TLG 0897 001 :: EUTHYDEMUS :: Fragmentum EUTHYDEMUS Med. Fragmentum fr. 455 Citation: Fragment — (line) | ||
455(t) | ἐν τῷ περὶ ταρίχων | |
1 | †ἄμφακες μὲν πρῶτον στόμα καὶ κριται αντα καὶ θιοην† γναθμὸν 〈ὃν〉 ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες, οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται. | |
---|---|---|
5 | ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος ὀξυρρύγχου, ὃν καὶ ὅλον καὶ τμητὸν Ἀλεξανδρεῖς ἐκόμισσαν. θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ καὶ σκόμβρων κυβίων τε καὶ εὐχόρτου †λικιβάττεω· | |
καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη· | 233 | |
10 | Ἰόνιον δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει Βρέττιος ἢ Καμπανὸς ἢ ἐξ ἀγαθοῖο Τάραντος ὀρκύνοιο τρίγωνα, τά τ’ 〈ἐν〉 στάμνοισι τεθέντα | |
ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ. | 234 |