προγεγραμμένας χρείας χρήσιμοι αἱ ἀπὸ Αἰγύπτου καὶ Ἀραβίας καὶ Συρίας καὶ Ἀσίας, ἔτι δὲ καὶ Ἰταλίας· τὰ κλίματα γὰρ ταῦτα θερμότατα τῶν λοιπῶν ἔοικεν εἶναι. | |
2epil7 | οὐδὲν γὰρ τῶν ἐπὶ τῆς γῆς δίχα παρεισδύ‐ σεως πνεύματος δυνατόν ἐστιν αὔξεσθαι. ἐν μὲν οὖν τοῖς ψυχροτέροις ⸤τῶν κλιμάτων⸥ πυκνουμένων τῶν ἐν ταῖς βοτά‐ ναις πόρων καὶ † τούτων ⸤διὰ⸥ τὴν παχύτητα παρείσδυσιν | |
5 | ἔχειν ἱκανὴν μὴ δυναμένων ἐλαττοῦσθαι αἱ βοτάναι ταῖς δυ‐ νάμεσι καθίστανται, ἐν δὲ τοῖς προειρημένοις κλίμασι διὰ τὴν ἀραιότητα περισσότερον εἰς ἑαυτὰς ἕλκουσι τὸν ζωτικὸν ἀέρα, ὥστε τὴν δύναμιν ἔχειν δραστικωτέραν. | |
2epil8 | οἴομαι δέ σου τὴν ψυχὴν τεθηπέναι δοκοῦντα ἀτελῆ μὴ παρεμφαίνειν τὰ | |
τῆς ἐπιστήμης ἐνεργήματα. | 267 |