TLG 0845 002 :: CTESIAS :: Fragmenta

CTESIAS Hist. Med.
(Cnidius: 5–4 B.C.)

Fragmenta

Source: FGrH #688. : 3C:420–517.

fr. 8b: P. Oxy. 22.2330

Citation: Volume-Jacoby#-F — fragment — (line)

3c,688,F

1b

DIODOR. 2, 1—28: ἡ μὲν πρὸ ταύτης βίβλος ... περιέχει τὰς κατ’ Αἴγυπτον πράξεις ... (3) ἐν ταύτηι δ’ ἀναγρά‐
ψομεν τὰς κατὰ τὴν Ἀσίαν γενομένας πράξεις ἐν τοῖς ἀρχαίοις χρόνοις, τὴν ἀρχὴν ἀπὸ3
5τῆς τῶν Ἀσσυρίων ἡγεμονίας ποιησάμενοι. (4) τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πρᾶξις ἐπίσημος οὔτε ὄνομα μνημονεύεται. πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο, περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεθα. γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς
10τῆς ἀρετῆς, καθώπλισε τῶν νέων τοὺς κρατίστους, γυμνάσας δ’ αὐτοὺς πλείονα χρόνον, συνήθεις ἐποίησε πάσηι κακοπαθείαι καὶ πολεμικοῖς κινδύνοις. (5) συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον, συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, ἣ κατ’ ἐκείνους τοὺς χρόνους ἐδόκει πλήθειν ἀλκίμων ἀνδρῶν. ἔστι δὲ καὶ καθόλου τοῦτο τὸ ἔθνος φιλελεύθερον καὶ κατ’ οὐδένα τρόπον προσ‐
15δεχόμενον ἔπηλυν ἡγεμόνα .... (7) ὁ δ’ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν—κατ’ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι—ῥαιδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν
20ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε τελεῖν κατ’ ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηθέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε. (8) μετὰ δὲ ταῦτα πολλοῖς πλήθεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας, κατεπλήξατο τοὺς ἐγχωρίους· διόπερ ὁ βασιλεὺς αὐτῶν Βαρζάνης ὁρῶν αὑτὸν οὐκ ἀξιό‐
25μαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσ‐ ταττόμενον. (9) ὁ δὲ Νίνος μεγαλοψύχως αὐτῶι χρησάμενος τῆς τε Ἀρμενίας συνεχώρησεν ἄρχειν καὶ φίλον ὄντα πέμπειν στρατιὰν καὶ τὴν χορηγίαν τῶι σφετέρωι στρατοπέδωι. ἀεὶ δὲ μᾶλλον αὐξόμενος ἐστράτευσεν εἰς τὴν Μηδίαν. (10) ὁ δὲ ταύτης βασιλεὺς Φάρνος παραταξάμενος ἀξιολόγωι δυνάμει καὶ
30λειφθείς, τῶν τε στρατιωτῶν τοὺς πλείους ἀπέβαλε καὶ αὐτὸς μετὰ τέκνων ἑπτὰ καὶ γυναικὸς αἰχμάλωτος ληφθεὶς ἀνεσταυρώθη. (2) οὕτω δὲ τῶν πραγμάτων τῶι Νίνωι προχωρούντων, δεινὴν ἐπιθυμίαν ἔσχε τοῦ καταστρέψασθαι τὴν Ἀσίαν ἅπασαν τὴν ἐντὸς Τανάιδος καὶ Νείλου· ὡς ἐπίπαν γὰρ τοῖς εὐτυχοῦσιν ἡ τῶν †πραγμάτων ἐπίρροια τὴν τοῦ πλείονος ἐπιθυμίαν
35παρίστησι· διόπερ τῆς μὲν Μηδίας σατράπην ἕνα τῶν περὶ αὑτὸν φίλων κατέ‐ στησεν, αὐτὸς δ’ ἐπήιει τὰ κατὰ τὴν Ἀσίαν ἔθνη καταστρεφόμενος· καὶ χρόνον ἑπτακαιδεκαετῆ καταναλώσας πλὴν Ἰνδῶν καὶ Βακτριανῶν τῶν ἄλλων ἁπάν‐
των κύριος ἐγένετο. (2) τὰς μὲν οὖν καθ’ ἕκαστα μάχας ἢ τὸν ἀριθμὸν ἁπάντων τῶν καταπολεμηθέντων οὐδεὶς τῶν συγγραφέων ἀνέγραψε, τὰ δ’ ἐπισημότατα420
40τῶν ἐθνῶν ἀκολούθως Κτησίαι τῶι Κνιδίωι πειρασόμεθα συν‐ τόμως ἐπιδραμεῖν. (3) κατεστρέψατο μὲν γὰρ τῆς παραθαλαττίου καὶ τῆς συνεχοῦς χώρας τήν τε Αἴγυπτον καὶ Φοινίκην, ἔτι δὲ Κοίλην Συρίαν καὶ Κιλι‐ κίαν καὶ Παμφυλίαν καὶ Λυκίαν· πρὸς δὲ ταύταις τήν τε Καρίαν καὶ Φρυγίαν καὶ Μυσίαν καὶ Λυδίαν· προσηγάγετο δὲ τήν τε Τρωιάδα καὶ τὴν ἐφ’ Ἑλλη‐
45σπόντωι Φρυγίαν καὶ Προποντίδα καὶ Βιθυνίαν καὶ Καππαδοκίαν καὶ τὰ κατὰ τὸν Πόντον ἔθνη βάρβαρα κατοικοῦντα μέχρι Τανάιδος· ἐκυρίευσε δὲ τῆς τε Καδουσίων χώρας καὶ Ταπύρων, ἔτι δ’ Ὑρκανίων καὶ Δραγγῶν, πρὸς δὲ τούτοις Δερβίκων καὶ Καρμανίων καὶ Χωρομναίων, ἔτι δὲ Βορκανίων καὶ Παρθυαίων· ἐπῆλθε δὲ καὶ τὴν Περσίδα καὶ τὴν Σουσιανὴν καὶ τὴν καλου‐

3c,688,F

1b

(50)

μένην Κασπιανήν, εἰς ἥν εἰσιν εἰσβολαὶ στεναὶ παντελῶς, διὸ καὶ προσαγο‐ ρεύονται Κάσπιαι πύλαι. (4) πολλὰ δὲ καὶ ἄλλα τῶν ἐλαττόνων ἐθνῶν προση‐ γάγετο, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν. τῆς δὲ Βακτριανῆς οὔσης δυσεισβόλου καὶ πλήθη μαχίμων ἀνδρῶν ἐχούσης, ἐπειδὴ πολλὰ πονήσας ἄπρακτος ἐγένετο, τὸν μὲν πρὸς Βακτριανοὺς πόλεμον εἰς ἕτερον ἀνεβάλετο καιρόν, τὰς δὲ δυνάμεις
55ἀναγαγὼν εἰς τὴν Ἀσσυρίαν, ἐξελέξατο τόπον εὔθετον εἰς πόλεως κτίσιν. (3) ἐπιφανεστάτας γὰρ πράξεις τῶν πρὸ αὐτοῦ κατειργασμένος, ἔσπευδε τηλι‐ καύτην κτίσαι τὸ μέγεθος πόλιν, ὥστε μὴ μόνον αὐτὴν εἶναι μεγίστην τῶν τότε οὐσῶν κατὰ πᾶσαν τὴν οἰκουμένην, ἀλλὰ μηδὲ τῶν μεταγενεστέρων ἕτερον ἐπιβαλόμενον ῥαιδίως ἂν ὑπερθέσθαι. (2) τὸν μὲν οὖν τῶν Ἀράβων βασιλέα
60τιμήσας δώροις καὶ λαφύροις μεγαλοπρεπέσιν, ἀπέλυσε μετὰ τῆς ἰδίας στρατιᾶς εἰς τὴν οἰκείαν, αὐτὸς δὲ τὰς πανταχόθεν δυνάμεις καὶ παρασκευὰς πάντων τῶν ἐπιτηδείων ἀθροίσας, παρὰ τὸν Εὐφράτην ποταμὸν ἔκτισε πόλιν εὖ τετει‐ χισμένην, ἑτερόμηκες αὐτῆς ὑποστησάμενος τὸ σχῆμα· εἶχε δὲ τῶν μὲν μακρο‐ τέρων πλευρῶν ἑκατέραν ἡ πόλις ἑκατὸν καὶ πεντήκοντα σταδίων, τῶν δὲ βρα‐
65χυτέρων ἐνενήκοντα. (3) διὸ καὶ τοῦ σύμπαντος περιβόλου συσταθέντος ἐκ σταδίων τετρακοσίων καὶ ὀγδοήκοντα, τῆς ἐλπίδος οὐ διεψεύσθη· τηλικαύτην γὰρ πόλιν οὐδεὶς ὕστερον ἔκτισε κατά τε τὸ μέγεθος τοῦ περιβόλου καὶ τὴν περὶ τὸ τεῖχος μεγαλοπρέπειαν. τὸ μὲν γὰρ ὕψος εἶχε τὸ τεῖχος ποδῶν ἑκατόν, τὸ δὲ πλάτος τρισὶν ἅρμασιν ἱππάσιμον ἦν· οἱ δὲ σύμπαντες πύργοι τὸν μὲν
70ἀριθμὸν ἦσαν χίλιοι καὶ πεντακόσιοι, τὸ δ’ ὕψος εἶχον ποδῶν διακοσίων. (4) κατώικισε δ’ εἰς αὐτὴν τῶν μὲν Ἀσσυρίων τοὺς πλείστους καὶ δυνατωτά‐ τους, ἀπὸ δὲ τῶν ἄλλων ἐθνῶν τοὺς βουλομένους. καὶ τὴν μὲν πόλιν ὠνόμασεν ἀφ’ ἑαυτοῦ Νίνον, τοῖς δὲ κατοικισθεῖσι πολλὴν τῆς ὁμόρου χώρας προσώρισεν. (4) ἐπεὶ δὲ μετὰ τὴν κτίσιν421
75ταύτην ὁ Νίνος ἐστράτευσεν ἐπὶ τὴν Βακτριανήν, ἐν ἧι Σεμίραμιν ἔγημε τὴν ἐπιφα‐ νεστάτην ἁπασῶν τῶν γυναι‐ κῶν ὧν παρειλήφαμεν, ἀναγ‐
80καῖόν ἐστι περὶ αὐτῆς προει‐ πεῖν, πῶς ἐκ ταπεινῆς τύχης εἰς τηλικαύτην προήχθη δόξαν. (2) κατὰ τὴν Συρίαν τοίνυν ἔστι πόλις Ἀσκάλων, καὶ ταύ‐
85της οὐκ ἄπωθεν λίμνη μεγάλη καὶ βαθεῖα, πλήρης ἰχθύων, παρὰ δὲ ταύτην ὑπάρχει τέ‐ μενος θεᾶς ἐπιφανοῦς, ἣν ὀνο‐ μάζουσιν οἱ Σύροι Δερκετοῦν.
90αὕτη δὲ τὸ μὲν πρόσωπον ἔχει γυναικός, τὸ δ’ ἄλλο σῶμα πᾶν ἰχθύος διά τινας τοιαύτας αἰ‐ τίας· (3) μυθολογοῦσιν οἱ
λογιώτατοι τῶν ἐγχωρίων τὴνColumn end
95Ἀφροδίτην προσκόψασαν τῆι προειρημένηι θεᾶι δεινὸν ἐμ‐ βαλεῖν ἔρωτα νεανίσκου τινὸς τῶν θυόντων οὐκ ἀειδοῦς· τὴν δὲ Δερκετοῦν μιγεῖσαν

3c,688,F

1b

(100)

τῶι Σύρωι γεννῆσαι μὲν θυ‐ γατέρα, καταισχυνθεῖσαν δ’ ἐπὶ τοῖς ἡμαρτημένοις τὸν μὲν νεανίσκον ἀφανίσαι, τὸ δὲ παιδίον εἴς τινας ἐρήμους καὶ
105πετρώδεις τόπους ἐκθεῖναι [ἐν οἷς πολλοῦ πλήθους περιστερῶν ἐννοσσεύειν εἰωθότων, παραδόξως οὖν τροφῆς καὶ σωτηρίας τυχεῖν τὸ βρέφος] ἑαυτὴν δὲ διὰ τὴν αἰσ‐
110χύνην καὶ λύπην ῥίψασαν εἰς τὴν λίμνην μετασχηματισθῆναι τὸν τοῦ σώματος τύπον εἰς ἰχθύν· διὸ καὶ τοὺς Σύρους μέ‐ χρι τοῦ νῦν ἀπέχεσθαι τούτου
115τοῦ ζώου, καὶ τιμᾶν τοὺς ἰχθῦς ὡς θεούς. (4) περὶ δὲ τὸν τόπον ὅπου τὸ βρέφος ἐξετέθη πλήθους περιστερῶν ἐννεοττεύ‐ οντος, παραδόξως καὶ δαιμονίως ὑπὸ τούτων τὸ παιδίον διατρέφεσθαι· τὰς μὲν γὰρ ταῖς πτέρυξι περιεχούσας τὸ σῶμα τοῦ βρέφους πανταχόθεν θάλπειν,
120τὰς δ’ ἐκ τῶν σύνεγγυς ἐπαύλεων, ὁπότε τηρήσειαν τούς τε βουκόλους καὶ τοὺς ἄλλους νομεῖς 〈ἀπόντασ〉, ἐν τῶι στόματι φερούσας γάλα διατρέφειν παραστα‐ ζούσας ἀνὰ μέσον τῶν χειλῶν. (5) ἐνιαυσίου δὲ τοῦ παιδίου γενομένου καὶ στερεωτέρας τροφῆς προσδεομένου, τὰς περιστερὰς ἀποκνιζούσας ἀπὸ τῶν
τυρῶν παρέχεσθαι τροφὴν ἀρκοῦσαν. τοὺς δὲ νομεῖς ἐπανιόντας καὶ θεωροῦντας422
125περιβεβρωμένους τοὺς τυροὺς θαυμάζειν τὸ παράδοξον· παρατηρήσαντας οὖν καὶ μαθόντας τὴν αἰτίαν, εὑρεῖν τὸ βρέφος διαφέρον τῶι κάλλει. (6) εὐθὺς οὖν αὐτὸ κομίσαντας εἰς τὴν ἔπαυλιν δωρήσασθαι τῶι προεστηκότι τῶν βασιλικῶν κτηνῶν ὄνομα Σίμμαι· καὶ τοῦτον ἄτεκνον ὄντα τὸ παιδίον τρέφειν ὡς θυγάτριον μετὰ πάσης ἐπιμελείας, ὄνομα θέμενον Σεμίραμιν, ὅπερ ἐστὶ κατὰ τὴν τῶν
130Σύρων διάλεκτον παρωνομασμένον ἀπὸ τῶν περιστερῶν, ἃς ἀπ’ ἐκείνων τῶν χρόνων οἱ κατὰ Συρίαν ἅπαντες διετέλεσαν ὡς θεὰς τιμῶντες. (5) τὰ μὲν οὖν κατὰ τὴν γένεσιν τῆς Σεμιράμιδος μυθολογούμενα σχεδὸν ταῦτ’ ἐστιν. ἤδη δ’ αὐτῆς ἡλικίαν ἐχούσης γάμου καὶ τῶι κάλλει πολὺ τὰς ἄλλας παρθένους διαφερούσης, ἀπεστάλη παρὰ βασιλέως ὕπαρχος ἐπισκεψόμενος τὰ βασιλικὰ
135κτήνη. οὗτος δ’ ἐκαλεῖτο μὲν Ὄννης, πρῶτος δ’ ἦν τῶν ἐκ τοῦ βασιλικοῦ συνεδρίου καὶ τῆς Συρίας ἁπάσης ἀποδεδειγμένος ὕπαρχος ὃς καταλύσας παρὰ τῶι Σίμμαι καὶ θεωρήσας τὴν Σεμίραμιν, ἐθηρεύθη τῶι κάλλει· διὸ καὶ τοῦ Σίμμα καταδεηθεὶς αὑτῶι δοῦναι τὴν παρθένον εἰς γάμον ἔννομον, ἀπήγαγεν αὐτὴν εἰς Νίνον, καὶ γήμας ἐγέννησε δύο παῖδας Ὑαπάτην καὶ Ὑδάσπην.
140(2) τῆς δὲ Σεμιράμιδος ἐχούσης καὶ τἄλλα ἀκόλουθα τῆι περὶ τὴν ὄψιν εὐ‐ πρεπείαι, συνέβαινε τὸν ἄνδρα τελέως ὑπ’ αὐτῆς δεδουλῶσθαι, καὶ μηδὲν ἄνευ τῆς ἐκείνης γνώμης πράττοντα κατευστοχεῖν ἐν πᾶσι. (3) καθ’ ὃν δὴ χρόνον ὁ βασιλεύς, ἐπειδὴ τὰ περὶ τὴν κτίσιν τῆς ὁμωνύμου πόλεως συνετέλεσε, στρατεύειν ἐπὶ Βακτριανοὺς ἐπεχείρησεν. εἰδὼς δὲ τά τε πλήθη καὶ τὴν ἀλκὴν
145τῶν ἀνδρῶν, ἔτι δὲ τὴν χώραν ἔχουσαν πολλοὺς τόπους ἀπροσίτους διὰ τὴν ὀχυρότητα, κατέλεξεν ἐξ ἁπάντων τῶν ὑπ’ αὐτὸν ἐθνῶν στρατιωτῶν πλῆθος· ἐπεὶ γὰρ τῆς πρότερον στρατείας ἀποτετευχὼς ἦν, ἔσπευδε πολλαπλασίονι παραγενέσθαι δυνάμει πρὸς τὴν Βακτριανήν. (4) συναχθείσης δὲ τῆς στρατιᾶς πανταχόθεν, ἠριθμήθησαν, ὡς Κτησίας ἐν ταῖς Ἱστο‐

3c,688,F

1b

(150)

ρίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες, ἱππέων δὲ μιᾶι πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρε‐ πανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων. (5) ἔστι μὲν οὖν ἄπιστον τοῖς αὐτόθεν ἀκούσασι τὸ πλῆθος τῆς στρατιᾶς, οὐ μὴν ἀδύ‐ νατόν γε φανήσεται τοῖς ἀναθεωροῦσι τὸ τῆς Ἀσίας μέγεθος καὶ τὰ πλήθη
155τῶν κατοικούντων αὐτὴν ἐθνῶν· εἰ γάρ τις ἀφεὶς τὴν ἐπὶ Σκύθας Δαρείου στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα τοῖς ἀναριθμήτοις πλήθεσι, τὰς ἐχθὲς καὶ πρώιην συντελεσθείσας πράξεις ἐπὶ τῆς
Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηθέν .... ταῦτα μὲν οὖν ἡμῖν εἰ‐ ρήσθω πρὸς τοὺς ἐκ τῆς νῦν περὶ τὰς πόλεις οὔσης ἐρημίας τεκμαιρομένους τὴν παλαιὰν423
160τῶν ἐθνῶν πολυανθρωπίαν. (6) ὁ δ’ οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρα‐ τεύσας εἰς τὴν Βακτριανήν, ἠναγκάζετο—δυσεισβόλων τῶν τόπων καὶ στενῶν ὄντων—κατὰ μέρος ἄγειν τὴν δύναμιν. (2) ἡ γὰρ Βακτριανὴ χώρα πολλαῖς καὶ μεγάλαις οἰκουμένη πόλεσι μίαν μὲν εἶχεν ἐπιφανεστάτην, ἐν ἧι συνέβαινεν εἶναι καὶ τὰ βασίλεια· αὕτη δ’ ἐκαλεῖτο μὲν Βάκτρα, μεγέθει δὲ καὶ τῆι κατὰ
165τὴν ἀκρόπολιν ὀχυρότητι πολὺ πασῶν διέφερε. βασιλεύων δ’ αὐτῆς Ὀξυάρτης κατέγραψεν ἅπαντας τοὺς ἐν ἡλικίαι στρα‐ τείας ὄντας, οἳ τὸν ἀριθμὸν
170ἠθροίσθησαν εἰς τετταράκοντα μυριάδας. (3) ἀναλαβὼν οὖν τὴν δύναμιν καὶ τοῖς πολεμίοις ἀπαντήσας περὶ τὰς εἰσβολάς, εἴασε μέρος τῆς τοῦ Νίνου στρατιᾶς εἰσβαλεῖν· ἐπεὶ δ’ ἔδοξεν ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆθος εἰς τὸ πεδίον, ἐξέταξε τὴν ἰδίαν δύναμιν. γενομένης δὲ μάχης ἰσχυρᾶς, οἱ Βακτριανοὶ τοὺς Ἀσσυρίους τρεψάμενοι καὶ τὸν διωγμὸν μέχρι τῶν ὑπερκει‐
175μένων ὀρῶν ποιησάμενοι διέφθειραν τῶν πολεμίων εἰς δέκα μυριάδας. (4) μετὰ δὲ ταῦτα πάσης τῆς δυνάμεως εἰσβαλούσης, κρατούμενοι τοῖς πλήθεσι κατὰ πόλεις ἀπεχώρησαν, ἕκαστοι ταῖς ἰδίαις πατρίσι βοηθήσοντες. τὰς μὲν οὖν ἄλλας ὁ Νίνος ἐχειρώσατο ῥαιδίως, τὰ δὲ Βάκτρα διά τε τὴν ὀχυρότητα καὶ τὴν ἐν αὐτῆι παρασκευὴν ἠδυνάτει κατὰ κράτος ἑλεῖν. (5) πολυχρονίου δὲ τῆς
180πολιορκίας γενομένης, ὁ τῆς Σεμιράμιδος ἀνὴρ ἐρωτικῶς ἔχων πρὸς τὴν γυ‐ ναῖκα καὶ συστρατευόμενος τῶι βασιλεῖ μετεπέμψατο τὴν ἄνθρωπον· ἡ δὲ συνέσει καὶ τόλμηι καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορη‐ γημένη καιρὸν ἔλαβεν ἐπιδείξασθαι τὴν ἰδίαν ἀρετήν. (6) πρῶτον μὲν οὖν
πολλῶν ἡμερῶν ὁδὸν μέλλουσα διαπορεύεσθαι στολὴν ἐπραγματεύσατο δι’ ἧς424
185οὐκ ἦν διαγνῶναι τὸν περιβεβλημένον πότερον ἀνήρ ἐστιν ἢ γυνή. αὕτη δ’ ἦν εὔχρηστος αὐτῆι πρός τε τὰς ἐν τοῖς καύμασιν ὁδοιπορίας εἰς τὸ διατηρῆσαι τὸν τοῦ σώματος χρῶτα καὶ πρὸς τὰς ἐν τῶι πράττειν ὃ βούλοιτο χρείας, εὐκίνητος οὖσα καὶ νεανική, καὶ τὸ σύνολον τοσαύτη τις ἐπῆν αὐτῆι χάρις ὥσθ’ ὕστερον Μήδους ἡγησαμένους τῆς Ἀσίας φορεῖν τὴν Σεμιράμιδος στολήν, καὶ μετὰ
190ταῦθ’ ὁμοίως Πέρσας. (7) παραγενομένη δ’ εἰς τὴν Βακτριανὴν καὶ κατασκε‐ ψαμένη τὰ περὶ τὴν πολιορκίαν, ἑώρα κατὰ μὲν τὰ πεδία καὶ τοὺς εὐεφόδους τῶν τόπων προσβολὰς γινομένας, πρὸς δὲ τὴν ἀκρόπολιν οὐδένα προσιόντα διὰ τὴν ὀχυρότητα, καὶ τοὺς ἔνδον ἀπολελοιπότας τὰς ἐνταῦθα φυλακὰς καὶ παρε‐ πιβοηθοῦντας τοῖς ἐπὶ τῶν κάτω τειχῶν κινδυνεύουσι. (8) διόπερ παραλα‐
195βοῦσα τῶν στρατιωτῶν τοὺς πετροβατεῖν εἰωθότας καὶ μετὰ τούτων διά τινος χαλεπῆς φάραγγος προσαναβᾶσα, κατελάβετο μέρος τῆς ἀκροπόλεως καὶ τοῖς πολιορκοῦσι τὸ κατὰ τὸ πεδίον τεῖχος ἐσήμηνεν· οἱ δ’ ἔνδον ἐπὶ τῆι καταλήψει τῆς ἄκρας καταπλαγέντες ἐξέλιπον τὰ τείχη καὶ τὴν σωτηρίαν ἀπέγνωσαν. (9) τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως, ὁ βασιλεὺς θαυμάσας τὴν ἀρετὴν

3c,688,F

1b

(200)

τῆς γυναικός, τὸ μὲν πρῶτον μεγάλαις δωρεαῖς αὐτὴν ἐτίμησε, μετὰ δὲ ταῦτα διὰ τὸ κάλλος τῆς ἀνθρώπου σχὼν ἐρωτικῶς ἐπεχείρησε τὸν ἄνδρα πείθειν ἑκουσίως αὐτῶι παραχωρῆσαι, ἐπαγγειλάμενος ἀντὶ ταύτης τῆς χάριτος αὐτῶι συνοικιεῖν τὴν ἰδίαν θυγατέρα Σωσάνην. (10) δυσχερῶς δ’ αὐτοῦ φέροντος, ἠπείλησεν ἐκκόψειν τὰς ὁράσεις μὴ προχείρως ὑπηρετοῦντος τοῖς προστάγμασιν.
205ὁ δὲ Ὄννης ἅμα μὲν τὰς τοῦ βασιλέως ἀπειλὰς δείσας, ἅμα δὲ διὰ τὸν ἔρωτα περιπεσὼν λύττηι τινὶ καὶ μανίαι, βρόχον ἑαυτῶι περιθεὶς ἀνεκρέμασε. Σεμί‐ ραμις μὲν οὖν διὰ τοιαύτας αἰτίας εἰς βασιλικὸν ἦλθε πρόσχημα. (7) ὁ δὲ Νίνος τούς τε ἐν Βάκτροις παρέλαβε θησαυρούς, ἔχοντας πολὺν ἄργυρόν τε καὶ χρυσόν, καὶ τὰ κατὰ τὴν Βακτριανὴν καταστήσας ἀπέλυσε τὰς
210δυνάμεις· μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος υἱὸν Νινύαν ἐτελεύτησε, τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν. τὸν δὲ Νίνον ἡ Σεμίραμις ἔθαψεν ἐν τοῖς βασιλείοις, καὶ κατεσκεύασεν ἐπ’ αὐτῶι χῶμα παμ‐ μέγεθες, οὗ τὸ μὲν ὕψος ἦν ἐννέα σταδίων, τὸ δ’ εὖρος, ὥς φησι Κτησίας, δέκα. (2) διὸ καὶ τῆς πόλεως παρὰ τὸν Εὐφράτην ἐν πεδίωι
215κειμένης ἀπὸ πολλῶν σταδίων ἐφαίνετο τὸ χῶμα καθάπερ εἴ τις ἀκρόπολις· ὃ καὶ μέχρι τοῦ νῦν φασι διαμένειν, καίπερ τῆς Νίνου κατεσκαμμένης ὑπὸ
Μήδων, ὅτε κατέλυσαν τὴν Ἀσσυρίων βασιλείαν. ἡ δὲ Σεμίραμις, οὖσα φύσει μεγαλ‐ επίβολος καὶ φιλοτιμουμένη τῆι δόξηι425
220τὸν βεβασιλευκότα πρὸ αὐτῆς ὑπερ‐ θέσθαι, πόλιν μὲν ἐπεβάλετο κτίζειν ἐν τῆι Βαβυλωνίαι, ἐπιλεξαμένη δὲ τοὺς πανταχόθεν ἀρχιτέκτονας καὶ τεχ‐ νίτας, ἔτι δὲ τὴν ἄλλην χορηγίαν πα‐
225ρασκευασαμένη, συνήγαγεν ἐξ ἁπάσης τῆς βασιλείας πρὸς τὴν τῶν ἔργων συν‐ τέλειαν ἀνδρῶν μυριάδας διακοσίους. (3) ἀπολαβοῦσα δὲ τὸν Εὐφράτην ποταμὸν εἰς μέσον περιεβάλετο τεῖχος τῆι πόλει σταδίων ἑξήκοντα καὶ τριακοσίων, διειλημμένον
230πύργοις πυκνοῖς καὶ μεγάλοις [τηλικοῦτο δ’ ἦν τὸ βάρος τῶν ἔργων, ὥστε τὸ μὲν πλάτος εἶναι τῶν τειχῶν ἓξ ἅρμασιν ἱππάσιμον, τὸ δ’ ὕψος ἄπιστον τοῖς ἀκούουσιν], ὥς φησι Κτησίας ὁ Κνίδιος· ὡς δὲ Κλείταρχος (137 F 10) καὶ τῶν ὕστε‐ ρον μετ’ Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν τινὲς ἀνέγραψαν, τριακοσίων ἑξήκοντα πέντε σταδίων· καὶ προστιθέασιν ὅτι τῶν ἴσων ἡμερῶν εἰς τὸν ἐνιαυτὸν οὐσῶν ἐφιλοτι‐
235μήθη τὸν ἴσον ἀριθμὸν τῶν σταδίων ὑποστήσασθαι. (4) ὀπτὰς δὲ πλίνθους εἰς ἄσ‐ φαλτον ἐνδησαμένη, τεῖχος κατεσκεύασε τὸ μὲν ὕψος, ὡς μὲν Κτη‐ σίας φησ, πεντήκοντα ὀργυιῶν, ὡς δ’ ἔνιοι τῶν νεωτέρων ἔγραψαν, πηχῶν πεντήκοντα· τὸ δὲ πλάτος πλέον ἢ δυσὶν ἅρμασιν ἱππάσιμον· πύργους δὲ τὸν μὲν ἀριθμὸν διακοσίους καὶ πεντήκοντα, τὸ δ’ ὕψος ἑξήκοντα; ὡς δ’
240ἔνιοι τῶν νεωτέρων φασί, πηχῶν ἑξήκοντα. (5) οὐ χρὴ δὲ θαυμάζειν εἰ τηλικούτου τὸ μέγεθος τοῦ περιβόλου καθεστῶτος ὀλίγους πύργους κατεσκεύασεν· ἐπὶ πολὺν γὰρ τόπον τῆς πόλεως ἕλεσι περιεχομένης, κατὰ τοῦτον τὸν τόπον οὐκ ἔδοξεν αὐτῆι πύργους οἰκοδομεῖν, τῆς φύσεως τῶν ἑλῶν ἱκανὴν παρεχομένης ὀχυρότητα. ἀνὰ μέσον δὲ τῶν οἰκιῶν καὶ τῶν τειχῶν ὁδὸς πάντηι κατε‐
245λέλειπτο δίπλεθρος. (8) πρὸς δὲ τὴν ὀξύτητα τῆς τούτων οἰκοδομίας ἑκάστωι τῶν φίλων στάδιον διεμέτρησε, δοῦσα τὴν ἱκανὴν εἰς τοῦτο χορηγίαν καὶ διακελευσαμένη τέλος ἐπιθεῖναι τοῖς ἔργοις ἐν ἐνιαυτῶι. (2) ὧν ποιησάντων
τὸ προσταχθὲν μετὰ πολλῆς σπουδῆς, τούτων μὲν ἀπεδέξατο τὴν φιλοτιμίαν, αὐτὴ δὲ κατὰ τὸ στενώτατον μέρος τοῦ ποταμοῦ γέφυραν σταδίων πέντε τὸ426

3c,688,F

1b

(250)

μῆκος κατεσκεύασεν, εἰς βυθὸν φιλοτέχνως καθεῖσα τοὺς κίονας, οἳ διεστή‐ κεσαν ἀπ’ ἀλλήλων πόδας δώδεκα. τοὺς δὲ συνερειδομένους λίθους τόρμοις σιδηροῖς διελάμβανε, καὶ τὰς τούτων ἁρμονίας ἐπλήρου μόλιβδον ἐντήκουσα. τοῖς δὲ κίοσι πρὸ τῶν τὸ ῥεῦμα δεχομένων πλευρῶν γωνίας προκατε‐ σκεύασεν ἐχούσας τὴν ἀπορροὴν περιφερῆ καὶ συνδεδεμένην κατ’ ὀλίγον
255ἕως τοῦ κατὰ τὸν κίονα πλάτους, ὅπως αἱ μὲν περὶ τὰς γωνίας ὀξύτητες τέμνωσι τὴν καταφορὰν τοῦ ῥεύματος, αἱ δὲ περιφέρειαι τῆι τούτου βίαι συνείκουσαι πραύνωσι τὴν σφοδρότητα τοῦ ποταμοῦ. (3) ἡ μὲν οὖν γέφυρα κεδρίναις καὶ κυπαριττίναις δοκοῖς, ἔτι δὲ φοινίκων στελέχεσιν ὑπερμεγέθεσι κατεστεγασμένη καὶ τριάκοντα ποδῶν οὖσα τὸ πλάτος, οὐδενὸς ἐδόκει τῶν
260Σεμιράμιδος ἔργων τῆι φιλοτεχνίαι λείπεσθαι. ἐξ ἑκατέρου δὲ μέρους τοῦ ποταμοῦ κρηπῖδα πολυτελῆ κατεσκεύασε παραπλησίαν κατὰ τὸ πλάτος τοῖς τείχεσιν ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα. ὠικοδόμησε δὲ καὶ βασίλεια διπλᾶ παρ’ αὐτὸν τὸν ποταμὸν ἐξ ἑκατέρου μέρους τῆς γεφύρας, ἐξ ὧν ἅμα μὲν ἔμελλε τήν τε πόλιν ἅπασαν κατοπτεύ〈σ〉ειν καὶ καθαπερεὶ τὰς κλεῖς ἕξειν
265τῶν ἐπικαιροτάτων τῆς πόλεως τόπων. (4) τοῦ δ’ Εὐφράτου διὰ μέσης τῆς Βαβυλῶνος ῥέοντος καὶ πρὸς μεσημβρίαν καταφερομένου, τῶν βασιλείων τὰ μὲν πρὸς ἀνατολὴν ἔνευε, τὰ δὲ πρὸς δύσιν, ἀμφότερα δὲ πολυτελῶς κατεσκεύ‐ αστο. τοῦ μὲν γὰρ †εἰς τὸ πρὸς ἑσπέραν κειμένου† μέρους ἐποίησε τὸν πρῶτον περίβολον ἑξήκοντα σταδίων, ὑψηλοῖς καὶ πολυτελέσι τείχεσιν ὠχυρωμένον
270ἐξ ὀπτῆς πλίνθου· ἕτερον δ’ ἐντὸς τούτου κυκλοτερῆ κατεσκεύασε, καθ’ ὃν ἐν ὠμαῖς ἔτι ταῖς πλίνθοις διετετύπωτο θηρία παντοδαπά, τῆι τῶν χρωμάτων φιλοτεχνίαι τὴν ἀλήθειαν ἀπομιμούμενα. (5) οὗτος δ’ ὁ περίβολος ἦν τὸ μὲν μῆκος σταδίων τετταράκοντα, τὸ δὲ πλάτος ἐπὶ τριακο‐ σίας πλίνθους, τὸ δ’ ὕψος, ὡς Κτησίας φησίν, ὀργυιῶν πεντή‐
275κοντα· τῶν δὲ πύργων ὑπῆρχε τὸ ὕψος ὀργυιῶν ἑβδομήκοντα. (6) κατεσκεύασε δὲ καὶ τρίτον ἐνδοτέρω περίβολον, ὃς περιεῖχεν ἀκρόπολιν, ἧς ἡ μὲν περίμετρος ἦν σταδίων εἴκοσι, τὸ δὲ ὕψος καὶ πλάτος τῆς οἰκοδομίας ὑπεραῖρον τοῦ μέσου τείχους τὴν κατασκευήν. ἐνῆσαν δ’ ἔν τε τοῖς πύργοις καὶ τείχεσι ζῶια παντοδαπά, φιλοτέχνως τοῖς τε χρώμασι καὶ τοῖς τῶν τύπων
280ἀπομιμήμασι κατεσκευασμένα· τὸ δ’ ὅλον ἐπεποίητο κυνήγιον παντοίων θη‐ ρίων ὑπάρχον πλῆρες, ὧν ἦσαν τὰ μεγέθη πλέον ἢ πηχῶν τεττάρων· κατε‐
σκεύαστο δ’ ἐν αὐτοῖς καὶ ἡ Σεμίραμις ἀφ’ ἵππου πάρδαλιν ἀκοντίζουσα, καὶ πλησίον αὐτῆς ὁ ἀνὴρ Νίνος παίων ἐκ χειρὸς λέοντα λόγχηι. (7) ἐπέστησε δὲ καὶ πύλας τριττάς, [ἐφ’] ὧν ὑπῆρχον διτταὶ χαλκαῖ, διὰ μηχανῆς ἀνοιγόμεναι.427
285ταῦτα μὲν οὖν τὰ βασίλεια καὶ τῶι μεγέθει καὶ ταῖς κατασκευαῖς πολὺ προεῖχε τῶν ὄντων ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ· ἐκεῖνα γὰρ εἶχε τὸν μὲν περίβολον τοῦ τείχους τριάκοντα σταδίων ἐξ ὀπτῆς πλίνθου, ἀντὶ δὲ τῆς περὶ τὰ ζῶια φιλοτεχνίας χαλκᾶς εἰκόνας Νίνου καὶ Σεμιράμιδος καὶ τῶν ὑπάρχων, ἔτι δὲ Διὸς ὃν καλοῦσιν οἱ Βαβυλώνιοι Βῆλον· ἐνῆσαν δὲ καὶ παρατάξεις καὶ κυνήγια
290παντοδαπά, ποικίλην ψυχαγωγίαν παρεχόμενα τοῖς θεωμένοις. (9) μετὰ δὲ ταῦτα τῆς Βαβυλωνίας ἐκλεξαμένη τὸν ταπεινότατον τόπον ἐποίησε δεξα‐ μενὴν τετράγωνον, ἧς ἦν ἑκάστη πλευρὰ σταδίων τριακοσίων, ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου κατεσκευασμένην καὶ τὸ βάθος ἔχουσαν ποδῶν τριάκοντα καὶ πέντε. (2) εἰς ταύτην δ’ ἀποστρέψασα τὸν ποταμὸν κατεσκεύασεν ἐκ τῶν ἐπὶ
295τάδε βασιλείων εἰς θάτερα διώρυχα. ἐξ ὀπτῆς δὲ πλίνθου συνοικοδομήσασα τὰς καμάρας ἐξ ἑκατέρου μέρους ἀσφάλτωι κατέχρισεν ἡψημένηι, μέχρι οὗ τὸ πάχος τοῦ χρίσματος ἐποίησε πηχῶν τεττάρων· τῆς δὲ διώρυχος ὑπῆρχον οἱ μὲν τοῖχοι τὸ πλάτος ἐπὶ πλίνθους εἴκοσι, τὸ δ’ ὕψος χωρὶς τῆς καμφθείσης ψαλίδος ποδῶν δώδεκα, τὸ δὲ πλάτος ποδῶν ιε. (3) ἐν ἡμέραις δ’ ἑπτὰ κατα‐

3c,688,F

1b

(300)

σκευασθείσης αὐτῆς, ἀποκατέστησε τὸν ποταμὸν ἐπὶ τὴν προυπάρχουσαν ῥύσιν, ὥστε τοῦ ῥεύματος ἐπάνω τῆς διώρυχος φερομένου δύνασθαι τὴν Σεμί‐ ραμιν ἐκ τῶν πέραν βασιλείων ἐπὶ θάτερα διαπορεύεσθαι μὴ διαβαίνουσαν τὸν ποταμόν· ἐπέστησε δὲ καὶ πύλας τῆι διώρυχι χαλκᾶς ἐφ’ ἑκάτερον μέρος, αἳ διέμειναν μέχρι τῆς Περσῶν βασιλείας. (4) μετὰ δὲ ταῦτα ἐν μέσηι τῆι
305πόλει κατεσκεύασεν ἱερὸν Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι, καθάπερ εἰρήκαμεν, Βῆλον. περὶ τούτου δὲ τῶν συγγραφέων διαφωνούντων καὶ τοῦ κατασκευάσματος διὰ τὸν χρόνον καταπεπτωκότος, οὐκ ἔστιν ἀποφήνασθαι τἀκριβές· ὁμολογεῖται δ’ ὑψηλὸν γεγενῆσθαι καθ’ ὑπερβολήν, καὶ τοὺς Χαλδαίους ἐν αὐτῶι τὰς τῶν ἄστρων πεποιῆσθαι παρατηρήσεις, ἀκριβῶς θεωρουμένων τῶν τ’ ἀνατολῶν καὶ δύσεων διὰ τὸ τοῦ κατασκευ‐
310άσματος ὕψος. (5) τῆς δ’ ὅλης οἰκοδομίας ἐξ ἀσφάλτου καὶ πλίνθου πεφιλο‐ τεχνημένης πολυτελῶς, ἐπ’ ἄκρας τῆς ἀναβάσεως τρία κατεσκεύασεν ἀγάλματα χρυσᾶ σφυρήλατα—Διός, Ἥρας, Ῥέας. τούτων δὲ τὸ μὲν τοῦ Διὸς ἑστηκὸς ἦν καὶ διαβεβηκός, ὑπάρχον δὲ ποδῶν τετταράκοντα τὸ μῆκος σταθμὸν [δ’] εἶχε χιλίων ταλάντων Βαβυλωνίων· τὸ δὲ τῆς Ῥέας ἐπὶ δίφρου καθήμενον χρυσοῦ
315τὸν ἴσον σταθμὸν εἶχε τῶι προειρημένωι, ἐπὶ δὲ τῶν γονάτων αὐτῆς εἱστήκεσαν λέοντος δύο, καὶ πλησίον ὄφεις ὑπερμεγέθεις ἀργυροῖ, τριάκοντα ταλάντων
ἕκαστος ἔχων τὸ βάρος· (6) τὸ δὲ τῆς Ἥρας ἑστηκὸς ἦν ἄγαλμα, σταθμὸν ἔχον ταλάντων ὀκτακοσίων, καὶ τῆι μὲν δεξιᾶι χειρὶ κατεῖχε τῆς κεφαλῆς ὄφιν, τῆι δ’ ἀριστερᾶι σκῆπτρον λιθοκόλλητον. (7) τούτοις δὲ πᾶσι κοινὴ παρέκειτο428
320τράπεζα χρυσῆ σφυρήλατος τὸ μὲν μῆκος ποδῶν τετταράκοντα, τὸ δ’ εὖρος πεντεκαίδεκα, σταθμὸν ἔχουσα ταλάντων πεντακοσίων· ἐπὶ δὲ ταύτης ἐπέ‐ κειντο δύο καρχήσια, σταθμὸν ἔχοντα τριάκοντα ταλάντων. (8) ἦσαν δὲ καὶ θυμιατήρια τὸν μὲν ἀριθμὸν ἴσα, τὸν δὲ σταθμὸν ἑκάτερον ταλάντων τριακο‐ σίων· ὑπῆρχον δὲ καὶ κρατῆρες χρυσοῖ τρεῖς, ὧν ὁ μὲν τοῦ Διὸς εἷλκε τάλαντα
325Βαβυλώνια χίλια καὶ διακόσια, τῶν δ’ ἄλλων ἑκάτερος ἑξακόσια. (9) ἀλλὰ ταῦτα μὲν οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον ἐσύλησαν, τῶν δὲ βασιλείων καὶ τῶν ἄλλων κατασκευασμάτων ὁ χρόνος τὰ μὲν ὁλοσχερῶς ἠφάνισε, τὰ δ’ ἐλυμήνατο· καὶ γὰρ αὐτῆς τῆς Βαβυλῶνος νῦν βραχύ τι μέρος οἰκεῖται, τὸ δὲ πλεῖστον ἐντὸς τείχους γεωργεῖται ..........
330 (13) ἡ δὲ Σεμίραμις ἐπειδὴ τοῖς ἔργοις ἐπέθηκε πέρας, ἀνέζευξεν ἐπὶ Μηδίας μετὰ πολλῆς δυνάμεως, καταντήσασα δὲ πρὸς ὄρος τὸ καλούμενον Βαγίστανον πλησίον αὐτοῦ κατεστρατοπέδευσε, καὶ κατεσκεύασε παράδεισον, ὃς τὴν μὲν περίμετρον ἦν δώδεκα σταδίων, ἐν πεδίωι δὲ κείμενος εἶχε πηγὴν μεγάλην, ἐξ ἧς ἀρδεύεσθαι συνέβαινε τὸ φυτουργεῖον. (2) τὸ δὲ Βαγίστανον
335ὄρος ἐστὶ μὲν ἱερὸν Διός, ἐκ δὲ τοῦ παρὰ τὸν παράδεισον μέρους ἀποτομάδας ἔχει πέτρας, εἰς ὕψος ἀνατεινούσας ἑπτακαίδεκα σταδίους· οὗ τὸ κατώτατον μέρος καταξύσασα τὴν ἰδίαν ἐνεχάραξεν εἰκόνα, δορυφόρους αὑτῆι παραστήσασα ἑκατόν· ἐπέγραψε δὲ καὶ 〈Ἀσ〉συρίοις γράμμασιν εἰς τὴν πέτραν, ὅτι Σεμί‐ ραμις τοῖς σάγμασι τοῖς τῶν ἀκολουθούντων ὑποζυγίων ἀπὸ τοῦ πεδίου χώσασα
340τὸν προειρημένον κρημνὸν διὰ τούτων εἰς τὴν ἀκρώρειαν προσανέβη. (3) ἐντεῦθεν δὲ ἀναζεύξασα καὶ παραγενομένη πρὸς Χαύ‐ ονα πόλιν τῆς Μηδίας, κατε‐ νόησεν ἔν τινι μετεώρωι πεδί‐
345ωι πέτραν τῶι τε ὕψει καὶ τῶι μεγέθει καταπληκτικήν· ἐνταῦθ’ οὖν ἕτερον παράδεισον ὑπερμεγέθη κατε‐ σκεύασεν, ἐν μέσωι τὴν πέτραν ἀπολαβοῦσα, καθ’ ἣν οἰκοδομήματα πολυτελῆ πρὸς τρυφὴν ἐποίησεν, ἐξ ὧν τά τε κατὰ τὸν παράδεισον ἀπεθεώρει φυτουργεῖα
καὶ πᾶσαν τὴν στρατιὰν παρεμβεβληκυῖαν ἐν τῶι πεδίωι. (4) ἐν τούτωι δὲ429

3c,688,F

1b

(350)

τῶι τόπωι συχνὸν ἐνδιατρίψασα χρόνον καὶ πάντων τῶν εἰς τρυφὴν ἀνηκόντων ἀπολαύσασα, γῆμαι μὲν νομί‐ μως οὐκ ἠθέλησεν, εὐλαβου‐ μένη μήποτε στερηθῆι τῆς ἀρ‐ χῆς, ἐπιλεγομένη δὲ τῶν στρα‐
355τιωτῶν τοὺς εὐπρεπείαι διαφέ‐ ροντας τούτοις ἐμίσγετο, καὶ πάντας τοὺς αὐτῆι πλησιάσαντας ἠφάνιζε. (5) μετὰ δὲ ταῦτα ἐπ’ Ἐκβατάνων τὴν πορείαν ποιησαμένη παρεγένετο πρὸς ὄρος τὸ Ζαρκαῖον καλούμενον· τοῦτο δ’ ἐπὶ πολλοὺς παρῆκον σταδίους καὶ πλῆρες ὂν κρημνῶν καὶ φαράγγων
360μακρὰν εἶχε τὴν περίοδον. ἐφιλοτιμεῖτο οὖν ἅμα μὲν μνημεῖον ἀθάνατον ἑαυ‐ τῆς ἀπολιπεῖν, ἅμα δὲ σύντομον ποιήσασθαι τὴν ὁδόν· διόπερ τούς τε κρημνοὺς κατακόψασα καὶ τοὺς κοίλους τόπους χώσασα σύντομον καὶ πολυτελῆ κατ‐ εσκεύασεν ὁδόν, ἣ μέχρι τοῦ νῦν Σεμιράμιδος καλεῖται. (6) παραγενηθεῖσα δ’ εἰς Ἐκβάτανα πόλιν ἐν πεδίωι κειμένην, κατεσκεύασεν ἐν αὐτῆι πολυτελῆ
365βασίλεια, καὶ τὴν ἄλλην ἐπιμέλειαν ἐποιήσατο τοῦ τόπου περιττοτέραν· ἀνύδρου γὰρ οὔσης τῆς πόλεως καὶ μηδαμοῦ σύνεγγυς ὑπαρχούσης πηγῆς, ἐποίησεν αὐτὴν πᾶσαν κατάρρυτον, ἐπαγαγοῦσα πλεῖστον καὶ κάλλιστον ὕδωρ μετὰ πολλῆς κακοπαθείας τε καὶ δαπάνης. (7) τῶν γὰρ Ἐκβατάνων ὡς δώδεκα σταδίους ἀπέχον ἐστὶν ὄρος ὃ καλεῖται μὲν Ὀρόντης, τῆι δὲ τραχύτητι καὶ τῶι
370πρὸς ὕψος ἀνατείνοντι μεγέθει διάφορον, ὡς ἂν τὴν πρόσβασιν ἔχον ὄρθιον ἕως τῆς ἀκρωρείας σταδίων εἴκοσι πέντε· ἐκ θατέρου δὲ μέρους οὔσης λίμνης μεγάλης εἰς ποταμὸν ἐκβαλλούσης, διέσκαψε τὸ προειρημένον ὄρος κατὰ τὴν ῥίζαν. (8) ἦν δ’ ἡ διῶρυξ τὸ μὲν πλάτος ποδῶν ιε, τὸ δ’ ὕψος τετταράκοντα· δι’ ἧς ἐπαγαγοῦσα τὸν ἐκ τῆς λίμνης ποταμὸν ἐπλήρωσε τὴν πόλιν ὕδατος.
375ταῦτα μὲν οὖν ἐποίησεν ἐν τῆι Μηδίαι. (14) μετὰ δὲ ταῦτα ἐπῆλθε τήν τε Περσίδα καὶ τὴν ἄλλην χώραν ἅπασαν ἧς ἐπῆρχε κατὰ τὴν Ἀσίαν· πανταχοῦ δὲ τὰ μὲν ὄρη καὶ τὰς ἀπορρῶγας διακόπτουσα κατεσκεύασεν ὁδοὺς πολυτελεῖς, ἐν δὲ τοῖς πεδίοις ἐποίει χώματα (F 1 i) ποτὲ μὲν τάφους κατασκευάζουσα τοῖς τελευτῶσι τῶν ἡγεμόνων, ποτὲ δὲ πόλεις ἐν τοῖς ἀναστήμασι κατοικίζουσα.
380(2) εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφ’ ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν· διὸ καὶ πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπ’ ἐκείνης κατασκευασ‐ θέντων, καὶ καλεῖται Σεμιράμιδος ἔργα. (3) μετὰ δὲ ταῦτα τήν τε Αἴγυπτον
πᾶσαν ἐπῆλθε καὶColumn end
385τῆς Λιβύης τὰ πλεῖστα καταστρε‐ ψαμένη παρῆλθεν εἰς Ἄμμωνα, χρη‐ σομένη τῶι θεῶι
390περὶ τῆς ἰδίας τε‐ λευτῆς· λέγεται δ’ αὐτῆι γενέσθαι λόγιον ἐξ ἀνθρώπων ἀφανισθήσεσθαι (F 1 m) καὶ κατὰ τὴν Ἀσίαν παρ’ ἐνίοις τῶν ἐθνῶν ἀθανάτου τεύξεσθαι τιμῆς, ὅπερ ἔσεσθαι καθ’ ὃν ἂν χρόνον ὁ υἱὸς αὐτῆι Νινύας ἐπιβουλεύσηι. (4) ἀπὸ δὲ τούτων γενο‐
395μένη τῆς Αἰθιοπίας ἐπῆλθε τὰ πλεῖστα, καταστρεφομένη καὶ τὰ κατὰ τὴν χώραν θεωμένη παράδοξα. εἶναι γὰρ ἐν αὐτῆι φασι λίμνην τετράγωνον, τὴν

3c,688,F

1b

(400)

μὲν περίμετρον ἔχουσαν ποδῶν ὡς ἑκατὸν ἑξήκοντα, τὸ δὲ ὕδωρ τῆι μὲν χρόαι παραπλή‐ σιον κινναβάρει, τὴν δ’ ὀσμὴν καθ’ ὑπερβολὴν ἡδεῖαν, οὐκ
405ἀνόμοιον οἴνωι παλαιῶι. δύνα‐ μιν δ’ ἔχειν παράδοξον· τὸν γὰρ πιόντα φασὶν εἰς μανίαν ἐμπίπτειν, καὶ πάνθ’ ἃ πρότε‐ ρον διέλαθεν ἁμαρτήσας ἑαυτοῦ
410κατηγορεῖν. τοῖς μὲν οὖν ταῦτα λέγουσιν οὐκ ἄν τις ῥαιδίως συγκατάθοιτο. (15) τα‐ φὰς δὲ τῶν τελευτησάντων ἰδίως οἱ κατὰ τὴν Αἰθιοπίαν ποιοῦνται· ταριχεύ‐ σαντες γὰρ τὰ σώματα καὶ περιχέαντες αὐτοῖς πολλὴν ὕελον ἱστᾶσιν ἐπὶ στήλης, ὥστε τοῖς παριοῦσι φαίνεσθαι διὰ τῆς ὑέλου τὸ τοῦ τετελευτηκότος σῶμα, καθάπερ Ἡρόδοτος (3, 24) εἴρηκε. (2) Κτησίας δὲ ὁ Κνίδιος
415ἀποφαινόμενος τοῦτον σχεδιάζειν, αὐτός φησι τὸ μὲν σῶμα ταριχεύεσθαι, τὴν μέντοι γε ὕελον μὴ περιχεῖσθαι γυμνοῖς τοῖς σώμασι· κατακαυθήσεσθαι γὰρ ταῦτα, καὶ λυμανθέντα τελέως τὴν ὁμοιότητα μὴ δυνήσεσθαι διατηρεῖν. (3) διὸ καὶ χρυσῆν εἰκόνα κατασκευάζεσθαι κοίλην, εἰς ἣν ἐντεθέντος τοῦ νεκροῦ
420περὶ τὴν εἰκόνα χεῖσθαι τὴν ὕελον· τοῦ δὲ κατασκευάσματος τεθέντος ἐπὶ τὸν τάφον διὰ τῆς ὑέλου φανῆναι τὸν χρυσὸν ἀφω‐ μοιωμένον τῶι τετελευτηκότι. (4) τοὺς μὲν οὖν πλουσίους αὐτῶν οὕτω θάπτεσθαί φησι, τοὺς δ’ ἐλάττονας καταλιπόντας οὐσίας ἀργυρᾶς τυγχάνειν εἰκόνος, τοὺς δὲ πένητας κεραμίνης·430
425τὴν δὲ ὕελον πᾶσιν ἐξαρκεῖν διὰ τὸ πλείστην γεννᾶσθαι κατὰ τὴν Αἰθιοπίαν καὶ τελέως παρὰ τοῖς ἐγχωρίοις ἐπιπολάζειν. (5) περὶ δὲ τῶν νομίμων τῶν παρὰ τοῖς Αἰθίοψι ... μικρὸν ὕστερον ἀναγράψομεν .... (16) ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας. ἔχουσα δὲ
430δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί τι λαμπρὸν κατὰ πόλεμον. (2) πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβρο‐ βάτης κατ’ ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δ’ εἶχεν ἀναρίθμητον πλῆθος·
435ὑπῆρχον δ’ αὐτῶι καὶ ἐλέφαντες πολλοὶ καθ’ ὑπερβολήν, λαμπρῶς κεκοσμη‐ μένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς. (3) ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος οὖσα τῶι κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς, ἀρδεύεταί τε πολλαχοῦ, καὶ διττοὺς καθ’ ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς· διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων τοσοῦτον ἔχει πλῆθος, ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι·
440λέγεται δὲ μηδέποτε κατ’ αὐτὴν γεγονέναι σιτοδείαν ἢ φθορὰν καρπῶν διὰ τὴν εὐκρα‐ σίαν τῶν τόπων. (4) ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖς τε ἀλκαῖς καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῆι Λιβύηι γινομένων· ὁμοίως δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν· πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν ἔστιν ἐν αὐτῆι πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ
445πλοῦτον διατεινόντων. ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχθη μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον. (5) ὁρῶσα δ’ αὑτὴν μεγάλων καθ’ ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν· προσέταξε

3c,688,F

1b

(450)

δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα. (6) μετεπέμψατο δὲ καὶ ναυπηγοὺς ἔκ τε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς παραθαλαττίου χώρας, οἷς ἄφθονον ὕλην μεταγαγοῦσα διεκελεύσατο κατα‐
σκευάζειν ποτάμια πλοῖα διαιρετά. (7) ὁ γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν431
455περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων πρός τε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι· περὶ δὲ τὸν ποταμὸν οὐκ οὔσης ὕλης, ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῆι παρακομίζεσθαι τὰ πλοῖα. (8) θεωροῦσα δ’ ἡ Σεμίραμις ἑαυτὴν ἐν τῆι τῶν ἐλεφάντων χρείαι πολὺ λειπομένην, ἐπενοήσατο †τι κατασκευάζειν ἰδίωμα† τούτων τῶν ζώιων, ἐλ‐
460πίζουσα καταπλήξεσθαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μηδ’ εἶναι τὸ σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν. (9) ἐπιλέξασα δὲ βοῶν μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν
465ζώιων τούτων φύσιν· ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον καὶ κάμηλον, ὑφ’ οὗ φερόμενον φαντασίαν τοῖς πόρρωθεν ὁρῶσιν ἀληθινοῦ θη‐ ρίου παρείχετο. (10) οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῆι τεχνῖται προσεκαρ‐ τέρουν τοῖς ἔργοις ἔν τινι περιβόλωι περιωικοδομημένωι καὶ πύλας ἔχοντι τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωθεν ἐξιέναι τεχνιτῶν μήτε
470τῶν ἔξωθεν εἰσιέναι πρὸς αὐτούς· τοῦτο δ’ ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωθεν ἴδηι τὸ γινόμενον μηδὲ διαπέσηι φήμη πρὸς Ἰνδοὺς περὶ τούτων. (17) ἐπεὶ δ’ αἵ τε νῆες καὶ τὰ θηρία κατεσκευάσθησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῶι τρίτωι μετ‐ επέμψατο τὰς πανταχόθεν δυνάμεις εἰς τὴν Βακτριανήν. τὸ δὲ πλῆθος τῆς ἀθροισθείσης στρατιᾶς ἦν, ὡς Κτησίας ὁ Κνίδιος ἀνέγραψε,
475πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες, ἁρμάτων δὲ δέκα μυριάδες. (2) ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι. ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο κα‐ μήλους τὰς πεζῆι παρακομιζούσας τὰ σκάφη. ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων
480εἴδωλα κάμηλοι, καθότι προείρηται· πρὸς δ’ αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων. (3) τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς ὁ τῶν Μακεδόνων βασι‐ λεὺς ..... (4) ὁ δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνθανόμενος τά τε
μεγέθη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον432
485παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερθέσθαι τὴν Σεμίραμιν. (5) καὶ πρῶτον μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια· ἡ γὰρ Ἰνδικὴ παρά τε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆθος, οὗ τὸ πάχος οὐκ ἂν ῥαιδίως ἄνθρωπος περιλάβοι· λέγεται δὲ καὶ τὰς ἐκ τούτων κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν, οὔσης ἀσήπτου
490ταύτης τῆς ὕλης. (6) ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικήν, ἤθροισε δύναμιν πολὺ μείζονα τῆς Σεμιράμιδι συναχθείσης. (7) ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν καὶ πολλαπλασιάσας τοὺς προυπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς λαμπρῶς· (8) διὸ καὶ συνέβαινε κατὰ τὴν ἔφοδον
495αὐτῶν διά τε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον ἀνθρωπίνηι φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν. (18) ἐπεὶ δ’ αὐτῶι πάντα 〈τὰ〉 πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθ’ ὁδὸν οὖσαν ἀπέ‐ στειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα· πολλὰ δὲ καὶ ἄρρητα κατ’ αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων

3c,688,F

1b

(500)

καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῶι προσηλώ‐ σειν. (2) ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν πειράσεσθαι τῆς περὶ αὐτὴν ἀρετῆς. ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρε‐ γενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα. (3) διόπερ
505καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπι‐ βατῶν, συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν. (4) ἐπὶ πολὺν δὲ χρόνον τοῦ κιν‐ δύνου παρατείνοντος, καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον ἡ Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δ’ αἰχμα‐
510λώτους οὐκ ὀλίγους. (5) ἐπαρθεῖσα δὲ τῆι νίκηι τὰς ἐν τῶι ποταμῶι νήσους καὶ πόλεις ἐξηνδραποδίσατο, καὶ συνήγαγεν αἰχμαλώτων σωμάτων ὑπὲρ τὰς δέκα μυριάδας. μετὰ δὲ ταῦθ’ ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς ἀπήγαγε τὴν δυνάμιν ἀπὸ τοῦ ποταμοῦ, προσποιούμενος μὲν ἀναχωρεῖν διὰ φόβον, τῆι δ’ ἀληθείαι βουλόμενος τοὺς πολεμίους προτρέψασθαι διαβῆναι τὸν ποταμόν. (6) ἡ δὲ
515Σεμίραμις κατὰ νοῦν αὐτῆι τῶν πραγμάτων προχωρούντων, ἔζευξε τὸν ποταμὸν κατασκευάσασα πολυτελῆ καὶ μεγάλην γέφυραν, δι’ ἧς ἅπασαν διακομίσασα τὴν δύναμιν ἐπὶ μὲν τοῦ ζεύγματος φυλακὴν κατέλιπεν ἀνδρῶν ἑξακισμυρίων, τῆι δ’ ἄλληι στρατιᾶι προῆγεν ἐπιδιώκουσα τοὺς Ἰνδούς, προηγουμένων τῶν
εἰδώλων, ὅπως οἱ τῶν πολεμίων κατάσκοποι τῶι βασιλεῖ ἀπαγγείλωσι τὸ433
520πλῆθος τῶν παρ’ αὐτῆι θηρίων. (7) οὐ διεψεύσθη δὲ κατά γε τοῦτο τῆς ἐλπίδος, ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῆι συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων. (8) οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω χρόνον κρυπτόμενον· τῶν γὰρ παρὰ τῆι Σεμιράμιδι στρατευομένων τινὲς
525κατελήφθησαν νυκτὸς ἐν τῆι στρατοπεδείαι ῥαιθυμοῦντες τὰ περὶ τὰς φυλακάς, φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολε‐ μίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν· ἐφ’ οἷς θαρρήσας ὁ τῶν Ἰνδῶν βασιλεὺς καὶ τῆι δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέ‐ στρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν. (19) τὸ δ’ αὐτὸ καὶ τῆς
530Σεμιράμιδος ἐπιτελούσης, ὡς ἤγγισαν ἀλλήλοις τὰ στρατόπεδα, Σταβροβάτης ὁ τῶν Ἰνδῶν βασιλεὺς προαπέστειλε πολὺ πρὸ τῆς φάλαγγος τοὺς ἱππεῖς μετὰ τῶν ἁρμάτων. (2) δεξαμένης δὲ τῆς βασιλίσσης εὐρώστως τὴν ἔφοδον τῶν ἱππέων, καὶ τῶν κατεσκευασμένων ἐλεφάντων πρὸ τῆς φάλαγγος ἐν ἴσοις δια‐ στήμασι τεταγμένων, συνέβαινε πτύρεσθαι τοὺς τῶν Ἰνδῶν ἵππους. (3) τὰ
535γὰρ εἴδωλα πόρρωθεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληθινοῖς θηρίοις, οἷς συνήθεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεθαρρηκότως προσίππευον· τοῖς δ’ ἐγγίσασιν ἥ τε ὀσμὴ προσέβαλλεν ἀσυνήθης, καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα παμμεγέθη τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε· διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζώιων ἀπειθούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν
540εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων. (4) ἡ δὲ Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῶι προτερήματι δεξιῶς χρησαμένη, τοὺς Ἰνδοὺς ἐτρέψατο· ὧν φυγόντων πρὸς τὴν [τῶν Ἰνδῶν] φά‐ λαγγα, Σταβροβάτης ὁ βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δ’ ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγ‐
545μένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου θηρίου ποιούμενος ἐπήγαγε κατα‐ πληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατ’ αὐτὸν τυχικῶς τεταγμένην. (5) τὸ δ’ αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων, ἡ μετὰ τῆς Σεμιράμιδος δύναμις βραχὺν ὑπέστη χρόνον τὴν τῶν θηρίων ἔφοδον· τὰ γὰρ ζῶια διάφορα ταῖς ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιθότα πάντα τὸν ὑφιστάμενον ῥαιδίως

3c,688,F

1b

(550)

ἀνήιρει. (6) διόπερ πολὺς καὶ παντοῖος ἐγίνετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν ἀναρριπτουμένων. συχνοῦ δὲ πλήθους νεκρῶν σωρευομένων, καὶ τοῦ κινδύνου τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς τάξεως ἐτόλμα. (7) τραπέντος οὖν τοῦ πλήθους παντός, ὁ βασιλεὺς τῶν Ἰνδῶν
555ἐπ’ αὐτὴν ἐβιάζετο τὴν Σεμίραμιν. καὶ τὸ μὲν πρῶτον ἐπ’ ἐκείνην τοξεύσας ἔτυχε τοῦ βραχίονος, ἔπειτ’ ἀκοντίσας διήλασε διὰ τοῦ νώτου τῆς βασιλίσσης, πλαγίας ἐνεχθείσης τῆς πληγῆς· διόπερ οὐδὲν παθοῦσα δεινὸν ἡ Σεμίραμις ταχέως ἀφίππευσε, πολὺ λειπομένου κατὰ τὸ τάχος τοῦ διώκοντος θηρίου. (8) πάντων δὲ φευγόντων ἐπὶ τὴν σχεδίαν, καὶ τοσούτου πλήθους εἰς ἕνα καὶ434
560στενὸν βιαζομένου τόπον, οἱ μὲν τῆς βασιλίσσης ὑπ’ ἀλλήλων ἀπέθνησκον, συμπατούμενοι καὶ φυρόμενοι παρὰ φύσιν ἀναμὶξ ἱππεῖς τε καὶ πεζοί, τῶν δὲ Ἰνδῶν ἐπικειμένων, ὠσμὸς ἐγένετο βίαιος ἐπὶ τῆς γεφύρας διὰ τὸν φόβον, ὥστε πολλοὺς ἐξωθουμένους ἐφ’ ἑκάτερα μέρη τῆς γεφύρας ἐμπίπτειν εἰς τὸν ποταμόν. (9) ἡ δὲ Σεμίραμις ἐπειδὴ τὸ πλεῖστον μέρος τῶν ἀπὸ τῆς μάχης
565διασωζομένων διὰ τὸν ποταμὸν ἔτυχε τῆς ἀσφαλείας, ἀπέκοψε τοὺς συνέχοντας δεσμοὺς [τὴν γέφυραν]· ὧν λυθέντων, ἡ μὲν σχεδία κατὰ πολλὰ διαιρεθεῖσα μέρη καὶ συχνοὺς ἐφ’ ἑαυτῆς ἔχουσα τῶν διωκόντων Ἰνδῶν ὑπὸ τῆς τοῦ ῥεύ‐ ματος σφοδρότητος ὡς ἔτυχε κατηνέχθη, καὶ πολλοὺς μὲν τῶν Ἰνδῶν διέ‐ φθειρε, τῆι δὲ Σεμιράμιδι πολλὴν ἀσφάλειαν παρεσκεύασε, κωλύσασα τὴν τῶν
570πολεμίων ἐπ’ αὐτὴν διάβασιν. (10) μετὰ δὲ ταῦθ’ ὁ μὲν τῶν Ἰνδῶν βασιλεύς, διοσημείων αὐτῶι γενομένων, καὶ τῶν μάντεων ἀποφαινομένων σημαίνεσθαι τὸν ποταμὸν μὴ διαβαίνειν, ἡσυχίαν ἔσχεν, ἡ δὲ Σεμίραμις ἀλλαγὴν ποιησαμένη τῶν αἰχμαλώτων, ἐπανῆλθεν εἰς Βάκτρα, δύο μέρη τῆς δυνάμεως ἀποβεβληκυῖα. (20) μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ υἱοῦ δι’ εὐνούχου τινὸς ἐπιβου‐
575λευθεῖσα καὶ τὸ παρ’ Ἄμμωνι λόγιον (c. 14, 3) ἀνανεωσαμένη, τὸν ἐπιβου‐ λεύσαντα κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῶι παραδοῦσα καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν, ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη. (2) ἔνιοι δὲ μυθολογοῦντές φασιν αὐτὴν γενέσθαι περιστε‐
580ράν, καὶ πολλῶν ὀρνέων εἰς τὴν οἰκίαν καταπετασθέντων μετ’ ἐ‐ κείνων ἐκπετασθῆναι· διὸ καὶ τοὺς Ἀσσυρίους τὴν περιστερὰν τιμᾶν ὡς θεόν, ἀπαθανατίζοντας
585τὴν Σεμίραμιν. αὕτη μὲν οὖν βασιλεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρό‐ πον, βιώσασα μὲν ἔτη ἑξήκοντα καὶ δύο, βασιλεύσασα δὲ δύο πρὸς τοῖς τεττα‐
ράκοντα. (3) Κτησίας μὲν οὖν ὁ Κνίδιος περὶ Σεμιράμιδος τοιαῦθ’ ἱστόρηκεν, Ἀθήναιος (681 F 1) δὲ καί τινες τῶν ἄλλων συγγραφέων435
590φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ .... (21) μετὰ δὲ τὸν ταύτης θάνατον Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς
595ζηλώσας. (2) πρῶτον μὲν γὰρ ἐν τοῖς βασι‐ λείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπ’ οὐ‐ δενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων· ἐζήλου δὲ τρυφὴν καὶ ῥαιθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν

3c,688,F

1b

(600)

μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐ‐ δαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσθαι ταῖς ἡδοναῖς ἀνεπικωλύτως. (3) πρὸς δὲ τὴν ἀσ‐ φάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατ’ ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους
605ἑκάστου. (4) καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστωι τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα, τοῦ δ’ ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας· (5) οὗ συν‐ τελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπε‐
610πλῆχθαι, θεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίθρωι στρατοπεδευομένας, καὶ τοῖς ἀφισταμένοις ἢ μὴ πειθαρχοῦσιν ἑτοίμην οὖσαν τιμωρίαν. (6) τὰς δὲ κατ’ ἐνιαυτὸν ἀλλαγὰς τῶν στρατιωτῶν ἐπενόησεν, ἵνα πρὶν ἢ καλῶς γνωσ‐ θῆναι τοὺς στρατηγοὺς καὶ τοὺς ἄλλους ἅπαντας ὑπ’ ἀλλήλων, ἕκαστος εἰς τὴν ἰδίαν διαχωρίζηται πατρίδα· ὁ γὰρ πολὺς χρόνος τῆς στρατείας ἐμπειρίαν τε
615τῶν κατὰ τὸν πόλεμον καὶ φρόνημα τοῖς ἡγεμόσι περιτίθησι, καὶ τὸ πλεῖστον ἀφορμὰς παρέχεται μεγάλας πρὸς ἀπόστασιν καὶ συνωμοσίαν κατὰ τῶν ἡγου‐ μένων. (7) τὸ δὲ μηδ’ ὑφ’ ἑνὸς τῶν ἔξωθεν θεωρεῖσθαι τῆς μὲν [ἀληθοῦς] περὶ αὐτὸν τρυφῆς ἄγνοιαν παρείχετο πᾶσι, καθάπερ δὲ θεὸν ἀόρατον διὰ τὸν φόβον ἕκαστος οὐδὲ λόγωι βλασφημεῖν ἐτόλμα· στρατηγοὺς δὲ καὶ σατράπας καὶ διοι‐
620κητάς, ἔτι δὲ δικαστὰς καθ’ ἕκαστον ἔθνος ἀποδείξας, καὶ τἄλλα πάντα διατάξας
ὥς ποτ’ ἔδοξεν αὐτῶι συμφέρειν, τὸν τοῦ ζῆν χρόνον κατέμεινεν ἐν τῆι Νίνωι. (8) παραπλησί‐ ως δὲ τούτωι καὶ οἱ λοιποὶ βασιλεῖς,436
625παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν ἀρχήν, ἐπὶ γενεὰς τριάκοντα ἐβασί‐ λευσαν μέχρι Σαρ‐
630δαναπάλλου· ἐπὶ τούτου γὰρ ἡ τῶν Ἀσσυρίων ἡγεμονία μετ‐ έπεσεν εἰς Μή‐
635δους, ἔτη δια‐ μείνασα πλείω τῶν χιλίων καὶ τριακοσίων [ἔτι δ’ ἑξήκοντα],
640καθάπερ φησὶ
Κτησίας ὁ Κνί‐ διος ἐν τῆι δευτέραι βί‐ βλωι. (22) τὰ437
645δ’ ὀνόματα πάντα τῶι βασιλέων καὶ τὸ πλῆθος τῶν ἐ‐ τῶν ὧν ἕκαστος ἐβασίλευσεν, οὐ

3c,688,F

1b

(650)

κατεπείγει γρά‐ φειν διὰ τὸ μηδὲν ὑπ’ αὐτῶν πε‐ πρᾶχθαι μνήμης ἄξιον· μόνη γὰρ
655τέτευχεν ἀναγρα‐ φῆς ἡ πεμφθεῖσα συμμαχία τοῖς Τρωσὶν ὑπ’ Ἀσ‐ συρίων, ἧς ἐστρα‐
660τήγει Μέμνων ὁ Τιθωνοῦ. (2) Τευτάμου γὰρ βασιλεύοντος τῆς Ἀσίας, ὃς ἦν εἰκοστὸς ἀπὸ Νινύου τοῦ Σεμιράμιδος, φασὶ τοὺς μὲτ’ Ἀγαμέμνονος Ἕλληνας ἐπὶ Τροίαν στρατεῦσαι, τὴν ἡγεμονίαν ἐχόντων τῆς Ἀσίας Ἀσσυρίων ἔτη πλείω τῶν χιλίων· καὶ τὸν
665μὲν Πρίαμον βαρυνόμενον τῶι πολέμωι καὶ βασιλεύοντα τῆς Τρωιάδος, ὑπήκοον δ’ ὄντα τῶι βασιλεῖ τῶν Ἀσσυρίων, πέμψαι πρὸς αὐτὸν πρεσβευτὰς περὶ βοη‐ θείας· τὸν δὲ Τεύταμον μυρίους μὲν Αἰθίοπας, ἄλλους δὲ τοσούτους Σουσιανοὺς σὺν ἅρμασι διακοσίοις ἐξαποστεῖλαι, στρατηγὸν ἐπικαταστήσαντα Μέμνονα τὸν Τιθωνοῦ. (3) καὶ τὸν μὲν Τιθωνὸν κατ’ ἐκείνους τοὺς χρόνους τῆς Περσίδος438
670ὄντα στρατηγὸν εὐδοκιμεῖν παρὰ τῶι βασιλεῖ μάλιστα τῶν καθεσταμένων ἐπάρχων, τὸν δὲ Μέμνονα τὴν ἡλικίαν ἀκμάζοντα διαφέρειν ἀνδρείαι τε καὶ ψυχῆς λαμπρότητι· οἰκοδομῆσαι δ’ αὐτὸν ἐπὶ τῆς ἄκρας τὰ ἐν Σούσοις βασίλεια τὰ διαμείναντα μέχρι τῆς Περσῶν ἡγεμονίας, κληθέντα δ’ ἀπ’ ἐκείνου Μεμνό‐ νεια· κατασκευάσαι δὲ καὶ διὰ τῆς χώρας λεωφόρον ὁδὸν τὴν μέχρι τῶν νῦν
675χρόνων ὀνομαζομένην Μεμνόνειον. (4) ἀμφισβητοῦσι δὲ καὶ οἱ περὶ τὴν Αἴγυπτον Αἰθίοπες; λέγοντες ἐν ἐκείνοις τοῖς τόποις γεγονέναι τὸν ἄνδρα τοῦτον· καὶ βασίλεια παλαιὰ δεικνύουσιν, ἃ μέχρι τοῦ νῦν ὀνομάζεσθαί φασι Μεμνόνεια. (5) οὐ μὴν ἀλλὰ τοῖς Τρωσὶ λέγεται βοηθῆσαι τὸν Μέμνονα μετὰ δισμυρίων μὲν πεζῶν, ἁρμάτων δὲ διακοσίων, ὃν θαυμασθῆναί τε δι’ ἀνδρείαν καὶ πολλοὺς ἀνελεῖν ἐν ταῖς μάχαις τῶν Ἑλλήνων, τὸ δὲ
680τελευταῖον ὑπὸ Θετταλῶν ἐνεδρευθέντα κατασφαγῆναι· τοῦ δὲ σώματος τοὺς Αἰθίοπας ἐγκρατεῖς γενομένους κατακαῦσαί τε τὸν νεκρὸν καὶ τὰ ὀστᾶ πρὸς Τιθωνὸν ἀποκομίσαι. περὶ μὲν οὖν Μέμνονος τοιαῦτ’ ἐν ταῖς βασιλικαῖς ἀναγραφαῖς ἱστορεῖ‐ σθαί φασιν οἱ βάρβαροι. (23) Σαρδανάπαλλος δὲ τριακοστὸς μὲν ὢν ἀπὸ Νίνου τοῦ συστησαμένου
685τὴν ἡγεμονίαν, ἔσχατος δὲ γενόμενος Ἀσσυρίων βασιλεύς, ὑπερῆρεν ἅπαντας τοὺς πρὸ αὐτοῦ τρυφῆι καὶ ῥαιθυμίαι. χωρὶς γὰρ τοῦ μηδ’ ὑφ’ ἑνὸς τῶν ἔξωθεν ὁρᾶσθαι, βίον ἔζησε γυναικός· καὶ διαιτώμενος μὲν μετὰ τῶν παλλακίδων, πορφύραν δὲ καὶ τὰ μαλακώτατα τῶν ἐρίων ταλασιουργῶν, στολὴν μὲν γυναι‐ κείαν ἐνεδεδύκει, τὸ δὲ πρόσωπον καὶ πᾶν τὸ σῶμα ψιμυθίοις καὶ τοῖς ἄλλοις
690τοῖς τῶν ἑταιρῶν ἐπιτηδεύμασιν ἁπαλώτερον πάσης γυναικὸς τρυφερᾶς κατε‐ σκεύαστο. (2) ἐπετήδευσε δὲ καὶ τὴν φωνὴν ἔχειν γυναικώδη, καὶ κατὰ τοὺς πότους οὐ μόνον ποτῶν καὶ βρωτῶν τῶν δυναμένων μάλιστα τὰς ἡδονὰς παρ‐ έχεσθαι συνεχῶς ἀπολαύειν, ἀλλὰ καὶ τὰς ἀφροδισιακὰς τέρψεις μεταδιώκειν ἀνδρὸς ἅμα καὶ γυναικός· ἐχρῆτο γὰρ ταῖς ἐπ’ ἀμφότερα συνουσίαις ἀνέδην,
695τῆς ἐκ τῆς πράξεως αἰσχύνης οὐδὲν ὅλως φροντίζων. (3) ἐπὶ τοσοῦτο δὲ προήχθη
τρυφῆς καὶ τῆς αἰσχίστης ἡδονῆς καὶ ἀκρασίας, ὥστ’ ἐπικήδειον εἰς αὑτὸν ποιῆσαι, καὶ παραγγεῖλαι τοῖς διαδόχοις τῆς ἀρχῆς μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἐπὶ τὸν τάφον ἐπιγράψαι τὸ συγγραφὲν μὲν ὑπ’ ἐκείνου βαρβαρικῶς, μεθερμηνευθὲν δὲ ὕστερον ὑπό τινος Ἕλληνος· «εὖ εἰδὼς ὅτι θνητὸς ἔφυς, σὸν θυμὸν ἄεξε / τερπόμενος θαλίηισι· θανόντι σοι οὔτις439

3c,688,F

1b

(700)

ὄνησις· / καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας. / ταυτ’ ἔχω, ὅσς’ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος / τέρπν’ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται». (4) τοιοῦτος δ’ ὢν τὸν τρόπον οὐ μόνον αὐτὸς αἰσχρῶς κατέστρεψε τὸν βίον, ἀλλὰ καὶ τὴν Ἀσσυρίων ἡγεμονίαν ἄρδην ἀνέτρεψε, πολυχρονιωτάτην γενομένην τῶν μνημονευομένων. (24) Ἀρβάκης γάρ τις, Μῆδος μὲν τὸ γένος, ἀνδρείαι δὲ
705καὶ ψυχῆς λαμπρότητι διαφέρων, ἐστρατήγει Μήδων τῶν κατ’ ἐνιαυτὸν ἐκ‐ πεμπομένων εἰς τὴν Νίνον. κατὰ δὲ τὴν στρατείαν γενόμενος συνήθης τῶι στρα‐ τηγῶι τῶν Βαβυλωνίων, ὑπ’ ἐκείνου παρεκλήθη καταλῦσαι τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. (2) ἦν δ’ οὗτος ὄνομα μὲν Βέλεσυς, τῶν δ’ ἱερέων ἐπισημότατος, οὓς Βαβυλώνιοι καλοῦσι Χαλδαίους. ἐμπειρίαν οὖν ἔχων μεγίστην ἀστρολογίας
710τε καὶ μαντικῆς προέλεγε τοῖς πολλοῖς τὸ ἀποβησόμενον ἀδιαπτώτως· διὸ καὶ θαυμαζόμενος ἐπὶ τούτοις τῶι στρατηγῶι τῶν Μήδων ὄντι φίλωι προεῖπεν ὅτι πάντως αὐτὸν δεῖ βασιλεῦσαι πάσης τῆς χώρας ἧς ἄρχει Σαρδανάπαλλος. (3) ὁ δ’ Ἀρβάκης ἐπαινέσας τὸν ἄνδρα, τούτωι μὲν ἐπηγγείλατο δώσειν σατρα‐ πείαν τῆς Βαβυλωνίας τῆς πράξεως ἐπὶ τέλος ἐλθούσης, αὐτὸς δὲ καθαπερεί
715τινος θεοῦ φωνῆι μετεωρισθεὶς τοῖς τε ἡγεμόσι τῶν ἄλλων ἐθνῶν συνίστατο, καὶ πρὸς τὰς ἑστιάσεις καὶ κοινὰς ὁμιλίας ἐκτενῶς ἅπαντας παρελάμβανε, φιλίαν ἐγκατασκευάζων πρὸς ἕκαστον. (4) ἐφιλοτιμήθη δὲ καὶ τὸν βασιλέα κατ’ ὄψιν ἰδεῖν καὶ τὸν τούτου βίον ὅλον κατασκέψασθαι· διό‐
720περ δούς τινι τῶν εὐνούχων χρυσῆν φιάλην, εἰσήχθη πρὸς τὸν Σαρδανάπαλλον, καὶ τήν τε τρυφὴν αὐτοῦ καὶ τὸν γυ‐
ναικώδη τῶν ἐπιτηδευμάτωνColumn end
725ζῆλον ἀκριβῶς κατανοήσας, κατεφρόνησε μὲν τοῦ βασιλέως ὡς οὐδενὸς ἀξίου, προήχθη δὲ πολὺ μᾶλλον ἀντέχεσθαι τῶν δοθεισῶν ἐλπίδων ὑπὸ τοῦ
730Χαλδαίου. (5) τέλος δὲ συν‐ ωμοσίαν ἐποιήσατο πρὸς τὸν Βέλεσυν, ὥστε αὐτὸν μὲν Μή‐ δους ἀποστῆσαι καὶ Πέρσας, ἐκεῖνον δὲ πεῖσαι Βαβυλω‐
735νίους κοινωνῆσαι τῆς πρά‐ ξεως, καὶ τὸν τῶν Ἀράβων ἡγεμόνα φίλον ὄντα προσλα‐ βέσθαι πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν. (6) ὡς δ’ ὁ ἐνιαύ‐
740σιος τῆς στρατείας διεληλύθει χρόνος, διαδοχῆς δ’ ἑτέρας ἐλθούσης ἀπελύθησαν οἱ πρό‐ τεροι κατὰ τὸ ἔθος εἰς τὰς πατρίδας, ἐνταῦθα ὁ Ἀρβάκης ἔπεισε τοὺς μὲν Μήδους ἐπιθέσθαι τῆι
745βασιλείαι, Πέρσας δ’ ἐπ’ ἐλευθερίαι κοινωνῆσαι τῆς †ἡγεμονίας. παραπλησίως δὲ καὶ ὁ Βέλεσυς τούς τε Βαβυλωνίους ἔπεισεν ἀντέχεσθαι τῆς ἐλευθερίας, καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρεστήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων, ὄντα φίλον αὐτοῦ καὶ ξένον, μετασχεῖν τῆς ἐπιθέσεως. (7) τοῦ δ’ ἐνιαυσίου χρόνου διελθόντος, πάντες οὗτοι πλῆθος στρατιωτῶν συναγαγόντες ἧκον πανδημεὶ440

3c,688,F

1b

(750)

πρὸς τὴν Νίνον, τῶι μὲν λόγωι διαδοχὴν ἄγοντες, ὡς ἦν σύνηθες, τῆι δ’ ἀλη‐ θείαι καταλύσοντες τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. (8) ἀθροισθέντων οὖν τῶν προειρημένων τεττάρων ἐθνῶν εἰς ἕνα τόπον, ὁ μὲν σύμπας αὐτῶν ἀριθμὸς ὑπῆρχεν εἰς τετταράκοντα μυριάδας, εἰς μίαν δὲ παρεμβολὴν συνελθόντες ἐβου‐ λεύοντο κοινῆι περὶ τοῦ συμφέροντος. (25) Σαρδανάπαλλος δὲ γνοὺς τὴν
755ἀπόστασιν, εὐθὺς ἐξήγαγεν ἐπ’ αὐτοὺς τὰς ἀπὸ τῶν ἄλλων ἐθνῶν δυνάμεις. καὶ τὸ μὲν πρῶτον γενομένης ἐν τῶι πεδίωι παρατάξεως, ἐλείφθησαν οἱ τὴν ἀπόστασιν ποιησάμενοι, καὶ πολλοὺς ἀποβαλόντες συνεδιώχθησαν εἰς ὄρος ἀπέχον τῆς Νίνου σταδίους ἑβδομήκοντα. (2) μετὰ δὲ ταῦτα πάλιν κατα‐ βάντων αὐτῶν εἰς τὸ πεδίον καὶ πρὸς μάχην παρασκευαζομένων, ὁ μὲν Σαρδα‐
760νάπαλλος ἀντιτάξας τὴν ἰδίαν στρατιάν, προαπέστειλε πρὸς τὸ τῶν πολεμίων στρατόπεδον τοὺς κηρύξοντας διότι ‘Σαρδανάπαλλος τοῖς μὲν ἀνελοῦσιν Ἀρ‐ βάκην τὸν Μῆδον δώσει χρυσίου διακόσια τάλαντα, τοῖς δὲ ζῶντα παραδοῦσι χρήματα μὲν δωρήσεται δὶς τοσαῦτα, τῆς δὲ Μηδίας ὕπαρχον καταστήσει‘. παραπλησίως δ’ ἐπηγγείλατο δώσειν δωρεὰς τοῖς Βέλεσυν τὸν Βαβυλώνιον
765ἀνελοῦσιν ἢ ζωγρήσασιν. (3) οὐδενὸς δὲ προσέχοντος τοῖς κηρύγμασι, συνῆψε μάχην· καὶ πολλοὺς μὲν ἐφόνευσε τῶν ἀποστατῶν, τὸ δ’ ἄλλο πλῆθος συνεδίωξεν εἰς τὴν ἐν τοῖς ὄρεσι παρεμβολήν. (4) οἱ δὲ περὶ τὸν Ἀρβάκην διὰ τὰς ἥττας ἀθυμοῦντες, συνήγαγον τῶν φίλων συνέδριον, καὶ προέθηκαν βουλὴν τί δέοι πράττειν. (5) οἱ πλεῖστοι μὲν οὖν ἔφασαν δεῖν εἰς τὰς πατρίδας ἀπιέναι, καὶ
770τόπους ὀχυροὺς καταλαμβάνεσθαι, καὶ τῶν ἄλλων τῶν εἰς τὸν πόλεμον χρησί‐ μων τὴν ἐνδεχομένην παρασκευὴν ποιεῖσθαι· Βέλεσυς δ’ ὁ Βαβυλώνιος φήσας τοὺς θεοὺς αὐτοῖς σημαίνειν μετὰ πόνων καὶ κακοπαθείας ἐπὶ τέλος ἄξειν τὴν προαίρεσιν, καὶ τἄλλα παρακαλέσας ἐνδεχομένως, ἔπεισεν ἅπαντας ὑπομένειν τοὺς κινδύνους. (6) γενομένης οὖν τρίτης παρατάξεως, πάλιν ὁ βασιλεὺς ἐνίκησε,
775καὶ τῆς τε παρεμβολῆς τῶν ἀποστατῶν ἐκυρίευσε, καὶ τοὺς ἡττηθέντας ἐδίωξε μέχρι τῶν ὅρων τῆς Βαβυλωνίας· συνέβη δὲ καὶ τὸν Ἀρβάκην αὐτὸν λαμπρό‐ τατα κινδυνεύσαντα καὶ πολλοὺς ἀνελόντα, ὑπὸ τῶν Ἀσσυρίων γενέσθαι τραυ‐ ματίαν. (7) τηλικούτων δ’ ἐλαττωμάτων κατὰ τὸ συνεχὲς γενομένων τοῖς ἀφεστηκόσιν, οἱ τὰς ἡγεμονίας ἔχοντες ἀπελπίσαντες περὶ τῆς νίκης, παρεσκευ‐
780άζοντο διαχωρίζεσθαι πρὸς τοὺς οἰκείους ἕκαστοι τόπους. (8) ὁ δὲ Βέλεσυς ἐν
ὑπαίθρωι τὴν νύκτα διηγρυπνηκώς, καὶ περὶ τὴν τῶν ἄστρων παρατήρησιν φιλοτιμηθείς, ἔφησε τοῖς ἀπηλπικόσι τὰ πράγματα, ἂν πένθ’ ἡμέρας ἀναμεί‐ νωσιν, αὐτομάτην ἥξειν βοήθειαν, καὶ μεταβολὴν ἔσεσθαι τῶν ὅλων παμμε‐ γέθη εἰς τοὐναντίον· ταῦτα γὰρ ὁρᾶν διὰ τῆς τῶν ἄστρων ἐμπειρίας προση‐441
785μαίνοντας αὐτοῖς τοὺς θεούς· καὶ παρεκάλει ταύτας τὰς ἡμέρας μείναντας πεῖραν λαβεῖν τῆς ἰδίας τέχνης καὶ τῆς τῶν θεῶν εὐεργεσίας. (26) μετακληθέντων οὖν πάλιν ἁπάντων καὶ τὸν ὡρισμένον χρόνον ἀναμεινάντων, ἧκέ τις ἀπαγγέλ‐ λων διότι δύναμις ἐκ τῆς Βακτριανῆς ἀπεσταλμένη τῶι βασιλεῖ πλησίον ἐστὶ πορευομένη κατὰ σπουδήν. (2) ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι
790τοῖς στρατηγοῖς τὴν ταχίστην, ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστ’ εὐζώνους, ὅπως ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων. (3) τέλος δὲ πρὸς τὴν ἐλευθερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα 〈δὲ〉 καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῶι κατεστρατο‐
795πέδευσαν. (4) ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισ‐ θέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆθος οἴνου τε καὶ τῶν ἄλλων ἐπιτηδείων· διόπερ τῆς δυνά‐ μεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων

3c,688,F

1b

(800)

πυθόμενοι τὴν ἐν τῆι παρεμβολῆι τῶν πολεμίων ῥαιθυμίαν καὶ μέθην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίθεσιν ἐποιήσαντο. (5) προσπεσόντες δὲ συντεταγμένοι μὲν ἀσυντάκτοις, ἕτοιμοι δὲ ἀπαρασκεύοις, τῆς τε παρεμβολῆς ἐκράτησαν καὶ τῶν στρατιωτῶν πολλοὺς ἀνελόντες τοὺς ἄλλους μέχρι τῆς πόλεως κατεδίωξαν. (6) μετὰ δὲ ταῦτα ὁ μὲν βασιλεὺς Σαλαιμένην τὸν ἀδελφὸν τῆς γυναικὸς ἀπο‐
805δείξας στρατηγόν, αὐτὸς τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν ἐποιεῖτο· οἱ δ’ ἀπο‐ στάται κατὰ τὸ πεδίον τὸ πρὸ τῆς πόλεως παραταξάμενοι δυσὶ μάχαις ἐνί‐ κησαν τοὺς Ἀσσυρίους, καὶ τόν τε Σαλαιμένην ἀνεῖλον καὶ τῶν ἀντιταξαμένων τοὺς μὲν ἐν τῆι φυγῆι κατέσφαξαν, τοὺς δ’ ἀποκλεισθέντας τῆς εἰς τὴν πόλιν ἐπανόδου καὶ συναναγκασθέντας ἑαυτοὺς ῥίπτειν εἰς τὸν Εὐφράτην ποταμὸν
810πλὴν ὀλίγων ἅπαντας ἀνεῖλον. (7) τοσοῦτο δὲ πλῆθος ἦν τῶν φονευθέντων ὥστε τὸ φερόμενον ῥεῦμα κραθὲν αἵματι τὴν χρόαν ἐφ’ ἱκανὸν τόπον μεταβαλεῖν. ἔπειτα τοῦ βασιλέως συγκλεισθέντος εἰς πολιορκίαν, πολλὰ τῶν ἐθνῶν ἀφί‐ στατο, ἑκάστου πρὸς τὴν ἐλευθερίαν αὐτομολοῦντος. (8) ὁ δὲ Σαρδανάπαλλος ὁρῶν τὴν ὅλην βασιλείαν ἐν τοῖς μεγίστοις οὖσαν κινδύνοις, τοὺς μὲν υἱοὺς
815τρεῖς ὄντας καὶ θυγατέρας δύο μετὰ πολλῶν χρημάτων εἰς Παφλαγονίαν ἀπέ‐ στειλε πρὸς Κότταν (?) ἔπαρχον, ὄντα τῶν ἀρχομένων εὐνούστατον, αὐτὸς δὲ βιβλιαφόρους ἀποστείλας πρὸς ἅπαντας τοὺς ὑπ’ αὐτὸν τεταγμένους μετε‐ πέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο. (9) ἦν δ’ αὐτῶι λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ442
820κράτος, ἐὰν μὴ πρότερον ὁ ποταμὸς τῆι πόλει γένηται πολέμιος. ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσθαι, ταῖς ἐλπίσι ἀντείχετο, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσθαι. (27) οἱ δ’ ἀποστάται τοῖς προτερήμασιν ἐπαρθέντες προσέ‐ κειντο μὲν τῆι πολιορκίαι, διὰ δὲ τὴν ὀχυρότητα τῶν τειχῶν οὐδὲν ἠδύναντο βλά‐
825ψαι τοὺς ἐν τῆι πόλει· πετροβόλοι γὰρ ἢ χελῶναι χωστρίδες ἢ κριοὶ πρὸς ἀνατροπὴν μεμηχανημένοι τειχῶν οὔπω κατ’ ἐκείνους τοὺς καιροὺς ἐξεύρηντο· τῶν δ’ ἐπιτηδείων ἁπάντων οἱ κατὰ τὴν πόλιν πολλὴν εἶχον δαψίλειαν, προ‐ νενοημένου τοῦ βασιλέως τούτου τοῦ μέρους. διὸ καὶ χρονιζούσης τῆς πολιορ‐ κίας, ἐπ’ ἔτη μὲν δύο προσέκειντο, προσβολὰς ποιούμενοι τοῖς τείχεσι καὶ τῆς
830ἐπὶ τὴν χώραν ἐξόδου τοὺς ἐκ τῆς πόλεως εἴργοντες· τῶι τρίτωι δ’ ἔτει συνεχῶς ὄμβρων μεγάλων καταρραγέντων, συνέβη τὸν Εὐφράτην μέγαν γενόμενον κατακλύσαι μέρος τῆς πόλεως, καὶ καταβαλεῖν τὸ τεῖχος ἐπὶ σταδίους εἴκοσιν. (2) ἐνταῦθα ὁ βα‐ σιλεὺς νομίσας τε‐
835τελέσθαι τὸν χρησ‐ μόν, καὶ τῆι πόλει τὸν ποταμὸν γε‐ γονέναι φανερῶς πολέμιον, ἀπέγνω
840τὴν σωτηρίαν. ἵνα δὲ μὴ τοῖς πολε‐ μίοις ὑποχείριος γένηται, πυρὰν ἐν τοῖς βασιλείοις
845κατεσκεύασεν ὑ‐ περμεγέθη, καὶ τόν
τε χρυσὸν καὶ τὸν ἄργυρον ἅπαντα, πρὸς δὲ τούτοιςColumn end

3c,688,F

1b

(850)

τὴν βασιλικὴν ἐσ‐ θῆτα πᾶσαν ἐπὶ ταύτην ἐσώρευσε, τὰς δὲ παλλακίδας καὶ τοὺς εὐνούχους
855συγκλείσας εἰς τὸν ἐν μέσηι τῆι πυρᾶι κατεσκευασμένον οἶκον ἅμα τούτοις ἅπασιν ἑαυτόν τε
860καὶ τὰ βασίλεια κατέκαυσεν. (3) οἱ δ’ ἀποστάται πυθόμενοι τὴν ἀπώλειαν τὴν Σαρδαναπάλλου, τῆς μὲν πόλεως ἐκράτησαν εἰσπεσόντες κατὰ τὸ πεπτωκὸς μέρος τοῦ τείχους, τὸν δ’ Ἀρβάκην ἐνδύσαντες τὴν βασιλικὴν στολὴν προσηγόρευσαν βασιλέα, καὶ τὴν
865τῶν ὅλων ἐξουσίαν ἐπέτρεψαν αὐτῶι. (28) ἔνθα δὴ τοῦ βασιλέως τοῖς συνα‐ γωνισαμένοις δωρεάς τε διαδόντος κατὰ τὴν ἀξίαν καὶ σατράπας ἐθνῶν καθ‐ ιστάντος, προσελθὼν αὐτῶι Βέλεσυς ὁ Βαβυλώνιος, ὁ προειπὼν ὅτι βασιλεὺς ἔσται τῆς Ἀσίας. τῆς τε εὐεργεσίας ὑπέμνησε, καὶ τὴν Βαβυλῶνος ἀρχὴν ἠξίου δοῦναι, καθάπερ ἐξ ἀρχῆς ὑπέσχετο. (2) ἀπεφαίνετο δὲ καὶ κατὰ τοὺς
870κινδύνους ἑαυτὸν εὐχὴν πεποιῆσθαι τῶι Βήλωι, Σαρδαναπάλλου κρατηθέντος καὶ τῶν ἄλλων (?) βασιλείων ἐμπορισθέντων ἀποκομιεῖν τὴν σποδὸν τὴν ἐκ τούτων εἰς Βαβυλῶνα, καὶ πλησίον τοῦ τεμένους τοῦ θεοῦ [καὶ τοῦ ποταμοῦ] καταθέμενον, χῶμα κατασκευάσειν τὸ παρεξόμενον τοῖς κατὰ τὸν Εὐφράτην πλέουσιν ἀθάνατον ὑπόμνημα τοῦ καταλύσαντος τὴν Ἀσσυρίων ἀρχήν. (3)
875τοῦτο δ’ ἠιτεῖτο πυθόμενός τινος εὐνούχου τὰ περὶ τὸν ἄργυρον καὶ χρυσόν, ὃν διαδράντα καὶ πρὸς αὐτὸν αὐτομολήσαντα κατέκρυψεν. (4) ὁ δ’ Ἀρβάκης τούτων οὐδὲν εἰδὼς διὰ τὸ πάντας τοὺς ἐν τοῖς βασιλείοις συγκατακαῆναι τῶι βασιλεῖ, τήν τε σποδὸν ἀποκομίσαι καὶ τὴν Βαβυλῶνα ἔχειν ἀτελῆ συνεχώρησεν. εἶθ’ ὁ μὲν Βέλεσυς πλοῖα παραστησάμενος, μετὰ τῆς σποδοῦ τὸ πλεῖστον τοῦ
880τε ἀργύρου καὶ τοῦ χρυσοῦ συντόμως ἀπέστειλεν εἰς τὴν Βαβυλῶνα· ὁ δὲ βασι‐ λεὺς μηνυθείσης αὐτῶι τῆς πράξεως αὐτοφώρου, δικαστὰς ἀπέδειξε τοὺς συνα‐ γωνισαμένους στρατηγούς. (5) τοῦ πράξαντος δ’ ὁμολογοῦντος ἀδικεῖν, τὸ μὲν δικαστήριον αὐτοῦ θάνατον κατέγνω, ὁ δὲ βασιλεὺς μεγαλόψυχος ὢν καὶ τὴν ἀρχὴν τῆς ἡγεμονίας βουλόμενος ἐπιεικῆ παρέχεσθαι, τῶν τε κινδύνων443
885ἀπέλυσε τὸν Βέλεσυν, καὶ τὸν ἀποκεκομισμένον ἄργυρον καὶ χρυσὸν ἔχειν συνεχώρησεν· ὁμοίως δὲ καὶ τὴν ἐξ ἀρχῆς δοθεῖσαν ἐξουσίαν τῆς Βαβυλῶνος οὐκ ἀφείλετο, φήσας μείζονας εἶναι τὰς ἐξ αὐτοῦ προγεγενημένας εὐεργεσίας τῶν ὕστερον ἀδικημάτων. (6) διαβοηθείσης δὲ τῆς ἐπιεικείας, οὐ τὴν τυχοῦσαν εὔνοιαν ἅμα καὶ δόξαν παρὰ τῶν ἐθνῶν ἀπηνέγκατο, πάντων κρινόντων ἄξιον
890εἶναι τῆς βασιλείας τὸν οὕτω προσενεχθέντα τοῖς ἀδικήσασιν. (7) ὁ δ’ οὖν Ἀρβάκης τοῖς κατὰ τὴν πόλιν ἐπιεικῶς προσενεχθείς, αὐτοὺς μὲν κατὰ κώμας διώικισε, τὰς ἰδίας κτήσεις ἑκάστοις ἀποδούς, τὴν δὲ πόλιν εἰς ἔδαφος κατέ‐ σκαψεν. ἔπειτα τόν τε ἄργυρον καὶ χρυσὸν τὸν ἐκ τῆς πυρᾶς ὑπολειφθέντα πολ‐ λῶν ὄντα ταλάντων ἀπεκόμισε τῆς Μηδίας εἰς Ἐκβάτανα.
895 (8) ἡ μὲν οὖν ἡγεμονία τῶν Ἀσσυρίων ἀπὸ Νίνου διαμείνασα τριάκοντα μὲν γενεάς, ἔτη δὲ πλείω τῶν χιλίων καὶ τριακοσίων, ὑπὸ Μήδων κατελύθη τὸν προειρημένον τρόπον.

3c,688,F

1c

ANON. De mul. 1: Σεμίραμις· θυγάτηρ μέν, ὥς φησι Κτησίας, Δερκε‐ τοῦς τῆς Συρίας θεοῦ καὶ Σύρου τινός, ἥτις ἐτράφη ὑπὸ Σίμμα, ὄντος ὑπηρέτου τοῦ βασι‐
5λέως Νίνου, γαμηθεῖσα δὲ Ὄννεωι, ὑπάρχωι τινὶ βασιλικῶι, εἶχεν υἱοὺς 〈β〉. ἑλοῦσα δὲ Βάκτρα μετὰ τοῦ ἀνδρός, ἐπιγνοὺς Νίνος ἤδη γηραιὸς ὤν, ἐγάμησεν· ἡ δὲ ἐτέκνωσεν ἐξ αὐ‐ τοῦ Νινύαν παῖδα. μετὰ δὲ τὸν Νίνου θάνατον
10ἐτείχισε τὴν Βαβυλῶνα ὀπτῆι πλίνθωι καὶ ἀσφάλτωι, καὶ τὸ τοῦ Βήλου ἱερὸν κατεσκεύ‐ ασεν. ἐπιβουλευθεῖσα δὲ ὑπὸ τοῦ υἱοῦ Νι‐ ν〈ύ〉ου ἐτελεύτησεν (F 1 m), ἔτη βιώσασα ξ〈β〉, βασιλεύσασα ἔτη μβ.

3c,688,F

1d

STRABON 16, 4, 27: αἱ δὲ τῶν ὀνομάτων μεταπτώσεις, καὶ μάλιστα τῶν βαρβαρικῶν, πολλαί· καθάπερ τὸν Δαριήκην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζιριν Παρύ‐
5σατιν (F 15 § 47?), Ἀταργάτην δὲ τὴν Ἀθάραν—Δερκετὼ δ’ αὐτὴν Κτη‐ σίας καλε.

3c,688,F

1e,Alpha

ERATOSTH. Catast. 38 p. 180 Ro: ... ὁ μέγας καλούμενος Ἰχθύς .... ἱστορεῖται δὲ περὶ τούτου, ὥς φησι Κτησίας, εἶναι πρότερον ἐν λίμνηι τινὶ
5κατὰ τὴν Βαμβύκην· ἐμπεσούσης δὲ τῆς Δερκετοῦς νυκτός, ἣν οἱ περὶ τοὺς τόπους οἰκοῦντες Συρίαν θεὸν ὠνόμασαν, 〈σῶσαι αὐτήν〉.444

3c,688,F

1e,Beta

HYGIN. Astr. 2, 41: Piscis qui notius appellatur .... qui laborantem quondam Isim servasse existimatur; pro quo beneficio simulacrum piscis et eius filiorum ....
5inter astra constituit. itaque Syri com‐ plures pisces non esitant et eorum simulacra inaurata pro diis penatibus colunt. de hoc et Ctesias scribit.

3c,688,F

1e,Gamma

TZETZ. Chil. 9, 502: τῶν Ἀσσυρίων ἄνασσά τις, Δερκετὼ τὴν κλῆσιν, / νέωι τινὶ μοιχεύεται δι’ ἔρωτα Συρίσκωι. / ἔγκυος γεγονυῖα δέ, τὴν φήμην αἰδουμένη, / τὸν μὲν Σύρισκον ἀφαντοῖ, τεκοῦσα δὲ
5τὸ βρέφος / ἐν τοῖς ἀγροῖς ἐκτίθεται· αὐτὴ δ’ αὑτὴν ἐμβάλλει / εἰς λίμνην τὴν τοῦ Μύριδος, ἧιπερ καὶ ἀπεπνίγη. / Σύρων γραφαὶ δὲ λέγουσιν, ἰχθὺν αὐτὴν
γενέσθαι, / ὅθεν οὐδὲ ἐσθίουσι τινῶν ἰχθύων Σύροι.Column end

3c,688,F

1f

ARNOB. Adv. nat. 1, 52: age nunc veniat quaeso per igneam zonam magus ab in‐ teriore orbe Zoroastres, Hermippo (IV) ut adsen‐ tiamur auctori Bactrianus et ille convenial,
5cuius Ctesias res gestas Historiarum
exponit in primo.Column end

3c,688,F

1h

STEPH. BYZ. s.v. Χαύων· χώρα τῆς Μηδίας. Κτησίας ἐν α Περσι‐ κῶν· «ἡ δὲ Σεμίραμις ἐντεῦθεν ἐξε‐ λαύνει αὐτή τε καὶ ἡ στρατι, καὶ
5ἀφικνεῖται εἰς Χαύονα τῆς Μηδίας.»Column end

3c,688,F

1i

SYNKELL. p. 119, 11: Σεμί‐ ραμις ἡ διαβόητος, ἣ πολλαχοῦ τῆς γῆς ἤγειρε χώματα (F 1b c. 14, 1) προφάσει μὲν διὰ τοὺς κατακλυσμούς· τὰ δ’ ἦν ἄρα τῶν ἐρω‐
5μένων ζώντων κατορυσσομένων οἱ τάφοι,
ὡς Κτησίας ἱστορε.Column end

3c,688,F

1k

DIODOR. 1, 56, 5:445
3οὐκ ἀγνοῶ δ’ ὅτι περὶ τῶν εἰρημέ‐ νων πόλεων Κτησίας ὁ Κνίδιος διαφόρως ἱστό‐
5ρησε, φήσας τῶν μετὰ Σεμιράμιδος παραβα‐ λόντων εἰς Αἴγυπτόν τινας ἐκτικέναι ταύτας, ἀπὸ τῶν ἰδίων πατρίδων θεμένους τὴν προση‐
γορίαν.Column end

3c,688,F

1l,Alpha

ANTIGON. Hist. mir. 145: Κτησίαν δὲ (scil. Καλλίμαχός φησιν) τὴν ἐν Αἰθιοπίαι (scil. κρήνην) τὸ μὲν ὕδωρ ἔχειν ἐρυθρὸν ὡσανεὶ κιννάβαρι, τοὺς δὲ
5ἀπ’ αὐτῆς πιόντας παράφρονας γίνεσθαι. τοῦτο δὲ ἱστορεῖ καὶ Φίλων ὁ τὰ Αἰθιοπικὰ συγγραψάμενος (670 F 1).

3c,688,F

1l,Beta

PARADOX. FLOR. 17: Κτησίας δὲ ἐν Αἰθιοπίαι κρήνην ἱστορεῖ τῶι χρώματι κιννάβαρι παραπλησίαν, τοὺς δὲ πίνοντας ἀπ’ αὐτῆς
5παραλλάττειν τὴν διάνοιαν, ὥστε καὶ τὰ κρυφίως πεπραγμένα ὁμολογεῖν.

3c,688,F

1l,Gamma

Plin. N.H. 31, 9: .... lymphatos agat, quod in Aethiopia accidere iis qui e fonte Rubro
biberint Ctesias scribit.Column end

3c,688,F

1m

ATHENAG. Pro Christ. 3o: καὶ ἡ θυγάτηρ τῆς Δερκετοῦς Σεμίρα‐ μις, λάγνος γυνὴ καὶ μιαιφόνος, ἔδοξε Συ‐ ρία θεός, καὶ διὰ τὴν Δερκετῶ καὶ τὰς περι‐
5στερὰς καὶ τὴν Σεμίραμιν σέβουσι Σύροι— τὸ γὰρ ἀδύνατον, εἰς περιστερὰν μετέβαλεν
ἡ γυνή. ὁ μῦθος παρὰ Κτησίαι.Column end

3c,688,F

1n

ATHEN. 12, 38 p. 528 EF: Κτησίας ἐν τρίτηι Περσικῶν καὶ πάν‐ τας μέν φησι τοὺς βασιλεύσαν‐
5τας τῆς Ἀσίας περὶ τρυφὴν σπουδάσαι, μάλιστα δὲ Νινύαν τὸν Νίνου καὶ Σεμιράμιδος υἱόν. καὶ οὗτος οὖν ἔνδον μέ‐ νων καὶ τρυφῶν ὑπ’ οὐδενὸς
10ἑωρᾶτο, εἰ μὴ ὑπὸ τῶν εὐ‐ νούχων καὶ τῶν ἰδίων γυναι‐
κῶν.Column end

3c,688,F

1o,Beta

AGATHIAS Hist. 2, 25, 3 (SYNKELL. p. 676, 15): Νῖνός τε πρότερον φαίνεται καὶ βασιλείαν ἐνταῦθα (scil. ἐν Ἀσσυρίοις) βεβαίαν καταστησάμενος, Σεμίραμίς τε αὖ μετ’ ἐκεῖνον, καὶ ἑξῆς ἅπαντες οἱ τούτων ἀπόγονοι
5μέχρι καὶ ἐς Βελεοῦν τὸν Δερκετάδου. (4) ἐς τοῦτον γὰρ δὴ τὸν Βελεοῦν τῆς τοῦ Σεμιραμείου φύλου διαδοχῆς παυσαμένης, Βελη‐ τάρας τις ὄνομα, φυτουργὸς ἀνὴρ καὶ τῶν ἐν τοῖς βασιλείοις κή‐ πων μεληδωνὸς καὶ ἐπιστάτης, ἐκαρπώσατο παραλόγως τὴν βασι‐ λείαν, καὶ τῶι οἰκείωι ἐνεφύτευσε γένει, ὥς που Βίωνι (89 F 1)
10γέγραπται καὶ Ἀλεξάνδρωι τῶι Πολυίστορι (273 F 81) ἕως ἐς Σαρδανάπαλλον, 〈ἐφ’ οὗ〉, ὡς ἐκεῖνοί φασι, τῆς ἀρ‐ χῆς ἀπομαρανθείσης, Ἀρβάκης ὁ Μῆδος καὶ Βέλεσυς ὁ Βαβυλώνιος ἀφήιρηνται αὐτὴν τοὺς Ἀσσυρίους, καθελόν‐ τες τὸν βασιλέα, καὶ ἐς τὸ Μηδικὸν μετέστησαν ἔθνος (F 1
15c. 24 ff.; F 5 c. 32, 5), ἕξ τε καὶ τριακοσίων ἤδη πρὸς τοῖς χιλίοις ἢ καὶ ὀλίγωι πλειόνων ἐτῶν παρωιχηκότων, ἐξ οὗ τὰ πρῶτα ὁ Νῖνος τῶν ἐκείνηι κατέσχεν πραγμάτων· οὕτω γὰρ Κτησίαι τῶι Κνιδίωι τοὺς χρόνους ἀναγραψαμένωι καὶ Διόδωρος ξύμφησιν ὁ Σικε‐
20λιώτης. Μῆδοι τοίνυν .... ἔτη .... ἐν τῆι ἀρχῆι διανυσάντων οὐ μεῖον ἢ τριακόσια .... κρατήσαντες δὲ καὶ οἱ Περσικοὶ βασι‐
λεῖς ὀκτώ τε καὶ εἴκοσι καὶ διακόσια ἔτη ....Column end

3c,688,F

1p,Alpha*

ATHEN. 12, 38 p. 528 F—529 A: (F 1 n) τοιοῦτος δ’ ἦν καὶ Σαρδανάπαλλος, ὃν οἱ μὲν Ἀνακυνδαράξεω λέγουσιν υἱόν, οἱ δὲ Ἀνα‐ βαραξάρου. ὅτε δὴ οὖν Ἀρβάκης, εἷς τῶν ὑπ’ αὐ‐
5τὸν στρατηγῶν, Μῆδος γένος, διεπράξατο διά τινος τῶν εὐνούχων Σπαραμείζου θεάσασθαι Σαρδανά‐
παλλον καὶ μόλις αὐτῶι ἐπετράπη ἐκείνου ἐθελή‐ σαντος, ὡς εἰσελθὼν εἶδεν αὐτὸν ὁ Μῆδος ἐψιμυ‐ θιωμένον καὶ κεκοσμημένον γυναικιστὶ καὶ μετὰ446
10τῶν παλλακίδων ξαίνοντα πορφύραν ἀναβάδην τε μετ’ αὐτῶν καθήμενον, τὰς ὀφρῦς **, γυναικείαν δὲ στολὴν ἔχοντα καὶ κατεξυρημένον τὸν πώγωνα καὶ κατακεκισηρισμένον—ἦν δὲ καὶ γάλακτος λευκό‐ τερος, καὶ ὑπεγέγραπτο τοὺς ὀφθαλμούς—ἐπεὶ δὲ
15καὶ προσεῖδεν τὸν Ἀρβάκην τὰ λευκὰ ἐπαναβαλὼν τῶν ὀφθαλμῶν, οἱ μὲν πολλοί, ὧν ἐστι καὶ Δοῦρις (76 F 42), ἱστοροῦσιν ὑπὸ τούτου ἀγανακτήσαντος εἰ τοιοῦτος αὐτῶν βασιλεύει συγκεντηθέντα ἀπο‐ θανεῖν. (F 1q).

3c,688,F

1p,Beta*

ARISTOT. Pol. 5, 8, 14 p. 1311 b 35: ... οἱ μὲν ἀνηιρέθησαν, οἱ δ’ ἐπεβουλεύθησαν ... διὰ καταφρόνησιν, ὥσπερ Σαρ‐ δανάπαλλον ἰδών τις ξαίνοντα μετὰ τῶν γυναικῶν,
5εἰ ἀληθῆ ταῦτα οἱ μυθολογοῦντες λέγουσιν.

3c,688,F

1p,Gamma

POLLUX 2, 60: Κτησίας δέ πού φησιν ἀναβάλλειν τὰ λευκὰ τῶν ὀφθαλμῶν τὸν
Σαρδανάπαλλον.Column end

3c,688,F

1q

ATHEN. 12, 38 p. 529 B—D: (F 1 m; n) Κτησίας 〈δὲ〉 λέγει εἰς πόλεμον αὐτὸν κατα‐ στῆναι καὶ ἀθροίσαντα πολλὴν στρατιὰν καὶ καταλυθέντα ὑπὸ τοῦ Ἀρβάκου τελευτῆσαι
5ἑαυτὸν ἐμπρήσαντα ἐν τοῖς βασιλείοις, πυρὰν νήσαντα ὕψος τεσσάρων πλέθρων, ἐφ’ ἧς ἐπέθηκεν χρυσᾶς κλίνας ἑκατὸν καὶ πεντή‐ κοντα καὶ ἴσας τραπέζας καὶ ταύτας χρυσᾶς. ἐποίησε δὲ ἐν τῆι πυρᾶι καὶ οἴκημα ἑκατόμ‐
10πεδον ἐκ ξύλων, κἀνταῦθα κλίνας ὑπεστόρεσε, καὶ κατεκλίθη ἐνταῦθα αὐτός τε μετὰ καὶ τῆς γυναικὸς αὐτο, καὶ αἱ παλλακίδες ἐν ταῖς ἄλλαις κλίναις· τοὺς γὰρ τρεῖς υἱοὺς καὶ δύο θυγατέρας ὁρῶν τὰ πράγματα κακούμενα προ‐
15〈ἐκ〉πεπόμφει εἰς †Νίνον πρὸς τὸν ἐκεῖ βασι‐ λέα, δοὺς αὐτοῖς τρισχίλια χρυσίου τάλαντα. ἐπεστέγασεν δὲ τὸ οἴκημα δοκοῖς μεγάλαις τε καὶ παχείαις, ἔπειτα ἐν κύκλωι περιέθηκε πολλὰ ξύλα καὶ παχέα ὥστε μὴ εἶναι ἔξοδον.447
20ἐνταῦθα ἐπέθηκεν μὲν χρυσίου μυριάδας χι‐ λίας, ἀργυρίου δὲ μυρίας μυριάδας ταλάντων, καὶ ἱμάτια καὶ πορφύρας καὶ στολὰς παντο‐ δαπάς. ἔπειτα ὑφάψαι ἐκέλευ〈σ〉ε τὴν πυράν, καὶ ἐκαίετο πεντεκαίδεκα ἡμέραις· οἳ δὲ
25ἐθαύμαζον ὁρῶντες τὸν καπνόν, καὶ ἐδόκουν αὐτὸν θυσίας ἐπιτελεῖν. ταῦτα δὲ μόνοι ἤι‐ δεσαν οἱ εὐνούχοι. ὁ μὲν οὖν Σαρδανάπαλλος ἐκτόπως ἡδυπαθήσας ὡς ἐνῆν γενναίως ἐτε‐
λεύτησεν.Column end

3c,688,F

2*

CLEM. AL. Strom. 1, 102, 4: εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν ἀφ’ ὧν Κτησίας λέγει ....

3c,688,F

3*

PLIN. N.H. 7, 207: longa nave Jasonem primum navigasse Phi‐ lostephanus auctor est (IV); Hegesias (142 F 21) Parhalum, Ctesias Sami‐ ramin, Archemachus (424 F 5) Aegaeonem.

3c,688,F

4

ATHEN. 14, 44 p. 639 C: Βήρωσος δ’ ἐν πρώτωι Βαβυλωνια‐ κῶν (680 F 2) τῶι Λώωι φησὶ μηνὶ ἑκκαιδεκάτηι ἄγεσθαι ἑορτὴν Σάκαια προσαγορευομένην ἐν Βαβυλῶνι ἐπὶ ἡμέρας πέντε, ἐν αἷς ἔθος εἶναι ἄρχεσθαι τοὺς δεσπότας ὑπὸ τῶν οἰκετῶν, ἀφηγεῖσθαί τε τῆς οἰκίας ἕνα αὐτῶν, ἐνδεδυ‐
5κότα στολὴν ὁμοίαν τῆι βασιλικῆι, ὃν καὶ καλεῖσθαι ζωγάνην. μνημονεύει τῆς ἑορτῆς καὶ Κτησίας ἐν δευτέρωι Περσικῶν.

3c,688,F

5

DIODOR. 2, 31, 10—34, 6: καὶ περὶ μὲν Χαλδαίων ἀρκεσ‐ θησόμεθα τοῖς ῥηθεῖσιν (2, 29—31) ... περὶ δὲ τῆς Ἀσσυρίων βασιλείας ὡς ὑπὸ Μήδων κατελύθη προειρηκότες (F 1 c. 23—28) ἐπάνιμεν ὅθεν ἐξέβημεν. (32) ἐπεὶ δὲ διαφωνοῦσιν οἱ παλαιότατοι τῶν συγγραφέων περὶ τῆς μεγίστης τῶν Μήδων ἡγεμονίας, οἰκεῖον εἶναι
5διαλαμβάνομεν .... τὴν διαφορὰν τῶν ἱστοριογράφων παρ’ ἄλληλα θεῖναι. (2) Ἡρό‐ δοτος (1, 95—107) μὲν οὖν κατὰ Ξέρξην γεγονὼς τοῖς χρόνοις φησὶν Ἀσσυρίους ἔτη πεντακόσια πρότερον τῆς Ἀσίας ἄρξαντας ὑπὸ Μήδων καταλυθῆναι· ἔπειτα βασιλέα μὲν μηδένα γενέσθαι τὸν ἀμφισβητήσοντα τῶν ὅλων ἐπὶ πολλὰς γενεάς, τὰς δὲ πόλεις καθ’ ἑαυτὰς ταττομένας διοικεῖσθαι δημοκρατικῶς· τὸ δὲ τελευταῖον πολλῶν ἐτῶν448
10διελθόντων αἱρεθῆναι βασιλέα παρὰ τοῖς Μήδοις ἄνδρα δικαιοσύνηι διάφορον ὄνομα Κυαξάρην. (3) τοῦτον δὲ πρῶτον ἐπιχειρῆσαι προσάγεσθαι τοὺς πλησιοχώρους, καὶ τοῖς Μήδοις ἀρχηγὸν γενέσθαι τῆς τῶν ὅλων ἡγεμονίας· ἔπειτα τοὺς ἐκγόνους ἀεὶ προσ‐ κατακτωμένους πολλὴν τῆς ὁμόρου χώρας αὐξῆσαι τὴν βασιλείαν μέχρι Ἀστυάγους τοῦ καταπολεμηθέντος ὑπὸ Κύρου καὶ Περσῶν. περὶ ὧν νῦν ἡμεῖς τὰ κεφάλαια προειρηκότες
15τὰ κατὰ μέρος ὕστερον ἀκριβῶς ἀναγράψομεν, ἐπειδὰν ἐπὶ τοὺς οἰκείους χρόνους ἐπιβάλω‐ μεν· κατὰ γὰρ τὸ δεύτερον ἔτος τῆς ἑπτακαιδεκάτης ὀλυμπιάδος (707/6) ἡιρέθη βασιλεὺς ὑπὸ Μήδων Κυαξάρης καθ’ Ἡρόδοτον. (4) Κτησίας δ’ ὁ Κνίδιος (T 3) τοῖς μὲν χρόνοις ὑπῆρξε κατὰ τὴν Κύρου στρατείαν ἐπὶ Ἀρτα‐ ξέρξην τὸν ἀδελφόν, γενόμενος δ’ αἰχμάλωτος καὶ διὰ τὴν
20ἰατρικὴν ἐπιστήμην ἀναληφθεὶς ὑπὸ τοῦ βασιλέως, ἑπτακαίδεκα ἔτη διετέλεσε τιμώμενος ὑπ’ αὐτο. οὗτος οὖν φησιν ἐκ τῶν βασιλικῶν διφθερῶν, ἐν αἷς οἱ Πέρσαι τὰς παλαιὰς πράξεις κατά τινα νόμον εἶχον συντεταγμένας, πολυπραγμονῆσαι τὰ καθ’ ἕκαστον, καὶ συνταξάμενος τὴν ἱστορίαν εἰς τοὺς Ἕλληνας
25ἐξενεγκεῖν. (5) φησὶν οὖν μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων ἡγεμονίας Μήδους προ‐ στῆναι τῆς Ἀσίας, Ἀρβάκου βασιλεύοντος τοῦ Σαρδανάπαλλον καταπολε‐ μήσαντος, καθότι προείρηται (F 1 c. 24 ff.). (6) τούτου δ’ ἄρξαντος ἔτη δυσὶ λείποντα τῶν τριάκοντα διαδέξασθαι τὴν βασιλείαν τὸν υἱὸν Μαυδάκην, ὃν
30ἄρξαι τῆς Ἀσίας ἔτη πεντήκοντα· μετὰ δὲ τοῦτον τριάκοντα μὲν ἔτη βασι‐ λεῦσαι Σώσαρμον, πεντήκοντα δ’ Ἀρτύκαν, δύο δὲ πρὸς τοῖς εἴκοσι τὸν προσ‐ αγορευόμενον Ἀρβιάνην, τετταράκοντα δ’ Ἀρταῖον. (33) ἐπὶ δὲ τούτου συστῆναι μέγαν πόλεμον τοῖς Μήδοις πρὸς Καδουσίους διὰ τοιαύτας αἰτίας· Παρσώνδην τὸν Πέρσην, θαυμαζόμενον ἐπ’ ἀνδρείαι καὶ
35συνέσει καὶ ταῖς ἄλλαις ἀρεταῖς, φίλον τε ὑπάρξαι τῶι βασιλεῖ καὶ μέγιστον ἰσχῦσαι τῶν μετε‐ χόντων τοῦ βασι‐
λικοῦ συνεδρίου. (2) τοῦτον δ’ ὑπὸColumn end
40τοῦ βασιλέως ἔν τινι κρίσει λυπη‐ θέντα φυγεῖν μετὰ πεζῶν μὲν τρισχιλίων, ἱππέων δὲ χιλίων εἰς Καδουσίους, παρ’ οἷς ἦν ἐκ‐ δεδομένος τὴν ἰδίαν ἀδελφὴν τῶι μάλιστα δυναστεύοντι κατὰ τούτους τοὺς
45τόπους. (3) γενόμενον δ’ ἀποστάτην καὶ πείσαντα τὸ σύμπαν ἔθνος ἀντέχεσθαι τῆς ἐλευθερίας, αἱρεθῆναι στρατηγὸν διὰ τὴν ἀνδρείαν. ἔπειτα πυνθανόμενον ἀθροιζομένην ἐπ’ αὐτὸν μεγάλην δύναμιν, καθοπλίσαι τοὺς Καδουσίους παν‐ δημεί, καὶ καταστρατοπεδεῦσαι πρὸς ταῖς εἰς τὴν χώραν εἰσβολαῖς, ἔχοντα τοὺς σύμπαντας οὐκ ἐλάττους εἴκοσι μυριάδων. (4) τοῦ δὲ βασιλέως Ἀρταίου

3c,688,F

5

(50)

στρατεύσαντος ἐπ’ αὐτὸν μυριάσιν ὀγδοήκοντα, μάχηι κρατῆσαι, καὶ πλείους μὲν τῶν πεντακισμυρίων ἀνελεῖν, τὴν δ’ ἄλλην δύναμιν ἐκβαλεῖν ἐκ τῆς Κα‐ δουσίων χώρας· διὸ καὶ παρὰ τοῖς ἐγχωρίοις θαυμαζόμενον αἱρεθῆναί τε βασιλέα, καὶ τὴν Μηδίαν συνεχῶς λεηλατεῖν, καὶ πάντα τόπον καταφθείρειν. (5) μεγάλης δὲ δόξης τυχόντα καὶ γήραι μέλλοντα καταστρέφειν τὸν βίον,
55ἀρὰν θέσθαι παραστησάμενον τὸν διαδεχόμενον τὴν ἀρχήν, ὅπως μηδέποτε διαλύσωνται τὴν ἔχθραν Καδούσιοι πρὸς Μήδους· εἰ δὲ σύνθοιντο ὁμολογίας, ἐξώλεις γενέσθαι τούς τε ἀπὸ τοῦ γένους αὐτοῦ καὶ Καδουσίους ἅπαντας. (6) διὰ δὴ ταύτας τὰς αἰτίας ἀεὶ πολεμικῶς ἐσχηκέναι Καδουσίους πρὸς Μήδους, καὶ μηδέποτε τοῖς τούτων βασιλεῦσιν ὑπηκόους γεγονέναι, μέχρι οὗ
60Κῦρος εἰς Πέρσας μετέστησε τὴν ἡγεμονίαν. (34) τῶν δὲ Μήδων βασιλεῦσαι μετὰ τὴν Ἀρταίου τελευτὴν Ἀρτύνην μὲν ἔτη δύο πρὸς τοῖς εἴκοσι, Ἀστιβάραν δὲ τετταράκοντα. ἐπὶ δὲ τούτου Πάρθους ἀποστάντας Μήδων Σάκαις τήν τε χώραν καὶ τὴν
65πόλιν ἐγχειρίσαι. (2) διόπερ συ‐ στάντος πολέμου τοῖς Σάκαις πρὸς
Μήδους ἐπ’ ἔτη πλείω, γενέσθαι τε μάχας οὐκ ὀλίγας, καὶ συχνῶν παρ’ ἀμφοτέροις ἀναιρεθέντων, τὸ τελευ‐Column end
70ταῖον εἰρήνην αὐτοὺς ἐπὶ τοῖσδε συν‐ θέσθαι· Πάρθους μὲν ὑπὸ Μήδους τετάχθαι, τῶν δὲ προυπαρχόντων ἑκα‐ τέρους κυριεύσαντας φίλους εἶναι καὶ συμμάχους ἀλλήλοις εἰς τὸν ἅπαντα
75χρόνον. (3) βασιλεῦσαι δὲ τότε τῶν Σακῶν γυναῖκα τὰ κατὰ πόλεμον ἐζη‐ λωκυῖαν καὶ τόλμηι τε καὶ πράξει πολὺ διαφέρουσαν τῶν ἐν Σάκαις γυναικῶν, ὄνομα Ζαριναίαν· καθόλου μὲν οὖν τὸ
80ἔθνος τοῦτο γυναῖκας ἀλκίμους ἔχειν καὶ κοινωνούσας τοῖς ἀνδράσι τῶν ἐν τοῖς πολέμοις κινδύνων, ταύτην δὲ λέγεται τῶι τε κάλλει γενέσθαι πασῶν ἐκπρεπεστάτην καὶ ταῖς ἐπιβολαῖς
85καὶ τοῖς κατὰ μέρος ἐγχειρήμασι θαυ‐ μαστήν. (4) τῶν μὲν γὰρ πλησιο‐ χώρων βαρβάρων τοὺς ἐπηρμένους τῶι θράσει καὶ καταδουλουμένους τὸ ἔθνος τῶν Σακῶν καταπολεμῆσαι, τῆς
90δὲ χώρας πολλὴν ἐξημερῶσαι, καὶ πόλεις οὐκ ὀλίγας κτίσαι, καὶ τὸ σύνολον εὐδαιμονέστερον τὸν βίον τῶν ὁμοεθνῶν ποιῆσαι. (5) διὸ καὶ τοὺς
ἐγχωρίους μετὰ τὴν τελευτὴν αὐτῆςColumn end
95χάριν ἀποδιδόντας τῶν εὐεργεσιῶν καὶ τῆς ἀρετῆς μνημονεύοντας, τάφον οἰκοδομῆσαι πολὺ τῶν ὄντων παρ’ αὐτοῖς ὑπερέχοντα· ὑποστησαμένους γὰρ πυραμίδα τρίγωνον, τριῶν μὲν

3c,688,F

5

(100)

σταδίων ἑκάστην πλευρὰν αὐτῆς κα‐ τασκευάσαι τὸ μῆκος, τὸ δ’ ὕψος σταδιαῖον, εἰς ὀξὺ συνηγμένης τῆς κορυφῆς· ἐπιστῆσαι δὲ τῶι τάφωι καὶ χρυσῆν εἰκόνα κολοττικήν, καὶ τιμὰς
105ἡρωικὰς ἀπονεῖμαι, καὶ τἄλλα πάντα μεγαλοπρεπέστερα ποιεῖν τῶν τοῖς
προγόνοις αὐτῆς συγχωρηθέντων. (6) Ἀστιβάρα δὲ τοῦ βασιλέως τῶν Μήδων ἐν Ἐκβατάνοις γήραι τελευτή‐ σαντος, τὴν ἀρχὴν Ἀσπάνδαν τὸν υἱὸν διαδέξασθαι, τὸν ὑπὸ τῶν ἙλλήνωνColumn end
110Ἀστυάγην καλούμενον. τούτου δ’ ὑπὸ Κύρου τοῦ Πέρσου καταπολεμηθέντος μεταπεσεῖν τὴν βασιλείαν εἰς Πέρσας· περὶ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀκριβῶς ἀναγράψομεν (9, 22—24).

3c,688,F

6

ATHEN. 12, 40 p. 530 D: Κτησίας δὲ ἱστορεῖ Ἄνναρον (?) τὸν βασιλέως ὕπαρχον καὶ τῆς
Βαβυλωνίας δυναστεύσαντα στολῆι χρῆσθαι γυναικείαι καὶ κόσμωι· καὶ ὅτι βασιλέως δούλωι ὄντι αὐτῶι εἰς449
5τὸ δεῖπνον εἰσήιεσαν πεντήκοντα καὶ ἑκατὸν ψάλλουσαι καὶ ἄιδουσαι γυναῖκες· ἔψαλλον δὲ αὗται καὶ ἦιδον
ἐκείνου δειπνοῦντος.Column end

3c,688,F

7

ANONYM. De mul. 2: Ζαριναία· αὕτη τελευτήσαντος τοῦ προτέρου ἀνδρὸς αὐτῆς καὶ ἀδελφοῦ Κυδραίου, Σακῶν βασιλέως, ἐγαμήθη
5Μερμέρωι τῆς Παρθυαίων χώρας δυ‐ νάστηι. τοῦ δὲ Περσῶν βασιλέως ἐπι‐ στρατεύσαντος, πολεμοῦσα καὶ τρω‐ θεῖσα ἔφυγε· διωχθεῖσα δὲ ὑπὸ Στρυ‐ αγγείου ἱκετεύουσα διεσώθη. μετ’ οὐ450
10πολὺ δὲ ὑποχείριον αὐτὸν ὁ ἀνὴρ αὐτῆς λαβὼν ἐβούλετο ἀνελεῖν· ἡ δὲ δεομένη σώζειν καὶ μὴ πείθουσα, λύσασά τινας τῶν ἑαλωκότων σὺν αὐτοῖς τὸν Μέρ‐ μερον ἀνεῖλε, καὶ παραδοῦσα τῶι Πέρ‐
15σηι τὴν χώραν φιλίαν ἐποιήσατο πρὸς αὐτόν, ὡς ἱστορεῖ Κτησίας.

3c,688,F

8a

DEMETR. De eloc. 213 (TZETZ. Chil. 12, 893/8): (T 14) Στρυαγγαῖός τις, ἀνὴρ Μῆδος, γυναῖκα Σακίδα καταβαλὼν ἀπὸ τοῦ
5ἵππου· «μάχονται γὰρ δὴ αἱ γυναῖκες ἐν Σάκαις ὥσπερ αἱ Ἀμαζόνες»· θεασάμενος δὴ τὴν Σακίδα εὐπρεπῆ καὶ ὡραίαν, μεθῆκεν ἀποσώζεσθαι. μετὰ δὲ τοῦτο σπονδῶν
10γενομένων, ἐρασθεὶς τῆς γυναικὸς ἀπε‐ τύγχανεν. ἐδέδοκτο μὲν αὐτῶι ἀπο‐ καρτερεῖν, γράφει δὲ πρότερον ἐπιστο‐ λὴν τῆι γυναικὶ μεμφόμενος τοιάνδε· «ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ
15μὲν δι’ ἐμὲ ἐσώθης, ἐγὼ δὲ διὰ
σὲ ἀπωλόμην».451

3c,688,F

8b*

P. Ox. 2330 s. IIp: / [.]α̣.ς.[.].λ̣ε.απαν̣ψ.τ̣ε̣ς δ’ ἐ̣[σ]/τ̣ι̣ν ὅτι ἄγο̣ς̣ ἐνέλειπεσ‘. ὁ δ’ εἶ/‐ πεν· ‘φέρε τὸ γοῦν πρῶτον / [γ]ράμμα‐
5τα̣ [γ]ράψω̣ πρὸς Ζαρει/ε̣ναία̣ν (?)‘. κα̣ὶ̣ γράφει̣· ‘Στ̣ρ̣υ̣α̣γ/γ̣αῖος Ζαρε[ιεν]αίαι οὕτω λέγει· / ἐγὼ μὲν σὲ ἔσωσα, καὶ σὺ δι’ ἐ/μὲ ἐσ[ώ]θης, ἐγὼ δὲ διὰ σὲ ἀ̣/πω̣[λ]ό̣‐
10μην, καὶ ἀπέκτεινα / αὐτὸς ἐμαυτόν· οὐ γάρ μοι σὺ ἐ/βούλου χαρ[ί]σασθαι. ἐγὼ δὲ ταῦ/τ̣α τὰ κακὰ καὶ τὸν ἔρωτα τόν/δ̣ε οὐκ αὐτὸς εἱλόμην, ὁ δὲ θεὸς / οὗτό[ς] ἐστιν κοινὸς καὶ σοὶ καὶ /
15ἅ̣πα̣σι̣ν ἀνθρώποισιν. ὅτω̣ι μ̣ὲν̣ οὖν εἵ‐ λεως ἔ̣λθ̣ηι, πλεί/σ̣τ̣α̣ς̣ γε̣ ἡδονὰς δ̣ί̣‐ δ̣ω̣σιν, καὶ ἄλ/λα πλεῖστα ἀγαθὰ ἐπ̣οίησεν αὐ/τ̣όν, ὅ̣τω̣ι̣ δὲ ὀργιζόμενος / ἔ̣λθη̣〈ι〉 ο[ἷον]περ ἐμοὶ νῦν, πλεῖ/στα
20κ̣[ακὰ ἐρ]γασάμενος τὸ τελευ/ταῖ̣ον πρόρρι̣ζον ἀπώλεσεν / καὶ ἐξ̣έ̣τ̣[ρ]εψεν. τεκμαίρομαι / δὲ τῶι ἐμῶι θανάτωι̣. [ἐ]γ̣ὼ / γάρ σο̣ι̣ κα̣τ̣αράσομαι μὲν οὐ/δέν, ἐ̣π̣εύξομαι δέ σοι̣ τὴν / δικαιο‐452
25[τ]ά[τ]ην̣ εὐχήν· εἰ μ̣ὲ̣ν̣ σὺ ἐμὲ [δ]ί̣‐
κ̣[α]ι̣α ἐποίησας, πολ***Column end

3c,688,F

9

PHOT. Bibl. 72 p. 36 a 9—37 a 25: (T 8; 5b) φησὶν οὖν αὐτίκα περὶ τοῦ Ἀστυάγους, ὡς οὐδὲν αὐτοῦ Κῦρος πρὸς γένος ἐχρημάτιζεν· οὗτος δὲ αὐτὸν καὶ Ἀστυίγαν καλεῖ. φυγεῖν δὲ ἀπὸ προσώπου Κύρου Ἀστυίγαν ἐν Ἐκβατάνοις, καὶ κρυφθῆναι ἐν τοῖς κριοκράνοις τῶν βασιλείων οἰκημάτων,
5κρυψάντων αὐτὸν τῆς τε θυγατρὸς Ἀμύτιος καὶ τοῦ ἀνδρὸς αὐτῆς Σπιτάμα. ἐπιστάντα δὲ Κῦρον Οἰβάραι ἐπιτάξαι ἀνακρίνειν διὰ στρεβλώσεων Σπιτάμαν
τε καὶ Ἀμύτιν, ἀλλὰ καὶ τοὺς παῖδας αὐτῶν Σπιτάκην τε καὶ Μεγαβέρνην περὶ Ἀστυίγα· τὸν δὲ ἑαυτὸν προσαγγεῖλαι, ἵνα μὴ δι’ αὐτὸν στρεβλωθείησαν οἱ παῖδες. ληφθέντα δὲ πέδαις παχείαις453
10ὑπὸ Οἰβάρα δεθῆναι, λυθῆναι δὲ ὑπ’ αὐτοῦ Κύρου μετ’ οὐ πολὺ καὶ ὡς πατέρα τιμηθῆναι· καὶ τὴν θυγατέρα Ἄμυτιν πρότερον μὲν μητρικῆς ἀπολαῦσαι τιμῆς, ἔπειτα δὲ καὶ εἰς γυναῖκα ἀχθῆναι τῶι Κύρωι, Σπιτάμα τοῦ ἀνδρὸς αὐτῆς ἀνηιρημένου, ὅτι ἐψεύσατο
15ἀγνοεῖν εἰπὼν ἐρευνώμενον Ἀστυίγαν. ταῦτα λέγει Κτησίας περὶ Κύρου, καὶ οὐχ οἷα Ἡρόδοτος. (2) καὶ ὅτι πρὸς Βακτρίους ἐπολέμησε, καὶ ἀγχώμαλος ἡ μάχη ἐγένετο. ἐπεὶ δὲ Βάκτριοι Ἀστυίγαν μὲν πατέρα Κύρου γεγενημένον, Ἄμυτιν δὲ μη‐ τέρα καὶ γυναῖκα ἔμαθον, ἑαυτοὺς ἑκόντες Ἄμυτι καὶ Κύρωι παρέδοσαν.
20 (3) καὶ ὅτι πρὸς Σάκας ἐπολέμησε Κῦρος, καὶ συνέλαβεν Ἀμόργην τὸν Σακῶν μὲν βασιλέα, ἄνδρα δὲ Σπαρέθρης, ἥτις καὶ μετὰ τὴν ἅλωσιν τοῦ ἀνδρὸς στρατὸν συλλέξασα ἐπολέμησε Κύρωι, ἀνδρῶν μὲν στράτευμα τριάκοντα μυριάδας ἐπαγομένη, γυναικῶν δὲ εἴκοσι· καὶ νικᾶι Κῦρον, καὶ συλλαμβάνει ζωγρίαν μετὰ καὶ ἄλλων πλείστων Παρμίσην τε τὸν Ἀμύτιος ἀδελφὸν καὶ τρεῖς
25αὐτοῦ παῖδας· δι’ οὓς ὕστερον καὶ Ἀμόργης ἠφέθη, ἐπεὶ κἀκεῖνοι ἠφέθησαν. (4)καὶ ὅτι στρατεύει Κῦρος ἐπὶ Κροῖσον καὶ πόλιν Σάρδεις,
30συνεργὸν ἔχων Ἀ‐ μόργην· ὅπως τε βουλῆι Οἰβάρα
Περσῶν εἴδωλα ξύλινα ἀνὰ τὸColumn end
35τεῖχος φανέντα εἰς δέος μὲν κατέστη‐ σε τοὺς ἐνοικοῦν‐ τας, ἥλω δὲ διὰ
ταῦταColumn end
40καὶ αὐτὴ ἡ πόλις. ὅπως τε πρὸ τῆς ἁλώσεως δίδοται ὁ παῖς Κροίσου ἐν ὁμήρου λόγωι, δαιμονίου φαντάσματος ἀπατήσαντος Κροῖσον· ὅπως τε δολορραφοῦντος Κροίσου ὁ παῖς κατ’ ὀφθαλμοὺς ἀναιρεῖται· καὶ ὅπως ἡ μήτηρ τὸ πάθος ἰδοῦσα ἑαυτὴν τοῦ τείχους ἀποκρημνίζει, καὶ θνήσκει. (5) ὅπως τε ἁλούσης τῆς πόλεως πρὸς τὸ ἐν τῆι πόλει ἱερὸν τοῦ Ἀπόλλωνος καταφεύγει ὁ Κροῖσος, καὶ ὡς τρὶς
45ἐν τῶι ἱερῶι πεδηθεὶς ὑπὸ Κύρου λύεται τρίτον ἀοράτως, καίτοι σφραγίδων τῶι ἱερῶι ἐπικειμένων καὶ τούτων τὴν φυλάκην Οἰβάρα ἐμπεπιστευμένου· ὅπως τε οἱ συνδούμενοι Κροίσωι τὰς κεφαλὰς ἀπετέμνοντο, ὡς καταπρο‐ διδόντες λύεσθαι Κροῖσον· καὶ ὅτι ἀναληφθεὶς ἐν τοῖς βασιλείοις καὶ δεθεὶς ἀσφαλέστερον, βροντῶν καὶ σκηπτῶν ἐπενεχθέντων λύεται πάλιν, καὶ τότε

3c,688,F

9

(50)

μόλις ὑπὸ Κύρου ἀφίεται. ἐξ οὗ καὶ περιείπετο, καὶ ἔδωκε Κῦρος Κροίσωι πόλιν μεγάλην Βαρήνην ἐγγὺς Ἐκβατάνων, ἐν ἧι ἦσαν ἱππεῖς μὲν ε, πελτασταὶ δὲ καὶ ἀκοντισταὶ καὶ τοξόται μύριοι. (6) ἔτι διαλαμβάνει ὡς ἀποστέλλει Κῦρος ἐν Περσίδι Πετησάκαν τὸν εὐνοῦχον, μέγα παρ’ αὐτῶι δυνάμενον, ἐνέγκαι ἀπὸ Βαρκανίων Ἀστυίγαν· ἐπόθει
55γὰρ αὐτός τε καὶ ἡ θυγάτηρ Ἄμυτις τὸν πατέρα ἰδεῖν· καὶ ὡς Οἰβάρας βου‐ λεύει Πετησάκαι ἐν ἐρήμωι τόπωι καταλιπόντα Ἀστυίγαν λιμῶι καὶ δίψει
ἀπολέσαι· ὃ καὶ γέγονε· δι’ ἐνυπνίων δὲ τοῦ μιάσματος μηνυθέντος, Πετη‐ σάκας πολλάκις αἰτησαμένης Ἀμύτιος εἰς τιμωρίαν παρὰ Κύρου ἐκδίδοται· ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐξορύξασα καὶ τὸ δέρμα περιδείρασα ἀνεσταύρισεν.454
60Οἰβάρας δὲ δεδιὼς μὴ τὰ ὅμοια πείσεται, καίτοι Κύρου μηδὲν τοιοῦτον ἰσ‐ χυριζομένου παραχωρῆσαι, αὐτὸς μὲν ἀποκαρτερήσας δι’ ἡμερῶν δέκα ἑαυτὸν ἐξήγαγεν. Ἀστυίγας δὲ μεγαλοπρεπῶς ἐτάφη· καὶ ἐν τῆι ἐρήμηι δὲ ἄβρωτος αὐτοῦ διέμεινεν ὁ νεκρός· λέοντες γὰρ αὐτοῦ (φησίν), μέχρι Πετησάκαν πάλιν ἐλθεῖν καὶ ἀναλαβεῖν, ἐφύλαττον τὸν νεκρόν.
65 (7) Κῦρος δὲ στρατεύει ἐπὶ Δέρβικας, Ἀμοραίου βασιλεύοντος αὐτῶν. καὶ ἐξ ἐνέδρας οἱ Δέρβικες ἱστῶσιν ἐλέφαντας, καὶ τοὺς ἱππεῖς Κύρου τρέπουσι. καὶ πίπτει καὶ αὐτὸς Κῦρος ἐκ τοῦ ἵππου, καὶ Ἰνδὸς ἀνήρ—συνεμάχουν γὰρ καὶ Ἰνδοὶ τοῖς Δερβίκεσιν, ἐξ ὧν καὶ τοὺς ἐλέφαντας ἔφερον—οὗτος ὁ Ἰνδὸς πεπτωκότα Κῦρον βάλλει ἀκοντίωι ὑπὸ τὸ ἰσχίον εἰς τὸν μηρόν· ἐξ οὗ καὶ
70τελευτᾶι. τότε δὲ ζῶντα ἀνελόμενοι αὐτὸν οἱ οἰκεῖοι ἐπὶ τὸ στρατόπεδον ἤιεσαν. ἀπέθανον δὲ ἐν τῆι μάχηι καὶ Περσῶν πολλοὶ καὶ Δερβίκων ἴσοι· μύριοι γὰρ καὶ αὐτοί. Ἀμόργης δὲ περὶ Κύρου ἀκούσας σπουδῆι παραγίνεται, ἔχων Σακῶν δισμυρίους ἱππέας· καὶ πολέμου συρραγέντος Περσῶν καὶ Δερ‐ βίκων, νικᾶι κατὰ κράτος ὁ Περσικὸς καὶ Σακῶν στρατός, ἀναιρεῖται δὲ καὶ
75ὁ τῶν Δερβίκων βασιλεὺς Ἀμοραῖος καὶ αὐτὸς καὶ οἱ δύο παῖδες αὐτοῦ. ἀπέθανον δὲ Δερβίκων μὲν τρισμύριοι, Περσῶν δὲ ἐνακισχίλιοι· καὶ προσεχώρησεν ἡ χώρα Κύρωι. (8) Κῦρος δὲ μέλλων τελευτᾶν Καμβύσην μὲν τὸν πρῶτον υἱὸν βασιλέα καθίστη, Τανυοξάρκην δὲ τὸν νεώτερον ἐπέστησε δεσπότην Βακτρίων †καὶ τῆς χώρας καὶ Χωραμνίων καὶ Παρθίων καὶ Καρμανίων, ἀτελεῖς ἔχειν
80τὰς χώρας διορισάμενος. τῶν δὲ Σπιτάμα παίδων Σπιτάκην μὲν Δερβίκων ἀπέδειξε σατράπην, Μεγαβέρνην δὲ Βαρκανίων· τῆι μητρὶ δὲ πάντα πείθεσθαι προσέταττεν. καὶ Ἀμόργην φίλον τούτοις τῶν δεξιῶν ἐμβαλλομένων ἐποιεῖτο [καὶ ἀλλήλοις], καὶ τοῖς μὲν ἐμμένουσι ταῖς πρὸς ἀλλήλους εὐνοίαις ἀγαθὰ ηὔχετο, ἐπηρᾶτο δὲ τοῖς χειρῶν ἄρξουσιν ἀδίκων. ταῦτα εἴπας, ἐτελεύτησε
85τρίτηι ὕστερον ἀπὸ τοῦ τραύματος ἡμέραι, βασιλεύσας ἔτη λ. ἐν οἷς 〈τελευτᾶι〉
ια Κτησίου λόγος τοῦ Κνιδίου.455

3c,688,F

9a

TZETZ. Chil. 1, 87: τὸν Ἀστυάγη μέν φησι καταβληθέντα Κύρωι / τῶν Βαρκανίων ἄρχοντα γενέσθαι παρὰ
τούτου.Column end

3c,688,F

9b

THEON Progymn. 11 (II 118, 21 Sp): αἱ δὲ καὶ τρό‐ πων εἰσὶν ἐκφράσεις, ὁποῖαι
5τῶν σκευῶν καὶ τῶν ὅπλων καὶ τῶν μηχανημάτων, ὃν τρόπον ἕκαστον παρεσκευ‐ άσθη .... ἐν δὲ τῆι ἐνάτηι Κτησίας, οἷ‐
10ον τὰ εἴδωλα τῶν Περ‐ σῶν ἐπὶ τοῖς μακροῖς ξύ‐
λοις ὁρῶντες ὑπὸ τὸν ὄρ‐ θρον πρὸς τῆς ἀκροπόλε‐ ως πόρρωθεν οἱ Λυδοί,Column end
15εἰς φυγὴν ἐτράποντο, νο‐ μίσαντες τὴν ἀκρόπολιν πλήρη εἶναι Περσῶν, καὶ
ἤδη ἑαλωκέναι.Column end

3c,688,F

9c

POLYAEN. Strat. 7, 6, 10: Κῦρος πολιορκῶν Σάρδεις ξύλα πολλὰ μακρὰ ἰσομή‐ κη τοῖς τείχεσιν ἐπιστήσας αὐτοῖς,
5εἴδωλα πώγωνας ἔχοντα καὶ Περ‐ σικὴν ἐσθῆτα καὶ φαρέτρας κατὰ νώτου καὶ τόξα μετὰ χεῖρας νύκτωρ προσήγαγεν, ὑπερέχοντα †πυρὶ τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ
10κατὰ τὰ ἄλλα μέρη τῆς πόλεως προσέβαλεν ἀρχομένης ἡμέρας.
ἡ δὲ στρατιὰ τοῦ Κροίσου ἀπο‐ μαχομένη ταῖς τοῦ Κύρου προσ‐ βολαῖς, ἐπειδή τινες αὐτῶν ἐπι‐456
15στραφέντες εἶδον ἀπὸ μακροῦ τὰ εἴδωλα ὑπὲρ τὴν ἄκραν, 〈ἀν〉ε‐ βόησαν· πάντας δὲ εἷλε φόβος ὡς ἤδη τῆς ἄκρας ὑπὸ Περσῶν κατειλημμένης, 〈καὶ〉 τὰς πύλας
20ἀνοίξαντες ἄλλος ἄλληι ἔφευγον, Κῦρος δὲ Σάρδεις κατὰ κράτος
εἷλεν.Column end

3c,688,F

10a

APOLLON. Hist. mir. 20: Κτησίας δὲ ἐν τῆι δεκάτηι Περσικῶν καμήλους τι‐ νὰς ἐν τῆι 〈Κασπίαι〉 χώραι γίγ‐
5νεσθαι, ἃς ἔχειν τρίχας πρὸς Μιλήσια ἔρια τῆι μαλακότητι, ἐκ δὲ τούτων τοὺς ἱερεῖς καὶ τοὺς ἄλλους δυνάστας
τὰς ἐσθῆτας φέρειν.Column end

3c,688,F

10b

AELIAN. N.A. 17, 34: αἶγες δὲ Κάσ‐ πιαι γίνονται λευκαὶ ἰσχυρῶς, [καὶ] κερά‐ των δὲ ἄγονοι, μικραὶ τὸ μέγεθος καὶ σιμαί. κάμηλοι δ’ ἀριθμοῦ πλείους, αἱ μέγισται
5κατὰ τοὺς ἵππους τοὺς μεγίστους, εὔτριχες ἄγαν· ἁπαλαὶ γάρ εἰσι σφόδρα αἱ τούτων τρίχες, ὡς καὶ τοῖς Μιλησίοις ἐρίοις ἀντι‐ κρίνεσθαι τὴν μαλακότητα. οὐκοῦν ἐκ τού‐ των οἱ ἱερεῖς ἐσθῆτας ἀμφιέννυνται καὶ οἱ
10τῶν Κασπίων πλουσιώτατοί τε καὶ δυνα‐
τώτατοι.Column end

3c,688,F

11

STEPH. BYZ. s.v. Δυρβαῖοι· ἔθνος καθῆκον εἰς Βάκτρους καὶ τὴν Ἰνδικήν. Κτησίας ἐν Περσικῶν ι· «χώρα δὲ πρὸς νότον πρόσκειται Δυρβαῖοι, 〈πρὸς τὴν Βακτρίαν καὶ Ἰνδικὴν κατα‐ τείνοντεσ. οὗτοι εὐδαίμονες ἄνδρες καὶ πλούσιοι καὶ κάρτα
5δίκαιοί εἰσι [πρὸς τὴν Βακτρίαν καὶ Ἰνδικὴν κατατείνοντες]· οὗτοι οὔτε ἀδικοῦσιν οὔτε ἀποκτεννύουσιν ἀνθρώπων οὐδένα· ἐὰν δέ τι εὕρωσι ἐν τῆι ὁδῶι χρυσίον ἢ ἱμάτιον ἢ ἀργύριον ἢ ἄλλο τι, οὐδὲν ἀποκινήσειαν. οὗτοι οὔτε ἀρτοποιέουσιν οὔτ’ ἐσθίουσιν οὔτε νομίζουσιν ** ἐὰν μὴ ἱερῶν οὕνεκεν. ἄλφιτα δὲ ποιοῦσι
10λεπτότερα καθάπερ οἱ Ἕλληνες· καὶ ἐσθίουσι μάζας ποῶν.»

3c,688,F

12

STEPH. BYZ. s.v. Χωραμναῖοι· ἔθνος Περσικὸν ἀγρίων ἀνθρώπων. Κτησίας ἐν Περσικῶν ι· «οὕτω δὲ ταχύς ἐστιν ὁ ἄγριος ἄνθρωπος, ὡς καὶ διώκων τὰς ἐλάφους καταλαμβάνειν.»
καὶ ἄλλα πλεῖστα περὶ αὐτῶν φησιν.457

3c,688,F

13

PHOT. Bibl. 72 p. 37 a 26—40 a 5: (9) ἄρχεται δὲ ὁ ιβ ἀπὸ τῆς Καμβύσου βασιλείας. οὗτος βασιλεύσας ἀπέστειλε τὸν τοῦ πατρὸς νεκρὸν διὰ Βαγαπάτου τοῦ εὐνούχου εἰς Πέρσας ταφῆναι, καὶ τἄλλα, ὡς ὁ πατὴρ ὥρισεν, διωικήσατο. μέγιστον δὲ παρ’ αὐτῶι ἠδύνατο Ἀρτασύρας Ὑρκά‐
5νιος, τῶν δὲ εὐνούχων Ἰζαβάτης τε καὶ Ἀσπαδάτης καὶ Βαγαπάτης, ὃς καὶ παρὰ τῶι πατρὶ μέγιστος ἦν μετὰ τὸν Πετησάκα θάνατον. (10) οὗτος στρα‐ τεύει ἐπ’ Αἴγυπ‐ τον καὶ τῶν
10Αἰγυπτίων τὸν βασιλέα Ἀμυρταῖον, καὶ νικᾶι Ἀμυρταῖον, Κομβάφεως τοῦ εὐνούχου, ὃς ἦν μέγα δυνάμενος παρὰ τῶι Αἰγυπτίων βασιλεῖ, καταπροδόντος τάς τε γεφύρας καὶ τἄλλα τῶν Αἰγυπτίων πράγματα, ἐφ’ ὧι γενέσθαι ὕπαρχος Αἰγύπτου. καὶ γέγονε· ταῦτα γὰρ αὐτῶι Καμβύσης διὰ Ἰζαβάτου τοῦ Κομ‐ βάφεως ἀνεψιοῦ συνέθετο, καὶ αὐτὸς δὲ οἰκειοφώνως ὕστερον. ζωγρίαν δὲ λαβὼν
15τὸν Ἀμυρταῖον οὐδὲν ἄλλο κακὸν εἰργάσατο ἢ ὅτι εἰς Σοῦσα ἀνάσπαστον σὺν ἑξακισχιλίοις Αἰγυπτίοις, οὓς αὐτὸς ἡιρετίσατο, ἐποιήσατο. καὶ τὴν Αἴγυπτον δὲ πᾶσαν ὑπέταξεν. ἀπέθανον δὲ ἐν τῆι μάχηι Αἰγυπτίων μὲν μυριάδες πέντε, Περσῶν δὲ ἑπτακισχίλιοι. (11) μάγος δέ τις Σφενδαδάτης ὄνομα, ἁμαρτήσας καὶ μαστιγωθεὶς ὑπὸ458
20Τανυοξάρκου, ἀφικνεῖται πρὸς Καμβύσην ἐνδιαβάλλων τὸν ἀδελφὸν Τανυο‐ ξάρκην ὡς ἐπιβουλεύοντα αὐτῶι· καὶ σημεῖον ἐδίδου τῆς ἀποστάσεως, ὡς εἰ κληθείη ἐλθεῖν, οὐκ ἂν ἔλθοι. δηλοῖ τοίνυν ὁ Καμβύσης ἐλθεῖν τὸν ἀδελφόν· ὁ δὲ χρείας ἄλλης ἀπαιτούσης μένειν, ἀνεβάλετο. παρρησιάζεται ταῖς διαβολαῖς πλέον ὁ μάγος. Ἄμυτις δὲ ἡ μήτηρ τὰ τοῦ μάγου ὡς ἦν ὑπονοοῦσα, ἐνουθέτει
25Καμβύσην τὸν υἱὸν μὴ πείθεσθαι· ὁ δὲ ὑπεκρίνετο μὴ πείθεσθαι, ἐπείθετο δὲ μάλιστα. (12) διαπεμψαμένου δὲ τρίτον Καμβύσου πρὸς τὸν ἀδελφόν, παρα‐ γίνεται. καὶ ἀσπάζεται μὲν αὐτὸν ὁ ἀδελφός, οὐδὲν δὲ ἧττον ἀνελεῖν ἐμελέτα, κρύφα δὲ Ἀμύτιος εἰς πρᾶξιν ἀγαγεῖν τὴν μελέτην ἔσπευδε. καὶ λαμβάνει πέρας ἡ πρᾶξις· ὁ γάρ τοι μάγος βουλῆς τῶι βασιλεῖ κοινωνῶν βουλεύει τοιοῦτον·
30ὅμοιος ἦν αὐτὸς ὁ μάγος κάρτα τῶι Τανυοξάρκηι· βουλεύει τοιγαροῦν αὐτὸν μὲν ἐν τῶι φανερῶι, ὡς δῆθεν ἀδελφοῦ βασιλέως κατειπόντα, τὴν κεφαλὴν προστάξαι ἀποτμηθῆναι, ἐν δὲ τῶι κρυπτῶι ἀναιρεθῆναι Τανυοξάρκην, καὶ τὴν ἐκείνου στολὴν ἀμφιασθῆναι τὸν μάγον, ὥστε καὶ τῶι ἀμφιάσματι νομίζεσθαι Τανυοξάρκην. καὶ γίνεται ταῦτα· αἵματι γὰρ ταύρου, ὃ ἐξέπιεν, ἀναιρεῖται
35Τανυοξάρκης, ἀμφιάζεται δὲ ὁ μάγος καὶ νομίζεται Τανυοξάρκης. (13) καὶ λανθάνει πάντας ἐπὶ πολὺν χρόνον πλὴν Ἀρτασύρα καὶ Βαγαπάτου καὶ Ἰζα‐ βάτου· τούτοις γὰρ μόνοις Καμβύσης ἐθάρρησε τὴν πρᾶξιν. Λάβυξον δὲ τῶν εὐνούχων τὸν πρῶτον, οἳ ἦσαν Τανυοξάρκεω, προσκαλεσάμενος ὁ Καμβύσης καὶ τοὺς ἄλλους, ὑποδείξας τὸν μάγον ὡς ἐσχημάτιστο καθεζόμενον, ‘τοῦτον‘
40ἔφη ‘νομίζετε Τανυοξάρκην;‘ ὁ δὲ Λάβυξος θαυμάσας ‘καὶ τίνα ἄλλον‘ ἔφη ‘νομιοῦμεν;‘ τοσοῦτον ἐλάνθανε τῆι ὁμοιότητι ὁ μάγος. ἐκπέμπεται οὖν εἰς Βακτρίους, καὶ πράττει πάντα ὡς Τανυοξάρκης. πέντε δὲ ἐνιαυτῶν διελθόντων μηνύεται ἡ Ἄμυτις τὸ δρᾶμα διὰ Τιβέθεως τοῦ εὐνούχου, ὃν ὁ μάγος τυπτήσας ἐτύγχανε· καὶ αἰτεῖ τὸν Σφενδαδάτην παρὰ Καμβύσου· ὁ δὲ οὐ δίδωσιν. ἡ
45δὲ ἐπαρᾶται, καὶ πιοῦσα φάρμακον τελευταῖ. (14) θύει ὁ Καμβύσης, καὶ τῶν ἱερείων σφαζομένων αἷμα οὐκ ἀπορρεῖ· καὶ ἀθυμεῖ. καὶ τίκτει αὐτῶι ἡ Ῥωξάνη παιδίον ἀκέφαλον· καὶ πλέον ἀθυμεῖ. καὶ οἱ μάγοι λέγουσιν αὐτῶι τὴν τῶν
τεράτων δήλωσιν, ὅτι οὐ καταλείψει τῆς ἀρχῆς διάδοχον. καὶ ἐφίσταται αὐτῶι ἡ μήτηρ ἐν νυκτὶ ἀπειλοῦσα τῆς μιαιφονίας· καὶ πλέον ἀθυμεῖ. ἀφικόμενος δὲ459

3c,688,F

13

(50)

εἰς Βαβυλῶνα, καὶ ξέων ξυλάριον μαχαίραι διατριβῆς χάριν, παίει τὸν μηρὸν εἰς τὸν μῦν, καὶ ἑνδεκαταῖος τελευταῖ, βασιλεύσας †δυοῖν δέοντα εἴκοσι. (15) Βαγαπάτης δὲ καὶ Ἀρτασύρας πρὶν ἢ Καμβύσης τελευτήσει, ἐβου‐ λεύσαντο βασιλεῦσαι τὸν μάγον· καὶ ἐβασίλευσεν, ἐκείνου τελευτήσαντος. λαβὼν δὲ τὸ Καμβύσου σῶμα Ἰζαβάτης ἦγεν εἰς Πέρσας. τοῦ μάγου δὲ βασι‐
55λεύσαντος ἐπ’ ὀνόματι τοῦ Τανυοξάρκου, ἧκεν Ἰζαβάτης ἐκ Περσίδος, καὶ κατειπὼν τῆι στρατιᾶι πάντα, καὶ θριαμβεύσας τὸν μάγον, κατέφυγεν εἰς τὸ ἱερόν, ἐκεῖθέν τε συλληφθεὶς ἀπετμήθη. (16) ἐντεῦθεν ἑπτὰ τῶν Περσῶν ἐπίσημοι συνέθεντο ἀλλήλοις κατὰ τοῦ μάγου· Ὀνόφας, Ἰδέρνης, Νορονδα‐ βάτης, Μαρδόνιος, Βαρίσσης, Ἀταφέρνης καὶ Δαρεῖος Ὑστάσπεω. τούτων
60ἀλλήλοις πίστεις δόντων, προσλαμβάνεται καὶ ὁ Ἀρτασύρας, εἶτα καὶ ὁ Βαγα‐ πάτης, ὃς τὰς κλεῖς πάσας τῶν βασιλείων εἶχε. καὶ εἰσελθόντες διὰ τοῦ Βα‐ γαπάτου οἱ ἑπτὰ εἰς τὰ βασίλεια, εὑρίσκουσι τὸν μάγον παλλακῆι Βαβυλωνίαι συγκαθεύδοντα. ὡς δὲ εἶδεν, ἀνεπήδησε, καὶ μηδὲν εὑρὼν τῶν πολεμικῶν ὀρ‐ γάνων (πάντα γὰρ ὁ Βαγαπάτης λάθραι ὑπεξήγαγε), δίφρον χρύσεον συντρίψας
65καὶ λαβὼν τὸν πόδα ἐμάχετο, καὶ τέλος κατακεντηθεὶς ὑπὸ τῶν ἑπτὰ ἀπέθανε, βασιλεύσας μῆνας ἑπτά. (17) βασιλεύει δὲ τῶν ἑπτὰ ὁ Δαρεῖος, τοῦ ἵππου, καθὰ συνέκειτο ἀλλήλοις, πρώτου μηχανῆι τινι καὶ τέχνηι, ἐπειδὰν ὁ ἥλιος πρὸς ἀνατολὰς ἐγένετο, χρεμετίσαντος.
70 (18) ἄγεται τοῖς Πέρσαις ἑορτὴ τῆς μαγοφονίας, καθ’ ἣν Σφενδαδάτης ὁ μάγος ἀνήιρηται. (19) Δαρεῖος προστάσσει τάφον ἑαυτῶι κατασκευασθῆναι ἐν τῶι λισσῶι ὄρει· καὶ κατασκευάζεται. ἐπιθυμήσας δὲ ἰδεῖν αὐτόν, ὑπό τε τῶν Χαλδαίων καὶ τῶν γονέων κωλύεται. οἱ δὲ γονεῖς ἀνελθεῖν βουληθέντες, ἐπεὶ οἱ ἱερεῖς
75εἶδον 〈ὄφεισ〉 οἱ ἀνέλκοντες αὐτούς, καὶ ἐφοβήθησαν καὶ φοβηθέντες ἀφῆκαν τὰ σχοινία, ἔπεσον καὶ ἐτελεύτησαν. καὶ ἐλυπήθη Δαρεῖος λίαν, καὶ ἀπετμή‐ θησαν αἱ κεφαλαί, τεσσαράκοντα ὄντων τῶν ἀνελκόντων. (20) ὅτι ἐπιτάσσει Δαρεῖος Ἀριαράμνηι τῶι σατράπηι Καππαδοκίας ἐπὶ Σκύθας διαβῆναι, καὶ ἄνδρας καὶ γυναῖκας αἰχμαλωτίσαι· ὁ δὲ διαβὰς πεντη‐
80κοντόροις λ, ἠιχμαλώτισε. συνέλαβε δὲ καὶ τὸν ἀδελφὸν τοῦ βασιλέως τῶν
Σκυθῶν Μαρσαγέτην, ἐπὶ κακώσει εὑρὼν παρὰ τοῦ οἰκείου ἀδελφοῦ δεδεμένον. Σκυθάρβης δὲ ὁ Σκυθῶν βασιλεὺς ὀργισθείς, ἔγραψεν ὑβρίζων Δαρεῖον, καὶ ἀντεγράφη αὐτῶι ὁμοίως. (21) στράτευμα δὲ ἀγείρας Δαρεῖος π μυριάδας, καὶ ζεύξας τὸν Βόσπορον καὶ τὸν Ἴστρον, διέβη ἐπὶ Σκύθας, ὁδὸν ἐλάσας460
85ἡμερῶν ιε. καὶ ἀντέπεμπον ἀλλήλοις τόξα· ἐπικρατέστερα δ’ ἦν τῶν Σκυθῶν· διὸ καὶ φεύγων Δαρεῖος διέβη τὰς γεφυρώσεις, καὶ ἔλυσε σπεύδων πρὶν ἢ τὸ ὅλον διαβῆναι στράτευμα· καὶ ἀπέθανον ὑπὸ Σκυθάρβεω οἱ καταλειφθέντες ἐν τῆι Εὐρώπηι μυριάδες ὀκτώ. Δαρεῖος δὲ τὴν γέφυραν διαβάς, Χαλκηδονίων οἰκίας καὶ ἱερὰ ἐνέπρησεν, ἐπεὶ τὰς πρὸς αὐτοῖς γεφύρας ἐμελέτησαν λῦσαι,
90καὶ ὅτι τὸν βωμόν, ὃν περῶν Δαρεῖος κατέθετο ἐπ’ ὀνόματι Διαβατηρίου Διός, ἠφάνισαν. (22) Δᾶτις δὲ ἐπανιὼν ἐκ Πόντου καὶ τοῦ Μηδικοῦ στόλου ἡγούμενος, ἐπόρθει νήσους καὶ τὴν Ἑλλάδα. ἐν Μαραθῶνι δὲ Μιλτιάδης ὑπαντιάζει, καὶ νικᾶι τοὺς βαρβάρους, καὶ πίπτει καὶ αὐτὸς Δᾶτις· καὶ οὐδὲ τὸ σῶμα Πέρσαις
95αἰτησαμένοις ἐδόθη. (23) Δαρεῖος δὲ ἐπανελθὼν εἰς Πέρσας, καὶ θύσας, καὶ ἡμέρας νοσήσας λ, τελευτᾶι, ζήσας μὲν ἔτη οβ, βασιλεύσας δὲ ἔτη λα. ἀπέθανε δὲ καὶ Ἀρτασύρας· καὶ ὁ Βαγαπάτης δὲ σῆμα Δαρείου παρακαθίσας ἔτη ζ, ἐτελεύτησε. (24) βασιλεύει Ξέρξης ὁ υἱός, καὶ Ἀρτάπανος ὁ Ἀρτασύρα παῖς γίνεται

3c,688,F

13

(100)

δυνατὸς παρ’ αὐτῶι ὡς ὁ πατὴρ παρὰ τῶι πατρί, καὶ Μαρδόνιος ὁ παλαιός· εὐνούχων δὲ μέγιστον ἠδύνατο Νατάκας (?). γαμεῖ δὲ Ξέρξης Ὀνόφα θυγατέρα Ἀμῆστριν, καὶ γίνεται αὐτῶι παῖς Δαρειαῖος, καὶ ἕτερος μετὰ δύο ἔτη Ὑστάσ‐ πης, καὶ ἔτι Ἀρτοξέρξης· καὶ θυγατέρες δύο, ὧν ἡ μὲν Ἄμυτις κατὰ τὴν ὀνο‐ μασίαν τῆς μάμμης, ἡ δὲ Ῥοδογούνη.
105 (25) ὁ δὲ δὴ Ξέρξης στρατεύει ἐπὶ τοὺς Ἕλληνας, ὅτι τε Καλχηδόνιοι λῦσαι τὴν γέφυραν, ὡς ἤδη εἴρηται (§ 21), ἐπειράθησαν, καὶ ὅτι τὸν βωμὸν ὃν ἔστησε Δαρεῖος καθεῖλον· καὶ ὅτι Δᾶτιν Ἀθηναῖοι ἀνεῖλον, καὶ οὐδὲ τὸν νεκρὸν ἔδοσαν. (26) πρότερον δὲ εἰς Βαβυλῶνα ἀφίκετο, καὶ ἰδεῖν ἐπεθύμησε τὸν Βελιτανᾶ τάφον, καὶ εἶδε διὰ Μαρδονίου, καὶ τὴν πύελον ἐλαίου οὐκ ἴσχυσεν, ὥσπερ καὶ
110ἐγέγραπτο, πληρῶσαι. ἐξελαύνει Ξέρξης εἰς Ἐκβάτανα, καὶ ἀγγέλλεται αὐτῶι ἀπόστασις Βαβυλωνίων καὶ Ζωπύρου τοῦ στρατηγοῦ αὐτῶν ὑπὸ σφῶν ἀναίρεσις. οὕτω καὶ περὶ τούτων φησὶ Κτησίας, καὶ οὐχ ὡς Ἡρόδοτος.
ἃ δὲ περὶ Ζωπύρου ἐκεῖνος λέγει (3, 150 ff.), πλὴν ὅτι ἡμίονος αὐτῶι ἔτεκεν, [ἐπεὶ] τά γε ἄλλα Μεγάβυζον οὗτος λέγει διαπράξασθαι, ὃς ἦν γαμβρὸς ἐπὶ τῆι461
115θυγατρὶ Ἀμύτι τοῦ Ξέρξου. οὕτω μὲν ἥλω διὰ Μεγαβύζου Βαβυλών. δίδωσιν αὐτῶι Ξέρξης ἄλλα τε πολλὰ καὶ μύλην χρυσῆν ἓξ ἕλκουσαν τάλαντα, ὃ τιμιώ‐ τατον τῶν βασιλικῶν δώρων παρὰ Πέρσαις ἐστί. (27) Ξέρξης δὲ συναγείρας στρατιὰν Περσικὴν ἄνευ τῶν ἁρμάτων ὀγδοή‐ κοντα μυριάδας καὶ τριήρεις χιλίας, ἤλαυνεν ἐπὶ τὴν Ἑλλάδα, ζευγνὺς τὴν
120Ἄβυδον. Δημάρατος δὲ ὁ Λακεδαιμόνιος παρεγένετο ἤδη πρότερον, καὶ συνῆν αὐτῶι ἐν τῆι διαβάσει, καὶ ἀπεῖργε τῆς εἰς Λακεδαίμονα ἐφόδου. Ξέρξης δὲ προσβάλλει ἐν Θερμοπύλαις Λεωνίδαι τῶι στρατηγῶι τῶν Λακεδαιμονίων δι’ Ἀρταπάνου, ἔχοντος μυρίους· καὶ κατεκόπη τὸ Περσικὸν πλῆθος, τῶν Λακε‐ δαιμονίων δύο ἢ τριῶν ἀναιρεθέντων. εἶτα προσβαλεῖν κελεύει μετὰ δισμυρίων,
125καὶ ἧττα γίνεται κἀκείνων. εἶτα μαστιγοῦνται ἐπὶ τῶι πολεμεῖν, καὶ μαστι‐ γούμενοι ἔτι ἡττῶντο. τῆι δὲ ὑστεραίαι κελεύει μάχεσθαι μετὰ πεντακισμυρίων· καὶ ἐπεὶ οὐδὲν ἤνυεν, ἔλυσε τότε τὸν πόλεμον. Θώραξ δὲ ὁ Θεσσαλὸς καὶ Τρα‐ χινίων οἱ δυνατοί, Καλλιάδης καὶ Τιμαφέρνης, παρῆσαν στρατιὰν ἔχοντες. καλέσας δὲ Ξέρξης τούτους τε καὶ τὸν Δημάρατον καὶ τὸν Ἡγίαν τὸν Ἐφέσιον,
130ἔμαθεν ὡς οὐκ ἂν ἡττηθεῖεν Λακεδαιμόνιοι, εἰ μὴ κυκλωθείησαν. ἡγουμένων δὲ τῶν δύο Τραχινίων, διὰ δυσβάτου στρατὸς Περσικὸς διελήλυθε, μυριάδες τέσσαρες, καὶ κατὰ νώτου γίνονται τῶν Λακεδαιμονίων· καὶ κυκλωθέντες ἀπέ‐ θανον μαχόμενοι ἀνδρείως ἅπαντες. (28) Ξέρξης δὲ πάλιν στράτευμα πέμπει κατὰ Πλαταιέων, μυριάδας ιβ, ἡγούμενον αὐτοῖς Μαρδόνιον ἐπιστήσας·
135Θηβαῖοι δ’ ἦσαν οἱ κατὰ Πλαταιέων τὸν Ξέρξην κινοῦντες. ἀντιστρατεύει δὲ Παυσανίας ὁ Λακεδαιμόνιος, τριακοσίους μὲν ἔχων Σπαρτιήτας, χιλίους δὲ τῶν περιοίκων, ἐκ δὲ τῶν ἄλλων πόλεων χιλιάδας ἕξ· καὶ νικᾶται κατὰ κράτος ἡ Περσικὴ στρατιά, καὶ φεύγει τραυματισθεὶς καὶ Μαρδόνιος. (29) οὗτος ὁ Μαρδόνιος πέμπεται συλῆσαι τὸ τοῦ Ἀπόλλωνος ἱερὸν παρὰ Ξέρξου, κἀκεῖ
140(φησί) θνήσκει χαλάζης ἐπιπεσούσης παχείας· ἐφ’ ὧι λίαν Ξέρξης ἐλυπήθη. (30) Ξέρξης δὲ ἐπ’ αὐτὰς Ἀθήνας ἐλαύνει, καὶ Ἀθηναῖοι πληρώσαντες ἑκατὸν δέκα τριήρεις φεύγουσιν εἰς Σαλαμῖνα. καὶ Ξέρξης τὴν πόλιν κενὴν αἱρεῖ, καὶ ἐμπίπρησι πλὴν τῆς ἀκροπόλεως· ἐν αὐτῆι γὰρ ἔτι τινὲς ὑπολειφθέντες ἐμά‐ χοντο. τέλος κἀκείνων νυκτὶ φυγόντων, κἀκείνην συνέφλεξαν. ὁ δὲ Ξέρξης
145αὐτόθεν ἐλθὼν ἐπὶ στεινότατον τῆς Ἀττικῆς (Ἡράκλειον καλεῖται) ἐχώννυε χῶμα ἐπὶ Σαλαμῖνα, πεζῆι ἐπ’ αὐτὴν διαβῆναι διανοούμενος. βουλῆι δὲ Θεμι‐ στοκλέους Ἀθηναίου καὶ Ἀριστείδου, τοξόται μὲν ἀπὸ Κρήτης προσκαλοῦνται, καὶ παραγίνονται. εἶτα ναυμαχία Περσῶν καὶ Ἑλλήνων γίνεται, Περσῶν μὲν ναῦς ἐχόντων ὑπὲρ τὰς χιλίας, στρατηγοῦντος αὐτοῖς Ὀνόφα, Ἑλλήνων δὲ462

3c,688,F

13

(150)

ἑπτακοσίας. καὶ νικῶσιν Ἕλληνες, καὶ διαφθείρονται Περσικαὶ πεντακόσιαι νῆες, καὶ φεύγει Ξέρξης, βουλῆι πάλιν καὶ τέχνηι Ἀριστείδου καὶ Θεμιστο‐ κλέους. ἐν δὲ ταῖς λοιπαῖς ἁπάσαις μάχαις ἀπέθανον Περσῶν δώδεκα μυριάδες. (31) Ξέρξης δὲ περάσας εἰς τὴν Ἀσίαν, καὶ ἀπελαύνων εἰς Σάρδεις, ἔπεμπε Μεγάβυζον τὸ ἐν Δελφοῖς ἱερὸν συλῆσαι· ἐπεὶ δὲ ἐκεῖνος παρηιτεῖτο, ἀποστέλ‐
155λεται Ματακᾶς (?) ὁ εὐνοῦχος, ὕβρεις τε φέρων τῶι Ἀπόλλωνι καὶ πάντα συλήσων· καὶ δὴ οὕτω ποιήσας πρὸς Ξέρξην ὑπέστρεψεν. (32) Ξέρξης ἀπὸ Βαβυλῶνος εἰς Πέρσας παραγίνεται· καὶ Μεγάβυζος κατὰ τῆς γυναικὸς τῆς ἰδίας Ἀμύτιος, ἣ θυγάτηρ, ὡς προείρηται (§ 24), Ξέρξου ἐτύγχανεν, ὡς μεμοιχευμένης λόγους ἐκίνει· καὶ ἐπιτιμᾶται Ἄμυτις λόγοις
160ὑπὸ τοῦ πατρός, καὶ ὑπισχνεῖται σωφρονεῖν. (33) Ἀρτάπανος δὲ μέγα παρὰ Ξέρξηι δυνάμενος μετ’ Ἀσπαμίτρου τοῦ εὐνούχου καὶ αὐτοῦ μέγα δυναμένου βουλεύονται ἀναιρεῖν Ξέρξην· καὶ ἀναιροῦσι. καὶ πείθουσιν Ἀρτο‐ ξέρξην τὸν υἱόν, ὡς Δαρειαῖος αὐτὸν ὁ ἕτερος παῖς ἀνεῖλε. καὶ παραγίνεται Δαρειαῖος ἀγόμενος ὑπὸ Ἀρταπάνου εἰς τὴν οἰκίαν Ἀρτοξέρξου, πολλὰ βοῶν
165καὶ ἀπαρνούμενος ὡς οὐκ εἴη φονεὺς τοῦ πατρός· καὶ ἀποθνήσκει.

3c,688,F

13a

ATHEN. 13, 10 p. 560 DE: καὶ ἡ ἐπ’ Αἴγυπτον δὲ Καμβύσου στρατεία, ὥς φησι Κτησίας, διὰ γυναῖκα ἐγένετο. ὁ γὰρ Καμβύσης πυνθανόμενος τὰς Αἰγυπτίας γυναῖκας ἐν ταῖς συνουσίαις διαφέρειν τῶν
5ἄλλων, ἔπεμψεν πρὸς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα μίαν αἰτῶν πρὸς γάμον τῶν θυγατέρων. ὁ δὲ τῶν μὲν ἑαυτοῦ οὐκ ἔδωκεν, ὑπονοήσας μὴ γυναικὸς ἕξειν αὐτὴν τιμὴν ἀλλὰ παλλακίδος· ἔπεμψε δὲ τὴν Ἀπρίου θυγατέρα Νειτῆτιν ὁ δὲ Ἀπρίας ἐκπεπτώκει τῆς Αἰγυπτίων βασι‐
10λείας διὰ τὴν γενομένην ἧτταν πρὸς Κυρηναίους, καὶ ἀνήιρητο ὑπὸ Ἀμάσιδος ἡσθεὶς οὖν ὁ Καμβύσης τῆι Νει‐ τήτιδι καὶ σφόδρα †αἱρεθισθείς, ἐκμανθάνει παρ’ αὐτῆς τὰ πάντα· καὶ δεηθείσης ἐκδικῆσαι τοῦ Ἀπρίου τὸν φόνον, πείθει πολεμῆσαι Αἰγυπτίοις. Δίνων δ’ ἐν τοῖς Περσικοῖς
15(690 F 11) καὶ Λυκέας ὁ Ναυκρατίτης ἐν τρίτηι Αἰγυπτιακῶν (613 F 1) τὴν Νειτῆτιν Κύρωι πεμφθῆναί φασιν ὑπὸ Ἀμάσιδος, ἐξ ἧς γεννηθῆναι τὸν Καμβύσην, ὃν ἐκδικοῦντα τῆι μητρὶ ἐπ’ Αἴ‐
γυπτον ποιήσασθαι στρατείανColumn end

3c,688,F

14

PHOT. Bibl. 72 p. 40 a 5—41 b 37: (34) καὶ βασιλεύει Ἀρτοξέρξης σπουδῆι Ἀρταπάνου, καὶ ἐπιβουλεύεται πάλιν ὑπ’ αὐτοῦ· καὶ λαμβάνει κοινωνὸν τῆς βουλῆς Ἀρτάπανος Μεγάβυζον ἤδη λελυπημένον ἐπὶ τῆι ἰδίαι γυναικὶ Ἀμύτι διὰ τὴν τῆς μοιχείας ὑπόληψιν· καὶ ὅρκοις ἀλλήλους
5ἀσφαλίζονται. ἀλλὰ μηνύει πάντα Μεγάβυζος, καὶ ἀναιρεῖται Ἀρτάπανος ὧι τρόπωι ἔμελλεν ἀναιρεῖν Ἀρτοξέρξην. καὶ γίνεται πάντα δῆλα τὰ εἰργασμένα ἐπὶ Ξέρξηι καὶ Δαρειαίωι, καὶ ἀπόλλυται πικρῶι καὶ κακίστωι θανάτωι Ἀσπα‐
μίτρης, ὃς ἦν κοινωνὸς ἐπὶ τοῖς φόνοις Ξέρξου καὶ Δαρειαίου· σκαφεύεται γὰρ καὶ οὕτως ἀναιρεῖται. μάχη δὲ γίνεται μετὰ τὸν θάνατον Ἀρταπάνου τῶν τε463
10συνωμοτῶν αὐτοῦ καὶ τῶν ἄλλων Περσῶν, καὶ πίπτουσιν ἐν τῆι μάχηι οἱ τρεῖς τοῦ Ἀρταπάνου υἱοί, τραυματίζεται δὲ καὶ Μεγάβυζος ἰσχυρῶς· καὶ θρηνεῖ Ἀρτοξέρξης καὶ ἡ Ἄμυτις καὶ ἡ Ῥοδογούνη καὶ ἡ μήτηρ αὐτῶν Ἀμῆστρις, καὶ μόλις πολλῆι ἐπιμελείαι περισώζεται Ἀπολλωνί〈δ〉ου ἰατροῦ τοῦ Κώιου. (35) ἀφίσταται Ἀρτοξέρξου Βάκτρα καὶ ὁ σατράπης, ἄλλος Ἀρτάβανος·
15καὶ γίνεται μάχη ἰσοπαλής. καὶ γίνεται πάλιν ἐκ δευτέρου, καὶ ἀνέμου κατὰ πρόσωπον Βακτρίων πνεύσαντος, νικᾶι Ἀρτοξέρξης, καὶ προσχωρεῖ αὐτῶι πᾶσα Βακτρία. (36) ἀφίσταται Αἴγυπτος, Ἰνάρου Λιβύου ἀνδρὸς καὶ †ἑτέρου Αἰγυπτίου τὴν ἀπόστασιν μελετήσαντος, καὶ εὐτρεπίζεται τὰ πρὸς πόλεμον· πέμπουσι
20καὶ Ἀθηναῖοι αἰτησαμένου αὐτοῦ τεσσαράκοντα νῆας. καὶ μελετᾶι αὐτὸς Ἀρτο‐ ξέρξης ἐκστρατεῦσαι, καὶ τῶν φίλων οὑ συμβουλευόντων, πέμπει Ἀχαιμε‐ νίδην τὸν ἀδελφόν, τεσσαράκοντα μὲν μυριάδας ἐπαγόμενον στράτευμα πεζικόν, νῆας δὲ π. συμβάλλει πόλεμον Ἴναρος πρὸς Ἀχαιμενίδην, καὶ νικῶσιν Αἰ‐ γύπτιοι, καὶ βάλλεται Ἀχαιμενίδης ὑπὸ Ἰνάρου, καὶ θνήσκει, καὶ ἀποπέμπεται ὁ
25νεκρὸς αὐτοῦ εἰς Ἀρτοξέρξην. ἐνίκησεν Ἴναρος καὶ κατὰ θάλατταν, Χαριτι‐ μίδου εὐδοκιμήσαντος, ὃς τῶν ἐξ Ἀθηνῶν μ νηῶν ἐχρημάτιζε ναύαρχος· καὶ ν Περσῶν νῆες αἱ μὲν κ αὐτοῖς ἀνδράσιν ἐλήφθησαν, αἱ δὲ λ διεφθάρησαν. (37) εἶτα πέμπεται κατὰ Ἰνάρου Μεγάβυζος, ἐπαγόμενος ἄλλο στράτευμα πρὸς τῶι ὑπολειφθέντι, μυριάδας κ, καὶ νῆας τ, καὶ ἐπιστάτην αὐταῖς Ὀρίσκον,
30ὡς εἶναι χωρὶς τῶν νεῶν τὸ ἄλλο πλῆθος ν μυριάδας· Ἀχαιμενίδης γὰρ ὅτε ἔπεσε, δέκα μυριάδες αὐτῶι ἐξ ὧν ἦγε μ συνδιεφθάρησαν. γίνεται οὖν μάχη κρατερά, καὶ πίπτουσιν ἀμφοτέρωθεν πολλοί, πλείους δὲ Αἰγύπτιοι. καὶ βάλλει Μεγάβυζος εἰς τὸν μηρὸν Ἴναρον, καὶ τρέπεται, καὶ νικῶσι Πέρσαι κατὰ
κράτος. φεύγει δὲ πρὸς τὴν Βύβλον Ἴναρος (πόλις ἰσχυρὰ ἐν Αἰγύπτωι αὕτη),464
35καὶ οἱ Ἕλληνες δὲ μετ’ αὐτοῦ, ὅσοι μὴ ἐν τῆι μάχηι καὶ μετὰ Χαριτιμίδου ἀπέθανον. προσχωρεῖ δὲ Αἴγυπτος πλὴν Βύβλου πρὸς Μεγάβυζον. (38) ἐπεὶ δὲ ἐκείνη ἀνάλωτος ἐδόκει, σπένδεται πρὸς Ἴναρον καὶ τοὺς Ἕλληνας, ἑξακισχιλίους ὄντας καὶ ἔτι πρός, ὁ Μεγάβυζος ἐφ’ ὧι μηδὲν κακὸν παρὰ βα‐ σιλέως λαβεῖν, καὶ τοὺς Ἕλληνας, ὅτε βούλοιντο, πρὸς τὰ οἰκῖα ἐπανελθεῖν.
40καθίστησι δὲ τῆς Αἰγύπτου σατράπην Σαρσάμαν, καὶ λαβὼν Ἴναρον καὶ τοὺς Ἕλληνας παραγίνεται πρὸς 〈Ἀρτο〉ξέρξην, καὶ εὑρίσκει λίαν κατὰ Ἰνάρου τεθυμωμένον, ὅτι τὸν ἀδελφὸν Ἀχαιμενίδην ἀπεκτονὼς εἴη. διηγεῖται τὰ γεγονότα Μεγάβυζος, καὶ ὡς πίστεις δοὺς Ἰνάρωι καὶ τοῖς Ἕλλησι Βύβλον εἴληφε· καὶ ἐξαιτεῖται λιπαρῶς βασιλέα περὶ τῆς αὐτῶν σωτηρίας, καὶ λαμ‐
45βάνει, καὶ ἐξάγεται τέλος τῆι στρατιᾶι, ὡς Ἴναρος καὶ οἱ Ἕλληνες οὐδὲν κακὸν πείσονται. (39) Ἀμῆστρις δὲ ὑπὲρ τοῦ παιδὸς Ἀχαιμενίδου δεινὰ ἐποιεῖτο, εἰ μὴ τιμωρήσαιτο Ἴναρον καὶ τοὺς Ἕλληνας, καὶ αἰτεῖτα ταῦτα βασιλεῖ, ὁ δὲ οὐκ ἐνδίδωσιν· εἶτα Μεγαβύζωι· ὁ δὲ ἀποπέμπεται. εἶτα ἐπεὶ διώχλει τὸν υἱόν, κατειργάσατο· καὶ πέντε παρελθόντων ἐτῶν λαμβάνει τὸν Ἴναρον παρὰ

3c,688,F

14

(50)

βασιλέως καὶ τοὺς Ἕλληνας. καὶ ἀνεσταύρισεν μὲν ἐπὶ τρισὶ σταυροῖς· πεν‐ τήκοντα δὲ Ἑλλήνων, ὅσους λαβεῖν ἴσχυσε, τούτων ἔτεμε τὰς κεφαλάς. (40) καὶ ἐλυπήθη λύπην σφοδρὰν Μεγάβυζος, καὶ ἐπένθησε, καὶ ἠιτήσατο ἐπὶ Συρίαν τὴν ἑαυτοῦ χώραν ἀπιέναι. ἐνταῦθα λάθραι καὶ τοὺς ἄλλους τῶν Ἑλλήνων προέπεμπε. καὶ ἀπήιει, καὶ ἀπέστη βασιλέως, καὶ ἀθροίζει μεγάλην
55δύναμιν ἄχρι πεντεκαίδεκα μυριάδων χωρὶς τῶν ἱππέων [καὶ τῶν πεζῶν]. καὶ πέμπεται Οὔσιρις κατ’ αὐτοῦ σὺν κ μυριάσι, καὶ συνάπτεται πόλεμος, καὶ βάλλουσιν ἀλλήλους Μεγάβυζος καὶ Οὔσιρις, ὁ μὲν ἀκοντίωι, καὶ τυγχάνει Μεγαβύζου εἰς τὸν μηρὸν, καὶ τιτρώσκει ἄχρι δακτύλων δύο, ὁ δὲ ὡσαύτως ἀκοντίωι τὸν τοῦ Οὐσίριος μηρόν· εἶτα βάλλει εἰς τὸν ὦμον, κἀκεῖνος πίπτει
60ἐκ τοῦ ἵππου, καὶ περισχὼν Μεγάβυζος προστάσσει ἀναλαβεῖν καὶ περισῶσαι. ἔπιπτον δὲ πολλοὶ τῶν Περσῶν, καὶ ἐμάχοντο ἀνδρείως οἱ τοῦ Μεγαβύζου παῖδες Ζώπυρος καὶ Ἀρτύφιος, καὶ νίκη γίνεται Μεγαβύζωι κραταιά. περι‐ ποιεῖται Οὔσιριν ἐπιμελῶς, καὶ ἀποπέμπει τοῦτο αἰτησάμενον πρὸς Ἀρτο‐ ξέρξην. (41) πέμπεται δὲ κατ’ αὐτοῦ ἑτέρα στρατιά, καὶ Μενοστάτης ὁ
65τοῦ Ἀρταρίου παῖς· ὁ δὲ Ἀρτάριος σατράπης μὲν ἦν Βαβυλῶνος, Ἀρτο‐
ξέρξου δὲ ἀδελφός. καὶ συμβάλλουσιν ἀλλήλοις, καὶ φεύγει ἡ Περσικὴ στρατιά, καὶ Μενοστάτης βάλλεται εἰς τὸν ὦμον ὑπὸ Μεγαβύζου· εἶτα εἰς τὴν κεφαλὴν τοξεύεται οὐ καιρίαν. φεύγει δὲ ὅμως αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ, καὶ νίκη λαμπρὰ γίνεται Μεγαβύζωι. (42) Ἀρτάριος δὲ πέμπει πρὸς Μεγάρβυζον, καὶ παρ‐465
70αινεῖ σπείσασθαι βασιλεῖ· ὁ δὲ δηλοῖ σπείσασθαι μὲν βούλεσθαι καὶ αὐτόν, οὐ μέντοι παραγενέσθαι πρὸς βασιλέα, ἀλλ’ ἐφ’ ὧι μένειν ἐν τῆι ἑαυτοῦ. ἀπαγ‐ γέλλεται ταῦτα βασιλεῖ, καὶ συμβουλεύουσιν Ἀρτοξάρης τε ὁ Παφλαγὼν εὐνοῦχος, ἀλλὰ καὶ ἡ Ἀμῆστρις, σπουδῆι σπείσασθαι. πέμπεται οὖν Ἀρτάριός τε αὐτὸς καὶ Ἄμυτις ἡ γυνὴ καὶ Ἀρτοξάρης, ἐτῶν ἤδη ὢν εἴκοσι, καὶ Πετήσας
75ὁ Οὐσίριος καὶ Σπιτάμα πατήρ. πολλοῖς οὖν ὅρκοις καὶ λόγοις πληροφορή‐ σαντες Μεγάβυζον, μόλις ὅμως πείθουσιν πρὸς βασιλέα παραγενέσθαι, καὶ βασιλεὺς τέλος ἔπεμπε παραγενομένωι συγγνώμην ἔχειν τῶν ἡμαρτημένων. (43) ἐξέρχεται βασιλεὺς ἐπὶ θήραν, καὶ λέων ἐπέρχεται αὐτῶι· μετεώρου δὲ φερομένου τοῦ θηρίου, βάλλει ἀκοντίωι Μεγάβυζος, καὶ ἀναιρεῖ· καὶ ὀργίζεται
80Ἀρτοξέρξης, ὅτι πρὶν ἢ αὐτὸς τύχηι Μεγάβυζος ἔβαλεν, καὶ προστάσσει τὴν κεφαλὴν τὸν Μεγάβυζον ἀποτμηθῆναι. Ἀμήστριος δὲ καὶ Ἀμύτιος καὶ τῶν ἄλλων τῆι παραιτήσει τοῦ μὲν θανάτου ῥύεται, ἀνάσπαστος δὲ γίνεται εἰς τὴν
85Ἐρυθρὰν ἔν τινι πόλει, ὀνόματι Κύρ‐ ται· ἐξορίζεται δὲ καὶ Ἀρτοξάρης ὁ εὐνοῦχος εἰς Ἀρμενίαν, ὅτι πολλάκις ὑπὲρ Μεγαβύζου βασιλεῖ ἐπαρρησιάσατο. ὁ δὲ Μεγάβυζος πέντε διατρίψας 〈ἐν〉 τῆι ἐξορίαι ἔτη, ἀποδιδράσκει, ὑποκριθεὶς τὸν πισάγαν· πισάγας δὲ λέγεται παρὰ Πέρσαις ὁ λεπρός, καί ἐστι πᾶσιν ἀπρόσιτος. ἀποδρὰς οὖν παραγίνεται πρὸς
90Ἄμυτιν καὶ τὸν οἶκον, καὶ μόλις ἐπιγινώσκεται. καὶ δι’ Ἀμήστριος καὶ Ἀμύτιος καταλλάσσεται ὁ βασιλεύς, καὶ ποιεῖ αὐτὸν ὡς τὸ πρόσθεν ὁμοτράπεζον. ζήσας δὲ ἓξ καὶ ἑβδομήκοντα ἔτη ἀπέθανε, καὶ κάρτα ἠχθέσθη βασιλεύς. (44) τελευτήσαντος δὲ Μεγαβύζου, κάρτα ἦν Ἄμυτις ἀνδράσιν ὁμιλοῦσα, καὶ πρό γε ταύτης καὶ ἡ μήτηρ Ἀμῆστρις ὁμοίως. ὁ δὲ Ἀπολλωνίδης ὁ ἰατρὸς ὁ
95Κῶιος, ἐπεὶ ἀσθενῶς εἶχεν Ἄμυτις (εἰ καὶ βληχρῶς καὶ οὐκ ἰσχυρῶς, ἐκεῖνος δὲ ἠράσθη αὐτῆς), ἔφη εἰς τὴν ὑγιείαν αὐτὴν ἐπανελθεῖν, ἐὰν ἀνδράσιν ὁμιλήσηι·
τῆς γὰρ ὑστέρης εἶναι τὸ νόσημα. ἐπεὶ δὲ αὐτῶι ἐξεγένετο τὸ ἐπιτήδευμα, καὶ ὡμίλει αὐτῆι, ἡ δὲ ἄνθρωπος ἐμαραίνετο, ἀπέστη τῆς συνουσίας. τελευτῶσα δὴ οὖν ἐπήγγειλε τῆι μητρί, ἀμύνασθαι Ἀπολλωνίδην. ἡ δὲ ἀπήγγειλε πάντα466

3c,688,F

14

(100)

Ἀρτοξέρξηι τῶι βασιλεῖ, ὅπως τε ὡμίλει, καὶ ὅπως ἀπέστη ὑβρίσας, καὶ ὅπως ἡ θυγάτηρ ἐπήγγειλεν Ἀπολλωνίδην ἀμύνασθαι· ἐκεῖνος δὲ τῆι μητρὶ τὸ παριστάμενον αὐτῆι πράττειν ἐπιτρέπει. ἡ δὲ λαβοῦσα ἔδησε τὸν Ἀπολλωνίδην, δυσὶ μησὶ κολάζουσα· ἔπειτα ζῶντα κατώρυξεν, ὅτε καὶ Ἄμυτις ἀπέθανεν. (45) Ζώπυρος δὲ ὁ Μεγαβύζου καὶ Ἀμύτιος παῖς, ἐπεὶ αὐτῶι ὅ τε πατὴρ καὶ
105ἡ μήτηρ ἐτελεύτησεν, ἀπέστη βασιλέως, καὶ εἰς Ἀθήνας ἀφίκετο, κατὰ τὴν τῆς μητρὸς εἰς αὐτοὺς εὐεργεσίαν. εἰς Καῦνον δὲ ἅμ’ αὐτῶν ἑπομένων εἰσέπλευσε, καὶ ἐκέλευσε παραδιδόναι τὴν πόλιν· Καύνιοι δὲ αὐτῶι μὲν παραδιδόναι τὴν πόλιν ἔφασκον, Ἀθηναίοις δὲ τοῖς συνεπομένοις οὐκέτι. εἰσιόντι δὲ Ζωπύρωι εἰς τὸ τεῖχος λίθον Ἀλκίδης Καύνιος ἐμβάλλει εἰς τὴν κεφαλήν, καὶ οὕτω Ζώ‐
110πυρος ἀποθνήσκει. Ἀμῆστρις δὲ ἡ μάμμη τὸν Καύνιον ἀνεσταύρισεν. (46) ἀποθνήσκει δὲ καὶ ἡ Ἀμῆστρις, κάρτα γραῦς γενομένη. καὶ Ἀρτο‐ ξέρξης ἀποθνήσκει, μ καὶ β ἔτεα βασιλεύσας. τελευτᾶι ἱστορία ιζ, ἄρχεται ιη.

3c,688,F

14a

STEPH. BYZ. s.v. Κυρταία· πόλις ἐν τῆς Ἐρυθρᾶι θα‐ λάσσηι, εἰς ἣν ὑπερώρισεν Ἀρταξέρ‐ ξης Μεγάβυζον· Κτησίας †γ Περ‐
5σικῶν.Column end

3c,688,F

15

PHOT. Bibl. 72 p. 41 b 38—43 b 2: (47) Ἀρτοξέρξου τελευτήσαντος Ξέρξης ὁ υἱὸς βασιλεύει, ὃς μόνος ἦν γνήσιος ἐκ Δαμασπίας, ἣ ἐν αὐτῆι τῆι ἡμέραι, ἐν ἧι καὶ 〈Ἀρτο〉ξέρξης ἐτελεύτησεν, ἀπεβίω. Βαγόραζος δὲ τὸν νεκρὸν τοῦ πατρὸς καὶ τῆς μητρὸς ἀπήγαγεν εἰς Πέρσας. ἑπτακαίδεκα
5δὲ νόθους υἱοὺς ἔσχεν ὁ Ἀρτοξέρξης, ἐξ ὧν ἐστι καὶ Σεκυνδιανὸς ὁ ἐξ Ἀλογού‐ νης τῆς Βαβυλωνίας, καὶ Ὦχος, καὶ Ἀροίτης ὁ ἐκ Κοσμαρτιδήνης (?) καὶ αὐτῆς Βαβυλωνίας· ὁ δὲ Ὦχος ὕστερον καὶ βασιλεύει. ἔτι δὲ παῖδες αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ Βαγαπαῖος καὶ Παρύσατις ἐξ Ἀνδρίας καὶ αὐτῆς Βαβυλωνίας· αὕτη ἡ Παρύσατις Ἀρτοξέρξου καὶ Κύρου μήτηρ ἐγένετο.
10τὸν δὲ Ὦχον ζῶν ὁ πατὴρ Ὑρκανίων σατράπην ἐποίησε, δοὺς αὐτῶι καὶ γυ‐ ναῖκα Παρύσατιν ὄνομα, ἥτις ἢν 〈Ἀρτο〉ξέρξου μὲν θυγάτηρ, ἀδελφὴ δὲ οἰ‐
κεία. (48) ὁ δὲ Σεκυνδιανὸς προσποιησάμενος Φαρνακύαν τὸν εὐνοῦχον, ὃς ἦν μετὰ Βαγόραζον καὶ Μενοστάνη καὶ ἑτέρους τινάς, μεθύοντος ἐν ἑορτῆι τινι τοῦ Ξέρξου καὶ καθεύδοντος ἐν τοῖς βασιλείοις, εἰσελθόντες ἀποκτείνουσιν467
15αὐτόν, τεσσαρακοστῆς καὶ πέμπτης ἡμέρας διαγενομένης ἀπὸ τῆς τοῦ πατρὸς τελευτῆς. συνέβη οὖν ἀμφοτέρους ἅμα εἰς Πέρσας ἀποκομισθῆναι· αἱ γὰρ ἄγουσαι τὴν ἁρμάμαξαν ἡμίονοι, ὥσπερ ἀναμένουσαι καὶ τὸν τοῦ παιδὸς νεκρόν, οὐκ ἤθελον πορεύεσθαι· ὅτε δὲ κατέλαβε, σὺν προθυμίηι ἀπήιεσαν. (49) βασιλεύει δὲ Σεκυνδιανός, καὶ γίνεται ἀζαβαρίτης (?) αὐτῶι Μενο‐
20στάνης. ἀπιὼν δὲ Βαγόραζος, καὶ ὑποστρέψας πρὸς Σεκυνδιανόν, ἐπεὶ παλαιὰ αὐτοῖς ἔχθρα ὑπετύφετο, ὡς δῆθεν ἄνευ τῆς ἑαυτοῦ γνώμης τοῦ πατρὸς λιπὼν τὸν νεκρὸν [αὐτοῦ], προστάξει βασιλέως λιθόλευστος ἐγεγόνει· ἐφ’ ὧι ἡ στρατιὰ εἰς λύπην κατηνέχθη. ὁ δὲ δῶρα αὐτῆι ἐδίδου· οἱ δὲ ἐμίσουν αὐτόν, ὅτι τε τὸν ἀδελφὸν Ξέρξην ἀπεκτόνει καὶ ὅτι Βαγόραζον. (50) διαπέμπεται Σεκυν‐
25διανὸς προσκαλούμενος Ὦχον· ὁ δὲ ὑπισχνεῖται μέν, οὐ παραγίνεται δέ· καὶ γίνεται τοῦτο πολλάκις· τέλος περιβάλλεται Ὦχος πολλὴν στρατιάν, καὶ ἐπίδοξος ἦν βασιλεύειν. ἀφίσταται Ἀρβάριος, ὁ τῶν ἱππέων Σεκυνδιανοῦ ἄρχων, πρὸς Ὦχον· εἶτα Ἀρξάνης ὁ Αἰγύπτου σατράπης· καὶ Ἀρτοξάρης δὲ ὁ εὐνοῦχος ἐξ Ἀρμενίας ἧκε πρὸς Ὦχον. καὶ ἐπέθεντο αὐτῶι τὴν κίταριν,
30οὔτι ἑκόντος. βασιλεύει Ὦχος, καὶ μετονομάζεται Δαρειαῖος· καὶ μετέρχεται ἀπάτηι καὶ ὅρκοις ὑποθήκηι Παρυσάτιδος τὸν Σεκυνδιανόν, πολλὰ Μενοστάνους παραινοῦντος Σεκυνδιανόν, μὴ πιστεύειν τοῖς ὅρκοις μηδὲ σπένδεσθαι τοῖς ἐξαπατῶσι. πείθεται δ’ οὖν ὅμως, καὶ ἁλίσκεται· καὶ εἰς τὴν σποδὸν ἐμβάλλεται· καὶ ἀπόλλυται βασιλεύσας μῆνας ἕξ, ἡμέρας ιε.
35 (51) βασιλεύει οὖν μόνος Ὦχος ὁ καὶ Δαρειαῖος. εὐνοῦχοι δὲ τρεῖς ἠδύ‐ ναντο παρ’ αὐτῶι, μέγιστον μὲν Ἀρτοξάρης, δεύτερος δὲ Ἀρτιβαρζάνης, καὶ τρίτος Ἀθῶος. ἐχρῆτο δὲ συμβούλωι μάλιστα τῆι γυναικί, ἐξ ἦς πρὸ τῆς βασιλείας δύο ἔσχε τέκνα, Ἀμῆστριν
40θυγατέρα καὶ Ἀρσάκαν (?) υἱόν, ὃς
ὕστερον μετωνομάσθη Ἀρτοξέρξης. τίκτει δὲ αὐτῶι ἕτερον υἱὸν βασιλεύ‐ ουσα, καὶ τίθεται τὸ ὄνομα αὐτοῦ ἀπὸ τοῦ ἡλίου Κῦρον. εἶτα τίκτειColumn end
45Ἀρτόστην, καὶ ἐφεξῆς μέχρι παίδων δεκατριῶν. καί φησιν ὁ συγγρα‐ φεὺς αὐτὸς παρ’ αὐτῆς ἐκεί‐ νης τῆς Παρυσάτιδος ταῦτα ἀκοῦσαι. ἀλλὰ τὰ μὲν ἄλλα τῶν

3c,688,F

15

(50)

τέκνων ταχὺ ἀπεβίω, οἱ δὲ περιγεγο‐ νότες οἵ τε προρρηθέντες τυγχάνουσι, καὶ ἔτι τέταρτος υἱὸς Ὀξένδρας ὠνο‐
μασμένος. (52) ἀφίστανται βασιλέως Ἀρσίτης ὁ οἰκεῖος ἀδελφός, ὁμοπάτριος καὶColumn end
55ὁμομήτριος, καὶ Ἀρτύφιος ὁ Μεγαβύζου. πέμπεται Ἀρτασύρας κατ’ αὐτῶν, καὶ πολεμεῖ Ἀρτύφιον, καὶ δυσὶ μάχαις Ἀρτασύρας ἡττᾶται. εἶτα πάλιν συμβαλὼν νικᾶι Ἀρτύφιον, καὶ ὑπάγεται τοὺς σὺν αὐτῶι Ἕλληνας δώροις, καὶ καταλιμπάνονται αὐτῶι Μιλήσιοι μόνοι τρεῖς. τέλος ὅρκους καὶ πίστεις λαβὼν παρὰ Ἀρτασύρα, ἐπεὶ ὁ Ἀρσίτης οὐκ ἐφαίνετο, προσεχώρησε βασιλεῖ.
60Παρύσατις δὲ βουλεύεται βασιλεῖ, ὁρμῶντι πρὸς τὸν Ἀρτυφίου θάνατον, μὴ ἀνελεῖν τέως· ἔσεσθαι γὰρ τοῦτο ἀπάτην καὶ εἰς τὴν προσχώρησιν τοῦ Ἀρσίτου· ἐπειδὰν δὲ κἀκεῖνος ἀπατηθεὶς ἁλῶι, ‘δεῖ τότε ἄμφω διαχρήσασθαι‘. καὶ γέγονεν οὕτως, εὐοδωθείσης τῆς συμβουλῆς· καὶ ἐμβάλλεται εἰς τὴν σποδὸν Ἀρτύφιος καὶ Ἀρσίτης, καίτοι Ἀρσίτην ὁ βασιλεὺς οὐκ ἐβούλετο ἀπολέσαι.
65ἀλλ’ ἡ Παρύσατις τὰ μὲν πείθουσα τὰ δὲ βιαζομένη ἀπώλεσε. κατελεύσθη δὲ καὶ Φαρνακυίας ὁ συνανελὼν Σεκυνδιανῶι Ξέρξην. ἀνηιρέθη δὲ καὶ Μενοστάνης ὑφ’ ἑαυτοῦ, ἤδη πρὸς θάνατον συλλαμβανόμενος. (53) ἀφίσταται Πισούθνης, καὶ ἀποστέλλεται κατ’ αὐτοῦ Τισαφέρνης καὶ Σπιθραδάτης καὶ Παρμίσης. ἀντεπεξήιει δὲ Πισούθνης, ἔχων καὶ Λύκωνα τὸν
70Ἀθηναῖον ἅμα Ἑλλήνων ὧν ἐκεῖνος ἦρχε. λαμβάνουσι δὲ οἱ τοῦ βασιλέως στρατηγοὶ χρήμασι Λύκωνα καὶ τοὺς Ἕλληνας, καὶ ἀφιστῶσι Πισούθνου· εἶτα δόντες αὐτῶι πίστεις καὶ λαβόντες ἄγουσι παρὰ βασιλέα. ὁ δὲ εἰς τὴν σποδὸν ἐνέβαλε, Τισσαφέρνηι δοὺς τὴν Πισούθνου σατραπείαν. ἔλαβε δὲ Λύκων καὶ πόλεις καὶ χώρας ὑπὲρ τῆς προδοσίας.468
75 (54) Ἀρτοξάρης ὁ εὐνοῦχος, ὃς μέγα ἠδύνατο παρὰ βασιλεῖ, ἐπιβουλεύει βασιλέα, θέλων αὐτὸς βασιλεῦσαι· πώγωνα γὰρ καὶ ὑπόρρινα προσέταξεν †αὐτῶι γυναικὶ κατασκευάσαι, ἵνα ὡς ἀνὴρ φαίνοιτο· δι’ ἧς καὶ καταμηνύεται. καὶ συλλαμβάνεται, καὶ παραδίδοται Παρυσάτιδι, καὶ ἀναιρεῖται. (55) Ἀρσάκης ὁ τοῦ βασιλέως παῖς, ὁ καὶ ὕστερον μετονομασθεὶς Ἀρτο‐
80ξέρξης, γαμεῖ τὴν Ἰδέρνεω θυγατέρα Στάτειραν, τὴν δὲ τοῦ βασιλέως θυγατέρα ὁ τοῦ Ἰδέρνεω υἱός. Ἀμῆστρις ἦν ἡ θυγάτηρ, τῶι δὲ ταύτης νυμφίωι 〈ὄνομα〉 Τεριτούχμης, ὃς καὶ τοῦ πατρὸς τελευτήσαντος ἀντ’ αὐτοῦ σατράπης κατέστη. ἦν δὲ ὁμοπατρία αὐτῶι ἀδελφὴ Ῥωξάνη, καλὴ τῶι εἴδει καὶ τοξεύειν καὶ ἀκοντίζειν ἐμπειροτάτη· ἐρῶν δὲ ταύτης ὁ Τεριτούχμης καὶ συγγινόμενος,
85ἐμίσει Ἀμῆστριν, καὶ τέλος ἐμβαλεῖν αὐτὴν εἰς σάκκον, καὶ κατακεντηθῆναι ὑπὸ τριακοσίων ἀνδρῶν, μεθ’ ὧν καὶ τὴν ἀπόστασιν ἐμελέτησεν, ἐβουλεύσατο. ἀλλά τις Οὐδιάστης ὄνομα, ἰσχὺν ἔχων παρὰ Τεριτούχμηι, καὶ γράμματα παρὰ βασιλέως πολλὰς ὑποσχέσεις ἔχοντα, εἰ περισωθείη αὐτῶι ἡ θυγάτηρ, δεξάμενος, ἐπιτίθεται καὶ ἀναιρεῖ Τεριτούχμην, γενναίως ἐν τῆι ἐπαναστάσει ἀνδρισάμενον
90καὶ πολλοὺς ἀποκτείναντα· μέχρι γὰρ λ καὶ ζ φασὶν αὐτὸν ἀποκτεῖναι. (56) ὁ δὲ υἱὸς τοῦ Οὐδιάστου Μιτραδάτης, ὑπασπιστὴς ὢν Τεριτούχμου καὶ μὴ παρών, ἐπεὶ ἔμαθε, πολλὰ τῶι πατρὶ κατηράσατο, καὶ πόλιν Ζάριν καταλαβών, ἐφύ‐ λασσε ταύτην τῶι παιδὶ τοῦ Τεριτούχμεω. ἡ δὲ Παρύσατις τήν τε μητέρα τὴν Τεριτούχμεω καὶ τοὺς ἀδελφοὺς Μιτρώστην καὶ Ἥλικον καὶ τὰς ἀδελφὰς δύο
95οὔσας χωρὶς τῆς Στατείρας ζώσας ἐκέλευσε καταχῶσαι, τὴν δὲ Ῥωξάνην ζῶσαν κατατεμεῖν· καὶ ἐγένετο. ὁ δὲ βασιλεὺς εἶπε τῆι γυναικὶ Παρυσάτιδι ποιῆσαι ὁμοίως καὶ Στάτειραν τὴν Ἀρσάκου γυναῖκα τοῦ παιδός· ἀλλ’ ὅ γε Ἀρσάκης πολλὰ τὴν μητέρα καὶ τὸν πατέρα δάκρυσι καὶ κοπετοῖς ἐξιλεωσά‐ μενος, ἐπεὶ ἡ Παρύσατις ἐπεκάμφθη, συνεχώρησε καὶ Ὦχος ὁ Δαρειαῖος,

3c,688,F

15

(100)

εἰπὼν Παρυσάτιδι πολλὰ μεταμελήσειν αὐτήν.
τελευτᾶι ἡ ιη.469

3c,688,F

15a

PLUTARCH. Ar‐ tox. 1, 2: Δαρείου γὰρ καὶ Παρυσάτι‐ δος παῖδες ἐγένοντο τέσσαρες· πρεσ‐ βύτατος μὲν Ἀρτοξέρξης, μετ’ ἐκεῖνον
5δὲ Κῦρος, νεώτεροι δὲ τούτων Ὀστά‐ νης καὶ Ὀξάθρης. (3) ὁ μὲν οὖν Κῦρος ἀπὸ Κύρου τοῦ παλαιοῦ τοὔνο‐ μα ἔσχεν, ἐκείνωι δ’ ἀπὸ τοῦ ἡλίου γε‐ νέσθαι φασί· κῦρον γὰρ καλεῖν Πέρ‐470
10σας τὸν ἥλιον. (4) ὁ δ’ Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο, καίτοι Δείνων (690 F 14) φησὶν ὅτι Ὀάρσης. ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἄλ‐ λα μύθων ἀπιθάνων καὶ παρα‐
15φόρων ἐμβέβληκεν εἰς τὰ βι‐ βλία παντοδαπὴν πυλαίαν (T 11d), οὐκ εἰκός ἐστιν ἀγνοεῖν τοὔνομα τοῦ βασιλέως, παρ’ ὧι διέτριβε θεραπεύων αὐτὸν
20καὶ γυναῖκα καὶ μητέρα καὶ
παῖδας (T 1—3).Column end

3c,688,F

16

PHOT. Bibl. 72 p. 43 b 3—44 a 19: (57) ἐν δὲ τῆι ιθ ἱστορίαι διαλαμβάνει ὡς Ὦχος ὁ Δαρειαῖος ἀπέθανεν ἀσθενήσας ἐν Βαβυ‐ λῶνι, ἔτη βασιλεύσας †λε, βασιλεύει δὲ Ἀρσάκης ὁ μετονομασθεὶς Ἀρτο‐ ξέρξης.
5 (58) καὶ ἐκτέμνεται Οὐδιάστης τὴν γλῶτταν, καὶ ἐξελκύεται ταύτην ἐξό‐ πισθεν, καὶ θνήσκει· ὁ δὲ παῖς αὐτοῦ Μιτραδάτης ἀντὶ τοῦ πατρὸς καθίσταται σατράπης. ἐπράχθη δὲ ταῦτα σπουδῆι Στατείρας· καὶ ἠνιᾶτο Παρύσατις. (59) διαβάλλεται Κῦρος ὑπὸ Τισαφέρνους πρὸς Ἀρτοξέρξην τὸν ἀδελφόν, καὶ καταφεύγει Παρυσάτιδι τῆι μητρί, καὶ ἀπολύεται τῆς διαβολῆς. ἀπελαύνει
10Κῦρος ἠτιμωμένος παρὰ τοῦ ἀδελφοῦ πρὸς τὴν οἰκείαν σατραπείαν, καὶ μελετᾶι ἐπανάστασιν. (60) διαβάλλει Σατιβαρζάνης Ὀρόνδην ὡς Παρυσάτιδι μίγνυται, καίτοι λίαν αὐτῆς σωφρονούσης· καὶ ἀναιρεῖται Ὀρόνδης, καὶ ὀργίζεται ἡ μήτηρ τῶι βασιλεῖ. (61) ὅτι Παρύσατις φαρμάκωι διαφθείρει τὸν Τεριτούχμεω υἱόν.
15(62) καὶ περὶ τοῦ θάψαντος τὸν πατέρα διὰ τοῦ πυρὸς παρὰ τὸν νόμον· ἐξ οὗ καὶ ἔλεγχος Ἑλλανίκου (687 a T 2) καὶ Ἡροδότου ὡς ψεύδονται. (63) ἀπόστασις Κύρου ἀπὸ τοῦ ἀδελφοῦ· καὶ συναγωγὴ Ἑλληνικοῦ στρα‐ τεύματος καὶ βαρβαρικοῦ· καὶ στρατηγῶν Κλέαρχος Ἑλλήνων· ὅπως τε Συέννεσις ὁ Κιλίκων βασιλεὺς ἄμφω συνεμάχει, Κύρωι τε καὶ Ἀρτοξέρξηι·
20ὅπως τε Κῦρος τῆι ἰδίαι στρατιᾶι καὶ Ἀρτοξέρξης πάλιν τῆι οἰκείαι παρήινεσαν. Κλέαρχος δὲ ὁ Λακεδαιμόνιος, ὃς ἦρχε τῶν Ἑλλήνων, καὶ Μένων ὁ Θετταλός, οἳ μετὰ Κύρου ἦσαν, ἀεὶ διάφοροι ἀλλήλοις ἐτύγχανον, διότι τῶι μὲν Κλεάρχωι ἅπαντα ὁ Κῦρος συνεβούλευε, τοῦ δὲ Μένωνος λόγος οὐδεὶς ἦν. ηὐτομόλουν δ’ ἀπὸ μὲν Ἀρτοξέρξου πρὸς Κῦρον πολλοί, πρὸς δὲ Ἀρτοξέρξην ἀπὸ Κύρου
25οὐδείς· διὸ καὶ Ἀρ〈τα〉βάριος προσχωρῆσαι Κύρωι μελετήσας καὶ διαβληθεὶς εἰς τὴν σποδὸν ἐνεβλήθη. (64) προσβολὴ Κύρου πρὸς τὴν βασιλέως στρατιάν, καὶ νίκη Κύρου, ἀλλὰ καὶ θάνατος Κύρου ἀπειθοῦντος Κλεάρχωι. καὶ αἰκισμὸς τοῦ σώματος Κύρου ὑπὸ τἀδελφοῦ Ἀρτοξέρξου· τήν τε γὰρ κεφαλὴν καὶ τὴν χεῖρα, μεθ’ ἧς τὸν Ἀρτοξέρξην ἔβαλλεν, αὐτὸς ἀπέτεμε, καὶ ἐθριάμβευσεν. (65)
30ἀναχώρησις Κλεάρχου τοῦ Λακεδαιμονίου ἅμα τῶν σὺν αὐτῶι Ἑλλήνων τῆς
νυκτός· καὶ τῶν τῆς Παρυσάτιδος πόλεων μιᾶς κατάληψις. εἶτα σπονδαὶ βασιλέως πρὸς τοὺς Ἕλληνας. (66) ὡς Παρύσατις εἰς Βαβυλῶνα ἀφίκετο πενθοῦσα Κῦρον, καὶ μόλις ἐκομίσατο τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν χεῖρα· καὶ ἔθαψεν, καὶ ἀπέστειλεν εἰς Σοῦσα. τὰ περὶ Βαγαπάτου τοῦ ἀποτεμόντος προστάξει471
35βασιλέως τὴν κεφαλὴν ἀπὸ τοῦ σώματος Κύρου, ὅπως ἡ μήτηρ μετὰ βασιλέως κύβοις ἐπὶ συνθήκαις παίξασα καὶ νικήσασα ἔλαβε Βαγαπάτην, καὶ ὃν τρόπον τὸ δέρμα περιαιρεθεὶς ἀνεσταυρίσθη ὑπὸ Παρυσάτιος· ὅτε καὶ τὸ πολὺ ἐπὶ Κύρωι πένθος αὐτῆι ἐπαύσατο διὰ τὴν πολλὴν τοῦ Ἀρτοξέρξου δέησιν. (67) ὡς Ἀρτοξέρξης δῶρα ἔδωκε τῶι ἐνέγκαντι τὸν Κύρου πῖλον· καὶ ὡς
40τὸν Κᾶρα τὸν δοκέοντα Κῦρον βαλεῖν Ἀρτοξέρξης ἐτίμησε, καὶ ὡς Παρύσατις τὸν τιμηθέντα Κᾶρα αἰκισαμένη ἀπέκτεινεν. ὡς Ἀρτοξέρξης παρέδωκεν αἰτησαμένηι Μιτραδάτην Παρυσάτιδι, ἐπὶ τραπέζης μεγαλαυχήσαντα ἀπο‐ κτεῖναι Κῦρον, κἀκείνη λαβοῦσα πικρῶς ἀνεῖλε. ταῦτα ἡ ιθ καὶ ἡ κ ἱστορία.

3c,688,F

17

PLUTARCH. Artox. 2, 3: ἡ δὲ μήτηρ ὑπῆρχε τὸν Κῦρον μᾶλλον φιλοῦσα, καὶ βουλομένη βασιλεύειν ἐκεῖνον. διὰ καὶ τοῦ πατρὸς νοσοῦντος, ἤδη μετάπεμπτος ἀπὸ θαλάσσης γενόμενος, παντάπασιν ἀνέβαινεν εὔελπις ὢν ὡς κατειργασμένης ἐκείνης διά‐ δοχον αὐτὸν ἀποδειχθῆναι τῆς ἀρχῆς. (4) καὶ γὰρ εἶχεν εὐπρεπῆ λόγον ἡ Παρύσατις,
5ὧι καὶ Ξέρξης ὁ παλαιὸς ἐχρήσατο Δημαράτου διδάξαντος, ὡς Ἀρσίκαν μὲν ἰδιώτηι, Κῦρον δὲ βασιλεύοντι Δαρείωι τεκεῖν. (5) οὐ μὴν ἔπεισεν, ἀλλ’ ὁ πρεσβύτερος ἀπεδείχθη βασιλεὺς Ἀρτοξέρξης μετονομασθείς, Κῦρος δὲ Λυδίας σατράπης καὶ τῶν ἐπὶ θαλάσσης στρατηγός. (3) ὀλίγωι δ’ ὕστερον ἢ τελευτῆσαι Δαρεῖον ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν τελετὴν ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων. (2) ἔστι
10δὲ θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾶν 〈ἄν〉 τις εἰκάσειεν· εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δ’ ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν, καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος. εἰ δὲ πρὸς τούτοις ἕτερ’ ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς ἄλλοις. (3) ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος, ἀφίκετο Τισαφέρνης πρὸς αὐτόν,
15ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν, οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι, μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως· διὸ καὶ πίστιν ἔσχε κατηγορῶν Κύρου. (4) κατηγόρει δ’ ὡς μέλ‐ λοντος ἐνεδρεύειν ἐν τῶι ἱερῶι, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλέυς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν. (5) οἱ μὲν 〈οὖν〉 ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι
20φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως. (6) μέλλοντα δ’ αὐτὸν ἤδη ἀποθνήισκειν, ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς
ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρηιτήσατο· καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην οὐδὲ μεμνημένον τῆς διέσεως ἀλλὰ τῆς συλλήψεως, καὶ472
25δι’ ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν. (4) ἔνιοι δέ φασιν, οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθ’ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέ‐ γοντες κτλ..

3c,688,F

18

PLUTARCH. Artox. 8: τὴν δὲ μάχην ἐκείνην πολλῶν μὲν ἀπηγγελκό‐ των, Ξενοφῶντος (Anab. 1, 8) δὲ μονονουχὶ δεικνύοντος ὄψει καὶ τοῖς πράγμασιν, ὡς οὐ γεγενημένοις ἀλλὰ γινομένοις ἐφιστάντος .... οὐκ ἔστι νοῦν ἔχοντος ἐπεξηγεῖσθαι, πλὴν ὅσα τῶν ἀξίων λόγου παρῆλθεν εἰπεῖν ἐκεῖνον. (2) ὁ μὲν οὖν τόπος ἐν ὧι παρε‐
5τάξαντο Κούναξα καλεῖται, καὶ Βαβυλῶνος ἀπέχει σταδίους πεντακοσίους. Κῦρον δὲ πρὸ τῆς μάχης Κλεάρχου παρακαλοῦντος ἐξόπισθε τῶν μαχομένων εἶναι καὶ μὴ κινδυνεύειν αὐτόν, εἰπεῖν φασι· «τί λέγεις ὦ Κλέαρχε; σὺ κελεύεις με τὸν βασιλείας ὀρεγόμενον ἀνάξιον εἶναι βασιλείας;».

3c,688,F

19

PLUTARCH. Artox. 9: οἱ μὲν γὰρ Ἕλληνες ὅσον ἐβούλοντο τοὺς βαρβάρους ἐνίκων καὶ διώκοντες ἐπὶ πλεῖστον προῆλθον, Κύρωι δὲ γενναῖον ἵπ‐ πον ἄστομον δὲ καὶ ὑβριστὴν ἐλαύνοντι, Πασακᾶν καλούμενον, ὡς Κτησίας φησίν, ἀντεξήλασεν ὁ Καδουσίων ἄρχων Ἀρταγέρσης, μέγα βοῶν· (2)
5«ὦ τὸ κάλλιστον ἐν Πέρσαις ὄνομα Κύρου καταισχύνων, ἀδικώτατε ἀνθρώπων καὶ ἀφρονέστατε, κακοὺς μὲν Ἕλληνας ἔρχηι κακὴν ὁδὸν ἄγων ἐπὶ τὰ Περσῶν ἀγαθά, δεσπότην δὲ σεαυτοῦ καὶ ἀδελφὸν ἐλπίζων ἀναιρήσειν, ὃς σοῦ μυριάκις μυρίους δούλους ἔχει κρείσσονας. αὐτίκα δὲ πειράσηι· πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν ἢ θεάσασθαι τὸ βασιλέως πρόσωπον·» (3)
10ταῦτ’ εἰπὼν ἐξηκόντισεν ἐπ’ αὐτόν· ὁ δὲ θώραξ στερεῶς ἀντέσχε, καὶ οὐκ ἐτρώθη μὲν ὁ Κῦρος, ἐκραδάνθη δὲ τῆς πληγῆς ἰσχυρᾶς προσπεσούσης. ἀποστρέψαντος δὲ τὸν ἵππον τοῦ Ἀρταγέρσου, βαλὼν ὁ Κῦρος ἔτυχε καὶ διήλασε παρὰ τὴν κλεῖδα διὰ τοῦ τραχήλου τὴν αἰχμήν. (4) τὸν μὲν οὖν Ἀρ‐ ταγέρσην ἀποθανεῖν ὑπὸ τοῦ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι· περὶ δὲ τῆς αὐτοῦ Κύρου
15τελευτῆς ἐπεὶ Ξενοφῶν (F 21) ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτός, εἶπεν, οὐδὲν ἴσως κωλύει τὰ Δείνωνος (690 F 17) ἰδίαι καὶ πάλιν τὰ Κτησίου (F 20) διελθεῖν.

3c,688,F

20

PLUTARCH. Ar‐ tox. 11: (F 19) ἡ δὲ Κτησίου διήγησις, ὡς ἐπιτεμόντι πολλὰ συν‐ τόμως ἀπαγγεῖλαι, τοιαύτη τίς ἐστι.
5Κῦρος ἀποκτείνας Ἀρταγέρσην, ἤλαυ‐ νεν εἰς αὐτὸν βασιλέα τὸν ἵππον,
καὶ αὐτὸς εἰς ἐκεῖνον, ἀμφότεροι σιωπῆι. φθάνει δὲ βαλὼν Ἀριαῖος ὁ Κύρου φίλος βασιλέα, καὶ οὐκColumn end
10ἔτρωσε. (2) βασιλεὺς δ’ ἀφεὶς τὸ δόρυ, Κύρου μὲν οὐκ ἔτυχε, Σατι‐ φέρνην δὲ πιστὸν ἄνδρα Κύρωι καὶ γενναῖον ἔβαλε, καὶ κατέκτεινε. Κῦ‐ ρος δ’ ἐπ’ αὐτὸν ἐξακοντίσας διὰ
15τοῦ θώρακος ἔτρωσε τὸ στῆθος, ὅσον ἐνδῦναι δύο δακτύλους τὸ ἀκόν‐ τιον, πεσεῖν δ’ αὐτὸν ὑπὸ τῆς πλη‐ γῆς ἀπὸ τοῦ ἵππου. (3) φυγῆς δὲ καὶ ταραχῆς τῶν περὶ αὐτὸν γενο‐
20μένης, ὁ μὲν ἀναστὰς μετ’ ὀλίγων, ἐν οἷς καὶ Κτησίας ἦν, λόφον τινὰ πλησίον καταλαβὼν ἡσύχαζε, Κῦρον δὲ τοῖς πολεμίοις ἐνειλούμενον ὁ ἵππος ἐξέφερεν ὑπὸ θυμοῦ μακράν,
25ἤδη σκότους ὄντος ἀγνοούμενον ὑπὸ τῶν πολεμίων καὶ ζητούμενον ὑπὸ τῶν φίλων. (4) ἐπαιρόμενος δὲ τῆι νίκηι καὶ μεστὸς ὢν ὀργῆς καὶ θράσους, διεξήλαυνε βοῶν «ἐξίστα‐
30σθε πενιχροί»· τοῦτο δὲ περσιστὶ πολλάκις αὐτοῦ βοῶντος, οἱ μὲν ἐξίσταντο προσκυνοῦντες, ἀποπίπτει δὲ τῆς κεφαλῆς ἡ τιάρα τοῦ Κύρου. (5) καὶ παρατρέχων νεανίας Πέρσης ὄνομα Μιθριδάτης ἀκοντίωι βάλλει τὸν κρόταφον αὐτοῦ παρὰ τὸν ὀφθαλμόν, ἀγνοῶν ὅστις εἴη· πολὺ δ’ αἷμα τοῦ
35τραύματος ἐκβαλόντος, ἰλιγγιάσας καὶ καρωθεὶς ὁ Κῦρος ἔπεσε. (6) καὶ
ὁ μὲν ἵππος ὑπεκφυγὼν ἐπλάζετο, τὸν δ’ ἐφίππειον πῖλον ἀπορρυέντα λαμβάνει τοῦ τὸν Κῦρον βαλόντος ἀκόλουθος αἵματος περίπλεω. (7) τὸν δὲ Κῦρον ἐκ τῆς πληγῆς ἀναφέροντα χαλεπῶς καὶ μόλις εὐνοῦχοί τινες ὀλίγοι παρόντες ἐπεχείρουν ἐπ’ ἄλλον ἵππον ἀναθέσθαι καὶ σώιζειν. (8) ἀδυνάτως δ’ ἔχοντα473
40καὶ δι’ αὑτοῦ προθυμούμενον βαδίζειν ὑπολαβόντες ἦγον, τῶι μὲν σώματι καρηβαροῦντα καὶ σφαλλόμενον, οἰόμενον δὲ νικᾶν, ἀκούοντα τῶν φευγόντων ἀνακαλουμένων Κῦρον βασιλέα καὶ φείδεσθαι δεομένων. (9) ἐν δὲ τούτωι Καύνιοί τινες ἄνθρωποι, κακόβιοι καὶ ἄποροι καὶ ταπεινῶν ὑπουργημάτων ἕνεκα τῆι τοῦ βασιλέως στρατιᾶι παρακολουθοῦντες, ἔτυχον συναναμειχθέντες
45ὡς φίλοις τοῖς περὶ τὸν Κῦρον. ὡς δὲ μόλις συνεῖδον τὰ ἐπιθωρακίδια φοινικᾶ, λευκοῖς χρωμένων τῶν βασιλικῶν ἁπάντων, ἔγνωσαν πολεμίους ὄντας. (10) εἷς οὖν ἐκείνων ἐτόλμησεν ἀγνοῶν ἐξόπισθεν βαλεῖν τὸν Κῦρον ἀκοντίωι· τῆς δὲ περὶ τὴν ἰγνύαν φλεβὸς ἀναρραγείσης, πεσὼν ὁ Κῦρος ἅμα παίει πρός τινι λίθωι τὸν τετρωμένον κρόταφον, καὶ ἀποθνήισκει. τοιοῦτος μὲν ὁ

3c,688,F

20

(50)

Κτησίου λόγος, ὧι καθάπερ ἀμβλεῖ ξιφιδίωι μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνήιρηκεν. (12) ἤδη δ’ αὐτοῦ τεθνηκότος, Ἀρτασύρας ὁ βασιλέως ὀφθαλμὸς ἔτυχεν ἵππωι παρεξελαύνων. γνωρίσας οὖν τοὺς εὐνούχους ὀλοφυρο‐ μένους, ἠρώτησε τὸν πιστότατον αὐτῶν· «τίνα τοῦτον, ὦ Παρίσκα, κλαίεις παρακαθ‐ ήμενος;» ὁ δ’ εἶπεν· «οὐχ ὁρᾶις, ὦ Ἀρτασύρα, Κῦρον τεθνηκότα;» (2) θαυμάσας
55οὖν ὁ Ἀρτασύρας τῶι μὲν εὐνούχωι θαρρεῖν παρεκελεύσατο, καὶ φυλάττειν τὸν νεκρόν, αὐτὸς δὲ συντείνας πρὸς τὸν Ἀρτοξέρξην, ἀπεγνωκότα μὲν ἤδη τὰ πράγματα, κακῶς δὲ καὶ τὸ σῶμα διακείμενον ὑπό τε δίψης καὶ τοῦ τραύματος, χαίρων φράζει ὡς αὐτὸς ἴδοι τεθνηκότα Κῦρον. (3) ὁ δὲ πρῶτον μὲν εὐθὺς ὥρμησεν ἰέναι, καὶ τὸν Ἀρτασύραν ἄγειν ἐκέλευσεν ἐπὶ τὸν τόπον· ἐπεὶ δὲ πολὺς ἦν λόγος τῶν Ἑλλήνων καὶ φόβος, ὡς
60διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων, ἔδοξε πλείονας πέμψαι κατοψομένους, καὶ τριάκοντα λαμπάδας ἔχοντες ἐπέμφθησαν. (4) αὐτῶι δὲ μικρὸν ἀπολείποντι τοῦ τεθνάναι διὰ τὸ διψῆν Σατιβαρζάνης ὁ εὐνοῦχος περιθέων ἐζήτει ποτόν· οὐ γὰρ εἶχε τὸ χωρίον ὕδωρ, οὐδ’ ἦν ἐγγὺς τὸ στρατόπεδον. (5) μόλις οὖν ἐπιτυγχάνει τῶν Καυνίων ἐκείνων τῶν κακοβίων ἑνός, ἐν ἀσκίωι φαύλωι διεφθαρμένον ὕδωρ καὶ πονηρὸν ἔχοντος,
65ὅσον ὀκτὼ κοτύλας· καὶ λαβὼν τοῦτο καὶ κομίσας τῶι βασιλεῖ δίδωσιν. (6) ἐκπιόντα δ’ ἅπαν ἠρώτησε, εἰ μὴ πάνυ δυσχεραίνει τὸ ποτόν· ὁ δ’ ὤμοσε τοὺς θεοὺς μήτ’ οἶνον ἡδέως οὕτως πώποτε πεπωκέναι μήτ’ ὕδωρ τὸ κουφότατον καὶ καθαρώτατον, «ὥστε (ἔφη) τὸν δόντα σοι τοῦτ’ ἄνθρωπον, ἂν ἐγὼ μὴ δυνηθῶ ζητήσας ἀμείψασθαι, τοὺς θεοὺς εὔχομαι ποιῆσαι μακάριον καὶ πλούσιον.» (13) ἐν δὲ τούτωι προσήλαυνον οἱ τριάκοντα
70λαμπροὶ καὶ περιχαρεῖς, ἀναγγέλλοντες αὐτῶι τὴν ἀνέλπιστον εὐτυχίαν. ἤδη δὲ καὶ πλήθει τῶν συντρεχόντων πάλιν πρὸς αὐτὸν καὶ συνισταμένων ἐθάρρει, καὶ κατέβαινεν ἀπὸ τοῦ
λόφου, φωτὶ πολλῶι περιλαμπόμενος. (2) ὡς δ’ ἐπέστη τῶι νεκρῶι, καὶ κατὰ δή τινα νόμον Περσῶν ἡ δεξιὰ χεὶρ ἀπεκόπη καὶ ἡ κεφαλὴ τοῦ σώματος, ἐκέλευσε τὴν κεφαλὴν αὑτῶι κομισθῆναι· καὶ τῆς κόμης δραξάμενος, οὔσης βαθείας καὶ λασίας, ἐπεδείκνυε τοῖς474
75ἀμφιδοξοῦσιν ἔτι καὶ φεύγουσιν. (3) οἱ δ’ ἐθαύμαζον καὶ προσεκύνουν, ὥστε ταχὺ μυριάδας ἑπτὰ περὶ αὐτὸν γενέσθαι, καὶ συνεισελάσαι πάλιν εἰς τὸ στρατόπεδον.

3c,688,F

21

XENOPH. Anab. 1, 8, 23: καὶ βασιλεὺς δὴ τότε μέσον ἔχων τῆς αὑτοῦ στρατιᾶς ὅμως ἔξω ἐγένετο τοῦ Κύρου εὐωνύμου κέρατος· ἐπεὶ δὲ οὐδεὶς αὐτῶι
5ἐμάχετο ἐκ τοῦ ἀντίου οὐδὲ τοῖς αὐτοῦ τεταγμένοις ἔμπροσθεν, ἐπέκαμπτεν ὡς
εἰς κύκλωσιν. (24) ἔνθα δὴ Κῦρος, δείσας μὴ ὄπισθεν γενόμενος κατακόψηι τὸ Ἑλ‐ ληνικόν, ἐλαύνει ἀντίος· καὶ ἐμβαλὼν σὺν475
10τοῖς ἑξακοσίοις νικᾶι τοὺς πρὸ βασιλέως τεταγμένους, καὶ εἰς φυγὴν ἔτρεψε τοὺς ἑξακισχιλίους, καὶ ἀποκτεῖναι λέγεται αὐ‐ τὸς τῆι ἑαυτοῦ χειρὶ Ἀρταγέρσην τὸν ἄρ‐ χοντα αὐτῶν. (25) ὡς δ’ ἡ τροπὴ ἐγένετο,
15διασπείρονται καὶ οἱ Κύρου ἑξακόσιοι εἰς τὸ διώκειν ὁρμήσαντες, πλὴν πάνυ ὀλίγοι ἀμφ’ αὐτὸν κατελείφθησαν, σχεδὸν οἱ ὁμο‐ τράπεζοι καλούμενοι. (26) σὺν τούτοις δὲ ὢν καθορᾶι βασιλέα καὶ τὸ ἀμφ’ ἐκεῖνον
20στῖφος· καὶ εὐθὺς οὐκ ἠνέσχετο, ἀλλ’ εἰπὼν «τὸν ἄνδρα ὁρῶ» ἵετο ἐπ’ αὐτὸν καὶ παίει κατὰ τὸ στέρνον καὶ τι‐ τρώσκει διὰ τοῦ θώρακος, ὥς φησι Κτησίας ὁ ἰατρός· καὶ
25ἰᾶσθαι αὐτὸς τὸ τραῦμά φησι. (27) παίοντα δ’ αὐτὸν ἀκοντίζει τις παλτῶι ὑπὸ τὸν ὀφθαλμὸν βιαίως· καὶ ἐνταῦ‐ θα μαχόμενοι καὶ βασιλεὺς καὶ Κῦρος καὶ οἱ ἀμφ’ αὐτοὺς ὑπὲρ
30ἑκατέρου, ὁπόσοι μὲν τῶν ἀμφὶ βασιλέα ἀπέθνηισκον Κτησίας λέγει (παρ’ ἐκείνωι γὰρ ἦν)· Κῦρος δὲ αὐτός τε ἀπέθανε, καὶ ὀκτὼ οἱ
ἄριστοι τῶν περὶ αὐτὸν ἔκειντο ἐπ’ αὐτῶι.Column end

3c,688,F

22

PLUTARCH. Artox. 13, 3: ἐξεληλάκει δ (scil. ὁ βασι‐ λεύς), ὡς ὁ Κτησίας φησίν, ἐπὶ τὴν μάχην τεσσαράκοντα μυ‐ ριάσιν: οἱ δὲ περὶ Δείνωνα (690 F 16) καὶ Ξενοφῶντα (Anab. 1, 7, 11/2) πολὺ πλείο‐ νας γενέσθαι λέγουσι τὰς μεμαχημένας. (4) ἀριθμὸν δὲ νεκρῶν ὁ Κτησί‐
5ας ἐνακισχιλίους ἀνενεχθῆναί φησι πρὸς τὸν Ἀρτοξέρξην, αὐτῶι δὲ δισμυρίων οὐκ ἐλάττους φανῆναι τοὺς κειμένους.

3c,688,F

23

PLUTARCH. Artox. 13, 5: (F 22) ταῦτα μὲν οὖν ἔχει διαμφισ‐ βήτησιν· ἐκεῖνο δὲ τοῦ Κτησίου λαμπρὸν ἤδη ψεῦσμα, τὸ πεμφθῆναι φάναι πρὸς τοὺς Ἕλληνας αὐτὸν μετὰ Φαύλλου (?) τοῦ Ζακυνθίου καί τινων ἄλλων. (6) ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ
5αὐτοῦ (F 21) καὶ τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν· οὐκ ἂν οὖν ἐλθόντα καὶ λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον (Anab. 2, 1, 7 ff.), Φάυλλον (?) δὲ τὸν Ζακύνθιον ὠνόμαζεν.

3c,688,F

24

DEMETR. De eloc. 216 (GREGOR. COR. VII 1180 Walz): (T 14a) τοῦτο ὁ Κτησίας ἐν τῆι ἀγγελίαι τῆι περὶ Κύρου τεθνεῶτος ποιεῖ. ἐλθὼν γὰρ ὁ ἄγγελος οὐκ εὐθὺς λέγει ὅτι ἀπέθανεν Κῦρος παρὰ τὴν Παρύσατιν (τοῦτο γὰρ ἡ λεγομένη ἀπὸ Σκυθῶν ῥῆσίς ἐστιν), ἀλλὰ πρῶτον μὲν ἤγ‐
5γειλεν ὅτι νικᾶι, ἡ δὲ ἥσθη καὶ ἠγωνίασεν· μετὰ δὲ τοῦτο ἐρωτᾶι, «βασιλεὺς δὲ πῶς πράττει;», ὁ δὲ «πέφευγε» φησίν. καὶ ἡ ὑπολαβοῦσα «Τισσαφέρνης γὰρ αὐτῶι τούτων αἴτιος». καὶ πάλιν ἐπανερωτᾶι «Κῦρος δὲ ποῦ νῦν;», ὁ δὲ ἄγγελος ἀμείβεται «ἔνθα χρὴ τοὺς ἀγαθοὺς ἄνδρας αὐλίζεσθαι». καὶ
10οὕτω κατὰ μικρὸν καὶ κατὰ βραχὺ προιών, μόλις τὸ δὴ λεγό‐ μενον ἀπέρρηξεν αὐτ, μάλα ἠθικῶς καὶ ἐναργῶς τόν τε ἄγγελον ἐμφήνας ἀκουσίως ἀγγελοῦντα τὴν συμφοράν, καὶ τὴν μητέρα εἰς ἀγωνίαν ἐμβαλὼν καὶ τὸν ἀκούοντα.

3c,688,F

25

APSIN. Ars rhet. (Rhet. Gr. I2) p. 320, 22 Sp—Ha: κινεῖ
δὲ ἔλεον καὶ λόγος τις γενόμενος πρὸς κτήματα τοῦ τεθνεῶτος, ὡς ὁ Κτησίας πεποίηκε τὴν τοῦ Κύρου μητέρα περὶ τῶν ἵππων αὐτοῦ καὶ τῶν κυνῶν καὶ τῶν ὅπλων διαλεγομένην· καὶ ἀπὸ τούτων476
5οἶκτον κεκίνηκε.

3c,688,F

26

PLUTARCH. Artox. 14: μετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῶι Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου (F 19), καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε. (2) τὸν δὲ Καύνιον ἐκεῖνον ἐξανευρών, ὃς ἐπέδωκε τὸ ἀσκίον (F 20 c. 12, 4—6), ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον ἐποί‐
5ησεν. (3) ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις· Ἀρβάκην μὲν γάρ τινα Μῆδον ἐν τῆι μάχηι πρὸς Κῦρον φυγόντα καὶ πάλιν ἐκείνου πεσόντος μετα‐ στάντα, δειλίαν καὶ μαλακίαν καταγνούς, οὐ προδοσίαν οὐδὲ κακόνοιαν, ἐκέλευσε γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην ἐπὶ τοῦ τραχήλου δι’ ἡμέρας ὅλης ἐν ἀγορᾶι περιφέρειν. (4) ἑτέρου δὲ πρὸς τῶι μεταστῆναι ψευσαμένου καταβαλεῖν δύο τῶν πολεμίων, προσέταξε
10διαπεῖραι τρισὶ βελόναις τὴν γλῶτταν. (5) οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον, Μιθριδάτηι (F 20 c. 11, 5) τε τῶι βαλόντι πρώτωι Κῦρον ἐξέπεμψε δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς «τούτοις σε τιμᾶι 〈ὁ〉 βασιλεύς, ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν ἀνήνεγκας»· (6) τοῦ τε Καρός, ὑφ’ οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος
15ἔπεσε (F 20 c. 11, 9—10), καὶ αὐτοῦ δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι «σοὶ ταῦτα δίδωσι βασιλεὺς εὐαγγελίων δευτερεῖα· πρῶτος γὰρ Ἀρτασύρας (F 20 c. 12, 1—2), μετ’ ἐκεῖνον δὲ σὺ τὴν Κύρου τελευτὴν ἀπήγγειλας». (7) ὁ μὲν οὖν Μι‐ θριδάτης ἀπῆλθε σιωπῆι λυπούμενος, τὸν δὲ ἄθλιον Κᾶρα κοινόν τι πάθος ἐξ ἀβελτερίας κατέσχε· (8) διαφθαρεὶς γὰρ ὑπὸ τῶν παρόντων (ὡς ἔοικεν) ἀγαθῶν, καὶ ἀναπεισθεὶς
20εὐθὺς ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν, οὐκ ἠξίου τὰ δοθέντα μισθὸν εὐαγγελίων ἔχειν, ἀλλ’ ἠγανάκτει μαρτυρόμενος καὶ βοῶν, ὅτι Κῦρον οὐδεὶς ἕτερος ἀλλ’ αὐτὸς ἀπεκτόνοι, καὶ τὴν δόξαν ἀδίκως ἀποστεροῖτο. (9) ταῦτα δ’ ἀκούσας ὁ βασιλεὺς σφόδρα παρω‐ ξύνθη, καὶ τὴν κεφαλὴν ἐκέλευσεν ἀποτεμεῖν τοῦ ἀνθρώπου· παροῦσα δ’ ἡ μήτηρ «μὴ σύ γε (εἶπεν) οὕτω τὸν Κᾶρα τοῦτον, ὦ βασιλεῦ, τὸν ὄλεθρον ἀπαλλάξηις, ἀλλὰ παρ’
25ἐμοῦ τὸν ἄξιον ἀπολήψεται μισθὸν ὧν τολμᾶι λέγειν.» (10) ἐπιτρέψαντος δὲ τοῦ βασι‐ λέως, ἐκέλευσε τοὺς ἐπὶ τῶν τιμωριῶν ἡ Παρύσατις λαβόντας τὸν ἄνθρωπον ἐφ’ ἡμέρας δέκα στρεβλοῦν, εἶτα τοὺς ὀφθαλμοὺς ἐξορύξαντας εἰς τὰ ὦτα θερμὸν ἐντήκειν χαλκόν, ἕως ἀποθάνηι (F 16 § 67). (15) κακῶς δ’ ἀπώλετο καὶ Μιθριδάτης (F 16 § 67) μετ’ ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας· κληθεὶς γὰρ ἐπὶ δεῖπνον, ἔνθα καὶ βασιλέως καὶ
30τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῶι κεκοσμημένος, οἷς ἔλαβε παρὰ βασιλέως. (2) ἐπεὶ δ’ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος
τῶν Παρυσάτιδος εὐνούχων ὡς «καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, [ὁ] βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια, πολλοῦ δ’ ἄξιος ὁ ἀκινάκης. ἧ μακάριόν σε καὶ περί‐ βλεπτον ἅπασι πεποίηκεν.» (3) ἤδη δὲ μεθύων ὁ Μιθριδάτης «τί δὲ ταῦτ’ ἔστιν (εἶπεν),477
35ὦ Σπαραμίζη; μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν παρέσχον». (4) καὶ ὁ Σπαραμίζης ἐπιμειδιάσας «φθόνος μὲν οὐδεὶς, ὦ Μιθριδάτα (εἶπεν)· ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν ὦ τᾶν ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα, καὶ τοῦτον ἀνενεγκεῖν;» (5) ταῦτα δ’ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα
40τοῦ ἀνθρώπου, λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον. (6) εἶπεν οὖν μὴ κατα‐ σχών «ὑμεῖς μὲν ὅ τι βούλεσθε πίλους λέγετε καὶ φλυάρους, ἐγὼ δ’ ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνηιρῆσθαι Κῦρον τῆς χειρός. οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ μικρὸν ἥμαρτον, τοῦ δὲ κροτάφου τυχὼν καὶ διελάσας κατέβαλον τὸν ἄνδρα, καὶ τέθνηκεν ὑπ’ ἐκείνου τοῦ τραύματος.» (7) οἱ μὲν οὖν ἄλλοι τὸ
45τέλος ἤδη τοῦ Μιθριδάτου καὶ τὴν κακοδαιμονίαν ὁρῶντες εἰς τὴν γῆν ἔκυψαν· ὁ δ’ ἑστιῶν αὐτούς «ὦ τᾶν (ἔφη) Μιθριδάτα, πίνωμεν ἐν τῶι παρόντι καὶ ἐσθίωμεν, τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους ἢ καθ’ ἡμᾶς ἐάσωμεν.» (16) ἐκ τούτου τῆι μὲν Παρυσάτιδι φράζει τὸν λόγον ὁ εὐνοῦχος, ἐκείνη δὲ βασιλεῖ· βασιλεὺς δ’ ἠγανάκ‐ τησεν ὥσπερ ἐξελεγχόμενος καὶ τὸ κάλλιστον καὶ ἥδιστον ἀπολλύων τῆς νίκης. (2)

3c,688,F

26

(50)

ἐβούλετο γὰρ βαρβάρους ἅπαντας πεπεῖσθαι καὶ Ἕλληνας, ὡς ἐν ταῖς ἐξελάσεσι καὶ συμπλοκαῖς δοὺς καὶ λαβὼν πληγήν, ἐτρώθη μὲν αὐτός, ἔκτεινε δ’ ἐκεῖνον. ἐκέλευσεν οὖν τὸν Μιθριδάτην ἀποθανεῖν σκαφευθέντα. (3) τὸ δὲ σκαφευθῆναι τοιοῦτόν ἐστιν· σκάφας δύο πεποιημένας ἐφαρμόζειν ἀλλήλαις λαβόντες, εἰς τὴν ἑτέραν κατακλίνουσι τὸν κολα‐ ζόμενον ὕπτιον· (4) εἶτα τὴν ἑτέραν ἐπάγοντες καὶ συναρμόζοντες, ὥστε τὴν κεφαλὴν
55καὶ τὰς χεῖρας ἔξω καὶ τοὺς πόδας ἀπολαμβάνεσθαι, τὸ δ’ ἄλλο σῶμα πᾶν ἀποκεκρύφθαι, διδόασιν ἐσθίειν τῶι ἀνθρώπωι· κἂν μὴ θέληι, προσβιάζονται κεντοῦντες τὰ ὄμματα. φαγόντι δὲ πιεῖν μέλι καὶ γάλα συγκεκραμένον ἐγχέουσιν εἰς τὸ στόμα, καὶ κατὰ τοῦ προσώπου καταχέουσιν. (5) εἶτα πρὸς τὸν ἥλιον ἀεὶ στρέφουσιν ἐναντίον τὰ ὄμματα, καὶ μυιῶν προσκαθημένου πλήθους πᾶν ἀποκρύπτεται τὸ πρόσωπον. (6) ἐντὸς δὲ
60ποιοῦντος ὅσα ποιεῖν ἀναγκαῖόν ἐστιν ἐσθίοντας ἀνθρώπους καὶ πίνοντας, εὐλαὶ καὶ σκώληκες ὑπὸ φθορᾶς καὶ σηπεδόνος ἐκ τοῦ περιττώματος ἀναζέουσιν, ὑφ’ ὧν ἀναλίσκεται τὸ σῶμα διαδυομένων εἰς τὰ ἐντός. (7) ὅταν γὰρ ἤδη φανερῶς ἦι τεθνηκὼς ὁ ἄνθρωπος, ἀφαιρεθείσης τῆς ἐπάνω σκάφης, ὁρῶσι τὴν μὲν σάρκα κατεδηδεσμένην, περὶ δὲ τὰ σπλάγχνα τοιούτων θηρίων ἑσμοὺς ἐσθιόντων καὶ προσπεφυκότων. οὕτως ὁ Μιθριδάτης
65ἑπτακαίδεκα ἡμέρας φθειρόμενος μόλις ἀπέθανε. (17) λοιπὸς δ’ ἦν τῆι Παρυσάτιδι σκοπὸς ὁ τὴν κεφαλὴν ἀποτεμὼν καὶ τὴν χεῖρα τοῦ Κύρου Μασαβάτης βασιλέως εὐνοῦχος. (2) ὡς οὖν αὐτὸς οὐδεμίαν καθ’ ἑαυτοῦ λαβὴν παρεδίδου, τοιοῦτον ἐπιβουλῆς τρόπον ἡ Παρύσατις συνέθηκεν· (3) ἦν τά τ’ ἄλλα θυμόσοφος γυνὴ καὶ δεινὴ κυβεύειν· διὸ καὶ βασιλεῖ πρὸ τοῦ πολέμου πολλάκις συνεκύβευε. (4) μετὰ δὲ τὸν πόλεμον διαλυθεῖσα πρὸς αὐτόν,
70οὐκ ἔφευγε τὰς φιλοφροσύνας, ἀλλὰ καὶ συνέπαιζε, καὶ τῶν ἐρωτικῶν ἐκοινώνει, συμ‐ πράττουσα καὶ παροῦσα· καὶ ὅλως μικρότατον αὐτῶι τῆι Στατείραι μετεδίδου χρῆσθαι καὶ συνεῖναι, μισοῦσά τε μάλιστα πάντων ἐκείνην καὶ μέγιστον αὐτὴ βουλομένη δύνασθαι. (5) λαβοῦσα δή ποτε τὸν Ἀρτοξέρξην ὡρμημένον ἀλύειν σχολῆς οὔσης, προὐκαλεῖτο περὶ χιλίων δαρεικῶν κυβεῦσαι· καὶ κυβεύοντα περιεῖδε νικῆσαι, καὶ τὸ χρυσίον ἀπέδωκε.478
75προσποιουμένη δ’ ἀνιᾶσθαι καὶ φιλονικεῖν, ἐκέλευσεν αὖθις ἐξ ἀρχῆς περὶ εὐνούχου διακυ‐ βεῦσαι· κἀκεῖνος ὑπήκουσε. (6) ποιησάμενοι δὲ συνθήκας, πέντε μὲν ἑκάτερον ὑπεξε‐ λέσθαι τοὺς πιστοτάτους, ἐκ δὲ τῶν λοιπῶν ὃν ἂν ὁ νικῶν ἕληται, δοῦναι τὸν ἡττώμενον, ἐπὶ τούτοις ἐκύβευον. (7) σφόδρα δὴ γενομένη πρὸς τῶι πράγματι καὶ σπουδάσασα περὶ τὴν παιδιάν, εὖ δέ πως αὐτῆι καὶ τῶν κύβων πεσόντων, νικήσασα λαμβάνει τὸν Μασα‐
80βάτην (οὐ γὰρ ἦν ἐν τοῖς ὑπεξηιρημένοις)· καὶ πρὶν ἐν ὑποψίαι γενέσθαι βασιλέα τοῦ πράγματος, ἐγχειρίσασα τοῖς ἐπὶ τῶν τιμωριῶν προσέταξεν ἐκδεῖραι ζῶντα καὶ τὸ μὲν σῶμα πλάγιον διὰ τριῶν σταυρῶν ἀναπῆξαι, τὸ δὲ δέρμα χωρὶς διαπατταλεῦσαι. (8) γενομένων δὲ τούτων, καὶ βασιλέως χαλεπῶς φέροντος καὶ παροξυνομένου πρὸς αὐτήν, εἰρωνευομένη μετὰ γέλωτος «ὡς ἡδύς (ἔφασκεν) εἶ καὶ μακάριος, εἰ χαλεπαίνεις διὰ
85γέροντα πονηρὸν εὐνοῦχον, ἐγὼ δὲ χιλίους ἐκκυβευθεῖσα δαρεικοὺς σιωπῶ καὶ στέργω.» (9) βασιλεὺς μὲν οὖν ἐφ’ οἷς ἐξηπατήθη μεταμελόμενος ἡσυχίαν ἦγεν, ἡ δὲ Στάτειρα καὶ πρὸς τἆλλα φανερῶς ἠναντιοῦτο, καὶ τούτοις ἐδυσχέραινεν ὡς ἄνδρας εὔνους καὶ πιστοὺς βασιλεῖ διὰ Κῦρον ὠμῶς καὶ παρανόμως ἀπολλυούσης αὐτῆς.

3c,688,F

27

PHOT. Bibl. 72 p. 44 a 20—b 19: (68) ἐν δὲ τῆι κα καὶ β καὶ γ, ἥτις καὶ τῆς ὅλης πέρας ἐστὶν ἱστορίας τάδε περιείληπται· ὡς Τισαφέρνης ἐπιβουλεύει τοῖς Ἕλλησι, καὶ προσεταιρισάμενος Μένωνα τὸν Θεσσαλόν, δι’ αὐτοῦ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς ἀπάτηι καὶ
5ὅρκοις ἐχειρώσατο, τοῦ Κλεάρχου καὶ προειδομένου καὶ ἀποκρουομένου τὴν ἐπιβουλήν· ἀλλὰ τό τε πλῆθος διὰ Μένωνος ἀπατηθὲν κατηνάγκασε καὶ ἄκοντα Κλέαρχον πρὸς Τισαφέρνην παραγενέσθαι. καὶ Πρόξενος ὁ Βοιώτιος αὐτὸς ἤδη προαλούς, ἀπάτηι συμπαρήινει. (69) ὡς εἰς Βαβυλῶνα πρὸς Ἀρτο‐ ξέρξην Κλέαρχον καὶ τοὺς ἄλλους ἀπέστειλεν ἐν πέδαις· καὶ ὡς ἐπὶ θέαν
10Κλεάρχου ἅπαντες συνερρύησαν. ὡς Κτησίας αὐτός, ἰατρὸς ὢν Παρυ‐ σάτιδος, πολλὰ Κλεάρχωι ἐν τῶι δεσμωτηρίωι ὄντι πρὸς ἡδο‐ νὴν καὶ θεραπείαν δι’ αὐτῆς ἔπραξε· καὶ τῶν δεσμῶν ἂν Παρύσατις ἔλυσε καὶ ἀφῆκεν, εἰ μὴ Στάτειρα τὸν ἄνδρα Ἀρτοξέρξην ἀνέπεισε τοῦτον ἀναιρεθῆναι. καὶ ἀνηιρέθη Κλέαρχος, καὶ τέρας ἐπὶ τῶι σώματι συνέστη·
15αὐτομάτως γὰρ ἐπ’ αὐτῶι τάφος, μεγίστου πνεύσαντος ἀνέμου, ἐπὶ μέγα ἠιρμένος ἐπισυνέστη. ἀνηιρέθησαν δὲ καὶ οἱ σὺν αὐτῶι ἀναπεμφθέντες Ἕλληνες
πλὴν Μένωνος. (70) λοιδορία Παρυσάτιδος πρὸς Στάτειραν, καὶ ἀναίρεσις διὰ φαρμάκου τοῦτον διασκευασθέντος τὸν τρόπον (ἐφυλάττετο γὰρ Στάτειρα λίαν μὴ παθεῖν479
20ὃ πέπονθε)· μαχαιρίου τὸ ἓν μέρος ἐπαλείφεται τῶι φαρμάκωι, τὸ δὲ λοιπὸν οὐ μετεῖχε. τούτωι τέμνεται ὀρνίθιον μικρόν, μέγεθος ὅσον ὠιοῦ· ῥυνδάκην Πέρσαι τὸ ὀρνίθιον καλοῦσι. τέμνεται δὲ δίχα, καὶ τὸ μὲν καθαρεῦον τοῦ ἰοῦ ἥμισυ αὐτὴ λαβοῦσα Παρύσατις ἐσθίει, τὸ δὲ προσομιλῆσαν τῶι φαρμάκωι ὀρέγει Στατείραι· ἡ δὲ ἐπειδὴ ἐσθίουσαν τὴν ἐπιδοῦσαν ἑώρα τὸ ἥμισυ, μηδὲν συνιδεῖν δυνη‐
25θεῖσα, καὶ αὐτὴ συνεσθίει τοῦ θανάτου τὸ φάρμακον. ὀργὴ διὰ ταῦτα τοῦ βασιλέως πρὸς τὴν μητέρα, καὶ σύλληψις τῶν εὐνούχων αὐτῆς καὶ αἰκισμὸς καὶ ἀναίρεσις. καὶ ἔτι σύλληψις Γίγγης, ἡ ὠικείωτο Παρυσάτιδι· καὶ κρίσις ἐπ’ αὐτῆι, καὶ ἀθώωσις μὲν παρὰ τῶν κριτῶν, καταδίκη δὲ παρὰ βασιλέως· καὶ αἰκισμὸς Γίγγης καὶ ἀναίρεσις· καὶ ὀργὴ διὰ τοῦτο Παρυσάτιδος πρὸς τὸν υἱόν,
30κἀκείνου πρὸς τὴν μητέρα. (71) καὶ τὸ χῶμα δὲ τοῦ Κλεάρχου δι’ ἐτῶν ὀκτὼ μεστὸν ἐφάνη φοινίκων, οὓς ἦν κρύφα Παρύσατις, καθ’ ὃν καιρὸν ἐκεῖνος ἐτελεύτησε, διὰ εὐνούχων καταχώσασα.

3c,688,F

28

PLUTARCH. Artox. 18: ἐπεὶ δὲ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς Τισαφέρνης ἐξηπάτησε, καὶ παρεσπόνδησεν ὅρκων γενο‐ μένων, καὶ συλλαβὼν ἀνέπεμψεν ἐν πέδαις δεδεμένους, δεηθῆναί φησιν αὐτοῦ τὸν Κλέαρχον ὁ Κτησίας, ὅπως κτενὸς εὐπορήσειε. (2) τυ‐
5χόντα δὲ καὶ τημελήσαντα τὴν κεφαλήν, ἡσθῆναί τε τῆι χρείαι, καὶ τὸν δακτύλιον αὐτῶι δοῦναι σύμβολον φιλίας πρὸς τοὺς ἐν Λακεδαίμονι συγγενεῖς καὶ οἰκείους· εἶναι δὲ γλυφὴν ἐν τῆι σφραγῖδι Καρυάτιδας ὀρχουμένας. (3) τὰ δὲ πεμπό‐ μενα σιτία τῶι Κλεάρχωι τοὺς συνδεδεμένους στρατιώτας ἀφαιρεῖσθαι, καὶ καταναλίσκειν, ὀλίγα τῶι Κλεάρχωι διδόντας ἀπ’ αὐτῶν. ἰάσασθαι δὲ καὶ τοῦτό
10φησιν ὁ Κτησίας, πλείονα τῶι Κλεάρχωι πέμπεσθαι διαπραξάμενος, ἰδίαι δ’ ἕτερα τοῖς στρατιώταις δίδοσθαι· καὶ ταῦτα μὲν ὑπουργῆσαι καὶ παρα‐ σχεῖν χάριτι καὶ γνώμηι τῆς Παρυσάτιδος. (4) πεμπομένου δὲ καθ’ ἡμέραν τῶι Κλεάρχωι κωλῆνος ἐπὶ τοῖς σιτίοις, παρακαλεῖν αὐτόν, καὶ διδάσκειν ὡς χρὴ μικρὸν εἰς τὸ κρέας ἐμβαλόντα μαχαίριον ἀποκρύψαντα πέμψαι, καὶ μὴ
15περιιδεῖν ἐν τῆι βασιλέως ὠμότητι τὸ τέλος αὐτοῦ γενόμενον· αὐτὸν δὲ φοβού‐
μενον μὴ ἐθελῆσαι. (5) βασιλέα δὲ τῆι μὲν μητρὶ παραιτουμένηι μὴ κτεῖναι τὸν Κλέαρχον ὁμολογῆσαι, καὶ ὀμόσαι· πεισθέντα δ’ αὖθις ὑπὸ τῆς Στατείρας ἀποκτεῖναι πάντας πλὴν Μένωνος. (6) ἐκ δὲ τούτου τὴν Παρύσατιν ἐπι‐ βουλεῦσαι τῆι Στατείραι καὶ συσκευάσασθαι τὴν φαρμακείαν κατ’ αὐτῆς,480
20οὐκ εἰκότα λέγων ἀλλὰ πολλὴν ἀλογίαν ἔχοντα τῆς αἰτίας, εἰ δεινὸν ἔργον οὕτως ἔδρασε, καὶ παρεκινδύνευσεν ἡ Παρύσατις διὰ Κλέαρχον, ἀνελεῖν τολμήσασα τὴν γνησίαν βασι‐ λέως γυναῖκα καὶ τέκνων κοινωνὸν ἐπὶ βασιλείαι τρεφομένων. ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον, ὡς ἐπιτραγωιδεῖται τῆι Κλεάρχου μνήμηι. (7) καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν στρατηγῶν, τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι καὶ ὀρνέων, τῶι δὲ
25Κλεάρχου νεκρῶι θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν ἐπιχῶσαι καὶ ἐπικρύψαι τὸ σῶμα. (8) φοινίκων δέ τινων διασπαρέντων, ὀλίγωι χρόνωι θαυμαστὸν ἄλσος ἀναφῦναι, καὶ κατασκιάσαι τὸν τόπον, ὥστε καὶ βασιλεῖ σφόδρα μεταμέλειν, ὡς ἄνδρα θεοῖς φίλον ἀνηιρηκότι τὸν Κλέαρχον.

3c,688,F

29a

PLUTARCH. Artox, 6, 9: ἐπεὶ δὲ Δείνων (690 F 15) μὲν ἐν τῶι πολέμωι συντελεσθῆναι τὴν ἐπιβουλὴν εἴρηκε, Κτησίας δ’ ὕστερον, ὃν οὔτ’ ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι παρόντα ταῖς πράξεσιν, οὔθ’ ἑκὼν αἰτίαν εἶχεν ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ
5ἔργον, ὡς ἐπράχθη διηγούμενος—οἷα πάσχει πολλάκις ὁ λόγος αὐτοῦ πρὸς τὸ μυθῶδες καὶ δραματικὸν ἐκτρεπόμενος τῆς ἀληθείας (T 11 e)—, τοῦτο μὲν οὖν ἣν ἐκεῖνος ἀπέδωκε χώραν ἕξει.

3c,688,F

29b

——19: ἡ δ’ οὖν Παρύσατις, μίσους τε πρὸς τὴν Στάτειραν ἐξ ἀρχῆς ὑποκειμένου καὶ ζηλοτυπίας, ὁρῶσα τὴν μὲν αὑτῆς δύναμιν αἰδουμένου βασιλέως καὶ τιμῶντος οὖσαν, τὴν δ’ ἐκείνης ἔρωτι καὶ πίστει βέβαιον καὶ ἰσχυράν, ἐπεβούλευσεν ὑπὲρ τῶν μεγίστων ὡς ὤιετο
5παραβαλλομένη. (2) θεράπαιναν εἶχε πιστὴν καὶ δυναμένην παρ’ αὐτῆι μέγιστον ὄνομα Γίγιν, ἣν ὁ μὲν Δείνων (690 F 15) ὑπουργῆσαι τῆι φαρμακείαι φησί, συγγνῶναι δὲ μόνον ἄκουσαν ὁ Κτησίας· τὸν δὲ δόντα τὸ φάρμακον οὗτος μὲν ὀνομάζει Βελιτάραν, ὁ δὲ Δείνων Μελάνταν. (3) ἐκ δὲ τῆς πρόσθεν ὑποψίας καὶ διαφορᾶς ἀρξάμεναι πάλιν εἰς τὸ αὐτὸ φοιτᾶν καὶ συνδειπνεῖν ἀλλήλαις,
10ὅμως 〈ἅμα〉 τῶι (?) δεδιέναι καὶ φυλάττεσθαι τοῖς αὐτοῖς σιτίοις καὶ ἀπὸ τῶν αὐτῶν ἐχρῶντο. (4) γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ὧι περιτ‐ τώματος οὐδέν ἐστιν ἀλλ’ ὅλον διάπλεων πιμελῆς τὰ ἐντός, ἧι καὶ νομί‐ ζουσιν ἀνέμωι καὶ δρόσωι τρέφεσθαι τὸ ζῶιον· ὀνομάζεται δὲ ῥυντάκης. (5) τοῦτό φησιν ὁ Κτησίας μικρᾶι μαχαιρίδι κεχρισμένηι τῶι φαρμάκωι κατὰ
15θάτερα τὴν Παρύσατιν διαιροῦσαν, ἐκμάξαι τῶι ἑτέρωι μέρει τὸ φάρμακον·
καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῆι Στατείραι τὸ πεφαρμαγμένον. (6) ὁ δὲ Δείνων οὐ τὴν Παρύσατιν ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῶι μαχαιρίωι τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν Στάτειραν. (7) ἀποθνήισκουσα 〈δ’〉 οὖν ἡ γυνὴ μετὰ πόνων μεγάλων καὶ σπα‐481
20ραγμῶν, αὐτή τε συνηισθάνετο τοῦ κακοῦ, καὶ βασιλεῖ παρέσχεν ὑποψίαν κατὰ τῆς μητρός, εἰδότι τὸ θηριῶδες αὐτῆς καὶ δυσμείλικτον. (8) ὅθεν εὐθὺς ἐπὶ τὴν ζήτησιν ὁρμήσας, τοὺς μὲν ὑπηρέτας καὶ τραπεζοκόμους τῆς μητρὸς συνέλαβε καὶ κατεστρέβλωσε, τὴν δὲ Γίγιν ἡ Παρύσατις πολὺν χρόνον εἶχεν οἴκοι μεθ’ αὑτῆς, καὶ βασιλέως ἐξαιτοῦντος οὐκ ἔδωκεν, ἀλλ’ ὕστερον αὐτῆς
25δεηθείσης εἰς τὸν οἶκον ἀφεθῆναι νυκτός, αἰσθόμενος καὶ λόχον ὑφεὶς συνήρπασε, καὶ κατέγνω θάνατον. (9) ἀποθνήισκουσι δ’ οἱ φαρμακεῖς ἐν Πέρσαις κατὰ νόμον οὕτως· λίθος ἐστὶ πλατύς, ἐφ’ οὗ τὴν κεφαλὴν καταθέντες αὐτῶν ἑτέρωι λίθωι παίουσι, καὶ πιέζουσιν ἄχρι οὗ συνθλάσωσι τὸ πρόσωπον καὶ τὴν κεφαλήν. (10) ἡ 〈μὲν〉 οὖν Γίγις οὕτως ἀπέθανε, τὴν δὲ Παρύσατιν ὁ Ἀρτοξέρξης
30ἄλλο μὲν οὐδὲν οὔτ’ εἶπε κακὸν οὔτ’ ἐποίησεν, εἰς δὲ Βαβυλῶνα βουλομένην ἐξέπεμψεν, εἰπὼν ἕως ἐκείνη περίεστιν, αὐτὸς οὐκ ὄψεσθαι Βαβυλῶνα. τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν οὕτως εἶχεν.

3c,688,F

30

PHOT. Bibl. 72 p. 44 b 20—42: (72) αἰτίαι δι’ ἃς Εὐαγόραι βασιλεῖ Σαλαμῖνος βασιλεὺς Ἀρτοξέρξης διηνέχθη. καὶ ἄγγελοι Εὐαγόρα πρὸς Κτησίαν ὑπὲρ τοῦ λαβεῖν παρὰ Ἀβουλίτου τὰς ἐπιστολάς· καὶ Κτησίου πρὸς αὐτὸν ἐπιστολὴ περὶ τοῦ διαλλαγῆναι αὐτὸν Ἀναξαγόραι τῶι
5Κυπρίων βασιλεῖ. τῶν παρὰ Εὐαγόρα ἀγγέλων εἰς Κύπρον ἄφιξις, καὶ τῶν παρὰ Κτησίου γραμμάτων ἀπόδοσις Εὐαγόραι. (73) καὶ Κόνωνος πρὸς Εὐαγόραν λόγος ὑπὲρ τοῦ πρὸς βασιλέα ἀναβῆναι· καὶ Εὐαγόρα ἐπιστολὴ περὶ ὧν ἠξιώθη ὑπ’ αὐτοῦ. καὶ Κόνωνος πρὸς Κτησίαν ἐπιστολή· καὶ βασιλεῖ παρὰ Εὐαγόρα φόρος· καὶ τῶν ἐπιστολῶν Κτησίαι ἀπόδοσις. Κτησίου λόγος πρὸς
10βασιλέα περὶ Κόνωνος· καὶ ἐπιστολὴ πρὸς αὐτόν. τῶν παρὰ Εὐαγόρου δώρων ἀπόδοσις Σατιβαρζάνηι· καὶ τῶν ἀγγέλων τῶν εἰς Κύπρον ἄφιξις· καὶ Κόνωνος ἐπιστολὴ πρὸς βασιλέα καὶ Κτησίαν. (74) ὡς ἐτηρήθη‐ σαν οἱ παρὰ Λακεδαιμονίων
15ἄγγελοι πεμφθέντες πρὸς βασι‐ λέα. βασιλέως ἐπιστολὴ πρὸς Κόνωνα καὶ πρὸς Λακεδαιμο‐
νίους, ἃς Κτησίας αὐτὸς ἐκό‐ μισεν. ὡς ὑπὸ ΦαρναβάζουColumn end
20ναύαρχος Κόνων ἐγένετο. (75) Κτησίου εἰς Κνίδον τὴν πατρίδα ἄφιξις καὶ εἰς Λακεδαίμονα· καὶ κρίσις πρὸς τοὺς Λακεδαιμονίων ἀγγέλους ἐν Ῥόδωι, καὶ ἄφεσις.Column end

3c,688,F

31

ATHEN. 1, 40 p. 22 C: ὀρ‐ χησταὶ δὲ ἔνδοξοι ... Ζήνων δὲ ὁ Κρὴς (T 7 d) ὁ πάνυ Ἀρταξέρξηι προσφιλέστατος παρὰ Κτησίαι.

3c,688,F

32

PLUTARCH. Artox. 21, 4: λέγεται δ’ ὁ Κτησίας τὴν ἐπιστολὴν (T 7 d)
λαβὼν παρεγγράψαι τοῖς ὑπὸ τοῦ Κόνωνος ἐπεσταλμένοις, ὅπως καὶ Κτησίαν ἀποστείληι482
5πρὸς αὐτόν, ὡς ὠφέλιμον ὄντα ταῖς ἐπὶ θαλάσ‐ σηι πράξεσιν· ὁ δὲ Κτησίας αὐτὸν ἀφ’ ἑαυτοῦ βασιλέα φησὶ προσθεῖναι τὴν
λειτουργίαν αὐτῶι ταύτην.Column end

3c,688,F

33

PHOT. Bibl. 72 p. 45 a 1—4: (76) ἀπὸ Ἐφέσου μέχρι Βάκτρων καὶ Ἰνδικῆς ἀριθμὸς σταθμῶν,
5ἡμερῶν, παρασαγγῶν. κατά‐ λογος βασιλέων ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Ἀρτοξέρ‐
ξου. ἐν οἷς καὶ τὸ τέλος.Column end

3c,688,F

33a

SCHOL. ARISTEID. Panath. p. 301 Ddf: πέντε μέν ἐστι μνήμη βασιλειῶν] ... πρώτη μὲν ἡ Ἀσσυρίων, κατασχοῦσα ἀπὸ Νίνου τοῦ πρώτου μέχρι Σαρδαναπάλου τοῦ
5ὑστάτου βασιλεύσαντος αυν· δευτέρα δὲ ἡ τῶν Μήδων ἀπὸ τοῦ πρώτου Ἀρβάκου μέχρις τοῦ Ἀστυάγους τοῦ ὕστατον βασιλεύσαντος ἔτη κατέσχεν υο (ὁ δὲ Ἡρόδοτός φησι ρκε)· τρίτη δὲ ἡ Περσῶν, κατασχοῦσα ἀπὸ Κύρου τοῦ
10Καμβύσου μέχρι Ἀταξέρξου τοῦ Δαρείου ἔτη σιε· καὶ μέχρι μὲν τούτου Κτησίας τοὺς χρόνους γράφει, ἐφ’ οὗ καὶ ἡ
κγ τῶν Περσ〈ικ〉ῶν.Column end

3c,688,F

34a

AELIAN. N.A. 7, 1: πέπυσμαι δὲ ἄρα καὶ ἀριθμητικῆς τὰς βοῦς οὐκ ἀμοίρους εἶναι τὰς Σου‐ σίδας. καὶ ὡς οὐκ ἔστιν ἄλλως κόμπος
5τὸ εἰρημένον, μάρτυς ὁ λόγος ὁ λέγων ἐν Σούσοις τῶι βασιλεῖ βοῦς εἰς τοὺς παραδείσους πολλὰς ἐς τὰ ἧττον ἐπίρ‐ ρυτα ἀντλεῖν ἑκάστην κάδους ἑκατόν. οὐκοῦν ἢ τὸν ἐπινησθέντα αὐταῖς ἢ τὸν
10συντραφέντα ἐκ πολλοῦ μόχθον προθυ‐ μότατα ἐκτελοῦσι, καὶ οὐκ ἂν βλακεύ‐ ουσάν τινα θεάσαιο· εἰ δὲ πέρα τῆς προειρημένης ἑκατοντάδος ἕνα γοῦν προσλιπαρήσαις κάδον ἀνιμήσασθαι,Column end
15οὐ πείσεις οὐδὲ ἀναγκάσεις, οὔτε παί‐
ων οὔτε κολακεύων. λέγει Κτησίας.Column end

3c,688,F

34b

PLUTARCH. De soll. an. 21 p. 974 DE: ... αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες.
5εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παρά‐ δεισον ἄρδουσαι περιάκτοις ἀντλή‐ μασιν, ὧν ὥρισται τὸ πλῆθος· ἑκα‐ τὸν γὰρ ἑκάστη βοῦς ἀναφέρει καθ’ ἡμέραν ἑκάστην ἀντλήματα· πλείονα
10δ’ οὔκ ἐστιν οὔτε λαθεῖν οὔτε βιάσα‐ σθαι βουλόμενον, ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων, ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον· οὕτως ἀκριβῶς συντίθησι καὶ κατα‐483
15μνημονεύει τὸ κεφάλαιον, ὡς Κτησί‐
ας ὁ Κνίδιος ἱστόρηκε.Column end

3c,688,F

35

AELIAN. N.A. 16, 42: Κτησίας γε μὴν ὁ Κνίδιός φησι περὶ τὴν Περσικὴν Σιττάκην ποταμὸν εἶναι Ἀργάδην ὄνομα. ὄφεις δὲ ἄρα ἐν αὐτῶι γίνεσθαι πολλούς, μέλανας τὸ σῶμα πλήν γε τῆς κεφαλῆς· εἶναι δὲ αὐτοῖς λευκὴν ταύτην· προιέναι δὲ ἐς ὀργυιὰν τὸ μῆκος τοὺς ὄφεις τούσδε. τοὺς οὖν ὑπὸ
5τούτων δηχθέντας ἀποθνήισκειν. καὶ μεθ’ ἡμέραν μὲν μὴ ὁρᾶσθαι, ὑφύδρους δὲ νήχεσθαι, νύκτωρ δὲ ἢ τοὺς ὑδρευομένους ἢ τοὺς τὴν ἐσθῆτα φαιδρύνοντας δια‐ φθείρειν. πολλοὺς δ’ ἄρα πάσχειν τοῦτο ἢ χρείαι ὕδατος ἐπιλείποντος ἢ μεθ’ ἡμέραν ἀσχοληθέντας καὶ ἀποπλῦναι τὴν ἐσθῆτα μὴ δεδυνημένους.

3c,688,F

36

ANTIGON. Hist. mir. 15: ἐν δὲ Κράννωνι τῆς Θετταλίας δύο φασὶν μόνον εἶναι κόρακας ... τούτου δ’ ἔτι ἰδιαίτερον ὁ Θεόπομπος (115 F 267) λέγει· φησὶν γὰρ ἕως τούτου διατρίβειν αὐτοὺς ἐν τῆι Κράννωνι, ἕως ἂν τοὺς νεοττοὺς ἐκνεοττεύ‐ σωσιν, τοῦτο δὲ ποιήσαντας τοὺς μὲν νεοττοὺς καταλείπειν, αὐτοὺς δὲ ἀπιέναι. καὶ
5ἐν Ἐκβατάνοις δὲ καὶ ἐν Πέρσαις Κτησίας ἱστορεῖ παραπλήσιόν τι τούτοις. διὰ δὲ τὸ αὐτὸν πολλὰ ψεύδεσθαι παρελείπομεν τὴν ἐκλογήν· καὶ γὰρ ἐφαίνετο τερατώδης.

3c,688,F

37

ATHEN. 2, 23 p. 45 AB: ὁ Περσῶν βασιλεύς, ὥς φησιν ἐν τῆι α (188) Ἡρόδοτος, «ὕδωρ ἀπὸ τοῦ Χοάσπεω πιεῖν ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος, τοῦ μόνου πίνει ὁ βασιλεύς. τοῦ δὲ τοιούτου ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοισιν
5ἕπονταί οἱ». Κτησίας δὲ ὁ Κνίδιος καὶ ἱστορεῖ, ὅπως ἕψεται τὸ βασιλικὸν τοῦτο ὕδωρ, καὶ ὅπως ἐναποτιθέμενον τοῖς ἀγγείοις φέρεται τῶι βασιλεῖ, λέγων αὐτὸ καὶ ἐλαφρότατον καὶ ἥδιστον εἶναι.

3c,688,F

38

ATHEN. 2, 74 p. 67 A (EUST. Od. ζ 79): Κτησίας δ’ ἐν Καρμανίαι φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ὧι χρῆσθαι βασιλέα· ὃς καὶ ....

3c,688,F

39

ATHEN. 4, 27 p. 146 C: ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας καὶ Δίνων ἐν τοῖς Περσικοῖς (690 F 24), ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων· καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια.484

3c,688,F

40

ATHEN. 11, 11 p. 464 A: καὶ γὰρ Κτησίας «παρὰ Πέρ‐ σαις» φησίν «ὃν ἂν βασιλεὺς ἀτιμάσηι, κεραμέοις (scil. ποτηρίοις) χρῆται.»

3c,688,F

41

HESYCH. s.v. σάραπις· Περσικὸς χιτὼν μεσόλευκος, ὡς Κτησίας· «καὶ διαρρηξαμένη τὸν σάραπιν καὶ τὰς τρίχας καθει‐ μένη, ἐτίλλετό τε καὶ βοὴν ἐποίει.»

3c,688,F

42

STEPH. BYZ. s.v. Ἀγβάτανα· .... Δημήτριος (852 F 2) δέ φησιν Ἀγβάτανα διττά, τὰ μὲν τῆς Μηδίας, τὰ δὲ τῆς Συρίας. Κτη‐ σίας δὲ πανταχοῦ τῶν Περσικῶν τὰ παρὰ Μήδοις Ἀγβάτανα διὰ τοῦ α γράφει· παρὰ δὲ τοῖς ἀρχαίοις διὰ τοῦ ε τὸ Περσικόν, ὡς δειχθήσεται.

3c,688,F

43

STEPH. BYZ. s.v. Δερβίκκαι· ἔθνος πλησίον τῶν Ὑρκανῶν. Ἀπολλώνιος δὲ δὶς τὸ κ καλῶς γράφει. Κτησίας δὲ Δερβίους (?) αὐτούς φησιν ἢ Τερβισσούς.

3c,688,F

44a

TERTULLIAN. Ad. nat. 1, 16: plane Persae, Ctesias edit, tam scientes quam non horrentes cum 〈ma〉tribus libere faciunt.

3c,688,F

44b

Apolog. 9: Persas cum suis matribus misceri Ctesias refert.

3c,688,F

45

PHOT. Bibl. 72 p. 45 a 21—50 a 4: (T 10) λέ‐ γει περὶ τοῦ Ἰνδοῦ ποταμοῦ τὸ μὲν στενὸν αὐτοῦ τὸ εὖρος μColumn end
5σταδίων εἶναι, τὸ δὲ πλατύτα‐
τον καὶ διακοσίων. (2) λέγει περὶ αὐτῶν τῶν Ἰνδῶν, ὅτι πλείους σχεδὸν συμπάντων ἀνθρώπων (cf. F 49). (3) περὶ τοῦ σκώληκος τοῦ ἐν τῶι ποταμῶι, ὃ καὶ μόνον τῶν ἄλλων θηρίων ἐν αὐτῶι γίνεται. (4) περὶ τοῦ μὴ οἰκεῖν ἐπέκεινα αὐτῶνColumn end
10ἀνθρώπους. (5) ὅτι οὐκ ὕει, ἀλλ’ ὑπὸ τοῦ ποταμοῦ ποτίζεται ἡ Ἰνδική. (6) περὶ παντάρβας τῆς σφραγῖδος· καὶ ὡς υοζ σφραγῖδας ἀπορριφείσας καὶ τιμίους λίθους εἰς τὸν ποταμόν, ἅτινα ἦν τοῦ Βακτρίων καπήλου, αὕτη ἀνείλκυσεν ἐχομένας ἀλλήλων. (7) περὶ τῶν
15τειχοκαταλυτῶν ἐλεφάντων. (8) περὶ τῶν μικρῶν (?) πιθήκων τῶν ἐχόντων οὐρὰς τε‐
20τραπήχεις. καὶ πε‐
ρὶ τῶν ἀλεκτρυό‐ νων τῶν μεγίστων. καὶ περὶ τοῦ ὀρνέ‐ ου τοῦ βιττάκου,Column end
25ὅτι γλῶσσαν ἀν‐ θρωπίνην ἔχει καὶ φωνήν, μέγεθος μὲν ὅσον ἱέραξ, πορφύρεον δὲ πρό‐ σωπον· καὶ πώγωνα φέρει μέλανα, αὐτὸ δὲ κυάνεόν ἐστιν ὡς τὸν τρά‐ χηλον ὥσπερ κιννάβαρι· διαλέγεσθαι δὲ αὐτὸ ὥσπερ ἄνθρωπον Ἰνδιστί, ἂν δὲ Ἑλληνιστὶ μάθηι, καὶ Ἑλληνιστί. (9) περὶ τῆς κρήνης τῆς πληρουμένης
30ἀν’ ἔτος ὑγροῦ χρυσίου, ἐξ ἧς ἑκατὸν πρόχοι ὀστράκινοι ἀν’ ἔτος ἀρύονται· ὀστρακίνους δὲ δεῖ εἶναι, ἐπεὶ πήγνυται ὁ χρυσὸς ἀπαρυόμενος, καὶ ἀνάγκη τὸ ἀγγεῖον θλᾶν καὶ οὕτως ἐξαγαγεῖν αὐτόν. ἡ δὲ κρήνη τετράγωνός ἐστιν, ἑκκαίδεκα μὲν πηχῶν ἡ περίμετρος, τὸ δὲ βάθος ὀργυιά· ἑκάστη δὲ προχοὴ τάλαντον ἕλκει. καὶ περὶ τοῦ ἐν τῶι πυθμένι τῆς κρήνης σιδήρου, ἐξ
35οὗ καὶ δύο ξίφη Κτησίας φησὶν ἐσχηκέναι, ἓν παρὰ βασιλέως καὶ τὸ ἄλλο παρὰ τῆς τοῦ βασιλέως μητρὸς Παρυσάτιδος. φησὶ δὲ περὶ αὐτοῦ ὅτι πηγνύμενος ἐν τῆι γῆι νέφους καὶ χαλάζης καὶ πρηστήρων (§ 18) ἐστὶν ἀποτρόπαιον· καὶ ἰδεῖν αὑτὸν ταῦτά φησι, βασιλέως δὶς ποιή‐ σαντος. (10) περὶ τῶν κυνῶν τῶν Ἰνδικῶν ὅτι μέγιστοί εἰσιν, ὡς καὶ λέοντι
40μάχεσθαι. (11) περὶ τῶν ὀρῶν τῶν μεγάλων, ἐξ ὧν ἥ τε σαρδὼ ὀρύσσεται καὶ οἱ ὄνυχες καὶ αἱ ἄλλαι σφραγῖδες. (12) ὅτι ἀλέα πολλή, καὶ ὅτι ὁ ἥλιος δεκαπλασίων τὸ μέγεθος ἢ ἐν ταῖς ἄλλαις χώραις αὐτὸς ἑαυτοῦ φαίνεται· καὶ πολλοὶ ἐνταῦθα τῶι πνίγει φθείρονται. (13) καὶ θάλασσάν φησιν αὐτόθι οὐδὲν ἐλάττον〈α〉 τῆς Ἑλληνικῆς· τὸ δὲ ἄνω αὐτῆς ἕως τεσσάρων δακτύλων
45θερμὸν εἶναι, ὥστε μὴ ἰχθὺν ζῆν προσπελάσαντα τῶι θερμῶι ἀλλὰ κάτωθεν διαιτᾶσθαι. (14) ὅτι ὁ Ἰνδὸς ποταμὸς ῥέων διὰ πεδίων καὶ δι’ ὀρέων ῥεῖ, ἐν οἷς καὶ ὁ λεγόμενος Ἰνδικὸς κάλαμος φύεται,

3c,688,F

45

(50)

πάχος μὲν ὅσον δύω ἄνδρε περιωργυι‐ ωμένοι 〈μόλισ〉 περιλάβοιεν, τὸ δὲ ὕψος ὅσον μυριοφόρου νεὼς ἱστός· εἰσὶ καὶ ἔτι μείζους καὶ ἐλάττους, οἵους εἰκὸς ἐν ὄρει μεγάλωι. εἶναι δὲ τῶν καλάμων καὶ ἄρρενας καὶ θηλείας· ὁ μὲν οὖν ἄρρηνColumn end
55ἐντεριώνην οὐκ ἔχει, καὶ ἔστι κάρτα ἰσχυρός, ἡ δὲ θήλεια ἔχει. (15) καὶ περὶ τοῦ μαρτιχόρα τοῦ ἐν αὐτοῖς ὄντος θηρίου, ὡς τὸ πρό‐ σωπον ἐοικὼς ἀν‐
60θρώπωι· μέγεθος μέν ἐστιν ὥσπερ λέων, καὶ χρόαν ἐρυθρὸς ὡς κιννά‐ βαρι· τρίστιχοι δὲ
65ὀδόντες, ὦτα δὲ ὥσπερ ἀνθρώπου, καὶ ὀφθαλμοὺς γλαυκοὺς ὁμοίους ἀνθρώπωι. τὴν δὲ
70κέρκον ἔχει οἵαν‐ περ σκορπίος ὁ ἠ‐
πειρώτης, ἐν ἧι καὶ τὸ κέντρον ἔχει, μείζω ὑπάρ‐Column end
75χον πήχεος. ἔχει δὲ καὶ ἐκ πλαγίου τῆς κέρκου ἔνθα καὶ ἔνθα κέντρα· ἔχει δὲ καὶ ἐν ἄκ‐
80ρωι ὥσπερ σκορ‐ πίος κέντρον. καὶ τούτωι μὲν ἐὰν προσέλθηι τις, κεντεῖ τῶι κέν‐
85τρωι, καὶ πάντως ὁ κεντηθεὶς ἀπο‐ θνήσκει· ἐὰν δέ τις πόρρωθεν μάχη‐ ται πρὸς αὐτόν,
90καὶ ἔμπροσθεν ἱσ‐ τὰς τὴν οὐρὰν ὥσ‐ περ ἀπὸ τόξου βάλλει τοῖς κέν‐ τροις, καὶ ὄπισθεν
95ἐπ’ εὐθείας ἀπο‐ τείνων. βάλλει δὲ ὅσον πλέθρον εἰς μῆκος· καὶ πάντα, οἷς ἂν βάλληι,

3c,688,F

45

(100)

πάντως ἀποκτεί‐ νει, πλὴν ἐλέφαν‐ τος. τὰ δὲ κέντρα αὐτοῦ ἔστι τὸ μὲν μῆκος ὅσον ποδι‐
105αῖα, τὸ δὲ πλάτος ὅσον σχοῖνος λε‐ πτότατος. μαρτι‐ χόρας δὲ Ἑλληνισ‐ τὶ ἀνθρωποφάγον,Column end
110ὅτι πλεῖστα ἐσθίει ἀναιρῶν ἀνθρώ‐ πους· ἐσθίει δὲ καὶ τὰ ἄλλα ζῶια. μά‐ χεται δὲ καὶ τοῖς
115ὄνυξι καὶ τοῖς κέν‐ τροις· τὰ δὲ κέν‐ τρα πάλιν φησίν, ἐπειδὰν ἐκτοξευ‐ θῆι, ἀναφύεσθαι.
120ἔστι δὲ πολλὰ ἐν τῆι Ἰνδικῆι. ἀποκτεί‐ νουσι δὲ αὐτὰ τοῖς ἐλέφασιν ἐποχού‐ μενοι ἄνθρωποι κἀ‐
125κεῖθεν βάλλοντες. (16) περὶ τῶν Ἰνδῶν ὅτι δικαιότατοι· καὶ περὶ τῶν ἐθῶν καὶ νομίμων αὐτῶν. (17) περὶ τοῦ ἱεροῦ χωρίου τοῦ ἐν τῆι ἀοικήτωι, ὃ ἐπ’ ὀνόματι τιμῶσινColumn end
Ἡλίου καὶ Σελήνης· ἐν ὧι διὰ ιε ἡμερῶν ἀπὸ τοῦ ὄρους τῆς Σαρδοῦς τις παρα‐ γίνεται. καὶ ὅτι λε ἡμέραις ὁ ἥλιος ψύχει ἐκεῖσε τοῦ ἐνιαυτοῦ διὰ τὴν ἑορτήν,485
130ἵνα ἄφλεκτοι αὐτὴν τελέσωσι καὶ ὑποστρέψωσιν. (18) ὅτι βρονταὶ καὶ ἀστρα‐ παὶ καὶ ὑετοὶ οὔκ εἰσιν ἐν τῆι Ἰνδικῆι, ἄνεμοι δὲ πολλοὶ καὶ πρηστῆρες πολλοί· καὶ ἁρπάζουσιν ὅ τι ἂν λάβωσιν. ὁ δὲ ἥλιος ἀνίσχων τὸ ἥμισυ τῆς ἡμέρας ψύχος ποιεῖ, τὸ δ’ ἄλλο λίαν ἀλεεινὸν ἐν τοῖς πλείστοις τῶν τῆς Ἰνδικῆς τόπων. (19) ὅτι οἱ Ἰνδοὶ οὐχ ὑπὸ τοῦ ἡλίου εἰσὶ μέλανες (§ 44) ἀλλὰ φύσει· εἶναι γάρ
135φησιν ἐν αὐτοῖς καὶ ἄνδρας καὶ γυναῖκας λευκοτάτους πάντων, εἰ καὶ ἐπ’ ἔλαττον· ἰδεῖν δὲ καὶ αὐτὸν τοιαύτας Ἰνδὰς δύο γυναῖκας καὶ πέντε ἄνδρας. (20) ὅτι πιστῶσαι τὰ περὶ τοῦ ἡλίου βουλόμενος ὡς ἐν λε ἡμέραις ἐν Ἰνδίαι ψύχει, λέγει ὅτι καὶ τὸ πῦρ ἐκ τῆς Αἴτνης ῥέον τὸν μέσον χῶρον, ἅτε δικαίων ἀνδρῶν ὄντων, οὐ φθείρει, φθεῖρον τὰ ἄλλα· καὶ ἐν Ζακύνθωι κρηνῖδας ἰχθυοφόρους εἶναι, ἐξ ὧν
140αἴρεται πίσσα· καὶ ἐν Νάξωι κρήνην, ἐξ ἧς οἶνος ἐνίοτε ῥεῖ καὶ μάλα ἡδύς· καὶ ὅτι πῦρ ἐστὶν ἐγγὺς Φασήλιδος ἐν Λυκίαι ἀθάνατον, καὶ ὅτι ἀεὶ καίεται ἐπὶ πέτρας καὶ νύκτα καὶ ἡμέραν, καὶ ὕδατι μὲν οὐ
145σβέννυται, ἀλλὰ ἀναφλέγει, φορυτῶι δὲ σβέννυται. (21) ὅτι 〈ἐν〉 μέσηι Ἰνδικῆι ἄνθρωποί εἰσι μέλανες—κα‐ λοῦνται Πυγμαῖοι—ὁμόγλωσ‐

3c,688,F

45

(150)

σοι τοῖς ἄλλοις Ἰνδοῖς. μικροὶ δέ εἰσι λίαν, οἱ μακρότατοι αὐ‐ τῶν πηχέων δύο, οἱ δὲ πλεῖστοι ἑνὸς ἡμίσεως πήχεος. κόμην δὲ ἔχουσι μακροτάτην μέχρις ἐπὶColumn end
155τὰ γόνατα καὶ ἔτι κατώτερον, καὶ πώγωνα μέγιστον πάντων ἀνθρώπων. ἐπειδὰν οὖν τὸν πώγωνα μέγα φύσωσιν, οὐκέτι ἀμφιέννυνται οὐδὲν ἱμάτιον,
160ἀλλὰ τὰς τρίχας τὰς μὲν ἐκ τῆς κεφαλῆς ὄπισθεν καθίενται πολὺ κάτω τῶν γονάτων, τὰς δὲ ἐκ τοῦ πώγωνος ἔμπροσθεν μέχρι ποδῶν ἑλκομένας, ἔπειτα
165περιπυκασάμενοι τὰς τρίχας περὶ ἅπαν τὸ σῶμα ζώννυνται, χρώμενοι αὐταῖς ἀντὶ ἱματίου. αἰδοῖον δὲ μέγα ἔχουσιν, ὥστε ψαύειν τῶν σφυρῶν αὐτῶν, καὶ
170παχύ. αὐτοὶ δὲ σιμοί τε καὶ αἰσχροί. (22) τὰ δὲ πρόβατα αὐτῶν ὡς ἄρνες, καὶ οἱ ὄνοι καὶ
αἱ βόες σχεδὸν ὅσον κριοί, καὶ οἱ ἵπποι αὐτῶν καὶ ἡμίονοι καὶColumn end
175τὰ ἄλλα κτήνη πάντα οὐδὲν μείζω κριῶν. (23) ἕπονται δὲ τῶι βασιλεῖ τῶν Ἰνδῶν τού‐ των τῶν Πυγμαίων ἄνδρες τρισχίλιοι· σφόδρα γάρ εἰσι το‐
180ξόται. δικαιότατοι δέ εἰσι, καὶ νόμοισι χρῶνται ὥσπερ καὶ οἱ Ἰνδοί. (24) λαγούς τε καὶ ἀλώπεκας θη‐
185ρεύουσιν οὐ τοῖς κυσὶν ἀλλὰ κόραξι καὶ ἰκτῖσι καὶ κορώναις καὶ ἀε‐
τοῖς.Column end
190 (25) ὅτι λίμνη ἐστὶν ἐν αὐτοῖς (σταδίων ὀκτακοσίων ἡ περίμετρος), ἐν ἧι ἀνέμου μὴ πνέοντος ἐπάνω τῆς λίμνης ἔλαιον ἐφίσταται· καὶ πλοιαρίοις πλέοντες δι’ αὐτῆς ἐκ μέσης αὐτῆς σκαφίοις τοῦ ἐλαίου ἀπαρύονται, καὶ χρῶνται. χρῶνται δὲ καὶ σησαμίνωι. ἔχει δὲ ἡ λίμνη καὶ ἰχθύας. καὶ τῶι καρυίνωι δὲ χρῶνται· κρεῖσσον δὲ τὸ λιμναῖον.
195(26) ἔστι δὲ αὐ‐
τόθι ἄργυρος πο‐ λὺς καὶ ἀργύρεα μέταλλα οὐ βαθέα· ἀλλὰ βαθύτερα εἶ‐Column end

3c,688,F

45

(200)

ναί φασι τὰ ἐν Βάκτροις. ἔστι δὲ καὶ χρυσὸς ἐν τῆι Ἰνδικῆι χώραι, οὐκ ἐν τοῖς ποτα‐
205μοῖς εὑρισκόμενος καὶ πλυνόμενος, ὥσπερ ἐν τῶι Πακτωλῶι ποτα‐ μῶι, ἀλλ’ ὄρη πολ‐
210λὰ καὶ μεγάλα, ἐν οἷς οἰκοῦσι γρῦ‐ πες, ὄρνεα τετρά‐ ποδα, μέγεθος ὅ‐ σον λύκος, σκέλη
215καὶ ὄνυχες οἷαπερ λέων. τὰ ἐν τῶι ἄλλωι σώματι πτε‐ ρὰ μέλανα, ἐρυθρὰ δὲ τὰ ἐν τῶι
220στήθει. δι’ αὐτοὺς δὲ ὁ ἐν τοῖς ὄρεσι χρυσὸς πολὺς ὢν γίνεται δυσπόρι‐
στος.Column end
225 (27) ὅτι τὰ πρό‐ βατα τῶν Ἰνδῶν καὶ αἱ αἶγες μεί‐ ζους ὄνων εἰσί. καὶ τίκτουσιν ἀνὰ τεσ‐
230σάρων καὶ ἓξ ὡς ἐπὶ τὸ πολύ. ἔχου‐ σι δὲ οὐρὰς μεγά‐ λας· διὸ τῶν τοκά‐ δων ἀποτέμνου‐
235σιν, ἵνα δύνωνται ὀχεύεσθαι. ὗς δὲ οὔτε ἥμερος οὔτε ἄγριός ἐστιν ἐν τῆι Ἰνδικῆι. (28) οἱ
240δὲ φοίνικες οἱ ἐν Ἰνδοῖς καὶ οἱ τού‐ των βάλανοι τρι‐ πλάσιοι τῶν ἐν Βα‐ βυλῶνι. (29) καὶ
245ποταμόν φησιν ἐκ
πέτρας ῥέοντα μέλι. (30) πολλὰ δὲ λέγει περὶ τῆς δικαιοσύνης αὐτῶν καὶ τῆς περὶ τὸν σφῶν βασιλέα εὐνοίας καὶ τῆς τοῦ θανάτου καταφρονήσεως. (31) λέγει δὲ ὅτι πηγή ἐστι, καὶ ἐπειδάν τις ἀρύσηι τὸ ὕδωρ αὐτῆς, πήγνυταιColumn end

3c,688,F

45

(250)

ὥσπερ τυρός. τούτου οὖν τοῦ πηκτοῦ ὅσον τρεῖς ὀβολοὺς ἐὰν τρίψας δῶις ἐν ὕδατι πιεῖν, ἐξαγγέλλει πάντα ὅσα ἔπραξε· παραφρονεῖ γὰρ καὶ μαίνεται ταύτην τὴν ἡμέραν. χρᾶιται δὲ αὐτῶι ὁ βασιλεὺς ἐφ’ ὧν κατηγορουμένων τἀληθὲς εὑρεῖν ἐθελήσει· κἂν μὲν ἐξείπηι, προστάσσεται ἀποκαρτερῆσαι, ἂν δὲ μηδὲν ἐλεγχθῆι, ἀφίεται.
255 (32) ὅτι φησὶν ὡς Ἰνδῶν οὐδεὶς κεφαλαλγεῖ οὐδὲ ὀφθαλμιᾶι οὐδὲ ὀδονταλ‐ γεῖ οὐδὲ ἑλκοῦται τὸ στόμα οὐδὲ σηπεδόνα οὐδεμίαν ἴσχει. ἡ δὲ ζωὴ αὐτῶν ρκ καὶ λ καὶ ν· καὶ ς οἱ τὰ πλεῖστα βιοῦντες. (33) ἔστιν ὄφις σπι‐ θαμιαῖος ἐν αὐτοῖς. τὸ δὲ
260εἶδος αὐτοῦ ὡς ἡ καλλίσ‐ τη πορφύρα, ἡ δὲ κεφαλὴ
λευκοτάτη· ὀδόντας δὲ οὐδ’ ὅλως ἔχει. θηρεύ‐ εται ἐκ τῶν καυματω‐Column end
265δεστάτων ὀρέων, ὅθεν ἡ σαρδὼ ὀρύσσεται (§ 11). οὗτος δάκνει μὲν οὐ, ὅτου δ’ ἂν κατεμέσηι, τοῦτο τὸ χωρίον πάντως
270σήπεται. ποιεῖ δὲ φάρ‐ μακον διττὸν ἀπὸ τῆς οὐρᾶς κρεμάμενος, ἠλεκ‐ τροειδὲς καὶ μέλαν· καὶ τὸ μὲν ζῶντος ἀπορρεῖ,
275τὸ δὲ μέλαν θανόντος. καὶ τὸ μὲν ὅσον σήσαμον διδόμενον, ὃ ζῶντος ἔρ‐ ρευσεν, αὐτίκα φθείρει, τοῦ ἐγκεφάλου τοῦ πιόν‐
280τος διὰ τῶν ῥινῶν ἀπορ‐ ρεύσαντος, τὸ δὲ ἄλλο διδόμενον εἰς φθίσιν ἀπ‐ άγει, καὶ δι’ ἐνιαυτοῦ
μόλις διόλλυσι.Column end
285 (34) καὶ ὄρνεόν φησιν ἐπικαλούμενον δίκαιρον, ὅπερ Ἑλληνιστὶ δίκαιον σημαίνει, τὸ μέγεθος ὅσον πέρδικος ὠιόν. τοῦ‐
290το τὸν ἀπόπατον κατο‐ ρύσσει, ἵνα μὴ εὑρεθῆι· εὑρισκόμενον δ’ ἂν πο‐ θῆι αὐτοῦ ὅσον σησάμου ἕωθεν, ὕπνος ἐπιλαμβά‐
295νει, καὶ καθεύδει μηδὲν αἰσθανόμενος, καὶ δύνον‐
τος τοῦ ἡλίου τελευτᾶι. (35) καὶ ξύλον ἐστί, πάρηβον κα‐ λούμενον, τὸ μέγεθος ὅσον ἐλαία. ἐνColumn end

3c,688,F

45

(300)

τοῖς βασιλείοις μόνον εὑρίσκεται κή‐ ποις. οὔτε ἄνθος φέρει οὔτε καρπόν, δεκαπέντε δὲ μόνας ῥίζας ἔχει, καὶ ταύτας παχείας κατὰ γῆς· ἔστι δὲ τὸ πάχος αὐτῆς ὅσον βραχίων τὸ λεπτό‐
305τατον. αὕτη ἡ ῥίζα ὅσον σπιθαμὴ λαμ‐ βανομένη, οὗ ἂν προσαχθῆι, ἅπαντα ἕλκει πρὸς ἑαυτήν· χρυσόν, ἄργυρον, χαλκόν, λίθους, καὶ τἄλλα πάντα πλὴν ἠλέκτρου. εἰ δὲ ὅσον πήχεος ἡ ῥίζα
310ληφθῆι, ἕλκει καὶ ἄρνας καὶ ὄρνεα· ταύτηι γὰρ καὶ τὰ πλεῖστα τῶν ὀρνέων θηρεύουσι. καὶ ἐὰν βούληι καὶ ὕδωρ πῆξαι ὅσον χόα, τῆς ῥίζης ἐμβαλὼν ὅσον ὀβολὸν πήξεις αὐτό· καὶ ἐὰν
315οἶνον, ὡσαύτως· καὶ ἕξεις τῆι χειρὶ αὐτὸ ὥσπερ κηρόν· τῆι δὲ ὑστεραίαι διαχεῖται. δίδοται δὲ κοιλιακοῖς βοή‐ θημα. (36) ἔστι δὲ καὶ ποταμὸς διαρρέων διὰ τῆς
320Ἰνδικῆς, οὐ μέγας μὲν ἀλλ’ ὡς ἐπὶ δύο σταδίους τὸ εὖρος· ὄνομα δὲ τῶι ποταμῶι Ἰνδιστὶ μὲν Ὕπαρ‐
χος (?), Ἑλληνιστὶ δὲ φέρων πάντα τὰ ἀγαθά. οὗτος τοῦ ἐνιαυτοῦ λ ἡμέρας ἤλεκτρον καταρρεῖ. φασὶ γὰρ ἐν τοῖς ὄρεσι δένδρα εἶναι ὑπερέχοντα τοῦ ὕδατοςColumn end
325(ὕδατι γὰρ ῥεῖται τὰ ὄρη)· εἶτα ὥρα ἐστίν, ὅτε δά‐ κρυα φέρει ὥσπερ ἀμυγδαλῆ ἢ πίτυς ἢ ἄλλο τι δέν‐ δρον, μάλιστα δὲ εἰς λ ἡμέρας τοῦ ἐνιαυτοῦ· εἶτα ἀποπίπτει τὰ δάκρυα ταῦτα εἰς τὸν ποταμὸν, καὶ πήγνυται. τῶι δενδρέωι δὲ τούτωι ὄνομά ἐστιν
330Ἰνδιστὶ σιπταχόρα, 〈ὅπερ〉 Ἑλληνιστὶ σημαίνει γλυκύ, ἡδύ· κἀκεῖθεν οἱ Ἰνδοὶ συλλέγουσι τὸ ἤλεκ‐ τρον. φέρειν δὲ καὶ καρπὸν τὰ δένδρα βότρυς ὥσπερ ἄμπελος· ἔχειν δὲ τὰς ῥῶγας ὥσπερ κάρυα τὰ Ποντικά.
335 (37) ἐν τοῖσδε τοῖς ὄρεσί φησιν ἀνθρώπους βιοτεύειν κυνὸς ἔχοντας κεφαλήν. ἐσθῆτας δὲ φοροῦσιν ἐκ τῶν
ἀγρίων θηρίων· φωνὴν δὲ διαλέγονται οὐδεμίαν ἀλλ’ ὠρύονται ὥσπερ κύνες,Column end
340καὶ οὕτω συνιᾶσιν αὑτῶν τὴν φωνήν. ὀδόντας δὲ μείζους ἔχουσι κυνός· καὶ τοὺς ὄνυχας ὁμοίους κυνός, μακροτέ‐ ρους δὲ καὶ στρογγυλωτέρους. οἰκοῦ‐ σι δὲ ἐν τοῖς ὄρεσι μέχρι τοῦ Ἰνδοῦ
345ποταμοῦ. μέλανες δέ εἰσι καὶ δίκαιοι πάνυ (§ 43), ὥσπερ καὶ οἱ ἄλλοι Ἰνδοί (§ 30), οἷς καὶ ἐπιμίγνυνται. καὶ συνιᾶσι μὲν τὰ παρ’ ἐκείνων λεγόμενα, αὐτοὶ δὲ οὐ δύνανται διαλέγεσθαι, ἀλλὰ τῆι ὠρυ‐

3c,688,F

45

(350)

γῆι καὶ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις σημαίνουσιν ὥσπερ οἱ κωφοὶ (καὶ ἄλαλοι). καλοῦνται δὲ ὑπὸ τῶν Ἰνδῶν Καλύστριοι, ὅπερ ἐστὶν Ἑλληνιστὶ Κυνοκέφαλοι. τὸ δὲ ἔθνος ἐστὶν ἕως
355δώδεκα μυριάδων. (38) παρὰ δὲ τὰς πηγὰς τοῦ ποταμοῦ τούτου ἐστὶ πε‐ φυκὸς ἄνθος πορφυροῦν, ἐξ οὗ πορφύρα βάπτεται οὐδὲν ἥττων τῆς Ἑλληνικῆς ἀλλὰ καὶ πολὺ εὐανθεστέρα. (39)
360ὅτι αὐτόθι ἐστὶ γινόμενα θηρία τὸ μέ‐ γεθος ὅσον κάνθαρος, ἐρυθρὰ δὲ ὥσπερ κιννάβαρι· πόδας δὲ ἔχει μακροὺς σφό‐
δρα· μαλακὸν δέ ἐστιν ὥσπερ σκώληξ (§ 3; 46). καὶ γίνεται ταῦτα ἐπὶ τῶνColumn end
365δένδρων τῶν τὸ ἤλεκτρον φερόντων (§ 36) καὶ τὸν καρπὸν κατεσθίει αὐτῶν, καὶ διαφθείρει, ὥσπερ ἐν τοῖς Ἕλλησιν οἱ φθεῖρες τὰς ἀμπέλους. ταῦτα οὖν τὰ θηρία τρίβοντες οἱ Ἰνδοὶ βάπτουσι τὰς
370φοινικίδας καὶ τοὺς χιτῶνας καὶ ἄλλο ὅ τι ἂν βούλωνται· καὶ εἰσὶ βελτίω τῶν παρὰ Πέρσαις βαμμάτων. (40) ὅτι οἱ Κυνοκέφαλοι οἰκοῦντες ἐν τοῖς ὄρεσιν οὐκ ἐργάζονται, ἀπὸ θήρας δὲ
375ζῶσιν· ὅταν δ’ ἀποκτείνωσιν αὐτά, ὀπ‐ τῶσι πρὸς τὸν ἥλιον. τρέφουσι δὲ καὶ πρόβατα πολλὰ καὶ αἶγας καὶ ὄνους, πίνουσι δὲ γάλα καὶ ὀξύγαλα τῶν προ‐ βάτων. ἐσθίουσι δὲ καὶ τὸν καρπὸν τοῦ
380σιπταχόρου, ἀφ’ οὗ τὸ ἤλεκτρον (γλυ‐ κὺς γάρ ἐστι)· καὶ ξηραίνοντες αὐτοὺς σπυρίδας συσσάσσουσιν (?), ὥσπερ ἐν τοῖς Ἕλλησι τὴν ἀσταφίδα. (41) οἱ δὲ Κυνοκέφαλοι σχεδίαν ποιησάμενοι
385καὶ ἐπιθέντες ἀπάγουσι φόρτον τούτου καὶ τῆς πορφύρας, τὸ ἄνθος καθαρὸν ποιήσαντες, [καὶ τοῦ ἠλέκτρου] ξ καὶ ς τάλαντα τοῦ ἐνιαυτοῦ· καὶ ὅτωι τὸ φοινίκιον βάπτεται, τοῦ φαρμάκου ἕτερα τοσαῦτα· καὶ ἠλέκτρου χίλια τάλαντα ἀπάγουσι κατ’ ἐνιαυτὸν τῶι Ἰνδῶν βασιλεῖ. καὶ ἕτερα δὲ κατάγοντες πωλοῦσι τοῖς Ἰνδοῖς πρὸς ἄρτους καὶ ἄλφιτα καὶ ξύλιναColumn end
390ἱμάτια. πωλοῦσι δὲ καὶ 〈πρὸσ〉 ξίφη, οἷς χρῶνται πρὸς τὴν τῶν θηρίων ἄγραν, καὶ τόξα καὶ ἀκόντια· πάνυ γὰρ καὶ δεινοί εἰσιν ἀκοντίζειν καὶ τοξεύειν. ἀπολέμητοι δ’ εἰσὶ διὰ τὸ οἰκεῖν αὐτοὺς ὄρεα ἄβατα καὶ ὑψηλά. δίδωσι δὲ αὐτοῖς διὰ πέμπτου ἔτους δῶρα ὁ βασιλεὺς λ μὲν μυριάδας τόξων καὶ ἀκοντίων τοσαύτας, πελτῶν δὲ ιβ, καὶ ξίφη δὲ πεντακισμύρια. (42) τούτοις τοῖς Κυνοκεφάλοις οὔκ εἰσιν
395οἰκίαι, ἀλλ’ ἐν σπηλαίοις διαιτῶνται. θηρεύουσι δὲ τὰ θηρία τοξεύοντες καὶ ἀκοντίζοντες, καὶ διώκοντες καταλαμβάνουσι· ταχὺ γὰρ τρέχουσι. λούονται δὲ αἱ γυναῖκες αὐτῶν ἅπαξ τοῦ μηνός, ὅταν τὰ καταμήνια αὐταῖς ἔλθηι, ἄλλοτε δ’ οὔ· οἱ δὲ ἄνδρες οὐ λούονται μέν, τὰς δὲ χεῖρας ἀπονίζονται. ἐλαίωι δὲ χρίονται τρὶς τοῦ μηνὸς τῶι ἀπὸ τοῦ γάλακτος γινομένωι, καὶ ἐκτρίβονται δέρμασι. τὴν δὲ

3c,688,F

45

(400)

ἐσθῆτα ἔχουσιν οὐ δασεῖαν ἀλλὰ ψιλῶν τῶν μασθλημάτων ὡς λεπτοτάτων καὶ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν. οἱ δὲ πλουσιώτατοι αὐτῶν λινᾶ φοροῦσιν· οὗτοι δέ εἰσιν ὀλίγοι. κλῖναι δὲ αὐτοῖς οὔκ εἰσιν, ἀλλὰ στιβάδας ποιοῦνται. οὗτος δ’ αὐτῶν πλουσιώτατος νομίζεται εἶναι, ὧι ἂν πλεῖστα πρόβατα ἦι. ἡ δὲ ἄλλη οὐσία παραπλησία. (43) οὐρὰν δὲ ἔχουσι πάντες καὶ ἄνδρες καὶ γυναῖκες ὑπὲρ τῶν
405ἰσχίων οἵανπερ κύων, μείζονα δὲ καὶ δασυτέραν. καὶ μίσγονται ταῖς γυναιξὶν τετραποδιστί, ὥσπερ οἱ κύνες· ἄλλως δὲ μιγῆναι αὐτοῖς ἐστιν αἰσχρόν. δίκαιοι (§ 37) δέ εἰσι, καὶ μακροβιώτατοι πάντων ἀνθρώπων· ζῶσι γὰρ ἔτη ρ καὶ ο, ἔνιοι δὲ αὐτῶν καὶ ς (§ 32). (44) ὑπὲρ δὲ τούτων ἑτέρους φασὶ βιοτεύειν, ἄνω τῶν πηγῶν τοῦ ποταμοῦ.
410οὗτοι δὲ οἱ ἄνθρωποι μέλανες μέν εἰσιν ὥσπερ οἱ ἄλλοι Ἰνδοί (§ 19), ἐργάζονται δὲ οὐδέν, οὐδὲ ἐσθίουσι σῖτον, οὐδὲ πίνουσιν ὕδωρ, πρόβατα δὲ πολλὰ τρέφουσι καὶ βοῦς καὶ αἶγας καὶ ὄις, πίνουσι δὲ τὸ γάλα, ἄλλο δὲ οὐδέν· ὅταν δὲ γένηταί τινι αὐτῶν παιδίον, οὐ τέτρηται τὴν πυγὴν οὐδὲ ἀποπατεῖ, ἀλλὰ τὰ μὲν ἰσχία ἔχει, τὸ δὲ τρῆμα συμπέφυκε· διὸ ἀποπατοῦσι μὲν οὔ, οὐρεῖν δὲ ὥσπερ τυρὸν
415αὐτούς φασιν οὐ πάνυ παχὺν ἀλλὰ θολερόν. ἐπὰν δὲ πρωὶ πίωσι τοῦ γάλακτος, καὶ εἰς μέσον ἡμέρας αὖθις πιόντες, ῥίζαν φασὶ παρ’ αὐτοῖς εἶναι γλυκεῖαν, ἥτις οὐκ ἐᾶι τὸ γάλα πήγνυσθαι ἐν τῆι κοιλίαι· ταύτην οὖν τρώγοντες εἰς ἑσπέραν
ἔμετον ποιοῦνται, καὶ ἐξεμοῦσιν ἅπαντα εὐκόλως. (45) ὅτι εἰσὶν ὄνοι ἄγριοι ἐν486
420τοῖς Ἰνδοῖς, ἴσοι ἵπποις καὶ μεί‐ ζους. λευκοὶ δέ εἰσι τὸ σῶμα, τὴν κεφαλὴν πορφυροῖ, καὶ ὀφθαλμοὺς ἔχουσι κυανέους. κέρας δὲ ἔχει ἐν τῶι μετώπωι, ἑνὸς πήχεος 〈καὶ
425ἡμίσεοσ〉 τὸ μέγεθος. καί ἐστι τὸ μὲν κάτω τοῦ κέρατος ὅσον ἐπὶ δύο παλαιστὰς πρὸς τὸ μέτωπον πάνυ λευκόν· τὸ δὲ ἐπάνω ὀξύ ἐστι τοῦ κέρατος· τοῦτο δὲ φοινικοῦν
430ἐστι, ἐρυθρὸν πάνυ· τὸ δὲ ἄλλο τὸ ἐν τῶι μέσωι μέλαν. ἐκ τούτων οἱ πιόντες—κατασκευάζουσι γὰρ ἐκπώματα—σπασμῶι (φασίν) οὐ λαμβάνονται οὔτε τῆι ἱερᾶι νόσωι·
435ἀλλ’ οὐδὲ φαρμάκοις ἁλίσκονται, οὔτ’ ἂν προπίωσιν οὔτ’ ἂν τῶι φαρμάκωι ἐπιπίωσιν ἢ οἶνον ἢ ὕδωρ ἢ ἄλλο τι ἐκ τῶν ἐκπωμά‐ των. οἱ μὲν οὖν ἄλλοι ὄνοι καὶ ἥμε‐
440ροι καὶ ἄγριοι καὶ τἄλλα μώνυχα θηρία πάντα ἀστραγάλους οὐκ ἔχουσιν οὐδὲ χολὴν ἐπὶ τοῦ ἥπα‐ τος· οὗτοι δὲ καὶ ἀστράγαλον ἔχουσι καὶ χολὴν ἐπὶ τοῦ ἥπατος,Column end
445τὸν δὲ ἀστράγαλον κάλλιστον ὧν ἐγὼ ἑώρακα, οἷόν περ βοὸς καὶ τὸ εἶδος καὶ τὸ μέγεθος· βαρὺς δ’ ὡς μόλιβδος, τὴν δὲ χρόαν ὥσπερ κιν‐ νάβαρι, καὶ διὰ βάθους. ταχύτατον

3c,688,F

45

(450)

δέ ἐστι τὸ ζῶιον τοῦτο καὶ ἀλκι‐ μώτατον· οὐδὲν δὲ οὔτε ἵππος οὔτε ἄλλο τι διωκόμενον κατα‐ λαμβάνει. ἄρχεται δὲ τρέχον βραδύτερον· ὅσον δ’ ἂν πλέον χρό‐
455νον τρέχηι, ἐντείνεται δαιμονίως, καὶ μᾶλλον καὶ θᾶσσον τρέχει. ἄλλως μὲν οὖν ἀθήρατόν ἐστι τὸ ζῶιον τοῦτο· ὅταν δὲ τὰ τέκνα μικρὰ ὄντα περιάγωσιν ἐπὶ τὴν
460βοτάνην, καὶ ὑπὸ ἱππείας πολλῆς περιληφθῶσιν, οὐ βούλονται φεύ‐ γειν καταλιπόντες τοὺς πώλους, ἀλλὰ μάχονται καὶ κέρατι καὶ λακτίσμασι καὶ δήγμασι· καὶ πολ‐
465λοὺς καὶ ἵππους καὶ ἄνδρας ἀπολ‐ λύουσιν, ἁλίσκονται δὲ καὶ αὐτοὶ τοξευόμενοι καὶ ἀκοντιζόμενοι· ζῶντα γὰρ οὐκ ἂν λάβοις. τὰ δὲ κρέα διὰ τὴν πικρότητα ἄβρωτά
470ἐστι· θηρεύεται δὲ τῶν κεράτων
καὶ τῶν ἀστραγάλων ἕνεκεν. (46) ὅτι ἐν τῶι ποτα‐ μῶι τῶι Ἰνδῶι σκώληξ (§ 3) γίνεται, τὸ μὲν εἶ‐Column end
475δος οἷόν περ ἐν ταῖς συ‐ καῖς εἴωθε γίνεσθαι, τὸ δὲ μῆκος πήχεις ἑπτά, καὶ μείζους δὲ καὶ ἐλάτ‐ τους· τὸ δὲ πάχος δεκαε‐
480τέα παῖδα μόλις φασὶ ταῖς χερσὶ περιλαβεῖν. ἔχουσι δὲ ὀδόντας δύο, ἕνα ἄνω καὶ ἕνα κάτω· καὶ ὅ τι ἂν λάβωσι τοῖς
485ὀδοῦσι, κατεσθίουσι. καὶ τὴν μὲν ἡμέραν ἐν τῆι ἰλύι τοῦ ποταμοῦ διαι‐ τῶνται, τῆι δὲ νυκτὶ ἐξέρχονται· καὶ ἐάν τινι
490ἐντύχηι ἐν τῆι γῆι βοὶ ἢ καμήλωι καὶ δάκηι, συλ‐ λαβὼν ἕλκει εἰς τὸν πο‐ ταμόν, καὶ πάντα κατε‐ σθίει πλὴν τῆς κοιλίας.
495ἀγρεύεται δὲ ἀγκίστρωι μεγάλωι, ἔριφον ἢ ἄρνα ἐνδησάντων, καὶ ἁλύσεσι
σιδηραῖς ἐναρμοσάντων. ἀγρεύσαντες δὲ τριάκον‐Column end

3c,688,F

45

(500)

τα ἡμέρας κρεμῶσιν αὐ‐ τόν, καὶ ἀγγεῖα ὑποτι‐ θέασι· καὶ ῥεῖ ἐξ αὐτοῦ 〈ἔλαιον παχὺ〉 ὅσον δέκα κοτύλας Ἀττικὰς τὸ
505πλῆθος. ὅταν δὲ παρέλ‐ θωσιν αἱ τριάκοντα ἡμέ‐ ραι, ἀπορρίπτουσι τὸν σκώληκα, καὶ τὸ ἔλαιον ἀσφαλισάμενοι ἄγουσι
510τῶι βασιλεῖ μόνωι τῶν Ἰνδῶν· ἄλλωι δὲ οὐκ ἔξεστιν ἐξ αὐτοῦ ἔχειν. τοῦτο τὸ ἔλαιον ἐφ’ ὧι ἂν ἐπιχυθῆι, ἀνάπτει καὶ
515καταφλέγει ξύλα καὶ ζῶι‐ α, καὶ ἄλλως οὐ σβέννυ‐ ται, εἰ μὴ πηλῶι πολλῶι
τε καὶ παχεῖ. (47) ὅτι ἐστὶ δένδρα ἐν Ἰνδοῖς ὑψηλὰ ὥσπερ κέδρος ἢ κυπάριττος, τὰ δὲColumn end
520φύλλα ὥσπερ φοῖνιξ, ὀλίγον πλατύτερα· καὶ μασχαλίδας οὐκ ἔχει. ἀνθεῖ δὲ ὥσπερ ἡ ἄρσην δάφνη, καρπὸν δὲ οὐκ ἔχει. ὀνομάζεται δὲ Ἰνδιστὶ μὲν κάρπιον, Ἑλλη‐ νιστὶ δὲ μυρορόδα. ἔστι δὲ σπάνια. ῥέουσι δὲ ἐξ αὐτοῦ ἐλαίου σταγόνες, ἃς ἐρίωι ἀναψῶντες ἀπὸ τοῦ δένδρου ἀποπιέζουσιν εἰς ἀλαβάστρους λιθίνους. ἔστι δὲ τὸ μὲν χρῶμα ἀτρέμας ὑπέρυθρον, καὶ ὑπόπαχυ, ὄζει δὲ πάντων ἥδιστον· ὄζειν δέ
525φασιν αὐτὸ καὶ ἐπὶ πέντε σταδίους. μόνωι δὲ βασιλεῖ κτητόν ἐστι τοῦτο καὶ τοῖς συγγενέσιν αὐτοῦ. καὶ ἔπεμψεν ὁ Ἰνδῶν τῶι Περσῶν βασιλεῖ, καί φησιν ἰδεῖν αὐτὸ Κτησίας, καὶ ὀσφρανθῆναι ὀσμῆς οἵας οὔτε εἰπεῖν ἦν οὔτε εἰκάσαι. (48) ὅτι τὸν τυρὸν καὶ τὸν οἶνον πάντων φησὶ γλυκύτατον, ὡς αὐτός φησι φαγὼν διὰ πείρας ἔμαθεν.
530 (49) ὅτι κρήνην ἐν Ἰνδοῖς φησιν, ὅσον πέντε ὀργυιῶν ἡ περίμετρος, τε‐ τράγωνος δέ. ἔστι δὲ τὸ ὕδωρ ἐν πέ‐ τραι· βάθος δὲ εἶναι μέχρι τοῦ ὕδατος τριῶν πηχῶν, τὸ δὲ καθ’ ὕδατος τριῶν
535ὀργυιῶν. λούονται δὲ ἐν αὐτῶι οἱ ἐπι‐ σημότατοι τῶν Ἰνδῶν καὶ ἄνδρες καὶ παῖδες καὶ γυναῖκες, κολυμβῶσι δὲ ἐπὶ πόδας ῥίπτοντες ἑαυτούς· ὅταν δὲ εἰσ‐ πηδῶσιν, ἐκβάλλει αὐτοὺς τὸ ὕδωρ
540ἄνω. οὐκ ἀνθρώπους δὲ μόνον ἀναρ‐ ρίπτει, ἀλλὰ καὶ ἄλλο ὅ τι ἂν ἦι ζῶιον ἐκρίπτει εἰς τὸ ξηρὸν καὶ ζῶν καὶ τεθ‐
νηκός, καὶ ἁπλῶς πάντα τὰ ἐμβαλλό‐ μενα πλὴν σιδήρου καὶ ἀργύρου καὶColumn end
545χρυσοῦ καὶ χαλκοῦ· ταῦτα δὲ δέχεται κάτω. ἔστι δὲ τὸ ὕδωρ πάνυ ψυχρόν, καὶ ἡδὺ πιεῖν· ψόφον δὲ παρέχει μέγαν, ὥσπερ ὕδωρ ζέον ἐκ λέβητος. καθαίρει δὲ τὸ ὕδωρ τοῦτο ἀλφοὺς καὶ ψωριῶν‐

3c,688,F

45

(550)

τας. καλεῖται δὲ Ἰνδιστὶ βαλλάδη, Ἑλληνιστὶ δὲ ὠφελίμη. (50) εἰσὶν ἐν τοῖς ὄρεσι τοῖς Ἰνδικοῖς, ὅπου ὁ κάλαμος (§ 15) αὐτῶν φύεται, ἄνθρωποι τὸ πλῆθος αὐτῶν ἄχρι καὶ τριῶν μυριάδων. τούτων αἱ γυ‐
555ναῖκες ἅπαξ τίκτουσιν ἐν τῶι βίωι, καὶ τὰ τικτό‐ μενα ὀδόντας ἔχει καὶ τὰ ἄνω καὶ τὰ κάτω πάνυ καλούς· καὶ τὰς τρίχας τάς τε ἐν τῆι κεφαλῆι καὶ ταῖς ὀφρύσι πολιὰς ἔχει πάντα ἐκ γενετῆς καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα. μέχρι μὲν οὖν λ ἐτῶν λευκὰς ἔχει ἕκαστος τῶν ἀνθρώπων ἐκείνων τὰς τρίχας
560καθ’ ὅλου τοῦ σώματος, ἄρχονται δὲ ἐκεῖθεν μελαίνεσθαι· ἑξήκοντα δὲ ἐτῶν γενομένους ἔστιν ἰδεῖν αὐτοὺς πάσας ἔχοντας μελαίνας. ἔχουσι δὲ οὗτοι οἱ ἄνθρωποι ἀνὰ ὀκτὼ δακτύλους ἐφ’ ἑκατέραι χειρί, ὡσαύτως ἀνὰ ὀκτὼ καὶ ἐπὶ τοῖς ποσί, καὶ ἄνδρες καὶ γυναῖκες ὡσαύτως. εἰσὶ δὲ σφόδρα πολεμισταί, καὶ βασιλεῖ τῶν Ἰνδῶν ἕπονται τοξόται τούτων πεντακισχίλιοι, καὶ ἀκοντισταί. τὰ
565δὲ ὦτά φησι τηλικαῦτα ἔχειν, ὥστε τοὺς βραχίονας αὐτῶν ὑπ’ αὐτῶν καλύπτεσ‐ θαι μέχρι τῶν ἀγκώνων, καὶ ὄπισθεν τὸν νῶτον ἅπαντα συγκαλύπτειν· τὸ δὲ οὖς τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνει. (51) ταῦτα γράφων καὶ μυθολογῶν Κτησίας λέγει τἀληθέσ‐ τατα γράφειν, ἐπάγων ὡς τὰ μὲν αὐτὸς ἰδὼν γράφειν, τὰ δὲ παρ
570αὐτῶν μαθὼν τῶν ἰδόντων· πολλὰ δὲ τούτων καὶ ἄλλα θαυμασιώτερα παραλιπεῖν διὰ τὸ μὴ δόξαι τοῖς μὴ τεθεαμένοις ἄπιστα συγγρά‐ φειν. [ἐν οἷς καὶ ταῦτα.]487

3c,688,F

45a

ARRIAN. Anab. 5, 4, 2 (EUST. Dion. Per. 1143): Κτησίας μὲν δή, εἰ δή τωι ἱκανὸς καὶ Κτησίας ἐς τεκμηρίωσιν (T 11g), ἵνα μὲν στενότατος αὐτὸς αὑτοῦ ὁ Ἰνδός ἐστι,488
5τεσσαράκοντα σταδίους 〈λέγει〉 ὅτι διέχουσιν αὐτῶι αἱ ὄχθαι, ἵνα δὲ πλατύτατος, καὶ ἑκατόν·
τὸ πολὺ δὲ εἶναι αὐτοῦ τὸ μέσον τούτοιν.Column end

3c,688,F

45b

AELIAN. N.A. 17, 29: τοῦ Ἰνδῶν βασιλέως ἐλαύ‐ νοντος ἐπὶ τοὺς πολεμίους δέκα μυριάδες ἐλεφάντων προ‐ ηγοῦνται μαχίμων. ἑτέρους δὲ ἀκούω τρισχιλίους τοὺς μεγίστους τε καὶ ἰσχυροτάτους ἕπεσθαι, οἵπερ οὖν εἰσι
5πεπαιδευμένοι τὰ τείχη τῶν πολεμίων ἀνατρέπειν, ἐμ‐ πεσόντες ὅταν κελεύσηι βασιλεύς· ἀνατρέπουσι δὲ τοῖς στήθεσι. καὶ λέγει μὲν ταῦτα καὶ Κτησίας, ἀκοῦ‐
σαι γράφων. ἰδεῖν δὲ ἐν Βαβυλῶνι ὁ αὐτὸς λέ‐ γει τοὺς φοίνικας αὐτορρίζους ἀνατρεπομένους ὑπὸ τῶν489
10ἐλεφάντων τὸν αὐτὸν τρόπον, ἐμπιπτόντων τῶν θηρίων αὐτοῖς βιαιότατα· δρῶσι δ’ ἄρα, ἂν ὁ Ἰνδὸς ὁ πωλεύων
αὐτοὺς κελεύσηι δρᾶσαι τοῦτο αὐτοῖς.Column end

3c,688,F

45c

TZETZ. Chil. 7, 738: εἰ θαῦμα δὲ νομίζοι τις Ἀρράβων τοὺς καλάμους (Uranios 675 F 21), / ὁ
Τζέτζης λέγει, τοὺς Ἰνδῶν καλάμους490
5τῶι Κτησίαι / ὡς διοργυίους γράφοντι τὸ πλάτος τίς πιστεύσοι; / καὶ τοῖς τὸ
ἓν γονάτιον δύο ποιεῖν ὁλκάδας;Column end

3c,688,F

45d,Alpha

ARISTOT. H.A. 2, 1 p. 501 a 24: διστοίχους δ’ ὀδόντας οὐδὲν ἔχει τούτων τῶν γενῶν. ἔστι δέ τι, εἰ δεῖ πιστεῦσαι Κτησίαι· ἐκεῖνος γὰρ τὸ ἐν Ἰνδοῖς θηρίον, ὧι ὄνομα εἶναι μαρτιχόραν, τοῦτ’ ἔχειν ἐπ’
5ἀμφότερά φησι τριστοίχους τοὺς ὀδόντας. εἶναι δὲ μέγεθος μὲν ἡλίκον λέοντα καὶ δασὺ ὁμοίως, καὶ πόδας ἔχειν ὁμοί‐ ους, πρόσωπον δὲ καὶ ὦτα ἀνθρωποειδές, τὸ δ’ ὄμμα γλαυ‐ κόν, τὸ δὲ χρῶμα κινναβάρινον, τὴν δὲ κέρκον ὁμοίαν τῆι τοῦ σκορπίου τοῦ χερσαίου, ἐν ἧι κέντρον ἔχειν, καὶ τὰς
10ἀποφυάδας ἀπακοντίζειν· φθέγγεσθαι δ’ ὅμοιον φωνῆι ἅμα σύριγγος καὶ σάλπιγγος, ταχὺ δὲ θεῖν οὐχ ἧττον τῶν ἐλάφων, καὶ εἶναι ἄγριον καὶ ἀνθρωποφάγον.

3c,688,F

45d,Beta

AELIAN. N.A. 4, 21 (PHILES De an. propr. 38): θηρίον Ἰνδικὸν βίαιον τὴν ἀλκήν, μέγεθος κατὰ τὸν λέοντα τὸν μέγιστον, τὴν δὲ χρόαν ἐρυθρόν, ὡς κιννάβαριν εἶναι δοκεῖν, δασὺ δὲ ὡς κύνες· φωνῆι τῆι Ἰνδῶν μαρτιχόρας
5ὠνόμασται. τὸ πρόσωπον δὲ κέκτηται τοιοῦτον, ὡς δοκεῖν οὐ θηρίον τοῦτό γε ἀλλ’ ἄνθρωπον ὁρᾶν. ὀδόντες μὲν τρίσ‐ τοιχοι ἐμπεπήγασιν οἱ ἄνω αὐτῶι, τρίστοιχοι δὲ οἱ κάτω, τὴν ἀκμὴν ὀξύτατοι, τῶν κυνείων ἐκεῖνοι μείζους· τὰ δὲ ὦτα ἔοικεν ἀνθρώπωι καὶ ταῦτα, τήν γε αὐτῶν πλάσιν,491
10μείζω δὲ καὶ δασέα· τοὺς δὲ ὀφθαλμοὺς γλαυκός ἐστι, καὶ ἐοίκασιν ἀνθρωπίνοις καὶ οὗτοι. πόδας δέ μοι νόει καὶ ὄνυχας οἵους εἶναι λέοντος. τῆι δὲ οὐρᾶι ἄκραι προσήρτηται σκορπίου κέντρον, καὶ εἴη ἂν ὑπὲρ πῆχυν τοῦτο, καὶ παρ’ ἑκάτερα αὐτῶι ἡ οὐρὰ κέντροις διείληπται· τὸ δὲ οὐραῖον τὸ
15ἄκρον ἐς θάνατον ἐκέντησε τὸν περιτυχόντα καὶ διέφθειρε παραχρῆμα. ἐὰν δέ τις αὐτὸ διώκηι, ὁ δὲ ἀφίησι τὰ κέντρα πλάγια ὡς βέλη, καὶ ἔστι τὸ ζῶον ἑκηβόλον. καὶ ἐς τοὔμ‐ προσθεν μὲν ὅταν ἀπολύηι τὰ κέντρα, ἀνακλᾶι τὴν οὐράν· ἐὰν δὲ ἐς τοὐπίσω κατὰ τοὺς Σάκας, ὁ δὲ ἀποτάδην αὐτὴν
20ἐξαρτᾶι. ὅτου δ’ ἂν τὸ βληθὲν τύχηι, ἀποκτείνει· ἐλέφαντα δὲ οὐκ ἀναιρεῖ μόνον. τὰ δὲ ἀκοντιζόμενα κέντρα ποδιαῖα τὸ μῆκός ἐστι, σχοίνου δὲ τὸ πάχος. λέγει δ’ ἄρα Κτη‐ σίας, καί φησιν ὁμολογεῖν αὐτῶι τοὺς Ἰνδούς, ἐν ταῖς χώραις τῶν ἀπολυομένων ἐκείνων κέντρων ὑπανα‐
25φύεσθαι ἄλλα, ὡς εἶναι τοῦ κακοῦ τοῦδε ἐπιγονήν. φιληδεῖ δέ, ὡς ὁ αὐτὸς λέγει, μάλιστα ἀνθρώπους ἐσθίων, καὶ ἀναιρεῖ δὲ ἀνθρώπους πολλούς· καὶ οὐ καθ’ ἕνα ἐλλοχᾶι, καὶ δύο δ’ ἂν ἐπίθοιτο καὶ τρισί, καὶ κρατεῖ τῶν τοσούτων μόνος. καταγωνίζεται δὲ καὶ τῶν ζώιων τὰ λοιπά, λέοντα
30δὲ οὐκ ἂν καθέλοι ποτέ. ὅτι δὲ κρεῶν ἀνθρωπείων ἐμπιμ‐ πλάμενον τόδε τὸ ζῶιον ὑπερήδεται, κατηγορεῖ καὶ τὸ ὄνομα· νοεῖται γὰρ τῆι Ἑλλήνων φωνῆι ἡ Ἰνδῶν ἀνθρωπο‐ φάγον αὐτὸ εἶναι· ἐκ δὲ τοῦ ἔργου καὶ κέκληται. πέφυκε δὲ κατὰ τὴν ἔλαφον ὤκιστος. τὰ βρέφη δὲ τῶνδε τῶν ζώιων
35Ἰνδοὶ θηρῶσιν ἀκέντρους τὰς οὐρὰς ἔχοντα· καὶ λίθωι δὲ ἔτι διαθλῶσιν αὐτάς, ἵνα ἀδυνατῶσι τὰ κέντρα ἀναφύειν· φωνὴν δὲ σάλπιγγος ὡς ὅτι ἐγγυτάτω προίεται. λέγει δὲ
καὶ ἑωρακέναι τόδε τὸ ζῶιον ἐν Πέρσαις Κτη‐ σίας ἐξ Ἰνδῶν κομισθὲν δῶρον τῶι Περσῶν492
40βασιλε, εἰ δή τωι ἱκανὸς τεκμηριῶσαι ὑπὲρ τῶν τοιούτων Κτησίας. ἀκούσας γε μὴν τὰ ἴδιά τις τοῦδε τοῦ ζώιου, εἶτα μέντοι τῶι συγγραφεῖ τῶι Κνιδίωι προσεχέτω.

3c,688,F

45d,Gamma

PAUSAN. 9, 21, 4: θηρίον δὲ 〈τὸ〉 ἐν τῶι Κτησίου λόγωι τῶι ἐς Ἰνδούς—μαρτι〈χ〉όρα ὑπὸ τῶν Ἰνδῶν, ὑπὸ δὲ Ἑλλήνων φησὶν ἀνδροφάγον λελέχθαι—εἶναι πεί‐ θομαι τὸν τίγριν. ὀδόντας δὲ αὐτὸ τριστοίχους κατὰ ἑ〈κα〉‐
5τέραν τὴν γένυν καὶ κέντρα ἐπὶ ἄκρας ἔχειν τῆς οὐρᾶς· τούτοις δὲ τοῖς κέντροις ἐγγύθεν ἀμύνεσθαι καὶ ἀποπέμ‐ πειν ἐς τοὺς πορρωτέρω τοξότου ἀνδρὸς ὀιστῶι ἴσον, ταύτην οὐκ ἀληθῆ τὴν φήμην οἱ Ἰνδοὶ δέξασθαι δοκοῦσί μοι παρ’ ἀλλήλων ὑπὸ τοῦ ἄγαν ἐς τὸ θηρίον δείματος. (5) ἠπατήθησαν
10δὲ καὶ ἐς τὴν χρόαν αὐτοῦ· καὶ ὁπότε κατὰ τοῦ ἡλίου φανείη σφί‐ σιν ὁ τίγρις τὴν αὐγήν, ἐρυθρός τ’ ἐδόκει καὶ ὁμόχρους ἢ ὑπὸ τῆς ὠκύτητος ἢ, εἰ μὴ θέοι, διὰ τὸ ἐν ταῖς ἐπιστροφαῖς συνεχές, ἄλλως τε καὶ οὐκ ἐγγύθεν γινομένης τῆς θέας.

3c,688,F

45d,Delta

PLIN. N.H. 8, 75: apud eosdem nasci Ctesias scribit quam mantichoran appellat, triplici dentium ordine pectinatim coeuntium, facie et auriculis hominis, oculis glaucis, colore sanguineo, corpore leonis, cauda
5scorpionis modo spicula infigentem, vocis ut si miscea‐ tur fistulae et tubae concentus, velocitatis magnae, hu‐
mani corporis vel praecipue adpetentem.Column end

3c,688,F

45e,Alpha

ANTIGON. Hist. mir. 166 [F 107 XXXVIII Pf]: περὶ δὲ πυρὸς Κτη‐ σίαν φησὶν (scil. Καλλίμαχος) ἱστορεῖν, ὅτι περὶ τὴν τῶν Φασηλιτῶν χώραν ἐπὶ τοῦ τῆς
5Χιμαίρας ὄρους ἔστιν τὸ καλούμενον ἀθάνατον πῦρ· τοῦτο δὲ ἐὰν μέν τις ὕδωρ ἐμβάληι, καί‐ εσθαι βελτίον, ἐὰν δὲ φορυτὸν ἐπιβαλὼν πήξηι τις, σβέννυσθαι.

3c,688,F

45e,Beta

PLIN. N.H. 2, 236: flagrat in Phaselitis mons Chimaera, et qui‐ dem immortali diebus ac noctibus flamma. ignem eius accendi aqua, extingui vero terra
5aut fimo Cnidius Ctesias tradit.

3c,688,F

45f*,Alpha

EXCERPT. CONST. De an. 2, 67 (Suppl. Aristot. I 1 ed. Lambros p. 53, 27): εἰσὶ δὲ ἐν τοῖς Ἰνδικοῖς οἳ Πυγμαῖοι
καλοῦνται. χώρα δ’ αὐτῶν πολλὴ μέσηι ἐν τῆι493
5Ἰνδικῆι, καὶ ἄνθρωποί εἰσι μέλανες ὥσπερ οἱ ἄλλοι Ἰνδοὶ καὶ ὁμόγλωσσοι ἐκείνοις, μικροὶ δὲ κάρτα· καὶ οἱ μακρότατοι αὐτῶν εἰσι πή‐ χεων δύο, οἱ δὲ πλεῖστοι πήχεος καὶ ἡμίσεος, ἄνδρες καὶ γυναῖκες. ἕως μὲν οὖν ἂν ὦσι παῖ‐
10δες μικροί, ξύλινα ἱμάτια φοροῦσι, καὶ περιέρ‐ χονται οὕτως ἠμφιεσμένοι· ἐπειδὰν δὲ νεανίσ‐ κοι γένωνται, κομῶσι. καὶ οἱ ἄλλοι πάντες Πυγμαῖοι κόμην ἔχουσι μακροτάτην μέχρι ἐπὶ τὰ γόνατα καὶ ἔτι κατωτέρω καὶ πώγωνα
15μέγιστον πάντων ἀνθρώπων, ὥστε ἕλκεσθαί φασιν αὐτοὺς πρὸς τοῖς ποσίν, ἅτε μικρῶν ὄντων, τοὺς πώγωνας, ἐξόπισθεν δὲ τὴν κόμην εἶναι πολὺ κάτωθεν τῶν γονάτων. ἐπειδὰν οὖν τὸν πώγωνα μέγαν φύσωσιν, οὐκέτι ἀμφιέν‐
20νυνται οὐδὲν ἱμάτιον, ἀλλὰ τὰς τρίχας τὰς μὲν 〈ἐκ〉 τῆς κεφαλῆς ὄπισθεν καθίενται, τὰς δὲ ἐκ τοῦ πώγωνος ἔμπροσθεν· ἔπειτα περιπυκασά‐ μενοι τὰς τρίχας περὶ πᾶν τὸ σῶμα ζώννυνται, καὶ οὕτως ἀνθ’ ἱματίου ταῖς θριξὶν ἀμπέχον‐
25ται. καὶ τὸ αἰδοῖον σφόδρα μέγα ἔχουσιν, ὥστε ψαύειν τῶν σφυρῶν αὐτοῖς, καὶ παχύ. αὐτοὶ δέ
εἰσι σιμοί τε καὶ αἰσχροὶ καὶ οὐδὲν ἐοικότες τοῖς ἄλλοις Ἰνδοῖς· εἰσὶ δὲ καὶ αἱ γυναῖκες αὐτῶν μικραὶ καὶ αἰσχραί, ὥσπερ οἱ ἄνδρες.494
30καὶ οἱ ἵπποι αὐτῶν εἰσιν ὥσπερ κριοὶ καὶ ὀλί‐ γωι μείζονες· τὰ δὲ πρόβατα αὐτῶν ἐστι μικρὰ ὥσπερ οἱ ἄρνες· καὶ οἱ ὄνοι καὶ οἱ ἡμίονοι καὶ τὰ ἄλλα κτήνη πάντα οὐδὲν μεῖζον κριῶν.

3c,688,F

45f*,Beta

EBD. 2, 556 (p. 139, 27): (F 45 iβ) ἐν δὲ τοῖς Πυγμαίοις, ὥσπερ καὶ αὐτοὶ μικροί εἰσιν, οὕτως καὶ τὰ πρόβατα μικρά ἐστιν αὐτῶν καὶ τἄλλα πάντα.

3c,688,F

45g

AELIAN. N.A. 4, 26: τοὺς λαγὼς καὶ τὰς ἀλώπεκας θηρῶσιν οἱ Ἰνδοὶ τὸν τρόπον τοῦτον· κυνῶν ἐς τὴν ἄγραν οὐ δέονται, ἀλλὰ νεοττοὺς συλλαβόντες ἀετῶν καὶ κοράκων καὶ ἰκτίνων προσέτι τρέφουσι καὶ ἐκπαιδεύουσι
5τὴν θήραν. καὶ ἔστι τὸ μάθημα· πράωι λαγῶι καὶ ἀλώπεκι τιθασῶι κρέας προσαρτῶσι, καὶ μεθιᾶσι θεῖν, καὶ τοὺς ὄρνιθας αὐτοῖς κατὰ πόδας ἐπιπέμψαντες τὸ κρέας ἀφελέσ‐ θαι συγχωροῦσιν· οἳ δὲ ἀνὰ κράτος διώκουσι, καὶ ἑλόντες ἢ τὸν ἢ τὴν ἔχουσιν ὑπὲρ τοῦ καταλαβεῖν ἆθλον τὸ κρέας.
10καὶ τοῦτο μὲν αὐτοῖς δέλεάρ ἐστι καὶ μάλα ἐφολκόν. οὐκοῦν ὅταν ἀκριβώσωσι τὴν σοφίαν τὴν θηρατικήν, ἐπὶ τοὺς ὀρείους λαγὼς μεθιᾶσιν αὐτοὺς καὶ ἐπὶ τὰς ἀλώπεκας τὰς ἀγρίας· οἳ δὲ ἐλπίδι τοῦ δείπνου τοῦ συνήθους, ὅταν τι τού‐ των φανῆι, μεταθέουσι καὶ αἱροῦσιν ὤκιστα καὶ τοῖς δεσ‐
15πόταις ἀποφέρουσιν, ὡς λέγει Κτησίας. καὶ ὅτι ὑπὲρ τοῦ τέως προσηρτημένου κρέως αὐτοῖς τὰ σπλάγχνα τῶν
ἡιρημένων τὸ δεῖπνόν ἐστιν, ἐκεῖθεν καὶ τοῦτο ἴσμεν.Column end

3c,688,F

45h

AELIAN. N.A. 4, 27: τὸν γρῦπα ἀκούω τὸ
ζῶιον τὸ Ἰνδικὸν τετράπουν εἶναι κατὰ τοὺς λέοντας, καὶ ἔχειν ὄνυχας καρτεροὺς ὡς ὅτι μάλιστα, καὶ τούτους μέντοι τοῖς τῶν λεόντων παραπλησίους. κατάπτερον δὲ τὰ νῶτα495
5εἶναι, καὶ τούτων τῶν πτερῶν τὴν χρόαν μέλαιναν ἄιδουσι, τὰ δὲ πρόσθια ἐρυθρά φασι· τάς γε μὴν πτέρυγας αὐτὰς οὐκέτι τοιαύτας ἀλλὰ λευκάς. τὴν δέρην δὲ αὐτῶν κυανοῖς διηνθίσθαι τοῖς πτεροῖς Κτησίας ἱστορε, στόμα δὲ ἔχειν ἀετῶδες καὶ τὴν κεφαλὴν ὁποίαν οἱ χειρουργοῦντες
10γράφουσί τε καὶ πλάττουσι. φλογώδεις δὲ τοὺς ὀφθαλμούς φησιν αὐτοῦ. νεοττιὰς δὲ ἐπὶ τῶν ὀρῶν ποιεῖται· καὶ τέ‐ λειον μὲν λαβεῖν ἀδύνατόν ἐστι, νεοττοὺς δὲ αἱροῦσι. καὶ Βάκτριοι μὲν γειτνιῶντες Ἰνδοῖς λέγουσιν αὐτοὺς φύλακας εἶναι τοῦ χρυσοῦ 〈τοῦ〉 αὐτόθι· καὶ ὀρύττειν τε αὐτόν φασιν
15αὐτοὺς καὶ ἐκ τούτου τὰς καλιὰς ὑποπλέκειν, τὸ δὲ ἀπορ‐ ρέον Ἰνδοὺς λαμβάνειν. Ἰνδοὶ δὲ οὔ φασιν αὐτοὺς φρουροὺς εἶναι τοῦ προειρημένου 〈χρυσίου〉· μηδὲ γὰρ δεῖσθαι χρυ‐ σίου γρῦπας (καὶ ταῦτα εἰ λέγουσι, πιστὰ ἔμοιγε δοκοῦσι λέγειν), ἀλλὰ αὐτοὺς μὲν ἐπὶ τὴν τοῦ χρυσίου ἄθροισιν
20ἀφικνεῖσθαι, τοὺς δὲ ὑπέρ τε τῶν σφετέρων βρεφῶν δεδιέ‐ ναι καὶ τοῖς ἐπιοῦσι μάχεσθαι. καὶ διαγωνίζεσθαι μὲν πρὸς τὰ ἄλλα ζῶια, καὶ κρατεῖν ῥᾶιστα, λέοντι δὲ μὴ ἀνθίστασθαι μηδὲ ἐλέφαντι. δεδιότες δὲ ἄρα τὴν τῶνδε τῶν θηρίων ἀλ‐ κὴν οἱ ἐπιχώριοι μεθ’ ἡμέραν ἐπὶ τὸν χρυσὸν οὐ στέλλονται,
25νύκτωρ δὲ ἔρχονται· ἐοίκασι γὰρ τηνικάδε τοῦ καιροῦ λανθάνειν μᾶλλον. ὁ δὲ χῶρος οὗτος, ἔνθα οἵ τε γρῦπες διαι‐ τῶνται καὶ [τὰ χωρία] τὰ χρυσεῖά ἐστιν, ἔρημος πέφυκε δεινῶς. ἀφικνοῦνται δὲ οἱ τῆς ὕλης τῆς προειρημένης θη‐ ραταὶ κατὰ χιλίους τε καὶ δὶς τοσούτους ὡπλισμένοι, καὶ
30ἄμας κομίζουσι σάκκους τε, καὶ ὀρύττουσιν ἀσέληνον ἐπιτηροῦντες νύκτα. ἐὰν μὲν οὖν λάθωσι τοὺς γρῦπας, ὤνηνται διπλῆν τὴν ὄνησιν· καὶ γὰρ σώζονται καὶ μέντοι καὶ οἴκαδε τὸν φόρτον κομίζουσι, καὶ ἐκκαθάραντες οἱ μαθόντες χρυσοχοεῖν σοφίαι τινὶ σφετέραι πάμπολυν πλοῦ‐
35τον ὑπὲρ τῶν κινδύνων ἔχουσι τῶν προειρημένων· ἐὰν δὲ κατάφωροι γένωνται, ἀπολώλασιν. ἐπανέρχονται δὲ ἐς τὰ
οἰκεῖα, ὡς πυνθάνομαι, δι’ ἔτους τρίτου καὶ τετάρτου.496

3c,688,F

45i,Alpha

AELIAN. N.A. 3, 3 (Exc. Const. De an. 2, 518 = Suppl. Aristot. I 1 p. 132, 10): (F 45kβ) πρόβατα δὲ τὰ ἐκείνων οὐρὰς πήχεως ἔχειν τὸ πλάτος πού φησιν.

3c,688,F

45i,Beta

EXCERPT. CONST. De an. 2, 556 (Suppl. Aristot. I 1 p. 139, 13): ἐκ τοῦ Κτησίου· «τὰ πρό‐ βατα τῶν Ἰνδῶν αἵ τε αἶγες μείζονες ὄνων τῶν μεγίστων εἰσ. καὶ (τίκτει μέχρις ἓξ ἑκ)στη ὄις
5καὶ αἲξ ὡς ἐπὶ τὸ πολ· τριῶν δὲ (οὔτε τις ὄις οὔτε αἲξ) ἐλάσσω τίκτει· αἱ δὲ πλεῖσται τέσ‐ (σαρα. ἔχουσι δὲ οὐρὰς) πλατείας αἵ τε ὄις καὶ αἱ αἶγες, καὶ μακρὰς κ(αὶ ὀλίγου αὐτῆς τῆς) γῆς ψαυούσας· αἱ δὲ καὶ ἕλκουσιν ἐπὶ τῆς γῆς
10τὰ(ς κέρκ)ους· ἔχουσι δὲ ὅσον πήχεως τὸ πλά‐ τος. τῶν μὲν οὖν τοκάδων ὀί(ων ἀπο)τέμνουσι τὰς κέρκους· οὐ γὰρ οἷαί τε βαίνεσθαί εἰσιν, ἐὰν μὴ (ἀποτμη)θῶσιν αἱ οὐρα. καὶ ἐσθίειν ἡδύ ἐστι πάνυ τοῦτο. (στέατο)ς δὲ ἔχει ἑκάστη
15καὶ δέκα μνᾶς ἕλκουσα, πέντε δὲ ἑκάστη ἡ μι‐ κροτάτη οὐρ. ἔλαιον δὲ ποιοῦσιν ἀπὸ τοῦ στέ‐ ατος τούτου, καὶ ἐπὶ τῶι ὄψωι τούτωι μάλιστα χρῶνται τῶι ἐλαίωι. τῶν δὲ ἀρσένων ὀίων ἀνασχίσαντες τὴν κέρκον ἐξαιροῦσιν ὁλκὴν
20τρεῖς μνᾶς, ἐνίων δὲ καὶ τέσσαρας· εἶτα συρ‐
ράψαντες ὑγιεῖς ποιοῦσιν. εἰ γὰρ καὶ μὴ ἦν τοῦτο ποιεῖν, οὐκ ἂν ἐδύναντο αἱ ὄις τὰς κέρ‐ κους φέρειν. τοῦτο δὲ ποιοῦσι δι’ ἐνιαυτοῦ ἀε· φύει γοῦν αὖθις τὸ στέαρ, καὶ γίνεται ἡ497
25κέρκος ἧιπερ καὶ τὸ πρότερον ἦν».

3c,688,F

45k,Alpha

ARISTOT. H.A. 8, 28 p. 606 a 8: ἐν δὲ τῆι Ἰνδικῆι, ὥς φησι Κτησίας οὐκ ὢν ἀξιόπιστος, οὔτ’ ἄγριος οὔτε ἥμερος ὗς, τὰ δ’ ἄναιμα καὶ τὰ φολιδωτὰ πάντα μεγάλα.

3c,688,F

45k,Beta

AELIAN. N.A. 3, 3: ἴδια δὲ ἄρα φύσεως ζώιων καὶ ταῦτα ἦν· ὗν οὔτε ἄγριον οὔτε ἥμερον ἐν Ἰνδοῖς γίνεσθαι λέγει Κτησίας.

3c,688,F

45k,Gamma

EXCERPT. CONST. De an. 2, 572 (Suppl. Arist. I 1) p. 143, 17: ἐκ τοῦ Κτησίου· «ὗς οὔτε ἥμερός ἐστιν οὔτε ἄγριος ἐν τῆι Ἰνδικῆι ὅλως γῆι, οὐδ’ ἂν φάγοι Ἰνδῶν οὐδεὶς ὑὸς κρέας οὐδέν
5περ μᾶλλον ἢ ἀνθρώπου».Column end

3c,688,F

45l*

AELIAN. N.A. 4, 36: ἡ τῶν Ἰνδῶν γῆ, φασὶν αὐτὴν οἱ συγγραφεῖς πολυφάρμακόν τε καὶ τῶν βλαστημάτων τῶνδε δεινῶς πολύγονον εἶναι· καὶ τὰ μὲν σώζειν αὐτῶν καὶ ἐκ τῶν κινδύνων ῥύεσθαι τοὺς ὑπὸ
5τῶν δακέτων ὁμοῦ τῶι θανάτωι ὄντας (πολλὰ δὲ ἐκεῖθι τοιαῦτα), τὰ δὲ ἀπολλύναι καὶ διαφθείρειν ὀξύτατα, ὧν ἕν περ καὶ τὸ ἐκ τοῦ ὄφεως 〈τοῦ πορφυροῦ〉 γινόμενον εἴη ἄν. ἔστι δ’ ἄρα οὗτος ὁ ὄφις κατὰ σπιθαμὴν τὸ μῆκος ὅσα ἰδεῖν, χρόαν δὲ ἔοικε πορφύραι τῆι βαθυτάτηι· λευκὴν498
10δὲ κεφαλὴν καὶ οὐκέτι πορφυρᾶν περιηγοῦνται αὐτοῦ, λευκὴν δὲ οὐχ ὡς εἰπεῖν ἔπος ἀλλὰ καὶ χιόνος ἐπέκεινα καὶ γάλακτος πλέον λευκήν. ὀδόντων δὲ ἄγονός ἐστιν ὁ ὄφις οὗτος· εὑρίσκεται δ’ ἐν τοῖς πυρωδεστάτοις τῆς Ἰνδικῆς χωρίοις. καὶ δάκνειν μὲν ἥκιστός ἐστι, καὶ κατά
15γε τοῦτο φαίης ἂν τιθασὸν αὐτὸν εἶναι καὶ πρᾶον· οὗ δ’ ἂν κατεμέσηι, ὡς ἀκούω, ἢ ἀνθρώπου τινὸς ἢ θηρίου, τοῦδε τὸ μέλος διασαπῆναι ἀνάγκη πᾶν. οὐκοῦν θηραθέντα αὐτὸν ἐκ τοῦ οὐραίου μέρους ἐξαρτῶσι, καὶ οἷα εἰκὸς κάτω τὴν κεφαλὴν ἔχει καὶ ἐς γῆν ὁρᾶι· ὑπ’ αὐτῶι δὲ τῶι
20στόματι τοῦ θηρὸς ἀγγεῖόν τι τιθέασι πεποιημένον χαλκοῦ. καὶ αἱ διὰ τοῦ στόματος σταγόνες ἐκεῖναι λείβονται ἐς τοῦτο καὶ τὸ καταρρεῦσαν συνίσταταί τε καὶ πήγνυται· καὶ ἐρεῖς ἰδὼν ἀμυγδαλῆς δάκρυον εἶναι. καὶ ὁ μὲν ἀπο‐ θνήισκει ὁ ὄφις, ὑφαιροῦσι δὲ τὸ σκεῦος, καὶ τιθέασιν ἄλλο,
25χαλκοῦν καὶ ἐκεῖνο· νεκροῦ δὲ ἐκρεῖ πάλιν ὑγρὸς ἰχώρ [οὗτος], καὶ ἔοικεν ὕδατι. τριῶν δὲ ἡμερῶν ἐῶσι, καὶ συν‐ ίσταται μέντοι καὶ οὗτος. ἡ δὲ ἐπ’ ἀμφοῖν διαφορὰ κατὰ τὴν χρόαν· ἡ μὲν γὰρ δεινῶς ἐστι μέλαινα, ἡ δὲ ἠλέκτρωι εἴκασται. οὐκοῦν τούτου μὲν εἰ δοίης τινὶ ὅσον σησάμου
30μέγεθος, ἀφελὼν καὶ ἐμβαλὼν ἐς οἶνον ἢ ἐς σιτίον, πρῶτον μὲν αὐτὸν σπασμὸς περιλήψεται καὶ μάλα ἰσχυρός, εἶτα διαστρέφονταί οἱ τὼ ὀφθαλμώ, ὁ δὲ ἐγκέφαλος διὰ τῶν ῥινῶν κατολισθαίνει θλιβόμενος, καὶ ἀποθνήισκει [καὶ] οἴκτιστα μὲν ἀλλὰ ὤκιστα· ἐὰν δὲ ἔλαττον λάβηι τοῦ
35φαρμάκου, ἄφυκτα μὲν αὐτῶι καὶ ἐντεῦθέν ἐστι, χρόνωι δὲ ἀπόλλυται. ἐὰν δὲ τοῦ μέλανος ὀρέξηις, ὅπερ οὖν κατέρ‐ ρευσε τεθνεῶτος, ὡς εἶναι σησάμου καὶ τοῦτο μέγεθος, ὑπόπυος γίνεται, καὶ φθόη καταλαμβάνει τὸν λαβόντα, καὶ ἐνιαυτοῦ ἀναλίσκεται τηκεδόνι· πολλοὶ δὲ καὶ ἐς ἔτη499
40δύο προῆλθον, κατὰ μικρὰ ἀποθνήισκοντες.

3c,688,F

45m*

AELIAN. N.A. 4, 41: γένος ὀρνίθων Ἰνδικῶν βραχυτάτων καὶ τοῦτο εἴη ἄν. ἐν τοῖς πάγοις τοῖς ὑψηλοῖς νεοττεύει καὶ ταῖς πέτραις ταῖς καλουμέναις λισσαῖς, καὶ ἔστι τὸ μέγεθος τὰ ὀρνύφια ὅσονπερ ὠιὸν
5πέρδικος· σανδαρακίνην δέ μοι νόει τὴν χρόαν αὐτῶν. καὶ Ἰνδοὶ μὲν αὐτὸ φωνῆι τῆι σφετέραι δίκαιρον φιλοῦσιν ὀνομάζειν, Ἕλληνες δέ, ὡς ἀκούω, δίκαιον. τούτου τὸ ἀποπάτημα εἴ τις λάβοι ὅσον κέγχρου μέγεθος λυθὲν ἐν τῶι πώματι, εἶτα ἐς ἑσπέραν ἀπέθανεν· ἔοικε δὲ ὁ θάνατος
10ὕπνωι, καὶ μάλα γε ἡδεῖ καὶ ἀνωδύνωι, καὶ οἷον οἱ ποιη‐ ταὶ λυσιμελῆ φιλοῦσιν ὀνομάζειν ἢ ἀβληχρόν· εἴη γὰρ ἂν καὶ οὗτος ἐλεύθερος ὀδύνης καὶ τοῖς δεομένοις διὰ ταῦτα ἥδιστοσ. σπουδὴν δὲ ἄρα τὴν ἀνωτάτω τίθενται Ἰνδοὶ ἐς τὴν κτῆσιν αὐτοῦ· κακῶν γὰρ αὐτὸ ἐπίληθον ἡγοῦνται
15τῶι ὄντι. καὶ οὖν καὶ ἐν τοῖς δώροις τοῖς μέγα τιμίοις τῶι Περσῶν βασιλεῖ ὁ Ἰνδῶν πέμπει καὶ τοῦτο· ὁ δὲ καὶ τῶν ἄλλων ἁπάντων προτιμᾶι λαβών, καὶ ἀποθησαυρίζει κακῶν ἀνιάτων ἀντίπαλόν τε καὶ ἀμυντήριον, εἰ ἀνάγκη καταλάβοι. οὔκουν οὐδὲ ἔχει τις ἐν Πέρσαις αὐτὸ ἄλλος,
20ὅτι μὴ βασιλεύς τε αὐτὸς καὶ μήτηρ ἡ βασιλέως. καὶ διὰ ταῦτα ἀντικρίνοντες βασανίσωμεν τῶν φαρμάκων τοῦ τε Ἰνδικοῦ καὶ τοῦ Αἰγυπτίου ὁπότερον ἦν προτιμότερον· ἐπεὶ τὸ μὲν ἐφ’ ἡμέραν αὐτὴν ἀνεῖχέ τε καὶ ἀνέστελλε τὰ δάκρυα τὸ Αἰγύπτιον, τὸ δὲ λήθην κακῶν παρεῖχεν αἰώ‐
25νιον τὸ Ἰνδικόν· καὶ τὸ μὲν γυναικὸς δῶρον ἦν, τὸ δὲ ὄρνιθος ἢ ἀπορρήτου φύσεως, δεσμῶν τῶν ὄντως βαρυ‐ τάτων ἀπολυούσης δι’ ὑπηρέτου τοῦ προειρημένου· καὶ Ἰνδοὺς κτήσασθαι αὐτὸ εὐτυχήσαντας, ὡς τῆς ἐνταυθοῖ
φρουρᾶς ἀπολυθῆναι ὅταν ἐθέλωσιν.500

3c,688,F

45n,Alpha

APOLLON. Hist. mir. 17: Κτησίας παρ’ Ἰνδοῖς ξύλον γίνεσθαί φησιν, ὃ καλεῖται πάρηβον. τοῦτο ἐφ’ ἑαυτὸ ἕλκει πᾶν
5τὸ προσκομισθὲν αὐτῶι, οἷον χρυσόν, ἄργυρον, κασσίτερον, χαλκόν, καὶ τἆλλα μεταλλικὰ πάντα. ἕλκει δὲ καὶ τὰ σύνεγγυς ἱπτάμενα στρουθία· ἐὰν δὲ μεῖζον ἧι τὸ ξύλον, καὶ αἶγας καὶ πρό‐
10βατα καὶ τὰ ὁμήλικα ζῶια.

3c,688,F

45n,Beta

HESYCH. s.v. πάρηβον· παρὰ Κτησί‐ αι· ξύλον τι.

3c,688,F

45o

PLIN. N.H. 37, 39: Ctesias in Indis flumen esse Hypobarum, quo voca‐
5bulo significetur omnia
bona eum ferre. fluere a septentrione in exorti‐ vum oceanum iuxta montem silvestrem ar‐501
10boribus electrum ferenti‐ bus. arbores eas pittha‐ chora (?) vocari, qua appellatione significe‐ tur praedulcis suavitas.

3c,688,F

45p,Alpha

PLIN. N.H: 7, 23 (SOLIN. 52, 27): in multis autem montibus genus hominum capitibus
caninis ferarum pellibus velari, pro502
5voce latratum edere, unguibus arma‐ tum venatu et aucupio vesci horum supra CXX fuisse prodente †se Cte‐ sias scribit. (F 45t).

3c,688,F

45p,Beta

TZETZ. Chil. 7, 713: καὶ ὁ Κτησίας ἐν Ἰνδοῖς εἶναι τοιαῦτα λέγει, / ἠλεκ‐ τροφόρα δένδρα τε καὶ τοὺς Κυνοκε‐
5φάλους· / δικαίους πάνυ δέ φησι, ζῆν δ’ ἐκ τῶν ἀγρευμάτων.

3c,688,F

45p,Gamma

AELIAN. N.A. 4, 46: ἐν Ἰνδοῖς γίνεται θηρία τὸ μέγεθος ὅσον γένοιντο ἂν οἱ κάνθαροι, καί ἐστιν ἐρυθρά· κινναβάρει δὲ εἰκά‐
5σαις ἄν, εἰ πρῶτον θεάσαιο αὐτά. πό‐ δας δὲ ἔχει ταῦτα μηκίστους, καὶ προσάψασθαι μαλακά ἐστι. φύεται ἄρα ἐπὶ τῶν δένδρων τῶν φερόντων τὸ ἤλεκτρον, καὶ σιτεῖται τὸν τῶν φυτῶν
10καρπὸν τῶνδε. θηρῶσι δὲ αὐτὰ οἱ Ἰνδοὶ καὶ ἀποθλίβουσι, καὶ ἐξ αὐτῶν βάπτουσι τάς τε φοινικίδας καὶ τοὺς ὑπ’ αὐταῖς χιτῶνας καὶ πᾶν ὅ τι ἂν ἐθέλωσιν ἄλλο ἐς τήνδε τὴν χρόαν ἐκ‐
15τρέψαι τε καὶ χρῶσαι. κομίζεται δὲ ἄρα ἡ τοιάδε ἐσθὴς καὶ τῶι τῶν Περ‐
σῶν βασιλεῖ· καὶ τό γε εὐειδὲς τῆς ἐσ‐ θῆτος δοκεῖ τοῖς Πέρσαις θαυμαστόν, καὶ ἀντικρινομένη δὲ ταῖς Περσῶν503
20ἐπιχωρίοις κρατεῖ κατὰ πολὺ καὶ ἐκ‐ πλήττει, ὥς φησι Κτησίας, ἐπεὶ καὶ τῶν ἀιδομένων τῶν Σαρδιανικῶν ὀξυτέρα τέ ἐστι καὶ τηλαυγεστέρα. γίνονται δὲ ἐνταῦθα τῆς Ἰνδικῆς ἔνθα
25οἱ κάνθαροι καὶ οἱ καλούμενοι Κυνο‐ κέφαλοι, οἷς τὸ ὄνομα ἔδωκεν ἡ τοῦ σώματος ὄψις τε καὶ φύσις· τὰ δὲ ἄλλα ἀνθρώπων ἔχουσι, καὶ ἠμφιεσμένοι βαδίζουσι δορὰς θηρίων. καί εἰσι δί‐
30καιοι, καὶ ἀνθρώπων λυποῦσιν οὐδένα· καὶ φθέγγονται μὲν οὐδέν, ὠρύονται δέ, τῆς γε μὴν Ἰνδῶν φωνῆς ἐπαίουσι. τροφὴ δὲ αὐτοῖς τῶν ζώιων τὰ ἄγρια· αἱροῦσι δὲ αὐτὰ ῥᾶιστα (καὶ γὰρ ὤκισ‐
35τοι), καὶ ἀποκτείνουσι καταλαβόντες, καὶ ὀπτῶσιν οὐ πυρὶ ἀλλὰ πρὸς τὴν εἵλην τὴν τοῦ ἡλίου ἐς μοίρας διαξή‐ ναντες. τρέφουσι δὲ καὶ αἶγας καὶ οἶς· καὶ σῖτον μὲν ποιοῦνται τὰ ἄγρια, πί‐
40νουσι δὲ τὸ ἐκ τῶν θρεμμάτων γάλα ὧν
τρέφουσιν.504

3c,688,F

45q

AELIAN. N.A. 4, 52: ὄνους ἀγρίους οὐκ ἐλάττους ἵππων τὰ μεγέθη ἐν Ἰνδοῖς γίνεσθαι πέπυσμαι. καὶ λευκοὺς μὲν τὸ ἄλλο εἶναι σῶμα, τήν γε μὴν κεφαλὴν
5ἔχειν πορφύραι παραπλησίαν, τοὺς δὲ ὀφ‐ θαλμοὺς ἀποστέλλειν κυανοῦ χρόαν. κέρας δὲ ἔχειν ἐπὶ τῶι μετώπωι ὅσον πήχεως τὸ μέγεθος καὶ ἡμίσεος προσέτι· καὶ τὸ μὲν κάτω μέρος τοῦ κέρατος εἶναι λευκόν, τὸ δὲ
10ἄνω φοινικοῦν, τό γε μὴν μέσον μέλαν δει‐ νῶς. ἐκ δὴ τῶνδε τῶν ποικίλων κεράτων πίνειν Ἰνδοὺς ἀκούω, καὶ ταῦτα οὐ πάντας ἀλλὰ τοὺς τῶν Ἰνδῶν κρατίστους, ἐκ δια‐ στημάτων αὐτοῖς χρυσὸν περιχέαντας,
15οἱονεὶ ψελλίοις τισὶ κοσμήσαντας βραχίονα ὡραῖον ἀγάλματος. καί φασι νόσων ἀφύκ‐ των ἀμαθῆ καὶ ἄπειρον γίνεσθαι τὸν ἀπο‐ γευσάμενον ἐκ τοῦδε τοῦ κέρατος· μήτε γὰρ σπασμῶι ληφθῆναι ἂν αὐτὸν μήτε τῆι κα‐
20λουμένηι ἱερᾶι νόσωι, μήτε μὴν διαφθα‐ ρῆναι φαρμάκοις. ἐὰν δέ τι καὶ πρότερον ἦι πεπωκὼς κακόν, ἀνεμεῖν τοῦτο, καὶ ὑγιᾶ γίνεσθαι αὐτόν. πεπίστευται δὲ τοὺς ἄλλους τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ὄνους καὶ ἡμέρους
25καὶ ἀγρίους καὶ τὰ ἄλλα τὰ μώνυχα θηρία ἀστραγάλους οὐκ ἔχειν οὐδὲ μὴν ἐπὶ τῶι ἥπατι χολήν, ὄνους δὲ τοὺς Ἰνδοὺς λέγει Κτησίας τοὺς ἔχοντας τὸ κέρας ἀστρα‐ γάλους φορεῖν καὶ ἀχόλους μὴ εἶναι. λέ‐505
30γονται δὲ οἱ ἀστράγαλοι μέλανες εἶναι· καὶ εἴ τις αὐτοὺς συντρίψαι, εἶναι τοιοῦτοι καὶ τὰ ἔνδον. εἰσὶ δὲ καὶ ὤκιστοι οἵδε οὐ μό‐ νον τῶν ὄνων ἀλλὰ καὶ ἵππων καὶ ἐλάφων· καὶ ὑπάρχονται μὲν ἡσυχῆ τοῦ δρόμου,
35κατὰ μικρὰ δὲ ἐπιρρώνυνται, καὶ διώκειν ἐκείνους τοῦτο δὴ τὸ ποιητικὸν μεταθεῖν τὰ ἀκίχητά ἐστιν. ὅταν γε μὴν ὁ θῆλυς τέκηι, καὶ περιάγηται τὰ ἀρτιγενῆ, σύννομοι αὐτοῖς οἱ πατέρες αὐτῶν φυλάττονται τὰ
40βρέφη. διατριβαὶ δὲ τοῖς ὄνοις τῶν Ἰνδι‐ κῶν πεδίων τὰ ἐρημότατα. ἐπιόντων δὲ τῶν Ἰνδῶν ἐπὶ τὴν ἄγραν αὐτῶν, τὰ μὲν ἁπαλὰ καὶ ἔτι νεαρὰ ἑαυτῶν νέμεσθαι κατόπιν ἐῶσιν, αὐτοὶ δὲ ὑπερμαχοῦσι, καὶ ἴασι τοῖς
45ἱππεῦσιν ὁμόσε, καὶ τοῖς κέρασι παίουσι. τοσαύτη δὲ ἄρα ἡ ἰσχὺς ἡ τῶνδε ἐστίν· οὐδὲν ἀντέχει αὐτοῖς παιόμενον ἀλλὰ εἴκει καὶ διακόπτεται, καὶ ἐὰν τύχηι κατ‐ έθλασται, καὶ ἀχρεῖόν ἐστιν. ἤδη δὲ καὶ

3c,688,F

45q

(50)

ἵππων πλευραῖς ἐμπεσόντες διέσχισαν, καὶ τὰ σπλάγχνα ἐξέχεαν. ἔνθεν τοι καὶ ὀρρω‐ δοῦσιν αὐτοῖς πλησιάζειν οἱ ἱππεῖς· τὸ γάρ τοι τίμημα τοῦ γενέσθαι πλησίον θάνατός ἐστιν οἴκτιστος αὐτοῖς, καὶ ἀπόλλυνται καὶ
55αὐτοὶ καὶ οἱ ἵπποι. δεινοὶ δέ εἰσι καὶ λακτί‐
σαι· δήγματα δὲ ἄρα ἐς τοσοῦτον καθικ‐ νεῖται αὐτῶν, ὡς ἀποσπᾶν τὸ περιληφθὲν πᾶν. ζῶντα μὲν οὖν τέλειον οὐκ ἂν λάβοις, βάλλονται δὲ ἀκοντίοις καὶ ὀιστοῖς, καὶ τὰ506
60κέρατα οὕτω τὰ ἐξ αὐτῶν Ἰνδοὶ [νεκρῶν] σκυλεύσαντες ὡς εἶπον περιέπουσιν. ὄνων δὲ Ἰνδῶν ἄβρωτόν ἐστι 〈τὸ〉 κρέας· τὸ δὲ αἴτιον, πέφυκεν εἶναι πικρότατον.

3c,688,F

45r

AELIAN. N.A. 5, 3: ὁ ποταμὸς ὁ Ἰνδὸς ἄθηρός ἐστι, μόνος δὲ ἐν αὐτῶι τίκτεται σκώ‐ ληξ φασί. καὶ τὸ μὲν εἶδος αὐτῶι ὁποῖον δήπου καὶ τοῖς ἐκ τῶν ξύλων γεννωμένοις τε καὶ τρεφομένοις,
5ἑπτὰ δὲ πηχῶν τὸ μῆκος προήκουσιν οἱ ἐκεῖθι, εὑρε‐ θεῖεν δ’ ἂν καὶ μείζους ἔτι καὶ ἐλάττους· τὸ πάχος δὲ αὐτῶν δεκαετὴς παῖς γεγονὼς μόλις ταῖς χερσὶ περι‐ βάλλειν ἀρκέσειε. τούτοις δὴ ἄνω μὲν εἷς ὀδοὺς προσπέφυκε, κάτω δὲ ἄλλος, τετράγωνοι δὲ ἄμφω,
10πυγόνος δὲ τὸ μῆκος. τοσοῦτον δὲ ἄρα τῶν ὀδόντων αὐτοῖς τὸ κράτος ἐστί· πᾶν ὅ τι ἂν ὑπ’ αὐτοῖς λά‐ βωσι συντρίβουσι ῥᾶιστα, ἐάν τε λίθος ἦι ἐάν τε ἥμερον ζῶιον ἢ ἄγριον. καὶ μεθ’ ἡμέραν μὲν κάτω καὶ ἐν βυθῶι τοῦ ποταμοῦ διατρίβουσι, τῶι πηλῶι
15καὶ τῆι ἰλύι φιληδοῦντες, καὶ ἐντεῦθεν οὔκ εἰσιν ἔκδηλοι· νύκτωρ δὲ προίασιν ἐς τὴν γῆν, καὶ ὅτωι ἂν περιτύχωσιν, ἢ ἵππωι ἢ βοὶ ἢ ὄνωι, συντρίβουσιν αὐτόν, εἶτα σύρουσιν ἐς τὰ ἑαυτῶν ἤθη καὶ ἐσθίουσιν ἐν τῶι ποταμῶι, καὶ πάντα βρυκῶσι τὰ μέλη πλὴν
20τῆς τοῦ ζώιου κοιλίας. εἰ δὲ αὐτοὺς καὶ ἐν ἡμέραι πιέζοι λιμός, εἴτε κάμηλος πίνοι ἐπὶ τῆς ὄχθης εἴτε βοῦς, ὑπανερπύσαντες καὶ λαβόμενοι ἄκρων τῶν χειλέων μάλα εὐλαβῶς, ὁρμῆι βιαιοτάτηι καὶ ἕλξει ἐγκρατεῖ ἐς τὸ ὕδωρ ἄγουσι, καὶ δεῖπνον ἴσχουσι.
25δορὰ δὲ ἕκαστον περιαμπέχει τὸ πάχος καὶ δύο δακτύλων. ἄγρα δὲ κατ’ αὐτῶν καὶ θήρα τὸν τρόπον
τόνδε τετέχνασται· ἄγκιστρον παχὺ καὶ ἰσχυρὸν ἁλύσει σιδηρᾶι προσηρτημένον καθιᾶσι, προσδήσαντες αὐτῶι λευκολίνου πλατέος (?) ὅπλον, ἐρίωι κατειλή‐507
30σαντες καὶ τὸ [ἄγκιστρον] καὶ τό, ἵνα μὴ διατράγηι ὁ σκώληξ αὐτά· ἀναπήξαντες δὲ ἐς τὸ ἄγκιστρον ἄρνα ἢ ἔριφον, εἶτα μέντοι ἐς τὸ τοῦ ποταμοῦ ὕδωρ μεθιᾶσιν. ἔχονται δὲ ἄνθρωποι τοῦ ὅπλου καὶ τριάκοντα, καὶ ἕκαστος ἀκόντιόν τε ἐνηγκύληται, καὶ μάχαιραν
35παρήρτηται· καὶ παράκειται ξύλα εὐτρεπῆ, παίειν εἰ δέοι· κρανείας δέ ἐστι ταῦτα, ἰσχυρὰ ἄγαν. εἶτα περισχεθέντα τῶι ἀγκίστρωι καὶ τὸ δέλεαρ κατα‐ πιόντα τὸν σκώληκα ἕλκουσι, θηραθέντα δὲ ἀποκτεί‐ νουσι, καὶ πρὸς τὴν εἵλην κρεμῶσι τριάκοντα ἡμε‐
40ρῶν. λείβεται δὲ ἐξ αὐτοῦ ἔλαιον παχὺ ἐς ἀγγεῖα κε‐ ράμου· ἀφίησι δὲ ἕκαστον ζῶιον ἐς κοτύλας δέκα. τοῦτο δὴ τὸ ἔλαιον βασιλεῖ τῶν Ἰνδῶν κομίζουσι, σημεῖα ἐπιβάλλοντες· ἔχειν γὰρ αὐτοῦ ἄλλον οὐδὲ ὅσον ῥανίδα ἐφεῖται. ἀχρεῖον δέ ἐστι τὸ λοιπὸν τοῦ
45ζώιου σκῆνος. ἔχει δὲ ἄρα τὸ ἔλαιον ἰσχὺν ἐκείνην· ὅντινα ἂν ξύλων σωρὸν καταπρῆσαί τε καὶ ἐς ἀνθρα‐ κιὰν στορέσαι θελήσηις, κοτύλην ἐπιχέας τοῦδε ἐξά‐ ψεις, μὴ πρότερον ὑποχέας πυρὸς σπέρμα· εἰ δὲ καταπρῆσαι ἄνθρωπον ἢ ζῶιον, σὺ μὲν ἐπιχεῖς, τὸ δὲ

3c,688,F

45r

(50)

παραχρῆμα ἐνεπρήσθη. τούτωι τοί φασι τὸν τῶν Ἰνδῶν βασιλέα καὶ τὰς πόλεις αἱρεῖν τὰς ἐς ἔχθραν προελθούσας οἱ, καὶ μήτε κριοὺς μήτε χελώνας μήτε τὰς ἄλλας ἑλεπόλεις ἀναμένειν, ἐπεὶ καταπιμπρὰς ἥιρηκεν· ἀγγεῖα γὰρ κεραμεᾶ ὅσον κοτύλην ἕκαστον
55χωροῦντα ἐμπλήσας αὐτοῦ καὶ ἀποφράξας ἄνωθεν ἐς τὰς πύλας σφενδονᾶι, ὅταν τε τύχηι 〈τῶν〉 θυρί‐ δων, τὰ μὲν ἀγγεῖα προσαράττεται καὶ ἀπερράγη, καὶ τὸ ἔλαιον κατώλισθε, καὶ τῶν θυρῶν πῦρ κατε‐ χύθη, καὶ ἄσβεστόν ἐστι· καὶ ὅπλα δὲ κάει καὶ ἀν‐
60θρώπους μαχομένους, καὶ ἄπλητόν ἐστι τὴν ἰσχύν. κοιμίζεται δὲ καὶ ἀφανίζεται πολλῶι φορυτῶι κατα‐508
χυθέντι. λέγει ὁ Κνίδιος Κτησίας ταῦτα.Column end

3c,688,F

45s,Alpha

ANTIGON. Hist. mir. 150: περὶ δὲ λιμνῶν Κτησίαν μὲν ἱστορεῖν λέγει (scil. Καλλίμα‐ χος [F 407 XXII Pf.]) τῶν ἐν Ἰνδοῖς
5λιμνῶν τὴν μὲν τὰ εἰς αὐτὴν ἀφιέμενα 〈μὴ〉 καταδέχεσθαι, καθάπερ τὴν ἐν Σικελίαι καὶ Μήδοις, πλὴν χρυσίον καὶ σίδηρον καὶ χαλκόν· καὶ ἄν τι ἐμπέσηι πλάγιον, ὀρθὸν ἐκβάλλειν·
10ἰᾶσθαι δὲ τὴν καλουμένην λεύκην. τῆι δ’ ἑτέραι (F 45 § 25) κατὰ τὰς εὐδια‐ ζούσας ἡμέρας ἐπιπολάζειν ἔλαιον.

3c,688,F

45s,Beta

PARADOX. FLOR. 3: κρήνη ἐν Ἰν‐
δοῖς, ἣ τοὺς κολυμβῶντας ἐπὶ τὴν γῆν ἐκβάλλει ὡς ἀπ’ ὀργάνου, ὡς ἱστορεῖ Κτησίας.509

3c,688,F

45t

PLIN. N.H. 7, 23: (F 45p) et in quadam gente Indiae fe‐ minas semel in vita pa‐
5rere, genitosque statim
canescere.Column end

3c,688,F

46a

AELIAN. N.A. 16, 31: λέγει δὲ ἄρα Κτησίας ἐν λόγοις Ἰνδικοῖς τοὺς καλουμένους Κυναμολγοὺς τρέφειν κύνας πολλοὺς κατὰ τοὺς Ὑρκανοὺς τὸ μέγεθος, καὶ εἶναί γε ἰσχυρῶς κυνοτρόφους. καὶ τὰς αἰτίας ὁ Κνίδιος ἐκείνας λέγει· ἀπὸ τῶν θερινῶν τροπῶν ἐς μεσοῦντα χειμῶνα ἐπι‐
5φοιτῶσιν αὐτοῖς ἀγέλαι βοῶν, οἱονεὶ μελιττῶν σμῆνος ἢ σφηκιὰ κεκινημένη· πλῆθος ἀριθμοῦ κρείττους οἱ βόες· εἰσὶ δὲ ἄγριοι καὶ ὑβρισταί, καὶ ἐς κέρας θυμοῦνται δεινῶς. οὔκουν ἔχοντες αὐτοὺς ἀναστέλλειν ἑτέρως, οἳ δὲ τοὺς τρο‐ φίμους αὑτῶν κύνας ἐπ’ αὐτοὺς ἀφιᾶσιν ἐς τοῦτο ἀεὶ τρεφομένους, οἵπερ οὖν καταγωνίζονταί τε καὶ διαφθείρουσιν αὐτοὺς ῥᾶιστα. εἶτα τῶν κρεῶν τὰ μὲν
10δοκοῦντά σφισιν ἐς ἐδωδὴν ἐπιτήδεια ἐξαιροῦσι, τὰ δὲ λοιπὰ τοῖς κυσὶν ἀπο‐ κρίνουσι, καὶ μάλα γε ἀσμένως κοινωνοῦντες αὐτοῖς, ὥσπερ οὖν εὐεργέταις ἀπαρ‐ χόμενοι. κατὰ τὴν ὥραν δὲ καθ’ ἣν οὐκέτι φοιτῶσιν οἱ βόες, συνθήρους αὐτοὺς ἐπὶ τοῖς ζώιοις τοῖς ἄλλοις ἔχουσι. καὶ τῶν θηλειῶν ἀμέλγουσι τὸ γάλα, καὶ ἐκ τούτου κέκληνται· πίνουσι γὰρ αὐτό, ὥσπερ οὖν ἡμεῖς τὸ τῶν οἰῶν τε καὶ τῶν
15αἰγῶν.

3c,688,F

46b

POLLUX 5, 41: οἱ δὲ Κυναμολγοὶ κύνες εἰσὶ περὶ τὰ ἕλη τὰ μεσημ‐ βρινά, γάλα δὲ βοῶν ποιοῦνται τὴν τροφήν· καὶ τοὺς ἐπιόντας τοῦ θέρους τῶι ἔθνει βοῦς Ἰνδικοὺς καταγωνίζονται, ὡς ἱστορεῖ Κτησίας.

3c,688,F

47a

ANTIGON. Hist. mir. 146: (F 1 l α) τὴν δ’ ἐν τοῖς Ἰνδοῖς κρήνην 〈Σ〉ίλαν οὐδὲ τὸ κουφότατον τῶν 〈ἐμ〉βληθέντων ἐᾶν ἐπιμένειν, ἀλλὰ πάντα· καθέλκειν· καὶ ταῦτα δὲ πλείους εἰρήκασιν καὶ ἐπὶ πλειόνων ὑδάτων.

3c,688,F

47b

PLIN. N.H. 31, 21: Clesias tradit †Siden vocari stagnum in Indis, in quo nihil innatet, omnia mergantur

3c,688,F

48a

ARISTOT. H.A. 3, 22 p. 523a 26: ψευδὲς δ’ ἐστὶ καὶ ὃ Κτησίας γέγραφε περὶ τῆς γονῆς τῶν ἐλεφάντων.

3c,688,F

48b

—De gen. an. 2, 2 p. 736a 2 Κτησίας γὰρ ὁ Κνίδιος ἃ περὶ τοῦ σπέρματος τῶν ἐλεφάντων εἴρηκε, φανερός ἐστι ἐψευσμένος· φησὶ γὰρ οὕτω σκληρύνεσθαι ξηραινόμενον, ὥστε γίνεσθαι ἠλέκτρωι ὅμοιον.
510
5τοῦτο δ’ οὐ γίνεται.

3c,688,F

49a

ARRIAN. Ind. 3, 6: Κτησίης δὲ ὁ Κνίδιος τὴν Ἰνδῶν γῆν ἴσην τῆι ἄλληι Ἀσίηι λέγει.

3c,688,F

49b

STRABON 15, 1, 12: Κτησίου μὲν οὐκ ἐλάττω τῆς ἄλλης Ἀσίας τὴν Ἰνδικὴν λέγοντος.

3c,688,F

50

ATHEN. 10, 45 p. 434 D (EUST. HOM. Od. ς 3): Κτησίας δὲ παρ’ Ἰνδοῖς φησιν οὐκ εἶναι τῶι βασιλεῖ μεθυσθῆναι.

3c,688,F

51a

PLIN. N.H. 7, 23: (F 45 pα; t) idem hominum genus qui Monocoli vocarentur (scil. scribit), singulis cruribus, mirae pernicitatis ad saltum; eosdem Sciapodas vocari, quod in maiore aestu humi iacentes re‐ supini umbra se pedum protegant. non longe eos a Trogodytis abesse, rur‐
5susque ab his occidentem versus quosdam sine cervice oculos in umeris ha‐ bentes (24) sunt et Satyri subsolanis Indorum montibus (Catarcludorum dicitur regio), pernicissimum animal, tum quadrupedes, tum recte currentes humana effigie; propter velocitatem nisi senes aut aegri non capiuntur. (Es folgt Tauron 710 F 1).

3c,688,F

51b

TZETZ. Chil. 7, 629: Καρυανδέως Σκύλακος (709 F 7) ὑπάρχει τι βιβλίον / περὶ τὴν Ἰνδικὴν γράφον ἀνθρώπους πεφυκέναι, / οὕσπερ φασὶ Σκιάποδας καί γε τοὺς Ὠτολίκ‐ νους / .... / ὅτι δ’ εἰσὶ τῶν ἀληθῶν, ἄλλοι φασὶ μυρίοι / τοιαῦτα καὶ καινότερα θεά‐ σασθαι ἐν βίωι, / Κτησίας καὶ Ἰάμβουλος (V), Ἰσίγονος (IV), Ῥηγῖνος (IV), / Ἀλέ‐
5ξανδρος (273 F 141), Σωτίων τε (IV) κτλ.

3c,688,F

52

PLIN. N.H. 7, 28: (Onesikritos 134 F 11). Crates Pergamenus (F 13 Mette) Indos qui centenos annos excedant Gymnetas appellat; non pauci Macrobios. Ctesias gentem ex his, quae appelletur Pandarae, in convallibus sitam annos ducenos vivere, in iuventa candido capillo qui in senectute nigrescat. (29)
5contra alios quadragenos non excedere annos, iunctos Macrobiis, quorum fe‐ minae semel pariant. idque et Agatharchides (86 F 22) tradit; praeterea locustis eos ali et esse pernices. Mandorum (?) nomen iis dedit Clitarchus (137 F 23); et Megasthenes (715 F 13d) trecentos 〈sexaginta quin〉que eorum vicos adnumerat; feminas septimo aetatis anno parere, senectam quadragesimo accidere.

3c,688,F

53

ATHEN. 2, 74 p. 67 A: (F 38) ὃς καὶ καταλέγων ἐν τῶι Περὶ
τῶν κατὰ τὴν Ἀσίαν φόρων †τούτωι βιβλίωι πάντα τὰ τῶι βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον (F 39) οὔτε πεπέρεως (F 63) μέμνηται οὔτε ὄξους.511

3c,688,F

54

ATHEN. 10, 59 p. 442 B: Βαίτων γοῦν ὁ Ἀλεξάνδρου βηματιστὴς ἐν τῶι ἐπιγραφομένωι Σταθμοὶ τῆς Ἀλεξάνδρου πορείας (119 F 1) καὶ Ἀμύν‐ τας ἐν τοῖς Σταθμοῖς (122 F 5) τὸ τῶν Ταπύρων ἔθνος φασὶν οὕτω φίλοινον εἶναι ὡς καὶ ἀλείμματι ἄλλωι μηδενὶ χρῆσθαι ἢ τῶι οἴνωι. τὰ δ’ αὐτὰ ἱστορεῖ
5καὶ Κτησίας ἐν τῶι Περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων· οὗτος δὲ καὶ δικαιοτάτους αὐτοὺς λέγει εἶναι.

3c,688,F

55

STEPH. BYZ. s.v. Σίγυννος· πόλις †Αἰγυπτίων, ὡς Κτησίας ἐν α Περίπλων. οἱ πολῖται Σίγυννοι.

3c,688,F

56

SCHOL. APOLL. RHOD. 2, 1015b: Ἱρὸν δ’ αὖτ’ ἐπὶ τοῖσιν (scil. Τιβαρηνοῖς) ὄρος ... ἧι ἔνι Μοσσύνοικοι] τοῦτο καθῆκόν ἐστιν εἰς τὸν Εὔξεινον πόντον· μέμνηται αὐτοῦ καὶ Κτησίας ἐν τῶι α Περιόδων καὶ Σουίδας ἐν β (602 F 3) περὶ τοὺς λεγομένους Μάκρωνας· ἀκριβέστερον δὲ ὁ Ἀγάθων ἐν τῶι
5τοῦ Πόντου Περίπλωι (801 F 1) ἑκατὸν ἀπέχειν σταδίους αὐτό φησι τῆς Τρα‐ πεζοῦντος. ὁ δὲ Εἰρηναῖος Μνησίμαχόν φησι περὶ αὐτοῦ ἱστορεῖν ἐν τῶι α Περὶ Σκυθῶν (841 F 1), ἀγνοῶν· ὁ γὰρ Μνησίμαχος ἐν τῆι Εὐρώπηι μέμνηται κειμένης τῆς Σκυθικῆς, ὁ δὲ Ἀπολλώνιος καὶ οἱ προειρημένοι ἐν τῆι Ἀσίαι καταλέγονται. τρίτον ἐστὶν Ἱερὸν ὄρος τῆς Θράικης.

3c,688,F

57*

SCHOL. APOLL. RHOD. 2, 399/401: ἔνθα δ’ ἐπ’ ἠπείροιο Κυ‐ ταιίδος ἠδ’ Ἀμαραντῶν / τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο / Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει] Ἀμαραντῶν δὲ περισπωμένως, ὥς φησιν Ἡρωδιανὸς ἐν
τῆι Καθόλου (I 222, 17 L). Ἀμαραντά· πόλις ἐν τῶι Πόντωι· ὡς δὲ αὐτός φησιν, ὄρη τῆς512
5Κολχίδος, ἀφ’ ὧν ὁ Φᾶσις ποταμὸς καταφέρεται· ὅπερ ἀγνοήσας Ἡγησίστρατος ὁ Ἐφέσιος Ἀμαραντίους ἀπέδωκε λειμῶνας τοῦ Φάσιδος διὰ τὸ εὐθαλεῖς εἶναι καὶ ἀμα‐ ράντους. ὅτι δὲ τὰ Ἀμαραντὰ ὄρη ἐστὶ Κόλχων, ἱστορεῖ Κτησίας ἐν β. ὁ δὲ Φᾶσις φέρεται μὲν ἀπὸ Ἀρμενίας ὀρῶν, ὥς φησιν Ἐρατοσθένης (V), ἐκδίδωσι δὲ κατὰ Κόλχους εἰς θάλασσαν.

3c,688,F

58*

STEPH. BYZ. s.v. Τίριζα· πόλις Παφλαγονίας. τὸ ἐθνικὸν Τίριζοι· Κτησίας δὲ Τιριβιζανοὺς αὐτούς φησιν ἐν τῶι β «ἐκ δὲ τῶν Ὀδρυσῶν εἰς Τιριβιζανοὺς οἰκοῦντας ἐν Πα〈φλαγονίαι〉.»

3c,688,F

59

STEPH. BYZ. s.v. Κοσύτη· πόλις Ὀμβρική· Κτησίας γ Περι‐ ηγήσεων. τὸ ἐθνικὸν Κοσυταῖος ὡς Μοτυαῖος τῆς Μοτύης [Σικελίας πόλις].

3c,688,F

60

HARPOKR. (SUD. Σ 601) s.v. Σκιάποδες· Ἀντιφῶν ἐν τῶι Περὶ ὁμονοίας (Vorsokr. 87 [80] B 45). ἔθνος ἐστὶ Λιβυκόν. Κτησίας ἐν Περί‐ πλωι Ἀσίας φησίν· «ὑπὲρ δὲ τούτων Σκιάποδες ὄνομα τούς τε πόδας ὥσπερ οἱ χῆνες ἔχουσι κάρτα πλατέας, καὶ ὅταν θέρμη ἦι,
5ὕπτιοι ἀναπεσόντες, ἄραντες τὰ σκέλη σκιάζονται τοῖς ποσίν.»

3c,688,F

61a

ANTIGON. Hist. mir. 165: τὸ δ’ ἐκ τῆς πέτρας Ἀρμενίων ἐκπίπτον (scil. ὕδωρ) Κτησίαν ἱστορεῖν (scil. φησὶν Καλλίμαχος [F 407 XXXVII Pf]) ὅτι συμβάλλει ἰχθῦς μέλανας, ὧν τὸν ἀπογευσάμενον τελευτᾶν.

3c,688,F

61b

PLIN. N.H. 31, 25: Ctesias in Armenia fontem esse scribit, ex quo ni‐
gros pisces ilico mortem adferre in cibis.513

3c,688,F

62

HARPOKR. s.v. ὑποκυδεῖς γάρ εἰσιν οἱ τόποι· Δείναρκος ἐν τῶι κατὰ Στεφάνου. ὑποκυδής ἐστιν ὁ δίυγρος, ὡς ἐκ τῆς γ Κτησίου φανερόν ἐστιν. Εὐφορίων (F 181 Scheidw) «οἷόν θ’ εἱαμενῆς ὑποκυδέος». ἐν ἐνίοις μέντοι τῶν ἀντι‐ γράφων παρὰ τῶι ῥήτορι γέγραπται «ὑπόκοιλοι».

3c,688,F

63

IOANN. LYD. De mens. 4, 14: ἡ γένεσις τοῦ πιπέρεως κατὰ τοὺς παλαιοὺς καὶ Κτησίαν τὸν Κνίδιον τοιαύτη· ἔθνος ἐστὶ κατὰ τὴν Ἀζού‐ μην, Βησσάδαι τοὔνομα, σώμασι σμικροῖς καὶ ἀδρανεστάτοις κεχρημένοι, κε‐ φαλαῖς μεγάλαις καὶ ἀκάρτοις καὶ παρὰ τὴν Ἰνδῶν φύσιν ἁπλόθριξιν· σπηλαίοις
5δὲ ἐνοικοῦσιν ὑπογείοις, καὶ κρημνοβατεῖν ἐπιστάμενοι διὰ τὴν τοῦ τόπου συν‐ τροφίαν. οὗτοι ἀπὸ δενδρυφίων κολοβῶν ταῖς θάμνοις παραφυομένων τὸ πέπερι δρεπόμενοι συνάγουσιν. ὁ δὲ Μάξιμός φησι· «φυτόν ἐστι ἐν τῆι Ἰνδίαι πρῶτον μὲν ἀνάκανθον, φυτουργούμενον δὲ ὡς ἄμπελος ἀναδενδρὰς ἢ ὑπὸ χάρακα, φέρει δὲ τὸν καρπὸν βοτρυώδη ὡς τερέβινθος, ἔχει δὲ φύλλον κισσῶδες ὑπόμακρον. φυτευόμενον δὲ τριετὲς
10ἄρχεται καρποφορεῖν· θνήσκει δὲ ὀκταετές. τρυγηθὲν δὲ οὐ φρυγόμενον μελαίνεται, ἀλλ’ ἐκ τοῦ ἐν τῶι ἡλίωι διατίθεσθαι, ὅθεν συμβαίνει τὸ σκιόψυκτον λευκὸν διαμένειν».

3c,688,F

64*

SERV. DAN. VERG. Ge. 1, 30: Thyle insula est Oceani inter septemtrionalem et occidentalem plagam, ultra Britanniam, Hiberniam, Orcadas. in hac Thyle cum sol in cancro est, dies continuus sine noctibus esse dicitur. multa praeterea miracula de hac insula feruntur, sicut apud Graecos
5Ctesias et Diogenes, apud Latinos Sammonicus dicit.

3c,688,F

65*

SCHOL. BERN.; BREV. EXPOS. VERGIL. Ge. 1, 482 (App. Serv. p. 275 Hagen): fluviorum rex Eridanus] Padum dicit. ubi sit Heridanus, multi haerent. †Eusebius ipsum esse Rhodanum putat propter magnitudinem; Ctesias hunc in India esse, Choerilus (696 F 34f) in
5Germania, in quo flumine Phaethon extinctus est, Ion (F 62 N2) in Achaia.514

3c,688,F

66

STRABON 16, 4, 20: Ἐρυθρὰν γὰρ λέγειν τινὰς τὴν θάλατταν ἀπὸ τῆς χροιᾶς τῆς ἐμφαινομένης κατ’ ἀνάκλασιν, εἴτε ἀπὸ τοῦ ἡλίου κατὰ κορυφὴν ὄντος εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ἐκ τῆς ἀποκαύσεως· ἀμφοτέ‐ ρως γὰρ εἰκάζειν. Κτησίαν δὲ τὸν Κνίδιον πηγὴν ἱστορεῖν ἐκδιδοῦ‐
5σαν εἰς τὴν θάλατταν ἐρευθὲς καὶ μιλτῶδες ὕδωρ. Ἀγαθαρχίδην δὲ τὸν ἐκείνου πολίτην (De Mar. R. 2—6) παρά τινος Βόξου, 〈Πέρσου〉 τὸ γένος, ἱστορῆσαι, διότι Πέρσης τις Ἐρύθρας .... πρῶτος περαιωθείη πρὸς τὴν νῆσον .... ἀποίκους δ’ ἐκεῖ στεῖλαί τε καὶ τὰς ἄλλας νήσους καὶ τὴν παραλίαν, ἐπώνυμον δὲ ποιήσειεν ἑαυτοῦ τὸ πέλαγος. τοὺς δὲ (Deinias 306 F 7) Περσέως
10υἱὸν ἀποφαίνεσθαι τὸν Ἐρύθραν, ἡγήσασθαί τε τῶν τόπων.

3c,688,F

67

GALEN. zu Hippokr. Π. ἀρθρ. ἐμβολῆς 70 (XVIII A p. 731 Kühn): κατεγνώκασιν Ἱπποκράτους ἐπεμβάλλειν ἐπιχειροῦντος τὸ κατ’ ἰσχίον ἄρθρον, ὡς ἂν ἐκπίπτον αὐτίκα, πρῶτος μὲν Κτησίας ὁ Κνίδιος (T 4) ....

3c,688,F

68

OREIBAS. Collect. med. 8, 8: Κτησίου περὶ ἑλλεβόρου· «ἐπὶ τοῦ ἐμοῦ πατρὸς καὶ τοῦ ἐμοῦ πάππου ἰατρὸς οὐδεὶς ἐδίδου ἑλλέβορον· οὐ γὰρ ἠπίσταντο τὴν κρᾶσιν αὐτοῦ καὶ τὸ μέτρον καὶ τὸν σταθμὸν ὁπόσον χρὴ διδόναι. εἰ δέ τις καὶ ἐδίδου ἑλλέβορον, διαθέσθαι πρῶτον ἐκέλευεν
5ὡς μέγαν κίνδυνον μέλλοντα κινδυνεύειν, τῶν τε πινόντων πολλοὶ μὲν ἀπεπνίγοντο, ὀλίγοι δὲ περιεγίνοντο. νῦν δὲ δοκεῖ ἀσφαλέστατον εἶναι».

3c,688,F

69

TZETZ. Chil. 3, 83—101: ὁ Ἀσσυρίων βασιλεὺς ὁ Σέσωστρις ἐκεῖνος, / κατὰ δὲ τὸν Διόδωρον (1, 53) Σεσόωσις τὴν κλῆσιν, / τῶν Ἀσσυρίων μοναρχῶν ἦρχε τῆς γῆς ἁπάσης, / ζευγνύων ἐν τῶι ἅρματι τούτου τοὺς βασιλέας, / καὶ ὑπ’ αὐτῶν συρόμενος, ὥσπερ ὑφ’ ἵππων ἄλλοι, / καὶ κοσμοκράτωρ καὶ θεὸς ἐκέκλητο τοῖς τότε. / τούτου ποτέ
5τις βασιλεὺς κατέστειλε τὸν τῦφον, / τῆς τύχης τὸ ἀσύστατον δι’ αἰνιγμῶν προδείξας. / ἕλκων τὸ ἅρμα γὰρ αὐτὸς τὰς τροχιὰς ἑώρα, / βραδεῖαν δὲ τὴν βάδισιν οὕτως ὁρῶν ἐποίει. / ὡς δὲ πρὸς τοῦτον ἔλεξεν ὁ Σέσωστρις ἐκεῖνος / ‘τί καταργεῖς πρὸς τὴν ὁδόν, ἄνθρωπε; τάχει λέγε‘. / ὁ δὲ ‘τροχῶν τὰς συστροφὰς βλέπων‘ φησίν ‘οὐ τρέχω‘. / γνοὺς τοιγαροῦν ὁ Σέσωστρις ὅπερ αὐτὸς ἐδήλου, / συστέλλει τὸ ἀγέρωχον, ἀποζευγνύει τού‐
10τους, / καὶ τοῦ λοιποῦ τοῖς σύμπασιν ἦν πρᾶιός τε καὶ σώφρων. / Κτησίας καὶ Ἡρόδοτος (—), Διόδωρος (1, 58, 2) καὶ Δίων (or. 71, 17?), / καὶ Καλλισθένης (124 F 59 bis) σὺν αὐτοῖς, Σιμόκατος (Hist. 6, 11) καὶ ἄλλοι / τῆς ἱστορίας μέμνηνται στενῶς, οἱ δὲ πλατέως.

3c,688,F

70

TZETZ. Chil. 3, 640/7: ... καὶ τί τὸν Κῦρόν σοί φημι χαρίτων μνημο‐ νεύειν; / νόμος κοινός τις Περσικός ἐστι κατ’ ἀχαρίστων, / τοὺς δυναμένους σύμπαντας
χάριν ἀποδιδόναι, / καὶ μὴ διδόντας ἰσχυρῶς εὐθύνων καὶ κολάζων. / τοὺς ἀχαρίστους οἴονται καὶ γὰρ πρὸς τὴν πατρίδα / καὶ πρὸς γονεῖς καὶ πρὸς θεὸν ἀσεβεστάτους εἶναι. /515
5τὴν μὲν τοῦ Κύρου Ξενοφῶν (Kyrup. 1, 2, 7), τὴν δὲ τοῦ Πέρσου νόμου / Κτησίας καὶ Ἡρόδοτος (1, 137, 1; 3, 140; 6, 30, 2; 8, 85, 3?) γράφουσιν ἱστορίαν.

3c,688,F

71

TZETZ. Chil. 8, 985/92: Ἡρόδοτος (3, 110/2), Διόδωρος (2, 49), Κτησίας, πάντες ἄλλοι / λέγουσι τὴν Εὐδαίμονα τυγχάνειν Ἀραβίαν, / ὥσπερ καὶ γῆν τὴν Ἰνδικήν, εὐωδεστάτην ἄγαν, / ἀρώμασιν ἐκπνέουσαν ὡς καὶ τὴν γῆν ἐκείνης, / καὶ λίθους κοπτο‐ μένους δὲ ταύτης ἀρωματίζειν. / τοὺς δὲ ἀνθρώπους τοὺς ἐκεῖ λυθέντας εὐωδίαις, / ὀστᾶ
5τινα καὶ κέρατα καὶ φύσεις τὰς ὀζώδεις / τότε καπνίζεσθαι λοιπὸν καὶ ἀνακτᾶσθαι πάλιν.

3c,688,F

72

ANTIGON. Hist. mir. 116: φησὶν δ’ * ὁ ἱστοριογράφος Ἀρσάμην τὸν Πέρσην εὐθὺς ἐκ γενετῆς ὀδόντας ἔχειν.

3c,688,F

73

[PLUTARCH.] De fluv. 21, 5 (= STOB. Flor. 4, 36, 20): γεννᾶται δ’ ἐν αὐτῶι (scil. τῶι Τεύθραντι ὄρει τῆς Μυσίας) λίθος ἀντιπαθὴς καλούμενος, ὃς κάλλιστα ποιεῖ πρὸς ἀλφοὺς καὶ λέπρας δι’ οἴνου τριβόμενος καὶ τοῖς πάσχουσιν ἐπιτιθέμενος, καθὼς ἱστορεῖ Κτησίας ὁ Κνίδιος ἐν β Περὶ ὀρῶν.

3c,688,F

74

[PLUTARCH.] De fluv. 19, 2: γεννᾶται δ’ ἐν τῶι ποταμῶι τούτωι (scil. τῶι Ἀλφειῶι) βοτάνη κεγχρῖτις προσαγορευομένη, μελικήρωι παρόμοιος, ἣν οἱ ἰατροὶ καθ‐ έψοντες πιεῖν διδόασι τοῖς ἀπηλλοτριωμένας ἔχουσι τὰς φρένας, καὶ ἀπαλλάττουσιν
αὐτοὺς τῆς μανίας, καθὼς ἱστορεῖ Κτησίας ἐν α Περὶ ποταμῶν.516