TLG 0752 005 :: EUTECNIUS :: Paraphrasis in Oppiani halieutica (fort. auctore Eutecnio) EUTECNIUS Soph., vel Eutechnius Paraphrasis in Oppiani halieutica (fort. auctore Eutecnio) Citation: Book — section — (line) | ||
31* | ............................ ... τοῦ λίνου πρὸς τὸν αἰγιαλὸν ἐξέλκονται ἀγρευθέντες. | |
3.2 | Ταῖς ῥαφίσιν δὲ ὡς λεπταῖς διεξελθεῖν μὲν τοῦ λίνου ῥᾴδιον· ἁλίσκονται δὲ ἑτέρως. Ὀργή τις αὐτὰς φυγούσας ἤδη πρὸς τὸ δίκτυον ἐπανάγει καὶ κατατέμνειν αὐτὸ τοῖς ὀδοῦσιν ἐθέλουσιν· τὸ δὲ ἐμφύεταί τε ἀκριβῶς αὐταῖς καὶ | |
5 | οὐ μεθίησιν ἑλκομένας. Οἱ δὲ συνόδοντες, ὥσπερ λόχου τι‐ νὸς φυλάττοντες εὐκοσμίαν, νήχονται μὲν ἐν τάξει, ἀγκί‐ στρῳ δὲ οὐ προσίασιν ἐπιβληθέντι, ἀλλὰ καὶ ἀποφεύγουσιν ἰδόντες αὐτίκα, μέχρις ἂν εἷς ἁρπάσῃ τὸ δέλεαρ προσεκ‐ πηδήσας τῆς τάξεως· τότε δὲ πάντες ἀναθαρροῦσιν ὥσπερ | |
---|---|---|
10 | ἀλλήλοις ἐπὶ τῇ τροφῇ συνηδόμενοι, σπεύδουσί τε ἐπὶ τὴν θήραν αὐτόματοι. | |
3.3 | Τοὺς μὲν θύννους Ὠκεανὸς μὲν τίκτει, πρὸς δὲ τὴν λοιπὴν θάλασσαν ἐξάγει τὸ ἔαρ μετὰ τὴν μίξιν· καὶ πρῶτον μὲν αὐτοὺς οἱ κράτιστοι θηρῶσιν Ἴβηρες, μετ’ ἐκείνους δὲ οἱ τὴν Φωκίδα γῆν ποτε οἰκήσαντες Κελτοί (ποταμῷ δέ | |
5 | εἰσιν Ἠριδανῷ πρόσοικοι), ἐπὶ τούτοις δὲ Σικελοί, οὓς ἡ Τρινακρία νῆσος παρὰ τὸ Τυρρηνικὸν πέλαγος τρέφει, Σι‐ κελίαν δὲ παραμείψαντες ἐπὶ πάντα τὰ πελάγη χωροῦσιν. Θήρα δὲ αὐτῶν τοῖς ἁλιεῦσιν ἐξοχωτάτη· τῆς θαλάσσης γὰρ μέρος ἐπιλεξάμενοι οὔτε σφόδρα στενὸν καὶ ἐπισκίοις | |
10 | ὄχθαις κεκαλυμμένον καὶ οὐδὲ τοῖς πνεύμασι πᾶσιν ἐκκεί‐ μενον, ἀλλ’ οἷον φωτός τε εὖ ἔχειν καί τινας ὑποδεικνύναι κευθμῶνας, πρὸς κολωνόν τινα ὑψηλὸν σκοπὸν ἀναβιβά‐ ζουσιν ἐπιστήμονα· οὗτος δὲ αὐτῶν τὸ πλῆθος ἐπισκεψά‐ | |
μενος ἀγγέλλει τὸν ἀριθμόν, καὶ τὰ δίκτυα πάντοθεν ὡσανεὶ | 1 | |
15 | πόλις εὐθὺς ἐπὶ τῶν ὑδάτων ἐκτείνεται· πύλαι τοῖς δικτύοις εἰσὶ καὶ φύλακες τῶν πυλῶν καὶ πλεῖστα κοιλώματα· οἱ δὲ τάχιστα ἐφορμῶσιν ὡς ἀνδρῶν παρατάξεις, νέοι καὶ με‐ σήλικες καὶ πρεσβῦται ἔστ’ ἂν αὐτοὺς δύνηται χωρεῖν ἐπει‐ γομένους τὸ δίκτυον, ὥστε ὑπερφυῆ καὶ πασῶν εἶναι ταύτην | |
20 | θήραν εὐπορωτάτην. | 2 |
4.1 | Καὶ μίξεως δέ τινες ἰχθύες ἀκρατῶς ἐπιθυμοῦσιν· καὶ γίνεται δέλεαρ αὐτοῖς τὸ πάθος, ὅτε δὴ πολὺς ἐμπεσὼν αὐτοὺς ὑφ’ αὑτῶν ὁ ἔρως διαφθείρει τοὺς δεξαμένους. Ἀλλ’ εἴπερ ἐθέλοις, ὦ βασιλεῦ, γαληνοῖς σκήπτροις | |
5 | πᾶσαν μετὰ τοῦ παιδὸς ἰθύνων τὴν ὑφ’ ἡλίῳ, μεταδοῦναι τῆς συντρόφου σοι καὶ τοῖσδε τοῖς συγγράμμασιν ἡμερότη‐ τος, πάντως θύσομεν καὶ ἡμεῖς ταῖς Μούσαις τὰ χαριστή‐ ρια, τοὺς τῶν ὅλων κυρίους τοῖ ἐκείνων δώροις εὐφραί‐ νοντες. | |
10 | Ἔρως θεῶν πανουργότατε, τοῖς μὲν ὀφθαλμοῖς ἥδιστε, ἐκπέμπων δὲ ἀφανῶς δι’ αὐτῶν ἐπὶ τὴν ψυχὴν τὸ πάθος, καταιγίδος οὐδὲν ὂν ἡμερώτερον καὶ πυρὸς αὐτοῦ δυνατώ‐ τερον, οἷα συγχεῖς καὶ συνταράττεις τὸν λογισμόν, ἀλγεῖν ἄμετρα βιαζόμενος δάκρυά τε ἀφιέναι συχνὰ καὶ στένειν | |
15 | κεντούμενον, ὠχριᾶν τε καὶ σκυθρωπάζειν καὶ τῇ τῶν ὀμ‐ μάτων κοιλότητι τὴν ἐντὸς ταραχὴν καὶ τὴν νόσον ἀνακη‐ ρύττειν· ἵλαθι τοσαύταις τῶν ἀνδρῶν εὐωχούμενος συμφο‐ ραῖς, οὓς πολλάκις πιέζων καὶ ἀποθνῄσκειν ἠνάγκασας· εἴτε σε γάμων νομιστέον πατέρα θεῶν τε εἶναι πρεσβύτατον | |
20 | καὶ τοῦ Χάους ἁπάντων προπηδῆσαι τῶν ἄλλων ταύτῃ γε τῇ χρηστῇ λίαν ὡπλισμένον λαμπάδι, εἴτε παρὰ τῆς Ἀφρο‐ δίτης τεχθῆναι ὀξὺν οὕτω καὶ πτερωτόν, πρᾶος ἡμῖν εἴης καὶ εὐμενής· τίς γὰρ ἂν ἑκὼν φύγοι τὸν μέτριον; τίς δὲ οὐχὶ καὶ φιλεῖ καὶ φρίττει τὴν ῥώμην τοῦ πάντα μὲν ταύτης | |
25 | ἀκριβῶς ἀναπλήσαντος, χειρωσαμένου δὲ μετὰ τῶν θεῶν τὸ ἀνθρώπινον, καὶ τοῖς θηρίοις δὲ εὐστόχως ἐπαφέντος τὸ βέλος φιλονικήσαντός τε, ἐπειδὴ πάντα ὅσαπερ ἀὴρ ἐκτρέ‐ φει τοῖς αὐτοῦ νεύμασιν ὑπέκυψε, μέχρι καὶ τῆς θαλάσσης ἐκτεῖναι τὰ ὅπλα καὶ τοὺς ἰχθύας διδάξαι ὡς οὐδὲν ἔρωτος | 3 |
30 | δυνατώτερον; | |
4.2 | Ταῦτα πρὸ τῶν ἄλλων παρὰ τῶν σκάρων ἐστὶ μαθεῖν, οὐδὲ ἐν τοῖς ἐσχάτοις ἀνεχομένων κινδύνοις ἀλλήλων χωρί‐ ζεσθαι. Ἢν μὲν γάρ τις αὐτῶν δέξηται τὴν διὰ τοῦ ἀγκί‐ στρου πληγήν, δρόμος εὐθὺς ἐπὶ τὴν ὁρμιὰν ἑτέρου καὶ | |
5 | σπουδὴ ταύτην ἐκτεμεῖν ἀφεῖναί τε τὸν ἁλόντα ὡς τάχιστα· ἐφ’ ᾧ δὴ πλεῖστον ὁ ἁλιεὺς ἀνιάσεται. Ἢν δὲ ὁ κύρτος τούτων ἕλῃ τῶν ἰχθύων τινά, ὁ μὲν ἁλοὺς ἑαυτῷ μηχανᾶται φυγήν, τὰς τῶν σχοινίων ἀκίδας ἀκριβῶς φυλαττόμενος, ἃς ἐπὶ ταῖς εἰσόδοις τῶν κύρτων εἰς τὸ εἴσω νευούσας οἱ ἁλιεῖς | |
10 | πλέκειν εἰώθασι τοῦ μὴ ῥᾳδίως τοὺς λημφθέντας διαφεύ‐ γειν ἰχθύας. Ὁρᾷ τε γὰρ ἔνδοθεν ταύτας ὁ σκάρος καὶ δέ‐ δοικεν οἷα δή τινας φύλακας ταῖς θύραις ἀκριβῶς ἐφεδρεύον‐ τας, καὶ τὴν ἐναντίαν ἀνανήχεσθαι φιλονικεῖ, τὴν οὐρὰν ἀντὶ τῆς κεφαλῆς φειδοῖ τῶν ὀφθαλμῶν προβαλλόμενος. | |
15 | Ὁρῶντες δὲ αὐτὸν οἱ ἕτεροι ταύτῃ ταλαιπωρούμενον, νῦν μὲν ἐξέλκουσι τῷ στόματι τῆς οὐρᾶς λαμβανόμενοι, νῦν δὲ ὥσπερ ὁδηγοὺς τὰς αὑτῶν οὐρὰς προτείνουσιν ἐπιδακεῖν τε καὶ συνδιεξελθεῖν αὐταῖς ἐπιτρέποντες τῷ θηραθέντι, ἄνδρας ἱκανῶς μιμούμενοι σπεύδοντας ὄρους ἐπιλαβέσθαι | |
20 | κορυφῆς, τοῦτό τε ἐν νυκτὶ καὶ σκότῳ φιλονικοῦντας, οἳ τὰς χεῖρας ἐμβάλλοντες ἀνέλκουσί τε καὶ ὁδηγοῦσιν ἀλ‐ λήλους. Οὗτος ὁ ἔρως μηχάνημα τοῖς ἁλιεῦσι κατὰ τῶν σκάρων ἐξηύρηται; τέσσαρες γὰρ σκάφους ἐπιβάντες ὧδε τὸ ἔργον μερίζονται. | |
4.3 | Δύο ταῖς κώπαις προσκαρτεροῦσιν, ὁ δὲ τρίτος σκά‐ ρον θήλειαν ἀποδήσας ἀγκίστρου ὁρμιᾶς τε ἐξαρτήσας στρογ‐ γύλον τε καὶ οὐ μάλα κοῦφον μόλυβδον ἐξόπιθεν ἐμβαλών, ζῶσαν διὰ τοῦ πελάγους ἐφέλκεται ἢ δεικνύναι ζῶσαν ἐπι‐ | |
5 | χειρεῖ, νεύειν τε καὶ ἀνανεύειν διὰ τοῦ μολύβδου ποιῶν, ὃν δελφῖνα παρὰ τῶν ἁλιέων καλούμενον ἐμβάλλει τῆς τε‐ θνηκυίας τῷ στόματι· ἐντεῦθεν οἱ μὲν σκάροι τὸ αὑτῶν ποιοῦντες τοῖς τε ἐρωτικοῖς κεντούμενοι βέλεσι πάντοθεν ἐπὶ τὴν θήλειαν σπεύδουσι παρομαρτοῦντες τῷ σκάφει, | 4 |
10 | κἂν ἐρέττωσι σθένει παντὶ οἱ τοῦτο ποιεῖν τεταγμένοι· κύρτον δὲ ἔχων ὁ τέταρτος ἡνίκα ἂν παρεῖναι τὸν καιρὸν γνοίη τῆς θήρας, τὸν περιφερῆ μόλυβδον ἐκεῖνον ἐμβάλλει τῷ κύρτῳ ῥύμῃ πολλῇ· καὶ ὁ μὲν ἐπιβρίσας ἐξόπιθεν καὶ ἀνορθώσας τὸν κύρτον, ἐναποκλείει τὴν θήλειαν· οἱ δὲ | |
15 | ὡς τὴν ἐρωμένην ἐρήσοντες, φιλονικοῦντες πληροῦσι τὸ θήρατρον, δρόμῳ τε ἐμπίπτουσι τὴν εἴσοδον βιαζόμενοι, ὥς τινες ὑπὲρ ποδῶν ταχυτῆτος ἄνδρες ἀγωνιζόμενοι καὶ πρὸς τὸ πέρας ἐπειγόμενοι τοῦ σταδίου, οὗ τὸν κρατοῦντα προσῆκε πρὸ τῶν λοιπῶν ἐφικέσθαι καὶ τὸν εὐκτὸν τῆς | |
20 | νίκης ἀναδήσασθαι στέφανον. | |
4.4 | Τινὲς δὲ κύρτῳ ζῶσαν ἐμβάλλοντες θήλειαν σκάρον, πλείστους ἄλλους ἀγρεύουσι προσδήσαντες πέτρᾳ τὸν κύρτον ὑπὸ παμπόλλων οἰκουμένῃ τοιούτων ἰχθύων. Πάθει γὰρ ἁλόντες ἐρωτικῷ θάνατον τῆς καλῆς ἐπιθυμίας ἀντι‐ | |
5 | λαμβάνουσιν, ὡς καὶ τοὺς ὄρνεις ἴσμεν ἀγρευομένους· πάγας γὰρ οἷς ταύτης μέλει τῆς θήρας παρασκευάσαντες, μίαν τε ὄρνιν πρὸς τὴν τῶν ὁμοφύλων ἀπάτην ἀκριβῶς ἠσκημένην ἐνθέντες καὶ θάμνοις ἐπικαλύψαντες πολλοὺς ἕλκουσι πρὸς τὰ θήρατρα τῇ τῆς θηλείας φωνῇ δελεάζοντες. | |
4.5 | Οὕτω καὶ τοὺς κεφάλους αἱροῦσιν οἱ ἁλιεῖς, θήλειαν εὐτραφῆ καὶ λιπῶσαν ἐπιδεικνύντες, πρὸς ἣν ὁρῶντες οἱ κέφαλοι κἂν αὐτῆς ἐξελκυσθεῖεν τῆς συντρόφου θαλάσσης ὡς καὶ τῆς χέρσου τυχὸν ἀνεξόμενοι, καὶ τῶν ἁλιέων ὧν | |
5 | τε ἐπάγουσιν αὐτοῖς ἐκεῖνοι μηχανημάτων ὀλιγωροῦντες· νέους ἄν τις εἴποι γύναιον εὐπρεπὲς ἰδόντας οὕτως ἐπινυ‐ χθῆναι, καὶ πρὸς τὸ τῶν ὀφθαλμῶν κάλλος ἐκπεπληγμένους τὰ μὲν πρῶτα πόρρωθεν ὁρᾶν ἐθέλειν αὐτό, κατὰ μικρὸν δέ, τῆς ἐρωτικῆς φλογὸς αὐξηθείσης αὐτοῖς, πλησιάζειν | |
10 | τε καὶ οὐκ ἐθέλειν χωρίζεσθαι οὔτε μὴν βαδίζειν ᾗ πρότερον, ἀλλ’ ᾗπερ ἂν ἡ ἄνθρωπος φέρηται· οὕτω δὴ καὶ οἱ κέφαλοι τῇ νόσῳ τυφλώττοντες καθέντος τὸ ἀμφίβληστρον τοῦ ἁλιέως περικαλύπτονται. | 5 |
4.6 | Ἐπὶ τὰς σηπίας δὲ οὐδὲ κύρτου δεῖ τοῖς ἁλιεῦσιν οὔτε σαγήνης· γυμνῷ δέ πω〈σ〉 σοφίσματι χρῶνται, καὶ μίαν ἀποδήσαντες λίνου τοῖς κύμασιν ἀπὸ τοῦ σκάφους ἐμ‐ βάλλουσιν. Αἱ λοιπαὶ δὲ εἰκῇ φερομένην ὁρῶσαι ἐπιπηδῶ‐ | |
5 | σί τε ἀθρόαι καὶ πᾶσαν τοῖς πλοκάμοις ἀκριβῶς περιβάλ‐ λουσιν, ὥσπερ τινὲς παρθένοι χρόνιον ἀδελφὸν ἢ τὸν σπεί‐ ραντα σῶν ἐπανήκοντα θεασάμεναι χαίρουσιν, ἢ νεωστὶ γευσαμένη τις γάμων καὶ σφοδρῶς ἐρῶσα τοῦ γήμαντος διὰ τῆς νυκτὸς πάσης τοὺς βραχίονας αὐτῷ περιβάλλει κυ‐ | |
10 | κλώσασα· οὕτως γὰρ καὶ αἱ σηπίαι τῇ δειχθείσῃ προσφῦ‐ σαι, χωρίζεσθαί τε οὐκ ἐθέλουσι καὶ ἐπὶ τὸ σκάφος ἀνέλ‐ κονται. Εἰ δέ γε τοῦ ἦρος λάμποντος κύρτον πάντοθεν κο‐ μάρου φύλλοις ἢ κλάδοις συσκιάσας μυρίκης ἢ καὶ ἑτέρου τινὸς τὴν ὥραν δεικνύντος φυτοῦ τοῖς αἰγιαλοῖς ἐνθείη τις, | |
15 | πλεῖστον τῶν σηπιῶν ἑσμὸν ὡς ἐπί τι συλλέξει δωμάτιον, μίξει τε καὶ ἀναπαύλῃ πρόσφορον, καὶ οὕτω πλῆρες ἀνελ‐ κύσει τὸ θήρατρον. | |
4.7 | Τὴν ἐρωτικὴν δὲ ἐπὶ ταῖς κίχλαις ὁ τρισάθλιος κόσ‐ συφος ἐδέξατο φλόγα. Καὶ γὰρ ζηλοτυπεῖν αὐτὸν ἡ νόσος βιάζεται ταλαιπωρεῖσθαί τε πολλαῖς ἐφεδρεύοντα· μιᾷ γὰρ συνοικεῖν οὐκ ἐθέλει. Ὅθεν αὐτῷ πλείσταις ἀνάγκη χαρά‐ | |
5 | δραις προσκαρτερεῖν· ὧν οὐδὲ προκύπτειν αἱ κίχλαι θαρ‐ ροῦσιν ὥσπερ οὐδὲ τῶν παστάδων αἱ γυναῖκες, ἃς οὔπω τις ἐθεάσατο προελθούσας, ὥσπερ ἔτι τὸ συνοικεῖν ἀνδράσιν ἐρυθριώσας· οὔτ’ οὖν τὰς κίχλας ἐστὶν ἰδεῖν, ἃς εἴσω μένειν ὁ κόσσυφος ἀναγκάζει· περινοστεῖ γὰρ ἁπάσας ἀεί, φυλα‐ | |
10 | κῆς ἕνεκα τῶν ἐρωμένων ἀκριβοῦς, ὁρᾶν τε οὐδὲν ἕτερον βούλεται ζηλοτυπίας τε ἢ γαστρὸς μᾶλλον ἡττᾶται, πλὴν εἰ μὴ νὺξ φανεῖσα τροφῆς τε καὶ μικρᾶς αὐτῷ δοίη καιρὸν ἀναπαύλης, τὴν κακοδαίμονα φροντίδα κοιμίζουσα. Εἰ δὲ | |
καὶ τίκτειν αἱ κίχλαι μέλλοιεν, τίς οὐκ ἂν τὸν κόσσυφον | 6 | |
15 | ἐλεήσειε, πάσας μὲν ὁρᾶν ἐπειγόμενον, νικῶντα δὲ τοῖς ὑπὲρ αὐτῶν πόνοις ἑκάστην καὶ ταραττόμενον τὴν ψυχήν, ὡς ἑνὸς θυγατρίου τις μήτηρ ὁρῶσα τὴν παῖδα κάμνουσαν ἀήθεσι κέντροις ὠδῖνος· τότε γὰρ κεντεῖται μὲν ταῖς ἀλγη‐ δόσιν οὐ μεῖον τῆς τικτούσης ἡ μήτηρ· φόβῳ δὲ οὐδὲ τὴν | |
20 | θέαν τῆς κόρης ἀνεχομένη περινοστεῖ τὸ δωμάτιον εὐχο‐ μένη, στένουσα καὶ τῶν φρενῶν πως ἐκβεβλημένη, μέχρις ἄν τις αὐτῇ λελῦσθαι τὰς ὠδῖνας ἔνδοθεν μηνύσῃ βοή. | |
4.8 | Τοὺς Ἀσσυρίων παῖδας τοὺς οἰκοῦντας ὑπὲρ τὸν Τί‐ γρητα καὶ τὸ Βακτρίων φῦλον (ἄριστοι δὲ οὗτοι τοξεύειν) οὕτως ἐπιμαίνεσθαι ταῖς θηλείαις φασίν· γυναῖκες μὲν γὰρ τούτων ἑκάστῳ πολλαί· ἐν δὲ ταῖς νυξὶν ἀμοιβαδὸν σύνει‐ | |
5 | σιν τοῖς ἀνδράσιν· οἱ δὲ οὕτω ζηλοτυπίᾳ νικῶνται, ὡς καὶ πολέμους κατὰ τῶν τοῦ〈τ’〉 ἀδικησάντων αἱρεῖσθαι· οὐ‐ δὲν γὰρ ζηλοτυπίας ἐστὶν ἀλγεινότερον, οὐδέ τις μείζων εἰς συμφορὰς ἀφορμή, οὐδὲ θρηνεῖν οὕτω καὶ λυσσᾶν ἄλλη τις ἄτη συναναγκάζει μέχρι καὶ τελευτῆς. Τοῦτο καὶ τοῖς | |
10 | ἁλιεῦσι κατὰ τοῦ κοσσύφου τὸ δέλεαρ μεμηχάνηται· θεα‐ σάμενοί τε περὶ τὰς τῶν κιχλῶν οἰκήσεις τὸ αὑτοῦ ποιοῦν‐ τα τὸν κόσσυφον, ζῶσαν ἐμβάλλουσιν ἀγκίστρῳ καρῖδα, καὶ μόλυβδον οὐ μάλα κούφην ἐνθέντες ὑπὲρ αὐτοῦ καθιᾶ‐ σιν τὸ ἄγκιστρον· ἐπιβουλεύειν δὲ τοῖς αὑτοῦ γάμοις τὴν | |
15 | καρῖδα ὁ κόσσυφος οἰηθεὶς (θαμὰ γὰρ τὸ θήρατρον ὁ ἁλιεὺς πρὸς τὴν πέτραν ἀνακινεῖ), χωρεῖ κατ’ αὐτῆς ῥύμῃ πολλῇ, ὡς αὐτίκα δὴ διασπάσων τῷ στόματι, ἀγνοεῖ δὲ ὑπὸ τοῦ πάθους πρὸς ὄλεθρον ἐπειγόμενος. Εἰσδεξάμενος γὰρ τὸ ἄγκιστρον, ἐπειδὰν ὁ ἁλιεὺς τὴν ὁρμιὰν ἀνατείνας ἀκριβέ‐ | |
20 | στερον αὐτὸν ἐμπεπηγέναι πιστεύσῃ, ἀνέλκεται σὺν τάχει πολλῷ· τότε δὴ τοιαῦτα ἂν φαίη τις λέγειν ἐπιγελῶντα τὸν ἁλιέα· «ὥρα σοι τῆς τῶν συνοίκων πρότερον, ὦ κα‐ κόδαιμον, ἐπιμελεῖσθαι φυλακῆς, ὥρα τοῖς γάμοις τοῖς πολλοῖς ἐντρυφᾶν οἴκοι τε μένοντι τὸν τῶν θηλειῶν θερα‐ | |
25 | πεύειν ἑσμόν· ἔσει δὲ καὶ παρ’ ἡμῖν ἀγαθὸς σφόδρα νυμ‐ φίος, αὐτίκα ὁμιλήσας φλογί». Ταῦτα πρὸς οὐδὲν αἰσθανό‐ μενον παίζων ἐρεῖ. Τὰς κίχλας δὲ ῥᾳδίως τότε ἐστὶν ἑλεῖν· τὰς γὰρ πέτρας ἀπολιποῦσαι πλανῶνται μετ’ ἐξουσίας ἀφύλακτοι. | 7 |
4.9 | Τοὺς δὲ γαλεοὺς (κυνῶν δὲ τοῦτο εἶδος) μετὰ τῶν κεντροφόρων (μέλαν δὲ τοῦτο τῶν ἰχθύων τὸ γένος) οὗτος ὁ ἔρως ἀμύνειν τε ἀλλήλοις καὶ παρὰ τῶν ἁλιέων ῥᾳδίως χειροῦσθαι ποιεῖ· ἰχθὺν γάρ τινα λευκὸν οἱ θηραταὶ δεικνύου‐ | |
5 | σι περιθέντες ἀγκίστρῳ, ἔνθα ἂν πλεῖστος ᾖ κατὰ τοῦ βυ‐ θοῦ τῆς θαλάσσης πηλός, ὅ τε ἀγκιστρευθεὶς ἕλκεται μέχρι τῆς νεὼς αὐτῆς, τῶν ἑτέρων τῷ ληφθέντι παρομαρτούντων, ὥστε τοὺς ἁλιέας δύνασθαι τοὺς μὲν ὑποχαῖς αἱρεῖν ἢ καὶ ἑτέροις θηράτροις, τοὺς δὲ ταῖς τριαίναις κατακτείνειν, | |
10 | οὐδὲ ἐθέλοντας σῴζεσθαι τοῦ ληφθέντος χωρίς, ἀλλ’ οὕτως αὐτοῦ προστετηκότας καὶ προσεδρεύοντας, ὡς ἂν θρηνοῦν‐ τες γονεῖς, οἷς ἕνα μὲν ἡ τύχη δέδωκε παῖδα, πλεῖστα δὲ ἐπ’ αὐτῷ τὴν ἄλλως τροφῆς τε πέρι καὶ παιδείας πονέσαν‐ τες, τῆς τελευτῆς ἐπελθούσης, ἄγουσι μὲν σὺν οἰμωγαῖς | |
15 | ἐπὶ τὸ σῆμα τὸν νέον, χωρίζεσθαι δὲ οὐδὲ τεθνεῶτος ἐθέ‐ λουσι, φρίττοντες μὲν τὸ δωμάτιον αὖθις ἰδεῖν, ταφῆς δὲ ὡς τάχιστα καὶ αὐτοὶ τῆς αὐτῆς ἐφιέμενοι. | |
4.10 | Οὐχὶ δὲ ταῦτα μόνον κατὰ τῶν ἰχθύων ὁ ἔρως νεα‐ νιεύεται ἀλλήλοις αὐτοὺς ἐπιμαίνεσθαι βιαζόμενος, ἀλλ’ ἤδη καὶ ξένους αὐτοῖς πόθους ἐμβάλλων διαφθείρει. Τοὺς γὰρ πολύποδας ἡ περὶ τὴν ἐλαίαν τὸ δένδρον ἐπιθυμία καὶ | |
5 | τῆς θαλάττης ἐξάγει. Χρῆμά τι θαυμαστόν, κλάδους ὁρᾶν ὡς παιδικὰ γνησίως ἀγαπωμένους· ἐπειδὰν γάρ τι τῶν πρὸς τῇ θαλάσσῃ χωρίων ἐλαίαν ἐκθρέψῃ, ὁ πολύπους αἰ‐ σθάνεται, τῆς ὀσμῆς ἀντιλαβόμενος ὥσπερ αἱ κύνες, ἃς | |
ἐπὶ τὰ ἴχνη τῶν θηρίων καὶ τὰς εὐνὰς ἡ διὰ τῶν ῥινῶν ἀν‐ | 8 | |
10 | τίληψις ἄγει τῶν δεσποτῶν ἡγουμένας· ἐκδραμὼν δὴ τῆς θαλάττης ὁ πολύπους μεθ’ ἡδονῆς ἕρπει μὲν καὶ ἰχθὺς ὢν ἐπὶ γῆς· καὶ τῇ ῥίζῃ πρώτιστα ἐμβαλών, μιμεῖται μειρά‐ κιον, ὃ τὴν τροφὸν διὰ μακροῦ φανεῖσαν ταῖς χερσὶ πε‐ ριβάλλει, νῦν μὲν τοῖς κόλποις ἐγκαλινδούμενον, νῦν δὲ | |
15 | αὐτῆς περιβάλλον τὴν δέρην. Ἐντεῦθεν ἐπὶ τοὺς κλάδους ἀναδραμὼν (οἱ πλόκαμοι δὲ αὐτὸν ἐχόμενοι τῆς ἐλαίας ἐπὶ τὸ ὕψος ῥᾳδίως ἀνέλκουσιν) ἕκαστον ὡς δὴ φιλήσων περινοστεῖ, καὶ ἀπεικάσειεν ἄν τις αὐτὸν ἀνδρὶ μετὰ μα‐ κρὰν ἐκδημίαν κύκλῳ περιστάντας ἀσπαζομένῳ τοὺς ἥλι‐ | |
20 | κας· καὶ τὸν κισσὸν δὲ οὕτως τῆς ἐλάτης περιχυθέντα τοῖς κλάδοις ἀπὸ τῆς ῥίζης ὁρῶμεν ἐπὶ τὴν κορυφὴν ἀνατρέχον‐ τα· οὕτως οὖν τῆς ἐρωμένης ὁ πολύπους ἐμφορηθεὶς ἐπὶ τὴν θάλασσαν αὖθις ἐπείγεται. Οἱ δὲ ταύτης τεχνῖται τῆς θήρας, καταμαθόντες τὸ πάθος, δέλεαρ ἐντεῦθεν ἐμηχανή‐ | |
25 | σαντο· κλάδους γὰρ ἐλαίας συνδήσαντες καὶ μόλυβδόν τινα μέσοις ἐνθέντες αὐτοῖς τοῦ μὴ ἄλλοσε φέρεσθαι ῥᾳδίως τοῖς κύμασιν ἀπὸ τοῦ σκάφους τε ἀπαρτήσαντες, δι’ αὐτῶν ἀνέλκουσι τοὺς πολύποδας· φανεῖσι γὰρ εὐθὺς ἐφορμῶσι τοῖς φύλλοις, καὶ οὐκ ἐθέλουσι χωρίζεσθαι κἂν ἐπὶ τὰς τῶν | |
30 | ἁλιέων ἄγωνται χεῖρας. | |
4.11 | Ὁ δὲ αὐτὸς ἔρως τὰ τῇ φύσει κεχωρισμένα συνάπτων, καὶ ταῖς αἰξὶν ἀναγκάζει τοὺς σαργοὺς ἐπιμαίνεσθαι, ἐραστάς τε ἀπὸ θαλάσσης τοῖς ποιμνίοις ἐκπέμπει, οἷς ἐνδιαίτημα φί‐ λον οἱ λόφοι. Ἐπειδὰν γὰρ τῆς ἀκτῖνος διαθερμαινούσης | |
5 | τὴν ὥραν οἱ τοῖς σαργοῖς προσφιλεῖς νομῆς τὰς αἶγας ταῖς ἀκταῖς ὡς ἀπολούσοντες προσελαύνωσιν, τῆς βληχῆς τε ἐπαΐουσιν οἱ σαργοὶ καὶ ὑπὸ τῆς δυσοσμίας αἱρεθέντες εὐ‐ θὺς οὐκέτι μέλλουσιν καίπερ ὄντες νωθεῖς, σὺν τάχει τε ἀθροισθέντες ἐπὶ τὰς ἐρωμένας ἐπείγονται, σαίνοντές τε αὐ‐ | |
10 | τὰς καὶ λιχμώμενοι σκιρτῶσι μεθ’ ἡδονῆς, καὶ τῶν ποι‐ μένων τοὺς πρῶτον θεωμένους ἐκπλήττουσιν· οὐδὲ γὰρ | |
ἥδιον ἀπὸ τῆς νομῆς ἐπανιούσας ὁρῶσι τὰς μητέρας οἱ ἔριφοι. Ἡνίκα δὲ ἐπὶ τοὺς σταθμοὺς ἀπὸ τῆς θαλάσσης τὰς ἀγέλας ἀπάγωσι, συμφορὰν οἱ σαργοὶ ποιοῦνται τὸν | 9 | |
15 | χωρισμὸν καὶ διὰ τῆς ἀκτῆς ὅσον οἷόν τε παρομαρτοῦ‐ σι. Καὶ τίς οὐκ ἂν γελάσειεν ὁρῶν ἑπόμενον δι’ ἔρωτα τὸν ἰχθύν; ἢ τίς οὐκ ἂν οἰηθείη μητέρα ἢ γαμετὴν ὁρᾶν, παι‐ δὸς ἢ ἀνδρὸς σὺν κλαυθμῷ πλείστῳ χωριζομένην, ἐκλι‐ παροῦσάν τε ὡς ἂν τάχιστα ὑποστρέψειεν καὶ λογιζο‐ | |
20 | μένην θαλάττης τε μῆκος καὶ χρόνου, καὶ πρὸς τὸ πέλαγος ἀτενίζουσαν, ἐλθεῖν τε ἐπὶ τὸ δωμάτιον οὐκ ἐθέλουσαν; Ἦ πού τις καὶ τοὺς σαργοὺς κλάειν ἂν εἴποι τῶν αἰγῶν χωριζομένους. Τοῦτο τοὺς ἁλιέας ῥᾳδίως κρατεῖν ἐδίδαξε τῶν ταλαιπώρων ἰχθύων πρὸς ταῖς διδύμοις πέτραις οἰ‐ | |
25 | κούντων, ἃς ἀπ’ ἀλλήλων βραχεῖ τινι χωριζομένας ῥεύμα‐ τι θέρεσθαι παρὰ τοῦ ἡλίου τὸ ὕψος ποιεῖ· σφόδρα γὰρ οὗ‐ τοι ταῖς ἡλιακαῖς χαίρουσιν οἱ ἰχθύες ἀκτῖσιν. | |
4.12 | Τῶν πετρῶν γάρ τινα καταλαβὼν ὁ τοῦ μηχανήματος τεχνίτης, δέλεαρ αὐτοῖς εἰκόνα προσάγει τῆς ἐρωμένης, δορὰν δὲ ἐνδὺς αἰγείαν καὶ κέρατα ἀπὸ τῆς κεφαλῆς ἀνεστη‐ κότα ἐπιδεικνύς, ἄλφιτά τε ἐμβαλὼν αἰγὸς πιμελῇ καὶ σώ‐ | |
5 | ματι συμμιγῆ, ὥστε αὐτοῖς τῆς ὄψεώς τε ὁμοῦ καὶ τῆς αἰ‐ σθήσεως κλεπτομένης τὴν ἐρωμένην πάντοθεν παρεῖναι πιστεύεσθαι, οὕτω γὰρ τοὺς μὲν ἀθρόους πείθει σπεύδειν ἐφ’ ὅπερ ᾠήθησαν. Τῷ δὲ ἀγκίστρῳ τῆς σαρκός τι ταύτης ἐνθεὶς τὸν ἁλόντα τῶν σαργῶν σθένει τε ἀνέλκει καὶ τάχει | |
10 | παντί, ὡς πλείστους μὲν αἱρήσων, εἰ καθ’ ἕνα ἐξαπατῶν καὶ λανθάνειν ἀεὶ τοὺς λειπομένους δύναιτο, τὴν ἄλλως δὲ εἰ μὴ λάθοι ταλαιπωρήσων· εἰ γὰρ τῆς ἀπάτης αἴσθοιντο, οὐδ’ ἂν αὐταῖς ἐπιπαρούσαις ταῖς αἰξὶ πλησιάσαιεν, καὶ τὴν πέτραν ἀπολείψουσιν τὴν συνήθη. | |
4.13 | Ἐρῶσι δὲ οἱ σαργοὶ καὶ ἀλλήλων, καὶ ὑπὲρ τῶν θη‐ λειῶν πολεμοῦσιν οἱ ἄρρενες· καὶ ὁ τῇ μάχῃ κρατήσας συζῇ μετ’ ἐξουσίας αὐταῖς· τοὺς γὰρ νικηθέντας ἐλάσας ταῖς ὑφά‐ | |
λοις αὐτὰς πέτραις ἐναποκλείει. Τῇ πείρᾳ δὲ τοῦτο μαθόν‐ | 10 | |
5 | τες οἱ ἁλιεῖς, κύρτον ἀκριβῶς πάντοθεν μύρτων ἢ δάφνης περιφράττουσι κλάδοις, κρύπτοντες πάντῃ τὸ θήρατρον. Πέτραν δὲ ὁρᾶν ὁ σαργὸς καὶ οὐχὶ κύρτον ἡγούμενος, τού‐ τῳ τὰς πολλὰς ἐκείνας ἃς ἐληΐσατο θηλείας ἐμβάλλει, καὶ ὁ μὲν κύρτος εὐθὺς ἐλαυνομένων τῶν ἰχθύων ἐμπίμπλα‐ | |
10 | ται· ὁ δὲ ταύτας ἐμβαλὼν καὶ ἀποκωλύσας τοὺς ἡττημέ‐ νους ἀκολουθεῖ τελευταῖος καὶ μετὰ τὴν νίκην ἁλίσκεται. Οὕτω τοῖς ποιμέσιν ἔθος, ὅταν ἀπὸ τῶν νομῶν τὸ ποίμνιον ἐπὶ τὸν σταθμὸν ἐπανάγωσι, περισκοπεῖν εἰ πάντα αὐτοῖς εἴη σῶα τὰ θρέμματα καὶ τελευταίοις εἰς τὰς ἐπαύλεις εἰσ‐ | |
15 | βαίνειν. Τοιαῦτα κατὰ τῶν ἰχθύων ὁ ἔρως νεανιεύεται. | |
4.14 | Τοῖς ἱππούροις δὲ φίλη μέν ἐστι τροφὴ τὰ τῶν ναυα‐ γησάντων λείψανα· δρόμος δὲ ἐσπουδασμένος ἐπὶ τὰς ναῦς, ἃς ἂν ἡ τῆς θαλάσσης διαρρήξειεν ζάλη, καὶ τὰς διεσπαρμέ‐ νας περιέπουσι τῶν σανίδων καὶ πρὸς αὐταῖς ῥᾳδίως ἁλί‐ | |
5 | σκονται, εἴ τις ἐπελθὼν ἁλιεύοι. Ἀλλὰ τὸν μὲν τῶν πλεόν‐ των κίνδυνον ὁ θαλάττιος ἀποκωλύοι θεός, αἱ δὲ ναῦς ἀβλα‐ βῶς διὰ τῶν κυμάτων φερόμεναι τοὺς φόρτους ἀποκομί‐ ζοιεν. Τοὺς ἱππούρους δὲ καὶ κατ’ ἄλλον ἔνι τρόπον θηρᾶν, καί τι κατ’ αὐτῶν τοιόνδε ἐξηύρηται· καλάμων τινὰς φα‐ | |
10 | κέλους συνδήσαντες ἐπαφιᾶσι τοῖς κύμασι λίθον τοῖς κα‐ λάμοις ἐνθέντες· καὶ προστρέχουσι ταῖς τῶν καλάμων χαίταις οἱ ἵππουροι τὰ νῶτά τε αὐτοῖς παρακνῶνται· καὶ οὕτως ἀγκίστροις αἱροῦνται φιλονικοῦντες ἀλλήλοις καὶ πρὸς τὸ δέλεαρ ἐπειγόμενοι, ὥσπερ οἱ κύνες, οὕς ἐστιν ἰδεῖν | |
15 | πρὸς ἣν ἂν διδοίη τις τροφὴν κεχηνότας καὶ προπηδᾶν ἀλλήλων ἐπειγομένους, τούς τε ὀφθαλμοὺς πρὸς τὴν χεῖρα τοῦ διδόντος ἐρείδοντας καὶ τὴν ἔριν τοῖς ὀδοῦσιν ἀναδει‐ κνύντας. Πόνος οὖν τότε τοῖς ἁλιεῦσι πολὺς ἀνέλκειν οὓς αἱροῦσιν ὡς τάχιστα· οὐδὲ γὰρ ἐν τάξει πρὸς τὸ δέλεαρ φέ‐ | |
20 | ρονται, σὺν πολλῇ δὲ ἁλίσκονται προθυμίᾳ. Καὶ ταὐτὰ πάσχουσι τοῖς ἱππούροις καὶ οἱ πομπίλοι, σκιᾶς ἐρῶντες ὥσπερ ἐκεῖνοι. | |
4.15 | Ξύλον δέ τι προσφερὲς ἀτράκτῳ συνεχέσιν ὡπλισμέ‐ νον ἀγκίστροις προβάλλονται κατὰ τῶν τευθίδων οἱ ἁλιεῖς, ἰουλίδων σαρξὶ τὰς τῶν ἀγκίστρων ἀκμὰς ἐπικρύψαντες· προσδραμοῦσαι γὰρ αἱ τευθίδες περιβάλλουσι τοῖς πλο‐ | 11 |
5 | κάμοις τὸ θήρατρον καὶ τῷ τέως λανθάνοντι συμπλακεῖσαι χαλκῷ διαφεύγειν μὲν αὖθις φιλονικοῦσι, πονοῦσαι δὲ μά‐ την ἁλίσκονται. | |
4.16 | Τὰς δὲ ἐγχέλυς τρέφουσιν οἱ λιμένες, καὶ τοιαύτη κατ’ αὐτῶν παιδιὰ τοῖς νέοις ἐξηύρηται· ἔντερον προβάτου μακρὸν καθιᾶσιν εἰς τὸ ὕδωρ, ὥσπερ ὁρμιάν· εἶτα ἐπιτηροῦ‐ σιν εἴ τις ἔγχελυς προσδραμοῦσα δάκοι τὸ ἔντερον, παρα‐ | |
5 | χρῆμά τε αὐτὸ φυσήσαντες ἐξογκοῦσι, τό τε στόμα δια‐ τείνουσι τοῦ ἰχθύος τῷ πνεύματι, ὡς μὴ δύνασθαι ἀποπτύ‐ σαι τὸ ἔντερον, οὕτω τε ἀνέλκουσι τὸν ἁλόντα, ὥσπερ οἱ καλάμῳ τὸν οἶνον ἐκ τῶν μεγίστων ἀγγείων διὰ πνεύματος ἀνασπῶντες. | |
4.17 | Τὴν ἀσθενῆ δὲ ἀφύην, τὴν πολλὴν τῶν ἰχθύων τρο‐ φήν, ἣν ἔγγραυλιν ὀνομάζουσιν, ᾗ σύντροφον ἀεὶ τὸ δεδιέ‐ ναι καὶ φεύγειν, οὐκ ἄν τις ἕλοι κεχωρισμένην· εἰς μίαν γάρ τινα πλεῖσται συρρυεῖσαι περιπλοκὴν ἀκριβῶς ἀλλήλων | |
5 | ἔχονται προσδεθεῖσαι, ὡς μηδὲ σκάφος αὐτῶν δύνασθαι διεκπλεῖν, ἀλλ’ ὥσπερ ὑπὸ πέτρας ἐπέχεσθαι, μηδὲ κώ‐ παις αὐτὰς ἀπ’ ἀλλήλων χωρίζεσθαι πληττομένας, ἀλλ’ οὐ‐ δὲ ἀξίνῃ τις αὐτὰς χωρίσειεν ἄν ποτε· πλήξας γὰρ ταύτας αἷς ἂν ἐμβάλῃ, καὶ τῶν μὲν τὰς κεφαλάς, οὐρὰς δὲ ἑτέρων, | |
10 | μέσας δὲ ἄλλας διατεμών, οὐδὲν μᾶλλον αὐτῶν διαλύει τὸ στῖφος. Καὶ ταῖς χερσὶ δὲ ὥσπερ ψάμμον τις αὐτὰς ἀνα‐ λήψεται μεμιγμένας, καὶ σαγήνῃ περιβαλὼν ἐντρυφήσει τῇ θήρᾳ, τό τε σκάφος πληρώσει καὶ τὰς ἀκτάς, θημῶνας συντιθεὶς τῶν ἰχθύων. Ὣς εἰς τὴν ἅλω τοὺς πυροὺς οἱ γεωρ‐ | |
15 | γοὶ συλλέγουσιν, ὅταν ἐκτεμόντες ἀκμάσαντα ἤδη τὰ σπέρ‐ ματα πρὸς τὸ πνεῦμα τοῖς λικμητηρίοις ἀνακινῶσι, λευ‐ κὴν τὴν ἅλω δεικνύντες, ὥσπερ ὁρᾶται διὰ τῆς ἀφύης ἡ θά‐ λασσα. | |
4.18 | Τῶν πηλαμύδων δὲ ἐπιμνησθέντες ἐροῦμεν γονῆς τε αὐτῶν πέρι καὶ τοῦ ταύτας δεχομένου χωρίου· ἔστι δὲ ὁ πόντος ὁ Εὔξεινος, ἔνθ’ ἡ Μαιῶτις ἐμβάλλει λίμνη, καλά‐ μους πλείστους ἐκτρέφων, πρὸς οἷς αἱ θύνναι τεκοῦσαι τὴν | 12 |
5 | αὑτῶν γονὴν κατεσθίουσιν. Τά γε μὴν διαφυγόντα τῶν ᾠῶν τὰς πηλαμύδας ποιεῖ, αἳ τὴν πατρῴαν ἐκλείπουσαι θάλασσαν, ἐπὶ τὸν Θρᾴκιον σπεύδουσι πόρον, ὡς πάντων τῶν ἐν τῷ πελάγει βαθύτατον, καὶ τὰ πρὸς τῷ πυθμένι μη‐ δαμῶς ὑπὸ τῶν πνευμάτων ἐκταραττόμενον, καὶ ἰλὺν ἔχον‐ | |
10 | τα πλείστην καὶ πόαν εἰς τροφὴν τοῖς νεωτάτοις αὐτάρκη. Ἐνταῦθα αἱ πηλαμύδες εἰσδύνουσαι, τὸν θαλάττιον κρυ‐ μὸν ἀποκλίνουσιν, ὃς καὶ τῶν ὄψεων αὐτὰς ἀφαιρεῖται πολ‐ λάκις. Τοῦ δὲ ἔαρος ἐπελθόντος μείγνυνταί τε ἀλλήλαις, καὶ εἰς | |
15 | τὴν θάλασσαν τὴν πατρῴαν ἐπανίασιν, εἰ τὴν φρικτὴν τῶν Θρᾳκῶν διαφύγοιεν θήραν, ἧς τοιόσδε τις ὁ τρόπος ἐστί· ξύλῳ παχεῖ καὶ κατὰ πῆχυν ἕνα βραχεῖ μόλυβδον οἱ ἁλιεῖς πρὸς τὸ ἄκρον ἐγχέουσι πυκνάς τε αὐτῷ γλωχῖνας ἐμπή‐ ξαντες μηκίστης ἀπαρτῶσι σχοίνου καὶ φέρειν δυναμένης | |
20 | τὸ ἄχθος. Οὕτω τε ἐπὶ τὸν Βόσπορον τὴν βαθυτάτην θάλασ‐ σαν ἀναχθέντες, καθιᾶσι τὸ ξύλον ὑπὸ τοῦ βάρους εἰς τὸν βυθὸν ἐπειγόμενον· τὸ δὲ ἐμπίπτει τῷ τῶν πηλαμύδων ἑσμῷ, κατ’ αὐτὴν ὄντι μάλιστα τὴν ἰλύν, καὶ ταῖς ἀκίσι πλείστας ἐμπείρει, οὕτω τε ἀνέλκονται, δεινόν, εἰ καὶ ἀνη‐ | |
25 | λεὴς εἴη τις, θέαμα καὶ ἄθλιον ἐν ἰχθύσιν· ἡ μὲν γὰρ πέπλη‐ κται κατὰ τῆς κεφαλῆς, τῆς δὲ ἡ λαγὼν τέτρωται, κατὰ δὲ τῆς οὐρᾶς ἑτέρα βέβληται καὶ ἄλλη διαπέπαρται τὴν γα‐ στέρα καὶ κατὰ τοῦ νώτου φέρει τὴν αἰχμὴν ἑτέρα καί τινος ὁ κενεὼν ἀνερράγη· πολέμου τις εἰκὼν φοβερὰ καὶ τραυ‐ | |
30 | μάτων, οἷα τοὺς νεκροὺς καταθάπτοντες μετὰ τοὺς πολέ‐ μους ὁρῶσιν οἱ πρὸς τὴν πυρὰν ἄγοντες σὺν θρήνῳ τὰ λεί‐ ψανα· ἥδει μέντοι καὶ ἡ τοιαύτη θήρα τοὺς ἁλιέας. | |
4.19 | Δικτύοις δὲ ἄλλοι τὰς πηλαμύδας αἱροῦσι τρόπῳ | |
τοιῷδε· τὰς ἐν σκότῳ ταραχὰς οὐχ ἥκιστα οὗτοι φρίττου‐ σιν οἱ ἰχθύες καὶ εἰ τὸ κλυδώνιόν τις νύκτωρ ἐμβαλών τι κινήσειεν, εἰς τὸν βυθὸν χωροῦσιν ἀποκρυπτόμεναι. Οὗτοι | 13 | |
5 | δὴ οὖν οἱ ἄνδρες κόλπον τινὰ δικτύοις ἀπολαβόντες ἐπικτυ‐ ποῦσι· πῇ μὲν ἐρέττοντες σὺν πλείστῃ βοῇ, πῇ δὲ τύπτον‐ τες ταῖς κώπαις τὸ ὕδωρ καὶ τὰς πηλαμύδας ταράττοντες ἐπὶ τὸ λίνον χωρεῖν ἀναγκάζουσιν, ὡς ἐχυρόν τι χωρίον καὶ πρὸς ἀπαλλαγὴν αὐταῖς τῶν θορύβων ἀρκοῦν, οὕτω τε | |
10 | ὑπ’ ἀνοίας ἁλίσκονται τὸν κτύπον ἐκκλίνουσαι· τότε δὴ τῶν ἁλιέων τὸ τάχος ὁμοῦ καὶ τὴν προθυμίαν θαυμάσει τις, τάς τε σχοίνους καὶ τὰ δίκτυα σὺν τοῖς ἰχθύσιν ἐφελκομέ‐ νων. Αἱ πηλαμύδες γὰρ πρὸς τὴν τῶν σχοινίων ὄψιν ἐκπε‐ πληγμέναι κεῖνται ἐπ’ ἀλλήλαις ἀθρόοι, εἰ μή τις τοῖς | |
15 | ἁλιεῦσιν ἀντιπράξειε δαίμων ἀναπηδήσαντός τινος δείξας τὴν τοῦ λίνου διέκβασιν· εἰ γὰρ φύγοι μία, καὶ αἱ λοιπαὶ πάντως ἀκολουθήσουσι. Παραπλήσιόν τι καὶ κατὰ τῶν ἐλάφων (καὶ τοῦτο δὲ ἄτολμον εἴπερ τι τὸ ζῷον) μεμηχά‐ νηται τοῖς ἀνδράσιν, οἷς ταύτης μέλει τῆς θήρας· χῶρόν | |
20 | τινα πλήθει κομῶντα φυτῶν σχοίνοις περιβάλλουσι κύ‐ κλῳ πτερά τε ἐξαρτῶσιν αὐτῶν, ὡς ἂν κινοῖτο τῷ πνεύματι, καὶ τὰς ἐλάφους ἡ θέα φοβεῖ ῥᾳδίως τε οὕτως ἁλίσκονται. | |
4.20 | Τοὺς σαργοὺς δὲ αἱροῦσιν οἱ ἁλιεῖς φοβήσαντες, εἰ καὶ μὴ δέλεαρ δείξαιεν, καὶ τὰς σκιαίνας ὁμοίως. Οἱ γὰρ σαργοὶ τὸν βυθὸν καταλαβόντες εἰ φοβηθεῖεν, ἀκριβῶς ἀλ‐ λήλοις συμφράττονται κείμενοι πλάγιοι καὶ τὰς ἐπὶ τῶν | |
5 | νώτων ἀνιστῶντες ἀκάνθας, ὡς μή τινα ῥᾳδίως ἐπιβάλλειν τὼ χεῖρε, ὡς οἱ γεωργοὶ ποιεῖν εἰώθασιν, ἵνα τὰς ἅλως διὰ τῶν σκολόπων ἀποτειχίζοντες τοὺς φῶρας οὕτω τῶν ληΐων ἀπείργωσιν. Οἱ δὲ καὶ τοῦ βυθοῦ ῥᾷστα κατατολμᾶν καὶ νεῖν ὑπὸ τοῖς κύμασιν εἰωθότες, εἰς τὸ πέλαγος καταδύν‐ | |
10 | τες, συνηρμοσμένους τε τοὺς σαργοὺς θεασάμενοι τάς τε κεφαλὰς καὶ τὰς οὐρὰς περισκοποῦσιν αὐτῶν, εἶτα ταῖς κεφαλαῖς ἐπιβάλλοντες τὰς χεῖρας οὕτω τε ἐπιβρίσαντες ἠρεμοῦντας αἱροῦσι, καὶ ταῖς τῶν ἀκανθῶν μάτην πεποι‐ | |
θότας ἀκμαῖς· ἑκατέρᾳ γὰρ χειρὶ φέροντες ἕνα σαργὸν | 14 | |
15 | ἀναδύονται, τῶν λοιπῶν κειμένων, ὥσπερ ἠθροίσθησαν. Ἡ δὲ σκίαινα, δέους ἐμπεσόντος αὐτῇ, πρός τινα πέτραν, ἢ κοίτην χηλήν, ἢ χαράδραν ἀποφεύγει, ἢ καί τινι καλύπτει πόᾳ τὴν κεφαλήν, τοῦ λοιποῦ σώματος ὥσπερ ἐκλελησμέ‐ νη, ὡς ποιεῖν καὶ βούβαλις εἴωθεν ἀποφεύγουσα λέοντα· | |
20 | δασεῖ γὰρ ἐμβάλλει τὴν κεφαλήν, ὡς, ἢν μὴ θεῷτο τὸν λέοντα, πάντως οὐχ ὁρωμένη· οὕτω τοι καὶ ἁλοῦσα καὶ ἤδη σπαραττομένη φιλονικεῖ τοῦ σοφίσματος ἔχεσθαι. Τρέφει δέ τι ζῷον καὶ ἡ Λιβύη μέγιστον μὲν ὀρνέων καὶ μακρὰν προβαλλόμενον δέρην, πτεροῖς δὲ οὐχ ὅσον ἵπτασθαι χρώ‐ | |
25 | μενον καὶ τῇ βουβάλει μηχανώμενον ἐν τοῖς κινδύνοις ὅμοια· λανθάνειν γάρ, εἰ τὴν κεφαλὴν κρύψειεν, ἡγεῖται τοὺς θηρατάς. Ὃ δὴ καὶ τὴν σκίαιναν ἡγουμένην ἐπιγελῶν ὁ ἁλιεὺς ἐξελκύσει τοῦ φωλεοῦ. Ταῦτα κατὰ τούτων οἱ ἁλιεῖς τῶν ἰχθύων σοφίζονται· τῶν λοιπῶν δὲ ἁπάντων ἡ θήρα | |
30 | κοινῶς σπουδάζεται δικτύοις, κύρτοις, ἀγκίστροις ἢ καὶ τριαίναις διά τε τῆς ἡμέρας ἁπάσης καὶ ἐπιλαβούσης ἑσπέ‐ ρας· περὶ γὰρ τὰ πρῶτα τῆς νυκτὸς μέρη πῦρ ἀναψάμενοι χωροῦσιν οἱ θηρῶντες ἐπὶ τὸ πέλαγος καὶ τῶν ἰχθύων τι‐ νὰς διὰ τὸ τῇ φλογὶ χαίρειν ἐφορμῶντας τῷ σκάφει πεί‐ | |
35 | ρουσι ταῖς τριαίναις εὐκόλως. | |
4.21 | Ἀλλὰ καὶ φαρμάκῳ τινὲς διαφθείραντες τοὺς ἰχθύας αἱροῦσι, βολίσι πρότερον πλείσταις ἢ κοντοῖς ἢ κώπαις συνταράξαντές τε αὐτοὺς καὶ εἴς τινας συναγαγόντες κοι‐ λάδας· οὕτω τε εἰς ἓν καταφυγόντας χωρίον τοῖς δικτύοις | |
5 | κυκλοῦσιν, ὥσπερ οἱ πόλιν τινὰ περιβολῇ τείχους πολιορ‐ κοῦντες ἑτέρου. Εἶτα ἐπειδὰν τοῦτο αὐτοῖς ἄριστα ἔχειν δοκῇ, λαβών τις πόαν λιπαρωτάτην, ἣν καλοῦσιν ἄργιλον, καὶ ῥίζαν ἑτέραν, ἣ πρὸς τῶν ἰατρῶν κυκλάμινος ὀνομάζε‐ ται, μάζας τε ποιήσας ἐξ ἀμφοτέρων, εἴς τε τὸν ἔχοντα τοὺς | |
10 | ἰχθύας χῶρον πλησίον καταπηδήσας τῶν λίνων καταχρίει | |
τοὺς φωλεοὺς τῷ φαρμάκῳ καὶ τὰς θαλάμας καὶ τὴν θά‐ λασσαν δὲ αὐτὴν τῆς δυσοσμίας ἐμπλήσας ἐπὶ τὸ σκάφος αὖθις ἐπείγεται. Ἐντεῦθεν τοὺς ταλαιπώρους ἰχθύας ἐστὶν ἰδεῖν ὑπὸ τῆς ὀσμῆς νικωμένους, ὡς μηδὲ δύνασθαι μένειν | 15 | |
15 | ἐν οἷς ἐκρύπτοντο φωλεοῖς, ἀλλ’ ἐξορμᾶν καρηβαροῦντας καὶ ἀμβλυώττοντας· εἶτα πολὺ τῆς θαλάσσης χείρονος πει‐ ρωμένους διὰ τὸ φάρμακον, περιφέρεσθαι, κατὰ τοὺς μέθῃ κεκρατημένους, οἷς κύκλῳ φερομένοις οὐκ ἔνι τις βάσις· οὕτω γὰρ ὑπὸ τοῦ κακοῦ νικηθέντες τοῖς λίνοις οἱ ἰχθύες | |
20 | ἐμπίπτουσιν, οὐδενὸς αὐτοῖς πρὸς σωτηρίαν ἀρκοῦντος, εἰ καὶ πλεῖστα ἀναπηδῷεν ὁρμῶντες καὶ αὐτὴν ἅπασαν ἀνα‐ κινοῖεν τὴν θάλασσαν ἐκταράττοντες τοῖς ἐσχάτοις τὸ ὕδωρ φυσήμασι, δι’ ὧν τὴν ὀδύνην ἐπιδεικνύουσι. Τερπόμενοι δὲ ἀτρεμοῦσιν οἱ ἁλιεῖς, μέχρις ἂν τῶν ἰχθύων διαφθαρέν‐ | |
25 | των καὶ τῇ συνεχείᾳ τῆς περιστροφῆς οὐκέτ’ ἐνοχλούντων ἡσυχίαν σχοίη τὸ πέλαγος· τότε γὰρ αὐτοὺς κοινῷ τινι τρό‐ πῳ τελευτῆς ἀποθανόντας ἐξέλκουσιν. Οἱ πολιορκοῦντες οὕτω φαρμάττειν ἐπιβουλῆς ἕνεκα τὰς κρήνας εἰώθασιν, ὡς ἂν τοὺς ἔνδον λιμῷ καὶ μόχθῳ πιεζομένους καὶ τῇ τῶν ὑδά‐ | |
30 | των πονηρίᾳ συντρίψαιεν, ὅτε δὴ ποικίλως φθειρομένων αὐτῶν νεκρῶν ἀνάγκη πᾶσαν ἐμπεπλῆσθαι τὴν πόλιν. Οὕτω γὰρ πικρὰν τελευτὴν διὰ τῶν φαρμάκων ἐπάγουσι τοῖς | |
ἰχθύσιν οἱ θηραταί. | 16 | |
5.1 | Ἐκ πάντων δή σοι, βασιλεῦ μέγιστε, λογιστέον ὡς οὐ‐ δὲν τοῖς ἀνθρώποις ἀπείρατον, ἤν τε ἐπὶ τῆς γῆς ἤν τε ἐπὶ τῆς θαλάσσης δέῃ ταλαιπωρεῖν· ἀλλ’ ἐν ἐλάσσονι δυνάμει προσφερές τι τοῖς θεοῖς γένος ἐσμέν, εἴτε ὁ Προμηθεύς, | |
5 | ὃν Ἰαπετοῦ παῖδά φασιν, ὕδατι μίξας γῆν καί τινι θείῳ χρίματι τὴν καρδίαν ἐπαλείψας ἡμῖν ἰσόθεον τὸ ζῷον εἰρ‐ γάσατο, εἴτε καὶ ἐκ τοῦ λύθρου τῶν Τιτήνων ἐσμέν, μόνων τῶν θεῶν ἐλασσούμενοι. Καὶ γὰρ τῶν ἐν τοῖς ὄρεσιν εὐσθε‐ νούντων θηρίων κρατοῦσιν ἄνθρωποι καὶ πτηνὰ πεζεύον‐ | |
10 | τες πρὸς αὐταῖς ὄντα ταῖς νεφέλαις αἱροῦσι· καὶ οὔτε λέον‐ τα σῴζει τὸ θράσος οὔτε ἀετὸν ῥύεται πτῆσις· καὶ τὸ μέγι‐ στον τῶν ἐπὶ τῆς γῆς ζῴων ἐλέφαντα, τὸν τῇ μελαίνῃ προ‐ νομαίᾳ πλεῖστον ἰσχύοντα, ζυγὸν ὑπελθεῖν καὶ τὰ τῶν ἡμιό‐ νων ποιεῖν ἀναγκάζουσιν, τά τε τῆς θαλάσσης διαφθείρου‐ | |
15 | σι κήτη, κατ’ οὐδὲν ἀσθενέστερα τῶν ὠμοφάγων τῆς γῆς ὄντα θηρίων, ὑπερτεροῦντα δὲ ἤν τε μέγεθος ἤν τε θράσος ἤν τε ἰσχὺν ἐξετάζῃ τις· σκοπητέον δὲ οὑτωσί. | |
5.2 | Τὰς ἐπὶ τῆς γῆς χελώνας ἀσθενεῖς ἴσμεν καὶ ἀβλαβεῖς, ταῖς θαλαττίαις δὲ οὐδ’ ἂν θρασύς τις ἀδεῶς ἀπαντήσειεν. Ἰταμοὺς τρέφει κύνας ἡ χέρσος, ἀλλ’ οὐκ ἄν τις αὐτοὺς τῇ τῶν θαλαττίων ἀναιδείᾳ συγκρίνειεν. Ὀλέθριόν ἐστι τὸ | |
5 | τῆς χερσαίου δῆγμα πορδάλεως, νικᾷ δὲ ὅμως ἡ θαλασ‐ σία· καὶ μὴν καὶ τὰς ὑαίνας τὰς θαλαττίους τῶν ἐπὶ τῆς γῆς χείρους εἶναι συνωμολόγηται. Τούς γε μὴν κριούς, ἡμε‐ ρωτάτους μὲν ἡ γῆ, φοβερωτάτους δὲ ἡ θάλασσα τρέφει. Τίς δὲ σῦς ἄγριος κατὰ λάμναν ἰσχύει, ἢ τίνος λέοντος ὡς | |
10 | ἡ τῆς ζυγαίνης ἔμπυρός ἐστιν ἰσχύς; Τὰς φώκας δὲ ἴσμεν | |
ὡς καὶ ἐπὶ τῆς γῆς αἱ ἄρκτοι δεδοίκασι καὶ συρραγεῖσαι νικῶνται πανταχοῦ τῶν τῆς θαλάσσης θηρίων ὄντων ἰσχυρο‐ τέρων. Οὐκ ἀπόχρη δὲ ὅμως αὐτοῖς οὔτε τὸ θηριῶδες οὔτε ἡ ῥώμη πρὸς τὰ τῶν ἀνθρώπων βουλεύματα, ἀλλ’ ὑπὸ τῶν | 17 | |
15 | ἁλιέων, ὡς ἐρῶ, διαφθείρονται. Ἵλεως δὲ ἐπεξιόντος ἀκού‐ σειας. | |
5.3 | Τὰ τῶν κητῶν μέγιστα κατὰ μέσα τρέφεται τὰ πελά‐ γη καὶ ἐπὶ πλεῖστον οὐκ ἀναδύεται, πρὸς δὲ αὐτῷ τῷ πυ‐ θμένι τῆς θαλάσσης ἐστὶ καὶ τροφῆς ἀσχέτως ἐρᾷ (τίς δὲ ἂν ἢ πόθεν ἀρκέσειεν;) κόρος τε οὐδεὶς καὶ κάμνει λιμῷ· | |
5 | καὶ πολεμεῖν αὐτοῖς ἀνάγκη πρὸς ἄλληλα καὶ τὸ νικηθὲν τροφὴ τοῦ κεκρατηκότος ἐστί. Καὶ ναῦς δὲ ὀφθέντα φοβεῖ, κατὰ τὸ Ἰβηρικὸν μάλιστα πέλαγος, τὸν Ὠκεανὸν ἀπολι‐ πόντα τὸν γείτονα, ἐν ᾧ καὶ εἰκοσόροις ἐστὶν ἰσομεγέθη ναυσίν. Ἐπὶ τοὺς αἰγιαλοὺς δὲ τοὺς ἀγχιβαθεῖς πολλάκι | |
10 | πλανηθέντα ἐκφέρεται καὶ τότ’ ἂν μάλιστα νικηθείη. Πάντα δὲ πλὴν τῶν κυνῶν ἐστι τὰ μεγάλα νωθῆ, καὶ πρὸς φυγὴν διὰ τὸ βάρος οὐκ ἐπιτήδεια· οὔτε γὰρ ὁρᾷ πόρρωθεν, οὔτε ἐπὶ πᾶν ἔρχεται πέλαγος βαρυνόμενα τῷ μεγέθει καὶ τὸ ὕδωρ μόλις καὶ κατ’ ὀλίγον ὠθεῖ· διὸ καὶ πᾶσιν αὐτοῖς | |
15 | ὁδηγὸς βραχύς τίς ἐστιν ἰχθύς, ᾧ μακρὸν μὲν τὸ σῶμα, λεπτὴ δέ ἐστιν οὐρά. Καὶ καλεῖται μὲν ἡγητήρ, τοῖς κήτεσι δέ ἐστι προσφιλὴς συνὼν καὶ φρουρῶν καὶ πιστὸς ὢν μό‐ νος αὐτοῖς καὶ ἄγων οἷ βούλεται καὶ τῆς ὁδηγίας ἕνεκα τὴν οὐρὰν πρὸς αὐτοῖς τῶν κητῶν τοῖς ὀφθαλμοῖς περιστρέφων, | |
20 | οὕτω τε σημαίνων αὐτοῖς εἴτε ἄγρας εἴτε τινὸς ἑτέρας αἴ‐ σθοιτο βλάβης, εἴτε ὡς ὀλίγην ἐκκλῖναι δέοι τὴν θάλασσαν, ἃ δὴ πάντα εὐνοϊκῶς καὶ μονονουχὶ φθεγγόμενος διὰ τῆς οὐρᾶς ἐπιδείκνυσί τε καὶ πείθει· ὥστε οὐχὶ φύλακα μόνον, ἀλλὰ καὶ ὦτα καὶ ὀφθαλμοὺς καὶ παντὸς τοῦ βίου κύριον | |
25 | τὸν ἰχθὺν τοῦτον ἄν τις εἴποι τοῦ κήτους. Ἡγεῖται γὰρ ὡσανεὶ παῖς ἀσθενοῦντι καὶ οὐδὲ ὁρᾶν ἔτι δυναμένῳ πατρί, τὰ τροφεῖα γνησίως ἀποδιδοὺς ὑπουργίᾳ τε καὶ θεραπείαις ἀποπληρῶν τὴν ἀπορρεύσασαν δύναμιν· τοσαύτη σχέσις ἐστὶν αὐτοῖς καὶ ὥσπερ τι πηδάλιον περιστρέφων ὁ ἰχθὺς | |
30 | τὸ κῆτος ἰθύνει, ἢ τὴν αὐτὴν τῆς γενέσεως ἔχων ἀρχήν, ἢ μόνῃ συναπτόμενος γνώμῃ. Οὕτως οὐδὲν εἰ μὴ προσείη σύνεσις ὄφελος εἴδους ἢ ῥώμης, ἀλλ’ ἰσχὺς μὲν ἄφρων ὥς τι μάταιον καὶ ἀχρεῖον τὸν ἔχοντα διαφθείρει, βουλὴ δὲ σῴ‐ ζει καὶ τὸν βραχύτατον, δι’ ἣν καὶ τὸν μικρὸν τοῦτον ἰχθὺν | 18 |
35 | ἑαυτοῦ φύλακα τὸ μέγιστον ποιεῖται κῆτος. | |
5.4 | Πρῶτον μὲν ἀγκίστρῳ περιθέντα τροφὴν ἐξαπατῆσαι δεῖ καὶ ἑλεῖν τὸν ἰχθύν· οὐ γὰρ ἂν ἄλλως τις τὸ κῆτος νική‐ σειεν, αἱρεθέντος δὲ εὐμαρῶς ἁλώσεται, οὔτε πρὸς φωλεὸν ἀναδραμεῖν ἐπιστάμενον οὔτε πλησιάζουσαν βλάβην ἐκκλῖ‐ | |
5 | ναι, φερόμενον δὲ ἀσκόπως οἷα ναῦς ἀποβαλοῦσα τὸν κυ‐ βερνήτην, ὥστε καὶ ἐπὶ πέτραν καὶ αἰγιαλὸν πολλάκις ἐξενε‐ χθῆναι πλείστης αὐτῷ κατὰ τῶν ὀμμάτων ἐσκεδασμένης ἀχλύος. Ἔχονται δὴ προσευξάμενοι τότε τῆς θήρας ὡς οἱ πολεμίοις νύκτωρ ἐφιστάμενοι καὶ εἰ τῶν φυλάκων κρατή‐ | |
10 | σαιεν ἐπ’ αὐτὴν ἰόντες εὐθαρσῶς τὴν ἀκρόπολιν καὶ τὰς οἰ‐ κίας ἐσπουδακότες ἐμπρῆσαι. Μεγέθους δὲ αὐτοῦ πέρι καὶ βρίθους τοιῶσδε ἐπισκοποῦσιν· εἰ μικρὸν ὑπερφαίνοιτο τοῦ πελάγους, τὴν ῥάχιν ἢ τὸν λόφον ὑποδεικνύον, παμμέγεθές τι καὶ μόλις ὑπὸ τῆς θαλάσσης φερόμενον τὸ θηρίον ἐστίν· | |
15 | εἰ δὲ καὶ τὰ νῶτα ὀφθείη, ὡς βραχύ φασι διὰ κουφότητα ὑπερνήχεσθαι. | |
5.5 | Καὶ ὁρμιὰ μὲν ἐκ πυκνοτάτων σχοινίων ἔστιν αὐτοῖς, μῆκος δὲ κατὰ τοὺς τῶν πλοίων ἔχει προτόνους, ἃ μήτε μι‐ κρὰ παντελῶς ἐστι μήτε ὑπερμεγέθη· ἰσχυρὸν δὲ ἐξῆρται τῆς ὁρμιᾶς ἄγκιστρον πυκνὰς πάντοθεν ἔχον γλωχῖνας, | |
5 | οἷον ἰσχυρῶς ἀντιλαβέσθαι καὶ πέτρας, καμπύλον οὕτως ὡς ἐπιχανόντος εἰσδεχθῆναι τοῦ κήτους, ἅλυσίς τε αὐτῷ χαλ‐ κῆ βαρεῖα συνῆπται τὰς ἀκμὰς ἵνα φέρειν δύνηται τῶν ὀδόντων, κυκλοτερεῖς τε αὐτὴν διαιροῦσι τροχοί, ἵνα μήτε συστρέφηται μήτε κατευθὺ τείνοντος ὑπὸ ὀδύνης ἀπορρα‐ | |
10 | γείη τοῦ κήτους, ἀλλὰ πλανωμένου κύκλῳ περιάγηται μᾶλ‐ | |
λον εὐκόλως. Εἶτα ἧπαρ ἢ καὶ ὦμον ταύρου τοσούτῳ χά‐ σματι πρέποντα περιτιθέασι τῷ ἀγκίστρῳ, καὶ πολλαῖς ἐπεμβάντες ἀκάτοις, ἀκίσι τε ὁπλισάμενοι καὶ τριαίναις, καὶ βουπλῆγας καὶ ἅρπας καὶ πλεῖστα ἕτερα πρὸς τοῦτο | 19 | |
15 | χαλκευθέντα ἐπιφερόμενοι σημαίνουσιν ἀλλήλοις σιγῇ τὰ πρακτέα, οὐδὲ ταῖς κώπαις σφόδρα ἐπικτυποῦντες· εἰ γὰρ γνοίη τὸ κῆτος, καταδυὲν μάταιον αὐτοῖς ποιήσει τὸν μό‐ χθον. Πλησιάσαντες δὲ τήν τε ἅλυσιν καὶ τὴν τροφὴν καθιᾶ‐ σιν, καὶ τὸ κῆτος αὐτὴν ἐφορμῆσαν αἱρεῖ καὶ ἁλίσκεται· | |
20 | καὶ ὀδυνηθὲν ἀντισπᾷ διαρρῆξαί τε οὐκ ἰσχῦον πρὸς τὸν βυ‐ θὸν καταδύεται τῶν ἁλιέων ἐπιτρεπόντων. | |
5.6 | Μᾶλλον γὰρ ἂν αὐτοὶ σὺν ταῖς ἀκάτοις καθελκυσθεῖεν ἢ τὸ κῆτος μὴ βουλόμενον ἀνελκύσαιεν, ἀλλὰ τοιόνδε τι τεχνάζονται· πλατεῖς σφόδρα ἀσκοὺς πνεύματος ἐμπλήσαν‐ τες τῇ τε ὁρμιᾷ προσάψαντες καθιᾶσιν, οὓς ἐπισπᾶται σὺν | |
5 | βίᾳ μέχρις ἂν πρὸς αὐτὸν ἀφίκηται τὸν πυθμένα· εἶτα ἐκεῖ κατὰ τοὺς ἱδρωκότας ἵππους, οἳ θερμὸν ἀναπνέοντες ἀφρόν τε καὶ αἷμα διὰ τῶν χαλινῶν ἀποπτύουσιν, ἀλγοῦν διατρί‐ βει· καὶ ὑπὸ τῶν ἀσκῶν αὖθις ἀνέλκεται πρὸς τὴν τῆς θα‐ λάσσης ἐπιφάνειαν, τοῦ πνεύματος ὠθοῦντος αὐτούς. Τότε | |
10 | δὴ καὶ αὐτοὺς ἑλεῖν σπεύδει προθυμούμενον μάτην· ἐπιδά‐ κνειν γὰρ πειρώμενον διεκφεύγουσιν ὡς ἔμψυχοι παρεκ‐ κλίνοντες· εἶτα ὀδυνηθὲν καταδύεται, καὶ ποιεῖ τοῦτο πολ‐ λάκις, ἕλκει τε καὶ ἀνθέλκεται πάλιν ἀμοιβαδόν, τοῦτο δρῶν ὡς οἱ κοινὸν ὑπὲρ ξύλου πρίσεως ἑλόμενοι πόνον, ἵνα | |
15 | πλοίου τρόπιν ἢ ἄλλο τι παρασκευάσωνται· τοῦ γὰρ τρα‐ χέος ἀντέχονται πρίονος ἐρεισθέντος ἐπὶ τοῦ ξύλου καὶ σὺν ἤχῳ διιόντος αὐτὸ καὶ τῆς ἀνυσθείσης ὁλκῆς εἰς τοὐπίσω πάλιν ἀνθελκομένου. Τοιαύτη τις τοῖς ἀσκοῖς πρὸς τὸ κῆ‐ τος ὥσπερ ἔρις ἐστίν, αἷμά τε εἰς τὴν θάλασσαν προΐησιν | |
20 | ὀδυνώμενον καὶ ἀναπνεῖ βαρύ, τό τε ὕδωρ τῷ φυσήματι περιστρέφει, ὡσανεὶ πλείστου πνεύματός τινος ὑπὸ τὴν θά‐ λασσαν κρυπτομένου, καὶ συστροφάς τινας τοῦ τε ὕδατος ἐξογκώσεις ἀναπνέον ἐργάζεται, οἷον τὸ περὶ τὴν Χάρυ‐ βδίν ἐστιν ἰδεῖν, ὅταν ἄνεμος ἐνοχλῇ τὸν ὑπὸ τῆς τῶν ὀρῶν | |
25 | διαστάσεως γεγονότα πορθμόν, ἐφ’ ὃν τῶν πνευμάτων ὠθούντων τό τε Ἰόνιον καὶ τὸ Τυρρηνικὸν φέρεται πέλαγος. | 20 |
5.7 | Τότε τοῖς ἁλιεῦσι καὶ πρὸς τὴν χέρσον εὔκαιρόν ἐστιν ἀναδραμεῖν καί τινος ἀποδῆσαι πέτρας τὴν ἄκατον, μέχρις ἀπειπὸν τὸ θηρίον πρὸς τὰς ὁρμάς τε καὶ ἀντισπάσεις ὑπείξῃ λαβόν τινα ἔννοιαν τελευτῆς· τότε γὰρ εἷς τῶν | |
5 | ἀσκῶν ἀνατρέχει, σαφὲς τῆς ἥττης τοῦ θηρίου τεκμήριον. | |
5.8 | Οἱ δὲ ἁλιεῖς αὐτὸν ὁρῶσι σὺν ἡδονῇ, ὡς ἐκ πολέμου κήρυκα λευχειμονοῦντα θεώμενοι καὶ πρὸς τὰ τῆς ἀγγελίας αἴσια κεχηνότες. Εἶτα καὶ τοὺς ἄλλους εὐθὺς ὁρῶσιν ἀσκούς, μέγα τι θηρίον ἕλκοντας, ὀδύνῃ τε καὶ μόχθῳ νενι‐ | |
5 | κημένον, προσελαύνουσί τε οὕτω τὰ σκάφη, πολλήν τινα κραυγὴν καὶ κτύπον ἐγείροντες, ἐπικελευόμενοί τε ἀλλήλοις ὡς ἐν πολέμῳ· τοιαύτη γὰρ ἴσχει τότε αὐτοὺς προθυμία, ὥστε εἴ τις αἰπόλος ἢ θηρατὴς ἢ δρυτόμος πόρρωθεν αὐτῶν ἀκούσειε, πάντως ἂν ὑπ’ ἐκπλήξεως ἐπὶ τὴν ἠϊόνα δρά‐ | |
10 | μοι καὶ θεωρήσειε τὸ γιγνόμενον. Ὁ μὲν γὰρ τριαίνῃ, ὁ δὲ ἀκίδι τιτρώσκει· ἄλλος δὲ δρεπάνην μεταχειρίζεται, βουπλῆγι δὲ ἕτερος κατακτείνει, πάντες δὲ ὁπλῖται βάλ‐ λοντες καὶ τύπτοντες τὸ θηρίον ἐγγύθεν. Τὸ δὲ τῆς μὲν ἀμετρήτου δυνάμεως ἐπιλέλησται καὶ οὐκέτ’ ἔχει ταῖς γέ‐ | |
15 | νυσιν ἀποκωλύειν τὰς ναῦς, τῇ δὲ τῶν πτερύγων ὁρμῇ τὸ ὕδωρ ὠθοῦν καὶ τὰς ἀκάτους ὥς τις ἄνεμος ἀντιπνέω ὠθεῖ, βοῇ τε αἱρεῖται πλείστῃ καὶ τὸ πέλαγος χρώννυσι λύθρῳ, ὡς ἀπ’ ἐρυθρῶν τινων λόφων κατενεχθέντος χειμάρρου καὶ ποιοῦντος ἐρυθρὸν ἅπαντα τὸν κόλπον, ὃν ἐπιτρέχει. Ταῖς | |
20 | ὠτειλαῖς δὲ καὶ οἶνον ἐπιβάλλουσιν ὠξικότα, ὥστε θᾶττον ἐπικαυθὲν διαφθείρεσθαι τὸ θηρίον· κεραυνῷ τις ἂν εἴποι ναῦν βεβλῆσθαι καὶ κατακάεσθαι καὶ τὸ πῦρ τῷ ὕδατι πλη‐ σιάσαν ἔτι μᾶλλον ἐξῆφθαι. | |
5.9 | Μέλλον δὲ ἀποπνεῖν καὶ ταῖς ὀδύναις νενικημένον ἐκ‐ δήσαντες ἐπὶ τὴν χέρσον ἕλκουσι, πολλαῖς γλωχῖσιν ἐμ‐ πεπαρμένον, ἐρέττουσί τε ὑπερχαίροντες καὶ ᾄδοντες μάλα γενναίως, ὡς οἱ ναυμαχίᾳ νενικηκότες καὶ ναῦς πολεμίων | 21 |
5 | ἀναδησάμενοι μέγα τε ἐπὶ τῇ νίκῃ βοῶντες καὶ παιωνίζον‐ τες τοὺς νενικημένους ἄκοντας καὶ ἀθυμοῦντας ἐφέλκον‐ ται. | |
5.10 | Τῇ χέρσῳ δὲ πλησιάσαν σπαίρει τὰ ὕστατα καὶ τὴν θάλασσαν διαξαίνει καὶ περιστρέφεται κατὰ τὰς ἐπὶ τοῖς βωμοῖς ἐσφαγμένας ὄρνεις τὰ τελευταῖα ἀναδραμεῖν ἐπὶ τὴν θάλασσαν ἐθέλον ἀλλ’ οὐκ ἰσχῦον. Εἰς τὴν γῆν οὖν ὡς με‐ | |
5 | γίστη τις ἕλκεται ναῦς, ἣν ἵνα μὴ κάμνῃ χειμῶνος ἐπιόντος οἱ ναῦται σὺν πολλῷ σύρουσι μόχθῳ· οὕτω γὰρ καὶ τὸ μέ‐ γιστον ἐπὶ τὴν γῆν ἔκειτο κῆτος τόν τε αἰγιαλὸν πληροῖ καὶ μετὰ τὴν τελευτὴν φρικτότατον θέαμα. | |
5.11 | Δείσειε γὰρ ἄν τις καὶ τεθνεὸς καὶ πρὸς τὴν ἀηδῆ τοῦ κήτους ὄψιν ἐκταραχθείη, εἰς τοὺς φρικτοὺς μάλιστα βλέπων ὀδόντας· ἀλλ’ ὀψέ ποτε θαρρήσαντες ἀθροίζονταί τε καὶ περισκοποῦσι τοῦ θηρίου τὸ λείψανον, οἱ μὲν πρὸς τὰς | |
5 | ἐν ταῖς γένυσι τῶν ὀδόντων τάξεις ἐκπεπληγμένοι τούς τε χαυλιόδοντας ὡς ἀκόντια θεώμενοι τριστοιχεὶ πεφυκότας, εἰ δὲ τὰς ὠτειλὰς καὶ τὰ τῶν τραυμάτων μέτρα θεώμενοι, τὴν ὀξεῖαν δὲ ἄλλος ἄκανθαν καὶ τοὺς ἀπ’ αὐτῆς ἀνισταμέ‐ νους σκόλοπας, καὶ τὴν οὐρὰν ἕτερος καὶ τὴν χωρητικὴν | |
10 | ἄλλοι γαστέρα καὶ τὴν μεγίστην κεφαλὴν οὐκ ὀλίγοι, ὥστε τινὰ τῶν οὐχὶ πλεῖν εἰθισμένων ἀλλ’ ἐπὶ τῆς γῆς διατρί‐ βειν ὑπὸ τῆς ὄψεως τοῦ θηρίου καταπλαγέντα τοιαῦτα πρὸς τοὺς ἐγγύθεν εἰπεῖν· «ἐπὶ τῆς γῆς τεχθέντι μοι καὶ τρα‐ φέντι τὴν τελευταίαν ἐπ’ αὐτῆς ἡμέραν πληρῶσαι γένοιτο, | |
15 | τῶν θαλαττίων πόνων κεχωρισμένῳ σέβοντί τε ἀπὸ τῆς γῆς τὸ τοῦ θαλασσίου κράτος θεοῦ, καὶ μήτε μικρῷ πεποι‐ θὼς πλεύσαιμι ξύλῳ, μήτε τοὺς ἀνέμους οὕτω καὶ τὰς νε‐ φέλας περισκοπήσαιμι· οὐ γάρ ἐστί τις τοῦ θαλαττεύειν | |
ἐπιθυμία οὐδὲ τῶν μόχθων, οὓς οἱ πλέοντες ἐν ταῖς δυσή‐ | 22 | |
20 | χοις ὑπομένουσι ζάλαις· καὶ οὐκ ἀπόχρη τὸ τοιαύτῃ πε‐ ριπεσεῖν τελευτῇ, δεήσει δὲ ἔτι καὶ κατεσθίεσθαι καὶ ἀντὶ τάφου γαστέρα τοιούτου τινὸς ἐμπλῆσαι θηρίου· ὥστε ἔχει με τοῦ πράγματος δέος, καὶ προσειπεῖν ἐκ τῆς γῆς ἐθέλω τὴν θάλασσαν, ἵν’ εὐμενὴς εἴη μοι πόρρωθεν». | |
25 | Καὶ τὰ μὲν μέγιστα τῶν κητῶν κατὰ τοῦτον θηρῶνται τὸν τρόπον, ἐλάσσων δὲ ὁ πόνος κατὰ τῶν ἐλασσόνων ἐστὶ καὶ σύμμετρα τῇ θήρᾳ τὰ σκεύη· βραχύτεραι δὲ ὁρμιαὶ καὶ ἄγκιστρα καὶ οὐ πολλή τις τροφὴ καὶ ἀντὶ τῶν αἰγείων ἀσκῶν ξηρᾶς κοιλώματα κολοκύνθης, δι’ ὧν ὡς εἴρηται τὸ | |
30 | θηρίον ἀνελκυσθήσεται. | |
5.12 | Εἰ δὲ λάμνης ποτὲ σκύμνος ὀφθείη, καὶ τροπὸν αὐτῷ προδείξαντες πολλάκις οἱ ἁλιεῖς (τοὺς δεσμοὺς δὲ οὕτω τῶν κωπῶν ὀνομάζουσιν) ἐφορμήσαντα τὸν σκύμνον ἀγρεύουσι· δακόντος γὰρ ἀνάγκη τοὺς ὀδόντας, ἅτε καμ‐ | |
5 | πύλους, ἐνέχεσθαι, ὥστε οὕτως αὐτὸν ῥᾷστα ἀποκτανθῆ‐ ναι τριαίνῃ. | |
5.13 | Ἐν πᾶσι δὲ τοῖς κήτεσι τοῖς ἐχθίστοις οἱ κύνες, ὧν ἔφημεν εἶναι πλείω τὰ γένη, λάβροι τε καὶ θρασεῖς καὶ ἰταμοὶ καὶ ἄφοβοι καὶ λυσσώδεις εἰσίν, ὡς καὶ τὰ λίνα πολ‐ λάκις καὶ τοὺς κύρτους, εἰ πλησιάσαιεν, καὶ τὴν θήραν βλά‐ | |
5 | πτειν αὐτήν· κατεσθίουσι γὰρ τοὺς ἰχθύας, ὡς τροφῆς ἔρωτι καὶ ἀγκίστρῳ θηρᾶσθαι παρὰ τῶν ἁλιέων ἐσθ’ ὅτε. | |
5.14 | Τὰς φώκας δὲ οὐδὲ ἀγκίστρῳ ἑλεῖν οὔτε τριόδοντι ῥᾴδιον κατακτεῖναι· ἰσχυρόταται γὰρ αὐταῖς αἱ δοραὶ καὶ οὐκ ἂν διαρραγεῖεν εὐκόλως· εἰ δὲ ἄκοντες σὺν τοῖς ἄλλοις ἰχθύσι φώκην περιβάλοιεν λίνῳ, σὺν παντὶ πρὸς τὸν αἰ‐ | |
5 | γιαλὸν ἐξέλκουσιν ἐπειγόμενοι τάχει· τὰ γὰρ δίκτυα ταῖς τῶν ὀνύχων ἀκμαῖς φεύγειν προθυμουμένη διαρρηγνύει, ὥστε οὐ μικρὰν τοῖς ἁλιεῦσι γίγνεσθαι λύπην διαφευγόντων οὕτω καὶ τῶν λοιπῶν τῶν ἁλόντων ἰχθύων. Ἐξελκυσθεῖσαν δὲ αὐτὴν καὶ τῇ γῇ πλησιάζουσαν ῥοπάλοις τε καὶ ξύλοις | |
10 | ἑτέροις καὶ μὴν καὶ τριόδοντι διαφθείρουσι· καὶ τελευτήσει τάχιστα κατὰ τῶν κροτάφων τε καὶ τῆς κεφαλῆς βαλλομέ‐ | |
νη. | 23 | |
5.15 | Καὶ τὰς χελώνας δὲ τῇ τε ἄγρᾳ λυμαινομένας καὶ αὐτοὺς βλαπτούσας τοὺς ἁλιέας ἑλεῖν ῥᾴδιον, εἰ μόνον εὐ‐ θαρσὴς καὶ ἄφοβος εἴη τις· ἀναστρέψαι γὰρ αὐτὴν ὑπελθόν‐ τα δεῖ καὶ τὸ τέως περιέχον ὄστρακον ἐπὶ τὴν θάλασσαν | |
5 | μεταστρέψαι· τῇ δὲ οὐκέτι ῥᾴδιον, εἰ καὶ σφόδρα βούλοιτο, πάλιν ὀρθοῦσθαι, ἀλλὰ μοχθήσει σπαίρουσα καὶ περιττῶς κινοῦσα τοὺς πόδας καὶ γελωμένη, ὥστε τοῖς ἁλιεῦσιν ἐξ‐ εῖναι καὶ βρόχῳ δεθεῖσαν ἐφέλκεσθαι καὶ σιδήρῳ διαφθεί‐ ρειν αὐτήν. Διαφέρει γὰρ τῶν χερσαίων οὐδέν, ἃς ἐν τοῖς | |
10 | ὄρεσιν ἀνατρέπει παιδία πολλάκις ἐπιγελῶντα τοῖς ποσὶ σειομένοις, ὅταν ὀρθοῦσθαι ἀμηχανῇ καὶ πρὸς τὸ ἔδαφος τραπῆναι θέλουσα μὴ ἰσχύῃ. Περὶ τῶν θαλαττίων δὲ καὶ τοῦτο ἰστέον, ὅτι πρὸς τὴν γῆν ἐξιοῦσαι θέρονται ὑπὸ τοῦ ἡλίου πολλάκις, ὥστε εἰς τὴν θάλασσαν αὖθις ἐπανελθοῦ‐ | |
15 | σαι μηδὲ καταδύνειν δύνασθαι διὰ τὴν τῶν φολίδων ξηρό‐ τητα, καὶ παρὰ τῶν ἁλιέων οὕτω μάλιστα ῥᾳδίως ἁλίσκε‐ σθαι. | |
5.16 | Δελφῖνας δὲ ἀγρεύειν ἀσεβὲς νομιστέον, καὶ οὐκ ἄν τις τοῦτο θαρσήσας ὁσίως θύσειεν ἢ βωμῷ παρασταίη, ἀλλ’ ἐξάγιστος ὁ τοῦτο δράσας καὶ μολυσμὸς τῶν ὁμωροφίων ἐστὶ καὶ οὐδὲν ἂν διαφέρειν δόξειεν ἀνδροκτόνου ὃς ἂν | |
5 | ἑκὼν διαφθείρῃ δελφῖνα. Οὕτω πολλοῦ τυγχάνουσι τοῦ θα‐ λασσίου θεοῦ, καὶ ἀλλήλοις τέ εἰσι φίλοι καὶ πρὸς τὴν τῶν ἰχθύων θήραν πολλάκις ὑπουργοὶ τοῖς ἀνδράσιν. Ἐν γοῦν Εὐβοίᾳ τῇ νήσῳ, κατὰ τὸν Αἰγαῖον πόντον, ὅταν τῆς ἑσπε‐ ρινῆς μέλῃ τοῖς ἁλιεῦσι θήρας καὶ μεταχειρίζωνται πῦρ | |
10 | κατακλείσαντες ἔν τινι κοίλῳ χαλκείῳ, σὺν αὐτοῖς καὶ οἱ δελφῖνες ἔγκεινται τοῖς ἰχθύσιν, εἰς τὸν βυθὸν καταδύνειν οὐκ ἐῶντες αὐτούς, ἀλλ’ ἐπὶ τὴν γῆν ἐξελαύνουσιν, [ὡς θη‐ ρευταὶ κύνες ὑλακῇ τὰ φανέντα τῶν θηρίων μεταδιώκον‐ | |
τες, ὥστε τοῖς ἁλιεῦσιν ἐξεῖναι τριαίνῃ πείρειν τοὺς ἰχθύας | 24 | |
15 | τραπέντας ὑπὸ δέους ἐπὶ τὴν χέρσον· οὐ γὰρ ἔχουσιν ἅμα καὶ πυρὶ μάχεσθαι καὶ δελφῖσιν. Οἱ δὲ τῆς ἄγρας ἐκτελεσθεί‐ σης μισθὸν αἰτοῦσι ταῖς ναυσὶ πλησιάσαντες καί τινα λαμ‐ βάνουσι μοῖραν, ὡς, εἰ μὴ λάβοιεν, οὐδὲν ἔτι πρὸς τὴν θή‐ ραν συνεργήσοντες τοῖς ἀνδράσι. | |
20 | Καὶ μὴν καὶ Ἀρίωνα τὸν Λέσβιον ὁ παλαιὸς βούλεται λόγος θάνατόν τε ὑπεκφυγεῖν, ὅν τινες ἐπῆγον λῃσταί, καὶ ᾄδοντα πρὸς Ταίναρον τῆς Λακωνικῆς ἀφικέσθαι νώτοις ἐποχηθέντα δελφῖνος. Ἀλλὰ καὶ Λίβυος μειρακίου φασὶν ἐρασθῆναι δελφῖνα, καὶ ποιμαίνοντι χαίρειν ἐπὶ τὰς ἀκτὰς | |
25 | ἀφικνούμενον οὕτω τε ἐκμανῶς ἀκούειν τῆς σύριγγος ὥστε τάχα καὶ ἀπολιπόντα τὸ πέλαγος ἀναμιχθῆναι τοῖς προβά‐ τοις ἐθέλειν. Ἄλλου δέ τινος νέου πόθον, οὐ παλαιὸν ἀλλ’ ἤδη τετευγμένων ἡμῶν, ἴσασιν οἱ τὴν γῆν οἰκοῦντες τὴν Αἰολίδα· ἠράσθη γάρ τινος δελφὶς νησιώτου παιδὸς καὶ | |
30 | θαμὰ φοιτῶν εἰς τὸν τῆς νήσου λιμένα ὥς τινος ἑταίρου τὴν συνουσίαν ἠσπάζετο· καὶ σκύμνος ὢν ἀγαπήσας τε μικρὸν ἔτι βρέφος ὄντα τὸν παῖδα συνηυξήθη τε ἡβῶντι καὶ αὐτὸς ὢν τέλειος ἤδη τοῦ μειρακίου νεάζοντος. Τοῦτο τὸ καινὸν καὶ λόγου κρεῖσσον καὶ ὑπὲρ πᾶσαν ἐλπίδα τούς τε ξένους | |
35 | εἶχε θαῦμα καὶ τοὺς πολίτας, καὶ πολλοὶ συνέρρεον πολ‐ λαχόθεν πόθῳ τῆς θέας, πλῆθός τε ἀεὶ πρὸς τοῖς αἰγιαλοῖς ἵστατο θεωμένων. Ἀκατίου γὰρ ὁ παῖς ἐπιβὰς καὶ προσελ‐ θὼν τοῦ λιμένος ἐκάλει τινὶ τὸν δελφῖνα προσηγορίᾳ· ὁ δὲ τὸ ἐξ ἀρχῆς λεχθὲν αὐτῷ ὄνομα καὶ τὴν τοῦ παιδὸς ἐπιγι‐ | |
40 | νώσκων φωνὴν πλησίον τάχιστα ἀφικνεῖτο τοῦ σκάφους τῇ τε οὐρᾷ σαίνων καὶ τὴν κεφαλὴν ὑψῶν καὶ γαυρούμενος καὶ ψαῦσαι τοῦ παιδὸς προθυμούμενος· ὁ δὲ ὥς τινα ἀγα‐ πώμενον φίλον ταῖς χερσὶν κατέψηχε τὸν δελφῖνα σπεύδον‐ τα καὶ ἐπεμβῆναι τῷ σκάφει. Εἶτα τοῦ παιδὸς κυβιστήσαν‐ | |
45 | τος ἐνήχοντο κεφαλὴν κεφαλῇ καὶ πλευρὰν πλευρᾷ παραρ‐ | |
μόσαντες· καί τις ἂν εἴποι τὸν δελφῖνα φιλῆσαι βούλεσθαι τὸν νέον καὶ περιπτύξασθαι 〈καὶ〉 διὰ τοῦτο αἱρεῖσθαί τινα νήξεως ἴσην ὁρμήν. Πολλάκις δὲ καὶ ἐφαψάμενος ὁ παῖς τοῦ λόφου κατὰ τῶν ὑγρῶν νώτων ἥλλετο τοῦ δελφῖνος | 25 | |
5.16(50) | καὶ ὃς σὺν ἡδονῇ πλείστῃ δεξάμενος τὴν ὑπουργίαν ἠσπά‐ ζετο, χωρῶν ᾗπερ ἂν τῷ νέῳ δόξειεν, εἴτε ἐπὶ τὸν πόντον, εἴτε ἐπὶ τὴν χέρσον ἢ τὸν λιμένα. Τίς ἂν οὕτω πῶλος χα‐ λινῷ γένοιτο εὐπειθής, τίς δὲ ἂν κύων ἐθὰς ἄγοντι θηρατῇ καλῶς οὕτω πεισθείη ἢ τίς ἂν στρατηγῷ κελεύοντι τοσοῦ‐ | |
55 | τον ὑπακούσειε στρατιώτης ὅσον ὁ δελφὶς ἐπείθετο τῷ μει‐ ρακίῳ, ζυγοῦ τε καὶ ἡνιῶν χωρὶς οὐχὶ μόνον αὐτὸν ἀλλὰ καὶ ἕτερον ὃν ἂν κελεύσειε φέρων; Καὶ ζῶντα μὲν οὕτως ἠγάπα τὸν νέον· τελευτήσαντος δέ, ὡς θρηνῶν ἐπὶ τὸν αἰ‐ γιαλὸν ἀφικνεῖτο ζητῶν καὶ ὅτι μὴ τυγχάνοι τοῦ φίλου πε‐ | |
60 | ριπαθὴς ὤν, οὔτ’ οὖν καλοῦσιν ἔτι προσῄει τοῖς νησιώταις, οὔτε βρῶσιν προσίετο καὶ τάχιστα ἀπεφθάρη καὶ οὐκέτι ὤφθη περὶ τὸν χῶρον τελευτήσας πόθῳ τοῦ νέου. | |
5.17 | Ἀλλὰ καὶ πραεῖς οὕτω τοὺς δελφῖνας ὄντας καὶ φρο‐ νεῖν εἰδότας ἀνθρώπινα οἵ τε ὑβρισταὶ Θρᾷκες θηρῶσι καὶ οἱ Βυζάντιοι καὶ οὐκ ἂν τοὺς οὕτω σχετλίους εἴποι τις φεί‐ δεσθαι παίδων ἢ πατέρων ἢ ἀδελφῶν. Σκύμνοι μὲν γὰρ | |
5 | ἅμα δύο τεχθέντες ἕπονται τῇ μητρί, καὶ οὔτε προσιὸν ἀπο‐ φεύγουσι σκάφος οὔτε ὑποπτεύουσι δόλον, καὶ τοῖς ἀνθρώ‐ ποις χαίροντες πλησιάζουσιν ὡς ἑταίροις· οἱ δὲ τριαίνῃ (καλοῦσι δὲ αὐτὴν ἀκίδα καὶ ἔστι κοῦφον ἀκόντιον) πλη‐ σιάσαντα βάλλουσιν ἕνα τῶν σκύμνων, ὃς ὑπ’ ὀδύνης ἐπει‐ | |
10 | γόμενος καὶ πλεῖστον ἀλγῶν εἰς τὸν βυθὸν καταδύεται τῶν ναυτῶν ἐνδιδόντων καί τινος μηκίστης ἐκδησάντων μη‐ ρίνθου τὴν τρίαιναν (οὐ γὰρ ἂν περιγένοιντο τῆς θήρας ἑτέ‐ ρως), καὶ σπουδῇ τὴν ναῦν ἐρεττόντων, ἑπομένων τε ᾗπερ ἂν ἀλγῶν ἐκεῖνος ὁρμήσειεν. Ὁ δὲ σφακέλῳ καὶ ὀδύναις] | |
15 | νικώμενος σπαίρων τε ἐπὶ ταῖς τοῦ σιδήρου γλωχῖσιν ἀνα‐ δύεται ὑπὸ τῶν κυμάτων αἰρόμενος καὶ τὰ ὕστατα πνέων· | |
οὐκ ἀπολείπει δὲ ἡ μήτηρ αὐτόν, ἀλλ’ ἕπεται πλεῖστον ἀνιωμένη, καὶ οὐκ ἂν μᾶλλον ἁλούσης πόλεως ὑπὲρ παίδων μήτηρ ἑλκομένων ἀλγήσειεν, ὀδυνωμένη δὲ ὡς εἴπερ αὐτὴ | 26 | |
20 | τέτρωτο, τὸν ἕτερον τῶν παίδων ἀποσοβεῖ καὶ προσρη‐ γνυμένη διώκει· καί τις ἂν εἴποι λέγειν αὐτήν· «ὁρᾷς, ὦ τέκνον, ὡς παρασπονδούμεθά τε καὶ πολεμούμεθα, καὶ φεύ‐ γειν ἄμεινον τοὺς ἀσεβεῖς καὶ οὐδὲ ἡμῖν λοιπὸν φίλους ἀν‐ θρώπους». Οὕτως οὖν τὸν ἕτερον τῶν σκύμνων ἀποδιώξασα, | |
25 | τὸν τετρωμένον οὐκ ἀπολείπει, οὐδὲ εἰ φοβεῖν τις αὐτὴν ἢ καὶ βάλλειν ἐθέλοι, μέχρις ἂν ταῖς τῶν ἑλκόντων χερσὶ πλησιάσῃ· οἱ δὲ ἀπηνῶς οὔτε ἀθυμοῦσαν οἰκτίρουσι καὶ ταῖς χαλκαῖς διαπείραντες ὀξέως ἀκίσιν ἅμα τῷ παιδὶ δια‐ φθείρουσι, σφόδρα ἐθέλουσαν ἐπ’ αὐτῷ κατακτείνεσθαι· | |
30 | νεοττοὺς χελιδόνος ὄφις εἰ τὸν ὄροφον ὑπεξελθὼν πλησιά‐ σειεν οὕτως ἀφειδῶς κατεσθίει, καὶ περιίπταται μὲν ἡ μή‐ τηρ ὡς θρηνοῦσα τὰ πρῶτα, φεύγειν δὲ οὐκέτι βούλεται τῶν παίδων ἀπολωλότων, ἀλλὰ πρὸς τὴν γένυν αὐτὴν ἐλ‐ θοῦσα τοῦ δράκοντος κατεσθίεται· ὣς καὶ ἐπὶ τῷ δελφῖνι | |
35 | βουλομένην κτείνουσι τὴν μητέρα οἱ ἁλιεῖς. | |
5.18 | Τὰ δὲ ὀστρακόδερμα πάντα λιπῶσι μὲν αὐξανομένης τῆς σελήνης καὶ φθινούσης πάλιν ἀσθενοῦσί τε καὶ λεπτύ‐ νονται. Θηρῶνται δὲ τὰ μὲν ἐξ αὐτοῦ τοῦ βυθοῦ, τὰ δὲ καρ‐ τερῶς ταῖς σπιλάσι προσπεφυκότα· ἄλλα δὲ πρὸς τοὺς | |
5 | αἰγιαλοὺς ἐκπτύει τὸ κῦμα καὶ κοιλανθεῖσα ἡ ψάμμος ἔν τισι βόθροις ἐπικαλύπτει. Λιχνόταται δὲ τῶν ὀστρέων εἰ‐ σὶν αἱ πορφύραι καὶ τῆς θήρας ἐπ’ αὐταῖς τοιοῦτος ὁ τρό‐ πος· κυρτίδας ἔκ τινων πυκνῶν σχοινίων ὥσπερ καλαθίσκους ὑφήναντες, στρόμβους τε ἐν αὐταῖς βαλόντες κατὰ τῆς θα‐ | |
10 | λάττης ῥιπτοῦσιν· αἱ δὲ πλησιάζουσι καταφαγεῖν τοὺς στρόμβους ἐθέλουσαι καὶ τὰς γλώσσας (λεπταὶ δὲ αὐταῖς εἰσι καὶ ὀξεῖαι) πρὸς τὴν τροφὴν διὰ τῶν σχοίνων ἐκτεί‐ νουσιν οὕτω τε ἐνσχεθεῖσαι θηρῶνται· οἰδαίνουσαι γὰρ οὐ‐ κέτ’ ἐξίασι διὰ τῶν βρόχων αἱ γλῶσσαι καὶ ὀγκοῖ τις αὐ‐ | |
15 | τὰς λοιπὸν ἀλγηδών, μέχρις ἂν ἑλκυσθέντος τοῦ κύρτου ληφθῶσι πᾶσαι διὰ τῶν γλωσσῶν προσδεθεῖσαι, καλόν τι | |
καὶ ὡραῖον τοῖς πορφυροῖς ἄνθος ὑφάσμασιν. | 27 | |
5.19 | Τῶν σπογγοτόμων δὲ οὐδεὶς ἂν ἄλλον εἴποι τινὰ μοχθεῖν πλέον ἢ κινδυνεύειν, οὓς πρῶτον μὲν ἐπὶ τὸν ἆθλον ἰόντας καὶ ποτῷ χρῆσθαι βραχεῖ καὶ ὀλίγοις σιτίοις ἀρκεῖ‐ σθαι ὕπνον τε οὐχὶ τὸν πρέποντα τοῖς ἁλιεῦσιν αἴρεσθαι, | |
5 | ἀλλ’ ἀσκεῖν ὥσπερ εἰώθασιν οἱ ἀγωνιεῖσθαι μέλλοντες τὴν φωνὴν λιπαίνειν οἱ κήρυκες, ἵνα διαρκὲς αὐτοῖς ἐπὶ τοῦ βυθοῦ μένῃ τὸ πνεῦμα καὶ τὸν πρότερον ἀβλαβῶς φέρωσι πόνον. Τοῦ δὲ ἄθλου πλησιάζοντος ἐπὶ τὸ μέσον ἀφικόμενοι τοῦ πελάγους καὶ προσευξάμενοι πλεῖστα ὡς ἂν μὴ κήτει | |
10 | συναντήσαιεν ἤ τινα ἑτέραν ὑπομείναιεν βλάβην, καὶ εἰ κάλ‐ λιχθυν ἴδοιεν πλεῖστον ἀναθαρρήσαντες ὡς οὐδενὶ τῶν κη‐ τῶν πρὸς τὸν ἰχθὺν τοῦτον, ὃν ἱερὸν ἐκ τούτου προσαγορεύου‐ σι, κοινῆς νομῆς εἶναι πιστευομένης, τοιόνδε τι δρῶσιν· ὑπὲρ τὴν ἰξὺν μηκίστῃ τις σχοίνῳ περιζωσάμενος, μόλυ‐ | |
15 | βδον μὲν ἐπὶ τῆς ἀριστερᾶς φέρει χειρός, δρεπάνην δὲ προ‐ τείνει τῇ δεξιᾷ, καὶ λαβὼν ἐπὶ τοῦ στόματος ἔλαιον οὕτω τε ἐπὶ τῆς πρῴρας στὰς εἰς τὸν πόντον ὁρᾷ, τό τε ἔργον καὶ τὸ τῆς θαλάττης βάθος ἐπισκεπτόμενος· ἐπιθαρρύνου‐ σι δὲ οἱ παρεστῶτες αὐτόν, ὡς τοὺς δρόμον ἀγωνιεῖσθαι | |
20 | μέλλοντας προτρέπειν εἰώθαμεν. Ὁ δὲ εἴπερ ἀναθαρρή‐ σειε κυβιστήσας ἕλκεται καὶ ὑπὸ τοῦ μολύβδου πρὸς τὸν βυθόν, καταβάς τε καὶ τὸ ἔλαιον ἀποπτύσας ὁρᾷ διὰ τοσαύ‐ της αὐγῆς, ὅσην ἂν πῦρ ποιήσειεν ἐν νυκτί, τούς τε ἐπὶ ταῖς πέτραις σπόγγους ἐπισκεψάμενος (οἳ πρὸς τοῖς † καθύ‐ | |
25 | λοις † τῆς θαλάσσης φύονται τόποις καὶ ἔμπνους ὄντες ὡς καὶ πλεῖστα ἕτερα προσπεφύκασι ταῖς σπιλάσι) τήν τε ἅρπην προτείνει καὶ ὥς τις θεριστὴς τοὺς σπόγγους ἀποτεμών, αὐτίκα ἐπείγεται τοῖς ἑταίροις ὡς ἀνέλκειν δέοι | |
διὰ τῆς σχοίνου σημήνας. Οἱ δὲ ἀμελλητὶ πάντες ἐπισπῶν‐ | 28 | |
30 | ται τὴν σχοῖνον, ὡς ἂν μὴ τὸν ἁλιέα φθάσειεν ὁ τῶν σπόγ‐ γων ἰχώρ, οἷος τῇ δυσωδίᾳ καὶ ἀποπνῖξαι· ὥστε ἀνελκυ‐ σθέντα αὐτὸν σὺν ἡδονῇ τις ἂν καὶ οἴκτῳ θεάσαιτο, δέει τε καὶ καμάτῳ συντετριμμένον. Πολλάκις δέ τις αὐτῶν εἰς τὸν πόντον ἁλάμενος οὐδὲ ἐπάνεισι θηρίῳ περιπεσών, ἀλ‐ | |
35 | λὰ σημαίνει μὲν τοῖς ἑταίροις ἀνέλκειν, ἤδη δὲ κατεσθίε‐ ται καὶ πρὸς τοὺς ἑταίρους τε καὶ τὴν ναῦν ἐπειγόμενος ὑπὸ κήτους σπαράττεται. Οἱ δὲ εἰς τὴν χέρσον κατάγονται πι‐ κρῶς τὸν ἑταῖρον ἀποβαλόντες καὶ ὀδυρόμενοι. Τοσαῦτα, ὦ θεοφιλέστατε βασιλεῦ, οἶδα περὶ τῶν ἐν τῇ | |
40 | θαλάσσῃ μαθών· σοὶ δὲ ἀβλαβεῖς μὲν ἔρχοιντο διὰ τοῦ πε‐ λάγους αἱ νῆες, ἀγαθῶν αὐτὰς καὶ αἰσίων προπεμπόντων ἀνέμων, ἰχθύων δὲ εὔπορος ἡ θάλασσα διαμένοι καὶ τῆς γῆς | |
δεσπόζοις ἐπὶ τοῖς θεμελίοις ἄσειστα ῥιζωθείσης. | 29 |